[p. 103]
βίος καὶ πολιτεία τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Ἰωάννου, γενομένου
ἡγουμένου μονῆς τῆς παναγίας δεσποίνης ἡμῶν Θεοτόκου τῶν Ψιχᾶ. Εὐλόγησον πάτερ.
1. νῖκαι μὲν καὶ τρόπαια πολέμων καὶ ἀριστέων ἀνδραγαθήματα ταῖς ποιητικαῖς τε καὶ
λογογραφικαῖς ἐμφερόμενα ἱστορίαις, μικρὸν σχεδὸν ἢ οὐδὲν πρὸς ζῆλον τῶν τοιούτων
τοὺς ἀκούοντας διανιστῶντα, τὸ μὴ συναποβιῶναι τῷ χρόνῳ τὴν τῶν γεγενημένων πραγμάτων
ἐμφανίζουσιν ἐργασίαν· αἱ δέ γε πράξεις τῶν εὖ βεβιωκότων ἀνδρῶν σάλπιγγος γεγωνοτέραν
διὰ τῆς γραφῆς ἀφιεῖσαι φωνήν, πρὸς τοὺς ὁμοίους ἀγῶνας διεγείρουσι τοὺς ἐντυγχάνοντας
καὶ πείθουσαι περιφρονεῖν τῶν ὁρωμένων, τὴν εἰς τοὺς ἀοράτους καθοπλίζουσι πολεμίους
μάχην. ἐντεῦθεν οὖν ἐμοὶ τὸ τῆς ὑποθέσεως ταύτης ὑπέστη ἐγχείρημα, ὡς ἂν μὴ ζημιώσω
τοὺς ἔπειτα τὴν ὠφέλειαν παριδὼν ἀνιστόρητον πόλιν ἀρετῶν ἐπ᾿ ὄρους κειμένην καὶ
τῷ τῆς λήθης νέφει εἰσαεὶ καλυπτομένην. διδασκαλίας τοίνυν μεγίστης κανών ἐστιν
ὁ τῆς τοῦ προκειμένου ἀνδρὸς ἀρετῆς ἔπαινος. δεῖ οὖν καὶ λόγων ἐξαρκούντων συμμετρεῖσθαι
τῷ πλήθει τῶν κατορθωμάτων, εἰ καὶ παρὰ τοῖς ἀκούουσι δεύτερος ὁ ἡμέτερος λόγος
σὺν τῷ βίῳ καὶ τῇ ἡλικίᾳ κριθείη τοῦ ἐγκωμιαζομένου. εἰ μὲν οὖν γυμνασίας ἕνεκα
τῆς τῶν λόγων ἐμαυτὸν καθῆκα εἰς τοὺς τοιούτους ἀγῶνας, ἔδει μοι τῆς ἀπολογίας
[p. 104] τὸν καιρὸν ἀποκεκλεῖσθαι, σφοδρότερόν τε τῶν σκωπτόντων τὸν ψόγον γεγενῆσθαι.
ἐπεὶ δὲ οὐ τούτου χάριν, ἀλλ᾿ οὗ προεθέμην τήν τε ἀρετὴν αἰδούμενος τοῦ πατρικῶς
παρακελευομένου καὶ χρεωστικῶς ἀπαιτοῦντος τὸ τοιοῦτον, βραχέα μὲν τοῦ λόγου, βραχύτερα
δὲ τῆς ἡλικίας ἀπολογησάμενος, ἐπ᾿ αὐτὴν βαδιοῦμαι τῆς ὑποθέσεως τὴν ἀρχήν. ἡγείσθω
τοίνυν ἀρχὴ τοῦ λόγου καὶ πέρας ὁ τοῦ θεοῦ λόγος χειραγωγῶν ἡμᾶς ἐπὶ τὴν ἀληθῆ τῶν
πραγμάτων ἔρευναν, καὶ τὸ σκῶλον τῆς ἀγνωσίας ἀποκαθαίρων ἄγοιτο διὰ λείας ἐπὶ τὴν
τῶν αὐτοῦ θαυμασίων ἐξήγησιν. πατρίδος μὲν οὖν φύσιν καὶ θέσιν καὶ τὸ τῶν παιδίων
[λεγε· πεδίων] εὐήλατον, τήν τε γειτνίασιν τῆς θαλάττης καὶ τὸ τοῖς αἰγιαλοῖς αὐτὴν
ἐπιτέρπεσθαι, οἰκοδομῶν τε μεγέθη καὶ τόπων εὐφορίας καὶ ἀέρων εὐκρασίας τοῖς ἔξω
καταλιπὼν ἐγκωμιάζειν καὶ ταῖς ἐπιδεικτικαῖς αὐτῶν χαίρειν εἰπὼν μεθόδοις, τὴν τοῦ
ἀνδρὸς ἀρετὴν εἰς μέσον προθείς, ὡς οἷόν τέ ἐστι τοῦ λόγου τῷ χρώματι ταύτην διαζωγραφήσας
ἐναργῆ τὴν εἰκόνα τῶν πραγμάτων παραστήσω τοῖς φιλοθέοις. Ἑλλήνων μὲν οὖν σοφισταὶ
καὶ ξυγγραφεῖς οὐκ ἔχοντες ὅθεν ἐπαινεῖν τοὺς παρ᾿ αὐτοῖς τιμωμένους, ὡς ὕλην ταῦτα
τῷ λόγῳ εἰσφέροντες δι᾿ αὐτῶν τοὺς ἐγκωμιαζομένους περικαλλύνειν πειρῶνται, ὅμοιόν
τι ποιοῦντες τοῖς τὴν εὐπρέπειαν τοῦ φυσικοῦ μὴ κεκτημένοις κάλλους, ταῖς ἐπεισάκτοις
δὲ τῶν χρωμάτων βαφαῖς φανταζομένοις τὸ τοιοῦτον εἰσάγειν· ἡμῖν δὲ παρ᾿ οἷς τὰ τῆς
ψυχῆς ἀγαθὰ πλεονεκτοῦντα φαίνεται, καὶ γὰρ τοῦτο μέγιστόν ἐστι ἐγκώμιον τὸ περιττεύειν
τὴν ἀρετὴν τῶν ἐπαίνων, οὐδεὶς τῶν χαμαὶ κειμένων πεποίηται λόγος, ἐκεῖνα δὲ μόνον
ἐπαινεῖται καὶ θαυμάζεται ὧν τὸ κάλλος εἰσαεὶ διαμένει. ἀλλ᾿ ἵνα μὴ δόξω παραλιμπάνειν
πατρίδα καὶ γένος καὶ ἀνατροφὴν τοῦ ὁσίου, διὰ βραχέων τούτων ἐπιμνησθεὶς ἐπ᾿ αὐτὰ
μεταβήσομαι τοῦ ἀνδρὸς τὰ ἐγκώμια.
2. πατρὶς τοίνυν τῷ θεσπεσίῳ τούτῳ ὑπῆρξεν πρὸς ἡ τῇ Γαλατίᾳ
[p. 105] κειμένη χώρα, ἣν δὴ Βουκελλαρίους ὀνομάζουσιν. χωρίου δὲ οὐκ ἀσήμου ὤν,
τοσοῦτον εὐσημότερον δι᾿ ἑαυτοῦ τοῦτο πεποίηκεν ὡς τὰς παλαιτάτας οὔσας ἐν εὐδοξίᾳ
πόλεις ὑπερβαλεῖν τῇ φήμῃ. πατὴρ δὲ αὐτῷ γενναῖος καὶ ἱερεύς, γενναιτοτέρους ἐκφὺς
βλαστούς, μιμεῖται τὸν Ἀβρααὰμ ὁλοκάρπωμα, τούτους θεῷ προσάγων, καὶ ἀναίμακτον
ἐπιτελῶν θυσίαν τὰς ἐναίμους προστίθησιν, οὐ διὰ ξίφους, ἀλλὰ νομοθεσίᾳ τῆς τῶν
μελῶν νεκρώσεως. οὗτος γοῦν μετανάστης σὺν τοῖς τέκνοις γίνεται, δυεῖν ἕνεκα τούτοιν·
τοῦ μέν, τὴν τοῦ σώματος πορίζων διατροφήν, καὶ γὰρ ἐκ τῶν οἰκείων πόνων ταύτην
εἶχεν οἰκοδομῶν οἰκίας καὶ τεμένη μαρτύρων· ἑτέρου δὲ μείζονος, τῆς ψυχικῆς εὐεξίας
ἐπιμελούμενος καὶ ἀρετῆς μᾶλλον φροντίζων ἢ ἐκείνου. καταχθεὶς οὖν ἔν τινι χωρίῳ
τῆς Νικομηδέων ἐπαρχίας, κατῴκει ἐν αὐτῷ τῶν ἐπιτηδείων ὄντι πλήρης τῶν ἐκεῖσε·
οὕτω δὲ συναύξων τῇ ἡλικίᾳ τῶν παίδων τὴν εὐσέβειαν διετέλει, μαθήμασι καὶ θείας
