[p. 1]
βίος σὺν ἐγκωμίῳ εἰς τὸν ἐν ἁγίοις πατέρα ἡμῶν καὶ θαυματουργὸν Γεώργιον τὸν ἀρχιεπίσκοπον
Ἀμάστριδος.
1. οἱ πρὸς τοὺς γυμνικοὺς ἀγῶνας ἀποδυόμενοι {σκάμματα} [λεγε· τὰ τοῦ γυμνικοῦ ἀγῶνος
ἀποδυόμενοι σκάμματα] οὐ πρότερον εἰς τοῦτο παρὰ τῶν τοιούτων ἐπιστατούντων καταλέγονται,
πρὶν ἂν σύνδρομον τῇ πείρᾳ τὴν φυσικὴν ἐν προγυμνάσμασιν ἐνδείξαιντο ἐπιτηδειότητα,
ἡμᾶς δὲ καὶ πρὸ πείρας, καὶ μηδὲν προεισενεγκόντας τοῦ παρόντος ἀγῶνος ἐπάξιον,
οἱ πνευματικοὶ πρὸς αὐτὰ
[p. 2] συνωθοῦσιν ἀγωνοθέται τοῦ λόγου τὰ σκάμματα. καὶ πολὺς ἡμῖν ὁ τῆς ἀναβολῆς
λόγος ταῖς ῥηθείσαις αἰτίαις καθέστηκεν· τό τε γὰρ ὑπεῖξαν τοῖς τῶν παρορμώντων
λόγοις ἐπικίνδυνον, καὶ τὸ σιωπὴν ἀσκεῖν οὐδὲν ἧττον ἐπανατεῖναι τὴν βάσανον, τὸ
μὲν ὡς θρασύτητος παρεχόμενον τὴν ἔμφασιν, πᾶν γὰρ τὸ παρὰ τὸ προσῆκον τολμώμενον
θράσους ἔμπλεον, τὸ δὲ ὡς ἀμελείας παρέχον ὑφόρασιν. ἀλλ᾿ ἐπείπερ ταῦτα, ὡς τῷ ἀληθεῖ
δοκεῖ λόγῳ, οὕτως ἔχειν ὁ λόγος παρέστησεν· ἔστι δὲ κἂν ἐν φευκτοῖς τὸ μᾶλλον κακίᾳ
κουφότερον αἱρετώτερον· θράσος δὲ ἀμελείας μετριώτερον δοκεῖ ἐμπαρέχειν τὸν κίνδυνον·
τὸ μὲν γάρ ποτε καὶ ζῆλος εἰργάσατο ἔνθεος καὶ πόθος παρεσκεύασε διάπυρος· ἡ δὲ
ψυχῆς ἐστιν ὑπτίας καὶ ἀπογνώσεως γείτονος, ἐκ τῶν ἀμφοτέροις ἑπομένων θάτερον,
τὸ λέγειν φημί, αἱρετώτερον ἡγησάμενοι, ἐπ᾿ αὐτοὺς ἤδη τοὺς ἀγῶνας τῶν λόγων χωρεῖν
προθυμούμεθα, αὐτὸν προστησάμενοι τοῦ λόγου θεὸν ἐν ἀνοίξει τοῦ στόματος λόγον
[p. 3] παρεχόμενον, μὴ κατὰ πολὺ τῆς προθυμίας τὸ ἔργον πεφηνέναι καταδεέστερον.
2. ἀλλ᾿ ἵνα μὴ τὸ μακρὰ προοιμιάζεσθαι, ὡς ἂν τὰ τῆς ἀπολογίας καλῶς ἕξῃ, ἀφορμὴ
ἀνίας τοῖς ἀκροαταῖς ἐπιγένηται, ὡς θᾶττον ποθοῦσιν ἀκούσεσθαι τῆς διηγήσεως, αὐτὸν
εἰς μέσον ἐξ αὐτῶν βαλβίδων τὸν ἱμειρόμενον καταστήσωμεν, καὶ ὡς ἐν κεφαλαίῳ τὰ
τοῦ ἁγίου ἐπιμνησθέντες κατορθώματα, ἡδὺ μὲν ἐμπαρέξωμεν τοῖς παροῦσι τὸ ἄκουσμα,
προθυμοτέρους δὲ πρὸς τὰ ἑξῆς παρασκευάσωμεν τῆς διηγήσεως. ἀλλὰ τίς οὐκ οἶδεν τὸ
μέγα τοῦτο καὶ οὐράνιον ὄντως γεώργημα, τὸ θεῖον γεώργιον καὶ τῆς ἀληθινῆς ἀμπέλου
κλῆμα καὶ βλάστημα, οὗ ἀπὸ περάτων μέχρι τερμάτων τὸ κλέος ἐξήχηται, οὗ πολλὰ μὲν
τὰ θαύματα, πλείω δὲ τὰ κατορθώματα, τὸν βασιλεῦσι διὰ τὸ τῆς προφητείας αἰδέσιμον
χάρισμα, καὶ σατράπαις διὰ τὸ τῆς θαυματουργίας ἐξαίρετον σεβάσμιον, τὸν πατριάρχαις
πρὸ τῆς ἱερωσύνης δι᾿ ἀρετῆς λαμπρότητα γνώριμον, καὶ πᾶσι πρὸ πείρας σεβαστὸν καὶ
[p. 4] ἐπέραστον, τὸ τῶν ἀσκητῶν ὑπόδειγμα, καὶ ἱερέων ἐγκαλλώπισμα, καὶ μιγάδων
ἔρεισμα, τὸν πολεμίοις φοβερόν, καὶ οἰκείοις ποθεινόν, καὶ κινδυνεύουσιν ἀρωγόν,
καὶ θλιβομένοις τὰ τῆς εὐθυμίας πραγματευόμενον, καὶ ἀσθενοῦσιν ἰατρόν, ἣν βούλει
νόσον καὶ ἰατρείαν, τὴν τῶν ἁμαρτανόντων ἐπιστροφήν, καὶ σωφροσύνης ὑπογραμμὸν καὶ
δικαιοσύνης ζυγὸν καὶ τοῖς πᾶσι τὰ πάντα, ὡς ἂν πάντας κερδήσῃ ἢ τοὺς πλείονας,
κατὰ τοῦτο δὴ τὸ τοῦ Παύλου σεμνολόγημα, ταῖς αὐτοῦ πρὸς τὴν ἀρίστην ὁδὸν μεταρ<ρ>υθμίζων
εἰσηγήσεσιν. ἀλλ᾿ ἐπεὶ διὰ βραχέων τὰ τῆς ὑποσχέσεως πέρας εἴληφεν, ὑμᾶς ἐξ αὐτοῦ
κρασπέδου ἁφῆς ὅλου καταστοχάζεσθαι τοῦ ὑφάσματος, αὐτῆς ἐφάπτομαι χάριτι θείᾳ τῆς
διηγήσεως.
3. τοῦ τοίνυν ἁγίου πατέρες μὲν τυγχάνουσιν εὐπάτριδες καὶ ἐπίσημοι, τὸ πλεῖον θεῷ
ζῶντες, ἢ τῇ σαρκὶ προσανέχοντες· ὧν μὲν
[p. 5] πατὴρ προσηγορίαν ἔσχε τὸν Θεοδόσιον, ἡ δὲ μήτηρ Μεγεθὼ προκληθεῖσα, ὅπερ
ἐγένετο, ἢ γενομένη ὃ προεκλήθη, τὸ τῶν ἀρετῶν ὄντως μέγιστον τέμενος. καὶ καλὸν
μηδὲ τὰ ὀνόματα παραδραμεῖν ἀνεξέταστα· οὐδὲν γὰρ καλῶς σκοπουμένοις, οὔτε τοῖς
σεπτοῖς γεννήτορσιν, οὔτε τῷ τιμίῳ γεννήματι παρέργως ἀποκεκλήρωται· οὐ κλῆσις,
οὐ πρᾶξις, οὐκ ἐπιτήδευμα, ἀλλὰ πάντα παρὰ τῆς θείας προγνωσθέντα προνοίας προώρισται·
ϠοὓςϠ γὰρ Ϡπροέγνω, καὶ προώρισενϠ φησὶν ὁ θεῖος ἀπόστολος. ὅθεν τὴν κλῆσιν ἔσχον
τοῖς πράγμασι σύνδρομον, καὶ συνελθοῦσα ἡ θεοῦ δόσις τῷ μεγέθει τοῦ χαρίσματος,
καρπὸν ἤνεγκεν· τί ἄλλο χρὴ λέγειν, ἢ τῆς θείας ἐπάξιον δόσεως οὗτοι δὴ, οὗτοι τῆς
πλησίον τῆς περιβλέπτου Ἀμάστριδος οἰκήτορες γεγονότες τῶν Κρωμνηνῶν πολίχνης, τῆς
μᾶλλον δι᾿ αὐτοὺς ἢ τῷ πολλῷ πλούτῳ καὶ τῇ δυναστείᾳ διασήμου χρηματισάσης, ἐκαρποφόρουν
[p. 6] μὲν θεῷ καθ᾿ ἑκάστην τὰς ἀρετάς, δικαιοσύνῃ συζῶντες καὶ σωφροσύνῃ.
4. ἄπαιδες δὲ τὸ πλείστον διατελοῦντες, οὐκ ἐπαύοντο νηστείαις καὶ δεήσεσι τὸ θεῖον
ἐκλιπαρεῖν, καρπὸν αὐτοῖς εἰς διαδοχὴν χαρισθῆναι τοῦ γένους. καὶ ἕως μὲν τῷ τῆς
προσευχῆς θυμιάματι λείψανόν τι παρείπετο γεώδους πνέον φρονήματος, ὁ πάντα πρὸς
τὸ συμφέρον παρασκευάζων θεὸς ἀνεβάλλετο. ἐπεὶ δὲ τὴν δικαίαν ἐπιπολὺ ἀπαγορεύουσαν
ψῆφον αἱ ἁβραμιαῖαι ἐκεῖναι ψυχαὶ ἐθεάσαντο, καὶ τὴν αἴτησιν μένουσαν ἄπρακτον,
ἆρα μή τι ἀγεννὲς ἐνενόησαν ἢ τῆς οἰκείας ἀρετῆς ἀνάξιον ἐφθέγξαντο ἢ τῇ διανοίᾳ
ἀνετυπώσαντο, ὡς ἄρα δικαίως αἰτοῦσιν ἀδίκως τὸ αἰτηθὲν εἰς πέρας οὐκ ἔρχεται ἢ
ἀπρονόητα τὰ τῇδε ὑπενόησαν ἢ ἄλλο τι τῶν ὅσα ὁ πονηρὸς ταῖς σαθροτέραις εἴωθεν
ἐπισπείρειν διανοίαις ἠνέσχοντο παραδέξασθαι οὐμενοῦν, ἀλλὰ τῆς θείας ἀναβολῆς εἰς
ἑαυτοὺς μᾶλλον προσῆψαν τὸ αἴτιον· πεφύκασι γὰρ οἱ κατὰ θεὸν ζῶντες λογισμῷ ζυγοστατεῖν
τὰ θεῖα κρίματα· καὶ εἰ μικρόν τι σφαλεῖεν, ἐπιδιορθοῦσθαι
[p. 7] ὡς τάχιστα. καὶ λοιπὸν ἐντεῦθεν ὁ μὲν τὸν Ἀβραὰμ εἶχεν εἰς ὑπόδειγμα, ὅπως
ἐν γήρει πατὴρ ἐχρημάτισεν, ἡ δὲ πρὸς τὴν Σάρραν καὶ τὴν Ἄνναν ἀπέβλεπεν, ὅπως τῆς
μὲν διὰ τῆς Ἀβραὰμ φιλοξενίας μετὰ τὸ πολλοῖς προβεβηκέναι χρόνοις καὶ τὸ βαθὺ γῆρας
ἐκεῖνο ἡ θεία πρόνοια τὴν μήτραν ἀνενεώσατο καὶ τὴν φύσιν ἐκαινοτόμησε, τὴν δὲ ἡ
δικαία αἴτησις τῶν τῆς στειρώσεως πολυχρονίων δεσμῶν ἀπέλυσε· καὶ ὅπως ἀμφότεραι
ἐξ ἀκαρπίας εὔκαρποι καὶ ὅπως ἡ μὲν τὸν τύπον τῆς ἀληθείας, ἡ δὲ τὸν ἱερέα καὶ προφήτην
ἐκαρποφόρησεν. ὅθεν πρὸς τὰ τοιαῦτα εὐσεβεῖ λογισμῷ ἀποσκοποῦντες ἀρχέτυπα, ἐκ συμφωνίας
ὥσπερ τὴν αἴτησιν ἤμειψαν, καὶ οὐκέτι τοῦ γένους διάδοχον, οὐδὲ τῶν ὑπαρχόντων κληρονόμον,
οὐδὲ γήρους [λεγε· γήρως] βακτηρίαν ᾐτοῦντο λαβεῖν, ἀλλ᾿ εἰ δοθείη αὐτοῖς παῖς,
δώσουσιν αὐτὸν δοτὸν ἐνώπιον κυρίου, παραστήσουσιν αὐτὸν ἀνάθημα ἱερὸν θεῷ τῷ δεδωκότι.
ἐπεὶ δὲ τὰ τῆς εὐχῆς οὕτω καλῶς εἶχεν, ὁ τὸ θέλημα τῶν φοβουμένων αὐτὸν ποιῶν, καὶ
τῆς δεήσεως αὐτῶν εἰσακούων, τὰ τῆς στειρώσεως θείῳ
[p. 8] νεύματι δεσμὰ διέρρηξε, καὶ ἡ στεῖρα συλλαβοῦσα ἐν γαστρί, τῶν ἐλπίδων οὐ
διήμαρτε. καὶ μετὰ τὴν διὰ στείρωσιν τῆς γονίμου φύσεως νέκρωσιν τὴν Σάρραν υἱοῦ
χρηματίσαι μητέρα Ἀβραὰμ ἦν ἐλπίδων οὐκ ἄμοιρος.
5. καὶ ἄξιον μηδὲ τὰ πρὸ γενέσεως τοῦ ἁγίου παραδραμεῖν εἰργασμένα θεῖα τεράστια·
ὅπως ἄνωθεν ἐκλεκτὸς ἐχρημάτισεν, ὅπως τὴν κλῆσιν οὐκ ἀπ᾿ ἀνθρώπων, οὐδὲ δι᾿ ἀνθρώπων
ἔσχεν, ἀλλ᾿ ἱερεὺς, πρὶν ἐκ μητρῴων ἐκσπασθῆναι λαγόνων, καὶ χρίεται καὶ ἐπιφημίζεται.
ἡ τοίνυν τοῦτον ὁσία μήτηρ ἐγκυμονοῦσα καὶ φέρουσα ἐν κοιλίᾳ, ἡ τῆς Ἐλισάβετ ὁμότροπος,
τὸν τοῦ θείου προδρόμου ὁμοδίαιτον, καὶ πρὸς τοὺς ἱεροὺς φοιτῶσα σηκούς, καὶ ταῖς
προσευχαῖς σχολάζοσα· τοῦτο γὰρ αὐτῇ σύντροφον τὸ ἔργον καθέστηκεν· ἐμφανισθῆναί
τισι τῶν τῆς πόλεως προαγόντων ἐν τοῖς τοῦ ναοῦ προτεμενίσμασι προσκαθεζομένοις
ἐπισυμβέβηκεν· οἵτινες ταύτην θεασάμενοι, οὐδὲν πλέον ἢ ὡς γυναῖκα ἐσεβάσθησαν.
καὶ ἡ μὲν ὡς εἶχε τάχους εἰς τὸν ναὸν
[p. 9] εἰσῄει τὰς εἰωθυίας τῷ θεῷ προσευχὰς ἀναπέμψαι· οἱ δὲ καταλαβούσης ὀψίας
παραγίνονται οἴκαδε. ὅσα δὲ διὰ νυκτερινῆς πεπόνθασιν ὄψεως, δηλώσει νῦν ὁ λόγος·
θεωρεῖ ἕκαστος αὐτῶν ἄνδρας φοβεροὺς ταῖς χερσὶ κατέχοντας ῥόπαλον καὶ φονίῳ βλέποντας
βλέμματι, καὶ μηδὲν τῶν ἀνηκέστων ἐπαπειλουμένους εἰς αὐτοὺς παραλιπεῖν διαπράξασθαι.
τῶν δὲ τῷ φόβῳ καταπλαγέντων, καὶ ταῖς ἀπειλαῖς ἐντρόμων γενομένων καὶ κατεπτηχότων·
πολὺ γὰρ τὸ δέος εἴπερ τι παρὰ τὸ σύνηθες καθ᾿ ὕπνους ἐπισυμβήσεται, ὡς οἱ πεπειραμένοι
τῶν ἐνυπνίων ἴσασιν· καὶ τὴν αἰτίαν βουλομένων μαθεῖν, δι᾿ ἣν ταῦτα παθεῖν αὐτοὺς
ἐπιγίνεται, «ὅτι μὴ τὸν ἀρχιερέα ὑμῶν» φάναι τοὺς ἄνδρας «τὸ προσῆκον ἀπενείματε
σέβας, ταῦτα παθεῖν ὑμῖν ἔξεστιν.» οἱ δὲ μὴ συνιέντες μεθ᾿ ὅρκου ἀπεφαίνοντο, μήποτε
τοιοῦτόν τι συνορᾶν πεπραχέναι. ὡς δὲ οἱ μὲν τὰς ἀπειλὰς σφοδρότερον ἐπανετείνοντο,
οἱ δὲ ἐλιπάρουν θερμότερον, μόλις ποτὲ ταῖς παρακλήσεσιν εἴξαντες, τὴν αἰτίαν ἐξεῖπον
καὶ τὸ πρᾶγμα ἐγνώρισαν, καὶ τὴν μέσον αὐτῶν τῇ προτεραίᾳ διλεθοῦσαν γυναῖκα ἔφησαν
ἐν γαστρὶ ἔχειν βρέφος ἅγιον,
[p. 10] καὶ καθεξῆς ὑπειπόντες ἅπαντα, τῶν ὄψεων μετέστησαν. οἱ δὲ ὄρθριοι διαναστάντες
καὶ ὥσπερ ἐκ συνθήματος ἕκαστος τῷ τῶν ὁραθέντων δέει νυττόμενος, τὴν τοῦ ἁγίου
σπουδαίως μητέρα καταλαμβάνουσι, καὶ τοῖς ἴχνεσι προσπίπτοντες ᾔτουν συγγνώμην,
καὶ τὸ ἁμάρτημα ἐξωμολογοῦντο ἐν δάκρυσι. καὶ ἡ μὲν τὴν τῶν δρωμένων αἰτίαν πυνθάνεται,
οἱ δὲ τὰ συμβάντα ἐκδιηγοῦνται· καὶ γίνεται τοῖς μὲν ἡ τοῦ πράγματος δήλωσις εὐφροσύνης
ὑπόθεσις, ὅτι μὴ καθ᾿ ὕπαρ ἦν τὰ ἠπειλημένα, καὶ ὅτι τοιοῦτον τῇ πατρίδι προμηθείᾳ
θείᾳ δῶρον χαρίζεται, τῇ δὲ εἰς χαρὰν μέν, κατάπληξιν δέ.
