Saint: DAVID, SYMEON AND GEORGE (#4)
Edition: van den Gheyn, "Acta graeca ss. Davidis, Symeonis, and Georgii Mitylenae in insula Lesbo," AB 18 (1899) 209-59

[p. 211]

βίος καὶ πολιτεία καὶ διήγησις περὶ τῶν τρισμακάρων καὶ θεοφόρων πατέρων ἡμῶν Δαβίδ, Συμεὼν καὶ Γεωργίου, τῶν ἐν παλαιοῖς καὶ δεινοῖς χρόνοις φωστήρων ἀναλαμψάντων. εὐλόγησον, πάτερ.

1. ἀνδρῶν μέν τισιν αἱ πρὸς ἀλλήλους μάχαι καὶ πόλεμοι τὴν τῶν λόγων παρέσχον ἀφορμήν, βουλαί τε στρατηγήματα καὶ κατ᾿ ἀλλήλων ἀνδραγαθήματα καὶ τρόπαια, ὡς ἂν μὴ χρόνος ἀμαυρώσῃ τὰ πεπραγμένα, καὶ τούτων τάχα πρὸς χάριν ἢ μῖσος τὰ πολλὰ τῶν γεγενημένων ἐξήλεγξεν ἡ ἀλήθεια· ἑτέροις δὲ μῦθοι καὶ πλάσματα τὴν τῶν λόγων συστροφὴν καὶ σύνταξιν, τὸ ψεῦδος [λεγε· ψευδῶς] ἐπικαλύπτοντα [λεγε· ἐπικαλύπτειν τὰ] τῶν συγγραφέων ἢ ποιητῶν τὴν πιθανότητα ἐπιδεικνύοντα. ἀλλὰ τῆς [λεγε· τοῖς] μὲν ἱστορίας ἕνεκα τούτων καὶ ἀληθείας πεπονηκόσι χάρις οὐκ ὀλίγη καὶ ἀποδοχὴν μνήμην τῷ βίῳ παρεσχημένη [λεγε· παρεσχημένοις] τῶν εὖ τε καὶ καλῶς
[p. 212] πεπραγμένων, ὡς ἂν οἱ ἐντυγχάνοντες μὴ τοῖς αὐτοῖς πάλιν ὀλισθήμασιν περιπέσοιεν ἢ ἐξ ἀβουλίας ἢ ῥᾳθυμίας, ἔχοιντο δὲ τῶν ὀρθῶν βουλευμάτων καὶ πράξεων· τοὺς δὲ μύθους καὶ πλάσματα προστεθεικότας οὐκ οἶδ᾿ ἀνθ᾿ ὅτου τίς γε λογισμοῦ κρατῶν ἐπαινέσει τῆς ἐγχειρήσεως, εἰ μὴ καὶ γέλωτα καταχέει τούτων, στήλην ὥσπερ ἀνεξάλειπτον τῆς αὐτῆς ἀνοίας τὴν πραγματείαν καταλίποντας· καὶ ὅσον οὗτοι τῷ κομψῷ τῶν λόγων τοὺς μύθους σεμνύνουσι, τοσοῦτον ἐκεῖνοι τῶν συγγραφέων τὸ ἀνόητόν τε κατηγοροῦσι καὶ ἀναίσχυντον. ἡμῖν δὲ τοῖς πρὸ πάντων προτιθεμένοις τὴν ἀλήθειαν, οἷς ἡ ὑπόθεσις ὁσίων τε καὶ ἀοιδίμων ἀνδρῶν βίον καὶ πολιτείαν ἀγγελικὴν ἐπὶ γῆς δεδειγμένων ἀναγράψασθαι προθυμουμένοις, βαρὺ μὲν ἐδόκει καὶ φορτικὸν τὸ ἐπίταγμα, ὡς πρὸς ἀγῶνας καὶ κόπους τοσούτους τῆς ἡμετέρας ἰλλιγιώσης διανοίας. καὶ οὐκ ἄν ποτε πρὸς ταῦτα ὡρμήθημεν αὐθαίρετοι, ἀλλὰ καὶ λίαν ἠβλαβούμεθα [λεγε· ηὐλαβούμεθα] καὶ ἐδεδοίκειμεν, ὡς τὴν ἰδίαν τῶν λόγων ἀσθένειαν ἐπιστάμενοι. ἐπειδὴ δὲ δεσμοῖς ἡμᾶς καὶ θείαις ἐντολαῖς πεδησάμενοι, οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ τρὶς ἐκλιπαρήσαντας καὶ ἄκοντας ἡμᾶς πρὸς τοῦτο καὶ ἀνανεύοντας καθειλκύσατε, σύγγνωτε μὲν τοῖς ἐξ ἀγνοίας τὴν ἡμετέραν παραδραμοῦσι κατάληψιν, ἢ πᾶσιν ὅσων ὁ λόγος οὐκ ἐφικνούμενος τὴν σιγὴν τούτων προκρίνει καὶ τὰ μείζονα τοῖς δυναμένοις παραχωρεῖ. ταῖς δὲ πρὸς τοὺς ὁσίους ἡμῶν δεήσεσι καὶ πρὸς θεὸν ἐντεύξεσι συμπράξοιτέ μοι δι᾿ αἰδῶ τούτων καὶ οὐ θρασύτητα μέχρι τοῦ νῦν ἀναδυομένῳ τὴν ἐγχείρησιν· θεὸς δὲ ἡγείσθω τοῦ λόγου, ἐξ οὗ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα. ἁπτέον τοίνυν τῆς διηγήσεως.

2. Λέσβος ἐστὶν νῆσος μία τῶν Κυκλάδων, τῷ Αἰγαίῳ λαχοῦσα πελάγει, οὐ πολὺ τῆς Ἑλλησπόντου ἀπέχουσα, τῇ Ἀσιάτιδι μᾶλλον ἢ τῇ Εὐρωπαίᾳ γειτνιάζουσα γῇ. Ἐν ταύτῃ πόλις ἵδρυται Μιτυλήνη, ἡ τοὺς παμμάκαρας καὶ τρισολβίους ἐνεγκαμένη πατέρας ἡμῶν, Δαβὶδ λέγω, Συμεὼν καὶ Γεώργιον· οὓς οἱ τεκόντες καὶ ἑτέραν τετρακτὺν παίδων ἐκφύσαντες, τὴν μὲν μίαν ξυνωρίδα εἰς γένους διαδοχὴν τῷ βίῳ κατέλιπον, τὴν δὲ ἄλλην σὺν τοῖς ῥηθεῖσι τρισὶ φωστῆρσι θυσίαν
[p. 213] καθαρὰν τῷ θεῷ προσαγηόχασι, τὸν μονήρη καὶ αὐτὴν βίον ἀσπασαμένην, τοσοῦτον τῆς προμνημονευθείσης τρι[α]σσῆς ὁμηγύρεως ἐνδεόντως ὅσον ἀστέρες ἡλίου. οἱ δέ γε τῶν θεσπεσίων κατὰ φύσιν ἀνδρῶν τῆς γεννήσεως αἴτιοι, ὁ μὲν ἀνὴρ Ἀδριανός, ἡ δὲ γυνὴ Κωνσταντὼ τὴν κλῆσιν ἔλαχον· γένους μὲν οὐκ ἄσημοι (εἰ καὶ τοὺς κατὰ θεὸν ἄνδρας οὐ δεῖ τῆς χαμαὶ περιέχεσθαι περιουσίας καὶ γένους), ἀρετὴν δὲ καὶ λίαν ἐπίσημοι, κἂν τῶν παίδων τὰ δεύτερα φέρωσι. βίος δὲ τούτοις ὁ εὐκταῖος τῷ Σολομῶντι καὶ αὐτάρκης καὶ ὅσον μήτε τῷ ἐνδεεῖν [λεγε· ἐνδεεῖ?] φορτικοὺς εἶναι τοῖς πέλας, μήτε τῷ πλήθει τοῦ πλούτου φυσωμένους κατεπαίρεσθαι τῶν πλησίον, ἐπὶ δὲ τῇ εὐσεβείᾳ καὶ μέγα λαμπρυνομένους. καὶ τὰ μὲν τῶν τεκόντων ἐν τούτοις, τὰ δὲ <τῶν> ἐξ αὐτῶν προελθόντων οἷα γεγόνασιν ἔνθεα κατορθώματα καὶ ἀξιέραστα ἔργα, τοῦ Κυρίου συνεργοῦντος, βραχέως διασαφήσομεν, σποράδην πως πρὸς τῆς ἀληθείας αὐτῆς συνειλοχότες, τὰ μὲν ἐκ παλαιῶν συγγραμμάτων, τὰ δὲ ἐξ ἀνδρῶν θεοφιλῶν τε καὶ εὐαρετῶν [λεγε· ἐναρέτων], ἐκείνοις αὐτοῖς τοῖς σεβασμίοις πατράσιν ἀκριβῶς, ἀνέκαθεν καὶ ἀδιαστάτως παρηκολουθηκότων, καὶ οὐκ ἀπὸ φήμης ἀκηκοότες.

3. τὸν οὖν πρωτόγονον παῖδα, τὸν πανόσιον Δαβὶδ ἐν γαστρὶ φερούσης τῆς θαυμασίας ἐκείνης ἀνθρώπου ποτὲ καὶ ἀπιούσης ἐν βαλανείῳ, μονάζων τις θεοφορούμενος καὶ τὰ ἔμπροσθεν βλέπων, μεταξὺ στρατιωτῶν οὐκ ὀλίγων ἐν τῇ λεωφόρῳ καθήμενος καὶ τὰ σωτήρια αὐτοῦ [λεγε· αὐτοῖς?] καὶ θεῖα ἐκπαιδεύων διδάγματα, ταύτην παριοῦσαν θεασάμενος, ὀξέως ἐξαναστὰς μετὰ σιωπῆς καὶ αἰδοῦς τὴν προσκύνησιν ἀπένειμεν. ὡς δὲ πάλιν οἴκαδε ὑποστρεφούσης ἐκ δευτέρου τὸ αὐτὸ σέβας αὐτῇ πανευλαβῶς προσενήνοχεν, ἐκπλαγέντες ἄγαν οἱ συνεδριάζοντες στρατιῶται· «τί δήποτε τὸ τοιοῦτον δισσὸν γέρας τῇ γυναικί, ὦ πάτερ ἅγιε, προσενήνοχας» ἐπιμελῶς ἐπυνθάνοντο. ὁ δέ φησιν· «ὁρᾶτε ταύτην, ἄνδρες ἀδελφοὶ, τὴν ἱερὰν γυναῖκα, μεγάλων τε καὶ πανσέπτων ἀνδρῶν καὶ θεοῦ θεραπευτῶν γνησιωτάτων λοχὸς θεοῦ προνοίᾳ γενήσεται, καὶ ὅπερ ἐν μήτρᾳ νῦν ἔμβρυον περιφέρει, ὁδὸς καὶ ἀνάβασις καὶ ἀρχηγὸς τῶν μετ᾿ αὐτοῦ συγγόνων γενήσεται καὶ τῆς ἐρήμου λαμπτήρ τε καὶ τῶν ὁμοφύλων ἀστὴρ διαφανέστατος· ἡγίασται γὰρ αὐτῆς ἡ κοιλία ἐν ἅπασι τοῖς κυοφορήμασι. ταῦτα ἀκούσαντες ἐδόξασαν τὸν
[p. 214] θεὸν καὶ πανταχόσε τὸ ταύτης κλέος διαπρυσίως ἐφήμισαν, ὡς ἔκτοτε ἐν ὅλῃ τῇ νήσῳ περιφανῆ ταύτην καὶ τιμίαν γνωρίζεσθαι.

4. ἄρτι δὲ τῶν μητρικῶν διακύψας λαγόνων, ἅγιος ἀνατίθεται τῷ κυρίῳ, κατὰ τὸν μέγαν ἐκεῖνον καὶ θαυμαστὸν Σαμουήλ, ὁ καὶ πρὸ τόκου, ὥσπερ τις ἄλλος Ἱερεμίας, καθηγιασμένος. Ἀπογαλακτισθεὶς δὲ καὶ μειρακίσκος γενόμενος, ἐκδίδοται ὑπὸ τῶν γεννητόρων παιδοτρίβῃ τινὶ τὰ ἱερὰ ἐκπαιδεύεσθαι γράμματα, ἐνναετὴς ὢν τὴν σωματικὴν ἡλικίαν· μαθὼν δὲ τὴν προπαιδείαν καὶ τοῦ προφήτου καὶ ὁμωνύμου θεόπνευστα τερετίσματα, ἦν ὑποτασσόμενος τοῖς γονεῦσι. νέμοντι δὲ αὐτῷ ποτε θρέμματα μετὰ καὶ ἑτέρων ἡλικιωτῶν, ἄφνω γεγόνασιν ἀστραπαὶ φλογώδεις καὶ βρονταὶ φρικώδεις καὶ ὑετὸς ῥαγδαῖος. πάντων δὲ τῶν συννόμων παίδων ἄλλων ἀλλαχῇ διασπαρέντων καὶ τὴν σωτηρίαν προνοουμένων, καὶ ὁ μακάριος νεανίσκος οὗτος ὑπό τι δένδρον τὰ πρόβατα συναθροίσας, ἵσταται μέσον αὐτῶν, ἔμφοβος καὶ τῷ ὑετῷ καταρδευόμενος. εἶτα ἐξαίφνης ἀτενίσας ὁρᾷ ἄνδρα ἐκ δεξιῶν αὐτοῦ ἱστάμενον ἐν σχήματι μοναχοῦ, γηραιότατον πάνυ καὶ ἱεροπρεπέστατον, δόξῃ τε πολλῇ κατηγλαϊσμένον. ὁ δὲ τοῦτον ἰδὼν ἔμεινεν ἐνεὸς καὶ ἄναυδος. παραυτίκα δὲ ὁ φανεὶς τὸ τῆς ψυχῆς δέος ἐξελάσας, τό τε τοῦ χειμῶνος βαρὺ καὶ στυγνὸν ἄφνω εἰς ἐαρινὴν φαιδρότητα μετασκευάσας πραείᾳ τῇ φωνῇ καὶ προσηνεῖ βλέμματι χαριέντως φησὶ τῷ νέῳ· «τέκνον Δαβίδ, τί φοβῇ καὶ θλίβῃ» ὁ δὲ ἀπεκρίθη· «φοβοῦμαι, πάτερ ἁγιώτατε, διὰ τὴν γεγονυῖαν φοβερὸν [λεγε· φοβερὰν] ἀνάγκην καὶ λυποῦμαι, οἴκοι τοῦ θείου μου ψυχορραγοῦντος». ὁ δὲ πρὸς αὐτόν· «θάρσει, τέκνον· ὃν γὰρ λέγεις ἐσχάτως ἔχειν σώσεται, ὁ δὲ μὴ νοσῶν σου πατράδελφος ἐξ αὐτῆς τεθνήξεται. σὲ δὲ ὁ κύριος καὶ Θεὸς ἡμῶν δι᾿ ἐμοῦ προσκέκληται γνήσιον λάτρην καὶ ἀληθινὸν θεράποντα καὶ διὰ σὲ τὴν μετὰ σὲ τεχθησομένην τῶν συναίμων τετρακτύν. σπεύσας δέ, ἄπελθε ἐν ἐκείνῳ τῷ ἀντιπέραν ὄρει καὶ εὑρήσεις μὲν ἐκεῖ παρηγοροῦντά σε.» εἶπε δὲ πρὸς αὐτὸν ὁ παῖς· «αὐτὸς δέ, κύριέ μου, τίς εἶ» ὁ δέ φησιν· «ἐγώ εἰμι Ἀντώνιος, ὁ τοῦ Χριστοῦ δοῦλος καὶ τῶν ἐρήμου πολιτῶν [λεγε· ἐρημουπολιτῶν?] προὔχων.» καὶ ταῦτα εἰπών, δείξας αὐτῷ τῇ χειρὶ τὸ ἄντικρυς Λέσβου Ἰδαῖον ὄρος καὶ τὸ σημεῖον τοῦ σταυροῦ ἐπ᾿ αὐτῷ ποιήσας, ἀσπασάμενός τε καὶ θάρσους ἐμπλήσας, ἀφανὴς ἐγένετο.