διδασκαλίαις παραθήγων καὶ γυμνάζων τῶν νέων τὸ φρόνημα. ἤδη δὲ προσηβασάντων [λεγε·
προσηβησάντων] τῶν παίδων, καιρὸν αὐτοῖς ἔφησεν εἶναι τοῦ γάμου ὁ πατήρ, καὶ δὴ
τούτῳ ὑπουργεῖν τῆς θείας ἐντολῆς μὴ κωλυούσης. οἱ δὲ νέοι τὸν τοιοῦτον εἰς τέλος
ἀποσεισάμενοι λόγον, «ἑτέραν» ἔφησαν «ὦ πάτερ, διδασκαλίαν ἡμῖν πρότεινε, ἐπεὶ ταύτης
οὐδὲ ψιλὴν τὴν ῥῆσιν αἱρούμεθα.» Λέων δὲ τὰ τοιαῦτα ἀκούσας, (καὶ γὰρ τούτῳ τῷ ὀνόματι
ὁ πατὴρ τῶν κυριωτάτων ἐκέκλητο) προσκαλεσάμενος τοὺς
[p. 106] ἑαυτοῦ παῖδας Θεόδωρόν τε καὶ Ἰωάννην, Φίλιππόν τε καὶ Εὐφροσύνην σὺν τῇ
μητρὶ Χιονίᾳ, βουλὴν ἀρίστην προβάλλεται τοῦ τὸν μονήρη ἐπανῄρησθαι [λεγε· ἐπανῃρῆσθαι]
βίον. τοῦτο δὲ εὑρὼν προπεπηγὸς ἐν αὐτοῖς τὸ φρόνημα, θείας εἶναι κρίνας ψήφου τὸ
τοιοῦτον ἐπισφραγίζει καὶ βεβαιοῖ ὡς οὐκ ἄλλοθεν ἢ τῆς ἀνωτάτω ὄντως ῥοπῆς τεκμήριον·
ἐνταῦθα θαυμάζειν ἔπεισιν τὴν αὐτῶν συμψυχίαν, πῶς ἐν διαφόροις ὄντες σώμασιν οὐ
διέστησαν τῇ γνώμῃ. τοῦτο ἔργον τοῦ κατοικίζοντος θεοῦ μονοτρόπους ἐν οἴκῳ· τοῦτο
σύμβολον πρῶτον τῆς περὶ τὸ θεῖον αὐτῶν ὁμονοίας. ἕνα μὲν γὰρ θαυμάζειν ἐστὶν ἴσως
οὐ μέγα, ὁπόταν εἰς πέρας ἀγάγοι ὃν ἐπ᾿ ἀγαθῷ προβεβούλευται σκοπόν· τὸ δὲ χορὸν
τοσοῦτον παίδων τε καὶ γονέων ἐπὶ ταὐτὸ τοῖς τῆς εὐσεβείας ἀγῶσι προσδραμεῖν ὑπερβαίνει
παντὸς λόγου καὶ ἐγκωμίου τοὺς ὅρους. κραταιωθείσης δὲ τῆς τοιαύτης βουλῆς ἐν αὐτοῖς,
μόνων δὲ τῶν ἀσκητικῶν τύπων ἀγνοουμένων, θεόθεν αὐτοῖς πέμπεται Φίλιππός τις ἄλλος
εἰ μὴ τολμηρὸν εἰπεῖν· καὶ γὰρ οὐδὲ τολμηρὸν ἐμοὶ τοῦτο ἐννοοῦντι τῆς ἀρετῆς τοῦ
ἀνδρὸς τὸ μέγεθος· Ἀντώνιος δὲ αὐτῷ τοὔνομα ἐτύγχανεν ὤν· ὃς τὴν κοινωνίαν τῆς κλήσεως
τοῦ μεγάλου Ἀντωνίου λαχὼν συνῆψε τῇ ὁμωνυμίᾳ τῆς συνωνυμίας. οὗτος οὖν παραδίδωσιν
αὐτοῖς ἐν βραχεῖ καιρῷ πᾶσαν ἀκολουθίαν τε τάξιν τῆς μοναχῶν καταστάσεως. οἱ δὲ
τάχει φύσεως καὶ σπουδῇ τῆς προαιρέσεως ἐπέτεινον μᾶλλον τὰ δοθέντα ἢ παρελίμπανον.
3. ὁ τοίνυν πατὴρ τὸ ἀσθενὲς τῶν γυναίων σκοπήσας καὶ ὅτι οὐχ οἷαί τε ἦσαν συνέπεσθαι
ἀνδράσιν, οὐδὲ γὰρ θέμις τοῦτο, ἐν ἀσκητηρίῳ ταύτας παρακαταθέμενος σὺν ᾧ ἐκέκτητο
χωρίῳ πρὸς τὸ Βυζάντιον σὺν τοῖς τρισὶ παισὶν ὥρμησεν. καὶ δὴ καταλαβὼν τὸν τόπον
ἐν ᾧ τὸ σεπτὸν τέμενος τῆς παναχράντου δεσποίνης ἡμῶν ἵδρυται,
[p. 107] Πηγὴ ἀξίως ὀνομαζόμενον διὰ τὸ τῆς χάριτος εὔροον καὶ πᾶσιν ὁμοίως εἰς
ἀπόλαυσιν προκείμενον, μοναστῶν τε πλήθεσιν ἀρετῇ κομώντων ὄντι ἐμπλέῳ, ξεναγεῖται
ὑπὸ Γεωργίῳ τῷ τηνικαῦτα τὴν ἡγεμονίαν διέποντι τῆς μονῆς. ἦν δὲ ὁ ἀνὴρ οὗτος τά
τε ἄλλα ἐπαινετός, τῷ μεγίστῳ δὲ τῇ κατὰ θεὸν πολιτείᾳ διαλάμπων· ὅστις Γεώργιος
διὰ τὸ τῆς ἀρετῆς ἐξάκουστον πάσῃ μικροῦ δεῖν τῇ οἰκουμένῃ κατάδηλος ἦν. λαβόντες
δὲ ὑπ᾿ αὐτοῦ τὸ πάλαι ποθούμενον αὐτοῖς ἅγιον σχῆμα, διετέλουν ἐν τούτῳ παροτρύνοντες
ἀλλήλους καὶ πρὸς τοὺς πνευματικοὺς ἐπαλείφοντες ἀγῶνας· οὐ μόνον δὲ τὸ μὴ κατόπιν
ἔρχεσθαι τῶν λοιπῶν ἔσπευδον, ἀλλὰ καὶ τὸ μὴ προβαίνειν αὐτοὺς ἐπιζήμιον ἡγοῦντο.
μετ᾿ οὐ πολὺ δὲ ὁ πατὴρ τὸν βίον ἀπολιπὼν προσετέθη τοῖς ἁγίοις πατράσιν, ἀξίαν
κομισάμενος τῶν πόνων αὐτοῦ ἀμοιβὴν τὴν αἰωνίαν ἀπόλαυσιν. ὡσαύτως δὲ μικρὸν ὕστερον
καὶ Φίλιππος ὁ νεώτερος τῶν παίδων, πλήρης ὢν ἀρετῆς, μετέστη πρὸς τὴν ἀμείνω μακαριότητα.
Θεόδωρος δὲ καὶ Ἰωάννης ἅτε στέρησιν πατρικήν τε καὶ ἀδελφικὴν ὑποστάντες, τό τε
τοῦ βίου ἄπιστον διὰ τούτου καταμαθόντες, καὶ γὰρ τὰ οἰκεῖα πάθη βεβαιοτέραν ἡμῖν
[p. 108] τὴν πεῖραν παρέχουσιν ἢ τὰ ἀλλότρια, τῶν παρόντων ἀλογήσαντες καὶ πρὸς
τὸ μέλλον τὴν ἅπασαν ὁρμὴν ποιησάμενοι ἐπιπονωτέρους τοὺς τῆς ἀσκήσεως διήνυον ἀγῶνας.
ὁρῶν γοῦν αὐτῶν τὸ σπουδαῖον καὶ στερέμνιον τῆς καρτερίας ὁ προρρηθεὶς σεβάσμιος
ἀνὴρ ἐκλιπαρῶν ἀναλαβεῖν παρῄνει τὴν τῆς σεπτῆς ἱερωσύνης λειτουργίαν, καὶ δὴ πείθει
τοὺς εὐπειθεῖς· οὐ γὰρ οἷόν τε ἦν ἀντιτείνειν ἐν τούτῳ τοὺς ἐν ἅπασι πειθηνίους
αὐτῷ τυγχάνοντας. λαβὼν δὲ αὐτοὺς ἄνεισι πρὸς τὸν ἱεράρχην· Ταράσιος δὲ ἦν ὁ θειότατος
οὗτος· ὃς θείᾳ προγνώσει μυσταγωγούμενος τὰ τῆς ἱερωσύνης πρεσβεῖα Ἰωάννῃ ἐγχειρίζειν
ἐκέλευσεν. τοῦ δὲ ποιμένος οὐχ οὕτως ἔχειν εἰπόντος, ἀλλὰ τῷ μέτρῳ τῆς ἡλικίας ἀνάλογον
καὶ τὴν λειτουργίαν διδόναι, εἴξας ὁ ἀρχιερεὺς Θεοδώρῳ μὲν τὴν τοῦ πρεσβυτέρου χειροτονίαν,
Ἰωάννῃ δὲ τὴν τοῦ διακόνου δίδωσιν.