6. ἀλλ᾿ ὅμως ἡ γενναία διανίσταται καὶ πρός τινα θεοφόρον ἄνδρα καὶ τῇ τοῦ βίου
καθαρότητι ὁρῶντα τὰ μέλλοντα παραγίνεται, καὶ τὰ πραχθέντα ἐκδιηγεῖται, καὶ παρ᾿
αὐτοῦ μανθάνει ὡς ἐνεστῶτα τὰ μέλλοντα· τήν τε τοῦ παιδὸς κλῆσιν καὶ τὸ τῆς ἱερωσύνης
χρῖσμα καὶ ὅσην πρὸς ἀρετὴν ἐνδείξεται τὴν ἐπίδοσιν καὶ ὅσων ἀξιωθήσεται
[p. 11] χαρισμάτων παρὰ τῆς θείας χάριτος. καὶ ὅρα τῆς θείας προνοίας τὰ ἀνερμήνευτα
κρίματα· ὁπηνίκα ἐκ στείρας καρπὸς βλαστήσῃ, πολλὴν παρεισφέρει τῷ βίῳ τὴν ὠφέλειαν.
καὶ λάβε κατὰ νοῦν τὸν Ἰσαάκ, τὸν Σαμουήλ, τὸν Ἰωάννην· πῶς ὁ μὲν τύπος τοῦ δεσπότου
καὶ πλήρωμα τῶν εἰς πατέρα τοῦ θεοῦ ἐπαγγελιῶν· ὁ δὲ προφήτης καὶ ἱερεὺς καὶ χρίων
βασιλεῖς, ὁ δὲ λύχνος τοῦ ἡλίου καὶ πρόδρομος τῆς χάριτος, καὶ μετανοίας ἀρχή. ἀλλ᾿
ὅ μοι ὧδε ἐπῆλθεν, οὐ πάρεργον ἴσως εἰπεῖν· τῶν οὐκ ἐκ στείρας οὐ πάντες ἐπίσημοι·
ἀλλ᾿ ὁ μὲν οὕτως, ὁ δὲ ἑτέρως· ἕκαστος γὰρ ὡς ἴσμεν τῇ τῆς ἀρετῆς ἐπιδόσει τὴν θείαν
ἐπεσπάσατο ἔλλαμψιν. τῶν δὲ ἐκ στείρας, οὐδεὶς ὅστις οὐκ ὀνομαστὸς ἐχρημάτισε. τί
τοῦτο ὅτι ἐκ στείρας οὐδαμῶς. ἀλλ᾿ ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως, ἐπὰν τοιοῦτον
εἰς τὸν κόσμον εὐδοκήσῃ φανῆναι ἄνθρωπον, τοῖς τῆς στειρώσεως δεσμοῖς παρεισφέρει
τὴν αἴτησιν,
[p. 12] ὡς ἂν δι᾿ εὐχῆς τὸ δῶρον, καὶ μὴ ὡς ἔτυχεν ἐπιγένηται. καὶ ταῦτα εἶπον,
οὐχ ἵνα ἐκείνῳ πλέον τι εἰς εὐδοκίαν [λεγε· εὐδοξίαν] περιποιήσωμαι· οὐδὲ γὰρ λόγος
ἡλίου λαμπρότητα φαιδροτέραν δεῖξαι δυνήσεται, οὐδὲ μέγεθος οὐρανοῦ, ἢ ἄστρων θέσιν,
ἢ ἄλλο τι τῶν ὅσα φοβερὰ θεάσασθαι καὶ κατανοῆσαι φοβερώτερα· ἀλλ᾿ ἵν᾿ εἰδῆτε ὅσον
θεῷ πρὸ γενέσεως ἐκλεκτὸς ἐτύγχανε, καὶ ὅσων ἐπλούτησε χαρισμάτων παρὰ τῆς θείας
χάριτος.
7. ἀλλ᾿ ἵνα μὴ δοκῇ ἔξω τοῦ σκοποῦ βαίνειν ὁ λόγος, ἐπὶ τὴν ὑπόθεσιν ἔλθωμεν. διαπλάττεται
τὸ βρέφος καὶ βρεφουργεῖται καὶ τίκτεται, νήπιον μὲν ὁρώμενον, χάριτος δὲ θείας
ἔμπλεων, καὶ ἐτρέφετο θείᾳ χάριτι μᾶλλον ἢ γάλακτι· καὶ ηὔξανε τῷ πνεύματι μᾶλλον,
ἢ τῇ σαρκὶ τελειούμενον. ἀλλ᾿ ὅρα καὶ τὴν ἐξ ἀρχῆς τοῦ ἀνθρωποκτόνου ἐχθροῦ ἐπιβουλήν·
ἐπετήρει καὶ ἠρεμεῖν οὐκ εἶχεν· ἐνενόει εὐχῆς ἔργον γεγονέναι τὴν σύλληψιν· ἐνενόει
τὰ δι᾿ ὀνείρων περὶ τοῦ βρέφους
[p. 13] συμβάντα θεῖα τεράστια, ἐκ πάντων ἐνύττετο, πάντα ἐσκόπει, δεινός ἐστι τῇ
πονηρίᾳ προβλέπειν καὶ στοχάζεσθαι, τὸ ἀγαθὸν βασκαίνειν, τὸ καλὸν ἐπιτρέχειν, ἐμέμνητο
πάντων τῶν ἐκ στείρας πατησάντων αὐτοῦ τὴν δύναμιν· ἐνέτρεχε πρὸς τὸν Ἰσαάκ, μετέβαινε
πρὸς τὸν Σαμουήλ, ὑπεμιμνήσκετο τοῦ Ἰωάννου. τούτους τῇ μνήμῃ ἀνελιττόμενος, ἠνιᾶτο
καὶ ἐδυσχέραινε, πρὶν ἔμπειρον γενέσθαι τὸν στρατιώτην ἐνέδρευεν, παρετάσσετο, ἠκροβόλιζε,
πρὶν ὁπλοφόρον ἰδεῖν ἐπειρᾶτο τρῶσαι, μᾶλλον δὲ κτεῖναι ἐσπούδαζε. καὶ οὗτος μὲν
οὕτως εἶχε, καὶ τῆς κακίας οὐκ ἐπαύετο. ἐμοὶ δὲ ἐνταῦθα γενομένῳ τοῦ λόγου, τὸ τοῦ
Παύλου ἐπῆλθε φθέγξασθαι, Ϡὢ βάθος πλούτου γνώσεως καὶ σοφίας θεοῦ, ὡς ἀνεξερεύνητα
τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.Ϡ πῶς παραχωρεῖ τὸν ἐχθρὸν κατὰ
τοῦ βρέφους τὴν οἰκείαν πονηρίαν ἐνδείξασθαι πῶς ὁ στρατολογήσας μήπω τὸν στρατιώτην
οἷόν τε ὄντα ἐπιλαβέσθαι ὅπλου καὶ θυρεοῦ, τῷ τῆς ἡλικίας
[p. 14] ἀτελεῖ, τῷ ἐχθρῷ συγχωρεῖ δηλήσασθαι ἀλλὰ ταῦτα μὲν ἄχρι θαύματος ἔχει τὴν
ἔρευναν. ὁ δὲ ἀντίπαλος συγχωρεῖται τὸ οἰκεῖον, [λεγε· τὰ οἰκεῖα] κατὰ τοῦ βρέφους
ἐπιδείξασθαι σκαιωρήματα, καὶ μονωθέντα τὸν παῖδα ἤδη τρίτον τῆς ἡλικίας χρόνον
ἄγοντα, ὠθεῖ κατὰ πυρός, καὶ φεύγει [λεγε· φλέγει] μὲν αὐτοῦ ἀμφοῖν ταῖν χεροῖν,
[λεγε· ἄμφω τὰ χεῖρε] καὶ θάτερον τοῖν ποδοῖν. ἀλλ᾿ οὐδὲ τοῦτο ἀσκόπως, ὡς ἐγῷμαι,
διεπράξατο, ἀλλ᾿ ᾔδει τὴν κεφαλὴν αὐτοῦ πατηθησομένην ὁ δράκων, καὶ τῶν ποδῶν ἐπεβούλευσεν·
ᾔδει τὰ ἔργα αὐτοῦ καταλυθησόμενα, καὶ τὰς χεῖρας διὰ πυρὸς ἠκρωτηρίασε· καὶ ὁ μὲν
οὕτω διαιρούμενος, ταῦτα ἔδρασεν, ὁ δὲ θεὸς συνεχώρησε· συνεχώρησεν ἴσως πληγῆναι
τὸν στρατιώτην, ἵν᾿ ἐν καιρῷ ἀγῶνος ἀνδρικώτερον παρατάξηται· ἵνα τὰ ἐκ τῆς τοῦ
ἐχθροῦ ἐπιβουλῆς ἐπαγόμενος στίγματα, νεανικώτερον κατ᾿ αὐτοῦ ἀγωνίσηται, καὶ τὸν
θυμὸν ὅλον κατὰ μόνου κινήσῃ τοῦ ὄφεως.
8. καὶ ὁ μὲν παῖς τοῦ πυρὸς ἀναληφθείς, καὶ τῆς προσηκούσης
[p. 15] θεραπείας ἀξιωθείς, προέκοπτε συνέσει μᾶλλον ἢ ἡλικίᾳ. πρὸς μάθησιν δὲ ἤδη
γενόμενος ἐπιτήδειος, τοῖς παιδοτρίβαις ἐκδίδοται. καὶ παιδεύεται μὲν πᾶσαν ἐγκύκλιον
παίδευσιν, ὅση τε ἡμετέρα καὶ ὅση τῶν ἔξωθεν, τὴν μὲν ὅλην ἐνστερνισάμενος, τῆς
δὲ τὸ χρήσιμον ἐκλεξάμενος· καὶ τῆς μὲν πᾶν νόημα αἰχμαλωτίζων εἰς ὑπακοὴν τοῦ Χριστοῦ,
τῆς δὲ τὸ κίβδηλον νοὸς ἀπωθούμενος καθαρότητι, ἐκαρποῦτο τὸ ὠφέλιμον. καὶ ἦν ἰδεῖν
ἐν βραχεῖ χρόνῳ, φύσεως εὐκληρίᾳ καὶ νοὸς ὀξύτητι παρ᾿ αὐτοῦ κατορθούμενα, ἅπερ
οὐδὲ πολὺς χρόνος ἑτέροις προεξένησεν· οἷς γὰρ πρόσεστιν ἐπιτηδειότης πρὸς μάθησιν,
ἀφιλόσοφα δὲ τὰ τῆς σαρκὸς καταφαίνεται, ἀνόνητά πως τὰ τῆς ἐπιτηδειότητος ἐνεργήματα
καὶ ἄπρακτα τῇ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀκρασίᾳ συντόνως διακοπτόμενα. οἷς δὲ σύνδρομος
ἡ τῶν σαρκῶν φιλοσοφία τῇ τῆς μαθήσεως ἐπιτηδειότητι προσγένηται, ὅση τῆς προκοπῆς
ἡ ἐπίδοσις, λόγῳ περιλαβεῖν ὑπάρχει ἀδύνατον. τοιοῦτος ἦν ὁ νέος
[p. 16] Ἰωσὴφ καὶ τῆς σωφροσύνης κανών, ἐλεύθερος μὲν πάσης μειρακιώδους ἀγωγῆς,
ἐλεύθερος δὲ τῶν λυσσωδῶν ἐπιθυμιῶν, καὶ φεύγων μὲν ἀποτωθασμοὺς μειρακιώδεις, φεύγων
δὲ θωπείας καὶ παίγνια καὶ πάσαν ἄλλην, ὡς εἰκός, κακοήθειαν καὶ ἐν ἀκμῇ μὲν τῆς
ἡλικίας, τὰ πρεσβυτέρων ἐπιδεικνύμενος, ἐν ἀτελεῖ δὲ τῇ ἡλικίᾳ ἡνίκα ἡ φύσις ἥκιστα
μὲν πρὸς τὸ καλὸν τὸ πάγιον δείκνυσι, ῥᾷον δὲ μᾶλλον πρὸς τὸ κακὸν μετατρέπεται,
αὐτὸς τῇ τοῦ ἀγαθοῦ αἱρέσει καὶ ἐκλογῇ τῶν τῆς νεότητος ἡδέων ἐναντίον ἀποδιδράσκων.
ὅθεν ἀνάλογον τὴν τῆς ἀρετῆς ἐπίδοσιν τῇ προκοπῇ ὑπέφαινεν τῇ τοῦ σώματος, διὰ θατέρου
θάτερον κατακοσμῶν εὐπρεπέστατα, ἀποστρεφόμενος μὲν ἅπαν πρὸς τρυφὴν ἐπιτήδειον,
ἀποστρεφόμενος δὲ εὐχροίας σωμάτων καὶ συμμετρίας· καὶ γλώσσης μὲν λαλούσης τὰ τῶν
ἀνθρώπων, ὡς ψυχικῆς ἀρχὴν καθάρσεως ἡσυχίαν διοριζόμενος, ἀκούειν οὐκ ἠνέσχετο,
ἀκροάμασι δὲ μελῶν πρὸς ἡδονὴν πεποιημένων, ἢ ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν
ἀνθρώπων, τὸν τῆς ψυχῆς μάλιστα τόνον λύειν πεφυκότων, τὸ οὖς οὐχ ὑπέκλινεν. ὅθεν
ἐπὶ τῶν ὑλωδεστέρων
[p. 17] μὴ παραχωρῶν τὸν νοῦν διαφορεῖσθαι, μηδ᾿ ἐπὶ τὰ ἔξω διὰ τῶν αἰσθητηρίων
δισκεδάννυσθαι, ἀναστρέφειν μὲν πρὸς ἑαυτὸν παρεσκεύασεν, δι᾿ αὐτοῦ δὲ πρὸς τὴν
τοῦ θεοῦ ἀναβαίνειν ἔννοιαν· κἀκείνου τῷ φωτὶ περιλαμπόμενος, τὴν καλὴν καθ᾿ ἑκάστην
ἠλλοιοῦτο ἀλλοίωσιν.
9. καὶ ταῦτα μὲν τῆς ἐν ἀκμῇ κομιδῇ ἡλικίας αὐτοῦ τὰ πλεονεκτήματα. ὡς δὲ εἰς ἄνδρας
ἀφίκετο, καὶ ἀνδρικώτερον τῇ πρακτικῇ φιλοσοφίᾳ προέβαινεν, εἰσποιεῖτο παρὰ τοῦ
ἱερέως καὶ θείου τὸ τηνικαῦτα τὸν τῆς πατρίδος θρόνον διέποντος, τῶν ἐκκλησιαστικῶν
μεθέξων νομίμων, καὶ πάσης ἄλλης ἐκκλησιαστικῶν εὐκοσμίας μυηθῆναι καὶ καταστάσεως.
καὶ λοιπὸν ἐντεῦθεν γίνεται ποθεινὸς μὲν τῷ θείῳ, ποθεινότερος δὲ παντὶ τῷ τῆς ἐκκλησίας
συστήματι, τοὺς μὲν τοῖς λόγοις, τοὺς δὲ τοῖς τρόποις μεταρ<ρ>υθμίζων πρὸς τὰ κρείττονα·
ἱερεὺς πρὸ τῆς ἱερωσύνης, καὶ θυηπόλος τοῖς πᾶσιν ἐλογίζετο πρὸ τοῦ χαρίσματος [λεγε·
χρίσματος]. εἶχε γὰρ πολλὰ τὰ τοῦτο τὸ κλέος περιποιούμενα· τὸ ἐπιεικὲς τοῦ ἤθους,
τὸ πρᾶον, τὸ ἥσυχον, τὸ μειλίχιον. τὸ τοῦ φρονήματος
[p. 18] εὐσταθές, τοῦ λόγου τὸ προσηνές, τῶν ἔργων τὸ μεγαλοπρεπές· τὴν νηστείαν
ποιούμενος σύνοικον, τὴν σωφροσύνην σύντροφον, τὴν ταπείνωσιν συμμέτοχον, τὴν ἀγάπην
σύσκηνον, δι᾿ ὧν τὸ θυμικὸν ἐχαλίνωσε καὶ κατὰ μόνης τῆς ἁμαρτίας ἐξώπλισε· δι᾿
ὧν τῶν ῥεόντων κατεφρόνησε, καὶ τὴν ἔφεσιν πρὸς τὰ ὄντως καλὰ ἀνεπτέρωσε· καὶ ἁπαξαπλῶς
ἐκ πάσης βοσκηματώδους ὁρμῆς, καὶ παντὸς ὑλικοῦ φρονήματος ἀνώτερον ἑαυτὸν ἐργασάμενος,
τοῦ θείου ναὸν παρεσκεύασε πνεύματος.
10. ἀλλ᾿ οὐ στῆναι μέχρι τούτων ὁ γεννάδας ἠνέσχετο, ἀλλὰ τὸν ἐρημικὸν βίον κατὰ
νοῦν ἐλάμβανεν, ἀλλὰ θορύβου γενέσθαι παρεκτὸς ἐπεθύμει, ἀλλ᾿ ἐν ἀταραξίᾳ νοὸς θεῷ
προσομιλῆσαι καθ᾿ ἑκάστην ἐποτνιᾶτο, ἔχων κατὰ νοῦν τὸν Ἠλίαν, τὸν Μωσέα, τὸν Πρόδρομον,
πῶς ὁ μὲν ἐν τῷ Χορὶβ ἐπιφανείας θείας ἔτυχεν, ὁ δὲ ἐν τῷ Σιναίῳ δακτύλῳ θεοῦ γραφείσας
πλάκας ἐδέξατο, ὁ δὲ βαπτιστὴς τοῦ
[p. 19] τὴν ἁμαρτίαν τοῦ κόσμου ἐχρημάτισεν αἴροντος. φιλεῖ γὰρ ἐν τοῖς τοιούτοις
φιλιστορεῖν ἡ ψυχή, καὶ τῷ θείῳ πυρπολουμένη ἔρωτι ἐξευρίσκειν πολλὰ τὰ παραδείγματα.
ὅθεν λάθρα τῆς πατρίδος ἀπανίσταται, οὐ πρὸς τὴν ἔξοδον φροντίσας πολυτελείας, οὐ
πήραν, οὐ ῥάβδον, οὐ χαλκὸν ἐν τῇ ζώνῃ περιφερόμενος, οὐκ οἰκετῶν πλῆθος, οὐκ ἄλλο
τι τῶν ὅσα πρὸς ἀποδημίαν ἐπιτήδεια, ἀλλ᾿ εἷς οἰκέτης καὶ ἓν ὑποζύγιον τὴν τούτου
πρὸς τὴν ἔξοδον χρείαν ἐπήρκεσεν· ἥκιστα μὲν γονέων φροντίσας γήρως, τοῦτο δὴ τὸ
πολυθρύλητον καὶ τῆς ἀμείνονος ὁδοῦ εὔλογον κώλυμα. δυσαποσπάστως γὰρ τῶν βιωτικῶν
ἔχοντες οἱ ἄνθρωποι, ὁ μὲν τῷ τῶν γονέων οἴκτῳ, ἀδελφῶν ἄλλος, ἕτερος συγγενῶν,
πάντες ἁπλῶς οἱ πλεῖστοι τῆς σφῶν καταμελοῦντες σωτηρίας, πρὸς τὸ καλὸν μένουσιν
ἀκίνητοι. ὧν οὐδὲν ὁ πολὺς οὗτος πρὸς ἀρετὴν ἐννοήσας, (ᾔδει γὰρ γονεῖς μὲν γηροτροφηθήσεσθαι
παρὰ τοῦ κτίσαντος, συγγενεῖς δὲ ἐπιμελείας τυχεῖν παρὰ τοῦ ποιήσαντος αὐτούς) ἀσπάζεται
τὴν ἔρημον μετὰ Ἠλιοῦ καὶ Ἰωάννου, ὡς ἂν
[p. 20] ἀπερικτύπητον τὸ τῆς ψυχῆς διατηρήσας φρούριον, ὁλικῶς εἰσδέξηται τὰς ἀκτῖνας
τοῦ πνεύματος.