[p. 215]

5. ὀψίας δὲ γενομένης σὺν τοῖς προβάτοις εἰς οἶκον ἐλάσας καὶ πάντων ὀδυρομένων διὰ τὸν τελευτᾶν μέλλοντα, αὐτὸς τὰ ἀπαγγελθέντα προ<σ>ειπὼν καὶ τὸν οἰκεῖον καὶ μόνον δρασμὸν ἀποκρυψάμενος, τὸν μὲν παλαιὸν θρῆνον κατέπαυσε, νέον δὲ καὶ οὐ ξένον ἀντεισήγαγεν. ὄρθρου βαθέος γὰρ ἀναστὰς ἔδραμεν ἐν τῷ λιμένι καὶ πλοιάριον εὐτρεπὲς εἰς τὸν ὑποδειχθέντα αὐτῷ τόπον διαπερᾶν εὑρηκώς, ἐν αὐτῷ εἰσελθὼν τὰ κελευσθέντα ἐπλήρου, ὥσπερ γῆ ἀγαθὴ καὶ καλὴ τὰ καταβληθέντα σπέρματα, τελεσφορῆσαι σπουδαίως ἐπειγόμενος. θρεψαμένην δὲ καὶ τεκόντας καὶ οὓς ὁ χρόνος παρεῖχε γνωστοὺς χαίρειν ἐάσας καὶ τὸν ἀνὰ μεταξὺ πλοῦν διαπορθμευθείς, ὥσπερ δορκάς, τῶν κοσμικῶν βρόχων ἑαυτὸν ἐκσπάσας, ἐπὶ τὰ τῆς Ἴδης ὄρη διαδραμὼν σκηνοῦται, ἵν᾿ ὅπερ Ἕλληνες Διὸς οἰκητήριον ἐμυθολόγουν, τοῦτο τῇ ἀληθείᾳ θείου ἀνδρὸς καταγώγιον καὶ ψυχῶν ἱερῶν χρηματίσῃ τέμενος. πολλοὺς δὲ ἀγῶνας καὶ καμάτους καρτερῶν ἐνταῦθα ὁ γεννάδας ἐπιδειξάμενος, ἀτελῆ σχεδὸν τὴν ἡλικίαν ἔχων (ἑξκαιδέκατον γὰρ ἔτος ἦγε), διαρκέσας τε ἐν ταῖς ἐρήμοις ἀβάτοις καὶ ὄρεσι χρόνους τριάκοντα, ταῖς ἐκ γῆς φυομέναις βοτάναις καὶ παρατυχοῦσιν ἀκροδρύοις τρεφόμενος, πότον ἔχων τὸ πετρογενὲς καὶ νηφάλιον νᾶμα, ἔνδυμα δὲ τὰς τρίχας ἐπαυξυνθείσας τοῦ σώματος, οἶκόν τε διηνθισμένον τὰ εὐτελῆ σπήλαια καὶ τῶν πέτρων τρώγλας, τόν τε παλαιὸν ἐχθρὸν μετὰ τῆς αὐτοῦ συμμορίας ἀνὰ κράτος τροπωσάμενος, θείαις τισὶ καὶ παραδόξοις ἐκλαμφθεὶς θεωρίαις, τὸ τῶν μοναχῶν ἀμφιέννυται σχῆμα.
6. ἐν μιᾷ γὰρ καθεύδοντι αὐτῷ ὁρᾶν καθ᾿ ὕπνους ἐδόκει ναὸν περικαλλῆ καὶ πάνυ εὐπρεπῆ, οἷον ἐπὶ γῆς παρεικάσαι φύσις ἀνθρώπων οὐχ οἷά τέ ἐστι, πεπληρωμένον ἀνδρῶν ἱερέων, μοναχῶν καὶ παρθένων, καὶ τὴν ἀναίμακτον καὶ λογικὴν λατρείαν τῷ θεῷ προσφερόντων, μηδενὸς τῶν παρ᾿ ἡμῖν λαϊκῶν λεγομένων μετ᾿ αὐτῶν ἐκείνων τὸ παράπαν φαινομένου. ἐπειρᾶτο δὲ ὁ μακάριος ἔνδοθεν εἰσελθεῖν καὶ σὺν αὐτοῖς τῶν θείων μετασχεῖν καὶ ἀθανάτων μυστηρίων· ἐγλίχετο γὰρ λίαν ἐν μεθέξει διὰ πολλῶν χρόνων τῶν ἁγιασμάτων γενέσθαι, οὐκ εἴων δὲ αὐτὸν οἱ ταῖς τοῦ ναοῦ προσκαρτεροῦντες φυλακαῖς. τοῦδε θρηνοῦντος καὶ
[p. 216] ἀσχέτως ὀλοφυρομένου, ὁρᾷ ἐκ τοῦ θυσιαστηρίου ἐξελθόντα τινὰ πολὺ [λεγε· πολλῇ?] τῇ δόξῃ διαφέροντα καὶ λέγοντα· «Τί οὕτως ὀδύρῃ, κῦρι Δαβίδ Εἰ θέλεις ὧδε μεθ᾿ ἡμῶν εἰσελθεῖν καὶ συνεῖναι ἡμῖν, ἄπελθε, γίνου ὡς εἷς ἐξ ἡμῶν.» ὁ δέ φησιν· «εἰσέλθω, πάτερ, καὶ ἀξιωθῶ τῆς ζωοποιοῦ κοινωνίας, καὶ ποιήσω ὅπερ κελεύεις.» ἀπεκρίθη δὲ πρὸς αὐτὸν ὁ λέγων· «οὐχί, τέκνον, οὐχί.» ἕως ὧδε τὰ τῆς ὀπτασίας. ὁ δὲ ἔξυπνος γενόμενος ἐθαύμαζεν ἐν ἑαυτῷ τὰ ὁραθέντα, καὶ ἐδέετο τοῦ Θεοῦ ἐπιμόνως, εἰ ἀρεστὸν αὐτῷ ἐστι, διττῇ ὁράσει βεβαιῶσαι τὴν ἀλήθειαν. Καὶ δὴ τῇ αὐτῇ ἡμέρᾳ μεσημβρίας οὔσης σταθηρᾶς καὶ τοῦ ἡλίου λαμπραῖς ταῖς ἀκτῖσι τὴν γῆν καταμαρμαίροντος, ἀθρόον τὸ ἑαυτοῦ σέλας ἀποκρύψας ὁ ἥλιος, γίνεται γνόφος καὶ θύελλα, τὰ ἐκεῖσε ὄρη ἄρδην κατακαλύψασα. ἐν ἀπορίᾳ δὲ μεγίστῃ συσχεθεὶς ὁ ἅγιος, καίτοι βαδίζειν διὰ τὴν ἀχλὺν ὁδὸν μὴ εὑρίσκων, κατὰ συγκυρίαν τὰς ἀκρωρείας διερχόμενος, ἀνατείνας τὰ ὄμματα εἰς τὸν οὐρανὸν καὶ τὰς χεῖρας ἐκτείνας τὴν ἄνωθεν ἐπικουρίαν ἐξῃτεῖτο, εἶτα περιβλεψάμενος ἐν τοῖς δεξιοῖς ἀθρεῖ σελασφόρον αἴγλην, ὑπὲρ τὰς ἡλιακὰς μαρμαρυγὰς ἐν τῷ πλησιάζοντι λόφῳ ἀπαστράπτουσαν, καὶ εὔθυμος γενόμενος δρομαῖος ἐξώρμησεν ἰδεῖν τὸ ὅραμα. ἐγγίσας δὲ θεωρεῖ ἐν μέσῳ τοῦ φωτὸς ἐκείνου νεανίσκον ἑστῶτα ὑπερμεγέθη, οὗ ἡ ὡραιότης πᾶσαν ὑπερέβαλλε διήγησιν. ὁ δὲ τῷ σημείῳ τοῦ ζωηφόρου σταυροῦ ἑαυτὸν περιτειχίσας, ἤρετο λέγων πρὸς τὸν φαινόμενον· «κύριέ μου, τίς εἶ» ὁ δὲ ἔφη· «μὴ φοβοῦ· ἐγὼ ἄγγελος θεοῦ εἰμι, καὶ πρὸς σὲ ἀπέσταλμαι.» ὁ δὲ παραυτίκα ῥίψας ἑαυτὸν ἐπὶ τῆς γῆς εὐλογηθῆναι ἠντιβόλει. ἀπεκρίθη δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· «οὐκ εὐλογῷ σε, ἐὰν μὴ τὸ τοῦ μονήρους βίου ἐπενδύσῃ περίβλημα. ἄπελθε, ἀποκάρθητι, καὶ δεῦρο ἐνταῦθα καὶ εὐλογῶ σε.» καὶ ταῦτα εἰπὼν ἀπέστη ἀπ᾿ αὐτοῦ.

7. ὁ δὲ τῷ κυρίῳ εὐχαριστήσας ἐπὶ τῇ ἀριδηλοτάτῃ καὶ ἀψευδεστάτῃ πληροφορίᾳ καὶ τὸν τόπον σημειωσάμενος κατῆλθεν ἀπὸ τοῦ ὄρους, ἄγων ἔτος τεσσαρακοστὸν ἕκτον· καὶ προσελθὼν τῷ τῶν Γαλγάλων [σχ. Γαργάρων] προέδρῳ, ἀνδρὶ ὁσίῳ ὄντι καὶ πλήρει τοῦ παναγίου πνεύματος ἐν ἀγρῷ κεκρυμμένῳ διὰ τὸν ἐπικείμενον φόβον τοῦ διωγμοῦ τῶν τῆς
[p. 217] εἰκονομάχων αἱρέσεως· ἦν γὰρ τῆς τοῦ Κοπρωνύμου Κωνσταντίνου βασιλείας ἔτος εἰκοστὸν δεύτερον· καὶ ἀνακοινωσάμενος αὐτῷ τὰς θείας εἰσηγήσεις, λαμβάνει παρ᾿ αὐτοῦ τὸ πανάγιον σχῆμα καὶ τὴν τοῦ πρεσβυτέρου χειροτονίαν. συνδιατρίψας δὲ τῷ τοῦ θεοῦ ἀρχιερεῖ δισεβδομάσιν ἡμέραις μυσταγωγηθείς τε παρ᾿ αὐτοῦ τὰ μοναδικὰ καὶ τὰ τῆς ἱερωσύνης ἁρμόδια, ἀνέδραμεν αὖθις ἐν τῷ προλεχθέντι χώρῳ, τῆς ἀγγελικῆς θέας τε καὶ εὐλογίας ἐπαπολαῦσαι ἐφιέμενος. σύνεγγυς δὲ τοῦ τόπου γενόμενος καὶ ἀναβλέψας ὁρᾷ τὸν ἐρώμενον, τὴν αὐτοῦ προσαναμένοντα ἄφιξιν· καὶ δὴ πλησιάσας εὐλογηθείς τε ὁμοῦ καὶ ἐνδυναμωθεὶς προστάσσεται ὑπὸ τοῦ ἀγγέλου· «ἐν αὐτῷ τῷ τόπῳ εὐκτήριον οἶκον οἰκοδομῆσαι τῶν ἁγίων μαρτύρων Κυρίκου [λεγε· Κηρύκου] καὶ Ἰουλίττης εἰς δόξαν θεοῦ καὶ ψυχῶν φροντιστήριον.» ταῦτα εἰπὼν ἄφαντος ἐγένετο. ὁ δὲ πεσὼν ἐπὶ τὴν γῆν καὶ τῷ θεῷ προσκυνήσας καὶ «τὸ θέλημά σου, κύριε, γενέσθω» εἰπὼν εἴχετο τοῦ ἔργου, λίθους συναθροίζων καὶ τὰ τοῦ οἴκου ἐπιτήδεια. ὃν καὶ ἐν ὀλίγῳ θεοῦ συνεργείᾳ καὶ τῇ τῶν φιλοχρίστων συμπράξει συμπεράνας καὶ καθιερώσας, ἐκαθέζετο, ὡς ἐκ νεαρᾶς ἔτι τῆς ἡλικίας, τῆς ἀσκητικῆς παλαίστρας ἐναρξάμενος, τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος κατὰ τὸ ἀποστολικὸν παράγγελμα, δεήσεσι καὶ νηστείαις καὶ ἀκαταπαύστοις ὑμνῳδίαις λατρεύων κυρίῳ ἡμέραν καθ᾿ ἡμέραν, τὸν ἄσαρκον καὶ ἀγγελικὸν ἐπὶ γῆς πολιτευόμενος βίον, προσελάβετο δὲ ἐν οὐ πολλῷ τῷ χρόνῳ φοιτητὰς καὶ συναγωνιστάς.

8. τῷ δὲ δεκάτῳ ἔτει τῆς τοῦ κοινοβίου συστάσεως, τῆς δὲ ζωῆς αὐτοῦ πεντηκοστῷ ἕκτῳ, ἀκήκοεν ἡ θεάρεστος αὐτοῦ μήτηρ τὰ περὶ αὐτοῦ καὶ ποῦ διάγει (ὁ γὰρ ἀξιέπαινος αὐτοῦ πατὴρ ὁ Ἀδριανὸς πρὸς τὴν ἀμείνω καὶ μακαρίαν ζωὴν ἐξεδήμησε, δύο πρὸς τοῖς ἑβδομήκοντα βεβιωκὼς ἔτη), καὶ ἀποθεμένη τὴν γυναικείαν ἀσθένειαν καὶ τοῦ γήρως ὡς περιεπιλαθομένη [λεγε· ὥσπερ ἐπιλαθομένη], ἄρασα τὸν παῖδα τὸν ὕστατον, Συμεώνην λέγω τὸν πάνυ, οὗ πολὺ τὸ κλέος παρὰ πάντων ᾄδεται (ἦν γὰρ ὁ μεῖραξ, κατὰ τὸν μέγαν Μωσέα, ἀστεῖος τῇ θέᾳ), διαπερᾷ πρὸς αὐτόν,
[p. 218] ἱμερομένη τὸν πρωτότοκον αὐτῆς καὶ φίλτατον υἱὸν πολυχρόνιον θεάσασθαι. Ὡς δὲ τῇ χέρσῳ προσεπέλασε, τήν τε μονὴν τοῦ παρ᾿ αὐτῆς ποθουμένου καὶ τὴν πρὸς αὐτὴν φέρουσαν τρίβον παρὰ τῶν ἐγχωρίων μαθεῖν ἐζήτει, ἐπέστη θᾶττον ὁ πρὸς τοῦ ἁγίου ἀποσταλεὶς φοιτητής, τῆς ἀτραποῦ δείκτωρ αὐτῇ καὶ ἡγήτωρ γενησόμενος. θεόθεν γὰρ ἐπιγνοὺς τὴν τῆς τεκούσης παρουσίαν, τὸν μαθητὴν ἐξαπέστειλεν, λέγων· «ἄπελθε, τέκνον, εἰς τὸν τῆς θαλάσσης ὄχθον καὶ εὑρήσεις γραῦν μετὰ προσήβου παιδός, δι᾿ ἡμᾶς σκυλθεῖσαν ἐνθάδε· ταύτην ἀναλαβοῦ μετὰ σεαυτοῦ καὶ ἄγε πρὸς ἡμᾶς.» ὡς δὲ δὴ τὴν αὐτοῦ παροικίαν κατέλαβε, προϋπήντησεν αὐτὴν ὁ μακάριος μητρικὸν ἀπονέμων σέβας κατὰ τὴν κυριακὴν ἐντολήν, Ϡτίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σουϠ, διαγορεύουσαν. τοῦτον δὲ θεασαμένη μικροῦ δεῖν ἀπὸ τῆς ὑπερβαλλούσης χαρᾶς θνήσκειν ἔμελλε, καὶ γὰρ ὠλιγοψύχησεν ἐν τῷ δαπέδῳ, <νεκρῷ> οὐδὲν διενηνοχυῖα, πεσοῦσα. ὁ δὲ χεῖρα ταύτῃ ὀρέξας ἀνέστησε νεκρῶν προσειπὼν καὶ υἱοπρεπῶς κατασπασάμενος. Εἰς ἑαυτὴν δὲ ἐλθοῦσα τοιοῖσδε πρὸς αὐτὸν ἐχρήσατο λόγοις· «σὺ εἶ ἀρχὴ τέκνων μου καὶ καρπὸς νεότητός μου, ὦ θεοείκελε καὶ περιψύχιε υἱέ· νυνὶ δὲ διὰ σοῦ προσφέρω τῷ παγγενέτῃ θεῷ τὸν ἐμὸν τελευταῖον υἱὸν καὶ γήρως ἐπισφράγισμα, σὸν δὲ κασίγνητον καὶ ἀδελφὸν ὁμογάστριον, ὅνπερ δεξάμενος ἐμμελῶς πρὸς θείους ἀγῶνας καὶ παλαίσματα, ὡς ἐπίστασαι, γύμνασον». ταῦτα εἰποῦσα καὶ ὀλίγας ἐκεῖσε μετὰ ταῦτα προσμείνασα ἡμέρας συνταξαμένη αὐτῷ ὥρμησε πρὸς τὴν πατρίδα, καὶ οὐ μετὰ πολὺ πρὸς κύριον ἐξεδήμησεν, τρία καὶ ἑβδομήκοντα ἔτη τὰ πάντα βιώσασα.