4. μέχρι μὲν οὖν τούτου προβαίνων ὁ λόγος κοινῇ τοῦ γένους τὴν μνήμην ἐποιήσατο,
δέον ψιλὸν ἡμῖν εἰς μέσον προθέντας τὸν ἄνδρα εἰς αὐτὸν περιστῆσαι τὸν λόγον· τοῦτο
δὴ καὶ ποιήσω. καὶ μή τις ταῖς καταστατικαῖς τῶν διηγήσεων ἀκολουθῶν κατασκευαῖς
ἀνάρμοστα τὰ λεγόμενα ἡγοῖτο εἶναι· οὐ γὰρ κατασκευάζειν ἡμῖν πρόκειται νῦν, ἀλλὰ
τὰ τῆς ἀληθείας ἀκριβῶς ἐξετάζειν, κρεῖττον ἡγουμένοις ἐν συλλαβαῖς πταίειν ἢ τούτων
διαμαρτάνειν. Ἰωάννης τοίνυν κομιδῆ νέος ὢν ἔτι ἐκ προοιμίων ἐδείκνυε τὴν ἐπανθοῦσαν
ἐν αὐτῷ χάριν τῇ τε τῆς ψυχῆς καταστάσει καὶ τῇ τοῦ σώματος εὐταξίᾳ· τεκμήριον γὰρ
τῆς ἔνδον διαθέσεως ἡ τῶν ἐκτὸς πολλάκις ἐμφαίνει σημείωσις. τοιοῦτος δὲ ὢν ἴσον
ἑαυτὸν τοῖς πᾶσι παρεῖχεν, πρᾶον, συμπαθῆ, ὁμιλητικόν, ἐπιχαρῆ, μέτριον· ταπεινώσεως
δὲ ὑπερβολὴν οὐ κατέλιπε τοῖς μετ᾿ αὐτόν, πάντων ἑαυτὸν ἐλάττω ἡγούμενος καὶ πᾶσι
τῶν πρωτείων
[p. 109] παραχωρῶν. μαθήμασι δὲ θείοις ἐπαγρυπνῶν οὐ διέλιπεν ἡμέρας καὶ νυκτὸς
μελετῶν ἐν νόμῳ κυρίου, καὶ τὸν ἀτίμητον ἐκ τῶν Γραφῶν ἀνιμώμενος μαργαρίτην τὸν
ἄσυλον δι᾿ αὐτοῦ ὠνεῖται πλοῦτον, οὐ δεόμενος τῆς τῶν ὀνομάτων καὶ ῥημάτων τάξεως
καὶ διαλέκτων ἰδιώματα καὶ τὸ συλλαβαῖς ἐμφιλοχωρεῖν, οὐδὲ τῆς Ὁμήρου φλυαρίας ἢ
τῆς χρυσῆς σειρᾶς ἢ τοῦ ζευγνύειν καὶ ἀποζευγνύειν ἅρματα. τίς γὰρ ἐντεῦθεν ὄνησις
τῆς τῶν μύθων καὶ πλασμάτων καὶ δαιμονίων σεβασμάτων εἰδήσεως προσγένηται τοῖς ἐν
τούτοις φυσιουμένοις ῥητορικῆς δὲ οὐκ ἐδεήθη ψευδολογίας, οὐδὲ τὸ εἰς στοχασμοὺς
ἀνάγειν τὰ μήτε συστῆναι δυνάμενα τῶν ζητημάτων, οὐδὲ δεινότητι καὶ ἰδέαις καταποικίλλειν
τὴν λέξιν, τὸ φυσικὸν δὲ τοῦ λόγου κάλλος φέρων τῇ ἀληθεῖ τῶν πραγμάτων ἐκβάσει
τὸ πείθειν ἔχειν ἢ τῷ πιθανῷ τῆς φράσεως. φιλοσοφίαν δὲ τὴν ἀνωτάτω ἀσκῶν ὡμοιοῦτο
θεῷ κατὰ τὸ δυνατόν, ἓν μόνον συλλογιζόμενος τὸ τὸν θεὸν ἁπάντων εἶναι ποιητήν,
τὸν ποιητὴν κριτήν, τὸν θεὸν πάντως κριτὴν εἶναι. τὰς δὲ προτάσεις καὶ τοὺς συλλογισμοὺς
καὶ τὰ σοφίσματα ὡς ἀραχνῶν ὄντα ὑφάσματα τοῖς ἐπι κοπρίας κειμένοις παρῆκεν. ἀστρονομίας
δὲ καὶ γεωμετρίας καὶ ἀριθμητικῆς κατεφρόνησεν ὡς ἀνυπάρκτων ὄντων. πῶς γὰρ ἂν ὑποσταίη
ἀκαριαῖα καὶ γραμμαὶ ἄρτιοί τε καὶ περισσάρτιοι καθ᾿ ἑαυτὰ ἐν ὑποστάσει μὴ ὄντα
πῶς δαὶ καὶ Πλάτων ὁ τούτων ἐπιστήμων δι᾿ αὐτῶν ἐπὶ τὰ νοητὰ ἀνάγεται, ὁ τοῖς ὄφεσιν
ὁμοίως ἐν τῇ τῶν παθῶν ἰλυσπώμενος ἰλύι καὶ ἀποπληθούσης γαστρὸς καὶ γνάθων ἀποφαίνομενος
τούτῳ μὲν οὖν τοῖς εὐσεβῶς μετέχειν βουλομένοις ὑπεχώρει, καὶ πάντα θεοῦ ἐδίδασκεν
εἶναι καὶ εἰς αὐτὸν τὴν εὐχαριστίαν ἀνατείνειν καὶ τῶν νοημάτων τὸ κάλλος τῇ τῶν
ἔργων σπεύδειν ἐπιδείκνυσθαι τελειώσει, τά τε ἀνόθευτα τῶν θεωρημάτων συλλέγειν
καὶ τὰ διεφθορότα τῶν δογμάτων ἀποτρέπεσθαι. τοῖς δέ γε ἀφορμὴν τύφου ταῦτα ποιουμένοις
[p. 110] καὶ τῇ τῶν οὐρανίων κινήσει τὴν τῶν γινομένων ἐξάπτουσι πρόνοιαν ἐπιτιμῶν
ἀναγκαίως, διήγειρε λίαν ὀρθῶς συμβουλεύων λόγων μετριότητι τὴν εὐσέβειαν μετιέναι
ἢ ποικίλῃ στωμυλίᾳ τοῦ ψεύδους καταπλουτίζεσθαι. αὐτὸς μὲν τούτων οὐδενὸς ἐδεήθη,
ἀμέσως δὲ γενόμενος πρὸς τὰ θεῖα οὐκ ἀπέκαμεν μέχρις ἂν τὸ ὕψος τῆς ἀπαθείας ἔφθασεν.
τίς ἂν λόγος ἐξισχύσει ἐν γραφῇ παραδοῦναι τῶν ἀμέτρων ἀγώνων αὐτοῦ τὰ παλαίσματα
τίς τῆς ἀγρυπνίας αὐτοῦ διηγήσαιτο τὸ ὑπερόγκον [λεγε· ὑπέρογκον]; ποία γλῶσσα παραστήσει
τῶν πόνων αὐτοῦ τὸ μέγεθος, οὐ μόνον τῶν ἐν ἐκκλησίαις καὶ εὐχαῖς ἐπιτελουμένων,
ἁλλὰ καὶ τῶν ἐν ταῖς χρείαις τῆς μονῆς ἐπιτηδευομένων τίς γυμνότητα οὕτως ἐκαρτέρησε
κρύει καὶ θάλπει ταλαιπωρούμενος, τίς ἐλεημοσύνην καὶ συμπάθειαν οὕτως ἐκτήσατο,
τίς σωφροσύνην καὶ καθαρότητα οὕτως ἠσπάσατο ὡς ἐντεῦθεν φοβερὸν ὀφθῆναι τοῖς δαίμοσιν
καὶ ἀριδήλως τούτους ἀποδιώκειν ἐν τούτοις γοῦν αὐτοῦ διακαρτεροῦντος, ὁρῶν ὁ προεστὼς
τὸ γενναῖον αὐτοῦ καὶ ἀκαταμάχητον τὴν τοῦ οἰκονόμου αὐτῷ ἐγχειρίζεται διακονίαν·
ἔπειτα καὶ τῆς τοῦ πρεσβυτέρου ἀξιοῦται πρεπόντως ἱερωσύνης· ἐν ταύτῃ δὲ καταστὰς
ἐδείκνυε τὴν ἀξίαν ἀληθεύουσαν τῇ τοῦ φρονήματος παλαιότητι. ἐπεὶ δὲ οὐκ ἔδει ὑπὸ
τῷ μοδίῳ κρύπτεσθαι τὸν λύχνον, ἀλλ᾿ ἐν ὑψηλῷ τεθέντα πλείονας αὐγάζειν τῇ ἑαυτοῦ
λαμπηδόνι καὶ πρὸς ἑαυτὸν ἕλκειν τοὺς ἐν σκότῳ τῆς ἀπραξίας τῶν καλῶν πλανωμένους,
καὶ τοῦτο θεόθεν συνέβαινεν.
5. Μιχαὴλ γάρ τις τῶν ἐπιφανῶν τὴν ἀξίαν πατρίκιος τὸν μονήρη ἀσπασάμενος βίον,
τήν τε ἅπασαν αὐτοῦ ὕπαρξιν εἰς κατασκευὴν μοναστηρίου προθέμενος, αἰτεῖται τοὺς
τηνικαῦτα κρατοῦντας τῶν σκήπτρων, Εἰρήνη δὲ ἦν ἡ θειοτάτη δέσποινα, Θεόδωρον μὲν
ἡγούμενον,
[p. 111] Ἰωάννην τε οἰκονόμον τῆς ὑπ᾿ αὐτοῦ καινουργηθείσης μονῆς. καὶ δὴ τῆς αἰτήσεως
μὴ διαμαρτών, λαμβάνει Θεόδωρον καὶ Ἰωάννην καὶ καθίστησιν αὐτούς, ὥσπερ τινὰς πολιούχους,
ἐν τῇ μονῇ ἀντιμαχοῦντας τῶν ἐναντίων καὶ τὴν ποίμνην ἀλώβητον διατηροῦντας. Ἰωάννης
μὲν οὖν ὡς ἤδη ἀρχὴν ἐπιτιθέμενος τοῖς πόνοις ἀεὶ διετέλει ἐπιτείνων τοὺς ἀγῶνας,
καὶ τοῦτο ἦν αὐτῷ τὸ σπουδαζόμενον ὁσημέραι αὔξησιν λαμβάνειν τοὺς κόπους αὐτοῦ.
