Saint: GERMANOS OF KOSINITZA (#11)
Edition: AASS May III: 6*-10*, Lat. tr. 160-66

[p. 6* Χ]

βίος καὶ πολιτεία τοῦ ὁσίου πατρὸς ἡμῶν Γερμανοῦ τοῦ συστησαμένου τὴν σεβασμίαν μονὴν τῆς Κοσηνίτρης [λεγε· Κοσινίτζης]
1. μέγιστον εἰς ἀρετῆς παράκλησιν βίος ὁσίων καὶ φιλοθέων ἀνδρῶν, γραφῇ τε καὶ διηγήσει διδόμενος. καὶ γὰρ ζήλου τι κέντρον ἐνίησι ταῖς τῶν ἀκροωμένων ψυχαῖς, καὶ πρὸς τοὺς ἴσους ἀγῶνας διαθερμαίνει τε καὶ διανιστᾷ, οὐ μὴν δὲ, ἀλλὰ καὶ τὸ τοῦ θεοῦ περὶ τὴν ἡμετέραν φύσιν φιλάνθρωπόν τε ὁμοῦ καὶ εὐεργετικόν, καὶ ὅσον ἦν τὸ πρὸς αὐτὸν φίλτρον τοῖς ἁγίοις δῆλον καθίστησιν. ὑφ᾿ οὗ κατεχόμενοι, ὑπερεῖδον μὲν κόσμου, καὶ πάντων τῶν ἐν τῷ κόσμῳ, πλούτου, λέγω, δόξης, τιμῆς, περιουσίας, συγγενείας, φιλτάτων, αὐτῆς σαρκός· ὅλον δὲ τὸν νοῦν τῷ πρώτῳ νοῒ προσκολλῶντες ἔζων μὲν ἐκείνῳ, ἔζα<ο>ν δὲ αὐτοῖς ἐσταυρωμένοι τῷ κόσμῳ καὶ ἐνθένδε πρὶν [Φ] ἀποβιῶναι μεθιστάμενοι. τοῖς μὲν οὖν ἄλλοις ἤτε [λεγε· ἥ τε?] πολιτεία, καὶ ὁ κατὰ θεὸν βίος μικρὸν γνώρισμα πᾶσι καὶ διάδημα, τοῖς τε γράμματα μεμαθηκόσι, καὶ τοῖς διελθοῦσί τε καὶ διερχομένοις τὰ τοῖς εὐσεβεστέροις εἰς αὐτοὺς πονηθέντα θεῖα συγγράμματα, τοῖς δὲ μανθάνουσι παρὰ τῶν εἰδότων.

2. τοῦ δέ γε θαυμασίου τούτου καὶ μεγάλου Πατρὸς μεγάλα μὲν ὄντα τὰ κατορθώματα, ἀγνοούμενα δὲ τοῖς πολλοῖς μέχρι τοῦ νῦν, τῷ μηδέπω φθάσαι τινὰ τῶν λογίων ἀνδρῶν ταῦτα γραφῇ παραδοῦναι, τὴν ἐμὴν εὐτέλειαν εἰς τοῦτο παρακαλεῖ, ἀνδρὸς καὶ πολλαῖς ἁμαρτίαις ἀποτρόφου, καὶ μὴ δυναμένου πρὸς τοιούτους ἀγῶνας ἀποδύεσθαι τῷ περιόντι τῆς <ἀ>μαθίας. ὡς γὰρ ὑπ᾿ ἀνδρῶν
[p. 7* Α] τιμίων ἐμοί γε τὰ ὑπομνήματα <ἐγένοντο>, εἰς τὴν ἐμὴν αὐτοῦ ἀποβλέπων ἀγροικίαν τε καὶ τὴν πρὸς ταῦτα ἀπειρίαν, τὸ μὲν πρῶτον τ᾿ οὐκ εἰδόσι [λεγε· εἰδότων?] παρεδεχόμην τὰς τῶν ἀνδρῶν εἰσηγήσεις. ἔπειθ᾿ ὡς παντοῖοί μοι προσέκειντο πείθοντες, βιαζόμενοι, καὶ ὥσπερ ἄλλο τι χρέος τοὺς λόγους ἀπαραιτήτως εἰσπράττοντες, ἅμα δὲ καὶ ταῖς εὐχαῖς ὑποθαρρύνοντες τοῦ Ὁσίου, εἶξά γε τοῖς λόγοις τούτων, καὶ ἐμαυτόν, εἰ καὶ τολμηρόν, εἰς τουτονὶ τὸν ἀγῶνα κατεῖκα [λεγε· καθῆκα] ταῖς τοῦ ὁσίου τε καὶ τῶν ἱερῶν θαρρήσας εὐχαῖς.

3. καὶ γὰρ ἄτοπον εἶναι ἐλογιζόμην, εἰ ἔμποροι μὲν καὶ θαλάσσης κατατολμῶσι μακρὰ διαπερῶντες πελάγη, καὶ ὅσοι κατὰ γῆν ποιοῦνται τὰ συναλλάγματα ἄλγους καὶ θάλπους καὶ κρύους, καὶ τῶν ἄλλων ὅσαπερ ἐπάγειν οὐ μικροὺς εἴωθε τοὺς κινδύνους, καὶ ταῦτα, δήλου τοῦ πράγματος ὄντος, πρὸς ἓν μόνον βλέποντες τὸ κέρδος, καὶ ταῖς ἐλπίσι τούτου παρ᾿ οὐδὲν ποιούμενοι τὰ δεινά· ἐγὼ δ᾿ οὔτε πελάγη διαπλέειν μέλλων μακρά, οὔθ᾿ ὑπὲρ νέφη καὶ νιφόεντα διαβαίνειν ὄρη πράγματι δυσχειρεῖν, πολλὴν ἐμοὶ τὴν ὄνησιν προξενήσοντι φανείην βραδύς τε καὶ ἄ[ι]καμπτος τοιούτων ἀνδρῶν παραινέσεσι μὴ πειθόμενος. ἦπου δικαίως ἄν μοι πᾶς τις μέμφοιτο καὶ πολλὴν διεγκαλοίη τὴν ἄνοιαν, οὐ συνορῶντι τὴν ἐκ τῆς παρακοῆς ζημίαν. ταῦτα οὖν μοι στρέφοντι κατὰ νοῦν, καὶ στερροῖς [Β] ὅπλοις ἐμαυτόν, ταῖς τε τοῦ εὐφημουμένου ὁσίου καὶ ταῖς τῶν σεβασμίων ἀνδρῶν εὐχαῖς, καθοπλίζοντι, θάρσος οἷον ἐπῆλθεν, ὑφ᾿ οὗπερ τονώμενος, ὅτι μὲν πορρωτάτω διεωσάμην τὴν δειλίαν, μετὰ χρηστῶν δὲ τῶν ἐλπίδων ἐπὶ ταύτην τὴν ὑπόθεσιν καταβέβηκα.

4. ἀλλὰ τί πάθω ἐνταῦθα γὰρ τοῦ λόγου γινόμενος, οὐκ οἶδα ὅθεν ποιήσομαι τὴν ἀρχήν· οὐδέπω γὰρ ἄχρι καὶ εἰς δεῦρο δῆλά τινι κατέστη τίς ἡ ἐγενναμένη [λεγε· ἐνεγκαμένη] τὸν ἄνδρα, οὔθ᾿ οἱ γεγενηκότες τίνες αὐτόν. ὡς οὖν οὔσης ἀδήλου τῆς κάτω, εἰκός ἐστι τῆς ἄνω γοῦν πατρίδος ἐπιμνησθῆναι τῷ ἁγίῳ· ἐκείνης γὰρ καὶ οὗτος πολίτης ἦν καὶ ὁ πατριάρχης Ἀβραάμ, τὴν οὐράνιόν φημι Ἱερουσαλήμ, ἐν ᾗ πάντες οἱ ἅγιοι τὸ πολίτευμα κεκτημένοι, πάροικοί τε ἦσαν καὶ παρεπίδημοι ἐν τῇ γῇ, ἐφ᾿ ἧς διατρίβοντες οὐχ ὡς σάρκες οὕτω διέζων, ἀγγελικὴν μᾶλλον ἢ ἀνθρωπίνην μετερχόμενοι πολιτείαν. τούτων εἷς καὶ ὁ θαυμάσιος Γερμανός, ὧν τὸν βίον ἐζηλωκὼς καὶ τὰς ἀρετὰς πάντων ἀπομαξάμενος, τύπος κατέστη καὶ κανὼν ἀσκητικοῦ βίου τοῖς μετ᾿ αὐτὸν ἀκριβής.