9. ὁ δὲ προκληθεὶς, ὅπερ καὶ ἔμελλεν, ὑπήκοος καὶ ἐπηκουσμένος θεῷ Συμεὼν τῷ πρώτῳ ἀδελφῷ καὶ δευτέρῳ πατρὶ τῷ μακαρίτῃ Δαβὶδ ὑπὸ τῆς μητρὸς ὄγδοον ἤδη πεπληρωκὼς ἐνιαυτὸν παραδοθεὶς, ὑπ᾿ αὐτοῦ τὸ ἱερώτατον ψαλτήριον καὶ ἅπαντα τὰ τῷ μοναδικῷ κανόνι προσεοικότα διδάσκεταί τε καὶ ἐκπαιδεύεται. ἐτῶν δὲ δύο πρὸς τοῖς εἴκοσιν γεγονὼς ἀποκείρεται καὶ εἰς τὸν τῶν μοναζόντων καταλέγεται χορόν. εἶτα πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ
[p. 219] κοσμοκράτορος γενναίως παραταξάμενος καὶ τὰ κατὰ τούτων ἀναδησάμενος τρόπαια, ὡς ἤδη τὸν εἰκοστὸν ὄγδοον ἐπλήρου χρόνον τῆς ἡλικίας κρίσει θείᾳ τοῦ τε οἰκείου καθηγητοῦ ὑπὸ τοῦ προμνημονευθέντος ὁσιωτάτου ἐπισκόπου τῷ παναγίῳ πνεύματι συνεργούμενος τὸ τῆς ἱερωσύνης ἀναδέχεται χρῖσμά τε καὶ ἀξίωμα. τοῦ δὲ θεσπεσίου Δαβὶδ μετὰ διετῆ χρόνον τῆς τοῦ ἀδελφοῦ χειροθεσίας ἤδη πρὸς κύριον ἀναλύσειν μέλλοντος καὶ τῶν τῇδε μεθίστασθαι σκηνωμάτων πρὸς τὰ οὐράνια, ἔνθα καὶ τὸ πολίτευμα ἐξ αὐτῶν, ὡς εἰπεῖν, τῶν σπαργάνων ἐπεκτήσατο, προσκαλεσάμενος τὸν θεῖον Συμεών, ἔφη πρὸς αὐτόν· «ἐγὼ μὲν, τέκνον πνευματικὸν καὶ ἀδελφὲ γνησιώτατε, τὸν δρόμον τετελεκὼς τελευτᾶν ἐπείγομαι, καὶ ἰδοὺ μετὰ τρίτην ἡμέραν ἀπαίρω τῶν ἐντεῦθεν, καθ᾿ ἃ [λεγε· καθὰ] πάντες οἱ ἐπὶ γῆς· σὺ δὲ ἀπόδος τὸν χοῦν τῷ χοῒ καὶ σπουδαίως πρὸς τὴν ἡμῶν πατρίδα ἐπανάκαμψον· ἀρωγῆς γὰρ οὐ τῆς τυχούσης ἐπιδέεται.» τούτων ἀκούσας τῶν ῥημάτων ὁ ἱερὸς Συμεὼν μέγα τε καὶ ὀδυνηρὸν ἐκ βάθους ἀνοιμώξας, ἀδραῖς τε πυγμαῖς τὰ στέρνα κροτῶν, καὶ τὰς ὄψεις δάκρυσί τε κρουνηδὸν πικροτάτοις τὰς παρειὰς διαβρέχων ἔφη πρὸς αὐτόν· «σὺ μέν, πάτερ, ὡς φής, γλυκύτατε, τὸν ἀνθρωπινὸν ὑπεξέρχῃ βίον, ἐμὲ δέ τινι [λεγε· τινί] ἐᾷς πάντοθεν ἀπορφανισθέντα καὶ ἀπορούμενον» ὁ δὲ αὐτίκα ὑπολαβὼν εἶπε· «μὴ οὕτω, τέκνον ἐμὸν καὶ ἀδελφέ, ἄλγει ἀμέτρως, ὡς οἱ μὴ ἔχοντες ἐλπίδα καὶ συνθρύπτεις μου τὴν καρδίαν· τὸν γὰρ πάντων παροχέα καὶ προνοητὴν Χριστὸν ἔχεις ἐν ἅπασι συμμαχοῦντά σοι (δεῖ γάρ σε πολλὰ ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ παθεῖν) σὺν αὐτῷ δὲ καὶ τὸν ἐμὸν ποδηγὸν καὶ καθηγήτορα Ἀντώνιον τὸν μέγαν, τὸ τῆς ἐρήμου κειμήλιον καὶ οἰκουμενικὸν φωστῆρα· πλειστάκις γάρ με ἐν τοῖς ἐρήμοις δυσφοροῦντα ἐπεσκέψατο, καὶ θείας χάριτος καὶ δυνάμεως ἐμπιμπλῶν οὐ διέλιπε καὶ μάλιστα ἐν ταῖς ἐτησίοις περιόδοις τῆς πανενδόξου αὐτοῦ καὶ ἀεισεβάστου κοιμήσεως μνήμης ἥνπερ ἀξιοχρέως, ἀφ᾿ οὗ τὸ κοινόβιον συνεστησάμην θεοῦ εὐδοκίᾳ, ὡς οἶσθα καὶ σύ, τελῶν οὐδαμῶς ὑστέρησα. πορεύου οὖν καὶ σὺ καὶ ποίει ὁμοίως, ἀνδρίζου ἐν Χριστῷ καὶ ἴσχυε· ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος ἔστω μετὰ σοῦ.» ἠνέχθη δὲ φωνὴ ἄνωθεν ἥνπερ σὺν τῷ μακαρίτῃ Συμεὼν καί τινες τῶν παρεστώτων ἀδελφῶν ἀκοῦσαι κατηξιώθησαν, τοιαύτη· «καὶ μετὰ τοῦ πνεύματός σου.» ἐπευξάμενος δὲ πᾶσι καὶ τῶν ἀχράντων καὶ ζωοποιῶν μυστηρίων ἐκ
[p. 220] τῶν ἁγίων τοῦ γνησίου ἀδελφοῦ χειρῶν μετασχών, πάντας τε ἀσπασάμενος καὶ ἅπαν αὐτοῦ τὸ καθαρὸν καὶ ἁγιώτατον σῶμα τῷ τύπῳ τοῦ τιμίου σταυροῦ κατασφραγισάμενος καὶ τὸ· Ϡκύριε, εἰς χεῖράς σου τὸ πνεῦμά μου παρατίθημιϠ εἰπών, ἐν εἰρήνῃ ἐπὶ τῷ αὐτῷ ἐκοιμήθη καὶ ὕπνωσε, ζήσας τὰ πάντα ἔτη ἑξήκοντα ἕξ.

10. Συμεὼν δὲ ὁ πανόσιος κηδεύσας ἱεροπρεπῶς μετὰ τῶν συνόντων ἀδελφῶν τὸ πολύαθλον ἐκεῖνο καὶ τιμιώτατον σῶμα καὶ ἔνδον τοῦ θείου ναοῦ ἀποθέμενος μετὰ τὴν τῶν τεσσαράκοντα ἡμερῶν συμπλήρωσιν πρὸς τὴν ἐνεγκαμένην ᾤχετο. ὡς δὲ ἤδη μείζονος ἐτύγχανε χρίσματός τε καὶ χαρίσματος, πρὸς τελεωτέρους κόπους καὶ πόνους ἔκρινε ἑαυτὸν ἀποδύσασθαι· ὃ καὶ πεποίηκε. Καταλαβὼν γὰρ τὴν πατρίδα στύλον ἑαυτῷ ἐγκαθιδρύει πρὸς τῷ τῆς πανάγνου καὶ Θεομήτορος ἱερῷ τεμένει, τῷ Μόλῳ προσονομαζομένῳ, τῷ πρὸς νότον λιμένι τὴν θέσιν λαχόντι, ἱεραρχοῦντος τῷ τηνικαῦτα τῆς νήσου Γεωργίου τοῦ ἐν ἁγίοις καὶ ὁμολογητοῦ ἐν τοῖς τοῦ Ἰσαύρου Λέοντος γενομένου χρόνοις. κἀκεῖ μὲν οὐκ ἐλάττονας τῶν προτέρων, μείζονας δὲ καὶ τελεωτέρους καὶ σχεδὸν τὴν ἀνθρωπίνην ὑπερβαίνοντας φύσιν ἀγῶνας ἐπιδε<ι?>ξάμενος, εἰς ἔννοιαν ἐλθὼν τῶν τοῦ παλαιοῦ Συμεὼν τοῦ ἐν τῇ Μάνδρᾳ πράξεων, τῷ ὑπηρετοῦντι ἀδελφῷ κατὰ φύσιν ὄντι, τῷ μακαριωτάτῳ Γεωργίῳ (ἦν γὰρ αὐτὸν ἀποθρίξας καὶ τῷ τῶν μονοτρόπων συναριθμήσας τάγματι, ἐπιθέσει τε τῶν τοῦ ῥηθέντος ἱερωτάτου προέδρου χειρῶν καὶ ἐπὶ τὴν τοῦ πρεσβυτέρου ἀναβιβάσας τιμήν) βουλὴν ἀνακοινοῦται τοιάνδε. Κλοιοὺς προστάσσει σιδηροῦς τρεῖς γενέσθαι, ὧν ὁ μὲν εἷς τὴν ὀσφὺν διαλαμβάνειν ἐδόκει, οἱ δὲ δύο τοὺς πόδας περιέστελλον, τοῖς τῶν δεσμῶν ἀλύτοις ἀσφαλισάμενος μηδενὶ τὸ θαρρηθὲν ἐξειπεῖν, ἐπὶ τῷ τὰς μὲν κνήμας τοῖς μηροῖς συγκολληθῆναι καὶ ἀδιασπάστους εἰς τὸ παντελὲς μέχρι παντὸς αὐτοῦ διαμεῖναι
[p. 221] τοῦ βίου, τῷ δὲ εἰς τὸ ζῆν οὕτω στενῶς χωρῆσαι, ὥστε καὶ τὴν γαστέρα καὶ τὰ ὑπογάστρια ἄρδην ὑποτάξαι τῷ αὐτοκράτορι νοΐ. Εὖ γὰρ ᾔδει σαφῶς ὁ γεννάδας τὴν τοῦ σκολιοῦ δράκοντος ἰσχὺν ἐπ᾿ ὀμφαλοῦ γαστρὸς ἐσομένην, καὶ διὰ τοῦτο ἤσθιε μὲν ἐν ἀρχῇ ἅπαξ τῆς ἡμέρας ἄρτον καὶ ὕδωρ μόνον. βραχὺ δὲ λίαν καὶ τοῦτο μετὰ τὴν τοῦ ἡλίου δύσιν, ἔπειτα διὰ δύο, πολλάκις δὲ καὶ τὴν ἑβδομάδα παρέλκων· τοσαύτην γὰρ νηστείαν ἀκριβῆ καὶ ἐπιτεταμένην ἐπεδείξατο, ὡς ἐν ταῖς τῆς ἁγίας τεσσαρακοστῆς σχεδὸν πάσαις ἡμέραις ἄσιτος διαμένειν, ξένον μέντοι καὶ παράδοξον ἄκουσμά τε καὶ θέαμα, τοῖς δὲ τῷ θεῷ ἀνατεθειμένοις οἰκεῖον καὶ συμφυές, ὡς τῆς τοῦ παναγίου πνεύματος χάριτος ὑπὲρ φύσιν ῥωννυούσης τὴν φύσιν. ἐντεῦθεν ἀκούσεσθε.

11. ἔνδυμα ἦν αὐτῷ [σχ. Σψμεον] σάκκος ἐκ τριχῶν ὑφασμένος καὶ αὐτὸς μονοειδής. ἐν οἷς ποτε τῷ κρύει καιρῷ χειμῶνος δριμέως πηγνύμενος καὶ, τῶν ὀδόντων ἀπροαιρέτως ἀρασσομένων, παθὼν ὁ μακαρίτης Γεώργιος τὴν καρδίαν καὶ τὰ σπλάγχνα ἀλγήσας, ἀνελθὼν διὰ τῆς κλίμακος λεληθότως, καὶ ὀπῆς ἔνδον ἐμβλέψας ὁρᾷ τὸν σύγγονον συνεσφιγμένον καὶ βαθέως ὑπνοῦντα, ἀετὸν δὲ παμμεγέθη ταῖς ἑαυτοῦ πτέρυξιν ἅπαν τὸ σῶμα αὐτοῦ καλύψαντα καὶ περιθάλποντα. ἐκ δὲ τοῦ ἀφορήτου ψύχους δεινοπαθήσας τὸ ἧπαρ, ἔκειτο πρηνὴς ἐσχάτως ἔχων· καὶ ὁρᾷ διὰ τῆς θυρίδος ὡσεὶ ἄνδρα, Προκόπιον τοὔνομα ἀκέστορα τὴν ἐπιστήμην, ἔχοντα τῇ χειρὶ τεθηγμένον τὸ ξίφος· ὃς καὶ τομὴν αὐτῷ δοὺς ὀδύνην τε ἐμποιήσας ᾑμαγμένον τε ἐπιδείξας τὸ ξίφος, ἀφανὴς ἐγένετο. κατανοῶν δὲ αὐτὸν ὁ θαυμάσιος, πληγὴν μὲν εὗρεν οὐδαμῶς, διὰ δὲ τῶν μυκτήρων αὐτοῦ ἀθρόως αἷμα κενωθὲν νοσωδέστατον τοῦ ἐνοχλοῦντος ὁ μακάριος ἀπηλλάττετο.

ἄλλοτε πάλιν μεσημβρίας αὐτοῦ [σχ. Σψμεον] καθεζομένου καὶ μετὰ χεῖρας ἱερὰν κατέχοντος δέλτον καὶ τὰ θεῖα ὑπαναγινώσκοντος λόγια, τρυσμὸς ἄφνω μέγας ἐν τῷ στύλῳ ἐγεγόνει. νομίζοντος δὲ τοῦ ἁγίου σεισμὸν εἶναι καὶ ἀναβλέψαντος ἐπάνω τις αὐτῷ ἐφάνη ὑπερμήκης ἱστάμενος, καὶ μέχρι τοῦ ὀρόφου προσψαύων ῥάβδον τε κατέχων ἐν τῇ χειρὶ σιδηρᾶν μέγα τε ἀπειλῶν αὐτῷ καὶ λέγων· «ὄντως μετὰ πολλῶν ἐπάλαισας, ἐμὲ δὲ ἀρτίως οὐκ ἐκφεύξῃ.» ὁ δὲ ἀποκριθεὶς εἶπεν· «ἐγὼ μὲν ἄνθρωπός εἰμι ταπεινός, ἔχω δὲ θεὸν ἰσχυρὸν τὸν δυνάμενόν σε καὶ τοὺς σὺν σὲ [λεγε· σοὶ?] καταπαλαῖσαι.» καὶ ποιήσας τὴν ἐν Χριστῷ σφραγῖδα καὶ ἐμφυσήσας αὐτῷ παραχρῆμα ἀφανὴς ἐγένετο.

καὶ τί δεῖ τὰ τοῦ ὁσίου ἀνδρὸς [σχ. Σψμεον] ἀνδραγαθήματα καταλέπτως
[p. 222] ἀπαριθμεῖν ὅσας τε κατὰ δαιμόνων ἐπεδείξατο πάλας, ὅσαι τε παρὰ θεοῦ ἀποκαλύψεις ἐγένοντο πρὸς αὐτόν, ὅσας τε εἰς τοὺς ὁμοφύλους καὶ ὁμοθρήσκους ἰάσεις καὶ θαυματουργίας δι᾿ αὐτοῦ ὁ θεὸς ἐχαρίσατο καὶ οὗτος [σχ. Σψμεον] μὲν μέσον οὐρανοῦ καὶ γῆς ὥσπερ τι καινὸν ἐτίθετο θέαμα, τῶν κάτω χωριζόμενος καὶ τοῖς ἄνω συγγενόμενος. ὁ δὲ τούτου [σχ. Σψμεον] ὁμογάστριος [σχ. Γεοργε] καὶ τῇ μὲν γεννήσει προὔχων, τῇ δὲ πνευματικῇ τάξει καὶ ἀκολουθίᾳ τὰ δεύτερα φέρων γνησιώτατος ἀδελφὸς Γεώργιος, τὸ τοῦ Χριστοῦ εὐφορώτατον γεώργιον μή τι καθυστερεῖ ἢ ἐνδεῶς πρὸς τοὺς ἐνθέους ἀγῶνας καὶ κόπους τοῦ καθηγητοῦ εἶχεν.

οὐμενοῦν, ἀλλ᾿ ἦν θεάσασθαι τὴν θαυμαστὴν ταύτην καὶ παρὰ πάντων ᾀδομένην ἀξιέραστον ξυνωρίδα, ὡς Μωσέα τὸν μέγαν ἐκεῖνον καὶ Ἰησοῦν τοῦ Ναυῆ, ἢ (τό γε ἀληθέστερον εἰπεῖν) Ἠλίαν τὸν Θεσβίτην καὶ Ἐλισσαῖον. ὥσπερ γὰρ ἐκεῖνοι πολλῶν τυράννων καὶ βασιλέων ὀφρὺν κατὰ τῆς τοῦ θεοῦ γνώσεως ἐπαιρομένην καθεῖλον πολλῶν τε δαιμόνων θράσος κατέβαλον, οὕτω καὶ οὗτοι, ὡς μικρὸν ὁ λόγος ὕστερον κατὰ ῥοῦν φερόμενος ἀριδήλοις [λεγε· ἀριδήλως] ἐν κυρίῳ τοῖς ἐφιεμένοις ἐπαΐειν σαφηνίσει.