καὶ ἀργίαν μεὴν ἡγεῖτο τὸ μὴ προσθεῖναι τοῖς οὖσιν, παρανομίαν δὲ τὸ τῶν προσθέντων
ἀφελεῖν
ἐνταῦθα ἄξιον αὐτοῦ καταπλαγῆναι τὸ ἀκαταγώνιστον, πῶς ἀμφοτέρων ἐχόμενος τῶν πραγμάτων
οὐδετέρου ἀπελιμπάνετο, πῶς ὁμοίως ἑαυτὸν παρεῖχεν τοῖς τε πνευματικοῖς κανόσιν
καὶ ταῖς κοσμικαῖς φροντίσιν. τοῦτο δηλαδὴ τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον, τῆς κρατυνούσης
τὴν ἀνθρωπείαν ἀσθένειαν τὰ ὑπὲρ φύσιν ἑλέσθαι καὶ ἑλομένην εἰς πέρας ἄγειν· αὕτη
καὶ τὸν γενναῖον τοῦτον ἀγωνιστὴν ἐνίσχυσεν ὑπερβῆναι τῆς τῶν βροτῶν δυνάμεως τὸ
μέτρον, ταύτην ὁδηγὸν ἀπλανῆ κτησάμενος οὐ προσέκοψεν εἰς λίθον προσκόμματος τῶν
συνεχῶν ἐπιβουλῶν τοῦ ἐχθροῦ· καὶ τοῦτο εὔδηλον ἐξ ὧν αὐτὸν τῶν τοιούτων ἀπείραστον
διετήρει παγίδων. χρείας γάρ ποτε κατεπειγούσης αὐτὸν ἧς ἐφρόντιζε διακονίας, ἀναστὰς
ἀωρίας οὔσης νυκτερινῆς ἵππῳ τε ἐπιβὰς εἴχετο τῆς ὁδοιπορίας, τὸν συνήθη κανόνα
διατελῶν. σκοτίας δὲ οὔσης βαθείας, ἐκκλίνει τῆς εὐθείας καὶ πρὸς τὸ εὐώνυμον φέρεται.
εἶτα ἱκανὸν διαστήσας τῆς λεωφόρου ὁρᾷ κατενώπιον αὐτοῦ αὐγὴν τὰς ἡλιακὰς ὑπερβαίνουσαν
ἀκτῖνας· καὶ τὸ μὲν φῶς ἥνωτο τῇ αἴγλῃ, διῄρητο δὲ τρισὶ τοῖς προσώποις, καὶ ἦν
τὸ θέαμα φοβερόν. ἔντρομος οὖν γενόμενος, ἐπὶ τὴν γῆν αὐτίκ᾿ ἐκ τοῦ ἵππου ἥλατο.
στὰς δὲ καὶ τὸ πολὺ τῆς ἀγωνίας ὑποτεμών, πάλιν τῆς αὐτῆς ὑμνολογίας εἴχετο· πέρας
οὖν εἰληφυίας καὶ ταύτης, ἀρχῆθεν ἐπαναλαμβάνει τὸ ψαλτήριον ἠρέμα στιχολογεῖν,
τέως
[p. 112] ἀτενῶς ἔχων πρὸς τὴν παράδοξον λαμπηδόνα. ἤδη δὲ τῆς νυκτὸς προκοπτούσης
τῆς τε ἡμέρας διαφαινομένης, ἡ μεν αἴγλη καταβραχὺ ἀπεκρύπτετο, ἡ δὲ θέσις τοῦ χωρίου
ἐπιπλεῖον ἀπεκαλύπτετο· τέλος, ἀνίσχοντος τοῦ ἡλίου, ἀπογίνεται καὶ τοῦ ὁραθέντος
ἡ ἀκτίς. μικρὸν δὲ ὑποβάς, ἔνθα ἡ ὀφθεῖσα ὀπτασία εἶδεν τὸ ἐναντίον τῇ ἐλπίδι, τόπον
κρημνώδη καὶ χάος βαθύτατον ὅσον τοῖς ὄμμασι περιλαμβάνων κατοπτεύειν ἠδύνατο. ὑποτοπάσας
δὲ θείαν εἶναι τὴν ἐπιφάνειαν καὶ εἰς φυλακὴν αὐτοῦ ἐληλυθέναι τὴν ἐπὶ τὸ πρόσω
πορείαν κωλύουσαν, ἀξίας τὰς ἐπινικίους φωνὰς τῷ σεσωκότι θεῷ ἀνετίθετο. τί τούτου
παραδοξοτέρα ἡ κατὰ τὸν Ἰσραὴλ πεφωτισμένη νεφέλη, ὅτε πύρινος στύλος προπορευόμενος
αὐτοῦ εἰς ὁδηγίαν τοῦτο τοῖς εὖ συγκρίνουσιν οὐκ ἔλαττον· τοῦτο τοῦ ἐν Θαβὼρ φωτὸς
τοῖς μαθηταῖς ὀφθέντος ἀπαύγασμα· τοῦτο τῆς ἑνιαίας αἴγλης τῆς ἁγίας τριάδος τεκμήριον.
τίς λαλήσει τὰς δυναστείας σου, κύριε, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου,
τοῦ μὴ διδόντος σου εἰς τοῦ σάλον τὸν πόδα τῶν σῶν δικαίων, τοῦ ἓν ὀστοῦν ἐξ αὐτῶν
συντριβῆναι μὴ συγχωροῦντος ὄντως θαυμάσια τὰ ἔργα τοῦ θεοῦ ἡμῶν καὶ πάντα νοῦν
ὑπερβαίνοντα. οὕτω τοίνυν ποδηγούμενος τῇ συνεργίᾳ τοῦ παναγίου πνεύματος αὐτοῦ
Ἰωάννης τῶν ἐπηρεαζόντων ὤφθη ἀνώτερος, βέλη νηπίων ἡγούμενος τοὺς εἰσφερομένους
αὐτῷ παρὰ τοῦ ἀντικειμένου πολέμους.
6. ἐπεὶ δὲ Θεόδωρον προχειρίζεται ὁ κρατῶν εἰς ἐπίσκοπον, Ἰωάννης τὴν ἡγεμονίαν
διαδέχεται, ὁ καὶ πρὸ ταύτης τῶν αὐτῆς ἀντεχόμενος φροντίδων καὶ τἀληθὲς εἰπεῖν
τὸν ἡγεμόνα σὺν τοῖς προβάτοις ποιμαίνων.ἐντεῦθεν ἀρχὴν ἄλλην καὶ ἄλλο σπούδασμα
τίθησιν, διεγείρειν
[p. 113] τόν τε σεβάσμιον ναὸν καὶ τὰ πεπτωκότα τῶν οἰκοδομιῶν· ἐν ἐρειπίοις γὰρ
τότε ὑπῆρχεν, ὑπὸ βαρβαρικῆς ἐφόδου ἐμπεπρησμένα. ταῦτα τοίνυν εἰς τὸ μηδὲν χωρήσαντα
οἰκείοις πόνοις ἀνίστησι, λαμπροτέραν ποιησάμενος ἐπιμέλειαν τῆς προτέρας κατασκευῆς.
τούτων μὲν οὕτως αὐτῷ φροντιζομένων, ἐπιφύεται ἡμῖν μονιὸς ἄγριος ἀπὸ τῆς ἐρήμου
τῶν ἑαυτοῦ παθῶν ἥκων, ὓς ἐν βορβόρῳ τῆς ἀσεβείας ἐγκαλινδούμενος· οὐ γάρ ἐστιν
ἄξιος τῇ τοῦ Λέοντος τιμᾶσθαι προσηγορίᾳ. τιμή γ᾿ ἂν μᾶλλον αὐτῷ τοῦτο εἴη τῇ συγκρίσει
παραβαλλόμενον τῶν ἀτοπημάτων· καὶ γὰρ εἰ καὶ δραστικώτατόν ἐστιν ἐκεῖνο τὸ ζῷον,
ὅμως φύσεως νόμοις ὑπείκει, καὶ τοῦτο αὐτῷ ὅρος σὺν ἀξιώματι γίνεται τὸ μὴ βαίνειν
περαιτέρω τῆς φύσεως. οὗτος δὲ ὑπερβὰς τὰ μέτρα τῆς ἀταξίας τολμᾷ κατὰ τῆς εἰκόνος
Χριστοῦ τοῦ θεοῦ ἡμῶν καὶ τῶν ἁγίων αὐτοῦ διᾶραι βλασφήμως τὴν γλῶσσαν, ὁ τὸ κατ᾿
εἰκόνα θεοῦ εἰς ἵππειον μεταβαλὼν εἶδος καὶ τοῖς κτήνεσιν ὁμοίως τροφῆς ἐμφορούμενος
ἀλόγου. καὶ τὰ μὲν πρῶτα τὴν κακίαν ἔνδον ὑποσμύχουσαν εἶχεν, τὴν ἐπικράτειαν, ὡς
οἶμαι, τῆς ἀρχῆς πραγματευόμενος· ἔπειτα εἰς τοὐφανὲς ταύτην προαγαγών, μίξας
[p. 114] βασιλείας σχῆμα τυραννίδος ὠμότητι κατάγει τὸν πρόεδρον ἀπὸ τοῦ θρόνου,
τούς τε ἱερεῖς ὠμῶς ἀπελαύνει, μοναστήριά τε καὶ ἀσκητήρια ληῒζεται· καὶ οὐδὲ μέχρι
τούτων ἔστησε τὴν ἀσέβειαν, ἀλλ᾿ ἐρευνῶνται ὄρη καὶ σπήλαια. ἀγοραί τε καὶ πύλαι
πόλεων στενοχωροῦνται στρατιωτῶν ἐνόπλων περιφέρουσαι πλήθη ὡς ἐχθροὺς δή τινας
θηρωμένων τοὺς τῆς εὐσεβείας ἀγωνιστάς. οὐδὲ τοὺς ἐν παρατάξει μιμεῖσθαι εἵλετο
ὁ τύραννος, οἳ ὁπόταν λαμπρῶς κατακρατήσωσι τῆς μάχης ὑπενδιδόασι τοῖς ἡττηθεῖσι,
τοὺς ἀνθρωπίνους αἰδούμενοι νόμους.