11. ἄρτι δὲ τοὺς τοῦ ὄρους ἐπιστὰς πρόποδας, (Ἀγριοσηρικὴ ἦν τῷ ὄρει ὄνομα) ἀποπέμπει
μὲν τὸν παῖδα σὺν τῷ ὑποζυγίῳ οἴκαδε, μονοῦται δὲ πάσης ὑλικῆς ἐπιμιξίας, καὶ πλησιάζει
θεῷ δι᾿ ἀταραξίαν τῇ τῆς ψυχῆς καθαρότητι, καὶ χειραγωγεῖται πρὸς τὰ τοῦ ὄρους ἐνδότερα.
ὕλη δὲ τούτῳ περιφυεῖσα αὐτόματος ποικίλων καὶ παντοδαπῶν δένδρων, μικροῦ δεῖν ἀντὶ
ἕρκους αὐτῷ γίνεται· πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ κρημνοῖς δυσεμβάτοις ἐπιστοιχειοῦται
πάντοθεν. τοῦτο οὐ μόνον ἀστικῶν θορύβων ἀπήλλακται, ἀλλ᾿ οὐδὲ ὀδίτην τινὰ παραπέμπει.
πρὸς δὴ τούτου τοῦ ὄρους ἀναδραμὼν τὴν ἀκρώρειαν, καὶ ἄντρῳ τινὶ περιτυχὼν, ἀρετῆς
ὄντι ἐργαστηρίῳ, ἐν ᾧ ἀνήρ τις πᾶσαν κοσμικὴν διαδρὰς ματαιότητα, Θεῷ ᾠκειώθη διὰ
βίου καθαρότητα, ὃς εἰς τοσοῦτον ἤλασεν ἀρετῆς, ὡς καὶ προφητείας δέξασθαι χάρισμα,
καὶ τῇ πρὸς θεὸν ἐγγύτητι, τῶν μελλόντων προλέγειν τὴν ἔκβασιν.
[p. 21] πρὸς δὴ τοῦτον τὸν τοῦ Μωσέως καὶ Ἠλιοῦ ὁμότροπον ὁ τοῦ Ἀαρὼν ἢ τοῦ Ἐλισσαίου
γενόμενος παραπλήσιος· ἄγει γὰρ θεὸς κατὰ τὸ δὴ λεγόμενον τὸν ὅμοιον ἐς τὸν ὅμοιον.
εἰσδέχεται δὲ μετ᾿ εὐθυμίας πολλῆς. πῶς γὰρ οὐκ ἔμελλεν, τοσοῦτος εἰς ἀρετὴν προγνωσθεὶς
πρὸς τοῦ γέροντος συνδιαιτᾶται δὲ τούτῳ, τὸ μὲν τῶν ἀρετῶν ἤδη κατορθωκώς, τὸ δὲ
παρ᾿ αὐτοῦ διδασκόμενος· κόσμου γὰρ ἀναχώρησιν οὐχὶ ἔξω τούτου γενέσθαι σωματικῶς
διωρίζετο, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμπαθείας τὴν ψυχὴν ἀπορρῆξαι, καὶ γενέσθαι ἄπολιν,
ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀπράγμονα, ἀμαθῆ τῶν ἀνθρωπίνων διδαγμάτων, τὰς ἐκ
τῆς θείας διδασκαλίας ἐγγινομένας ἐντυπώσεις ἕτοιμον τῇ καρδίᾳ ὑποδέξασθαι. τοιοῦτος
δὴ καὶ τοσοῦτος εἰς ἀρετὴν γενόμενος, ἀποκείρεται πρὸς τοῦ τιμίου γέροντος, καὶ
τὸ τῶν μοναχῶν σχῆμα ὑποδυσάμενος, τοῦ λοιποῦ νόμος ἑαυτῷ καὶ κανὼν εὐθύτητος ἐχρημάτισε.
καὶ γίνεται λοιπὸν ὅλος ἔκδημος θεῷ καὶ ἀγγέλοις συνόμιλος.
[p. 22]
12. οὐ πολὺ τὸ ἐν μέσῳ καὶ τὸν πρεσβύτην ἡ ἄνωθεν ἐπεζήτει χοροστασία, καὶ ἡ ὥρα
παρέστη τῆς ἀναλύσεως, καὶ ἡ θεία ἐκείνη προγνοῦσα ψυχὴ τὴν ἔξοδον, μεταστέλλεται
τὸν γεννάδαν, καὶ ἀναζωπυρεῖ θείαις εἰσηγήσεσι, καὶ τῶν μελλόντων προλέγει τὴν ἔκβασιν,
καὶ πρὸς μονήν τινα παραγενέσθαι, ἣν οἱ ἐγχώριοι Βόνυσσαν προσαγορεύουσιν, ἐκεῖ
μετ᾿ εὐθυμίας εἰσδεχθήσεσθαι ἀπαραποδίστως ἐπέσκηπτε· Βόννυσαν ταύτην περὶ ἧς ἐπ᾿
ἀρετῆς πολὺς ὁ λόγος καὶ διαβόητος, ἐν ᾗ δὴ μοναχῶν ὁμήγυρις ἐπὶ γῆς ἰσαγγέλως βιοῦσα,
παντὸς ἀπήλλακται γεώδους φρονήματος. καὶ ὁ μὲν οἷά τις Ἠλίας ὡς ἅρματι τῷ τῇ ζωῆς
τέλει χρησάμενος, διέβη πρὸς τὸν ποθούμενον· διπλῆν τὴν χάριν διὰ τῆς ἐπισκήψεως
ὡς ἐκεῖνος τῷ Ἐλισσαίῳ διὰ τῆς μηλωτῆς χαρισάμενος. ὁ δὲ ταῖς εὐχαῖς τοῦ καθηγησαμένου
στηριζόμενος, ἀπανίσταται τῆς ἐρημικῆς ἐσχατιᾶς, καὶ ὡς τάχιστα καταλαμβάνει τὸ
κοινόβιον, καὶ εἰσδέχεται ὁ ἄγνωστος, ὡς γνωστὸς ἐκ πολλοῦ, ὁ νέηλυς, ὡς ἀεὶ τοῖς
ἐκεῖσε συνών· τοιοῦτον γὰρ ἡ ἀρετὴ καὶ ὅλη μένει πρὸς τὸν μετέχοντα, καὶ τὰς μαρμαρυγὰς
πρὸς τοὺς πέλας
[p. 23] ἀφίησι, καὶ κοσμεῖ μὲν νοητῶς τὸν κεκτημένον, οὐ λανθάνει δὲ τοῖς ὀρθῶς
αἱρουμένοις βλέπειν. ἀλλὰ πρὸ πείρας μὲν αἰδέσιμον ποιεῖ τὸν μετέχοντα, ἐκ μόνης
δὲ παρασκευάζει ἐπιγιγνώσκεσθαι τῆς ὄψεως. ὡς γὰρ ἀγρότης ἀγρότην καὶ γεωργὸς γεωργόν,
εἰ βούλει, καὶ στρατιώτης ἐξ αὐτῆς ἐπιγινώσκει στρατιώτην τῆς ὄψεως, οὕτω κἀν τοῖς
πνευματικοῖς ἀνδράσι πέφυκε γίνεσθαι. ἐτεκμαίροντο γὰρ ἐκ τῆς φαινομένης ἱλαρότητος
τὸ τῆς ψυχῆς ἔνδον κατάστημα, καὶ πλέον οὐδὲν εἶχον πυνθάνεσθαι ἢ προθύμως εἰσδέχεσθαι.
καὶ γίνεται τοῦ τῶν πατέρων χοροῦ κόσμος εὐπρεπέστατος, καὶ οἷόν τις ἥλιος τὸ τοῦ
ἐκεῖ συστήματος φωτίζον στερέωμα.
13. καὶ λοιπὸν ἐντεῦθεν τῆς θαυμαστῆς ἐκείνης πολιτείας, τὴν ἀσώματον ἐν σαρκὶ φιλονεικούσης
ἁμιλλᾶσθαι κατάστασιν, γίνεται κοινωνὸς ὁ θαυμάσιος, καὶ τοὺς ἀγῶνας ὑποδύεται τῆς
ἀσκήσεως, πάσης μὲν ὑλωδεστέρας ζωῆς ἀφορμὴν ἐπιτήδειον ἀπωσάμενος, πρὸς μηδὲν
[p. 24] δὲ τῶν ἀναγκαίων τὸν νοῦν καθελκόμενος τῇ σχολῇ τῶν γηίνων, τὴν πᾶσαν σπουδὴν
ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετήγαγε, πῶς περιποιηθῇ αὐτῷ ἡ διακαιοσύνη καὶ
σωφροσύνη, πῶς κατορθωθῇ ἡ φρόνησις καὶ ἀνδρεία, πῶς αἱ λοιπαὶ πᾶσαι ὅσαι ταῖς γενικαῖς
ταύταις καθηκόντως ἐπιδιαρεῖσθαι πεφύκασι, τὴν τῶν θείων γραφῶν μελέτην ποιούμενος
ἀκατάπαυστα, ὡς ἐκεῖθεν τὰς τῶν πράξεων ὑποθήκας, καὶ τοὺς βίους μακαρίων ἀνδρῶν
ἀναγράπτους παραδεδομένους, οἷόν τινας εἰκόνας ἐμψύχους τῆς κατὰ θεὸν πολιτείας
τῷ μιμήματι τῶν ἀγαθῶν ἔργων εὑρίσκεσθαι· τὴν γὰρ Ἰωσὴφ ἱστορίαν συνεχῶς ἀνελίσσων,
καὶ αὐτοῦ τὰς σωφρονικὰς πράξεις ἐκδιδασκόμενος καὶ εὑρίσκων, οὐ μόνον ἐγκρατῶς
πρὸς ἡδονὰς ἔχοντα, ἀλλὰ καὶ ἐκτικῶς πρὸς ἀρετὴν διακείμενον· καὶ οἵας τὰς ἐπικαρπίας
ἀπηνέγκετο ἐμιμεῖτο καὶ παρεζήλου καὶ ἀνεζωπυρεῖτο τῷ πνεύματι, εἴτε τοῖς τοῦ Ἰὼβ
ἐντυγχάνων παλαίσμασιν, οὐ μόνον ἀνδρείαν καὶ καρτερίαν παρ᾿ αὐτοῦ ἐπαιδεύετο, ὅπως
εἰς πᾶν τοὐναντίον τῷ ἐκείνου περιέστη καιρῷ, ἐκ πλούτου πενία, καὶ ἐκ πολυπαιδίας
ἀπαιδία· ἀλλὰ καὶ τοὺς
[p. 25] παραπλησίων φέρειν ὀνειδισμούς, εἴ ποτε συμβαῖεν, ἐπιεικῶς ἐδιδάσκετο, ἐκεῖνον
κἀν τούτῳ κεκτημένος ὑπόδειγμα ὅπως ἐπὶ κοπρίας τραυματίας καθήμενος, τῶν φίλων
ἐπεμβαινόντων καὶ συχνῶς ἐπιπληττόντων, οὐκ ἐταράχθη οὐδὲ φωνὴν ἀφῆκε τοῦ θυμοῦ
τὴν ὁρμὴν ὑπεμφαίνουσαν καὶ καθεξῆς ἁπλῶς ἐκ πάντων ἐκαρποῦτο τὸ χρήσιμον. ἐκ μὲν
τοῦ Δαβίδ, τὸ πρᾶον· ἐκ δὲ τοῦ Σολομῶντος, δικαιοσύνην καὶ φρόνησιν. εἶτα πρὸς τὸν
Ἀβραὰμ ἀνατρέχων καὶ ἐξ αὐτοῦ ἔχων τὰ ὑποδείγματα, ἔμενεν ἐν τῇ πρὸς θεὸν πίστει
ἐρηρεισμένος καὶ πάγιος.
14. καὶ ἁπαξαπλῶς τοιαύτη τις ἦν ἡ τοῦ βίου ἐκείνου τάξις, καὶ τοιοῦτον τὸ ὕψος
τῆς φιλοσοφίας καὶ ἡ σεμνὴ τῆς πολιτείας ἐν τῇ καθ᾿ ἡμέραν τε καὶ νύκτα διαγωγῇ
[λεγε· διαγωγή?], ὡς ὑπερβαίνειν τὴν ἐκ τῶν λόγων ὑπογραφήν, καθάπερ γὰρ αἱ διὰ
τοῦ θανάτου τῶν σωμάτων ἐκλυθεῖσαι ψυχαί, καὶ τῶν κατὰ τὸν βίον τοῦτον μεριμνῶν
συνεκλύονται, οὕτως κεχώριστο αὐτῶν ἡ ψυχὴ καὶ ἀπῴκιστο πάσης μερίμνης βιωτικῆς,
καὶ πρὸς μίμησιν τῆς τῶν ἀγγέλων διαγωγῆς ἐ<ρ>ρυθμίζετο, ἐν οἷς οὐ θυμός, οὐ φθόνος,
οὐ μῖσος, οὐχ ὑπόνοια, οὐκ ἄλλο τι τῶν τοιούτων
[p. 26] ἐνεωρᾶτο, ἥ τε τῶν ματαίων ἐπιθυμία τιμῆς τε καὶ δόξης καὶ τύφου καὶ περιφανείας
καὶ πάντων τῶν τοιούτων ἐκβέβλητο· τρυφὴ δὲ ἦν ἡ ἐγκράτεια, καὶ δόξα τὸ μὴ γιγνώσκεσθαι,
πλοῦτος δὲ ἡ ἀκτημοσύνη καὶ τὸ πᾶσαν τὴν ὑλικὴν περιουσίαν ὡς κόνιν ἀποτινάξασθαι.
τὴν τοιαύτην οὖν διαγωγὴν τίς ἂν ὑπ᾿ ὄψιν ἀγάγοι λόγος ἀνθρώπινος, παρ᾿ οἷς μεθόριος
ἦν ἡ ζωὴ τῆς τε ἀνθρωπίνης καὶ ἀσωμάτου φύσεως.
15. χρόνος ἦν ἐν τούτοις οὐκ ὀλίγος καὶ συνηύξατο τῷ χρόνῳ τὰ κατορθώματα. ἐντεῦθεν
ἐπὶ τὴν τῶν ἀρετῶν ἀναδραμὼν κλίμακα, καὶ οἷον μετέωρος γενόμενος, οὐκέτι κρύπτεσθαι
οἷός τε ἦν· λυχνίαν γὰρ ἐπάνω ὄρους κρυβῆναι ἀδύνατον· οὐκέτι τὴν οἰκείαν ὁ μαργαρίτης
περικαλύπτειν ἠδύνατο φαιδρότητα, ἀλλ᾿ αἱ μαρμαρυγαὶ τὴν οἰκουμένην διέτρεχον, ἡ
στίλψις διεφημίζετο, ἡ ἄνωθεν ἐπεψηφίζετο πρόνοια, καὶ φθάνει μέχρι τῆς πατρίδος
ἡ φήμη. καὶ διαλύει τὴν
[p. 27] σκυθρωπότητα, καὶ τὴν πρὶν κατήφειαν μεταθεμένη εἰς φαιδρότητα, ἅπαν ἀθυμίας
ἐξηφάνισε λείψανον. καὶ ἐπεὶ ὁ τῆς ἐκκλησίας ἐκείνης πρόεδρος ἤδη τὸν βίον ἐξεληλύθει,
ζῆλον ἐντίθησι κύριος τοῖς τῆς πατρίδος ἔνθεν βουλὴν βουλεύσασθαι ὡς θεοπρεπῆ καὶ
τῷ τότε καιρῷ λίαν προσήκουσαν· ψηφίσασθαι ἀρχιερέα τὸν πρὸ γενέσεως ἱερέα, καὶ
πρεσβείαν ὡς αὐτὸν στεῖλαι, ὡς ἂν ὑπείξῃ καὶ τὴν ἱεραρχίαν ἀναδέξηται. καὶ δὴ στέλλεται
πρὸς αὐτὸν ὅσον {τε} τῆς πόλεως ἔκκριτον, ὅσον τε τοῦ ἱερατικοῦ καταλόγου καὶ ὅσον
ἐν τέλει.
16. οἳ παραγενάμενοι, τοιαῦτά τινα πρὸς αὐτὸν διεξῄεσαν· «ἡ θρεψαμένη σε πόλις καὶ
τιθηνὸς ἐκκλησία πολλὰς παρὰ σοῦ τὰς ἐπικαρπίας ἐλπίζουσαι, ἡ μὲν ἀντὶ θρεπτηρίων
περιβόητος γενέσθαι, καὶ κλέος ἀξιαίρετον [λεγε· ἐξαίρετον] τῶν λοιπῶν ἀπενέγκασθαι
πόλεων, ἡ δὲ καλῶς κυβερνήσεσθαι καὶ μηδὲν τῶν αὐτῆς παρεξεσμένων [λεγε· παρεξεσμένον]
νομίμων κατόψεσθαι, τῶν ἐλπίδων διαμαρτοῦσαι, ἀνιῶνται καὶ σχετλιάζουσι. νῦν οὖν
διαναστάς, τῇ ἐπιδημίᾳ καὶ τὴν ὀφειλὴν ἐκπλήρωσον, καὶ τὰ τροφεῖα
[p. 28] ταῖς θρεψαμέναις ἀπόδος δίκαια διαπραττόμενος· περιποίησαι τῇ μὲν τὸ κλέος
διὰ τῆς πρὸς αὐτὴν ἀφίξεως, τῇ δὲ τὸ καύχημα διὰ τῆς ἐνιδρύσεως, ἀμφοτέραις τὴν
εὐφροσύνην διὰ τῆς ἐπελεύσεως· μίμησαι τοὺς πρὸ τῆς χάριτος, τοὺς μετὰ Χριστόν,
ὅπως ἔργον πάντων τοῦ θεοῦ μεγαλείων καθεστήκει τὸ κήρυγμα, καὶ ἡ τῶν ἁμαρτανόντων
ἐπιστροφή· οὐ γὰρ ἐν τῷ τὸ ἑαυτοῦ περιποιεῖσθαι ἡ τῆς ἀρετῆς τελειότης χαρακτηρίζεται,
ἀλλ᾿ ἐν τῇ τῶν πολλῶν προμηθείᾳ καὶ σωτηρίᾳ τὸ ὑψηλὸν τῆς διανοίας ἑκάστου τῶν ἁγίων
καταφαίνεται. διὰ τοῦτο Παῦλος ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ διέδραμε· διὰ
τοῦτο τοὺς συχνοὺς ὑπέμεινε διωγμούς, τοὺς κατὰ γῆν κινδύνους, τοὺς κατὰ θάλασσαν.
διὰ τοῦτο Πέτρος δεσμὰ ἐκ δεσμῶν ἤμοιβε, καὶ θλίψεις ἐκ θλίψεων, καὶ μύρια ἄλλα,
ἵνα μὴ καθ᾿ ἕκαστον λέγωμεν· διὰ τοῦτο Χριστὸς δούλου μορφὴν ἀνέλαβε· διὰ τοῦτο
ῥαπίσματα κατεδέξατο, ἐμπτύσματα, κολαφίσματα, σταυρόν τε καὶ θάνατον, καὶ τὴν εἰς
ᾅδου κάθοδον.