νύκτωρ γὰρ ἀνιστάμενος καὶ πρὸς τὸ ὄρος ἀφικόμενος ἡ θαυμασία καὶ ἐλεείνων [λεγε· ἐλεήμων] ὄντως ψυχὴ ὁ Γεώργιος ξύλα κόπτων καὶ τοῖς ἑαυτοῦ ἐπιφορτιζόμενος ὤμοις, λαθραίως ταῖς θύραις ἀπετίθει τῶν ἀδυνάτων· ἦν γὰρ καὶ τῷ σώματι εὐμεγέθης καὶ τῇ ῥώμῃ πάνυ ἰσχυρὸς κατὰ τὸν μέγαν ἐκεῖνον ἐν μονασταῖς καὶ περιβόητον Σαβᾶν [λεγε· Σάβαν] τὸν ἁγιώτατον, οὗ καὶ τὸν βίον ἀκριβῶς ζηλώσας ἐμιμήσατο. ἔλεγε γὰρ ἐν ἑαυτῷ ὁ μακάριος· «Γεώργιε, σὺ ὑποζύγιον εἶ· κόμιζε τὰ χρειώδη καὶ εὐπόριστα τοῖς ἐλαχίστοις ἀδελφοῖς τοῦ κυρίου σου, καθὼς καὶ ὁ ἱεροψάλτης διδάσκει λέγων· Ϡκτηνώδης ἐγενήθην παρὰ σοί, κἀγὼ διὰ παντὸς μετὰ σοῦ.Ϡ διαρκέσας δὲ ἐν τῇ τοιαύτῃ διανοίᾳ χρόνους τρεῖς καὶ τράκοντα, ἐν μιᾷ νυκτὶ τὸ αὐτὸ δρῶν καὶ δαυϊτικοὺς ψαλμοὺς ᾄδων ἐπὶ τοῦ στόματος (τοῦτο γὰρ ἔθος τῷ μακαρίῳ κατὰ τὸν λέγοντα προφήτην· Ϡεὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.Ϡ) στῖφος δαιμόνων ὄπισθεν παρεπομένων ἐλιθολεύστουν τὸν ἅγιον, κραζόντων καὶ ὡσεὶ φωνὰς ἀφιέντων ἀτάκτους. ἐπιλαβομένου δὲ τοῦ ἁγίου τὴν τῆς Μεγάλης λεγομένης γεφύρας ἀνάβασιν, ἔτι σφοδρότερον τὰ τῆς κραυγῆς καὶ τῶν φασμάτων αὐτοῖς ἐπετείνετο, ὡς καὶ διηρθρωμένης ἐξακουσθῆναι φωνῆς «ὑπάντα, Ἱμερῆ»
[p. 223] λεγούσης «ὑπάντα.» ἦν δ᾿, ὥς ἔοικε, πονηρότατόν τι τοῦτο δαιμόνιον προσεδρεύειν λαχὸν τῇ γεφύρᾳ, καὶ πολλοὺς τῶν παριόντων ἔν τε νυκτὶ καὶ ἡμέρᾳ ἐκδειματοῦν καὶ ὑποβρυχίους ποιοῦν. ἐν μέσῳ δὲ τοῦ ἁγίου πεφορτισμένου τούτων τυγχάνοντος ἐδράξατό τις αὐτοῦ κραταίως καὶ ἐπειρᾶτο ἀκοντίζειν τῷ ῥεύματι. ἀπορίᾳ δ᾿ ὁ ἅγιος συσχεθείς, τὸ φορτίον ἀπορρίψας, συνεπλάκη κραταιοτέρως τῷ φάσματι. καρτερᾶς δὲ τῆς πάλης καὶ μέχρι ὄρθρου παραταθείσης, ὡς ἑαυτὸν ὁ ἀλάστωρ ἀδυνάτως πρὸς τὸν τοῦ θεοῦ θεράποντα διακείμενον ἐνενόησε, πυγμῇ τὰς τοῦ ἀθλητοῦ σιαγόνας ἔπαισε, θείας δὲ ἀρωγῆς καὶ σθένους ὑπὸ τοῦ τὰς ὄψεις ἐν τῷ τοῦ σωτηριώδους πάθους καιρῷ ῥαπίσματι τυπτηθέντος [σχ. Χηριστ] ἐμφορηθεὶς [σχ. Γεοργε], ἐπὶ τὸ εὐώνυμον μέρος σφενδονησάμενος, ὑποβρύχιον τῇ ἀβύσσῳ τὸν παλαμναῖον παρέπεμψεν. ἔκτοτε τοίνυν εἰς δεῦρο ἐλευθέρα τῇ τοῦ θεοῦ καὶ ἀσινὴς χάριτι ἡ διάβασις πᾶσι καθέστηκε.

12. πάλιν δ᾿ ὁ μακάριος ἐν ᾧ τὸν σκοπὸν εἶχεν τὸν φόρτον ἄρας ἀπέθετο καὶ πρὸς τὴν ἀδελφὴν πορευθεὶς [λεγε· ἐπορεύθη] Ἱλαρίαν· ἦν γὰρ καὶ αὐτὴ ἐν σμικροτάτῳ οἰκίσκῳ κατὰ τὸν τοῦ θεολόγου καὶ εὐαγγελιστοῦ Ἰωάννου σηκὸν ἐγκεκλεισμένη διὰ τὸν Κύριον, παρθένος ἁγνή, τούτῳ δὲ διδύμῳ συνεξελθοῦσα γεννήσει, καὶ ὑπὸ τοῦ θείου Συμεὼν μὲν ἀποκαρεῖσα, ὑπὸ δὲ τοῦ μάκαρος διακονουμένη Γεωργίου. ὡς εἶδεν αὐτὴ τὴν τοῦ ὁμογνίου ὑπὸ τοῦ δαιμονιώδους ῥαπίσματος ῥῖνα διαστραφεῖσαν, λίαν ἠθύμησε· τὴν δὲ αἰτίαν μαθοῦσα, θᾶττον πρὸς τὸν μέγαν Συμεώνην ἐξέπεμψεν. ὁ δὲ ἰδὼν αὐτὸν χαριέντως· «ποῦ ἦς», ἔφη, «ἕως τοῦ νῦν, μονομάχε τίς σου ἡ ὄψις πλησίασόν μοι.» καὶ τὸ σημεῖον ἐπ᾿ αὐτῷ τοῦ σταυροῦ ποιήσας, ἀποκατέστησε ὑγιῆ. τοῦτον σημεῖον τοῦ θείου πατρὸς ἡμῶν Γεωργίου ἐν ὑποταγῇ τελοῦντος τῆς ἐλεημοσύνης τὸ πλεονέκτημα. ἐν νυκτὶ γὰρ τοιαῦτα παραίνων [λεγε· περαίνων] ἔννυχος τῆς νυκτερινῆς συνάξεως μετὰ τῶν συμφοιτητῶν καὶ τοῦ προεστῶτος οὐδαμῶς ἀπελιμπάνετο, πρῶτος πάντων ἐν τῷ κυριακῷ εἰσερχόμενος καὶ πάντων ἔσχατος ἐξερχόμενος. τοσοῦτον δ᾿ ἦν ἐν τῇ ἀγρυπνίᾳ καὶ τοῖς ὁλονύκτοις στάσεσι πολὺς καὶ καρτερικώτατος. ὡς ἐν μιᾷ τῷ μεγάλῳ σαββάτῳ τὴν ἀναίμακτον τῷ κυρίῳ προσάγων ἱερουργίαν καὶ ταύτην τελέσας ἐν τῷ τὴν ἱερὰν στολὴν ἀποδύεσθαι, ἄκων τῇ φωταγωγῷ προσεγγίσας χειρὶ ταύτην κατὰ τῆς ἑαυτοῦ κεφαλῆς ἐξέχεεν, ὁ [λεγε· ὃ] Συμεὼν ὁ θαυμαστὸς θεασάμενος ἐντολὴν αὐτῷ δίδωσι μὴ μεταβῆναι τοῦ τόπου παντελῶς, ἐν ᾧ εὑρέθη ἱστάμενος. ὃ δὴ καὶ πεποίηκεν ὁ πραότατος ἐν κυρίῳ χαίρων καὶ ἐκ ψυχῆς ἀγαλλόμενος. εἰς οὐρανὸν γὰρ ἐκπετάσας
[p. 224] τὰς χεῖρας τώ τε δύο πόδε προσαρμόσας ἀλλήλοις καὶ στιχολογῶν τὸ ψαλτήριον, ἄσιτος διετέλεσε ἅπασαν ἐκείνην τὴν θείαν νύκτα καὶ ἀναστάσιμον ἐπὶ φυλακῆς σὺν τῷ θαυμασιωτάτῳ Ἀββακοὺμ ἐγρηγορότως ἱστάμενος. ἐγκράτεια δὲ τοσοῦτον αὐτῷ περισπούδαστον κτῆμα γέγονεν, ὡς ἐν ὅλοις τρισὶν ἐνιαυτοῖς καὶ τριάκοντα μὴ γεύσασθαι ἄρτου ἤ τινος τῶν διὰ πυρὸς διερχομένων, πλὴν ὀπωρῶν καὶ ὀσπρίων ὕδατι βρεχομένων καὶ λαχάνων ὠμῶν, ἔχων πότον ὕδατος τὸ σύμμετρον· τρία δὲ ἕτερα ἔτη μηδὲ ὕδατος τὸ σύνολον ἀπογεύσασθαι, ἀλλ᾿ ὅτε ὑπὸ τοῦ φλογμοῦ καὶ τῆς ἀνενδότου συνείχετο δίψης, καὶ μάλιστα ἐν ταῖς θεριναῖς ἡμέραις, ἐν τῇ θαλάσσῃ μέχρι τῶν γονάτων εἰσέρχεσθαι καὶ μικρὰν παραμυθίαν εὑρίσκειν.

13. λιμοῦ δέ ποτε ἐν τῇ νήσῳ γενομένου, ὁ μέγας προσετάχθη Γεώργιος σῖτον ἐπιτεθέντα τῷ κτήνει ἐν τῷ μύλωνι ἀπιέναι· ὃ καὶ ἐποίησε τάχιστα, ἕτερον ἐν τῷ σιτοβολείῳ μέχρι κοτύλης σίτου οὐκ ἐάσας προσεπικείμενον. ὑποστρέφοντι δὲ συνήντησαν αὐτῷ δύο πτωχοὶ καὶ προσέπεσον, ἄλευρον αἰτοῦντες μικρόν· ὁ δ᾿ οὐχ ὅσον ᾔτησαν, ἀλλ᾿ ὅσον οὐκ ἤλπισαν παρέσχε, πρὸς ἓν μαρσίπιον αὐτοῖς τριμοδιαῖον τοῖς νώτοις ἐπιτεθεικώς. ἀδρανῶς δ᾿ ἐν τῇ ἄρσει τούτων ἐχόντων καὶ τῇδε κἀκεῖσε ὑπὸ τῆς βιαιοτάτης πείνης μετοχλαζόντων [λεγε· μετοκλαζόντων] καὶ πρὸς γῆν συνεχῶς μετακλινομένων, οἰκτείρας αὐτοὺς ὁ φιλόστοργος καὶ τοῦ οἰκτίρμονος μαθητὴς Κυρίου καὶ τὸν ὄνον αὐτοῖς ἀπεχαρίσατο. ἄρας δ᾿ ἐν τοῖς ὤμοις, καθὼς εἰώθει, τὴν ῥάβδον καὶ ψαλμοὺς διὰ γλώττης ᾄδων ἐν τῇ ἀσκητικῇ παλαίστρᾳ ἐπορεύετο καὶ εἰσελθὼν προσέπεσε τῷ καθηγουμένῳ συγχώρησιν αἰτῶν καὶ ἐπὶ πρόσωπον κείμενος. ὁ δὲ ἀναστῆναι αὐτὸν κελεύσας ἐπυνθάνετο· «μὴ τὸν ὄνον ἀπώλεσας» ὁ δέ· «οὐχί, πάτερ, οὐκ ἀπώλεσα, ἀλλὰ τοῖς χρῄζουσι δέδωκα». ὁ δὲ φιλεκδείκτην [λεγε· φιλενδείκτην] καὶ ἀνθρωπάρεσκον ἀποκαλέσας, ἐπιτιμήσας ἀπέλυσεν. οἱ δὲ συνόντες ἀδελφοὶ οἵαις λοιδορίαις καὶ σκώμμασιν αὐτὸν περιέβαλλον περιττόν μοι καὶ γράφειν, τῶν ἀναγκαίων ἀποροῦντες. ὁ δὲ ἐσιώπα μακροθύμως ἅπαντα φέρων, καὶ ἐν τοῖς πρὸς νότον ἀναβαθμοῖς μικρὸν ὑποχωρήσας γονυπετῶν τὸν Θεὸν ἐξηυμενίζετο τὸ αὐτοῦ συμφέρον οἰκονομῆσαι. οὔπω δὲ τρίτης ὥρας διαδραμούσης καὶ ἰδοὺ ἀνὴρ πρὸς αὐτὸν ἄγνωστος αὐτῷ παντελῶς προσευχόμενον παρεγένετο δύο ἐπιφερόμενος ὑποζύγια· τὸ μὲν ἓν ἄρτων πεφρυγμένων τε καὶ ἑτέρων ἁπαλῶν ἔτι θερμῶν, τὸ δὲ ἕτερον οἴνου καὶ ὀσπρίων καὶ τυρῶν πεφορτωμένα, καὶ
[p. 225] κρατήσας αὐτοῦ τῆς χειρὸς καὶ εἰς τὸν ἀντικρὺς τοῦ στύλου τοῦ Σωτῆρος ναὸν ἀπαγαγών, ἐν ᾧ καὶ τὰ ζῷα ἵστατο, μηδὲ τὴν αὐτοῦ προσηγορίαν εἰπὼν ἀπέστη ἐξ αὐτοῦ. Πεσὼν δὲ ἐπὶ τὴν γῆν ὁ μέγας καὶ τῷ τῶν ὅλων προνοητῇ κυρίῳ προσκυνήσας καὶ μεγάλως εὐχαριστήσας ἤρξατο νωτοφορεῖν καὶ πρὸς τοὺς σὺν αὐτῷ ἀποφέρειν τὰς μεγαλοδώρους τοῦ κυρίου καὶ ἀγαθὰς δόσεις, εἰπὼν πρὸς αὐτοὺς χαριέντως· «ἰδοὺ ὑπὲρ ἑνὸς κτήνους ἐδυσχεραίνετε, ἔχετε ἀντὶ ἑνὸς δύο. ὡς θέλετε αὐτῶν φορτίζετε [λεγε· φροντίζετε?].» ὁ μέγας δὲ Συμεὼν τὴν ταχεῖαν ἰδὼν τοῦ θεοῦ ἀντάμειψιν, εὐχαριστηρίους ᾠδὰς μετ᾿ εὐθυμίας ἀνέπεμπεν. οἱ δὲ ἀδελφοὶ ἐπὶ ταῖς προλεχθείσαις μεταμεληθέντες κατηγορίαις τοῖς ποσὶ τοῦ ὁσίου προσεκυλινδοῦντο δακρύοντες καὶ συγγνώμην αἰτοῦντες. πέμπτης δὲ παρελθούσης ἡμέρας, ἰδοὺ ναῦς ἐκ Σμύρνης ἀπάρασα ἐν τῷ στύλῳ προσωρμίσθη καὶ τὸν σχοῖνον ἐν τῷ κίονι οἱ πλωτῆρες προσδήσαντες ἐξῆλθον τοῦ πλοίου ἐν τῷ ναῷ προσευξόμενοι καὶ τὰς τῶν ἁγίων πατέρων προσευχὰς κομισόμενοι, ἐπιδεδωκότες αὐτοῖς καὶ γραμμάτιόν τινος τῶν φιλοχρίστων οἰκητόρων τῆς Σμυρναίων πόλεως περιέχον ἀποστολὴν εὐλογίας χάριν καὶ οἰκείων λύτρου ἁμαρτημάτων, σίτου μοδίους πεντακοσίους καὶ ὀσπρίου ἑκατὸν καὶ χρυσίνους ἑκατόν. ἐπευχαριστήσαντες δὲ οἱ μακάριοι τῷ κυρίῳ καὶ τοὺς ἀποκομίσαντας εὐχαῖς τε καὶ φιλοφρόνῳ δεξιώσει ἀνταμειψάμενοι, τὰς εὐλογίας εἰληφότες μετ᾿ εἰρήνης ἀπέλυσαν, διανείμαντες πένησι τοῦ σίτου καὶ ὀσπρίου τὸ ἥμισυ καὶ ἐπέκεινα· περὶ δὲ τῶν χρυσίνων βουλὴν ἔθεντο ἐν ἑαυτοῖς ἀγρὸν εἰς διατροφὴν πριάσασθαι καὶ ἀνάψυξιν τῶν ἀνεπαισχύντων ἐργατῶν τοῦ ἀμπελῶνος κυρίου· οὐκ ᾠήθησαν δὲ τοῦτο ἁπλῶς καὶ ὥς ἔτυχε διαπράξασθαι πρὶν ἂν ἐκ θεοῦ τὴν πληροφορίαν λάβωσι. καὶ δὴ πάννυχον ἐκτελέσαντες περὶ τοῦ τοιούτου σκοποῦ δέησιν, μετὰ τὴν τῆς εὐχῆς ἀπόλυσιν θεωροῦσιν οἱ δύο φωστῆρες καὶ ἀοίδιμοι πατέρες ἄνδρα κατ᾿ ὄναρ τὸ μοναδικὸν ἠμφιεσμένον καὶ ἀγγελικὸν σχῆμα λέγοντα αὐτοῖς· «ἀνυπερθέτως τὸ δόξαν ὑμῖν θεάρεστον βούλευμα εἰς ἔργον ἀγάγετε. εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν, ὀνομαστοὺς ὑμᾶς θείη ἐν πάσῃ τῇ γῇ διὰ τὴν καθαρότητα τῆς καρδίας ὑμῶν. ἐγὼ γάρ εἰμι Ἀντώνιος ὁ τοῦ Χριστοῦ δοῦλος.» καὶ ταῦτα εἰπὼν ᾤχετο. οἱ δὲ διυπνισθέντες καὶ ἀλλήλοις τὰ ὁραθέντα διασαφήσαντες, θείαν πιστωθέντες εἶναι τὴν ὀπτασίαν, ὠνήσαντο ὡς ἀπὸ τριῶν τοῦ ἄστεος μιλίων ἀγρὸν Κομηκὸν ἐπονομαζόμενον.