7. τούτου τοίνυν τὸ ἀπηνὲς ὁ ἀοίδιμος οὗτος ἰδὼν σοφώτατα διανοεῖται δικαίᾳ κρίσει
οἰκονομῆσαι τὸ ποίμνιον, κρίνας τε ἄριστα ὡς οὐχ οἷόν τέ ἐστιν ὁμοίως ἅπαντας τὸ
μαρτύριον εἰς πέρας ἄγειν, ἀφθονίαν τῶν ἀναγκαίων παρασχών, εὐχαῖς τε καὶ διδασκαλίαις
ἐπιστηρίξας τὴν ποίμνην πέμπει ὅπη Θεῷ φίλον εἴη πορεύεσθαι. τότε δή τινες τὸν τοῦ
Ἰούδα ἀσπασάμενοι κλῆρον, τοῦ χοροῦ τῶν ἁγίων ἑαυτοὺς ἀπορρήξαντες κατήγοροι ἀπαραίτητοι
κατὰ τοῦ ἁγίου καθίστανται, διαβάλλουσί τε αὐτὸν πρὸς τὸν παρανόμως ἐπειλημμένον
τοῦ θρόνου τῆς ἱερωσύνης ὡς· «τῆς ἀληθείας ἀντιποιούμενος Ἰωάννης τὴν κοινωνίαν
ὑμῶν ὡς μύσος ἀποβδελύττεται.» ὁ δὲ μὴ μελλήσας τῷ βασιλεῖ τάχιστα τὰ λεχθέντα καταμηνύει.
λαβὼν οὖν ἐξ
[p. 115] αὐτοῦ τοῦ πράττειν τὴν ἐξουσίαν καὶ συνεργὸν ἔχων τὴν ὑπάρχου θρασύτητα,
εἰς βῆμα ἀντὶ θρόνου καθέζεται καὶ τὸν ὅσιον συλληφθέντα εἰς τὸ δικαστήριον κελεύει
εἰσάγεσθαι. εἰσῄει τοίνυν εἰς τὸ κριτήριον ὁ δίκαιος, μιερέως καὶ ἄρχοντος προκαθημένων,
ὡς Ἰησοῦς Ἄννα καὶ Πιλάτου τῶν ὁμοτρόπων. καί «λέγε» φησίν «τίνος χάριν τὸ βασιλικὸν
δόγμα παριδὼν δρασμὸν ὑπενόεις, καταφρονήσας τοῦ μεγέθους τῆς ἐξουσίας αὐτοῦ» «δόγμα
μέν» φησίν «παρ᾿ ἡμῖν» ὁ ὅσιος «ἀσάλευτον ἐκεῖνό ἐστιν τὸ παλαιότητι διαφέρον καὶ
τῷ ὀρθῷ λόγῳ καλῶς ἔχειν κεκριμένον· τὸ γὰρ παρ᾿ ὑμῖν καινοτομούμενον οὐ δόγμα δίκαιον
καλεῖν μᾶλλον ἢ ἀνόμημα.» «τί οὖν, ἀνομεῖν σοι δοκοῦμεν ἡμεῖς» φησί «συνεκβάλλοντες
ταῖς εἰκόσι τὴν τῶν εἰδώλων προσκύνησιν» «οὐ τὴν τῶν εἰδώλων» ἔφη ὁ δίκαιος «ἀλλὰ
τὴν τοῦ Χριστοῦ.» «πῶς» ἔφησαν. «ὅτι ὁ τὸ εἴδωλον εἰσάγων καὶ οὗ ἐστιν εἴδωλον τὴν
τιμὴν συνεισφέρει, οὕτω καὶ ὁ τὴν εἰκόνα τοῦ Χριστοῦ ἐξωθῶν συναπωθεῖται ταύτῃ τὸ
σέβας αὐτοῦ.» ἀπορησάντων δὲ αὐτῶν πρὸς ταῦτα, καταπλαγέντων τε ὁμοῦ τὸ θαρσαλέον
τῆς ὁμολογίας τοῦ ἀνδρός, ἐφ᾿ ἕτερον ἔγκλημα πειρῶνται τοῦτον ἐνάγειν, ἱεροσυλίαν
[p. 116] κατηγοροῦντες αὐτοῦ καὶ νοσφισμὸν ἀργυρίου. Καὶ τούτου δὲ ἐναργῶς ὑπὸ τῆς
ἀληθείας ἐλεγχθέντος μὴ οὕτως ἔχειν, ἀπάτης προσωπεῖον πλασάμενοι χρήματα ὑπισχνοῦντο
διδόναι καὶ κάκωσιν συγχωρεῖν τῶν διαβαλόντων, μόνον εἰ τῷ δόγματι τοῦ βασιλέως
ὑποκύψας κοινωνὸς γένηται τῆς ἀσεβείας αὐτῶν. ὁ δὲ καταπαίζων τῇ ἀνοίᾳ αὐτῶν ἔφη·
«τὰ μὲν χρήματα ἔστωσαν ὑπεκκαύματα τοῦ πυρὸς ὑμῶν, οὗ ἐξεκαύσατε τῇ ὕλῃ τῆς ἀπειθείας
ὑμῶν· ἡ δὲ τῶν διαβαλόντων ἀδικία παρ᾿ ἐμοὶ συγκεχώρηται, παρὰ θεῷ δὲ τετήρηται
τῷ τῆς μετανοίας καιρῷ, εἰ δὲ μὴ ἕλοιτο τῷ τῆς κρίσεως.» ταύτην οὖν τὴν ἀπόκρισιν
παρὰ τοῦ δικαίου λαβόντες, εἰς θυμὸν τὴν μακροθυμίαν τρέψαντες παραδιδόασιν αὐτὸν
ἀνδρὶ ἀνόμῳ καὶ ἀπηνεῖ, βαρβάρῳ καὶ τὴν προσηγορίαν καὶ τὴν γνώμην, ὃς ταῖς ἀπειλαῖς
μὴ δυνάμενος αὐτὸν καταπλῆξαι ἐπ᾿ αὐτὸ χωρεῖ τὸ εἶδος τῶν βασάνων. καὶ δὴ γυμνώσας
αὐτοῦ τὸ αἰδέσιμον σῶμα ξέεσθαι προσέταξε ταῖς μάστιξιν. ὁ δέ, ὡς ἑτέρου τεμνομένου
ἢ ὡς αἰσθήσεως ἀμοιρῶν, γενναίως ὑπέφερεν τὰς ἐπαγομένας πληγάς, μέχρις ἂν τοὔδαφος
τῷ αἵματι περιερράνθη. ὀψὲ γοῦν ποτε ὁ ἀνήμερος βάρβαρος ἀνεθῆναι αὐτὸν ἐκέλευσεν,
ταύτην αὐτῷ φιλανθρωπίας ἀπόφασιν δοὺς ὅτι· «εἰ μὴ τῷ προστάγματι τοῦ βασιλέως εἴξῃς,
τῶν αὐτῶν πειραθήσῃ κατὰ ἑβδόμην ἡμερῶν περίοδον καὶ οὐ πρότερον ἀφεθήσῃ πρὶν ἂν
τὸ δοκοῦν ἡμῖν ἀποπληρώσῃς.» «χάριν εἴσομαί σοι» φησὶν ὁ γενναῖος «εἰ καθ᾿ ἑκάστην
με τῶν τοιούτων ἀξιώσῃς· τρυφὴ γάρ μοι τοῦτό ἐστιν, οὐ τιμωρία.» καταπλαγεὶς οὖν
ὁ ἀπάνθρωπος τὴν ὑπεράνθρωπον τοῦ δικαίου ἔνστασιν ἐν τῷ δεσμωτηρίῳ αὐτὸν ἐκέλευσεν
ἀσφαλῶς καθειρχθῆναι. τοιαῦτα τοῦ γενναίου τὰ παλαίσματα, τοῦτο τῶν πάλαι ἀθλησάντων
οὐδὲν ἔλαττον τὸ μαρτύριον· εἰ γὰρ καὶ ὁ χρόνος τῇ τάξει προτερεύει, ἀλλ᾿ ἡ θεοῦ
χάρις παραπλησίως τὰς ἀμοιβὰς
[p. 117] διανέμει τοῖς μάρτυσιν, ἐπεὶ καὶ ἡ ὁμολογία κοινή· ὑπὲρ εὐσεβείας γάρ.