5. τῇ Παλαιστίνῃ γὰρ ἐπιδεδημηκώς, οὔπω τὸν ἔφηβον παραλλάξας, καὶ θεοτὴς [λεγε· θεατὴς] ὁμοῦ καὶ προσκυνητὴς τῶν αὐτόθι γενόμενος ἱερῶν τόπων, ἀφικνεῖται καὶ παρὰ τὴν τοῦ Προδρόμου μονὴν ἐκείνην, ἣν παραρρέει μὲν Ἰορδάνης ὁ ἐν ποταμοῖς ἁγιώτατος, ἄρδει δὲ ἐς ἀεὶ πιαίνων τε ὁμοῦ [Χ] καὶ ἁγιασμοῦ τι μέρος μεταδιδούς. εἰς τοῦτο τοίνυν ἀφιγμένος τὸν φροντιστήριον, καὶ τὴν ἀκριβῆ καὶ ἰσάγγελον πολιτείαν τῶν ἐνασκουμένων ἐκεῖσε θεασάμενος μοναχῶν, φράζει μὲν ἐρρῶσθα<ι> κόσμον καὶ τὰ ἐν κόσμῳ, ὅλος δὲ τῶν εἰρημένων τῆς καταστάσεως γεγονώς, πρόσεισι τῷ καθηγουμένῳ, καὶ θερμοῖς τοῖς δάκρυσιν ἐξαιτεῖται, εἷς καὶ αὐτὸς τῶν ὁμιλητῶν ἐκείνῳ γενέσθαι. ὁ δὲ τίμιος ἐκεῖνος πατὴρ διάπειραν τῆς τοῦ νέου προθέσεως ἐθέλων λαβεῖν, καὶ «δυνήσῃ» φησίν «ὦ τέκνον, τοιαύταις σκληραγωγίαις, οἵας ὁρᾷς τοὺς ἐνταῦθα μοναχοὺς σύμπαντας ἔχοντας σεαυτὸν ὑπολαβεῖν. ὅμως πρῶτον ἡμῖν λέγε· πόθεν τε ὥρμησαι καὶ τίνων ἔφης [λεγε· ἔφυς] γονέων καὶ τί τὸ αἴτιον τῆς ἀνὰ τὴν Παλαιστίνην διατριβῆς σου. καὶ τότε εἰ ταῖς πρὸς ἡμᾶς σου ἀποκρίσεσιν ἄξιόν σε κρινοῦμεν τὰ τῶν μοναχῶν ὑπελθεῖν, θᾶττον ἢ λόγος ἕνα τῆς ἐνταῦθα ποιήσομεν ἀδελφότητος.» ὁ δὲ μακάριος Γερμανός, ὥσπερ ἑρμαίου τινὸς τοῦ λόγου δραξάμενος, καὶ τὸ ὄνομα τῆς ἐνεγκούσης αὐτὸν εὐθὺς ἀπαγγέλλει, καὶ τοὺς γεγενηκότας τινάς, καὶ ὅτι ποτὲ πρὸς αὐτὸν [λεγε· ἑαυτὸν] γενομένῳ καὶ τὰ ἐκεῖθεν ἀναλογιζομένῳ δικαιοτήρια [λεγε· δικαστήρια], οὐ μὴν δέ, ἀλλὰ καὶ ὅσους ἱδρῶτας οἱ ἅγιοι καταβαλλόμενοι οἷα κομίσονται τὰ τούτων ἔπαθλα· ταῦτα οὖν ἐπὶ νοῦν στρέφοντι ἐξαίφνης ἐπάταξε τὴν καρδίαν ἔρως οἷος ἀκάθεκτος τοῦ δραμεῖν μὲν πρῶτον εἰς τοὺς ἐνταῦθα τόπους, καὶ τῆς ἐκ τούτων ὠφελείας ἀπολαῦσαι, ἔπειτα δὲ καὶ ἑνὶ τῶν ὧδε [Δ] φροντιστηρίων ἑαυτὸν δοῦναι· «τοῦτο, πάτερ ὅσιε, τῆς ἐνθάδε καταγωγῆς μοι τὸ αἴτιον· ἀλλὰ μὴ μέλλε, ποίει, δὸς τάχος ὅπερ τὴν σὴν ὁσιότητα λιπαροῦμεν.»

6. εἴξας οὖν τοῖς τούτου λόγοις ὁ ἱερὸς ἐκεῖνος ἀνήρ, μᾶλλόν τε αὐτίκα διὰ τῶν τεταγμένων πρὸς ταῦτα τοὺς μοναχοὺς ἀθροίζει· καὶ εἴσω τοῦ νεῶ σὺν ἐκείνοις γενόμενος, ἐπᾴδει τῷ Γερμανῷ τὰς συνήθεις εὐχάς· εἶτα καὶ τὴν τρίχα κείρας καὶ τὸ μοναδικὸν ἀμφιέσας σχῆμα ἕνα ποιεῖται τῆς ἀδελφότητος. ἐπεὶ δ᾿ ὁ μακάριος οὗτος εἰς ἔργον ἐκβεβηκότα τὰ τοῦ πόθου τεθέατο, καὶ τῶν μοναχῶν εἷς καὶ αὐτὸς ἐγένετο, οὐκ ἔστιν εἰπεῖν οἵαν καὶ ὅσην ἐπεδείκνυτο τὴν σπουδὴν ἐπὶ τῷ καθυποτάξαι μὲν τῷ κρείττονι τὸ φρόνημα τῆς σαρκός, νεκρῶσαι δὲ πάντα τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, ὥς φησι Παῦλος, καὶ παρελθεῖν ἅπαντας τοὺς ἐκεῖσε μείζο{υ}σι τοῖς ἀσκητικοῖς ἀγωνίσμασι. Καὶ μέντοι δὴ καὶ ὑπερεβάλ<λ>ετο, νηστείαις οἵαις ἑαυτὸν δεδωκώς, προσευχαῖς τε ἑπτάκις τῆς ἡμέρας αἰνῶν τὸν Θεόν, κατὰ τὸν Δαβὶδ τὸν θεοπάτορα, ἀγρυπνίᾳ, χαμευνίᾳ, κλίσει γονάτων καὶ τοῖς ἄλλοις, δι᾿ ὧν ἐν τῷ ὀλίγῳ τὸ κράτος κατὰ πάντων ἠνέγκατο τῶν ἐκεῖ. ὃ δέ τι μέγα πνευματικῆς ᾖρε δόξης τὸν Γερμανὸν καὶ ὡς ὑπὲρ ἄνθρωπον βιοτεύοντι προσέχειν αὐτῷ ἐποίει τοὺς μοναχούς, ἡ ὑψοποιὸς ἦν ταπείνωσις, [Ε] καὶ τὸ πρὸς πάντας εὔηκτον [λεγε· εὔεικτον] καὶ διακονικόν· σποδὸν γὰρ ἑαυτὸν καὶ σκώληκα ἡγούμενός τε καὶ ὀνομάζων, τοῖς ἄλλοις πᾶσιν, ὡς πολλῷ μείζοσί τε καὶ κρείττο[υ]σιν ἢ αὐτὸς προσεῖχεν. οὕτως ἡ καθαρὰ καὶ ἄληπτος ἐκείνη ψυχὴ τὸ τοῦ βίου εὐτελὴς [λεγε· εὐτελὲς] ἠσπάζετο καὶ ἀπέριττον.