14. τῶν δὲ ἁγίων καὶ μακαρίων ἀνδρῶν τούτων οὕτως βιούντων
[p. 226] καὶ κατὰ θεὸν ἐν τῷ σμικροτάτῳ καὶ εὐτελεῖ ἐκείνῳ βράχει [λεγε· βράχῳ] ἀσκουμένων, τοῦ λαοῦ τὰς ἑσπερινὰς εὐχὰς τῷ κυρίῳ ἐν τῷ ναῷ τῆς ἁγίας καὶ ἐνδόξου μάρτυρος Θεοδώρας τῷ ἐν τῷ τοῦ κάτω
λιμένος ὄχθει διακειμένῳ προσφέροντος, τὸ τελευταῖον Ϡκύριε ἐλέησονϠ προσφωνοῦντος καὶ πάντων τὰς χεῖρας καὶ τὰ ὄμματα πρὸς ὕψος ἐκπετασάντων ἀθρόως, ὁ ἐν τῷ ὕπερθεν κιβωρίῳ τῆς ἁγίας τραπέζης πεπηγμένος σταυρὸς πολλῷ τῷ ῥοῒζῳ ἀνασπασθεὶς τῆς ἁψῖδος ἐφήψατο· αὖθις δὲ τὴν κορυφὴν πρὸς τὸ κάταντες κεκλικώς, ἐν τῷ τοῦ ἐδάφου<ς> χώρῳ διατρήσει ἐλεεινῶς κατεφύτευσε, μεμενηκὼς ἐν τῷ παρ᾿ ἑαυτοῦ τοιούτῳ σχήματι ἀσάλευτος. τοῦ δὲ ἀνυποίστου καὶ φοβερωτάτου τούτου θεάματος ὑπὸ τοῦ πιστοτάτου λαοῦ θεαθέντος, πολλῶν δακρύων τὴν ἐκκλησίαν πληρωθῆναι συνέβη. ἐπὶ πολλὰς ὥρας τὸ Ϡκύριε ἐλέησονϠ μετὰ κραυγῆς ἰσχυρᾶς ἀναβοώντων καὶ τοῦ ναοῦ ἐξιέναι μὴ βουλομένων (πανολεθρίαν γὰρ ἐκ θεομηνίας τῇ νήσῳ ἐξ αὐτῆς ἐνσκῆψαι ὑπώπτευον) καὶ δὴ μόλις ποτὲ τῆς συνάξεως ἀπολυθείσης, δρομαίως ἅπαντες ὀλοφυρόμενοι καὶ θρηνωδοῦντες τὸν στύλον κατέλαβον, τὸ θεαθὲν ἐξαίσιον θαῦμα τοῖς πατράσιν ἐκδιηγούμενοι. ὑπολαβὼν δ᾿ ὁ πανόλβιος Συμεών, ὡς ἄνωθεν εἰληφὼς τὴν πληροφορίαν, πρὸς αὐτοὺς εἶπε μετὰ δακρύων· «οὐχ οὕτως, ἀδελφοὶ καὶ πατέρες, ὡς ὑπενοήσατε, ἀφανισμὸν ἡ χώρα ὁλόριζον ὑποστήσεται, ἀλλ᾿ ἐν ταύταις ταῖς ἡμέραις βασιλεὺς θεοστυγὴς καὶ ἀντίθεος ἐγερθήσεται, ὅστις τὴν εὐπρέπειαν τοῦ οἴκου ἀφαιρεῖται κυρίου, τὰς σεβασμίας λέγω καὶ ἁγίας εἰκόνας, καὶ πρὸς γῆν καταρράξει. ὑπάγετε ἐν εἰρήνῃ, καὶ τὸ θέλημα τοῦ κυρίου γενέσθω.» μετὰ δὲ ὀλίγας ἡμέρας ὗς ὠτότμητος κέρκου τε κεκολοβωμένη ἐπί τισι ζημίαις καὶ ἀταξίαις πάσῃ τῇ πόλει καταφανὴς οὖσα καὶ γνώριμος, οὐκ οἶδ᾿ ὅπως, τὰς τῆς ῥηθείσης ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἠνεῳγμένας εὑροῦσα θύρας ἔνδον τοῦ ἁγίου θυσιαστηρίου εἰσελθοῦσα καὶ τοὺς ἀναβαθμοὺς ὑπεραναβᾶσα ἐν τῷ ἱερατικῷ ἐκεκάθιστο θρόνῳ. τῶν δὲ τοῦ ναοῦ παρέδρων τοῦτο θεασαμένων τὸ ἄγος καὶ ἀποσοβεῖν πειρωμένων, οὐδαμῶς ἡ ἀκάθαρτος ἐκινεῖτο τοῦ θρόνου ἕως οὕτω ταύτην ᾑμαγμένην καὶ νεκρὰν τοῦ θείου σηκοῦ ὡς βδέλυγμα ἐξέωσαν. καὶ πάλιν τὸ πλῆθος πρὸς τὸν θεοφόρον ὁμοθυμαδὸν Συμεώνην ἐξώρμησαν, τὸ γεγονὸς ἀνοσιούργημα ἀναγγέλλοντες. ὁ δὲ αὐτίκα ὡς ἐκ θεοῦ κινηθεὶς ἔφη· «πιστεύσατε, τεκνία μου, ὡς αὕτη ἡ ὗς τὸν μέλλοντα ἐκ
[p. 227] θεοῦ παραχωρήσεως ἐν τῇ πατρίδι ἡμῶν πρόεδρον ἐπιδημεῖν εἰκονίζει καὶ τὰ αὐτῷ συμβησόμενα προδιετύπωσεν.» ὃ καὶ γέγονε.

15. τοῦ θηριωνύμου γὰρ ἀνδρὸς τὰ σκῆπτρα ἀνταρτικῶς δεξαμένου, θηριώνυμος ὡσαύτως καὶ θηριότροπος καὶ τῇ Λέσβου ἐπαρχίᾳ ἀρχιερεὺς ἐν ὀλίγαις ἡμέραις ἐπέβη. πάντων δὲ τῶν ἐν τῇ νήσῳ ὀρθοδοξούντων καὶ τῷ θείῳ τῶν θεοπνεύστων γραφῶν ἀνατρεφομένων γάλακτι καὶ ταῖς ἱεραῖς τῶν σεβασμίων ἀνδρῶν ἐπαρδευθέντων τε καὶ αὐξηθέντων διδασκαλίαις, Γεωργίου τε τοῦ ὁσιωτάτου ἀρχιερέως, ὃν καὶ ἐξορίᾳ μέχρι θανάτου ἐν Χερσώνῃ ὁ παρανομώτατος κατεδίκασε, καὶ τῶν πανσέπτων ἡμῶν καὶ ἁγίων πατέρων Συμεὼν καὶ Γεωργίου, οὐ μετρίως τὸν αἱρεσιάρχην ἐβδελύττοντο, πάντων αὐτὸν ἀποστρεφομένων καὶ κίβδηλον ἡγουμένων, τοῖς ἁγίοις τε προστρεχόντων πατράσι καὶ τῶν ἁγίων καὶ φρικτῶν μυστηρίων ἐκ τῶν ἡγιασμένων αὐτῶν κοινωνούντων χειρῶν. ὡς δὲ ἡ κατὰ τῶν ἁγίων εἰκόνων αἵρεσις σχεδὸν ἅπαντα τὸν κόσμον ἐλυμαίνετο, οὗτος ὁ κράτιστος τότε δὴ Συμεὼν τοῦτο μὲν ποθῶν τοῦ μαρτυρίου, τοῦτο δὲ τῷ πρὸς θεὸν ἔρωτι πτερούμενος οὐκ ἐν κρυπτῷ, οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ὥσπερ ἐν λυχνίᾳ τὸν στύλον τιθεὶς πᾶσι τὸ τῆς ὀρθοδοξίας καταλάμπει φῶς· διὸ καὶ τὸν τότε τὰς τῆς βασιλείας ἡνίας τυραννικῶς σπασάμενον Λέοντα, καὶ τὸν ὡσαύτως τῇ πατριαρχίᾳ λῃστρικῶς ἐπιβάντα Θεόδοτον εἰς μανίαν τὴν κατ᾿ αὐτοῦ ὁ τῆς Λέσβου πρόεδρος θηριωδῶς παρώρμησε. Καὶ πρῶτον μὲν τοῖς τῆς ἀπάτης λόγοις, οἷα εἰκός, τοὺς τῆς ἀσεβείας προστάτας διὰ γραφῶν ἐκθηλύνειν ἐδόκει τὸν ἅγιον. ὡς δὲ τοῦτο πολλάκις πεπραγμένον εἰς παντελῆ ἀπραξίαν διελύετο, τότε τὰς φρένας ὁ θυμὸς παραδραμὼν ἀκρατῶς κατὰ τοῦ μακαρίου ἐκκέχυται. καὶ δὴ στέλλεται ὑπηρέτης ἐκ βασιλέως ἢ τοῦτον ἑλκῦσαι ὅπη βούλοιτο, ἢ πυρὶ κατακαῦσαι ἀνηλεῶς ἐν τῷ στύλῳ τὸν ὅσιον, Ναβουχοδονόσορ ἐκεῖνον μιμούμενος, οὗ καὶ τὴν τοῦ γένους ἀφεῖλκε σειράν, μᾶλλον δὲ καὶ τοῦτον τῷ μεγέθει τῶν ἀτοπημάτων ἀποκρυπτόμενος, ὅσον ὁ μὲν τῇ τοῦ τῆς μεγάλης βουλῆς ἀγγέλου τοῖς παισὶν ἐπιστασίᾳ τῆς θεογνωσίας ὅλος ἐγγίνεται, ὁ δὲ μετὰ τὴν τούτου συγκατάβασιν καὶ τὴν ἐν ἀνθρώποις ἀναστροφὴν καὶ
[p. 228] τὴν τῆς εὐσεβείας διδασκαλίαν κατὰ τῆς σεπτῆς εἰκόνος αὐτοῦ ἐφρυάξατο. καὶ δὴ προφθάσας ὁ σταλεὶς τύραννος τὰ κατὰ τὸν Ἀχαὰβ ἐφθέγξατο πρὸς τὸν ἀληθῆ τοῦ Ἠλιοῦ μιμητὴν καὶ τῆς εὐσεβείας ζηλωτὴν προθυμότατον, «σὺ εἶ» λέγων «ὁ διαστρέφων τὸν οἶκον τοῦ Ἰσραήλ.» ὁ δέ φησιν· «οὐκ ἐγώ, ἀλλ᾿ ὁ σὸς ἐπάρατος βασιλεύς.» ὁ δὲ τὸ στερρόν τε καὶ ἀμετάθετον τοῦ ἀνδρὸς ἐπιγνοὺς καὶ τῷ θυμῷ ὑπερζέσας προστάσσει τοῖς οἰκήτορσι Μιτυλήνης ὕλην ἐκ τοῦ ὄρους μετακομίσαι καὶ τοῦτον κατὰ τὴν τοῦ βασιλέως πρόσταξιν πυρὶ παραδοῦναι. ὁ δὲ τοῦ Χριστοῦ ἀληθὴς μαθητὴς καὶ μιμητὴς καὶ τῷ οἰκείῳ διδασκάλῳ πειθόμενος, θέλων τῷ διὰ μαρτυρίου πόθῳ πρὸς τὸν ποθούμενον ἀναλῦσαι Χριστὸν καὶ σὺν αὐτῷ εἶναι, οὐδὲν τῶν προσταχθέντων ἐδυσχέρανεν, οὐμενοῦν, οὐδὲ ἀπεστρέφετο, τοῖς δὲ ξυλοφόροις ἀκουσίοις ὑπηρέταις τροφὰς δαψιλεῖς τοῖς οἰκείοις κελεύει μαθηταῖς παραθεῖναι. ὡς δὲ τὰ ξύλα καὶ φρυγάνων πλῆθος συνήθροιστο, ὁ ἐκ βασιλέως σταλεὶς ἀνάψαι τὴν ὕλην τοῖς ὑπηρέταις κελεύει. τούτου δὲ διὰ τάχους γενομένου καὶ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης, μέγα πάντων δακρυρροούντων οἰμωγαῖς τε καὶ στερνοτυπίαις βροντῆς ἦχον ὑπερνικώντων ἐξελθεῖν τὸν μακάριον τοῦ στύλου προστάττει. ὁ δὲ πραείᾳ τῇ φωνῇ «ὦ τέκνον,» ἔφη «τῆς ἐ<μ>αυτοῦ σαρκὸς ὅπερ εἶχον διὰ πολλοῦ τῇ τοῦ θεοῦ χάριτι, οὐκ εἰμὶ αὐτεξούσιος. Τοῖς δὲ βουλομένοις με καταγαγεῖν ἢ ὁτιοῦν εἰς ἐμὲ ἕτερον διαπράξασθαι, οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω. καταγαγόντες δὲ αὐτὸν ἄκοντα τοῦ στύλου τὸν ἄμωμον μελῳδεῖν ἀπαρξάμενον ἐπὶ τοῖς κλοιοῖς οἷς ἐπεπέδητο, καταπλαγέντες εἰς θαῦμα τὴν μανίαν μετέβαλλον. οὐ μήν, ἀλλὰ καὶ ὁ ἄρχων ἔμφοβος γενόμενος φρίκῃ τε καὶ λαύρῳ [λεγε· λάβρῳ] πυρετῷ συσχεθεὶς ὅλῳ τῷ σώματι παρελύετο. Καὶ ἦν ἰδεῖν θέαμα ξένον καὶ παράδοξον· ἐν μιᾷ γὰρ καιροῦ ῥοπῇ, ὁ λύκος ἐγένετο πρόβατον, τιθασσεύεται δὲ ὡς ὁ Παῦλος, καὶ ὁ πρὸ βραχέος σοβαρὸς καὶ ἰταμώτατος καὶ τῇ ἀγερωχίᾳ κρατούμενος τὸν οἰκτρὸν καὶ ταπεινόν, τοῖς δὲ ἀγγέλοις συνδιαιτώμενον, παρεκάλει, καὶ ζωὴν χαρισθῆναι ἠντιβόλει, τοῖς γόνασιν ἐλεεινῶς τοῦ ἁγίου προσκυλινδούμενος. ὁ δέ φησι· «μὴ φοβοῦ, τέκνον· ἂν γὰρ ἐμοὶ πείθῃ τὴν αἵρεσιν βδελυξάμενος καὶ τῶν ἁγίων ἔσῃ προσκυνητὴς εἰκόνων, οὐ μόνον ἐν ἀλλοδαπῇ οὐ τεθνήξεις χώρᾳ, ἀλλὰ καὶ τῆς τῶν οὐρανῶν ἀξιωθήσῃ βασιλείας ἐν τῇ πατρίδι σου ζῶν καὶ ἐν εἰρήνῃ τῶν ἔνθεν ἀποδημῶν.» τοῦ δὲ ὑποσχομένου ἐκ τελείας καρδίας ταῦτα πληροῦν, ἔφη αὐτῷ ὁ ἅγιος· «τοῦτό σοι
[p. 229] σημεῖον ἔστω· οὐ μὴ τῶν βιωτικῶν μεταστῇς ἕως ὅτου ὑπηρέτην ἐμὸν μετὰ γραμμάτων προσδέξῃ.»