εἶτα διαδέχεται τὸ δεσμωτήριον ἐξορία, καὶ ἀπὸ ταύτης ἄλλη, καὶ πάλιν τὸ δικαστήριον
αὐστηρότερον. οὐκέτι γὰρ κριτὴς καὶ ὕπαρχος προκαθέζονται, ἀλλ᾿ αὐτὸς ὁ ἀλιτήριος
βροντῶν ἀπὸ θώρακος, καὶ τῷ μεγέθει τῆς ἀξίας καὶ τῇ τῶν λόγων σφοδρότητι ἐδόκει
καταπλήττειν τὸν ἀκατάπληκτον. ὁ δὲ κώνωπος ἐπαΐειν μᾶλλον ἡγεῖτο ἢ τῶν σοβαρωτέρων
αὐτοῦ φωνῶν. βρύξας οὖν ἐν θυμῷ βίαιον ὁ δράκων κελεύει τὸν ἅγιον γυμνωθέντα γενναιοτέρας
τοὺς αἰκίζοντας ἐπιφέρειν πληγάς. ἐπὶ πολὺ οὖν τοῦ ὁσίου τεμνομένου ταῖς μάστιξι,
μόλις κόρον εἴληφε τῶν ἀποίων σαρκῶν ὁ αἱμοβόρος θήρ· πάλιν δὲ κελεύει αὐτὸν ἐν
ἀσφαλεστάτῃ φρουρᾷ κατακλείεσθαι τῶν τε ἀναγκαίων προστάττει στερεῖσθαι ὡς ἂν ἀπὸ
τούτων ἀγχόμενος τάχιον ἀπαυδήσῃ. ἀλλ᾿ εἰσπηδᾷ εἰς μέσον ὁ πρόδρομος τοῦ ἀντιχρίστου,
ὁ τὴν Ἰαννοῦ ὑπερβὰς πλάνην ταῖς μαγικαῖς ἐπινοίαις, ὁ τῶν κυνῶν τὴν ἀναίδειαν ὑπερακοντίσας·
πείθειν τε ἐπαγγέλλεται τοῖς ὁμοτρόποις τὸν ὅσιον, εἰ τούτου κατακρατήσειεν. δὴ
λαβὼν αὐτὸν ὁ γόης ἐν ὑψηλοτέρῳ δωματίῳ αὐτὸν καθείργνυσιν ἐν ᾧ τοῖς κάτω πῦρ ἐκαίετο
ταῖς αὐτοῦ χρείαις ὑπηρετοῦν, οἰόμενος τῇ τε τῆς πείνης ἀνάγκῃ καὶ τῇ τοῦ καπνοῦ
βίᾳ πρὸς ἑαυτὸν ἕλκειν τὸν ἅγιον· οὐ γὰρ ᾔδει ὁ φιλόσαρκος ὅτι πρὸς ἄσαρκον αὐτῷ
καὶ ἀναίμονα περιέστη τὰ τῆς μάχης, ἀλλὰ τοῖς καθ᾿ ἑαυτοῦ συγκρίνων τὰ τοῦ δικαίου
πειρᾶται διὰ τούτων αὐτὸν ὑπάγειν τῇ παρανομίᾳ, ὁ τῶν ὑείων κρεῶν ἀκόρεστος φάγος,
ὁ ταῖς νυξὶ τὴν κοιλίαν ἐμπιπλῶν καὶ πρὸς ἡμέραν ἐγκρατὴς προερχόμενος, ὁ τῆς γαστρὸς
ἀπαραίτητος οἰκέτης, ὁ πάντα δι᾿ αὐτὴν ἐνεργῶν καὶ πράττων καὶ ἀλλοτρίαν δόξαν σφετεριζόμενος,
ὁ τὴν ἀσέβειαν ἕνεκα ταύτης ἑλόμενος καὶ μηδὲν τιμιώτερον ταύτης
[p. 118] ἡγούμενος. ἔγνω οὖν διὰ τῆς πείρας ὁποίῳ ἀδάμαντι προσέβαλεν, καὶ ἀμηχανήσας
τοῖς κατ᾿ αὐτοῦ εἰς τὴν προτέραν αὐτὸν ἐξορίαν παραπέμπεται. ἔνθα πάλιν πληγαὶ ἀφόρητοι
καὶ βασανιστηρίων εἴδη πρὸς αὐτὸν ἐπενοεῖτο τοῖς παρανόμοις. τίς ἂν λόγος γραφῇ
παραδοίη τῶν ἀμέτρων ἄθλων τοῦ δικαίου τὸ πλῆθος οὐδὲ γὰρ εἰ πᾶς ὁ βίος ἡμῶν εἰς
τοῦτο ἠσχολεῖτο, ἠδύνατο ἂν πρὸς ἀξίαν ἀφικέσθαι τῆς διηγήσεως. ὁρῶ γοῦν ἐμαυτὸν
εἰς πέλαγος ἀπείρων κατορθωμάτων νηχόμενον καὶ οἷα σχεδίᾳ λεπτῇ τῇ τοῦ λόγου ἀδρανείᾳ
ᾧδε κἀκεῖσε περιφερόμενον, καὶ τοῦ τέλους τῆς ὑποθέσεως ἀπαγορεύειν μοι ἔπεισιν.
οἶδα δὲ σαφῶς ὡς χεῖρα προτείνας ὁ νῦν εὐφημούμενος ἐπιλήψεται τῆς ἀπειρίας καὶ
τοῦ προθύμου τῆς προαιρέσεως δραξάμενος πρὸς ἑαυτὸν ἄξοι ἐπὶ χρηστὸν πέρας ἰθύνων
τὸν λόγον.
8. οὕτω τοίνυν ἐγκαρτεροῦντος αὐτοῦ τῷ μαρτυρίῳ, ἐπῆλθεν ἡ θεία δίκη τὸν ἀλιτήριον,
ἀξίαν αὐτῷ τῶν ἀνομηθέντων ἐπάξασα τὴν τιμωρίαν. ἀδείας γοῦν ἐπειλημμένος ὁ ἅγιος
καὶ τὰ καθ᾿ ἑαυτὸν εὖ διαθέμενος ἐπὶ Χερσῶνα τὴν πόλιν χωρεῖ τὴν παρακειμένην τῇ
Βοσπόρῳ, καὶ ταύτην καταλαβὼν εἰς ἀνάψυξιν τῶν ὀχλούντων πάλιν τῶν ἀσκητικῶν εἴχετο
πόνων, οὐκ ἐνδιδοὺς τῇ προθυμίᾳ, οὐδ᾿ ὑφείμενος τῷ τόνῳ τοῦ σώματος οὐδὲ τοῦτο λογιζόμενος
ὡς τοῖς ἄθλοις τοῦ μαρτυρίου τελειωθεὶς περιττὸς αὐτῷ ἂν γένοιτο ὁ τῆς ἀσκήσεως
δρόμος, ἀλλ᾿ ὡς ἀρχὴν ἀεὶ προβαλλόμενος νεαρωτέρως τῶν πόνων ἐφήπτετο, νηστείαις
καὶ δεήσεσιν ἐπαγρυπνῶν, παννυχὶ ὄρθιος ἱστάμενος ἐν ἀέρι τὰς χεῖρας ἔχων· οὐ πρότερον
δὲ αὐτὰς κατῆγεν, ἕως ἂν ὁ τοῦ συνήθους κανόνος ἐφίστατο καιρός. ἐν μιᾷ οὖν τῶν
νυκτῶν εὐχομένου αὐτοῦ καὶ διηρμένας ἔχοντος τὰς χεῖρας, ὁρᾷ τις τῶν σύνεγγυς κειμένων
αὐτῷ λαμπάδα πυρὸς ἐξιοῦσαν ἀπὸ τοῦ
[p. 119] στόματος αὐτοῦ καὶ μέχρι τοῦ αἰθέρος διικνουμένην. ἔμφοβος δὲ γενόμενος,
πρηνὴς ἐπὶ τὴν γῆν κατεκλίθη, μηδὲν τότε τὸ σύμπαν φθεγξάμενος· ἕωθεν δὲ διηγεῖτο
ταῦτα τοῖς συνοῦσι μετ᾿ εὐλαβείας. ὄντως οὗτος ὁ θεῖος ἀνὴρ τὴν γεώδη φύσιν εἰς
τὴν θείαν μετασκευάσας διὰ τῆς τῶν παθῶν νεκρώσεως πῦρ φλέγον ἀνεδείχθη, συγκαῖον
δαιμόνων στίφη καὶ παθῶν ποικιλίαν. ἤδη δὲ εἰς πᾶσαν τὴν κατ᾿ ἐκείνην περίχωρον
τῆς αὐτοῦ φήμης διαδραμούσης, πάντες συνέθεον πρὸς αὐτὸν κομίζοντες τοὺς ἀσθενοῦντας
τούς τε ὑπὸ πνευμάτων ὀχλουμένους ἀκαθάρτων· θείᾳ δὲ χάριτι ἐνεργούμενος ὁ ἅγιος
τῇ ἐπιθέσει τῶν χειρῶν αὐτοῦ ἅπαντας ὑγιεῖς οἴκαδε παρεπέμπετο.
9. ἄξιον δὲ ὀλίγα ἐκ πολλῶν εἰς μέσον προθεῖναι τῶν αὐτοῦ θαυματουργιῶν, ἵν᾿ εὐπιστότερα
γένηται τοῖς ἀκούουσι καὶ τὰ περὶ αὐτοῦ ἀδιορίστως λεγόμενα.
προσάγεται τοίνυν αὐτῷ γύναιον πεπληγμένην ὑπὸ δαίμονος ἔχον τὴν χεῖρα· ὁ δὲ μακάριος
ἐπευξάμενος καὶ τῆς τοῦ γυναίου χειρὸς ἁψάμενος ὑγιῆ ταύτην ἀπεκατέστησε παραυτίκα.
νεανίας δέ τις ὑπὸ δαιμόνων συνεργίας ἐξ ὀχήματος κατὰ κρημνοῦ ὠσθεὶς ἄλαλος ἔτι
ἔμεινε καὶ τὸ σύμπαν τῷ σώματι ἀκίνητος· καὶ τούτῳ γοῦν ὁ ὅσιος χάριτι θείᾳ τὴν
ὑγείαν βραβεύσας λάλον καὶ σῶον τοῖς γονεῦσιν ἀπέδοτο.