[p. 29]
17. ταῦτα δὴ καὶ τούτων πλείονα τῶν πρεσβευόντων ὑπειπόντων, ὁ μέγας ἐκεῖνος καὶ
τοῦ εἰρηνικοῦ μαθητής, πραείᾳ τῇ φωνῇ πρὸς αὐτοὺς ἀπεκρίνατο· «ἐμοί, ὦ παρόντες,
κόσμος καὶ τὰ ἐν κόσμῳ ἐσταύρωται, λαοῦ δὲ προστασία καὶ ἱεραρχίας χρίσμα τοῖς βουλομένοις
καταλέλειπται, καὶ οἷς ἡ ἄνωθεν ἐπιψηφίσεται πρόνοια.» ὢ διανοίας ὑψηλῆς, ὢ ἐλευθέρου
φρονήματος τῷ ὄντι, οὗ μὴ καθειλκύσθη τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος, ἀδούλωτον δὲ
πάντη καὶ τῆς πρὸς τὸ χεῖρον ἐπιμιξίας τῇ τῶν καλῶν ἐπεκτάσει ἀλλότριον καθέστηκε·
μόνης δὲ τῆς πρὸς τὸ ἔσχατον τῶν ἀγαθῶν ἐπιμελεῖσθαι διαβιβαζούσης ὁδοῦ, καὶ πρὸς
μηδὲν ἄλλο τὸ σύνολον μετατρέπεσθαι. ἐπεὶ δὲ τὸ τοῦ γεννάδος ἀμείλικτον οἱ πρεσβεύοντες
ἐθεάσαντο (ὢ τοῦ θαύματος) συμβαίνει τι γενέσθαι καὶ τολμηρότερον, εἰ χρὴ τοῦτο
οὕτως λέγειν, ἀλλὰ μὴ τῆς ἄνω ῥοπῆς ἔργον εἰκάζεσθαι· βουλεύονται βουλὴν εὐσεβείας
πλήρη καὶ θρασύτητος, ἕλκουσι τὸν ἅγιον χειρὶ βιαίᾳ καὶ ἄκοντα· οἶδε γὰρ καιροῦ
λαβόμενος πόθος διάπυρος ὁτιοῦν τολμᾶν καὶ
[p. 30] διαπράττεσθαι. ἀλλ᾿ οὐκ ἀπρεπὴς ἡ τόλμα, μὴ γένοιτο, ἀλλὰ σὺν εὐλαβείᾳ πολλῇ
τὸ θράσος ἐδείκνυτο.
18. καὶ ὁ μὲν τὴν καλὴν ἐτυραννήθη τυραννίδα· οἱ δέ, ἐπεὶ τὰ τῆς ἐλπίδος ἀρχὴν εἴληφεν,
ὅση δύναμις ᾤχοντο πρὸς τὴν βασιλεύουσαν, ὑποτεμνομένης μὲν τὸ τῆς ὁδοῦ μῆκος τῆς
προθυμίας, κουφιζούσης δὲ τῆς ἐλπίδος τοὺς ἐκ τῆς ὁδοιπορίας ἐγγινομένους πόνους,
καὶ ῥᾷστα μὲν πάντα μηδὲν δὲ δυσχερὲς ἀπαντήσεσθαι παρασκευαζούσης τῆς πίστεως.
καὶ ἦν ἰδεῖν πάντα τῷ καιρῷ σύνδρομα καὶ τῷ ὀρθῷ σκοπῷ λίαν συντείνοντα· ἀποδοχὴν
παρὰ τοῦ ἱεραρχοῦντος, Ταράσιος ἦν τῷ πατριάρχῃ ὄνομα, τῆς τῶν ψηφιζομένων ἰσόρροπον
προαιρέσεως, καὶ ἀναγνωρισμὸν ἐκ πρώτης ἐντεύξεως. ἔχει δὲ ᾧδε τὰ τῆς ἐπιγνώσεως.
μήπω τοῦ μεγάλου Ταρασίου τῷ ἱερατικῷ ἐπιβάντος θρόνῳ, ἐν τῷ τάγματι δὲ τῷ τὴν μυστικὴν
ἐπιτελοῦντι βασιλικὴν χρείαν κατειλεγμένου, ὅπερ ἀσηκρήτης τῇ Ἰταλῶν
[p. 31] διαλέκτῳ προσαγορεύεται, λαούς τε ἐκμισθουμένου καὶ παννύχους ἐπιτελοῦντος
ψαλμῳδίας, συνέβη τὸν μέγα Γεώργιον ἔτι νέον ὄντα καὶ τῷ θείῳ διηνεκῶς ἑπόμενον
περιτυχεῖν τῷ νεῷ καὶ μέρος τῶν τὴν ἱερὰν ἐκείνην ἐπιτελούντων γενέσθαι ψαλμῳδίαν.
ὡς δὲ ἡ τῶν ψαλμῳδουμένων ἐπετελέσθη συνήθεια, καιρὸς ἦν τοῖς ψάλλουσι διανεμηθῆναι
τὸ μίσθωμα. διενεμήθη δὲ ἑκάστῳ ὡς εἶχε τάξεως καὶ ἐπ᾿ αὐτῷ τὸ τῆς διανομῆς ἔφθασε,
λαβεῖν οὐκ ἠνέσχετο, φήσας τὸν μισθὸν ἐν τῷ μέλλοντι κρεῖττον αἰῶνι ἐκδέχεσθαι.
καὶ οὗτος μὲν οὕτως. ὁ δὲ τὸ γεγονὸς ἐπεσκόπησε, καὶ τὴν τοῦ νέου ἀρετὴν θαυμάσας,
οἷον ἐμπύρευμά τι τῇ διανοίᾳ ἐναπέθετο, ὅπερ ἄρτι ἀνήφθη τραφὲν τῇ μνήμῃ· οἶδε γὰρ
πρᾶξις ἐνάρετος πνευματικοῖς διὰ τῶν αἰσθητῶν ὀφθαλμοῖς ὁραθεῖσα, ἄληστον ἔχειν
τὴν μνήμην καὶ ἀνεξάλειπτον· καὶ τὸν ἄνδρα ἐναργῶς ἀνιστορήσας, προμηθείας εἶναι
τὸ ἔργον θείας ὑπελάμβανε καὶ βουλήσεως. καὶ γνώμης οὕτως εἶχεν, ὡς θᾶττον λόγου
οἷα μαρτυρούμενον ἄνωθεν ἱερέα τε ἀναδεῖξαι καὶ τοῖς ἐπιζητοῦσι παρασχέσθαι πρᾶγμα
οὕτως ἐκ πολλοῦ ποθούμενον.
[p. 32]
19. ἀλλ᾿ ἡ τοῦ βασιλέως ἀποστολή, μᾶλλον δὲ ἡ τοῦ φθόνου προσβολὴ μικρόν τι τὴν
ὁρμὴν ἐπισχεθῆναι τοῦ πατριάρχου παρεσκεύασεν· εἰς τὸν αὐτὸν γὰρ τῆς ἐπισκοπῆς θρόνον
πρὸς αὐτοῦ τοῦ αὐτοκράτορος ἐψηφίζετο ἕτερος· ἀλλ᾿ οὐδαμῶς προτιμῆσαι τῆς ἀληθείας
τὸ ψεῦδος τὸν θεῖον ἀρχιερέα τὸ τοῦ αὐτοκράτορος ἔπεισε πρόσταγμα, οὐδὲ πρόσωπον
αἰδεσθῆναι βασιλικὸν ἢ χεῖρα δεῖσαι τυραννικήν, ἢ κολακείαις ὑπαχθῆναι, ἡ τῶν θείων
ἐντολῶν ἀκριβὴς τήρησις συνεχώρησεν· ἀλλὰ τὸ ἱερὸν ἅπαν προσκαλεσάμενος σύστημα,
καὶ τοὺς ἄνδρας εἰς μέσον ἀγαγών, οἷον Ματθίαν καὶ Νικάνορα, ἀπόπειράν τε ποιησάμενος
τῶν ἀσυγκρίτων καὶ σύγκρισιν, ἔν τε ἄλλοις καὶ τοῖς τῆς ἐκκλησιαστικῆς εὐταξίας,
οὐδὲν πλέον εὑρίσκετο ἢ ὁ χρυσός, χρυσὸς καὶ τῇ τοῦ μολίβδου παραθέσει, λαμπρότερος
ἔτι καὶ τιμώτερος. καὶ ἦν ἰδεῖν ἱερέων συμφωνίαν καὶ κοινὴν ψῆφον καὶ τὸν κλῆρον,
ὡς ἐπὶ Ματθίαν, ἐπὶ Γεώργιον. ὅθεν δέχεται τὸ της ἱερωσύνης χρίσμα, καὶ πρὸς τὴν
πατρίδα ἐκπέμπεται, ἀνιῶν μὲν τῇ ἀναχωρήσει
[p. 33] τὴν βασιλεύουσαν· καὶ γὰρ ἐν βραχεῖ καιρῷ πᾶσι γνώριμος γέγονε, ποθεινός
τε καὶ αἰδέσιμος βασιλεῦσιν, ἄρχουσιν, ἀρχομένοις, δυνάσταις καὶ πένησιν, ὁμοῦ γνωρισθεὶς
καὶ ἀποσπασθείς, ὡς μὴ τὸν πολύν τινα φθάσαι πόθον ἀφοσιώσασθαι· καὶ οὕτως μὲν τὸ
Βυζάντιον. οἱ δὲ τῆς πατρίδος, ἐπεὶ τὸ ζητούμενον εἶχον, ἐπεὶ τῆς ἐλπίδος οὐκ ἐψεύσθησαν,
λαβόντες τὸν ποθούμενον ᾤχοντο.
20. ἀλλὰ παρηνέχθη ἀφηνιάσας ὁ λόγος, καὶ ὑπὲρ τοὺς λόγους ἐφάλλεται, καὶ τῶν ἀρρήτων
κατατολμᾷ καὶ λέγειν προάγεται, ὡσπερεὶ θεατὴς τῶν ἀρρήτων γενόμενος, ὅτι ἐπὶ τῷ
τοιούτῳ κατορθώματι κρότος μὲν ἦν ἄνω καὶ ἔπαινος, εὐφημία δὲ τῶν πολιτῶν τῆς οὐρανίας
πόλεως, χαρὰ δὲ πάσης τῆς ἐν οὐρανῷ πανηγύρεως, καὶ εἰκότως γε, εἰ γὰρ τὸ τελούμενον
εἰς πολλῶν σωτηρίαν κατειργάζετο. καὶ γάρ, ὡς προϊὼν ὁ λόγος δείξει, πολλὰ παρ᾿
αὐτοῦ κατειργάσθη κατορθώματα· συμφορῶν εἰς ψυχὴν αὐτὴν φερουσῶν τὸν κίνδυνον λύσεις,
ψυχῶν καθάρσεις, ἄλλων τε μυρίων κατορθωμάτων ἐσμός. ἄγγελοι δὲ
[p. 34] τῇ τῶν ἀνθρώπων χαίρουσι σωτηρίᾳ, ἐπεὶ καὶ φύλακες τῆς ἑκάστου ζωῆς ἐτάχθησαν·
εἰκότως ἄρα κἀκείνους ἀγάλλεσθαι καὶ συμπανηγυρίζειν τοῖς ἐπιγείοις καὶ συνευφραίνεσθαι.
καὶ εἰ ἐν χειρὶ θεοῦ τῶν ἁγίων αἱ ψυχαί, χαίρει δὲ θεὸς τῇ τῶν ἁμαρτανόντων ἐπιστροφῇ
καὶ σωτηρίᾳ, εἰκότως καὶ ταύτας ἀγάλλεσθαι ὡς τὴν τοῦ συγγενοῦς ἐπαισθανομένας σωτηρίαν
διὰ τῆς τοῦ ἀνδρὸς ἀρετῆς καὶ προμηθείας. ἀλλὰ ταῦτα μὲν ἐπὶ τοσοῦτον.
21. ἤγετο πρὸς τὴν πατρίδα τὸ μέγα θησαύρισμα, περίβλεπτον ταύτην ποιήσων καὶ περιβόητον·
ὃς τά τε ἄλλα αὐτῇ περιεποιήσατο, καὶ τὸ μὴ ὑπό τινος ἄρχεσθαι ἐχαρίσατο, παρρησίᾳ
πρὸς βασιλέα χρησάμενος. τὴν τῶν Γαγγρηνῶν γὰρ ὁ κατ᾿ ἐκεῖνο καιροῦ περιέπων μητρόπολιν,
ὡς εἰκὸς τὰ σοβαρὸν ἐνδεικνύμενος, καὶ ἀλαζονείας τρόπῳ,
[p. 35] μᾶλλον δὲ μισανθρωπίας τὸ ἀπηνὲς ἐνδεικνύμενος, μήτε τὴν αὐτῷ τοῦ θείου
πνεύματος χάριν αἰδούμενος· Ϡβδέλυγμα γὰρ ἁμαρτωλῷ,Ϡ κατὰ τὴν παροιμίαν, Ϡθεοσέβεια,Ϡ
καὶ τὸ καλὸν ὑπὸ τοῦ καλοῦ ὡς θέμις εἴωθεν ἀπαινεῖσθαί τε καὶ σέβεσθαι, ἐναντίως
δὲ πρὸς τὸ μὴ τοιοῦτον ἔχειν καὶ στασιάζειν πέφυκεν· ἀπώσατό ποτε τὸν μέγαν τοῦτον
καὶ τῆς ἄνω Ἱερουσαλὴμ μητροπολίτην εὐπειθείας τρόπῳ ὡς αὐτὸν παραγενόμενον εἰς
ἐπίσκεψιν· ἴσως τῆς τὰ πάντα καλῶς οἰκονομούσης ἔργον τοῦτο προνοίας, διὰ τὴν ἐκείνου
σκληροκαρδίαν, ἵνα μὴ τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος ἄρχηται· ὅπερ δὴ καλῶς ποιοῦν
καὶ συνέδραμε. τοῦτο γὰρ αἴτιον τοῦ μὴ τὸν τῆς πατρίδος ὑπό τινος ἄρχεσθαι θρόνον
συμβέβηκε, βασιλικῆς χειρός, τῇ τοῦ ἁγίου αἰτήσει, τοῦτο δικαίως οἰκονομησάσης.
καὶ ταῦτα εἶπον, οὐχ ὡς τῇ τάξει πρότερα ἢ ἐν προοιμίοις κατεργασθέντα, τοὐαντίον
δὲ πολλῷ τῷ χρόνῳ ὕστερα, ἀλλ᾿ ὡς εἰς τοῦτο τοῦ λόγου περιπεσόντος, καὶ δευτέραν
παραιτουμένου ἐξήγησιν.
[p. 36]
22. ἀλλ᾿ ἐπὶ τὴν ὑπόθεσιν ὁ λόγος μεταρρυθμιζέσθω, καὶ διεξιέτω τὰ εἰσόδια. ἤγετο
πρὸς τὴν πατρίδα τὸ ἱερὸν τοῦτο κειμήλιον, τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ Παῦλος ὁ δεύτερος,
τὸ ἁπλοῦν καὶ ἄκακον ἐνδεικνύμενος· ἄμωμος τῷ βίῳ, προσηνὴς τῷ λόγῳ, ἐπιεικὴς τοῖς
τρόποις· καταγγέλλεται ἡ τούτου τῇ πόλει παρουσία. καὶ ἦν θεάσασθαι κοινὴν συνδρομὴν
καὶ θέαμα γέμον θαύματος, πρεσβύτας τῆς οἰκείας ἀσθενείας ἐπιλαθομένους καὶ νεανικὴν
ἐνδεικνυμένους τὴν προθυμίαν καὶ σπεύδοντας πρὸς τὴν ἀπάντησιν, ἀσθενεῖς ῥωσθέντας
καὶ πόθῳ τὰς ἐκ τῆς ἀρρωστίας παρενοχλούσας ἀποθεμένους προφάσεις, γυναῖκας τὸ ἀσθενὲς
ἀρνησαμένας τῆς φύσεως καὶ ἀνδρ<ε>ίαν γνώμην ἀναλαβούσας, παῖδας τὸν ἴσον τοῖς πρεσβύταις
πόθον ἐνδεικνυμένους, καὶ πάντας ἁπλῶς ὥσπερ τοὺς διψητικωτάτους τῶν ἐλάφων ἐπὶ
τὰς πηγάς, ἐπὶ τὴν τοῦ ἁγίου ἀπάντησιν συντρέχοντας, προστρέχοντας, ἀλλήλους προϋπαντῶντας,
πλήρεις αἱ λεωφόροι, πλήρεις αἱ ἀγυιαί, ἑορτὴ πάνδημος. τί δεῖ καθ᾿ ἕκαστον ἀπαριθμεῖν
τῶν τότε πραχθέντων, ἐνὸν δι᾿
[p. 37] ὀλίγων <τὴν> ὑπόθεσιν περᾶναι. προσάγεται ὁ δίκαιος τῇ μητρὶ ἐκκλησίᾳ, καὶ
λαμβάνει τὰς κλεῖς οἷα Πέτρος ὁ κορυφαῖος ἄνωθεν, καὶ τοὺς οἴακας ἐγχειρίζεται ὁ
καλὸς κυβερνήτης καὶ εἰδὼς ἀκινδύνως περαιοῦσθαι τὴν τοῦ βίου θάλασσαν.
23. ἆρ᾿ οὖν τοσαύτη μὲν ἡ τῆς πατρίδος προθυμία, ἐλάττω δὲ τῆς προθυμίας ὁ τοῦ γεννάδος
ἀγών ἢ ἀγωνίζεται μὲν ἰσορρόπως εἰς τὴν τῶν ἐκκλησιαστικῶν πραγμάτων κατάστασιν,
οὐ πεπαιδευμένως δέ ἢ συνετῶς μέν, οὐ προσηκόντως δέ ἢ ταῦτα μὲν πάντα τελείως καὶ
ὑπὲρ λόγον, ὑπελείπετο δὲ μικροψυχίας ἐν ἑαυτῷ λείψανον, ἢ χαμαιζήλου φρονήματος
οὐμενοῦν· ἀλλ᾿ ὁμοῦ τὰ πάντα ἐτελεῖτο καὶ ἐσπουδάζετο. διατάξεις ἱεραί, εὐκοσμία
τοῦ βήματος, κατάστασις τοῦ ἱερατικοῦ συστήματος. εἰς αὐτὸν γὰρ ὥσπερ εἰς ἀρχέτυπον
ἀφορῶντες πίνακα, τοὺς τῶν ἀρετῶν χαρακτῆρας ἐναργεῖς ἀπεμάσσοντο, καὶ ἔργῳ μᾶλλον
ἢ λόγῳ τὰ δέοντα διδασκόμενοι, ἀνεξαλείπτους τὰς τῆς ἀρετῆς εἰκόνας τῇ ψυχῇ ἐναπετυποῦντο·
ἐκεῖθεν ἐδιδάσκετο πίστις, ἐλπίς, ἀγάπη, ἐκεῖθεν δικαιοσύνη, σωφροσύνη, καὶ λοιπὸς
τῶν
[p. 38] ἀρετῶν κατάλογος, ἐκεῖθεν ἐπιείκεια, πραότης, ταπείνωσις, ἐκεῖθεν ὀρφανῶν
καὶ χηρῶν προστασίαι καὶ πτωχοτροφίαι, χρεῶν ἀποκοπαί, ὀφλημάτων συγχωρήσεις, ἡ
πρὸς τὸ ὁμόφυλον συμπάθεια, ὁ πρὸς τοὺς δεομένους οἶκτος, τελευταῖον, ὃ καὶ μέγιστον,
ἡ πρὸς τὸ θεῖον εὐσέβεια, καὶ ἡ τῶν προσκαίρων καταφρόνησις, καὶ ἡ πρὸς τὰ μέλλοντα
σπουδή, καὶ πρὸς πᾶσαν ἀρετὴν ἐπίδοσις.