16. οὐ πολὺ τὸ ἐν μέσῳ καὶ ὁ τύραννος ἠγγέλθη τὴν ἀρχὴν καὶ τὴν ψυχὴν οἰκτρῷ καὶ βιαίῳ θανάτῳ καταστρεψάμενος καὶ ἀφαιρεθείς. περὶ γὰρ τοῦ δυσσεβοῦς τούτου ἀνδρῶν ποτε θεοφιλῶν σὺν τῷ ἁγίῳ ἐν τῷ στύλῳ προσκαθημένων καὶ συνομιλούντων, ἐγένετο μνεία φησάντων· «εἶδες, πάτερ, οἷον παράνομον βασιλέα ὁ θεὸς διὰ τὰς ἁμαρτίας ἡμῶν μακροημερεύειν πεποίηκε τοὺς ὀρθοδόξους ὑπερορίαις διηνεκέσιν ὑποβάλλει, τὸν ἁγιώτατον πατριάρχην Νικηφόρον ἐξέωσε, τὸν ὁσιώτατον Εὐθύμιον τὸν Σαρδῶν πρόεδρον βουνευρίσας ἐν Θάσῳ τῇ νήσῳ ἐξωστράκισε, καὶ Θεοφάνην τὸν μέγαν τὴν Σαμοθρᾴκην οἰκεῖν κατεδίκασε, τὸν ἡμέτερον ποιμένα καὶ ἁγιώτατον ἀρχιερέα εἰς Χερσῶνα μετῴκισε, θῆρα πονηρότατον καὶ τῇ κλήσει καὶ τοῖς τρόποις ἀντ᾿ αὐτοῦ ἡμῖν προβαλλόμενος καί, ἁπλῶς εἰπεῖν, πολλοὺς καὶ ἀναριθμήτους τῶν ἁγίων καὶ ὀρθοδόξων θλίψεσι καὶ ποικίλαις ἀνάγκαις περιέπειρε. τί οὖν φῄς, ἅγιε, τί, παραμυθῆσαι [λεγε· παραμύθησαι] ἡμᾶς τὰ τέκνα σου.» ἀνοίξας δὲ τὸ στόμα ὁ θεῖος πατὴρ ἡμῶν Συμεὼν εἶπε γραφικὸν μὲν οὐδέν, φωνὴν δ᾿ ἐγχώριον καὶ παρὰ πάντων ᾀδομένην· «μακροθυμήσατε, ἀδελφοί, αἱ γὰρ τῶν χοίρων φωναὶ [λεγε· φοναὶ?] περὶ τὰς καλάνδας.» ὃ καὶ ἐγένετο· ἐν γὰρ τῇ δωδεκαημέρῳ κατὰ τὸν τοῦ πρωτομάρτυρος Στεφάνου ναὸν τὸν ἔνδον ὄντα τῶν βασιλείων, ἐν τόπῳ τῷ ἐπιλεγομένῳ Δάφνῃ, ἐν νυκτὶ μεληδὸν κατακοπεὶς πρὸς σκότος ἀμειδὲς μεταβέβηκεν. ὁ δ᾿ ἐν τῇ Λέσβῳ τότε τὸν τοῦ τυράννου τόπον ἀναπληρῶν, ἀπῆρε τῆς Λέσβου νοσηλευόμενος, καὶ φθάσας τὴν βασιλίδα ἐν τῷ αὐτοῦ ἀναπεσὼν οἴκῳ ἠσθένει. τῶν δ᾿ ἰατρῶν θάνατον αὐτῷ διὰ τῆς τῶν σφυγμῶν ἐμπειρίας ἐπαπειλούντων καὶ τὰ νεκροτάφ{ε}ια ἑτοιμάσαι φασκόντων, αὐτὸς οὐδενὸς ἐρρωμένον ἔχων τὸ φρόνημα λόγον ἐποιεῖτο λέγων· «οἶδα ἐγὼ τίνι συντυχεῖν ἄκων καὶ μὴ βουλόμενος ἠξιώθην· οἶδα ἐγὼ τοῦ προηγγελμένου μοι χρόνου
[p. 230] τὸ τέλος, καὶ ὡς ἀψευδεῖς αἱ αὐτοῦ ὑποσχέσεις.» ὁ δὲ θεόφρων μετὰ τὴν ἀπὸ τοῦ στύλου κατάβασιν Συμεὼν ὑπὸ τοῦ τῆς νήσου αἱρεσιάρχου ἐπισκόπου ὀχλούμενος μετῴκησεν εἰς ἕτερον νησίδιον σμικρότατον τῇ περιγραφῇ λίαν ἐν τῷ μικροῦ κόλπου στομίῳ διακείμενον, ἐν ᾧ καὶ ναὸς τοῦ καλλινίκου μάρτυρος Ἰσιδώρου ἐνίδρυται. εἰς ἔννοιαν δ᾿ ἐλθὼν ὁ μακάριος τῆς τοῦ προρρηθέντος ἀνδρὸς ὑποσχέσεως γράψας ἐπιστολὴν δίδωσιν ἑνὶ τῶν αὐτοῦ μαθητῶν καὶ διὰ ταχέος ἐκπέμπει. Καταλαβὼν δὲ ὁ ἀδελφὸς τὴν μεγαλόπολιν καὶ τὴν τοῦ ἀνδρὸς ἐπιζητήσας οἰκίαν διὰ τοῦ θυρωροῦ τὴν ἄφιξιν ἐγνώριζεν. ὁ δὲ ἀκούσας καὶ περιχαρὴς γενόμενος τοὺς ἰδίους τε πάντας καὶ συγγενεῖς προσκαλεσάμενος καὶ τὸν τελευταῖον ἀσπασμὸν δοὺς καὶ ἐνώπιον αὐτῶν τὴν τοῦ ἁγίου ἀνελίξας ἐπιστολὴν καὶ ἀναγνοὺς προσκυνήσας τε καὶ ἐπὶ τοῦ στήθους τεθεικὼς βλεπόντων πάντων ἀπέδωκε τὸ πνεῦμα, ἄρας μεθ᾿ ἑαυτοῦ τὸ γράμμα ὡς λαμπρότατον ἀμπεχόνιον καὶ φαιδρὸν ἐπιτάφιον.

17. μετὰ δὲ τὴν τοῦ Λέοντος ἀναίρεσιν, τοῦ ἁγίου ἐν τῷ προρρηθέντι νησίῳ ἐν κυρίῳ μετὰ τῶν σὺν αὐτῷ ἀγωνιζομένου, Μιχαὴλ τὰ σκῆπτρα τῆς βασιλείας διαδέχεται, τὴν μὲν ὠμότητα οὐ παραπλήσιος τῷ εἰρημένῳ, οὐδὲ γὰρ ἄλλος τις ἀγῶν [λεγε· ἀνθρώπων Πηουντουλεσ] ἐκείνῳ ἀφομοίωται, ἀνὴρ δὲ τὰ πάντα γαστρὶ καὶ ἡδονῇ χαριζόμενος καὶ σχεδὸν ἐν ἀνθρωπείῳ σώματι κτηνώδη ἀναστροφὴν καὶ δίαιταν ἐπιδειξάμενος, ὅμως μέντοι καθὼς ἂν ἕκαστος βούλοιτο, θρησκεύειν εἴα καὶ σέβεσθαι, ἀλόγως τοῦτο πράττων καὶ λογιζόμενος, «καθὼς παρέλαβον,» λέγων «κατέχω· ἕκαστος δὲ τὸ δοκοῦν αὐτῷ ποιείτω.» καὶ γοῦν τοιαῦτα τοῦ κρατοῦντος ἀποφηναμένου καὶ δογματίσαντος, τὸν θεοφάντορα Συμεὼν ὁ ῥηθεὶς ἀρχιερεὺς πάντας πρὸς αὐτὸν ὁσημέραι τοὺς ὀρθοδόξους συρρέοντας ποταμηδὸν θεώμενος στέργειν οὐκ ἠνέσχετο, ἀλλ᾿ ἦν ταῖς ἀκίσι τοῦ φθόνου βαλλόμενος. μὴ οὖν δυνάμενος κακοποιῆσαι τὸν τοῦ θεοῦ ἄνθρωπον διὰ τὸ ἐπικρατῆσαν βασιλικὸν πρόσταγμα, τί δρᾷ πρὸς τὴν Κωνσταντίνου ἀναδραμὼν πρόσεισι τῷ ἰδίῳ ἀρχιερεῖ, παραίτησιν δῆθεν τοῦ ἰδίου θρόνου ποιούμενος· «ὁ στυλίτης, γάρ» ἔλεγεν «ἐν τῇ κληρωθείσῃ μοι προεδρίᾳ ἐστὶν ἐπίσκοπος, οὐκ ἐγώ.» ταῦτα λέγων καὶ τὰ τούτων
[p. 231] πλείονα πείθει τὸν ἀνοσιουργὸν πατριάρχην τῷ βασιλεῖ τὰ κατ᾿ αὐτοῦ ἐμφανίσαι. ὃ καὶ ποιήσας λαμβάνει τὴν τοῦ ἁγίου ἔγγραφον ἐξορίαν ὅποι βούλοιτο αὐτὸς δι᾿ ἑαυτοῦ ποιῆσαι. ὁ δὲ τάχιστα τῆς βασιλευούσης ἐκπλεύσας καὶ τῇ ἰδίᾳ ἐπιβὰς πόλει, <εἰς> νῆσον εὐτελῆ καὶ ἀοίκητον Λαγούσας ἐπονομαζομένην καταδικάζει τὸν ἅγιον. ὁ δὲ μακάριος ἄσμενος πάντα καὶ ἀνενδότῳ ἀγαλλιάσει γενναίως ἐγκαρτερῶν, μεταβαίνων ἐκ τῆς ἐνεγκαμένης πρὸς τὴν ἐξορίαν τῷ τετάρτῳ καὶ πεντηκοστῷ τῆς ζωῆς αὐτοῦ ἔτει, ἐπιλαβόμενός τε τῶν ἑπτὰ μαθητῶν αὐτοῦ ἐξώρμησεν ἐάσας τὸν ἴδιον ἀδελφόν, τὸν ὁσιώτατόν φημι Γεώργιον τοῦ ἐν Μιτυλήνῃ συστάντος παρ᾿ αὐτοῦ μονυδρίου προνοητήν τε καὶ καθηγήτορα. ἀπελθὼν δ᾿ ἐν τῇ εἰρημένῃ νήσῳ στύλον ὡσεὶ πηχῶν δέκα δειμάμενος πάλιν ἐν αὐτῷ ἑαυτὸν ἀνυψοῖ. ἦν δὲ καὶ τοῦτο τῆς παναλκεστάτης καὶ πολυτρόπου σοφίας οἰκονομία καὶ πρόνοια, ἵνα καὶ ἐν τῷ τῶν Θρᾳκησίων θέματι λάμψῃ διὰ τῆς τοῦ ὁσίου γλώττης καὶ ἀόκνου διδασκαλίας τὸ τῆς ὀρθοδοξίας φέγγος. οὔπω γὰρ δύο παρῳχήκεισαν ἐνιαυτοὶ καὶ πάντες οἱ ἐν τέλει καὶ ἀξιώμασι πρὸς τὸν μέγα ἀφίκοντο Συμεὼν εὐχῆς καὶ τῶν οἰκείων πταισμάτων ἐξαγορεύσεως ἕνεκα· οὐ μόνον οἱ πλησίον καὶ σύνεγγυς, ἀλλὰ πολλῷ μᾶλλον καὶ οἱ μακρὰν ἀπῳκισμένοι, ὥστε καὶ κτήσεις αὐτῷ τινας τῶν τῆς Σμυρναίων ἐκκλησίας πολυτελεῖς προσενηνοχέναι πρὸς τὸ ψυχῶν αὐτὰ κατασκευάσαι φροντιστήρια, ἃ καὶ ἐγένοντο θεοῦ συνεργείᾳ καὶ μέχρι τοῦ νῦν συνίστανται.

τοῦ γοῦν προειρημένου Μιχαὴλ τὴν βασίλειον ἰθύνοντος ἀρχήν, μέγα τε καὶ χαλεπὸν χριστιανοῖς ἐκ γῆς ἀνεδύη κακόν, ἔτι μὲν ἐν ἀνθρώποις τοῦ τυράννου τελοῦντος Λέοντος τὴν ἀρχὴν λαβόν, τοῖς δὲ τοῦ Μιχαὴλ χρόνοις εἰς μέγα κακὸν τοῦ χριστιανικοῦ ἐπηρμένον φύλου. Θωμᾶς οὗτος ἦν, ὃς ἐν τοῖς τῆς μακαρίας Εἰρήνης χρόνοις, τῷ
[p. 232] τότε τῶν Ἀνατολικῶν στρατηγῷ τῷ Τούρκῳ προσαγορευομένῳ ὑπηρετῶν ἐν τῇ τοῦ πρωτοστράτορος ὄντι ἀξίᾳ, διά τινας αἰσχρὰς καὶ ἀτόπους ὁρμὰς καὶ πράξεις ἐξειργασμένας αὐτῷ δεδιώς, ὁμοῦ τε πατρίδα καὶ πίστιν καὶ δεσπότην καταλιπὼν τοῖς Ἰσμαηλίταις προσορμίζεται καὶ τοῖς μὲν Νικηφόρου τοῦ βασιλέως χρόνοις ἐν τῷ τέως ἡσυχάζειν ἐδόκει, ἔτι τε Σταυρακίου καὶ Μιχαὴλ καὶ τοῖς τοῦ ἀντάρτου Λέοντος μέχρι πολλοῦ. Πρὸς τῷ τέλει δὲ τούτου λαὸν συναθροίσας ἀπάτῃ τε καὶ δώροις τοὺς ἐκ Σαρακηνῶν ὑπισχνούμενος ὑποσπόνδους τούτοις Ῥωμαίους ποιήσειν, πρὸς τὸ τῶν Ἀρμενιακῶν καλούμενον ἐπιφαίνεται θέμα. Τοῦ δὲ Μιχαὴλ ἤδη τῆς βασιλείας ἐπιβάντος παρρησιάζεται καὶ πρὸς τὰ πρόσω χωρεῖ καὶ τῆς βασιλείου ἀρχῆς ἐπιτυγχάνειν δοκεῖ, προσποιούμενος καὶ τῶν ὀρθῶν εἶναι δογμάτων φύλαξ καὶ τῶν ἁγίων εἰκόνων προσκυνητής. Ὃς δὴ καὶ Κωνσταντῖνον τὸν νέον ἐν βασιλεῦσι τὸν τοὺς ὀφθαλμοὺς ἐκκοπέντα, τὸν τῆς μακαρίας Εἰρήνης υἱόν, ἑαυτὸν ὠνόμαζε καὶ ἄλλον ἀντ᾿ αὐτοῦ τὸ πάθος διεφήμιζεν ἀναδέχεσθαι. Τούτου τοίνυν τὰ τῶν χριστιανῶν ληιζομένου μανιωδῶς καὶ καταφθείροντος, ὁμότροποι γὰρ καὶ ὁμογάστριοι κατ᾿ ἀλλήλων ἐμαίνοντο, φάσγανα γυμνοῦντες καὶ δόρατα καὶ τόξα τείνοντες καὶ ἀναφανδὸν ἀλλήλους προνομεύοντές τε καὶ κατασφάττοντες.

18. τοῦ ἀτυχήματός τε τούτου τῇ τῶν χριστιανῶν πολιτείᾳ παραχωρήσει θεοῦ καθολικῶς ἐνσκήψαντος, οἱ ἐκ τῶν Ἄφρων γῆς (μέρο{υ}ς δ᾿ οὗτοι τῆς ἑσπερίου μοίρας) ἀπόπειραν μὲν πρῶτον ποιησάμενοι, ὡς ἑώρων βασιλέα καὶ τὰς δυνάμεις πρὸς τὰ ἑῷα κατὰ τοῦ ἐμφυλίου παλαμησάμενον [λεγε· πολεμησόμενον?] πολέμου καὶ ἐκστρατεύοντα{ι} καὶ σχεδὸν ὅλον ἐκεῖσε προσανακείμενον, νῆας οὐ πολλὰς τεκτῃνάμενοι σποράδην τὰς νήσους ἐπιτρέχουσιν ἀφυλάκτους τε καὶ χωρὶς τῆς οἴας οὖν [λεγε· οἱασοῦν] ἐξ ἐχθρῶν ὑπολήψεως τοὺς ἐν αὐταῖς ἐνοικοῦντας καταλαμβάνουσι, ἄνδρας τε καὶ γυναῖκας καὶ τέκνα καὶ ὕπαρξιν ἐλεεινῶς λεηλατοῦντες καὶ ἀφαιρούμενοι. ὡς δὲ προϊὼν ὁ χρόνος τὸν μὲν κρατοῦντα ταῖς πρὸς τὸν ἐπαναστάντα ταλαιπωρίαις κατατρύχειν ἐδόκει καὶ τῶν ἑσπερίων
[p. 233] ἀμνημονεῖν, τότε δὴ τότε τὸ μικρὸν ἐκεῖνο καὶ εὐαρίθμητον τῶν Ἄφρων καὶ Μαυρουσίων ἀνδρῶν σύστημα εἰς πλῆθος προβὰν ἄπειρον ἀνὰ κράτος τὰς νήσους καὶ παραλίους ἐδῄου τε καὶ ἠφάνιζε. ταῦτ᾿ οὖν ὁρῶν, οἰκειότερον δ᾿ εἰπεῖν, προορῶν ὁ θεόπνευστος πατὴρ ἡμῶν Συμεὼν τὸν στύλον καταλιπών, πρὸς τὸ Βυζάντιον ἀναδραμεῖν παρά τε τῶν φίλων καὶ μαθητῶν συνωθεῖται. τάχα δὲ καὶ θείῳ πνεύματι προβιβάζεται κατὰ τὸ τοῦ μακαρίου ἀποστόλου Παύλου ὅραμα, τὸ Ϡδιαβὰς εἰς Μακεδονίαν, βοήθησον ἡμῖν.Ϡ ἔλεγε γὰρ ἐν ἑαυτῷ ὁ πανόσιος· «οὐ ζητῶ τὸ ἐμαυτοῦ, ἀλλὰ τὸ τῶν πολλῶν συμφέρον ἵνα σωθῶσι.» καὶ δὴ μεταστειλάμενος ἐκ τῆς πατρίδος τὸν ἑαυτοῦ ἀδελφόν, τὸν μέγαν φημὶ Γεώργιον, καὶ παραδοὺς αὐτοῦ ταῖς χερσὶ ψυχάς τε καὶ κτήματα καὶ ὑπάρξεις, ὅσας πρὸς θεοῦ ἐν τῷ τῶν Θρᾳκησίων περιεποιήσατο θέματι, ἡγεμόνα τε καὶ ποιμενάρχην καὶ ἐξουσιαστὴν πάντων ἐπικυρώσας [λεγε· ἐπικύρωσεν?] αὐτόν.