τὴν δὲ Ἀναστασίου τοῦ χαλκέως πῶς ἂν παραλίποιμι θαυματουργίαν οὗτος γοῦν Ἀναστάσιος
χαλεπῷ ἐντυχὼν δαίμονι παραπλησίαν ἔχοντι τῇ τέχνῃ καὶ γενναίαν
[p.120] τὴν ἀταξίαν, οὐδὲ τῆς νενομισμένης τροφῆς ἐλευθερίως μετεῖχεν, σκεύη συνθλῶν
τὰ τὴν βρῶσιν καὶ πόσιν κομίζοντα, τάς τε οἰκείας σάρκας κατήσθιεν καὶ τοὺς ἐγγίζοντας
ἀφειδῶς διεσπάραττεν. κινεῖται τοίνυν ὑπὸ τῶν τούτου συγγενῶν εἰς τὴν αὐτοῦ ἄμυναν
ὁ ἅγιος, καὶ δὴ παραγενόμενος ἐν ᾧ τόπῳ ἁλύσεσιν ἐδέδετο ἐπηρμένῃ βοῇ κύπτειν αὐτῷ
προσέταττεν. ὁ δὲ προβάτου δίκην τὸν αὐχένα κλίνας κατασφραγίζεται τῇ χειρὶ τοῦ
ὁσίου τὴν κεφαλήν. ἐπὶ πολὺ οὖν εὐξαμένου τοῦ ἁγίου, κεκυφότος τοῦ πάσχοντος, λῦσαι
τὰς ἁλύσεις τοῖς παρεστῶσιν ἐκέλευσεν. οἱ δὲ τὴν τοῦ δαίμονος δεδιότες ἀπήνειαν
καὶ ἔτι αὐτὸν ἐν αὐτῷ λογιζόμενοι ἐνεργεῖν παρῃτοῦντο τὴν τοῦ ἁγίου κέλευσιν. ὁ
δὲ μακάριος αὐτοὺς διεβεβαιοῦτο μηδὲν ἀηδὲς ὑπ᾿ αὐτοῦ πάσχειν· ὁ γὰρ ἐν αὐτῷ ἐνεργῶν
ἀπελήλαται. λυθεὶς τοιγαροῦν Ἀναστάσιος παρείπετο τῷ ἁγίῳ μέχρι τοῦ δωματίου, ἐν
ᾧ καὶ σὺν αὐτῷ διατρίψας χρόνον οὐ βραχὺν πάλιν τῆς χαλκευτικῆς ἀνενοχλήτως εἴχετο
τέχνης.
ἄλλος δέ τις Ἰσίδωρος τοὔνομα, ἁλιεὺς τὴν τέχνην, ἐναλίου ὑπὸ δαίμονος κατεχόμενος
ὡς ἐδείκνυτο τοῖς σχήμασι, τοῖς ποσὶ τοῦ ἁγίου προσπεσών, βοηθείας δεόμενος, αὐτίκα
τῆς ἰάσεως ἔτυχεν.
τίς δ᾿ ἂν λόγος ἐξείποι κατὰ μέρος τῶν ὁσημέραι θεραπευομένων ὑπ᾿ αὐτοῦ τὸ πλῆθος
τοῦτο γοῦν ὑπεθέμην ἐν τοῖς φθάσασιν ὡς ἀπορεῖ ἀνθρωπεία φύσις τὰ κατ᾿ αὐτὸν πρὸς
ἀκρίβειαν γραφῇ παραδοῦναι· ἡμῖν δὲ συντομίας φροντίζουσι καὶ τὸ μὴ προσκορεῖς εἶναι
ἐπιμελουμένοις καὶ ἃ δυνάμεως λέγειν ἔχομεν παρορᾶται.
10. οὕτω γοῦν συρρεόντων τῶν παρακειμένων ἐθνῶν τῇ Βοσπόρῳ θύραθέν τε τοῦ ἁγίου
καθεζομένων, ζημίαν εἶναι τὴν αὐτῶν συνδρομὴν ἡγεῖτο καὶ τοὺς αὐτῶν ἐπαίνους ἐλάττωσιν
τῆς ἑαυτοῦ ἀρετῆς ἐτίθετο. προσκαλεσάμενος δέ τινα τῶν αὐτοῦ μαθητῶν, Παρθένιον
τοὔνομα, τὴν ἐπὶ τὸ Βυζάντιον αὐτῷ βουλεύεται συμπράττειν ἐπιστροφήν. τοῦ δὲ μὴ
δυνατὸν φήσαντος εἶναι ἐαθῆναι ἡμᾶς ὑπὸ τοῦ πλήθους εἰς ἔργον τοῦτο προαγαγεῖν,
«παλινδρομεῖν», ὁ σοφώτατός φησιν, «αὐτοῖς ὑποθώμεθα καὶ αὐτὸ τέλος ἡμῖν τοῦ σκοποῦ
γένοιτο.» τούτῳ γοῦν τῷ τρόπῳ
[p. 121] ψυχαγωγήσας τοὺς ἄνδρας, ἐξῄει τῆς πόλεως τὴν ἐπὶ τὸ Βυζάντιον πορείαν
ποιούμενος· ἦν δὲ θεάσαθαι τότε κοινὸν ἅπασι πένθος γινόμενον τὴν τοῦ ἁγίου ἐξέλευσιν
τὸν αὐτῶν σωτῆρα ὀδυρομένων, πλὴν ἔδει τὴν τοῦ θεοῦ κατακρατῆσαι βουλὴν καὶ τὸν
δίκαιον τῇ βασιλίδι ἀποδοθῆναι. καταλαβὼν τοίνυν τὸ Βυζάντιον καὶ ἐν βραχεῖ τοὺς
σεβασμίους προσκυνήσας ναοὺς τοῖς τε φίλοις ἀποδοὺς τὴν ὀφειλομένην ἀγάπην, πρὸς
τὸ ὁρισθὲν καταγώγιον ἐχώρει. ἐπειγομένου δὲ αὐτοῦ, φησὶ πρὸς τὸν παρεπόμενον μαθητήν·«Ἰωάννης
ἤδη τοῦ βίου μεθίσταται καὶ δεῖ τὰ τῆς ἐξόδου προευτρεπίζειν.» ὁ δὲ Παρθένιος προφητείαν
ἡγούμενος εἶναι τῆς ἑαυτοῦ τελευτῆς τὸν τοῦ ἁγίου λόγον, ἔφη· «πάντως τὰ κατ᾿ ἐμέ,
πάτερ» ὁ δὲ μακάριος τρανοτέρως αὐτῷ ἔφη τὴν τέλους ἑαυτοῦ ἐληλυθέναι ἡμέραν. κατειληφότες
οὖν τὸ δωμάτιον τῆς τε νόσου τῷ σώματι ἤδη ὀχλούσης, προκαλεσάμενος τοὺς μαθητὰς
εἰς τὴν συνήθη διδασκαλίαν τρέπει τὸν λόγον.
11. «ἐγκαρτερεῖτε», φησίν, «ὦ τεκνία, τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι· τὴν πίστιν ἀσάλευτον
μέχρι τέλους διατηρεῖτε, μὴ προτιμῶντες τὴν τοῦ σώματος εὐεξίαν τῆς εἰς Χριστὸν
ὁμολογίας· πάντα πάσχειν ἕτοιμοι ὑπὲρ αὐτῆς γίνεσθε. τοῦτο πρῶτον ἔστω ὑμῶν τῶν
κατορθωμάτων τὸ σπούδασμα, τοῦτο ὑμῶν ἡ κεφαλή, ταύτης ὑγιαινούσης ῥαδίως καὶ τὴν
λοιπὴν ἀρετὴν μετελεύσεσθε. ἔπειτα ξένους ἑαυτοὺς ἡγεῖσθε τοῦ λόσμου καὶ μηδὲν κοινὸν
ἔχειν πρὸς τὰ παρόντα λογίζεσθε, ἀλλ᾿ ὡς πάροικοι ὄντες ἐν τῇ γῇ οὕτω διανοεῖσθε,
εἰδότες ὅτι πατρὶς ἡμῶν ἐστι καὶ πόλις ἡ ἄνωθεν Ἱερουσαλήμ· πρὸς ταύτην ἐπείγεσθε,
ταύτην οἰκῆσαι σπουδάσατε. μὴ ἡ τῶν παρόντων διατριβὴ τῆς αἰωνίου ὑμᾶς χωρίσῃ μακαριότητος·
ἀδύνατον γὰρ τὸν πρὸς τὰ ἐνταῦθα κεχηνότα ταύτην ἀπολαβεῖν, ὥσπερ οὖν ἀδύνατον κατοικῆσαί
τινα πρὸς ἑτέραν πόλιν πρὶν ἂν τῆς ἑαυτοῦ ἀποξενωθῇ. ἐπὶ τούτοις ἀγάπην πρὸς
[p. 122] ἀλλήλους φυλάττετε, γινώσκοντες ὅτι ϠσύνδεσμόςϠ ἐστι τῶν ἀρετῶν, κατὰ τὸν
θεῖον ἀπόστολον· τοῦ οὖν συνδέσμου μὴ ὄντος, ἀνάγκη τὴν οἰκοδομὴν σαθρὰν εἶναι,
οὐ μόνον δὲ σαθράν, ἀλλὰ καὶ συμπεπτωκυῖαν· οἰκοδομαί εἰσιν αἱ ἀρεταί· Ϡεἴ τις γὰρϠ
φησίν Ϡοἰκοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον,Ϡ σύνδεσμός ἐστὶν ἡ ἀγάπη συνδέουσα καὶ
ἑνοποιοῦσα αὐτὰς καὶ μὴ ἐῶσα διαλύεσθαι. τὴν σωφροσύνην ἀμείωτον διατηρεῖτε, δι᾿
ἧς οἰκειούμεθα θεῷ· ταύτην ἄσπιλον εἰς τέλος διαφυλάξατε· αὕτη ναοὺς θεοῦ ὑμᾶς ἀπεργάζεται·
αὕτη παρρησία ὑμῶν πρὸς αὐτόν· ταύτης μὴ οὔσης, ἀκάθαρτόν ἐστι τὸ λοιπὸν ἔργον κἂν
ἐπαινούμενον εἴη. Ϡεἰρήνην γὰρ διώκετεϠ φησίν Ϡκαὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς
ὄψεται τὸν κύριον.Ϡ ἐλεημοσύνην πρὸς πένητας, ταπείνωσιν, πραότητα, ἐγκράτειαν,
ἀγρυπνίαν ἐν ταῖς προσευχαῖς, ταῦτα μέχρι τέλους διαφυλάττετε, ἵνα τέλειοι γενόμενοι
τέλειον τοῦ δρόμου τὸν στέφανον κομίσησθε.