24. τῆς δὲ περὶ τὴν πατρίδα κηδεμονίας καὶ προστασίας πολλὰ μὲν καὶ ἄλλα γνωρίσματα·
ἐντεύξεις πρὸς βασιλεῖς, παρρησία πρὸς ἄρχοντας, τούς τε ἄλλους καὶ τοὺς τὰ δημόσια
διῳκηκότας, φόρων ἀποκοπαί, ἐπηρειῶν ἀποτροπαί, προστασίαι τῶν δεομένων, αἱ μὲν
πλείους πνευματικαί, οὐκ ὀλίγαι δὲ καὶ σωματικαί· ἄλλα τε ὅσα ὁ ἀληθὴς ἄνθρωπος
καὶ μετὰ θεοῦ τεταγμένος λαὸν ὠφελήσειεν, ἓν δέ, ὃ μέγιστόν τε καὶ γνωριμώτατον·
ἔφοδος ἦν πολεμίων καὶ τῶν πώποτε μνημονευομένων ἐφόδων χαλεπωτέρα τυγχάνουσα. εἵλκετο
χερσὶν
[p. 39] ἀνόμων γένος ἅπαν δορυάλωτον καὶ ἡλικία πᾶσα, ὅσον μὲν πρὸς μάχην ἔχον ἐπιτηδείως,
ὅσον δὲ γηραιὸν ἢ νηπιῶδες, τῷ διὰ ξίφους θανάτῳ παραπεμπόμενον· τὸ μὲν δέει τοῦ
μή τι νεανικώτερον ἢ καὶ θρασύτερον ἐπιδείξασθαι, τὸ δὲ ὡς ἀχρεῖον καὶ μηδεμίαν
φέρον ὄνησιν· τὸ μὲν ὡς τετρυχωμένον τῷ γήρατι, τὸ δὲ τῷ ἀτελεῖ τῆς ἡλικίας ἐμποδιζόμενον.
τὸ δὲ λοιπὸν ὅσον πρὸς μάχην μὲν ἀνεπιτήδειον, οὐκ ἀχρεῖον δὲ πρὸς ὑπηρεσίαν τῇ
ἀτίμῳ δουλείᾳ ἀποκληρούμενον. πλήρης αἱμάτων ἡ γῆ, πλήρεις οἰμωγῶν αἱ κώμαι, ὀδυρμῶν
πάντα μεστὰ τὴν παρὰ τῶν Περσῶν ἰουδαϊκὴν αἰχμαλωσίαν ἐξεικονίζοντα· οὐδὲ γὰρ ἐλάττω
τῆς περσικῆς ὠμότητος τὸ Ἀγαρηνῶν ἐνδείκνυται φῦλον τὴν ἰταμότητα· τοσοῦτο δὲ μᾶλλον
καὶ λίαν ἀπηνέστερον, ὅσον τῆς ἐκείνων ἀνδρείας ἀπολείπεται· ὅση γὰρ τῆς ἰσχύος
ὕφεσις, τοσαύτη τῆς ἀπονοίας ἡ ἔνδειξις, ἡνίκα νικᾶν προσγένηται, ὥσπερ ὅση τῆς
ἰσχύος ἡ ἐπίτασις, τοσαύτη τῆς συμπαθείας. μητέρων ἐν χερσὶ φίλα τέκνα τὸν διὰ ξίφους
ὑπέμενον ἄωρον θάνατον. αἱ δὲ τὸν αὐχένα τῇ τοῦ ξίφους ἀκμῇ προϋπετίθεντο, ὡς ἂν
μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς τὰ
[p. 40] δείλαια βρέφη ταῖς τῶν πολεμίων χερσὶ διαφθειρόμενα. τίς ἂν τὸ πολύτροπον
τῆς συμφορᾶς τραγῳδήσειε τὴν τῶν πολεμίων ἀπήνειαν, τὴν ὠμότητα, τὴν θηριωδίαν,
πῶς τὸ βρέφος ὁμοῦ τε τῷ μαζῷ προσεφύετο καὶ διὰ τῶν σπλάγχνων τὴν καιρίαν ἐλάμβανε·
πῶς ἡ δειλαία μήτηρ τὴν θηλὴν ἐπεῖχεν τῷ τοῦ νηπίου στόματι, καὶ τὸ αἷμα τοῦ τέκνου
τοῖς κόλποις ἐδέχετο. πολλάκις δὲ τῇ ῥύμῃ τῆς χειρὸς ὁ πολέμιος, τῇ μιᾷ τοῦ ξίφους
ὁρμῇ, τὸ τέκνον τῇ μητρὶ συνδιήλασε. πῶς ἄν τις τῶν πατέρων διηγήσαιτο τὰς ἀνακλήσεις,
τὰς οἰμωγάς, τὰς τελευταίας τῶν τέκνων περιπλοκάς πατρικῶν ἐκ χειρῶν παῖδες ἁρπαζόμενοι,
ἐλεεινὴν τοῖς φύσασι τραγῳδίαν ἠφίεσαν.
25. ἐν τούτοις δὴ καὶ τοῖς τοιούτοις (ὢ τοῦ θαύματος) οὐ παρεσύρη τὴν ψυχὴν τῷ τῆς
δειλίας πάθει ὁ ἅγιος· οὐ τὸ οἰκεῖον ὅπως διαφύγῃ τὴν αἰχμαλωσίαν ἐσκόπησεν· οὐκ
ἀγεννές τι ἐνενοήθη ἢ διεπράξατο, ἀλλ᾿ ὑψοῦ τὴν κεφαλὴν διάρας, καὶ τὸ τοῦ σταυροῦ
φραξάμενος τρόπαιον, καὶ τὸν τῆς πίστεως θυρεὸν ἀναλαβόμενος διατρέχει τὰς γειτνιώσας
κώμας, ἐπισυνάγει πάντας καθάπερ ποιμὴν ἄριστος
[p. 41] τῇ τῶν πολεμίων ὡς λύκων ἐπιδρομῇ, καὶ ὡς ἐν μάνδρᾳ τῇ πόλει ἀσφαλισάμενος,
αὐτὸς ἔξωθεν περιῄει μόνος ἄοπλος, προκινδυνεύων τῆς πατρίδος, τὴν ψυχὴν τιθεὶς
ὑπὲρ τῶν προβάτων, τῇ τοῦ ποιμένος καὶ δεσπότου καὶ ἀρχιερέως μιμήσει. τί δὲ ὁ τῶν
θαυμασίων κύριος, ὁ ἕνα παρασκευάζων ὀπίσω διῶξαι χιλίων, καὶ πολλὰς χιλιάδας δύο
μετακινῆσαι ὅτι [λεγε· ὁ τῇ?] τῶν ἑπτὰ ἱερέων περιόδῳ καὶ τῷ ἰσαρίθμῳ τῶν σαλπίγγων
ἤχῳ τὰ μηχανῆς ἀνώτερα καταβαλὼν Ἱεριχούντια τείχη, ἑνὸς ἱερέως περιόδῳ σώζει πόλιν
μυρίανδρον, καὶ ἀποστρέφει ἔθνος γέμον μανίας, καὶ πᾶσαν ἐκτρίψαι φιλονεικοῦν τὴν
τοῦ Χριστοῦ κληρονομίαν, ταῖς εὐχαῖς ὡς βέλεσι βαλλόμενον καὶ ἡττώμενον, καὶ οἴκαδε
τὴν αἰσχύνην κομιζόμενον, ὄντως κατὰ τὸ δὴ λεγόμενον Ϡἀνδρὸς ἀρετὴν αἰδεῖται καὶ
πολέμιος, εἰ καὶ μὴ βουλόμενος ἀλλ᾿ οὖν γε βιαζόμενος,Ϡ ὡς τότε ἦν θεάσασθαι φεύγοντας,
μηδενὸς διώκοντος, πίπτοντας, μηδενὸς βάλλοντος.
26. τί τούτων πρὸς τῆς ἀληθείας αὐτῆς παραδοξότερον ποῖον διήγημα θαυμαστότερον
πάλαι μὲν τροποῦται Μωϋσῆς τὸν Ἀμαλὴκ
[p. 42] θεοῦ διατάξει καὶ χειρῶν ἐκτάσει, μυστηρίου μείζονος φέρων εἰκόνα καὶ προχάραγμα,
ἀλλ᾿ οὐκ ἀμογητί, ἀλλ᾿ οὐκ ἀναιμωτὶ τὸ τρόπαιον ἵστησιν, ἀλλ᾿ ἐδεήθη πολλοὺς ἀνδρῶν
λογάδας σιδηροφόρων εἰς παράταξιν· ἐδεήθη τῶν τὰς χεῖρας ἐπερεισόντων διὰ τὴν τῆς
μάχης παράτασιν. Ἰησοῦς δὲ καὶ αὐτὸς τοῦ Ναυῆ τὸν ἥλιον στῆναι κατὰ Γαβαώ, καὶ τὴν
σελήνην κατὰ φάραγγας. αὐτὸς δὲ οὐ στρατῷ ὁπλοφόρῳ εἰς τὴν κατὰ τῶν ἐχθρῶν ἀντιπαράταξιν
ἐχαρίσατο [λεγε· ἐχρήσατο], οὐχ ἱππεῖς, οὐκ ἀκροβολιστάς, οὐκ ἄλλο τι τῶν ὅσα πρὸς
μάχην ἐπιτήδεια· οὐ τοὺς τὰς χεῖρας ἐν τῇ πρὸς θεὸν ἐπερείσοντας ἐκτάσει, οὐχ ἡμέρας
παράτασιν, οὐκ ἄλλο τι τῶν ἀπηριθμημένων, ἅπερ ἱστορία παραδίδωσιν, ἀλλὰ μόνος ἄοπλος
χειρῶν ἐπάρσει πρὸς θεὸν μόνον ὁσίων τὸ τρόπαιον ἵστησι, καὶ τὴν πατρίδα περισώζει,
καὶ τὴν ἀρετὴν δεικνύει ἀπρόσιτον καὶ τοὺς ἐχθροὺς πείθει μὴ πάντη οἴεσθαι κατὰ
τῆς τοῦ Χριστοῦ ποίμνης αἴρεσθαι καὶ φέρειν τὰ νικητήρια, ἀλλὰ καὶ τὸ συμβὰν ἡγεῖσθαι
τῆς ἄνω προνοίας παραχώρησιν, ἣ ἀποκτείνει καὶ ζῆν ποιεῖ,
[p. 43] πατάσσει καὶ ἰᾶται. πατάσσει πάντως ἵνα τι μέγα οἰκονομήσῃ, ἵνα διὰ τῆς
παιδείας ψυχικὴν ἐργάσηται σωτηρίαν· ἐπεὶ καὶ τὸν Ἰσραήλ ποτε συνεχώρει αἰχμαλωτίζεσθαι
καὶ εἰς δουλείαν ἄγεσθαι, ὡς ἂν μὴ δουλεύῃ θεοῖς ἀλλοτρίοις, ἀλλ᾿ ἐπιστραφῇ πρὸς
τὴν ἀλήθειαν.
27. ἆρ᾿ οὐ μεγάλα ταῦτα ἆρ᾿ οὐ θαύματος ἔμπλεα ἆρα μή τι τοιοῦτον αἱ τῶν Ἑλλήνων
ἱστορίαι στρατήγημα φέρουσιν ποῖος Ὀδυσσεὺς τοιοῦτον ἵστησι τρόπαιον ποῖοι Ἡρακλεῖδαι
ἢ Πελοπίδαι ὧν οὐδὲν αἱ ἀριστεῖαι πλέον ἔχειν, ἢ αἰσχύνης φαίνονται γέμουσαι. καίπερ
δὲ τούτων τοιούτων <ὄντων>, ὅρα τὰ ἑξῆς ὡς θαυμαστότερα. δηλώσει δὲ νῦν ὁ λόγος.
ἑάλωσάν ποτε τῆς αὐτοῦ πόλεως ἔμποροι δημοσίοις ἐν Τραπεζοῦντι συκοφαντηθέντες ἐγκλήμασι.
τῷ ὄντι δεινὸν ἡ συκοφαντία καὶ τοῦ φθόνου ἔγγονον· ἀμφοτέρων δὲ τέλος ὁ φόνος καθέστηκαν·
ἑάλωσαν καὶ δημοσίᾳ παρὰ τοῦ στρατηγοῦντος φρουρᾷ τηρεῖσθαι παρεδόθησαν, τὸν διὰ
ξίφους ἐκδεχόμενοι θάνατον. καὶ ἦν ἰδεῖν
[p. 44] τῶν ἀνδρῶν, ὡς εἰκὸς τὸν τῶν κακούργων μενόντων θάνατον, ὄψεις ἠλλοιωμένας,
καὶ πρόσωπα συμπεπτωκότα, καὶ κάλλος ἅπαν ἠμαυρωμένον, καὶ τὴν φυσικὴν ἰσχὺν ἐκλυθεῖσαν
καὶ τὴν ὑπερείδουσαν ἀρνησαμένην δύναμιν, καρδίαν συντετριμμένην, καὶ ἀτονήσαντα
γόνατα· φωνὰς τῷ λυγμῷ κοπτομένας καὶ ἀσήμοις εἰκαζομένας, ὄμματα δακρύων γέμοντα,
καὶ τὴν ὀπτικὴν ἀχρειώσαντα δύναμιν. ὀδυρομένων στέρησιν παίδων, οἰκείων, συγγενῶν,
ἐπιβοωμένων τὸ θεῖον, ἐπικαλουμένων τὸν ἅγιον. ὡς ἐπαΐοντος ἐντυγχάνοντες «σπεῦσον»
λέγοντες «εἰς τὴν ἡμῶν βοήθειαν· ἐξελοῦ τοῦ ἀδίκου θανάτου· λῦσον τῆς κατεχούσης
ὀδύνης· μὴ συγχωρήσῃς τὸν τῶν κακούργων ὑπομεῖναι θάνατον· μὴ ἐργάσηται ἐν ἡμῖν
ὁ φθόνος τὸν οἰκεῖον φόνον· μὴ ἐπ᾿ ἀλλοτρίας γῆς τὸ ἡμέτερον χεθὲν αἷμα ὀνειδισμὸν
τῇ πατρίδι προσάψῃ, μὴ τῆς συκοφαντίας παρανάλωμα συγχωρήσῃς γενέσθαι.»
28. ταῦτα καὶ τὰ τούτοις παραπλήσια τῶν ἀνδρῶν ἐν κατωδύνῳ καρδίᾳ φθεγγομένων, καὶ
τὴν ἐσθῆτα διαρρηξάντων, καὶ κόνιν τῇ κεφαλῇ πασαμένων, ὁ θαυμαστὸς ἐν ἐλέει κύριος
ποιεῖ τὸ δρᾶμα τῷ
[p. 45] αὐτοῦ θεράποντι κατάδηλον, ὡς ἂν τῇ πρὸς τὸ ὁμόφυλον συμπαθείᾳ, τοὺς τῆς
ἀρετῆς στεφάνους λαμπροτέρους ἀναδήσηται. καὶ τί γίνεται ἀπανίσταται τῆς πατρίδος,
οὐ πρὸς τὸ τῆς ὁδοῦ μῆκος ὀκλάσας, οὐ πρὸς τὴν ἔξοδον πολλῶν δεηθείς, οὐ νόσον προφασισάμενος
σώματος, οὐχ ὥραν χειμέριον, οὐ πλοῦν δυσήνεμον, οὐκ ἄλλο τι τῶν οἷς οἶδε μικροψυχίας
τρόπος παραποδίζεσθαι· ἀλλ᾿ ὁμοῦ τε ἤκουσεν, ἀπηυτομόλησεν· ἀλλ᾿ ὁμοῦ τὸν τῶν προβάτων
ἔμαθεν ὄλεθρον ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ μεγάλου μιμητὴς ἀρχιποίμενος ἔσπευσε πρὸς
τὴν ἄμυναν· καὶ τῷ πλοίῳ ἐπιβάς, ποιεῖται τὸν πλοῦν πρὸς τὴν τῶν ἀδικουμένων βοήθειαν.
καὶ τὸ τάχος ὅσον. πάντα γὰρ τῇ αὐτοῦ προαιρέσει κατεφαίνετο σύνδρομα· πλοῦς αἴσιος,
τῆς θαλάσσης γαληνιώσης καὶ τῇ τῶν κυμάτων ἠρέμα παραπεμπούσης φορᾷ, καὶ μονονουχὶ
φωνὴν ἀφιείσης καὶ τῷ δικαίῳ ἐπαγαλλομένης ὑπηρετεῖν. καὶ μηδεὶς ἀπιστήσῃ
[p. 46] τοῖς λεγομένοις· ἐπὶ τὸν πρῶτον ἄνθρωπον ἀνατρέχων καὶ τὸ ἐκείνου πρὸ τῆς
παραβάσεως ἐννοῶν ἀξίωμα· ὅπως αὐτοῦ πᾶς ὁ ὁρώμενος εἰς ὑπηρεσίαν κόσμος κατεσκευάσθη·
ὅπως ὑπὸ τοῦ πλάστου κύριος κατέστη, καὶ οἷόν τις οἰκοδεσπότης οἰκέτας ἢ θεραπαινίδας
προσηγορίας ἐπετίθει καταλλήλους τῇ φύσει. εἰ δὲ ταῦτα οὕτως εἶχε, διὰ δὲ τὴν παρακοὴν
ἀπολώλεκε τὸ οἰκεῖον ἀξίωμα, ὁ τὴν ἐντολὴν φυλάξας πάντως λήψεται τοῦτο· καὶ γῆν
καὶ θάλασσαν ὑπηρετοῦσαν ἕξει, καὶ μαρτυροῦσι τὰ τῶν προφητῶν τεράστια, τὰ τῶν ἀποστόλων
καὶ μαρτύρων, ἵνα μὴ καθ᾿ ἕκαστον λέγω, σημεῖα παράδοξα. καὶ ὁ μὲν πάντα σύνδρομα
θείᾳ ῥοπῇ τῇ αὐτοῦ εὑρηκὼς προαιρέσει, ἀπέπλει βοηθήσων τοὺς ἀπόφασιν ἐκδεχομένους
τὴν τελευταίαν.