7. ἔλεγε γὰρ πάντοτε πρὸς ἑαυτόν· «τῶν ἱερῶν τούτων ἀνδρῶν πολὺν ἤδη χρόνον κατὰ τὸ φροντιστήριον τόδε δεδουλευκότων θεῷ, καὶ πολλὰ τρόπαια κατὰ τοῦ ἐχθροῦ ἀναστησαμένων, ἐγὼ ὁ ταπεινὸς πολλοῖς χρόνοις ὕστερον κατόπιν τούτων ἐληλυθώς, πότε τὸν ἴσον αὐτοῖς ἀγῶνα δραμοῦμαι» διὰ τοῦτο ὑπὲρ δύναμιν ἀγωνιζόμενος, ἦν σπεύδων ἑαυτὸν ἐξισοῦν τοῖς προειληφόσι τῷ συντονωτέρῳ τε καὶ σπουδαιοτέρῳ τῆς ἀρετῆς. τοιοῦτόν ἐστιν φύσις σπουδαία καὶ πρὸς τὰ καλὰ ἐναγώνιος. ἄνεσιν γὰρ ἡγεῖται καὶ τρυφὴν πολλοῖς ἱδρῶσι κενοῦσαι [λεγε· κενούσας] τὴν σάρκα· καὶ ῥᾷον ἴδοι τις ἂν τὸν τρυφῶντα καὶ σπαταλῶντα ἀηδῶς πρὸς ταῦτ᾿ ἔχοντα, ἢ τὸν σπουδαῖον ἀπαγορεύοντα. ὅταν γὰρ ἅπαξ τρωθῇ τῷ πνευματικῷ ἔρωτι, ὁσημέραι τῷ καλῷ τούτῳ πυρὶ διαθερμαινομένης αὐτῷ τῆς καρδίας, ὅλος ἀκάθεκτός ἐστι καὶ πρὸς τὰ καλὰ ἀεικίνητος, παρὰ φαῦλον μὲν πάντα τὰ τῇδε τιθέμενος· ὅλην δὲ τὴν ἔφεσιν πρὸς τὸ τῶν ὀρεκτῶν ἔσχατον ἀνατείνων, ὁ φανταζόμενος νύκτωρ καὶ καθ᾿ ἡμέραν ἔξω πάσης ὑλικῆς γίνεται προσπαθείας, τὸν νοῦν ἐκεῖσε ἔχων, ὅπου θείας αὐγαῖς καταλαμπόμενος ἀρραβῶνα, οἷον κομίζεται, καὶ πρὸς τῆς τοῦ σώματος ἐκδημίας, τῆς θεώσεως (ἦν ἆθλον τοῦ μέλλοντος [Φ] αἰῶνος ἐλπίζομεν) τῷ φωτὶ τὸν νοῦν καταλάμπεσθαι. ἀλλὰ ταῦτα μὲν οὕτως· ἡμεῖς δὲ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.

8. οὕτω μὲν οὖν τῷ μακαρίῳ Γερμανῷ περὶ τὴν εἰρημένην ἀσκοῦντι μάνδραν καὶ καλὰς ἀναβάσεις ἐν τῇ καρδίᾳ διατιθεμένῳ καὶ τελεωτέρας ἤδη καταστάσεως ἁπτομένῳ (τριακοστὸν γὰρ ἦν γεγονὼς ἔτος) θεία τις ὄψις ἐπιστᾶσα, ἀπαναστῆναι μὲν αὐτὸν ἐκεῖθεν, πρὸς δὲ τὰ τῆς Εὐρώπης ἀπελθεῖν μέρη διακελεύεται, κἀκεῖ νεὼν ἐξ αὐτῶν κρηπίδων ἀνεγείραντα παρά τινι τῶν ἀνὰ τὴν Μακεδονίαν ὀρέων, ἀποτάξαι τοῦτον τῇ Θεομήτορι. Καὶ οὕτω μὲν ἡ ὄψις. αὐτὸς δ᾿ οἰηθεὶς μὴ θείαν εἶναι [τὴν] αὐτήν, ἀλλὰ πεπλασμένην ὑπὸ τοῦ πονηροῦ, καθὼς εἴωθεν αὐτὸς ποιεῖν εἰς ἄγγελον φωτὸς μετασχηματίζων ἑαυτόν, σκότος ὤν, ἠμέλει τοῦ ἐπιτάγματος.

9. ἀμέλει τοι καὶ αὖθις ἐπιφανεῖσα οἷάπερ καὶ πρότερον· καὶ πρόσθεν γὰρ ὁ θαυμάσιος ἄνδρα τινὰ κατὰ τοὺς ὕπνους ὁρᾶν ἐδόκει, λευκήν τε στολὴν ἠμφιεσμένον, καὶ τὸ εἶδος ἐξαστράποντα· καὶ τὸ δεύτερον ὁμοίως ἑώρα. ἐπιφανεῖσα οὖν καὶ αὖθις ἡ ὄψις ὀνειδίζει τε αὐτῷ τὴν παρακοήν, καὶ χαλεπαίνοντι ἐοικυῖα καί τινας πληγὰς ἐπιτίθησιν, «ἡμῖν ἂν εἰς αὖθις ἀναβαλλομένῳ καὶ καταρραθυμοῦντι» λέγουσα «οὐ καλά σοι τῆς παρακοῆς ἐποι{ή}σω τὰ ἐπιτίμια» ὁ δέ «καὶ ποῦ τῆς γῆς» φησὶ τῷ φαινομένῳ «τυγχάνει ὁ τόπος ὃν λέγεις καὶ πῶς ἐκεῖσε ἀφίξομαι ἀγνοῶν τὴν πρὸς ἐκεῖνον φέρουσαν, ἐπιμήκη τε
[p. 8* Α] οὖσαν ἐπὶ πολὺ καὶ μόλις, ὡς ἀκούω τῶν ἐκεῖθεν ἀφικνουμένων, ἀνυομένην ὅλῳ ἐνιαυτῷ πρὸς δὲ τούτοις καὶ πόθεν ἔσται μοι πόρος ἀναλωμάτων, ἐπὶ τῷ ἔργῳ μηδενὸς ὀβολοῦ εὐποροῦντι» καὶ ὅς «μὴ πολυπραγμόνει, μὴ δὲ ἀμφίβαλλε· πίστευε δὲ» ἔφη «καὶ πάντα σοι ῥᾴω γενήσεται. ὁ γὰρ θεὸς κἀν τοῖς ἀπόροις πόρον οἶδεν εὑρίσκειν, τοῖς ἐμφύτοις αὐτῷ σοφίᾳ τε καὶ δυνάμει. εἰ βούλει δὲ καὶ τὸ ὄνομα γνῶναι τοῦ τόπου παρὰ τὸ ἄστυ, ᾧ Χριστούπολις ὄνομα, ἀφιγμένος, ἐκεῖθέν τε ὁρμηθεὶς εὐθὺ τοῦ ὄρους, οὗ δεῖ σε τὸν νεὼν ἀνεγεῖραι, πορεύσῃ. ἀλλ᾿ ἄνυε πράττων· εὖγέ τε καὶ μὴ διάτριβε.»

10. ὁ μὲν οὖν ὅσιος, τῷ παραδόξῳ διασεισθεὶς τοῦ θεάματος, παραχρῆμά τε διϋπνίζεται, καὶ ὅλος ὑπότρομος ὤν, καὶ ὥσπερ δριμείαις τισὶν ἀλγηδόσι κεντούμενος, τῷ τε εἴδει τοῦ ὀφθέντος, καὶ ταῖς μάστιξιν, αἷς ὁ φανεὶς αὐτοῦ καθίκετο, ᾗ τάχους εἶχε, παρὰ τὸν τῆς μονῆς ἄπεισι προεστῶτα, καὶ τὰ τοῦ ὁράματος θαύματα σὺν αἰδοῖ ἀπαγγέλλει. ὁ δὲ (δεινὸς γὰρ ἦν, οὐ μόνον τὸ λυσιτελὲς συλλογίσασθαι, ἀλλὰ καὶ διακρίσεως χάρισμα κεκτημένος, τὰς ἐν τούτοις λύειν ἀμηχανίας) συμβάλλει τὴν ὄψιν θείαν τε εἶναι, καὶ τὸν Γερμανὸν ὡς ἄξιον ταύτης ἀξιωθῆναι, ἔνθεν τοι καὶ τὴν ἔξοδον αὐτῷ συγχωρεῖ, εὐχαῖς πρότερον ἐφοδιάσας, καὶ ταῖς χρηστοτέραις τῶν [Β] ἐλπίδων. ὁ δὲ μακάριος αὐτῷ τε τῷ προεστῶτι συνταξάμενος, καὶ τοῖς ὑπ᾿ αὐτὸν μοναχοῖς, ἔξεισιν ὑπὸ ταῖς ἁπάντων ὄψεσι τῆς μονῆς, δεινὰ [λεγε· δεινὸν] μὲν ποιουμένων τὴν ἔξοδον αὐτοῦ, καὶ πασχόντων οἷα εἰκὸς ἐπὶ χωρισμῷ τοιούτου συναγωνιστοῦ, (καὶ γὰρ ἴστε πάντες, οἷα πάσχουσιν, οὐ μόνον ὅσοι συμπαθεστέρας ἔτυχον ὄντες φύσεως, ἀλλὰ καὶ τῶν ὠμοτέρων ἐσθότε [λεγε· ἔσθ᾿ ὅτε] πλεῖστοι ἐπὶ χωρισμῷ τοιούτων συνήθων) τῷ φόβῳ δὲ τοῦ Θεοῦ καὶ τῷ μεγίστῳ τοῦ ἀξιώματος, οὗπερ ὁ σοφὸς ἔτυχε Γερμανός, οὐκ ἀπ᾿ ἀνθρώπων, οὐδὲ δι᾿ ἀνθρώπων, θειοτέρας δ᾿ ὄψεως ἀληθεῖς [λεγε· κληθεὶς] εἰς ὅπερ ἐκλήθη, ἐπαναγόντων ἑαυτοὺς πρὸς τὸ εὔθυμον.