12. ἤδη δὲ τῆς νόσου ὑπερισχυσάσης, ἀσθενέστερος ὁ λόγος προήρχετο. τέλος καὶ τὴν
ἀμώμητον αὐτοῦ ψυχὴν ἐν ταῖς χερσὶ τοῦ θεοῦ παρατίθησιν. γίνεται δὴ τότε θέαμα ξένον
καὶ παράδοξον. γύναιον γὰρ ὑπὸ δαίμονος ὀχλούμενον εἰσπηδᾷ ἔνθα ὁ ἅγιος ἔκειτο,
βοαῖς τε συνταράσσει τοὺς πέριξ οἱονεὶ τὴν τοῦ ἁγίου κατασημαῖνον κοίμησιν· καὶ
δὴ πάντες πρὸς τὴν φωνὴν συνέτρεχον. καταδήλου δὲ τούτου τοῖς πᾶσι γενομένου, συνδρομὴ
μία τοῦ ἄστεος ἐπὶ τὸ αὐτὸ γίνεται, ὡς πάντας τὸν φόβον ἀποθεμένους τοῦ βασιλέως
σπεύδειν ὅπως τῆς τοῦ σεβασμίου λειψάνου θέας ἀξιωθῶσι· καὶ γὰρ μέχρι τότε τὸ τῆς
αἱρέσεως ἄγος κατεκράτει καὶ ὁ διωγμὸς ἦν κατὰ τῶν ἁγίων σφοδρότερος. τότε τοίνυν
χάριτι θείᾳ, ἁπάντων ὁρώντων, τὸ μὲν
[p. 123] δαιμόνιον ἀπελαύνεται τοῦ γυναίου.
ἑτέρα δέ τις γυνὴ τυφλὸν ἐκ γενετῆς ἔχουσα νήπιον θεόθεν ὁδηγουμένη εἰσῄει, βαστάζουσα
τοῦτο ἐν ἀγκάλαις, καὶ δὴ τοῦτο ῥίψασα πρὸς τοῖς ποσὶ τοῦ ἁγίου, αὐτίκα τὸ νήπιον
ἀνέβλεψε.
πάντων οὖν ἐξισταμένων ἐπὶ τοῖς παραδόξως ὑπὸ τοῦ ἁγίου ἐνεργουμένοις, μόλις οἱ
παρόντες τῷ πλήθει στενοχωρούμενοι ἴσχυσαν παραδοῦναι τῇ γῇ τὸ τίμιον αὐτοῦ σῶμα
καὶ προσετέθη τοῖς ἱερεῦσιν ὡς ἱερεύς, τοῖς μάρτυσιν ὡς μάρτυς, τοῖς ὁσίοις ὁ ὅσιος,
ἄξια κομισάμενος τῶν ἀγώνων αὐτοῦ τὰ γέρα, ἄξια τῶν πόνων τὰ θαύματα, ἄξια τῶν στεφάνων
τὰ βραβεῖα.
13. σὺ μέν, ὦ θειότατε πάτερ, οὐρανοὺς περιπολεύων καὶ τοῦ ἀμηχάνου κάλλους τῆς
ἁγίας τριάδος τρανότερον σὺν ἀγγέλοις ἐπαπολαύων, μὴ ἐπιλάθῃ ὑπὲρ τῆς ποίμνης σου
πρεσβεύειν πρὸς τὸν ἁπάντων δεσπότην· ἀλλ᾿ ὡς ἔτι περιὼν ἐν τῷ βίῳ ταύτης ἐφρόντιζες,
οὕτω καὶ μεταστὰς ἐκ τοῦ βίου ταύτην περιτείχισον. μὴ θηριάλωτον ἐκ ταύτης γένηται
θρέμμα, μὴ λύκος δορὰν προβάτου περικείμενος εἰσδὺς ἐν αὐτῇ διασπαράξῃ ταύτην, μὴ
τὸ πονηρὸν ἐργαστήριον ὁ φθόνος ταύτην διαμερίσῃ. στῆθι καὶ ἀντιμάχησον ὑπὲρ αὐτῆς,
μνήσθητι τῶν πόνων ὧν ὑπὲρ αὐτῆς ἐκακοπάθησας, μνήσθητι τῆς διδασκαλίας, ἧς κατεβάλλου
πρὸς αὐτήν, μνήσθητι τῶν κοινῶν δεήσεων ὧν σὺν αὐτῇ ὑπὲρ ταύτης πρὸς κύριον ἀνέπεμπες.
οἶδας τὴν τῶν ἀνθρώπων ἀσθένειαν, οἶδας τὴν τῶν παθῶν ἐπανάστασιν, οἶδας τοῦ ἐχθροῦ
τὸν ἀκατάπαυστον πόλεμον· μὴ ἐάσῃς ἐπὶ πολὺ τούτῳ ἀντιμάχεσθαι, ἀλλ᾿ αὐτὸς τὴν μάχην
ἀναδεξάμενος πάταξον ἐν μυριάσι τὴν αὐτοῦ ὑπερήφανον δύναμιν, ὅπως τοῦτον τῇ συμμαχίᾳ
σου νικήσασα κατόπιν ἔλθοι τῶν σῶν κατορθωμάτων καὶ σὺν σοὶ τῆς αἰωνίου ἀπολαύσοιμεν
μακαριότητος, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· μεθ᾿ οὗ πρέπει
τῷ πατρὶ ἅμα τῷ ἁγίῳ πνεύματι δόξα, τιμή, κράτος καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
**********************************************************
[p. 231]
τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου καὶ ὁμολογητοῦ Λαζάρου τοῦ ζωγράφου. οὗτος ὑπῆρχεν
ἐπὶ τῆς βασιλείας τῶν εἰκονομάχων· ἔρωτι δὲ τῆς
[p. 232] θείας τοῦ Χριστοῦ ἀγάπης τρωθείς, ᾑρετίσατο ἐκ παιδόθεν ὑπελθεῖν τὸν μονήρη
βίον, χαίρειν εἰπὼν πάσῃ ματαιότητι, ἀκτημοσύνην μετερχόμενος καὶ ἐλεημοσύνης ἐπιμελούμενος
πρὸς τῇ σκληραγωγίᾳ καὶ ἐγκρατείᾳ καὶ ἀγρυπνίᾳ. ἐν τούτοις τοῖς μεγίστοις πλεονεκτήμασι
διαλάμπων, τοῦ τῆς ἱερωσύνης τετύχηκεν ἀξιώματος. πλεῖστα δὲ κολαστήρια καθυπέμεινεν
οὐ μόνον παρὰ τῶν τὰ Νεστορίου καὶ Εὐτυχοῦς καὶ Διοσκόρου φρονούντων, ὁμολογῶν τὸν
Χριστὸν τέλειον θεὸν καὶ τέλειον ἄνθρωπον, ἀσυγχύτως, ἀτρέπτως,
[p. 233] ἀναλλοιώτως, ἀλλὰ καὶ παρὰ τῶν βδελυκτῶν καὶ ἀνοσίων εἰκονοκαυστῶν πολλαῖς
κατῃκίσθη πληγαῖς καὶ βασάνοις, διά τε τὸ σέβεσθαι καὶ προσκυνεῖν τὰ τῶν ἁγίων σεβάσμια
ἐκτυπώματα, διά τε τὸ εὐφυῶς ζωγραφεῖν ταῦτα οἰκειοχείρως τοῖς πίναξιν καὶ οἷα βέλεσι
τοὺς ἀλιτηρίους κατατοξεύειν. οὗτος τὴν ἐπὶ τὴν πρεσβυτέραν Ῥώμην ὁδὸν στέλλεται
ἀποστολικὴν ἐγκεχειρισμένος διακονίαν, τῶν πατρικῶν φημι καὶ ἀποστολικῶν δογμάτων
καὶ παραδόσεων ἕνεκεν· καὶ αὖθις ἐντεῦθεν
[p. 234] μεγαλοπρεπῶς ὑποστρέφει· πάλιν δὲ εἰς τὴν αὐτὴν πορείαν πεμφθεὶς τῶν αὐτῶν
ἕνεκεν ὑποθέσεων, περὶ τὰ μέσα που τῆς ὁδοῦ τὴν τιμίαν αὐτοῦ ψυχὴν τῷ κυρίῳ παρέθετο.
τὸ μέντοι ἱερώτατον αὐτοῦ σῶμα τοῖς ποθοῦσιν ἀνακομισθὲν ἐν τῇ βασιλίδι τῶν πόλεων
κατετέθη πέραν τοῦ ἄστεος, ἐν τῇ μονῇ τῶν Εὐάνδρου.
**********************************************************