29. ὁ δὲ τῆς ἀληθείας ἀντίπαλος καὶ τῶν δικαίων ἐχθρός, ὁ τὸ καλὸν ἀεὶ βασκαίνων,
καὶ τὸ κακὸν ἐπισπείρων, καὶ πᾶν εἶδος κακίας ἐπινοῶν, προτρέχει καὶ τοῦ κακοῦ προκαταρτίζεται
τὴν ὁδόν· τὸν γὰρ τοῦ στρατηλάτου ὑπασπιστήν, τῆς κόρτης οὕτως τῇ Ἰταλῶν διαλέκτῳ
[p. 47] λεγόμενον, συνεργὸν εἰς τοῦτο παρεσκευάσατο. ὅς, ὁμοῦ τε τὴν τῆς ἀφίξεως
αἰτίαν μεμάθηκε, καὶ τὴν γλῶσσαν ὡσεὶ ξυρὸν κατὰ τῶν ἀνδρῶν ἠκονημένον ἐκίνησε,
τὰ τῆς συκοφαντίας ἀνανεούμενος, καὶ ἐπιβαρύνων τὰ ἐγκλήματα, καὶ τὸν φθόνον τοῖς
λοιδόροις ἐπιτρέφων ῥήμασι καὶ βασκάνοις διανοήμασι, πολλῶν θανάτων ἐνόχους τοὺς
ἄνδρας ἀποφαινόμενος, καὶ ἐξημαρτηκότας τὰ μέγιστα· νόμους τε παραβαθήσεσθαι καὶ
ἔθη ἀναιρεθήσεσθαι, εἰ μὴ δίκην δοῖεν, ἐπισυμβήσεται, τῶν τετολμημένων διαβοώμενος·
ἄλλα τε ὅσα πονηροὶ λογισμοὶ γεννῶσι, καὶ γλῶσσα δολία εἴωθε φθέγγεσθαι. καὶ οὗτος
μὲν οὕτως. ὁ δὲ στρατάρχης ἐπείθετο, τὸ μὲν ἑκών, ἄφρονι λογισμῷ χρώμενος, τὸ δὲ
ἄκων, κακῷ συμβούλῳ πειθόμενος· δυσαγωγὸν γὰρ τυγχάνον πρὸς ἀρετὴν τὸ ἀνθρώπινον,
δυσπειθέστερον μὲν πρὸς τὰ βελτίω, εὐπειθέστερον δὲ πρὸς τὰ χείρω διατίθεσθαι εἴωθε.
30. τί δὲ ὁ τοῦ Φαραὼ πατάξας τὰ πρωτοτόκια, καὶ πολλαῖς θεοσημείαις καταπλήξας
τὴν Αἴγυπτον πηροῖ τῆς αὐτοῦ συζύγου τὰς ὄψεις, ἐπείπερ ἀπειθῶν ἐφάνη τῷ αὐτοῦ θεράποντι,
ὡς ἂν μαλάξῃ
[p. 48] καρδίαν ἀντιτυποῦσαν, καὶ κάμψῃ τὸν ἀκαμπῆ, καὶ ἡμερώσῃ τὸν ἀτίθασ{σ}ον,
καὶ τὴν ῥύμην στήσῃ τοῦ φθόνου τῇ ἀναιρέσει φόνου, καὶ τὸ τοῦ δόλου δόρυ ἀμβλύνῃ,
καὶ δῷ τῇ ἀληθείᾳ παρρησιάσασθαι. ὁ δ᾿ ἐπεὶ τὸ συμβὰν εἶδεν, ὅλος ἦν ἐλεεινός, δεόμενος,
ἀντιβολῶν, δακρύων, ὀλοφυρόμενος, ἐξομολογούμενος τὸ ἁμάρτημα, τὴν διόρθωσιν ἐπαγγελλόμενος,
τοσοῦτον εἰς εὔνοιαν, ὅσῳ πρὶν εἰς ἀπόνοιαν λογιζόμενος. πεφύκασι γὰρ οἱ περισσότερον
[λεγε· περισσότεροι] εὐημερίας προσούσης ὡς τὰ πολλὰ ἀλαζονευόμενοι, σφοδρότερον
εἰς τοὐναντίον περιτραπέντες ταπεινοῦσθαί τε καὶ ἀφόρητα ἡγεῖσθαι τὰ ἐμπίπτοντα,
τρόπῳ μικροψυχίας κακῶς πρὸς ἀμφότερα διακείμενοι. ὁ δὲ τοῦ ἑβδομηκοντάκις ἑπτὰ
νομοθετήσαντος ἀφιέναι μαθητὴς ἁμαρτήματα, τὸ τῆς συμπαθείας πέλαγος, ἡ τῆς ἀγάπης
πηγή, ὁ τῆς ταπεινοφροσύνης ὑπογραμμός, ἐπεὶ τὸ θράσος εἶδε τραπὲν εἰς ταπείνωσιν,
ἐπεὶ τοὺς θρασεῖς ἐλθόντας εἰς μετάνοιαν, ἐπεὶ ἱκέτας ἐθεάσατο, οὐδὲ πολλῶν ἐδεήθη
λόγων, καὶ παραχρῆμα θείαις ἐντεύξεσι τὴν πήρωσιν ἔλυσε. καὶ οἱ μὲν ἐπεὶ
[p. 49] τῇ ἀπλανεῖ ὄψει, καὶ οὐ τῇ ἀμφιβόλῳ ἀκοῇ τῶν τοιούτων θαυμάτων τὴν πεῖραν
ἔλαβον, δεδιότες καὶ τοῖς ὀφθεῖσι σημείοις ὑποτρέμοντες, τῷ ἁγίῳ τοὺς ἄνδρας παρέσχοντο
καὶ τῶν ἐπταισμένων ἐξῃτήσαντο τὴν συγχώρησιν.
31. γυνὴ δέ τις εὐσεβὴς θείῳ πυρπολουμένη ἔρωτι, γυνὴ εὐσεβὴς καὶ τοὺς τῆς εὐσεβείας
καρποὺς ἐνδεικνυμένη, δέεται τοῦ ἁγίου ἐν τῷ ἑαυτῆς εὐκτηρίῳ οἴκῳ τὴν θείαν ἐπιτελέσαι
λειτουργίαν. καὶ ὅρα τὸ θαῦμα τῶν πώποτε θαυμάτων ἐφάμιλλον· ὅπου γὰρ πίστις γυναικός,
ᾄδεται θεῖα τεράστια, ὥσπερ ὅπου μῆνις, ἀεὶ τῇ κακίᾳ στηλιτεύεται· καὶ ἀμφότερα
ἐν ἑνὶ προφήτῃ καταφαίνεται. διώκεται Ἠλίας ὑπὸ Ἰεζάβελ καὶ οἰκεῖ τὴν ἔρημον, προφήτης
οὕτω φόβερὸς ἐν ἑνὶ ῥήματι πῦρ ἀπ᾿ οὐρανοῦ κατάγων, καὶ τοὺς τῆς αἰσχύνης ἱερεῖς
καταφλέγων, καὶ οὐρανὸν ἀποκλείων, καὶ μαστιγῶν τῇ ἀνομβρίᾳ τὴν σύμπασαν. εἰσδέχεται
παρὰ τῇ Σαραφθίᾳ χήρᾳ, καὶ τὴν τοῦ ἀλεύρου δράκα πληθύνει, καὶ πολυπλασιάζει τὸν
τοῦ ἐλαίου καμψάκην, καὶ τεθνηκότα
[p. 50] τὸν υἱὸν ἀνιστᾷ καὶ τῇ μητρὶ χαρίζεται. καὶ Ἐλισσαῖος ξεναγεῖται παρὰ τῇ
Σουμανίτιδι, καὶ τὸ ἴσον θαῦμα ἐργάζεται.καὶ Ῥαὰβ ἡ πόρνη ξεναγεῖ τοὺς κατασκόπους
καὶ σώζεται. καὶ ἵνα μὴ πάντα λέγων ἐπικορῆ τὸν λόγον ἐργάσωμαι, πόρνη προσφέρει
μῦρον πολύτιμον καὶ ἀλείφει Ἰησοῦν τὸ ἀληθινὸν μύρον, τὸν θεὸν ὁμοῦ καὶ ἄνθρωπον,
καὶ τῶν δυσωδῶν ἀπαλλάττεται πράξεων. καὶ Μαρία ἡ τοῦ Λαζάρου παρὰ τοὺς πόδας τοῦ
Ἰησοῦ καθέζεται τῇ σωτηριώδει διδασκαλίᾳ προσέχουσα. ὄντως θαυμαστῆς γυναικὸς θαυμάσιον
φρόνημα· τὸν φίλον τῇ οἰκίᾳ εἰσδέχεται, καὶ τὰ τῶν ξεναγούντων οὐ διαπράττεται,
ἀλλὰ περὶ τῆς χαμαιζήλου χρείας διανοουμένη ὑψηλότερα· ᾔδει γὰρ τὸν τὸ μάννα ἐν
ἐρήμῳ ὀμβρήσαντα, καὶ ὕδωρ ἐκ πέτρας βλύσαντα, καὶ πέντε ἄρτοις πεντακισχιλίους
κορέσαντα, μηδενὸς τῶν σωματικῶν δεῖσθαι, κἂν ὅτι οἰκονομικῶς ἐπείνασε καὶ ἐδίψησε
καὶ ἐκοπίασε νόμῳ σώματος, καὶ ἀκούει παρὰ τοῦ λόγου, τῆς ἀδελφῆς ἐγκαλούσης, τὴν
ἀγαθὴν μερίδα ἐκλέξασθαι τὴν ἀεὶ διαμένουσαν.
32. ταύτην μοι καὶ μᾶλλον ἡ θαυμαστὴ ἐκείνη γυνὴ ζηλῶσαι
[p. 51] καταφαίνεται· ἐν τῇ ἑαυτῆς οἰκίᾳ γὰρ εἰσδεξαμένη τὸν ἅγιον, οὐ μόνον τῶν
πρὸς σωματικὴν συντεινόντων χρείαν κατημέλει, ἀλλὰ καὶ αὐτῶν τῶν πρὸς τὴν θείαν
ἐπιτηδείων λειτουργίαν, τοῦ ἄρτου λέγω καὶ τοῦ οἴνου, ὅλην ἑαυτὴν ἐπὶ τὴν τοῦ ἁγίου
μεταθεμένη διδασκαλίαν, καὶ τῶν γηῒνων πάντων ἀμνημονήσασα, ἐπελάθετο· διὸ καὶ αὐτὸ
τὸ συμβὰν αὐτῇ θαῦμα τὴν ἀγαθὴν μερίδα ἐπιβοᾶται ἐκλέξασθαι, ἥτις ἐξ αὐτῆς οὐκ ἀφαιρεθήσεται.
ἄρτι γὰρ τῆς διδασκαλίας συντελεσθείσης τῆς τὰς τῶν ἀκουσάντων ψυχὰς μεταρ<ρ>υθμισάσης
ἐκ τῶν γηῒνων πρὸς τὰ οὐράνια, καὶ καταφρονεῖν μὲν τῶν προσκαίρων ὡς ῥεόντων καὶ
φθειρομένων, ἐπιμελεῖσθαι δὲ τῶν αἰωνίων ὡς μενόντων καὶ διαδοχὴν μὴ ἐχόντων παρασκευασάσης.
καιρὸς δὲ ἦν λοιπὸν τῆς μυστικῆς λειτουργίας ἀπάρξασθαι, μήπω δὲ παρόντων τῶν πρὸς
τὴν πρόθεσιν ἐπιτηδείων, ὡς λέλεκται, θαυματουργεῖ τί ὁ ἅγιος, μᾶλλον δὲ δι᾿ αὐτοῦ
ὁ θεός, ὁ προφήτην διὰ προφήτου θρέψας ἐν λάκκῳ, καὶ Ἠλίαν διὰ κόρακος καὶ τοῖς
μαθηταῖς ἑτοιμάσας τὸ αὐτόματον ἐκεῖνο καὶ θεῖον ἄριστον, μετὰ τὴν ἐκ νεκρῶν ἤδη
τρίτον ἐμφανισθεὶς ἀνάστασιν, ἐκ ταμιείων ἀκηράτων ὧν αὐτὸς οἶδεν ὁ παρασχόμενος,
τὸν εἰς τύπον τοῦ
[p. 52] θείου αὐτοῦ σώματος καὶ αἵματος ἄρτον καὶ οἶνον, ἵνα καὶ τὸν αὐτοῦ δοξάσῃ
θεράποντα καὶ τὸν εὐσεβῆ λογισμὸν τῆς πιστῆς ἐκείνης γυναικὸς ἀνακηρύξῃ γλώσσης
μεγαλοφώνου τρανότερον, καὶ ἐκ περιουσίας τοῖς τε θεασαμένοις, τοῖς τε ἀκούσασι,
τοῖς τε οὖσι, τοῖς τε γεννησομένοις πιστώσηται, ὅτι αὐτός ἐστιν ὁ εἰρηκὼς μηδὲν
τῶν πρὸς χρείαν προσηκόντων μεριμνᾶν ἀλλ᾿ ἢ τὴν βασιλείαν τοῦ θεοῦ καὶ ταῦτα πάντα
προστεθήσεται ὑμῖν.
33. εἰ γὰρ ἡ τῶν τοιούτων καὶ τηλικούτων ὡς ἐδόκει τῇ τῆς θείας διδασκαλίας ὁλοψύχῳ
προσοχῇ ἀμελήσασα, οὐ μόνον οὐχ ὑπεύθυνος, ἀλλ᾿ ἐπαινετὴ ὡς τὸ ὑπὲρ λόγον θαῦμα
ἔδειξε, πόσων ἂν κακῶν ἄνθρωποι πάντες ἀπηλλάγησαν, πόσων ἀγαθῶν ἠξιώθησαν, εἰ ἐπιρρίψαι
ἐπὶ κύριον τὴν μέριμναν ἠβουλήθησαν. ὡς ὄφελον μηδὲ τὴν ἀρχὴν ἐξευρεῖν τὰς κατὰ
γῆν ἐμπορίας, τὰς κατὰ θάλασσαν, τὰς ἀκαίρους φροντίδας, τοὺς μακροὺς κόπους, τοὺς
πόνους, τὰς ἀγρυπνίας,
[p. 53] ταῦτα δὴ τὰ τῆς φιλαργυρίας πικρότατα ἔκγονα, δι᾿ ἧς φθόνοι καὶ φόνοι καὶ
ναυάγια, δι᾿ ἧς λῃσταὶ καὶ κλέπται καὶ ἅρπαγες, δι᾿ ἧς ψεύδη καὶ ὅρκοι καὶ ἐπιορκίαι,
καὶ ὁ μύριος ἄλλος τῶν κακῶν ἑσμός. ὡς εἴθε ἐπὶ κύριον ἐπέρριψαν τὴν μέριμναν, τὸν
τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ μήτε σπείροντα μήτε θερίζοντα τρέφοντα, τὸν ἐξ ἀρχῆς
τὸν πρωτόπλαστον τῆς μακαρίας ἐκείνης καὶ ἀνωλέθρου διαγωγῆς ἀξιώσαντα, κἂν ὅτι
τῷ τῆς παρακοῆς ὀλισθήματι γῆς ἀκανθοφόρον οἰκεῖν κατεδικάσθη καὶ ἄρτον ἐσθίειν
ἐν ἱδρῶτι.
34. ἄλλ᾿ ἵνα μὴ ἔξω τοῦ σκοποῦ ὁ λόγος προάγηται, τετράφθω πρὸς τὸ προκείμενον.
ἐπεὶ οὖν τῶν τοιούτων ἡ Τραπεζοῦς ἀπέλαυσε θαυμάτων, ἔδει δὲ λοιπὸν πρὸς τὴν πατρίδα
παραγενέσθαι τὸν ἅγιον, τοὺς σεσωσμένους δῶρον κομίζοντα, ἐκεῖθεν δ᾿ ἐπανῆξαι πρὸς
τὴν βασιλεύουσαν. καὶ γὰρ τοσοῦτον ἦν τῇ τε κρατούσῃ τὰ τῶν Ῥωμαίων [p. 54] σκῆπτρα,
Εἰρήνη ἦν τῇ βασιλίσσῃ τὸ ὄνομα, καὶ τῷ ταύτης παιδὶ Κωνσταντίνῳ ἐπέραστος, ὡς μηδ᾿
ἐπιπολὺ ἀνέχεσθαι τὴν αὐτοῦ ἀπουσίαν, ἀλλὰ προδήλως αὐτὸν ἐκβιάζεσθαι ἀεὶ συνεῖναι
αὐτοῖς καὶ τῆς βασιλείας κοινωνεῖν καὶ τὰς τῆς ἀρχῆς καλῶς διιθύνειν ἡνίας, κἂν
ὅτι γνώμῃ ταπεινόφρονι τὰς ἐν βασιλείοις διατριβὰς καὶ τὴν πρὸς αὐτοκράτορας οἰκειότητα,
ὥς τι τῶν αἰσχίστων διοριζόμενος ἀπεστρέφετο.
35. ἐπεὶ οὖν ταῦτα οὕτως εἶχε, καὶ πρὸς τὸ Βυζάντιον παρεγένετο, συμβαίνει τι παράδοξον,
ἐν ᾧ μετὰ τῶν ἄλλων ἐδείχθη καὶ προφητικοῦ χαρίσματος ἔμπλεως, καὶ πολιτείας ἀρίστης
ὑπογραμμός, καὶ κανὼν τῶν τὰ μέλλοντα προορᾶν ἠξιωμένων εὐθύτατος, ὡς ὁμοῦ τε λέγειν
καὶ ἀδήλοις ἐμφάσεσιν ὑποκρύπτειν τῶν μελλόντων τὴν ἔκβασιν, φειδοῖ τῶν μικροψύχων
καὶ θερμοτέρων τὴν διάθεσιν· ὡς ἂν μή τινος τῶν ἀβουλήτων αἰτία ἡ πρόρρησις γένηται,
ἀλλὰ κεῖσθαι μὲν ἀδήλως τὴν δήλωσιν, συνορᾶν δὲ μετὰ τὴν τῶν πραγμάτων ἔκβασιν τὴν
πρόρρησιν καὶ χάριν ὁμολογεῖν θεῷ τῷ πάντα εἰδότι πρὸ
[p. 55] γενέσεως. ὁ κατ᾿ ἐκεῖνο τοίνυν καιροῦ τῶν δημοσίων φόρων προεστώς, Νικηφόρος
ἦν τῷ λογοθέτῃ ὄνομα, ἐν πρώτοις τῶν αὐτοῦ φίλων καὶ συνήθων τυγχάνων, οὐ μόνων
τῶν εἰς ψυχὴν ἀνηκόντων, ἀλλὰ καὶ αὐτῆς τῆς βιωτικῆς ἀγωγῆς ποιούμενος καθηγεμόνα
τὸν ἅγιον, ὡς ἂν αὐτοῦ καὶ βίος καὶ λόγος καὶ πρᾶξις καλῶς διιθύνοιτο· οἶκον δι᾿
ἀγορᾶς βουληθεὶς ἐπικτήσασθαι καὶ τῷ κοινῷ πάντων καθηγεμόνι τὸ πρᾶγμα κοινωσάμενος,
τῆς μὲν ὁρμῆς ἐπεσχέθη, τῆς δὲ βασιλείας εἴληφε τὰ σήμαντρα, καὶ ταὐτὸν πέπονθε
τῷ Σαούλ, καθὸ τὸ πάρεργον τοῦ ἔργου ἐφάνη μεῖζον ἐμπορευσάμενος. γυναικὸς γάρ τινος
χηρευούσης οἴκων εὐμεγέθων κτήτορος, κληρονόμον αὐτὸν οὐ μετὰ πολὺ γενήσεσθαι ὁ
ἅγιος ἀπεφήνατο. τὸ δὲ ἦν περὶ τῆς βασιλίσσης, μεθ᾿ ἣν τὴν βασιλείαν αὐτὸς διεδέξατο.