11. ἐξελθὼν οὖν ὁ ὅσιος ἐκεῖθεν, περιήλγει μὲν καὶ αὐτὸς οὐ μικρῶς τὴν καρδίαν· πῶς γὰρ οὔ συγγνώμων διαζευγνύμενος οὕτως ἀγαθῶν, οἷς πολὺν συνδιαιτάμενος [λεγε· συνδιαιτώμενος] χρόνον, ἐπὶ τὴν πνευματικὲν προέκοπτεν ἡλικίαν· τῷ τοῦ θεοῦ δὲ προστάγματι πειθαρχῶν, καὶ ταῖς ἐλπίσι τῶν μελλόντων παρακαλούμενος, χαίρων ἥπτετο τῆς πρὸς τὰ Εὐρωπαῖα μέρη φερούσης. ἣν καὶ διανύσας μακρά τε διαπερῶν πελάγη, καὶ ὅπου μὴ διαπλεῖν ἐξῆν, πεζῇ τὴν πορείαν ποιούμενος, τοῖς ἰδίοις αὐτοῦ χρώμενος εἰς τοῦτο ποσί, φθάνει τὴν Χριστούπολιν πόνῳ τε καὶ προθυμίᾳ ἀπολῇ [λεγε· πολλῇ] μετὰ χρονικοῦ διαστήματος τῇ ὁδοιπορίᾳ συμμετρουμένου, θεοῦ κατευθύνοντος τὰ κατὰ τὸν Δαβὶδ αὐτοῦ διαβήματα. πυθόμενος δὲ καὶ μαθὼν παρά τινος τῶν ἐπιχωρίων τὸ τῆς πόλεως ὄνομα, ἔγνω τοῦτ᾿ εἶναι τὸ ἄστυ, [Χ] οὗ παρὰ τῆς ὄψεως ἐμάνθανεν ἐλαύνειν εὐθύ. τοῦτο τοίνυν μαθὼν διηπορεῖτο τί ἂν διαπράξειε καὶ ποίαν ὁδὸν ἐντεῦθεν ὁρμηθεὶς τράποιτο. ὡς δὲ ταῦτα κατὰ νοῦν ἔστρεφε καὶ ὅποι τράποιτο τοῖς ὅλοις ἀμήχανος ἦν, ἐφίσταται πάλιν αὐτῷ καθ᾿ ὕπνους ἡ θεία ὄψις ἐκείνη, καὶ λύει τὴν ἀμηχανίαν αὐτῷ, εἰποῦσα παρὰ τὸ τῆς Πωπολίας ἀντικρὺ πορεύεσθαι ὄρος, κἀκεῖ γενόμενον ἐπὶ τὴν οἰκοδομὴν τρέπεσθαι τοῦ νεώ.

12. τούτων τοίνυν ἀκούσας ὁ πατήρ, ἔξεισι μαλ᾿ αὐτίκα τῆς Χριστουπόλεως ἅμ᾿ ἡμέρᾳ, καὶ διὰ Φιλίππων περιπατήσας, παρά τι ὄρος ἀφικνεῖται, ἀντικρὺ μὲν τῆς Πωπολίας, ὡς ὁ φανεὶς καθυπέδειξε, κατὰ τὰς ἐκβολὰς δὲ τοῦ Πάνακος κείμενον, πλεῖν ἢ πεντήκοντα σταδίους ἀπέχον πολιχνίου τινός, ᾧ ὄνομα Δράμα. ὃ δὴ καὶ νομίσας μὴ ἕτερον εἶναι, ἢ αὐτὸ ἐκεῖνο τὸ ζητούμενον ὑπ᾿ αὐτοῦ, περιέρχεται διερευνῶν, εἴ που τόπον ἐπιτήδειον εὑρεῖν τινα δυνηθείη εἰς οἰκοδομὴν φροντιστηρίου. περιελθὼν τοίνυν καὶ διασκοπήσας ἅπαν τὸ ὄρος ἐς τα μάλιστα, ἄντρῳ τινὶ αὐτοφόρῳ [λεγε· αὐτοφώρῳ?] περιτυγχάνει. Οὗπερ εἴσω γενόμενος, καὶ τὴν κρίσιν τοῦ πράγματος ὄψεσιν αὐταῖς ἐπιτρέψας, τοιοῦτον εἶναι κρίνει οἷον δὲ καὶ ἐζήτει. ἔνθεν τοι καὶ ἀρξάμενος, ὅλοις τρισὶν ἔτεσιν καὶ μησὶν ἓξ ἁπαρτίζει τὸ ἔργον, ἔνδον τοῦ ἄντρου νεὼν δαμάμενος λεγε· δειμάμενος], καὶ τῇ πανάγνῳ μητρὶ τοῦ θεοῦ λόγου τοῦτον ἀφιερώσας, ὡς ἔοικε γάρ, μονώτατός τε ὢν καὶ μηδένα ἔχων τὸν [Δ] συνεφαπτόμενον αὐτῷ τοῦ ἔργου, προσέτι τούτοις δὲ καὶ ἄπορος [λεγε· ἀπόρως?] ἔχων ἀναλωμάτων, αὐτοχειρίᾳ τὰ τῆς οἰκοδομῆς ἐργαζόμενος, ἐπὶ τοσούτοις ἔτεσιν πέρας ἐδεδώκατο [λεγε· δέδωκε τῷ] ἔργῳ.

13. ἐπεὶ δὲ ταῦτα κατὰ νοῦν εἶχε τῷ ἁγίῳ, καὶ ὁ λόγος ἡδονῆς ἀνάπλεος καθειστήκει, ἅτε κατὰ τὸ δοκοῦν θεῷ εἰς ἔργον ἐκβεβηκότος τοῦ ἐγχειρήματος, ὃ παρὰ τῆς ὄψεως ἐπετάττετο· εἰς δευτέρους αὖθις ἀγῶνας, πρὶν καὶ καταθέσθαι, καταβαίνειν ἀν<τ>αγωνίζεται παρὰ προσδοκίαν. ὁ γὰρ φανεὶς αὐτῷ ἄγγελος κατά τε τὴν Παλαιστίνην καὶ ἅπαξ καὶ δεύτερον, καὶ περὶ τὴν Χριστοῦ πόλιν διαπορουμένῳ ποίαν ὁδὸν τράποιτο, ὁ αὐτὸς κἂν ταῦτά γε ἐπιφαίνεται, μὴ τὸ ὄρος εἶναι, λέγων αὐτῷ, εἰς ὃ ἐπετάττετο ἀπελθεῖν, καὶ τὸν νεὼν ἀνεγεῖραι· ἀλλ᾿ ἕτερον, ᾧ Ματικία ὄνομα, πρὸς ὃ δὴ καὶ προσεύεσθαι [λεγε· πορεύεσθαι] διὰ ταχέων, καὶ νεὼν ἐκεῖ μείζω τε καὶ πολυ<τε>λέστερον πάσῃ σπουδῇ τοῦ προτέρου καθιδρύειν. τί οὖν ὁ πατήρ ἄρα ἰλιγγίασε πρὸς τὸ ἐπίταγμα καὶ εἰς τὰ ὀπίσω ἔγνωκε πορευθῆναι, καταβεβλημένος ὑπὸ τῶν προτέρων πόνων καὶ δεόμενος ἀναπαύσεώς τινος, ἵνα συλλέξῃ σθένος· οὐ μὲν οὖν· ἀλλ᾿ εἰδὼς τῶν πολλῶν ἀγώνων τὸ μέτρον καὶ πολλῶν στεφάνων, μᾶλλον δὲ καὶ πολλαπλασίων παραίτιον ὅν, ἀσμένως ἐδέχετο τὰ ἐντάγματα· ἔδει γὰρ ὅτι εἰ καὶ μὴ τοιούτοις ἀγῶσι μὲν οὖν [λεγε· ἀγωνισαμένην?] εἶχε τὴν σάρκα, ὁμοίοις <κ>ἂν ταύτην ἐδάμαζεν οἷς καὶ πρώτου· διὰ τοιοῦτο καὶ ταὐτὸ τοὺς ἀσκητικοὺς ἀγῶνας ἀναπληροῦν ἡγούμενος, σὺν προθυμίᾳ πολλῇ πρὸς τὸ εἰρημένον ὄρος ἐχώρει.