19. καθάπερ λίθος ὁ ἅγιος, οἷάπερ ὄρους τοῦ στύλου ἀποκυλισθεὶς ῥαγδαίᾳ τῇ ῥύμῃ κατὰ μέσον τῆς παρεμβολῆς τῶν ἀθέων εἰκονομάχων θείῳ σθενούμενος πνεύματι συμμαχῆσαι τῇ ἀληθείᾳ διωκομένῃ καὶ τὸν ἐν τῷ Βυζαντίῳ τῆς ἀγνωσίας ὄντα σκοτασμὸν καὶ τὴν ἀχλυώδη τῆς αἱρέσεως θύελλαν ταῖς τῆς ὀρθοδοξίας μαρμαρυγαῖς καταπυρσεῦσαι ἐξώρμησε καὶ τὴν τοῦ Κωνσταντίνου παραδραμὼν μεγαλόπολιν χωρίῳ ἐγκαθορμίζεται εὐτελεῖ μὲν καὶ πενιχρῷ, καταγωγίῳ δὲ τοῦ μεγάλου Νικήτα ἐκείνου, τοῦ τῶν δαιμόνων ὡς ἀληθῶς νικητοῦ καὶ ἡγουμένου τοῦ Μηδικίου χρηματίζοντι, ᾧ καὶ θείᾳ, ὡς οἶμαι, προνοίᾳ ἐκ πολλοῦ ποθουμένῳ πρόσωπον πρὸς πρόσωπον ὁμιλήσας καὶ συναυλισθεὶς ἐκεῖσε τὰ ἐκ τῶν πιστῶν συναγόμενα κατὰ τὴν ἑκάστου χρείαν τοῖς δεομένοις διεδίδου. ἀκατίῳ γὰρ τὸν τῆς Προποντίδος αἰγιαλὸν καὶ μάλιστα τὰ τῆς Σιγριανῆς καὶ περὶ τὴν Κύζικον μέρη, ἐν οἷς οἱ πλείους τοῦ θείου γνησιώτατοι θεραπευταὶ ταλαιπωρούμενοι διέτριβον, παραπλέων ἀπὸ πελάγους Αἰγαίου μέχρι τοῦ Πόντου τὸν τῆς εὐσεβείας
[p. 234] καὶ διακονίας ἐπλήρου δρόμον, διδαχαῖς μὲν τοὺς τοῦ Χριστοῦ μαθητάς, τῇ δὲ χρείᾳ τῶν δεομένων τὸν πρωτομάρτυρα Στέφανον ἐκμιμούμενος. ὃ δέ με μικροῦ παρέδραμε, πρὸς ἀπόδοσιν ἥκω. οὔπω γὰρ τοῖς πολλοῖς καταδήλου τοῦ ὁσίου φανέντος, ἀλλ᾿ ἔτι τὴν ἀρετὴν ἀπαρρησίαστον, ὥσπερ εἴωθε, φυλάττοντος ὁ πρὸς τὸ συμφέρον ἅπαντα κρίσει θείᾳ διέπων καὶ διακυβερνῶν εἰς προῦπτον ἄγει καὶ τὴν ἀρετὴν θριαμβεύει τρόπῳ τοιῷδε. γυναικί τινι εὐσεβεῖ πλούτῳ πολλῷ καὶ τῇ λοιπῇ τοῦ βίου περιφανείᾳ κομώσῃ δύο κατελείφθησαν θυγατέρες, εὐσεβείᾳ μὲν καὶ αὐταὶ τὸν βίον ῥυθμιζόμεναι καὶ ταῖς τῆς μητρὸς παιδαγωγίαις καὶ νουθεσίαις καταρτιζόμεναι καὶ πρὸς τελείαν ἡλικίαν φθάσασαι· ὧν ἡ μὲν τῷ χρόνῳ προτερεύουσα ταῖς θείαις μελέταις, ἔτι δὲ ποιητικῇ καὶ γραμματικῇ καὶ τοῖς τῶν θείων πατέρων ἐμμέτροις πονήμασιν ἔγνω ἑαυτὴν ἐπιδοῦναι καὶ τὸν μονήρη βίον ἠσπάζετο. ἡ δὲ μήτηρ ἅτε δὴ τοῦ γένους διάδοχον κάλλει καὶ εὐπρεπείᾳ σώματός τε καὶ ψυχῆς ἀποστίλβουσαν καθορῶσα πόθῳ τῆς τοῦ γένους διαδοχῆς πρὸς νόμιμον γάμον παρορμᾷ καὶ προτρέπεται· ἔρως γὰρ καὶ μάλιστα βιωτικὸς οὐκ οἶδε βλέπειν τὰ κρείττονα. ἡ δὲ κόρη πρὸς ταῦτα ἐδυσφόρει καὶ ἐδυσχέραινεν, ἄφθορον ὥσπερ τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος κάλλος ἀνθρωπίνης χρήσεως τῷ θεῷ βουλομένη προσάγειν· καὶ ἡ μὲν σφοδροτέρας ἔτι τὰς παραινέσεις καὶ συμβουλὰς ἐποιεῖτο καὶ πολλοὺς ἐραστὰς ἀπηρίθμει καὶ τούτων ᾧ ἄν βούλοιτο τῇ παιδὶ προσαρμόσαι παρηγγυᾶτο. ἡ δὲ τῷ θείῳ πνεύματι κραταιουμένη πέτρα ὡσεὶ στερρὰ τὰς τῶν λόγων ὡς ὕδατος ῥανίδας τῆς μητρὸς ἀπεκρούετο. τέλος τοῖς μαθήμασι προσανεχούσης τῆς παιδός, δευτέρας ἤδη φυλακῆς τῆς νυκτὸς παρελθούσης, ὁρᾶταί τις αὐτῇ καταπληκτικός, τὸ μέγεθος ὑπερφυής, φοβερὸς τὴν θέαν, πολιὸς τὴν τρίχα, λαμπρὸς τὴν ἐσθῆτα. ἐπὶ δὲ τῇ ὁράσει τῆς κόρης καταπλαγείσης εἰς ἀφωνίαν καθίσταται, καὶ ἡ πρότερον εὔστροφον καὶ ῥητορεύουσαν κεκτημένη τὴν γλῶσσαν ἀφωνίᾳ τε καὶ σιγῇ καταδικάζεται. τοῦ δὲ ὁραθέντος ὑποδείξαντος αὐτῇ τόν τε τοῦ πάθους ἰατρὸν καὶ τῆς ψυχὴς διαγωγόν [λεγε· παιδαγωγόν], φόβῳ συσχεθεῖσα ἡ παῖς τὴν μητέρα διανίστησι, ῥήμασι μὲν οὐδὲν πρὸς αὐτὴν φθεγγομένη καὶ λέγουσα, νεύμασι δὲ καὶ οἰμωγαῖς τὴν καρδίαν συνθρύπτουσα. ὡς δ᾿ ἡ νὺξ τέλος ἐλάμβανε καὶ ὁ τῆς ἡμέρας ἡνιόχος ἥλιος τὸν ἴδιον δρόμον ἕωθεν πρὸς ἑσπέραν τελεῖν ἐφάνη, ἐπαπορουμένῃ τῇ μητρὶ πινακίδιον αἰτήσασα τὸ ὁραθὲν ἐγνώριζε. τὸ δὲ ἦν· Συμεὼν ὁ κλοιοῖς τοὺς
[p. 235] πόδας καὶ τὴν ὀσφῦν διὰ Χριστὸν πεπεδημένος, ἄρτι τὸν στύλον καταλιπὼν τῷ πρὸς Εὔξεινον Πόντον εὐωνύμῳ τῆς Βυζαντίδος μέρει πλησίον Πηγῶν τὸ κατάλυμα κέκτηται. ἡ δὲ μήτηρ ταῦτα ἀκούσασα σπουδαίως ἀναστᾶσα καὶ μεθ᾿ ἑαυτῆς ἄρασα τὴν παῖδα καὶ τοὺς ἐφεπομένους, ὡς ἔθος, παῖδάς τε καὶ παιδίσκας τὸν δηλωθέντα χῶρον καταλαμβάνει. ὁ δὲ μακάριος πρὸς τὴν θάλασσαν καθεζόμενος καὶ ταῖς μὲν χερσὶν ἀμφίβληστρον ἐργαζόμενος, τῷ δὲ στόματι τὰ τοῦ Δαβὶδ ἐμμελετῶν θεόπνευστα λόγια, ἀτενίσας ὁρᾷ τὴν εὐσεβῆ σὺν τῇ θυγατρὶ γυναῖκα ἐν πλοιαρίῳ καθεζομένην καὶ τῷ αἰγιαλῷ καταίρουσαν. καὶ προσκαλεσάμενος ἕνα τῶν αὐτοῦ μαθητῶν· «ἰδοὺ τὸ τέκνον» φησί «Φεβρωνία σὺν τῇ μητρὶ πρὸς ἡμᾶς παραγίνεται· σπεῦσον οὖν εἰς συνάντησιν καὶ πρὸς ἡμᾶς ἀνάγαγε.» τοῦ δὲ τὸ κελευσθὲν ταχέως ποιήσαντος προοδοποιοῦντος τῷ ἁγίῳ προσίασιν. ὁ δὲ αὐτὰς θεασάμενος, «καλῶς ἦλθεν ἡ Φεβρωνία, ἡμέτερον τέκνον» φησίν. ἡ δὲ μήτηρ ἀκούσασα ἐξέστη, οὐδὲ γὰρ τοιούτῳ τις αὐτῶν ὀνόματι ἐπεκέκλητο. τοῖς αὐτοῦ δὲ προσπεσοῦσα ποσὶ μετὰ δακρύων πολλῶν τὰ τῆς Χαναναίας καὶ τὰ τοῦ πατρὸς τοῦ σεληνιαζομένου πρὸς Χριστὸν ῥήματα ἐλεεινῶς τῷ θεοφόρῳ προσέφερεν. ὁ δὲ αὐτὴν ἀναστήσας καὶ εὐχὴν ἐπὶ τῇ κόρῃ ποιήσας ἐκέλευσεν πρὸς αὐτὸν ἑπτὰ ἐπιμεῖναι ἡμέρας. καθ᾿ ἡμέραν οὖν τῶν ἀχράντων μυστηρίων ἐκ τῶν τοῦ ἁγίου κοινωνοῦσα χειρῶν καὶ ὕδωρ εἰς τὰς χεῖρας αὐτοῦ ἀπονιπτομένου αὐτὴ καὶ μόνη διδοῦσα, τῆς ἑβδόμης καταλαβούσης ἡμέρας καὶ τοῦ ἁγίου τὴν ἀναίμακτον μέλλοντος καὶ λογικὴν τῷ θεῷ προσκομίσαι θυσίαν καὶ τὰς χεῖρας ἀπονιφθῆναι βουλομένου καὶ τῇ κόρῃ «τέκνον, Φεβρωνία» προσφωνήσαντος, εὐθέως αὐτὴ τρανῇ καὶ ἐνάρθρῳ τῇ φωνῇ ἀπεκρίνατο· «τί κελεύεις, ὦ δέσποτα» καὶ διελύθη ἔκτοτε τοῦ τῆς γλώττης δεσμοῦ, καὶ ἦν λαλοῦσα ὀρθῶς καὶ δοξάζουσα τὸν θεὸν σύν τε τῇ μητρὶ καὶ τοῖς συγγενέσιν αὐτῆς καὶ πᾶσι τοῖς ἀκηκοόσι καὶ θεασαμένοις. ἡ δὲ θεοφιλὴς ἐκείνη καὶ πιστοτάτη ἄνθρωπος τὰ ἀνθρώπινα πάντα καὶ σαρκικὰ πόρρω ἀπορριψαμένη φρονήματα καὶ πρὸς τὰ βελτίονα καὶ θεῖα τὸν νοῦν ἐν ἀκαριαίᾳ ῥοπῇ μετασκευάσασα τὰ τῆς Σουμανίτιδος ἐκείνης πρὸς Ἐλισσαῖον ἐκ καρδίας ἀπεφθέγγετο ῥήματα, «Ϡζῇ κύριος ὁ θεός σουϠ» λέγουσα πρὸς τὸν ὅσιον «Ϡκαὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε.Ϡ» ὁ δὲ θεόθεν κινηθεὶς σὺν τοῖς
[p. 236] ἰδίοις αὐτῇ μαθηταῖς ἠκολούθησεν, ὃν καὶ εἰσελθόντα εἰς τὴν οἰκίαν ἡ θαυμασία ἐκείνη κόρη Φεβρωνία ἠσπάσατο, λέγουσα· «Ϡσήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετοϠ». ἀποθρίξας δὲ αὐτὴν ὁ μακάριος καὶ τὴν μητέρα καὶ τὰς δύο συγγόνους καὶ τῶν θεραπαινίδων εὐσημοτέρας καὶ τὸ μοναδικὸν αὐταῖς ἐπαμφιασάμενος σχῆμα ἱερόν τε παρθένων φροντιστήριον τὸν οἶκον αὐτῶν ποιησάμενος, Φεβρωνίαν ἀντὶ Ὑπατίας αὐτὴν μετωνόμασεν, ἥτις καὶ μεγάλως ἐν τῷ ἀσκητικῷ διέπρεψε σχήματι· ἦν γὰρ ἐλλόγιμος καὶ πεῖραν ἰσχυρὰν ἐν ταῖς γραφαῖς ἔχουσα.

20. ταύτην τὴν ἀρχὴν τῶν σημείων ὁ Θεὸς διὰ τοῦ ὁσίου Συμεὼν ἐν τῇ βασιλίδι πόλει πεποίηκε. τούτου τοῦ θαύματος πανταχόσε διαφημισθέντος (ἦν γὰρ τῶν εὐγενῶν ἡ γυνὴ καὶ συγκλητικοῦ μετέχουσα αἵματος) ἅπαντες οἱ τοῦ παλατίου καὶ τῆς συγκλήτου βουλῆς ὀρθόδοξοι πρὸς τὸν ἅγιον ἀδιστάκτως συνέτρεχον, τὰ πραχθέντα ἐξαγορεύοντες καὶ τὰ χρήματα ἀφθόνως προσνέμοντες καὶ τὴν εὐσέβειαν ἐντελεστέρως ἐξασκούμενοί τε καὶ διδασκόμενοι. στέφανος δὲ ὁ τοῦ εὐσεβεστάτου Βασιλείου τοῦ πατρικίου υἱὸς μαρτύρων μνήμην ἐν τῷ ἰδίῳ ἐπιτελῶν κτήματι προσεκαλέσατο τὸν ἅγιον εἰς ἑστίασιν. τοῦ δὲ παραγενομένου ἠξίου ὁ εὐσεβὴς ἀνὴρ ἐκεῖνος τὸν εἰς διάδοσιν, ὡς ἔθος, τοῖς πένησιν διαδιδόμενον πίθον εὐλογῆσαι τὸν ἅγιον. τοῦ δὲ τὸ τοῦ σταυροῦ σημεῖον ἐπὶ τοῦ πίθου ποιήσαντος καί «εὐλογητὸς ὁ θεὸς ἡμῶν πάντοτε» προσφωνήσαντος, ῥοῖζος ἐκ τοῦ πίθου ἀνεδόθη τοιοῦτος ὡς τὸ πῶμα τριῶν πηχῶν διάστημα πόρρω ἀποτινάξασθαι, τοὺς δὲ παρισταμένους δύο πρὸς τοῖς πεντήκοντα στάμνους ἀντλῆσαι καὶ μὴ ἐλαττωθῆναι τὸν οἶνον, ἀλλὰ ποταμηδὸν ὑπερβλύζειν καὶ τὸν πίθον μέχρι τοῦ νῦν εὐλογημένον ὑπὸ τῶν περιοίκων κατονομάζεσθαι καταπλαγέντων τῷ θαύματι.

21. ἀκρίδος δὲ πολλῆς τοῖς περὶ τὴν Κωνσταντίνου προαστείοις, ὡς τῇ Αἰγύπτῳ ποτέ, ἐνσκηψάσης καὶ πάντα καρπὸν ἄρδην ἀφανιζούσης, ὁ ῥηθεὶς θεοφιλέστατος Στέφανος πρὸς τὸν ἅγιον ἐπισκέψεως ἐλθὼν χάριν καὶ τὸ τῶν χειρῶν ἐν ὥρᾳ ἀρίστου ἀπονιψαμένου ἀποστάξαν ὕδωρ λαθραίως ὑποδεξάμενος εἰς ἄγγος τε ἐμβαλὼν καὶ τοὺς ἰδίους ἐπιρραντίσας ἀγρούς, τὴν μὲν ἀκρίδα θεοῦ χάριτι καὶ ταῖς τοῦ ἁγίου πρεσβείαις ὡς ἀπὸ μάστιγος ἐφυγάδευσε, τοὺς δὲ καρποὺς ἀσινεῖς διεφύλαξαν ὥστε πολλαπλασίονα τὴν εὐφορίαν τῶν πρώην ἐτῶν προσχορηγῆσαι.