καὶ τέως μὲν οὐ συνῆκεν αἰνιγματωδῶς ῥηθεῖσαν τὴν τοῦ πράγματος δήλωσιν, ἐπεὶ δὲ
τὸ προρρηθὲν ἐξέβη, καὶ τὸ προφητικὸν τοῦ ἁγίου χάρισμα κατενόησεν, [p. 56] οὐδὲν
ἦν αὐτῷ τὸ βασιλικὸν διάδημα, οὐδὲ πᾶσα ἡ τῶν Ῥωμαίων ἀρχή, πρὸς τὸ ἐκείνῳ συνδιαιτᾶσθαί
τε καὶ συνεῖναι καὶ συναυλίζεσθαι, ὡς καὶ αὐτῆς τῆς ἁλουργίδος ὑπερορᾶν, καὶ λάθρᾳ
τὸ ἐκείνου περιβάλλεσθαι χιτώνιον καὶ τριβώνιον καὶ τῆς αὐτοῦ ἡγεῖσθαι τοῦτο βασιλείας
φυλακτήριον καὶ κραταίωμα, ὡς καὶ τῶν ὑψηλῶν περιφρονεῖν στιβάδων, καὶ ῥίπτειν ἑαυτὸν
ἐπ᾿ ἐδάφους, καὶ τῆς ὑψηλῆς ἐκείνης κοινωνεῖν χαμευνίας καὶ ἀγρυπνίας.
36. καὶ ταῦτα μὲν οὕτως. ἓν δὲ λοιπὸν ἐκ τῶν πολλῶν ἐπιμνησθέντες, ἐπὶ τὴν λῆξιν
τοῦ λόγου χωρήσωμεν. ποιούμενος οὖν ποτε τὸν πλοῦν διὰ τοῦ Εὐξείνου πόντου πρὸς
τὴν πατρίδα, καὶ γενόμενος ἐν τόπῳ τινί, ἐν ᾧ τοῦ Σαγγάρεως, ποταμὸς δὲ ἦν ὁ Σάγγαρις,
διὰ τῆς τῶν Γαλατῶν χώρας ῥέοντος τὸ ῥεῖθρον ἐκδίδοται· καὶ δὴ πρὸς αὐτὰς τοῦ ποταμοῦ
τὰς ἐκβολὰς εἰσβάλλοντος τοῦ πλοίου, ἔνθα καὶ μάχη τις συμβαίνει τοῦ ποταμίου πρὸς
τῇ ἅλμῃ νάματος, τοῦ μὲν σφοδρῶς ἐπιρρέοντος, τῆς δὲ θαλάσσης τραχυνομένης ταῖς
αὔραις, καὶ τὰ πελάγεια πρὸς τῇ χέρσῳ ἐκπτυούσης κύματα, ὅπου γε καὶ ἀπογείου πνέοντος
πνεύματος καὶ πολλὰ τοὺς πλωτῆρας ἀνιῶντος, ἔστι
[p. 57] δὲ οὕς σὺν ναυσὶ καὶ βυθίζοντος. τὸ τηνικαῦτα καὶ μάλιστα ἐκ σκαιοῦ τινος
δαίμονος βιαιότερον πνεύσαντος, ὡς καὶ τὸ ῥεῦμα διασχάσαι καὶ ἀνακαχλάσαι καὶ βρασμώδεις
ψόφους ἀποτελέσαι, καὶ ταῖς κατὰ μικρὸν εἰρεσίαις ἐνεχθέντος ἐπὶ τὴν ἤπειρον, ἀποβὰς
ἔστη ἐπὶ τῆς ὄχθης, καὶ τὰς χεῖρας εἰς τοὺς οὐρανοὺς ἐπάρας ἐπετίμησε τῷ πνεύματι
καὶ τὸν κλύδωνα κατεστόρησε [λεγε· κατεστόρεσε] καὶ ἔμεινε τὸ βίαιον ἐκεῖνο πνεῦμα,
ἐν ἐκείνῳ τῷ τόπῳ τοῦ λοιποῦ μὴ πνεῦσαν, δεσμῷ τινι ἀφύκτῳ τῷ τοῦ ἁγίου προστάγματι
κατεχόμενον. τί, πρὸς τῆς ὑμετέρας σωτηρίας, τῶν ὅσα παρὰ τῶν ἁγίων ἔκπαλαι κατειργάσθη
θαυμάτων, τῷ μεγέθει οὐχ ὑπερανέστηκε ποῖον τῶν παραδόξων οὐχ ὑπερηκόντισε τὸ γὰρ
δαίμονας ἀπελαύνειν καὶ θεραπεύειν νοσήματα, καὶ ἄλλων μυρίων ἐπιτελεῖν θαυμάτων
ἑσμόν, ὧν πλήρεις πᾶσα συγγραφή τε καὶ ποίησις, οὐ μέγα τοῖς ἁγίοις ἀκηλίδωτον τὸ
κατ᾿ εἰκόνα διατηρήσασι καὶ τῇ πρὸς τὸ ὁμόφυλον συμπαθείᾳ τῶν τοιούτων εἰληφόσι
θαυμάτων τὴν ἐνέργειαν· τὸ δὲ στοιχεῖα διατάττειν, καὶ φορὰς ἀνέμων [p. 58] ἐπιτάττειν,
καὶ θαλάττιον ἐπιτιμᾶν κλύδωνα, καὶ τούτοις οἰονεὶ ἀνένδοτόν τινα χαλινὸν ἐπιτιθέναι
καὶ ὅρον ἀπαράβατον, τοῦτο δὴ τοῦτο τῆς θείας φύσεως ἔργον, τῆς ἐκτεινάσης τὸν οὐρανὸν
ὡσεὶ δέρριν, καὶ γῆν ἐπὶ ὑδάτων πηξαμένης καὶ χαλινούσης τῇ ψάμμῳ τὴν θάλασσαν.
37. ᾗ Γεώργιος δι᾿ ἄκρας, ὡς ἐφικτόν, ἐξομοιωθεὶς ἀπαθείας καὶ καθαρότητος, τῶν
τοιούτων θαυμάτων κατεπλούτησε τὴν ἐνέργειαν, ὡς ἂν μηδένα τῶν αὐτοῦ καταφανῆναι
θαυμάτων ἄμοιρον. ἀλλ᾿ οὓς μὲν ἤδη διὰ γενέσεως ὁ βίος ἐδέξατο, τούτοις τὸ τηνικαῦτα
καταλλήλως εὐεργετηθῆναι ταῖς παραδόξοις θαυματουργίαις ἐπισυμβέβηκεν ἀφθονώτατα·
οἷς δὲ τοῦτο μὲν τέως οὐκ ἐξεγένετο, ὁ δ᾿ ἐπιὼν χρόνος ἔμελλεν ὑποδέχεσθαι, τούτοις
πρὸς τὸ μέλλον τὰ τῆς εὐεργεσίας ἕως ἐδείχθη ἐταμιεύετο. θαρρῶν δ᾿ ἄν τις εἴποι
καὶ τοὺς πάλαι κεκοιμημένους ἁγίους τῶν αὐτοῦ τι καταπολαῦσαι. τῷ γὰρ τούτων μιμήματι
τὸν ὅμοιον τούτων τρόπον κτησάμενος, καὶ καθ᾿ ἑκάστην, δαυϊτικῶς εἰπεῖν, ἀναβάσεις
ἐν τῇ καρδίᾳ διατιθέμενος· καὶ τὴν καλὴν ἀλλοίωσιν
[p. 59] ἀλλοιούμενος, τοῖς μὲν ἡμιλλήθη, τῶν δὲ ἐκράτησε, καὶ οἷόν τι ἓν ἀρετῆς
εἶδος τὰς πάντων ἀριστείας ἀπομαξάμενος, εἰς ἑαυτὸν καλῶς ἀπηκριβώσατο· ὥστε μέγα
μὲν τούτῳ πρὸς τοιαῦτα ἀφορῶντι ἀρχέτυπα, μείζω δ᾿ ἐκείνοις, τοιοῦτον ἐσχηκόσι τὸν
μιμησάμενον· ἐπεὶ καὶ ζωγράφος ἄριστος, καὶ στρατιώτης ἐπὶ παρατάξεως τὴν βασιλέως
ἀνδρείαν μιμησάμενος, ἐπὶ τὸ πρωτότυπον πεφύκασι διαβιβάζειν τὴν εὔκλειαν.
38. τὴν γὰρ τῶν λόγων καὶ πράξεων παντευχίαν, ὡς ἄλλους οἰκογενεῖς ὁπλισάμενος,
καὶ καλῶς ὑπὲρ τῆς εὐσεβείας στρατοπεδεύσας, ὡς ἕτερον Λὼτ ἀπαράτρωτον τὸ ποίμνιον
διετήρησε, καὶ τὴν μέχρις αἵματος ὑπακοὴν πρὸς τῶν ὅλων πατέρα θεὸν προσκτησάμενος,
καὶ τοῦτο διδάσκων πρακτικῶς ἐμφανέστατα, καὶ θυόμενος καθ᾿ ἑκάστην τῇ προαιρέσει,
καὶ θύτης τῆς ἀναιμάκτου θυσίας διαδεικνύμενος,
[p. 60] υἱοὺς θεοῦ καὶ κληρονόμους ἐκ τῆς θεοπρεπῶς ἁρμοσθείσης αὐτῷ ἐκκλησίας,
ὡς ἐξ ἄλλης Ῥεβέκκας πανσόφως ἀπεγέννησε καὶ τὴν ποίμνην οὐκ ἐξ ἀσήμων, ἀλλ᾿ ἐπισήμων
καὶ λογικῶν πληθύνας, τὸ εὐδόκιμον ὡς ὄντως ἐπὶ τῇ μαντικῇ [λεγε· ἐπὶ ποιμαντικῇ]
ἐκληρώσατο. ταῦτα Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τὰ πλεονεκτήματα. σωφροσύνην δὲ ἄκραν
ἀσκήσας, ὡς ἄλλην Αἰγυπτίαν τὴν πολυμήχανον ἁμαρτίαν τῇ τῶν γηῒνων ἀπεκδύσει εὐπετῶς
διαπέφευγε· καὶ τοῦ νέου δημαγωγὸς ἀναδειχθεὶς πνευματικὸς Ἰσραήλ, ὡς ἐξ Αἰγύπτου
τῆς ζοφερᾶς ἐξαρπάσας ἁμαρτίας, πρὸς γῆν τῆς ἐπαγγελίας νοητῶς διεπέρασε, στυφούσῃ
διδασκαλίᾳ, ὣς ἅλμῃ τῆς Ἐρυθρᾶς, ἅπαν ἀποκλυσάμενος ἐκ μνήμης αἰγυπτιακὸν καὶ ἔκτοπον
λείψανον καὶ τὸ ἐν ἱερεῦσι σεβάσμιον προσκτησάμενος, οὐ Μωσέα εἶχε τὰ πρὸς θεὸν
ἐξηγούμενον, ἀλλ᾿ ὁμιλίᾳ ἀμέσους τὰς πρὸς θεὸν ἐντεύξεις ποιούμενος, καὶ ὑπὲρ τῶν
τοῦ λαοῦ καθ᾿ ἑκάστην ἀγνοημάτων τὰς ἱερὰς θυσίας προσφέρων, Ἰωσὴφ καὶ Μωσέα καὶ
Ἀαρὼν ἐναργῶς ἐξεικόνισε· καὶ Φινεὲς τὸν ζῆλον οὐκ
[p. 61] ἀγεννῶς ἐμιμήσατο, φιλαργυρίας καὶ ψεύδους μίξιν ἐκτεμὼν παρρησίας μαχαίρᾳ
τὴν πανώλεθρον καὶ φόνον ἐν τούτοις δολερῶς ἐγκυμονούμενον τὴν αἰσχίστην διακόψας
γαστέρα, πρὶν εἰς τέλος ἐλθεῖν, ἄσημον ἀπέδειξε ἀμβλωθρίδιον· τὸ νεανικὸν πρὸς ποιμαντικὴν
τοῦ Δαυὶδ πρὸ τῆς χρίσεως ἐξεικονίσας ἀριδηλότατα τὰς ἀρκώδεις ὁρμὰς καὶ λεοντώδεις
τῶν παθῶν τῇ λογιστικῇ δυνάμει ὡς ἀληθῶς ἐναπέπνιξε· καὶ τὸν ἡγεμόνα νοῦν καθοπλίσας
τῇ καθαρότητι τὸν νοητὸν Γολιὰθ παραταξάμενος ἐσφενδόνησεν. Ἠλιοῦ καὶ Ἰωάννου ἐσχηκὼς
τὸ φιλέρημον, τοὺς ἀσεβείας ἐλέγχους ὑπὲρ τούτους ἐποιήσατο· Πέτρου καὶ Παύλου τὸ
θερμὸν πρὸς τὴν πίστιν καὶ μεγαλοφυὲς ἐνεδείξατο· τῶν λοιπῶν μαθητῶν τοῦ Λόγου τὸ
πρὸς ἀποστολὴν ἐβεβαίωσεν ἐν ἑαυτῷ ἀκριβέστατον, πᾶσιν ἀνακαλύπτων τὰ ζωαρχικὰ καὶ
θεοπαράδοτα τῆς αὐτῶν κρυφιομύστου διδασκαλίας λόγια· τὴν τῶν μαρτύρων ὑπὲρ τῆς
ἀληθείας μέχρι θανάτου τῇ συνειδήσει ἐπεδείξατο ἔνστασιν, ἅπαν ἁμαρτίας ἰσχυρῶς
καταστρεψάμενος εἴδωλον.
[p. 62]
39. τοὺς ἐν ποιμαντικῇ διαλάμψαντας πατέρας ὑπερηκόντισε. τίς γὰρ οὕτως τὸ πεπλανημένον
ἐπισυνήγαγε καὶ τὸ ἀπολωλὸς ἐπεζήτησε, καὶ τὸ χωλεῦον ἐπανωρθώσατο, καὶ τὸ ἀρρωστοῦν
ἐθεράπευσε καὶ τὸ μὲν τοῖς φυλακτικοῖς, τὸ δὲ τοῖς καθαρτικοῖς φαρμάκοις ἀσινὲς
διετήρησεν, ἥκιστα μὲν ῥάβδῳ διὰ τὸν λόγον χρησάμενος, τῷ τρόπῳ δὲ μᾶλλον ἢ τῷ λόγῳ
τὸ πλεῖστον διορθωσάμενος· ὢ πῶς τὴν μισανθρωπίαν ἀπήλασε, τὴν δὲ φιλανθρωπίαν τῇ
ὑψηλῇ ταπεινώσει ἀντεισήγαγε· συνεξοστρακίσας μὲν τῇ φιλαργυρίᾳ τὴν πλεονεξίαν,
ἀντεισαγαγὼν δὲ τὴν ἀκτημοσύνην καὶ τὸν ἔλεον. καὶ τῇ μὲν δικαιοσύνῃ τοὺς πάντας
συνέδησε, τῇ δὲ σωφροσύνῃ κατακοσμεῖσθαι παρεσκεύασε, καὶ πρὸς ἀνδρείαν καλῶς ἐξεπαίδευσε·
συνεθίζων γενναίως κατὰ τῶν ἀοράτων ἐχθρῶν ἀντιπαρατάττεσθαι. οὐδὲν γὰρ οὕτως ἰσχυρὸν
πρὸς ἀρετῆς ἐπίκτησιν πέφυκεν, ὡς ἡ τῶν προεστώτων ἔμπρακτος πολιτεία τοῖς ὑπὸ χεῖρα
καθέστηκεν.
[p. 63]
40. ἀλλ᾿ ἐπειδὴ χρεὼν ἄνθρωπον ὄντα λειτουργῆσαι καὶ τὰ τῆς φύσεως, καὶ τὴν ὕλην
ἀποτιναξάμενον πρὸς τὴν ἀμείνω λῆξιν μεταβῆναι καὶ τοὺς ὑπὲρ εὐσεβείας στεφάνους
ἀναδήσασθαι, θεῷ ἀκραιφνῶς συγγενόμενον, τὴν τελευταίαν ὑπελθὼν ἀρρωστίαν, οὐδαμῶς
τὸν ὅρον τοῦ τέλους ἠγνόησεν, ἀλλὰ περιχαρῶς ὑπεδέχετο, χάριν ὁμολογῶν τῷ δήσαντι,
καὶ διὰ λύσεως ἀπαλλαγὴν τῶν φθαρτῶν οἰκονομήσαντι καὶ συνδήσοντι αὖθις, οἷς ἐδικαίωσεν
κρίμασιν ὑψηλότερον. καὶ ἐκδημεῖ τοῦ σκήνους τῇ πρὸ δύο τῆς δεκάτης τοῦ Δύστρου
μηνὸς καὶ πρὸς θεὸν ἐπανέρχεται ἡ θεόληπτος ἐκείνη ψυχὴ διὰ νεκρώσεως τῶν ὀρεκτῶν,
τὸ ἀκρότατον. καὶ ἦν ἰδεῖν συνδρομὴν βασιλέων καὶ ἀρχιερέων, καὶ δάκρυα, θρῆνον
ἀρχόντων καὶ ἀρχομένων ἀπαράκλητον· τῶν μὲν τὸν ὑπογραμμὸν τοῦ καλῶς ἄρχειν, τῶν
δὲ τὸν κανόνα
[p. 64] ἀποδυρομένων τοῦ καλῶς ἄρχεσθαι· καὶ κηδεύεται χερσὶν ἱερέων θεοπρεπῶς καὶ
προστίθεται τοῖς ἀρχιερεῦσιν ὁ ἀρχιερεύς, τοῖς ἀποστόλοις ὁ μαθητής, τοῖς προφήταις
ὁ βλέπων τὰ ἔμπροσθεν, τοῖς μάρτυσιν ὁ καθ᾿ ἑκάστην τῇ συνειδήσει διὰ Χριστὸν θανατούμενος.
41. καὶ κρύπτεται μὲν τῷ τάφῳ ἀνθρωποπρεπῶς, οὐ συγκαλύπτεται δὲ λήθῃ ἁγιοπρεπῶς,
ἀλλ᾿ ἐκλάμπει τοῖς θαύμασι θεοπρεπῶς, ὧδέ πως, ὡς ἐκ πολλῶν ὀλίγα δηλώσωμεν· οὐ
γὰρ πάντα λόγῳ παραστῆσαι πειρασόμεθα. ὁπόσοι ὑπὸ πνευμάτων ἀκαθάρτων ὀχλούμενοι,
μόνῃ τῇ τῆς αὐτοῦ σοροῦ προσψαύσει τῶν δαιμόνων ἀπηλλάσσοντο, ἢ μέλεσι παρειμένοι
φοράδην κομισθέντες, οἴκαδε ποσὶν οἰκείοις ῥωσθέντες ἐπανήρχοντο, ἢ τῇ στερήσει
τῶν ὄψεων ὑφ᾿ ἑτέρων ποδηγούμενοι, εἰληφότες τὸ βλέπειν, τῆς βαθείας νυκτὸς ἀπηλλάγησαν·
ἢ γὰρ ἂν καὶ μικρῷ κυάθῳ ἐπεχειροῦμεν μετρεῖν πέλαγος· ἢ ψάμμῳ θαλασσίῳ ἀρετὴν καθυπεβάλλομεν,
καὶ γῆς πρὸς οὐρανὸν
[p. 65] ἠριθμοῦμεν διάστημα. ἀλλ᾿ ὡς ἂν ἐξ ὀνύχων, κατὰ τοῦτο δὴ τὸ τοῦ λόγου, τὸν
λέοντα διαγράψωμεν, καὶ τὴν πρὸς θεὸν αὐτοῦ παρρησίαν καὶ οἰκειότητα καὶ μετὰ τὴν
ἐντεῦθεν ἀνάλυσιν, ἔργῳ κατάδηλον ποιησώμεθα, ἓν ἢ δύο τῶν ἐκείνου θαυμάτων ἐπιμνησθέντες,
τὸν λόγον εἰς πέρας προάξομεν.