14. [Ε] ἀφιγμένος οὖν παρά τινα κώμην, ἥτις ἐπιχωρίως Τζερνίστα καλεῖται, παρά τινι ξενίζεται τῶν ἐκεῖ ἀνδρί, θεοφιλεῖ τε καὶ περὶ πλείστου ποιουμένῳ τὸ διαναπαύειν τοὺς ξένους. Παρὰ τῇ ἐκείνου τοίνυν καταλύσας οἰκίᾳ καὶ ξενίας προσηκούσης ἐπιτυχών, πυνθάνεται καὶ περὶ τοῦ ὄρους. ὁ δέ «διαναπαύου,» φησί «τίμιε πάτερ,» ἑσπέρα γὰρ ἦν, «καὶ αὔριον ἐγώ σοι μέχρι τοῦ ζητουμένου καθηγήσομαι ὄρους.» πείθεται τῷ οἰκοδεσπότῃ ὁ τοῦ θεοῦ ἄνθρωπος καὶ τὴν νύκτα ἐκείνην διαναπαύσας ἑαυτὸν ἐκεῖ, ἅμ᾿ ἡμέρᾳ ἡγουμένου τοῦ δηλωθέντος ἀνδρὸς παρὰ τὸ ὄρος ἔρχεται. ὡς δ᾿ ἐγένοντο ἄμφω ἐκεῖ, ὁ μὲν ἀνὴρ ὑποστρέφειν οἴκαδε, ὁ δὲ ὅσιος περιελθὼν πανταχόσε τὸ ὄρος καὶ ἀκριβέστατα περιαθρήσας παρ᾿ ὅλαις τρισὶ ἡμέραις, εἰς τὴν δηλωθεῖσαν καὶ αὐτὸς ἐπάνεισι κώμην. καὶ καταλύσας αὖθις παρὰ τῇ οἰκίᾳ τοῦ καὶ πρότερον ξενίσαντος αὐτόν, πέλεκύν τε καὶ δίκελλαν τὸν ἀγρότην αἰτεῖται, ὡς ἂν τῷ μὲν μέρος τι τῆς ὕλης ἔχων διακόπτειν εἰς δίοδον, τῇ δὲ διασκάπτειν ἔνθα τοὺς θεμελίους ἔμελλε τοῦ νεὼ καταβάλλεσθαι. λαβὼν οὖν τὰ σιδήρια, καὶ <ὡς> τάχους εἶχεν, ἐπὶ τὸ ὄρος αὖθις ὑπέστρεφεν.

15. ἦν δὲ δύσβατον εἰς τὰ μάλιστα, ἢ μᾶλλον εἰπεῖν, καὶ παντελῶς ἄβατον, ὕλῃ μυρίᾳ συνηρεφές, καὶ θηρσὶ μόνοις ἀγρίοις εἰς δίαιταν ἐπιτήδειον. τί οὖν εἰκὸς ἦν [Φ] πάσχειν ἄνδρα, πρὸς τοσούτων πόνων γέμον ἐπίταγμα, ξένον τε ὄντα καὶ πένητα, καὶ μηδένα ἔχοντα τὸν συνεφαπτόμενον αὐτῷ τοῦ ἔργου πλὴν θεοῦ οὐκ ἀποροῦντα στ<ρ>έφεσθαι εἰς τοὐπίσω, καὶ συγγνώμην αἰτεῖν τὸν προστάττοντα, καὶ τῆς ἀδυναμίας, καὶ τῆς ἀπορίας οὐκ ἀπὸ προσώπου φεύγοντα τοῦ θεοῦ, ὥσπερ ὁ πάλαι ποτε Ἰωνᾶς, ἀποπλεῖν εἰς νήσους μακράς, ὡς ἢν ἄλλος τις καὶ τῶν δυνατωτέρων καὶ τῶν εὐπορωτέρων τὸ ἔργον τοῦτ᾿ ἀναδέξηται ἀλλὰ καίπερ τοσούτου καὶ τοιούτου ἐπιτάγματος ὄντος ὅμως αὐτὸς οὐκ ἐνέδησεν [λεγε· ἐνεδοίασεν], ἐκ [λεγε· οὐκ] ἀνεβάλλετο, οὐδ᾿ εἶπεν· «ἔχε με παρειστήμενον [λεγε· παρῃτημένον ?] διὰ τὸ καὶ τό· ἀσθενής εἰμι, καὶ οὐκ εὐπορῶ· χρημάτων πολλῶν σχανῶν [λεγε· καὶ χειρῶν] δεῖται τὸ ἔργον.» οὐδὲν τοιοῦτον οὔτε εἶπεν οὔτ᾿ ἐνενόησεν· ἀλλ᾿ εἰδὼς ὅτι πάντα τῷ πιστεύοντι δυνατὰ ἔργου εἴχετο, τήν τε ὕλην τέμνων, καὶ δίοδον ἐργαζόμενος. ἐπὶ πολλαῖς τοίνυν τῷ ἔργῳ τούτῳ μετατεινόμενος ταῖς ἡμέραις, ἐξεκαθάρισε τὴν ὁδὸν πόνῳ πολλῷ, καὶ τὸν τόπον ἔφθασεν, εἰς ὃν ἔδει τὸ φροντιστήριον δομηθῆναι. ὡς δ᾿ ἐνταῦθ᾿ ἐγένετο, ἐπεχείρησε σκάπτειν, ἐφ᾿ ᾧ τοὺς θεμελίους καταβαλέσθαι.

16. καὶ πρὶν ἢ ἐπιπολὺ τὸ τῆς γῆς ἐπίπεδον ἀναρρη<γ>νύειν (θαυμάσια τὰ ἔργα σου, κύριε), ὁρᾷ θεῖον ἐκτύπωμα σταυρικόν, ὃν ταῖς χερσὶν ἀνελόμενος περιεπτύσσετό τε ὁμοῦ καὶ καθησπάζετο τῷ στόματι προσεγγίσας, «σταυρέ» λέγων «πανσεβάσμιε τοῦ Χριστοῦ· σταυρέ, βασιλέων τὸ κραταίωμα, Χριστιανῶν τῶν ἁπάντων τὸ καύχημα, καὶ
[p.9* Α] ἀντίληψις ἐμοῦ τοῦ ταπεινοῦ, ἐνίσχυσον τὴν ἐμὴν πρὸς τὸ παρὸν ἔργον ἀναξιότητα, καὶ δὸς τῇ δυνάμει σου τῇ μεγάλῃ πόρον, δι᾿ οὗ {ἡ}δυνησόμεθα εἰς πέρας τὰ τοῦ ἐγχειρήματος ἀγαγεῖν. ὁρᾷς γὰρ τὴν ἐμὴν αὐτοῦ ἀσθένειαν, ὅση μόνῳ τῷ φόβῳ καὶ τῷ πόθῳ τοῦ ἐν σοὶ ὑψωθέντος, θαρ<ρ>οῦντός τε καὶ τοῖς ὑπὲρ δύναμιν ἐπιχειροῦντος· ἀλλά μοι νῦν τὴν σήν, εἰ καὶ ἄλλοτέ ποτε, βοήθειαν ἐπιχορήγησον, ἐπικαλουμένῳ πόρον ἐν ἀμηχάνοις εὑρίσκειν.» ταῦθ᾿ ἡδονῇ καὶ δάκρυσιν συμμίκτος [λεγε· συμμίκτως ορ συμμίκτοις?] ἐπευξάμενος, πάλιν ἤρξατο σκάπτειν καὶ πάλιν ἕτερον βλέπει σταυρόν. συνομοίᾳ δὲ καὶ τοῦτον ἀνελόμενος εὐλαβείᾳ, οὐκ εἶχεν ὅτι καὶ γένοιτο ὑπὸ περιχαρ<ε>ίας, καλὰς ἀρχὰς καὶ προοίμια τῶν προκειμένων τὴν φανέρωσιν τούτων τιθέμενος.

17. ἀμέλει τοι καὶ οὐ διημάρτανε τῶν ἐλπίδων. μεγάλα γὰρ τὰ ἐξ ἐκείνου θαύματα καθ᾿ ἑκάστην διὰ τούτων ἐπετελεῖτο. τυφλοὶ γὰρ προσερχόμενοι τὸ ὁρᾶν ἀπελάμβανον, χωλοὶ τὸ ἅλλεσθαι, κωφοὶ τὸ λαλεῖν ὁμοῦ καὶ ἀκούειν, λεπροὶ ἐκαθαίροντο, δαιμονῶντες ἐσωφονίζοντο, θᾶττον ἢ λόγος τῶν πνευμάτων ἀπελαυνομένων τῶν ἀκαθάρτων· ἑνὶ λόγῳ, ὅσα δι᾿ ἑαυτοῦ τὰς ἐπὶ γῆς μετὰ σαρκὸς διατριβὰς ποιούμενος ὁ σωτήρ, καὶ ἀνθρώποις συναναστρεφόμενος, τοσαῦτα καὶ διὰ τούτων ἐποίει θαύματα, ὁ καὶ τότε καὶ νῦν ὁμοίως τῆς τῶν ἀνθρώπων [Β] κηδόμενος φύσεως, καὶ τὴν σωτηρίαν ἡμῖν πραγματευόμενος, ὁ πλούσιος ἐν ἐλέει, καὶ τοὺς αὐτὸν δοξάζοντας, ἀντιδοξάζων, καὶ μεγίσταις δωρεαῖς ἀμειβόμενος. τοιούτων τοίνυν παραδόξων πραγμάτων ἐνεργουμένων, οὔκ ἐστιν εἰπεῖν ὅσον συνέρρει πλῆθος τῶν ὑπὸ παντοίων νοσημάτων δαπανωμένων. οὐδεὶς γὰρ ἦν ὁ ὑπὸ τοῦ νοσήματος κατεχόμενος, ὃς ἐπεὶ προσέλθοι τοῖς σεβασμίοις σταυροῖς, οὐκ εὐθέως τὸ λυποῦν ἀποτινασσόμενος τὴν προτέραν ὑγείαν ἀπελάμβανεν. οὕτω ταχὼς [σιχ] ἐπὶ τοὺς αἰῶνας ἐπεῖδε τοῦ μεγάλου πατρὸς ἡμῶν ὁ τῶν θαυμασίων θεός, καὶ παρακλήσει πολλῇ παρεκάλεσεν αὐτόν, πρός τε τὰ ἑξῆς τονώσας καὶ προθυμίαν παρασχὼν παρὰ πολὺ μείζονα τῆς προτέρας.

18. ἐντεῦθεν καὶ μετρίων εὐπορήσας ἀναλωμάτων, πρός τε τὸ ἔργον προθυμότερος ἦν, καὶ αὐτίκα τοὺς οἰκοδομήσαντας [λεγε· οἰκοδομήσοντας] τὸν νεὼν ἐκάλει τεχνίτας. οἱ δὲ ἀφιγμένοι οὐ πρότερον ἐνεχείρησαν [λεγε· ἐπεχείρησαν] κτίζειν, ἢ περὶ μισθοῦ ποιήσασθαί τινα ὁμολογίαν. ἐπεὶ δὲ συνέβησαν τῷ πατρὶ μισθὸν τούτοις ὑπεσχημένῳ τῆς τέχνης καὶ τῶν πόνων, ἑκατὸν δοῦναι χρυσίνους, ἢ [λεγε· ᾗ] δυνάμεως εἶχον ἔργου ἥπτοντο. περιμετρήσαντες γὰρ αὐτίκα τὸν τόπον εἶθ᾿ ὑπορύξαντες, τοὺς θεμελίους ἐπήγνυντο, ἀφ᾿ οἷς ἀρξάμενοι κτίζειν θεοῦ συναιρουμένου, νεὼν ἐδείμαντο διαφερόντως διαπρεπέστατον, ὃς δὴ καὶ ἐς δεῦρο σῳζόμενος, πάσαις ὄψεσι θαῦμα μέγα κινεῖ· οὐ μόνον δέ, ἀλλὰ καὶ χοροὶ μοναζόντων ἐν [Χ] αὐτῷ τοὺς ἱεροὺς ἄιδοντες ὕμνους, καὶ προσευχόμενοι ἱλεοῦνται μὲν ἑαυτοῖς, ἱλεοῦνται δὲ ἡμῖν, τοῖς εὐχῶν δεομένοις τὸ θεῖον, μηδέσιν ἄλλοις, θεῷ τε καὶ ἑαυτοῖς συγγινόμενοι, οἷς ἔργον τὸ ὁπόσαι ὧραι τὰ μεγαλεῖα τοῦ κτίσαντος ἀνυμνεῖν καὶ ταῖς θείαις ἐπεντρυφᾶν θεωρίαις, τὸ ἡγεμονικὸν καθαιρομένοις καὶ φωτιζομένοις καὶ τελειουμένοις, οἷς μέλλον τὸ ἀδιαλείπτως προσεύχεσθαι καὶ τὴν βασιλείαν μόνον ἐπιζητεῖν τὴν οὐράνιον, μηδενὸς ἄλλου τῶν γηῒνων λόγον ποιουμένοις· ὧν τοῖς ἱδρῶσι καὶ τοῖς ἀσκητικοῖς ἀγωνίσμασι, θεὸς τὴν ἐρημίαν ταύτην πολιτείαν εἰργάσατο πνευματικήν, στεῖραν τε οὖσαν πρώην καὶ ἄγονον, νῦν δὲ εὐθηνουμένην πολλοῖς τοῖς πνευματικοῖς χαρίσμασιν.

19. ὢ τοῦ θαύματος· ἡ θηρίοις δίαιτα,νῦν ἱερῶν ἀνδρῶν καταγώγιον· ἡ ἄβατος, βάσιμος πᾶσι τοῖς διψῶσι τὴν ἑαυτῶν σωτηρίαν· ἡ ξηρὰ καὶ ἄνυδρος πρώην γῆ, νῦν ποταμοὺς ὅλους ἀναβλύζει πνευματικῶν διδαγμάτων. ὡς μεγάλη σοι, Χριστέ, ἡ φιλανθρωπία· ὡς ἀνυπέρβλητος ἡ εὐσπλαγχνία· ὡς ἀνείκειστος [λεγε· ἀνείκαστος] ὁ ἔλεος ὑφ᾿ ᾧ παρακαλούμενος, οὐ μόνον τοὺς οὐρανοὺς κλίνεις καὶ καταβὰς τὴν ἡμετέραν προσλαμβάνεις ἀτρέπτως καὶ ἀσυ<γ>χύτως φύσιν ἐκ τῆς παναγίου σου καὶ παρθένου μητρός, καὶ ἀνθρώποις συναναστρεφόμενος, καὶ τελώναις συνεσθῶν [λεγε· συνεσθίων], καὶ ἁμαρτωλοῖς, πᾶσαν μὲν νόσον καὶ μαλακίαν θεραπεύεις, ἰώμενος τὰ συντρίμματα τῶν ψυχῶν ἡμῶν, [Δ] ἀνακτίζων καὶ ἀναχωρεύων τὸν παλαιὸν ἡμῶν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. καὶ νῦν δὲ πολιτείαν προσάγεις διὰ τοῦ εὐαγγελίου σου τοῖς ἀνθρώποις, καὶ τέλος πάσχεις δι᾿ ἐμὲ τὸν κατάκριτον ὁ ἀπαθὴς τῇ θεότητι, ὀνειδισμοὺς ὑπομείνας, καὶ κολαφισμοὺς καὶ ῥαπίσματα καὶ φραγγελίῳ μαστίζῃ, καὶ στέφανον ἐξ ἀκανθῶν περιτίθεσαι ὑπὸ στρατιωτῶν ἀτάκτων [*** λαχυνα?]· ὡς βασιλεὺς δῆθεν προσκυνούμενος, ὁ πάσης κτίσεως τῷ ὄντι βασιλεὺς ὁρατῆς τε καὶ νουμένης, καὶ σταυρὸν καταδέχῃ καὶ θάπτῃ. οὐ ταῦτα μόνον διὰ τὴν ἐμὴν ἁμαρτίαν ὁ ἀναμάρτητος παθεῖν καταδέχῃ, ἵνα ἐγὼ σωθῶ καὶ τοῦ παλαιοῦ πτώματος ἀνακληθῶ, ὥς φησιν ὁ θεορρήμων Γρηγόριος, ἀλλὰ καὶ μέχρι τοῦ νῦν παντοίας ὁδοὺς οὐ παύῃ τέμνων μοι σωτηρίας, διὰ τῶν ἀποστόλων, διὰ τῶν μαρτύρων, διὰ τῶν ἀσκητῶν, ὁδηγοὺς ἡμῖν τούτους προβαλλόμενος τῶν καλλίστων, ὡς ἂν κατ᾿ ἴχνος ἑπόμενοι τούτοις τῶν ἐπηγγελμένων τοῖς ἀγαπῶσι καὶ ἐκζητοῦσι τὸ σὸν ἅγιον ὄνομα, καταξιωθῶμεν καὶ ἡμεῖς.