42. ὑετὸς γέγονε σφοδρότατος, ὡς τούς ποτε γεγονότας τῷ πλήθει ἀποκρύψασθαι, καὶ
ἄλλος κατακλυσμὸς ὡς εἰκὸς ἀπεικάζεσθαι· τῶν ὀρῶν ἐπικλυζόντων, τῶν πεδίων πλημμυρούντων,
πλήρεις ὑδάτων οἰκίαι, ναοί, τὸ μὲν ἄνωθεν ἐκ τῆς ὀροφῆς τὸ δὲ κάτωθεν διὰ τῶν θυρῶν
ἐπικλύσαν πάντα ἐπλήρωσε, τῆς πόλεως ταῖς πάντοθεν τῶν ὑδάτων ἐπιρροαῖς, ὡς ἐν θαλάσσῃ
ναυτιώσης καὶ κλονουμένης καὶ καταστροφὴν ἀπειλούσης, εἰ μὴ ἡ ἄνωθεν πάντα πρὸς
τὸ συμφέρον διεξάγουσα πρόνοια, ἡ στίλβουσα μὲν τὴν τῆς τιμωρίας ῥομφαίαν, μὴ ἐπάγουσα
δὲ τὴν τομήν, ἀλλὰ μετανοίας ἡμῖν ὁδὸν ὑπανοίγουσα, τὴν ῥύσιν ἐπέσχε, καὶ τὴν σωτηρίαν
ταῖς τοῦ ἁγίου πρεσβείαις ἐβράβευσεν, ὡς τὸ τελεσθὲν ἐν τῇ αὐτοῦ σορῷ
[p. 66] θαῦμα ἔδειξε. τοῦ γὰρ ναοῦ πλημμυροῦντος, οὐδαμῶς τῷ τάφῳ τὸ ὕδωρ προσεπέλασεν,
ἀλλ᾿ ὁ τὴν Ἐρυθρὰν σχίσας καὶ τὸν Ἰορδάνην ἀνακόψας, αὐτὸς καὶ τηνικαῦτα διὰ τὸν
αὐτοῦ ἐτερατούργησε θεράποντα, καὶ ἦν ἰδεῖν τὴν ὑγρὰν καὶ εὐόλισθον φύσιν εἰς ἀντιτυπίαν
μεταχθεῖσαν, ἐντεῦθεν καὶ ἐντεῦθεν τοῦ τάφου διεστῶσαν οἱονεὶ τειχίον τι πάγιον
καὶ ἀκίνητον, ὡς μηδὲ μικρὰν ἐμποιῆσαι τῷ τάφῳ νοτίδα. ὄντως θαυμαστὸς ὁ θεὸς ἐν
τοῖς ἁγίοις αὐτοῦ, ἐπιτελῶν θαυμαστὰ καὶ ἐξαίσια ὑπὲρ πάντα λόγον καὶ δύναμιν· καὶ
ταῦτα μὲν οὕτως.
43. τὰ δὲ ἑξῆς ὡς λίαν παράδοξα· ἔφοδος ἦν βαρβάρων τῶν Ῥῶς· ἔθνους, ὡς πάντες ἴσασιν,
ὠμοτάτου καὶ ἀπηνοῦς καὶ μηδὲν ἐπιφερομένου φιλανθρωπίας λείψανον. θηριώδεις τοῖς
τρόποις, ἀπάνθρωποι τοῖς ἔργοις, αὐτῇ τῇ ὄψει τὴν μιαιφονίαν ἐπιδεικνύμενοι, ἐπ᾿
οὐδενὸς [λεγε· οὐδενὶ?] τῶν ἄλλων, ὧν πεφύκασιν ἄνθρωποι, χαίροντες, ὡς ἐπὶ φονοκτονίᾳ·
τοῦτο δὴ τὸ φθοροποιὸν καὶ πρᾶγμα καὶ ὄνομα, ἀπὸ τῆς Προποντίδος ἀρξάμενον τῆς λοίμης
[λεγε· λύμης],
[p. 67] καὶ τὴν ἄλλην ἐπινεμηθὲν παράλιον, ἔφθασεν καὶ μέχρι τῆς τοῦ ἁγίου πατρίδος,
κόπτων ἀφειδῶς γένος ἅπαν καὶ ἡλικίαν πᾶσαν, οὐ πρεσβύτας οἰκτεῖρον, οὐ νήπια παρορῶν,
ἀλλὰ κατὰ πάντων ὁμοῦ τὴν μιαιφόνον ὁπλίζων χεῖρα, τὸν ὄλεθρον ἔσπευδεν διαβῆναι
ὅση δύναμις. ναοὶ καταστρεφόμενοι, ἅγια βεβηλούμενα, βωμοὶ κατὰ τ<ρ?>όπον ἐκείνων,
σπονδαὶ παράνομοι καὶ θυσίαι, ἡ Ταυρικὴ ξενοκτονία ἐκείνη ἡ παλαιὰ παρ᾿ αὐτοῖς νεάζουσα,
παρθένων σφαγαί, ἀρρένων τε καὶ θηλειῶν· ὁ βοηθῶν οὐδείς, ὁ ἀντιπαραταττόμενος οὐκ
ἦν· λειμῶνες καὶ κρῆναι καὶ δένδρα σεβαζόμενα· ἡ ἄνωθεν παραχωροῦσα πρόνοια, ἴσως
διὰ τὸ τὴν κακίαν πληθυνθῆναι· οἷα πολλὰ πεπονθέναι τὸν Ἰσραὴλ παρὰ τῆς γραφῆς μεμαθήκαμεν.
44. ὁ ποιμὴν ὁ καλὸς οὐ παρῆν μὲν τῷ σώματι, συνῆν δὲ θεῷ τῷ πνεύματι καὶ τοῖς ἀνεφίκτοις
ὡς ἐνώπιος ἐνωπίῳ ἐντυγχάνων καὶ μυούμενος κρίμασιν, τῆς πρεσβείας ἠμέλει καὶ τὴν
βοήθειαν ἀνεβάλλετο. ἀλλ᾿ εἰς τέλος παριδεῖν οὐκ ἠνέσχετο, θαυματουργεῖ δὲ [p. 68]
τῶν ἄλλων κἀνταῦθα οὐκ ἐλάττω{ν}. εἰς γὰρ τὸ ἱερὸν τῶν βαρβάρων εἰσελθόντων καὶ
τὸν τάφον θεασαμένων θησαυρὸν εἶναι τὸν ὄντως θησαυρὸν ὑπετόπασαν· καὶ δὴ τοῦτον
ἀνωρύξαι ὁρμήσαντες, παρειμένοι ὤφθησαν χεῖρας, παρειμένοι πόδας καὶ δεσμοῖς ἀοράτοις
πεδηθέντες, ἔμειναν ὅλως ἀκίνητοι, ἐλεεινοί, θάμβους καὶ δέους μεστοί, οὐδὲν ἄλλο
δυνάμενοι ἢ φθέγγεσθαι.
45. ὁ δὲ σφῶν ἡγεμών, ἐπεὶ τὸ παράδοξον εἶδε τοῦ πράγματος, δέους ἐπλήσθη καὶ ἐκπλήξεως·
καί τινα τῶν τῇ αἰχμαλωσίᾳ ὑπηγμένων προσαγαγών, ἐπύθετο πρὸς αὐτοῦ, τί ἂν εἴη τοῦτο
τὸ γεγονός, καὶ ποίου θεοῦ ἡ τοιαύτη δύναμις, καὶ τί ἂν εἴη τὸ κατορωρυγμένον ἐκεῖ,
καὶ τίνι τρόπῳ ἔπαθον οἱ στρατιῶται. «θεοῦ» φησί «τοῦ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι τόδε
τὸ πᾶν παραγαγόντος, αὕτη ἡ δύναμις, τοῦ ποιοῦντος ὅσα ἂν βούληται, ᾧ ἀντειπεῖν
οὐ δύναται οὐδείς, οὐ βασιλεύς, οὐ τύραννος, οὐκ ἄρχων, οὐ βάρβαρος, οὐχ ὅντινα
ἂν εἴποις, οὐκ ἔθνος ὅλον. δι᾿ αὐτοῦ γὰρ βασιλεῖς βασιλεύουσι, καὶ
[p. 69] τύραννοι κρατοῦσι γῆς.» «τί δέ» φησὶν ὁ βάρβαρος «οὐχ ἡμεῖς καθ᾿ ἡμέραν
θυσίας τοῖς θεοῖς προσφέρομεν, βωμοὺς καὶ σπονδὰς ἐπιτελοῦντες» «ἀλλ᾿ οὐδαμῶς, ὦ
οὗτος, θεοὶ ἀληθεῖς, οἷς ὑμεῖς σπένδετε· οὐδὲ τοιαύταις θυσίαις ὁ ἡμέτερος χαίρει
θεός· ἀνενδεὴς γάρ ἐστιν ὡς πάντων δεσπόζων.» «καὶ ἔστι τις ἄλλη θυσία» φησίν «ᾗ
ὁ ὑμέτερος στέργει θεὸς καὶ πῶς ἀνενδεὴς ὁ ταύτης ἐπιδεόμενος» «δέεται μέν, ὦ οὗτος,
αὐτὸς οὐδενός, προσίεται δὲ πράξεις ἀγαθάς, ἀγαθὸς ὤν. ἐκ διανοίας προσφερομένας
καθαρᾶς. ὃς δὲ καθαρὸς ὤφθη ἐνώπιον αὐτοῦ δι᾿ ἔργων ἀγαθῶν, οὗτος παρ᾿ αὐτοῦ τιμῆς
ἀξιοῦται μεγίστης, καὶ ζῶν καὶ θανών.» «καὶ τίς ἡ τιμὴ αὕτη» φησίν. «τοῦ πᾶν ὅ,τι
ἄν» ἔφη «θέλωσιν ἐπιτελεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, καὶ τοὺς τιμῶντας αὐτοὺς εὐεργετεῖν,
καὶ τοὺς ἀτιμάζειν ἐπιχειροῦντας ἀμύνεσθαι. διὰ τοῦτο καὶ οἱ σοὶ ὡς ὁρᾷς στρατιῶται,
τοῦτον ἀνωρύξαι τὸν τάφον τολμήσαντες, ἐπειδὴ ὕβρις ἦν τοῦ κειμένου χερσὶ βαρβάρων
ἀνοσίων ἐρευνᾶσθαι, τῇ πρὸς θεὸν παρρησίᾳ τούτων τὰς χεῖρας καὶ τοὺς πόδας ἐπέδησεν.
καὶ εἰ βούλει μαθεῖν οὕτως ἔχουσαν τὴν ἀλήθειαν,
[p. 70] προσάγαγε τούτῳ δῶρα, καὶ δι᾿ ἡμῶν τῶν χριστιανῶν ἐξευμένισαι, καὶ ἀπαλλαγήσονται
οἱ ἄνδρες τῶν κατεχόντων αὐτοὺς ὀδυνηρῶν.» «καὶ ποίοις δώροις» φησὶν οὗτος «χαίρει
καὶ τίνα προσδέχεται» «ἔλαιον» ἔφη «καὶ κηρούς (τοῦτο γὰρ ἔθος ποιεῖν χριστιανοῖς)
καὶ αἰχμαλώτων ἐλευθερίαν καὶ τὴν πρὸς τὰς ἐκκλησίας φυλάττειν αἰδῶ· ταῦτα πάντα
εἰ βουληθῇς ποιῆσαι καὶ φυλάξασθαι, ὄψει τοὺς σοὺς στρατιώτας ἐρρωμένους ὡς πρότερον.»
46. ἐφ᾿ οἷς καταπλαγεὶς ὁ βάρβαρος πάντα ποιεῖν ὑπισχνεῖτο ὡς τάχιστα· καὶ τὴν ἐλευθερίαν
καὶ παρρησίαν δοὺς χριστιανοῖς, αὐτοῖς καὶ τὴν πρὸς τὸν θεὸν καὶ τὸν ἅγιον πρεσβείαν
ἐπέτρεψεν. καὶ δὴ γίνεται φωταυγία δαψιλὴς καὶ πάννυχος στάσις καὶ ψαλμῳδία καὶ
ἀφίενται οἱ βάρβαροι τῆς θεηλάτου ὀργῆς καὶ γίνεται καταλλαγή τις καὶ κατάστασις
τούτων πρὸς χριστιανοὺς καὶ οὐκέτι ἐξύβριζον εἰς τὰ ἅγια, οὐκέτι θυσιαστηρίων κατωρχοῦντο
θείων, οὐκέτι χερσὶν ἀνοσίοις ἱερὰ ἀφῃροῦντο κειμήλια, οὐκέτι αἵμασιν ἐκκλησίαι
[p. 71] ἐμολύνοντο, ἀλλ᾿ ἤρκεσεν εἷς τάφος ἐλέγξαι βαρβάρων ἄνοιαν, ἀλλὰ παῦσαι
τὴν πολλὴν μιαιφονίαν, ἀλλὰ καταστεῖλαι τὴν θηριωδίαν καὶ εἰς προβάτου μεταγαγεῖν
ἡμερότητα τοὺς λύκων ἀνημερωτέρους, ἀλλὰ θείους αἰδεῖσθαι ναοὺς τοὺς ἄλση καὶ λειμῶνας
σεβαζομένους.
47. εἶδες τάφου δύναμιν, σθένος ἔθνους ὅλου καταπαλαίσαντος εἶδες τάφου δύναμιν·
Ϡσυμβοσκηθῆναι λύκον μετὰ ἀρνὸς παρασκευάσαντος,Ϡ κατὰ τὸν Ἡσαΐαν, καὶ Ϡπάρδαλιν
μετὰ ἐρίφου συναναπαύσασθαιϠ εἶδες σοροῦ δόξαν, ὡς ἡλιακὰς αὐγὰς προβαλλομένην τὰ
θαύματα εἶδες κόνιν πολλῶν οἰστῶν καὶ δοράτων ἰσχυροτέραν εἶδες λείψανον [λεγε·
λειψάνων] ἰσχὺν καρδίαν ἀντιτυποῦσαν μαλάξασαν ὦ τάφε φαινόμενε καὶ θησαυρὲ νοούμενε·
ὦ τάφε τάφους ζημιώσας καὶ πολλοῖς ζωὴν προξενήσας. ὦ σορὸς ἧς ἡ δόξα μέχρις ἔφθασεν
ὁρίων ὠκεανοῦ. ὦ κόνις λικμήσασα βαρβάρους καὶ συντρίψασα ὅπλον καὶ ῥομφαίαν καὶ
πόλεμον. ὦ λείψανα κρυπτόμενα, χρυσοῦ τιμιώτερα, λίθων
[p. 72] πολυτελῶν περιφανέστερα, βύσσου καὶ πορφύρας λαμπρότερα, βασιλέων δυνατώτερα,
χριστιανῶν κράτος καὶ καύχημα. ὦ θεῖον γεώργιον, ἐπὶ γῆς σπαρὲν τῇ τοῦ πνεύματος
γεωργίᾳ, καὶ ἕως οὐρανοῦ αὐξηθὲν καὶ εὐκαίρως τρυγηθέν, καὶ οὐρανίαις ἀποθήκαις
ἐναποτεθέν, καὶ κατὰ καιρὸν δαψιλῶς διανεμόμενον καὶ μὴ πληρούμενον, διαθρυπτόμενον
καὶ μὴ ἐλαττούμενον, διαδιδόμενον καὶ μὴ κενούμενον, δαπανώμενον καὶ πληθυνόμενον.
ὦ δένδρον ὑψίκομον ἐν διεξόδοις πνευματικῶν ὑδάτων ἐμφυτευθέν, καὶ ἐν καιρῷ τῶν
καρπῶν τὰ θαύματα παρασχόμενον, οὗ τὸ φύλλον [λεγε· τῶν φύλλων?] τῶν χαρισμάτων
τὸ κάλλος καὶ πλῆθος οὐδαμῶς ἀπορρυήσεται οὐδὲ πληρωθήσεται.
48. ὦ τῆς ἄνω Ἱερουσαλὴμ πολῖτα καὶ τῆς ἀληθινῆς σκηνῆς λειτουργὲ καὶ τοῦ ἀνεκφράστου
κάλλους ἐπόπτα, ἐποπτεύοις ἡμᾶς ἄνωθεν καὶ περιέποις τοὺς σοὺς ὑμνητάς, ἐλευθερῶν
μὲν ἁμαρτιῶν, ἐλευθερῶν δὲ πταισμάτων, ἀπαλλάττων θλίψεων, συμφορῶν, περιστάσεων,
κινδύνων, παντὸς οὑτινοσοῦν ἀνιαροῦ. ἔχομεν ἐκ τῶν θαυμάτων τῆς πρὸς θεὸν παρρησίας
σου ἐναργεῖς τὰς ἀποδείξεις,
[p. 73] οὐκ ἀμφίβολος ἡ χάρις, ἡ πρεσβεία ἀκαταίσχυντος· καὶ τοῦ μὲν τολμήματος
τῆς τῶν σῶν ἐγκωμίων ἐγχειρήσεως σύγγνωθι, τῆς δὲ προαιρέσεως ἀπόδεξαι· ἐπεὶ καὶ
θεῷ τοῦτο εὐάρεστον. οὐ γὰρ προπετείας ὁ τρόπος, πίστεως δὲ διαπύρου τὸ σπούδασμα,
καὶ τῆς τοῦ εἰς τόδε συνωθήσαντος ἐγχείρημα φιλίας Ἰωάννου τοῦ κλεινοῦ καὶ τῶν καλῶν
ἐραστοῦ. οὗ καὶ τῇ παραινέσει πεισθείς, ὡς ἂν μὴ παρακοῆς ἐπισπάσοιμι ἔγκλημα, εἰς
τοῦτο ἐμαυτὸν καθῆκα τῶν ἐγκωμίων τὸ πέλαγος. καὶ χαίρω μὲν ἐν τούτοις ἡττώμενος,
ὅσον ἐν ἄλλοις ἐπιφερόμενος τὰ νικητήρια. ἡ γὰρ τῶν λόγων ἧττα τῶν ἐγκωμιαζομένων
ἔργῳ διαγράφει τὸ μέγεθος, τοῦτο δὲ τὸ ὑψηλὸν τῆς ἀρετῆς διαδείκνυσιν, ἡ δὲ τῆς
πρὸς θεὸν ἐγγύτητος ὑπεμφαίνει τὸ βέβαιον. διὸ φάνηθι προστάτης, ἀρωγός, ὑπερασπιστής,
δὸς ἡμῖν ἐγκωμίων πλείονας ἀφορμὰς τῇ τῶν θαυμάτων σου ἐπιδόσει, ἐν τῇ πρὸς θεὸν
παρρησίᾳ σου, τὴν πόλιν σου ταύτην φρούρησον, τὴν ποίμνην σου ταύτην φύλαξον ἐν
Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων· ἀμήν.
**********************************************************