20. τοῦ θείου δὲ νεὼ πέρας εἰληφότος καὶ τῇ παρθένῳ Μαριὰμ ἀφιερωθέντος, τοὺς ὑπεσχημένους οἱ τεχνῖται μισθοὺς τὸν ἅγιον εἰσεπράττοντο. ὁ δὲ μὴ ἔχων ἀποδοῦναι τούτους ἀνελλιπεῖς, μᾶλλον δὲ πολλοστημόριον τῶν ὅλων ἀποδιδοὺς (δέκα γὰρ μόνων χρυσίνων κύριος [Ε] ἐτύγχανεν ὤν, καὶ πλέον ἢ τούτους οὐκ εἶχεν ἄλλο τι ἀποδιδόναι) ἀνάπτει τὸν θυμὸν τοῖς ἀνθρώποις καθ᾿ ἑαυτοῦ. οἳ δὴ καὶ πολλαῖς αὐτὸν πρότερον ὕβρεσι πλύναντες, ἀπατεῶνά τε καλοῦντες, καὶ τὰ τῶν μοναχῶν ὑποκρινόμενον, οὐκ ὄντα ταῖς ἀληθείαις τοιοῦτον· (τοιοῦτον γάρ ἐστι φύσις φιλόχρυσος, οὐκ οἶδεν αἰδεῖσθαι τὰ εὐλαβείας ἄξια· πάντα δεύτερα τίθεται τὰ τοῖς ἄλλοις τιμώμενα, πρὸς τὸ τυχεῖν μόνον τῆς ὕλης, ἧς ἥπτηται [λεγε· ἥρτηται) ἔπειτα καὶ σχοινίοις συνδοῦσιν οὐκ ἄκοντα, ἀλλ᾿ ἐξ ἀνάγκης αἰτήσαντα τοῦτο, ᾗ [λεγε· ἢ] τό γε ἀληθέστερον εἰπεῖν, τῷ προειδέναι τὸ ἀποβησόμενον· καὶ γὰρ ἀκούσαντες οἷον εἰλήφει τέλος τὸ πρᾶγμα εἴσεσθαι, καὶ τῆς τοῦ Θεοῦ σοφίας τὸ εὐμήχανον, καὶ τὴν πρὸς αὐτὸν τοῦ ἀνδρὸς πίστιν τε καὶ βεβαίαν ἐλπίδα.

21. ἐπειδὴ γὰρ οἱ σκληροὶ καὶ ἀνελεήμονες ἐκεῖνοι τὸν ὅσιον περιαγκωνίσαντες ὡς ἐπ᾿ αἰσχροῖς εἷλκον ἐαλλακότα [λεγε· ἑαλωκότα], οὔτε τὸν θεὸν φοβούμενοι, καὶ τὴν ἱερὰν οὐ φρίσσοντες ὄψιν ἐκείνην, τὴν εὐθὺ τοῦ ἄστεος, ᾧ ὄνομα Δράμα, ἐστέλλοντο, ἐλπίζοντες ἐκεῖ τοὺς μισθοὺς ἀπολήψεσθαι, ἰδόντος τινὸς τῶν φιλοχρίστων τὸν ὅσιον, καὶ τῆς συμφορᾶς αὐτὸν κατοικτείραντος, καὶ δι᾿ ὃν εἵλκετο χρυσὸν καταβεβληκότος ὑπὲρ αὐτοῦ. ἐπὶ ταύτης οὖν τῆς ἐλπίδος ὀχούμενοι, ἀπὸ τοῦ ὄρους κατῄεσαν, ἕλκοντες καὶ τὸν ὅσιον περιηγκωνισμένον. ὡς δὲ κάτω ποῦ περὶ τοὺς πρόποδας τοῦ ὄρους ἐγένοντο, ἔνθα καὶ πεδιὰς ἐδόκει τις εἶναι, ἐξ ἧς ἁπαλή τε πόα καὶ πολλὴ σφόδρα πάνυ ἀνεδίδοτο, [Φ] καὶ δένδρα εἰς ὕψος τε μετεωριζόμενα, καὶ πυκνοῖς τοῖς κλάδοις κομῶντα, ἱκανὴν καὶ ἐπιτηδείαν σκιὰν εἰς ἀναψυχὴν τοῖς ἐθέλουσιν ἐνεποίει τῶν ὁδοιπορούντων ὑπ᾿ ἐκείνους διαναπαύεσθαι, ὁρῶσιν ἄνδρας τινὰς τῶν ἐν ἀξιώμασι, καθὼς εἰκάζειν ἐδίδου ἥτε περὶ αὐτοὺς θεραπεία, καὶ τὸ τῶν ὑποζυγίων καὶ τῆς ἄλλης ἀποσκευῆς πλῆθος, ὑπὸ τοῖς δένδρεσι καθημένους, καὶ τὸν ἐκ τοῦ ἡλίου πολὺν φλογμόν, θέρος γὰρ ἦν, ἀναψύχοντας. οἱ δὲ ἦσαν δύο τινὲς ἐν τέλει ὧν τῷ μὲν Νεόφυτος, θατέρῳ δὲ Νικόλαος ὄνομα, ἐκ τῆς Κωνσταντίνου παρὰ τοῦ τηνικαῦτα τῶν Ῥωμαίων κρατοῦντος, πρέσβεις πρὸς τῆς [λεγε· τὴν] Τριβαλὸν ἀποσταλέντες.

22. καὶ τότε ἐπανιόντες κἀκεῖ διαναπαυόμενοι, οὐ κατὰ τύχην, μᾶλλον ἢ προνοίας θείας οἰκονομίαν, ὡς ἂν τόν τε ὅσιον τοῦ δεινοῦ λυτρώσηται πειρασμοῦ, καὶ αὐτοὶ τὴν πρὸς σωτηρίαν φέρουσαν ὁδηγηθῶσιν ὁδόν. Ἐπειδὴ γὰρ πλησίον αὐτῶν τοὺς τὸν ὅσιον ἕλκοντας εἶδον γεγενημένους, καὶ αὐτὸν ἑπόμενον σὺν πολλῇ ταπεινοφροσύνῃ, ἐπιβαλ{λ}όντες τὰς ὄψεις τῷ ὁσίῳ περιεργότερον καὶ κατανοήσαντες αὐτόν, τό τε εἶδος ἀγγελικόν, καὶ ἀγγελικώτερον τὴν διάνοιαν (ἀπὸ γὰρ τῆς ἔξωθεν καταστάσεως, συμβάλλειν εἶχον καὶ τὸν ἔνδοθεν πλοῦτον τῆς ψυχῆς αὐτοῦ) ἐξανέστησάν τε παραχρῆμα καὶ τραχυτέρους [λεγε· τραχυτέροις] πρὸς τοὺς ἕλκοντας ἐχρήσαντο ῥήμασιν,
[p. 10* Α] «ὅτου χάριν» λέγοντες «κάκιστοι πάντων ἀνδρῶν, τὸν θεοειδῆ τοῦτον ἄνθρωπον περιαγκωνίσατες ἕλκετε, οὔτε τὸν θεὸν φοβούμενοι καὶ μηδένα τῆς κοινῆς ἡμῶν φύσεως οἶκτον ποιούμενοι, ἣ τὴν πρὸς ἀλλήλους νομοθετεῖ συμπάθειαν οὐχ ὅσον τάχος ἀνήσετε τὸν ἅγιον τῶν δεσμῶν καὶ τὸ αἴτιον ἐρεῖται [λεγε· ἐρεῖτε] τῆς συμφορᾶς» τρόμος ἐπὶ τούτοις καὶ φρίκη τοὺς ὑβριστάς τε ἅμα καὶ κολαστὰς τοῦ ὁσίου λαμβάνει, καὶ τὸν μὲν ὑποτρεμούσαις χερσὶν τῶν δεσμῶν παρευθὺς ἀνιεῖσιν [λεγε· ἀνιᾶσιν], καὶ τὸ αἴτιον εἰπόντες, οὔτε ἐπηνύθησαν [λεγε· ἐμηνύθησαν?] καὶ τοὺς ἑκατὸν ὅμως ἀπολαμβάνουσι χρυσοὺς παρὰ τῶν ἐπιφανῶν ἐκείνων ἀνδρῶν, οἶκτον λαβόντων τῆς ἀλήπτου ψυχῆς ἐκείνης. εἴδετε τὴν σοφὴν πρόνοιαν τοῦ θεοῦ, πῶς καὶ ἐν τοῖς ἀπόροις πόρον οἶδεν εὑρίσκειν, καὶ τὸ τοῦ ὁσίου εὔελπι καὶ προορατικόν τοῦτο γάρ, οἶμαι, καὶ προβλέπων χαίρων εἵλετο τὰ δεσμά.

23. ἀλλ᾿ ἐπειδή γε οἱ μὲν τεχνῖται τούς τε μισθοὺς ἀπειληφότες καὶ συγγνώμης τυχόντες ἐπὶ τοῖς πεπραγμένοις παρὰ τοῦ ὁσίου, οἴκαδε ἐπανῄεσαν, αὐτὸς δὲ ὑπελιμπάνετο μετὰ τῶν δηλωθέντων ἐνδόξων ἀνδρῶν, τί χρὴ λέγειν ἅ γε αὐτοῖς διείλεκται, καὶ μεθ᾿ ὅσης τῆς ἱλαρότητος τί δὲ ἄλλο γε ἢ θεοῦ φωνάς, δι᾿ ὧν τοσοῦτον ἐξήρτησε τῆς αὐτοῦ γλώττης ἐκείνους, ὥστε καὶ παραιτεῖσθαι τὸν μοναστὴν ὑπέρχεσθαι τότε βίον, καὶ μηδαμῶς ἐπανιέναι πρὸς τὸν [Β] κρατοῦντα, οὕτως ἡττήθησαν τῆς πνευματικῆς σειρῆνος τῶν λόγων τοῦ ἀνδρός. ὅθεν καὶ τότε μὲν δεξιὰν ἐμβάλλοντες τῷ ἁγίῳ τῆς πρὸς τὴν εὐδαίμονα πόλιν ἀπαγούσης ἥπτοντο, εἰς ἣν καὶ διασωθέντες, καὶ τὰ τῆς πρεσβείας τετελεκότες, μεγάλαις ἐτίμων [λεγε· ἐτιμῶντο] δωρεαῖς. εἶτα μικρόν τινα χρόνον διατρίψαντες ἐκεῖ, καὶ τὰ καθ᾿ ἑαυτοὺς ἐνδιαθέμενοι, τῶν τε προσόντων αὐτοῖς τὰ μὲν τοῖς πένησι διανείμαντες, τὰ δ᾿ ἀποχαρισάμενοι τοῖς οἰκέταις, τὰ πλείω δὲ καὶ λαβόντες μεθ᾿ ἑαυτῶν χαίροντες ὑπέστρεψαν πρὸς τὸν ὅσιον· οὓς καὶ λίαν ἀσμένως ὑποδεξάμενος, κείρει μὲν αὐτοῖς παραχρῆμα τὴν τρίχα καὶ τὸ μοναδικὸν ἀμφιέσας σχῆμα, τοῖς εὐασκουμένοις ἐγκαταλέγει τῇ μάνδρᾳ μοναχοῖς.

24. εἶτα περὶ οἰκοδομάς τε κελλίων καὶ ἐμφυτεύσεις ἀμπελώνων καὶ παραδείσων ἀπασχολήσας ἑαυτόν, ἐντὸς ὀλίγου πάντα ταῦτα εἰς πέρας ἤγαγε. μετὰ δὲ ταῦτα πανταχοῦσε [λεγε· πανταχόσε] τῆς φήμης διατρεχούσης, καὶ τὰ περὶ τοῦ ἀνδρὸς καὶ τῆς ὑπ᾿ αὐτὸν μονῆς διαφανῆ καθιστώσης, καθ᾿ ἑκάστην, ὡς εἰπεῖν, τὴν ἡμέραν ηὔξανέ τε καὶ ἐπὶ μεῖζον προέκοπτεν ἥ τε μονὴ καὶ τὰ περὶ αὐτήν, πολλῶν ἀποτασσομένων τῷ κόσμῳ καὶ τὰς ὑπάρξεις αὐτῶν πιπρασκόντων καὶ παρὰ τοὺς πόδας φερόντων καὶ τιθεμένων τοῦ ὁσίου. εἶχε μὲν οὕτω ταῦτα καὶ πέρας ἐλάμβανε τὰ κατὰ τὴν μονὴν τῷ ὁσίῳ χρηστόν. ἔδει δὲ ἐκδημίας ἢ ἐπανόδου πρὸς θεὸν αὐτῷ, καὶ τοῦ λαβέσθαι τῶν ἐλπιζομένων, διὰ [λεγε· δι᾿ ἃ] καὶ ἐκακοπάθει.

25. [Χ] παρῆν ἡ τῆς ἐκδημίας ἡμέρα, καὶ ὅσα τῆς ἐκδημίας· ἦσθ᾿ ὅθεν ἀποκαλυφθείσης αὐτῷ, ἐπισυνάγει τοὺς [Δ] ὑπ᾿ αὐτὸν μοναχοὺς ὅσον τάχους, κἀπὶ τῆς κλίνης ἀνακαθίσας (νοσῶν γὰρ ἦν, καὶ τὰ τελευταῖα πνέων) τοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο ῥήμασιν· «ἐγὼ μέν, ὦ τέκνα, δοκοῦν τῷ θεῷ ἤδη τοῦ βίου μεθίσταμαι, καὶ χαίρω πρὸς τὸν ποθούμενον ἀναλύων· οἶδα γὰρ συνεσόμενος αὐτῷ, καὶ τῆς ἀπεράντου βασιλείας αὐτοῦ μεθέξων, ὑπὲρ ἧς τοὺς μυρίους ἀνέτλην πόνους καὶ πειρασμούς, ὧν καὶ ὑμεῖς μάρτυρες, ἐξ οὗ τὴν μονὴν ταύτην συνεστησάμην, ἐς τήνδε τὴν πολιὰν [λεγε· μονίαν?] πρὸς τοὺς ὁρατοὺς καὶ ἀοράτους καθ᾿ ἑκάστην ἐχθροὺς ἀντιπαραταττόμενος. ὑμεῖς δὲ εἰρηνεύετε ἐν ἑαυτοῖς, καὶ πρὸς πάντας, εἰ δυνατόν· ἐν τούτῳ γὰρ γνώσονται πάντες, ὅτι ἐστὲ μιμηταί τοῦ πρᾴου καὶ εἰρηνικοῦ Χριστοῦ, ἐὰν εἰθενεύτε [λεγε· εἰρηνεύετε] πρὸς ἀλλήλους. ἅπαξ ἠρνήσασθε τὸν κόσμον [*** λαχυνα?] καὶ μηδὲν ἔστω παρ᾿ ὑμῖνπερ φιλόϋλον. τὴν ἀκτημοσύνην ἀσπάζετε [λεγε· ἀσπάζεσθε]· ἀφαρπάζει τῆς ὕλης τὸν ἀσκητήν, καὶ συνάπτει θεῷ. τοῖς πρεσβυτέροις οἱ νεώτεροι ὑπεξίστασθε, καὶ οἱ πρεσβύτεροι τῶν νεωτέρων ἀνέχεσθε, ἔστιν ὅπου πταιόντων, ὅπερ ἀπεύχομαι. προσεχέτω ἕκαστος ἑαυτῷ καὶ μεμνήσθω τῆς ἐσχάτης ἡμέρας, τοῦ μὲν ὄπισθεν ἐπιλανθανόμενος, ἐπιτεινόμενος δὲ τοῖς ἔμπροσθεν, εἴπερ ἐραστὴς ὄντως ἐστὶ τῶν ἀκηράτων ἀγαθῶν. πάντες αὐξάνετε ἐν γνώσει καὶ χάριτι τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ, ὃς καὶ καταρτήσειεν ὑμᾶς εἰς πᾶν ἔργον ἀγαθὸν καὶ ἀκεραίους τῷ μεγάλῳ βήματι παραστήσει ἔ<μπροσθε>ν αὐτοῦ.»

26. [Ε] ταῦτα καὶ ἔτι πλείῳ τούτων, ἤδη πρὸς ταῖς ἐσχάταις ἀναπνοαῖς ὤν, καὶ τῷ πλείστῳ μέρει *** [λαχυνα]

**********************************************************