[p. 237]

22. τοῦ δὲ βασιλέως Μιχαὴλ τὸν ἀντάρτην Θωμᾶν χειρωσαμένου καὶ τὰ μὲν ὄμματα πρότερον ἐξορύξαντος, εἶτα πικρῷ παραδόντος αὐτὸν θανάτῳ, τοῦ μὲν ἐμφυλίου ἐσβέσθη ἡ θρασύτης πολέμου, τῶν δὲ Ἀγαρηνῶν ἐκορυφοῦτο τὸ φῦλον, τῶν τε ὀρθοδόξων ὁ διωγμὸς ἐν ταύταις ταῖς ἡμέραις μικρᾶς ἀνακωχῆς ἐπελάβετο· οὐδένα γὰρ οὗτος ὁ βασιλεὺς τῶν ἁγίων ἐκάκωσεν ἢ τὸν μέγαν καὶ θεῖον μόνον Μεθόδιον ἀρχιδιάκονον ὄντα τοῦ ἐν ἁγίοις πατριάρχου τοῦ Νικηφόρου, διὰ τὸ λάθρα αὐτὸν ἐν τῇ Ῥώμῃ ἀπεληλυθέναι. τοῦτον γὰρ τὸν μακαρίτην ὑπὸ τοῦ αἱρεσιάρχου πατριάρχου ὁ αὐτοκράτωρ παροτρυνόμενος ἐπ᾿ ὄψει τούτου πολλὰ τοῖς βουνεύροις τυφθῆναι κελεύσας τάφῳ σμικροτάτῳ μίαν ὀπὴν ἔχοντι βραχυτάτην, δι᾿ ἧς τὰ πρὸς ζωὴν αὐτῷ σπανίως ἐχορηγοῦντο, σὺν ἄλλοις δυσὶν ἐπιβούλοις κατακλείσας ἐν ὑπογαίῳ εἴασεν ἀσφαλεστάτῃ φρουρᾷ. καὶ οὗτοι μὲν δύο, οὐ πολλοῦ διαδραμόντος χρόνου, μή φέροντες τήν τε τοῦ ὑπογαίου τάφου δυσωδίαν καὶ ζόφωσιν, ἔτι τε τὴν τῶν φθειρῶν ἀνύποιστον ἀγριότητα, θνήσκουσι. Μόνος δὲ διέμεινεν ὁ γενναῖος ἐκεῖνος καὶ ὑπὲρ φύσιν καρτερικώτατος ἀνὴρ Μεθόδιος, ὑπὸ τῆς παγκρατίστης δεξιᾶς τοῦ ὑψίστου περιφρουρούμενος. Τίς γὰρ τοιαύτην ἐπώδυνον καὶ ἀφόρητον τιμωρίαν ὑπέμεινε ἂν τῶν σαρκὸς μετεχόντων, οἵαν ὁ μακάριος οὗτος ἐν τῷ ζοφώδει τάφῳ ἐκείνῳ καὶ ὑπογαίῳ (οὐδὲ γὰρ φῶς τὸ σύνολον εἶχε) τά τε τῶν μυῶν πλήθη, <ἃ> διὰ τὴν τῶν νεκρῶν ἐν αὐτῷ σωμάτων δυσωδίαν ἐμφιλοχωροῦντα οὐκ ὀλίγα καὶ τὸν ζώθαπτον τοῦ Θεοῦ ἀνθρωπον κατεσίνοντο καὶ κατετραυμάτιζον τάς τε τῆς κάρας τρίχας ἀπέβαλε καὶ πενταετίαν ἐν ταύτῃ τῇ πονηρᾷ καθείρξει πάσχων ὁ καρτερὸς διετέλεσε. τούτων οὕτως ἐχόντων τὸν τῶν ἀνθρώπων ὁ βασιλεὺς ὑπεξέρχεται βίον, σπέρμα ἀσεβείας καταλιπὼν τοῖς χριστιανοῖς τὸν ὠμόν τε καὶ θεομισῆ Θεόφιλον. ὃς καὶ τῆς βασιλείας ἐπειλημμένος διωγμὸν ἐξ αὐτῆς κατὰ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων ἐκίνησε βαρύν τε καὶ ἀφόρητον. πάντας γὰρ τοὺς τῶν ἐκκλησιῶν
[p. 238] ὀρθοδόξους ἀρχιερεῖς καὶ τοὺς τῶν μοναστηρίων καθηγεμόνας σιδηροδέτους ἐν τῷ πραιτωρίῳ κατακλείστους προστάσσει γενέσθαι ἅμα τῷ ἡγιασμένῳ πατρὶ ἡμῶν Συμεών, σκεπτόμενος ποίῳ τρόπῳ θανάτου παραδώσει αὐτούς. ἦν δὲ προκαθείρξας καὶ τὸν θεορρήμονα καὶ ὁμολογητὴν Εὐθύμιον τὸν Σάρδης πρόεδρον, στεῤῥῶς αὐτῷ κατὰ πρόσωπον ἀνθιστάντα καὶ ἀποστάτην καὶ ἄθεον δημοσίᾳ μετὰ παρρησίας ἀποκαλέσαντα. τὸ γοῦν εἰς πρόσωπον πάλιν αὐτῷ ἀγαγεῖν ἀνεβάλετο, δεδιὼς τὴν γενναιόφρονα τοῦ ἀνδρὸς ἔνστασιν. τῇ δὲ μετὰ μίαν τῆς τοῦ Χριστοῦ γεννήσεως ἑορτὴν ἡμέρᾳ Κοσμᾶν τὸν πατρίκιον στέλλει πρὸς τὸν ὅσιον, προστάξας οὕτως αὐτοῦ μάστιξι καταξάναι τὸ σῶμα ἕως ἂν ἡ ψυχὴ τοῦ σώματος χωρισθήσηται· ὃ καὶ γέγονε. τυπτόμενος γὰρ ὁ μακάριος ἀφειδῶς καὶ ὑπὲρ τῶν φονευτῶν εὐχόμενος εἰς χεῖρας τοῦ θεοῦ τὸ πανίερον αὐτοῦ καὶ ἅγιον ἐναπέθετο πνεῦμα, ἀνὴρ γεραιότατος, τὰ πάντα ζήσας ἔτη ὀγδοήκοντα, νόμιμός τε τῷ Χριστῷ προσαχθεὶς ἱερεὺς καὶ μάρτυς, δῶρον γενέθλιον ὡς ἀληθῶς καὶ τιμιώτατον.

23. τούτου δὲ τοῦ ἁγίου ἐν ταῖς μάστιξιν οὕτως τελειωθέντος, ἡ τοῦ βασιλέως γαμετὴ Θεοδώρα οὐ μετρίως αὐτοῦ καθήψατο Λικίνιον ἄλλον χριστιανοῖς χρηματίσαντα, λέγουσα· «καὶ μέλλει δέ σε θεὸς ἀποστρέφεσθαι, οὕτω πικρῶς ἀναιροῦντα τοὺς δούλους αὐτοῦ.» τούτων ἐκεῖνος τῶν ῥημάτων ἀκούσας τῆς πολλῆς μὲν ἐλώφησεν ἀγριότητος, οὐ μὴν καὶ τελείως ἀπέστη τῆς κατὰ τῶν ἁγίων λύττης, ἄγοντος αὐτὸν εὐχερῶς ὡς εὐρίπιστον Ἰωάννου τοῦ πατριάρχου. τοιγαροῦν καὶ τοὺς ἐν τῷ πραιτωρίῳ κατακλείστους πατέρας καταποντῶσαι βουλόμενος, τοῦτο μὲν διὰ τὴν τῆς Αὐγούστης ἀντίρρησιν τέως ἀναβάλλεται. τῆς δὲ εἱρκτῆς τούτους ἐξαγαγὼν καὶ πάντας αὐτοψεὶ θεασάμενος, τὸν στυλίτην ποῖός ἐστι πυθόμενος (εἶχε γὰρ μεγάλην περὶ αὐτοῦ καὶ ἐξαισίαν [λεγε· ἐξαίσιον?] τὴν φήμην) καὶ τοῦτον ὑπὸ τῶν ὑπασπιστῶν ἐνδειχθέντα βλοσυρὸν ἐνιδών, «ὦ κύριε, ποῖος ἀνήρ» εἶπεν «ἡμίτομος καὶ ἡμιθνής· τὰ τῆς ἐμῆς αὐτοκρατορίας προστάγματα καταργεῖ, καὶ λῆρον τὰς ἐμὰς ἡγεῖται νομοθεσίας.» καὶ παραχρῆμα τοῦτον ἀποδυθῆναι κελεύσας καὶ βουνεύροις ἀνηλεῶς πεντήκοντα πρὸς τοῖς ἑκατὸν τὸ τοῦ τρισμάκαρος σῶμα τυφθῆναι προστάξας, ὑπερόριον ἐν Ἀφουσίᾳ τῇ
[p. 239] νήσῳ καταδικάζει τὸν ἅγιον, τοὺς δὲ σὺν αὐτῷ πατέρας καὶ τῶν μαθητῶν τοὺς ἐξάρχους πρῶτον τυφθῆναι κελεύσας τὴν τῶν ἁγιοπολιτῶν αὐταδέλφων ξυνωρίδα Θεόδωρόν φημι καὶ Θεοφάνην τοὺς ποιητάς, διὰ κεντήσεων στίχοις ἐν τοῖς μετώποις ἐπιγράφει τοιοῖσδε·
πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν
ὅπου πάναγνοι τοῦ θεοῦ λόγου πόδες
ἔστησαν εἰς σύστημα τῆς οἰκουμένης,
ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ
σκεύη πονηρὰ δεισιδαίμονος πλάνης.
κἀκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας
πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως
ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται.
πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες
οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας.
ὅθεν γραφέντες ὡς κακοῦργοι τὴν θέαν
κατακρίνονται καὶ διώκονται πάλιν.

24. ταῦτα τοῖς μετώποις τῶν ἁγίων διὰ κεντήσεων στίξας μετὰ τῶν λοιπῶν ἐξέπεμψε πατέρων πρὸς τὴν ῥηθεῖσαν νῆσον τὴν Ἀφουσίαν. ἑνωθεῖσα δὲ καὶ πνεύματι συγκραθεῖσα ἡ ἁγία ἐκείνη καὶ σεβασμία
[p. 240] ὁμήγυρις τῶν πατέρων ἀρχηγὸν εἶχον ἐν πᾶσι τὸν μακάριον Συμεών, πλησίον ῥύακος τὴν κατοικίαν παρὰ θάλασσαν ποιησάμενον, ἐν ᾧ δαιμόνια πονηρὰ ἐμφιλοχωροῦντα σταθερᾶς μεσημβρίας τοὺς παραπορευομένους χαλεπῶς ἐπηρέαζον ὡς ἅπαντας τοὺς τὴν νῆσον οἰκοῦντας ἐν ταῖς ῥηθείσαις ὥραις μὴ δύνασθαι διὰ τῆς ὁδοῦ παρελθεῖν ἐκείνης. ἐκεῖσε δὲ τοῦ ἁγίου σκηνώσαντος μὴ ὅτι γε τὰ βδελυρὰ καὶ ἀκάθαρτα πεφυγάδευται πνεύματα, ἀλλὰ καὶ θείου πνεύματος οἰκητήριον ὁ τόπος γεγένηται· τῇ πανάγνῳ γὰρ Θεοτόκῳ ναὸν ἐν αὐτῷ περικαλλῆ ἀνεγείρας, ἀσκητῶν ἱερῶν καὶ θεοφόρων ἀνδρῶν ἐς δεῦρο καταγώγιον ταῖς τοῦ πατρὸς δεήσεσι τὸ χωρίον ἀναδείκνυται, οὗ δὴ τὰ σύνεγγυς μονυδρίου. Καὶ Λέων τις ὀνόματι συνήθης τῷ ἁγίῳ γενόμενος ἧκε πρὸς αὐτόν, τὸν ὕστατον τῶν υἱῶν μεθ᾿ ἑαυτοῦ φέρων Γεώργιον, κήλης περιπεσόντα νοσήματι, βουλὴν ἅμα ζητῶν καὶ εὐχὴν ὡς ἂν πρὸς εὐνουχισμὸν ἐκδοίη τὸν παῖδα. οὗ δὴ καὶ τὸ πάθος ὁ μακάριος θεασάμενος καὶ δακρύων ἐπὶ τῇ τοῦ παιδὸς συμφορᾷ πληρωθεὶς ὅλος καὶ πρὸς τὸν τῶν ὅλων ἰατρὸν κύριον ἐκ βάθους ἆσθμα ἀναγαγὼν στεναγμοῦ, ἅμα τῷ τοῦ ἁγίου ἐκείνῳ περιπατεῖ [λεγε· περιπαθεῖ] ἄσθματι (ὢ τίς οὐκ ἂν ἐκπλαγείη) καὶ ὁ τοῦ πάθους ὄγκος ἀνεστάλη τοῦ νέου, καὶ τὸ πρὸ βραχέως μέχρι γονάτων διῆκον ὄγκωμα ἐν ἀκαρεῖ παραδόξως συσταλὲν ὑγιὲς κατὰ φύσιν ἀνεδείχθη γενόμενον. ὃ τοῦ παιδὸς ὁ πατὴρ θεασάμενος καὶ οἱ παρεστῶτες καταπλαγέντες δόξαν δεδώκασι τῷ θεῷ. λιμοῦ δ᾿ ἐν τῇ χώρᾳ γενομένου καὶ σίτου τῷ μονυδρίῳ μὴ προσιόντος τὸ σύνολον, πλὴν τῶν αὐθημερὸν ἐν τῇ τραπέζῃ προτεθειμένων εἰς ἑστίασιν τοῖς ἀδελφοῖς ἄρτων, ἀπὸ τῆς κέλλης ὁ μακάριος παρακύψας πρὸς τὸν πυλῶνα καὶ τὸ τῶν πτωχῶν ἰδὼν πλῆθος ἱστάμενον, προσδοκώντων τὸ σύνηθες σιτομέτριον καὶ ταλαιπωρούμενον [λεγε· ταλαιπωρουμένων?], ἤδη τῆς ὥρας παρεληλυθυίας, τὸν ἐπὶ τῇ τοιαύτῃ πεπιστευμένον διακονίᾳ προσκαλεσάμενος, «τίς ἡ αἰτία» μετ᾿ ἐμβριμήσεως «τῆς τῶν ἀδελφῶν ἕως ἄρτι» φησί «παραστάσεως οὐκ οἶδας ὡς ἐπικατάρατος ὁ ποιῶν τὸ τοῦ κυρίου ἔργον ἀμελῶς, γέγραπται» τοῦ δὲ μὴ ἐξ οἰκείας ῥαθυμίας τὴν τοιαύτην φήσαντος ῥαθυμίαν γενέσθαι, ἀλλὰ τῷ μὴ ὑπάρχειν πλὴν τῶν ἐν τῇ τραπέζῃ καὶ μόνων μικρᾶς χάριν παραμυθίας παρατεθέντων τοῖς ἀδελφοῖς σήμερον ἄρτων, ὁ δέ «καὶ τέως εἰσὶν ἄρτοι» σπουδαίως εἰπών, δραμὼν ἅπαντα τὰ ἐπὶ τῆς τραπέζης ἀράμενος, «τὴν ἁρμόζουσαν» εἶπεν «ἔκτισον ὀφειλὴν τοῖς ἀδελφοῖς τοῦ κυρίου, περὶ δὲ τῶν μοναχῶν τὸ θέλημα αὐτοῦ γενέσθω». τοῦ δὲ τὰ
[p. 241] προσταχθέντα σὺν πολλῷ τῷ τάχει ποιήσαντος καὶ τοὺς προσδεεῖς ἀπολύσαντος, οὐ μετρίως οἱ μοναχοὶ τῆς ἐφημέρου στερηθέντες τροφῆς ἐσκυθρώπαζον. οὕτω [λεγε· οὔπω] δὲ τελείας ὥρας παρῳχήκει διάστημα καὶ ἰδοὺ ὁλκὰς ἱστίοις διαπεπετασμένη [λεγε· διαπεπετασμένοις?] ἀντικρὺ τῆς μονῆς ἀναδραμοῦσα τὰς ἀγκύρας προσώρμησεν, ἐκ τῆς βασιλίδος παρὰ τῶν φιλοχρίστων σταλεῖσα πρὸς τὸν μακάριον, ἀλεύρου καὶ πεφρυγμένων ἄρτων, ὀσπρίων τε παντοίων καὶ σίτου καὶ οἴνου καὶ τυρῶν, ταριχευτῶν τε ἰχθύων καὶ ὀπωρῶν καὶ λαχάνων μεμεστωμένη. ἅπερ ὁ μέγας ἰδὼν Συμεὼν μετὰ πάντων τῶν συνόντων, ἔτι δὲ καὶ τοῦ τιμίου τῶν Γραπτῶν ζεύγους, κοινὴν τῷ πλουσιοπαρόχῳ πάντες εὐχαριστίαν δεδώκασι.

25. καὶ ὁ μὲν μακάριος οὗτος ἀνὴρ Συμεὼν μετὰ τὴν ἀπὸ τοῦ θέματος Θρᾳκησίων ἐν βασιλίδι τῇ πόλει ζήλῳ τῆς εὐσεβείας ἄνοδον, ὅτε καὶ τὸν ἀδελφόν, ὡς προλέλεκται, Γεώργιον τοῖς ἐν ἐκείνῃ τῇ χώρᾳ καὶ τῇ πατρίδι τε Μιτυλήνῃ παρ᾿ αὐτοῦ ἀνεγερθεῖσιν ἱεροῖς φροντιστηρίοις ἐπίτροπον ἐν ταυτῷ καὶ διδάσκαλον εὐσεβείας ἐπαφῆκέ τε καὶ κατέστησεν, ἐν τούτοις ἦν ἐλέγχων ἀγωνιζόμενος, ὑπὲρ εὐσεβείας τυπτόμενος, ἐξοριζόμενος καὶ θαυματουργῶν, τοῦ θεοῦ δοξάζοντος τὸν ὑπὲρ τῆς εἰκόνος αὐτοῦ τοσαῦτα ἀγωνιζόμενον. ὁ δὲ θαυμάσιος ὁμαίμων τούτου Γεώργιος (ἐλθέτω γὰρ καὶ πρὸς ἐκεῖνον ὁ λόγος) μὴ ἀναξίως τοῦ ἐπιτροπεύσαντος ἀδελφοῦ τοῖς τῆς ἐπιτροπείας ὅροις ἠγώνισται ἢ τῶν ὑπὲρ εὐσεβείας δογμάτων τε καὶ διδαγμάτων ἠμέλησεν, οὐμενοῦν, ἀλλὰ καὶ λίαν ἀξίως τῆς τ᾿ ἐκλογῆς τοῦ διδασκάλου καὶ κασιγνήτου καὶ <τῆς> τοῦ θεοῦ τοῦ τῶν ὀρθῶν ἕνεκα δογμάτων στηριγμοῦ προχειρήσεως [λεγε· προχειρίσεως]. ὁ γὰρ τῆς Λέσβου, καθὰ προείρηται, πρόεδρος, μᾶλλον δὲ τῆς εὐσεβείας διώκτης καὶ τῆς ἀσεβείας διδάσκαλος, τοιοῦτον τοῖς ἐν τῇ πόλει τε Μιτυλήνῃ καὶ τῇ περὶ αὐτὴν ἐπαρχίᾳ, μετὰ τὸ τὸν μακάριον ἀποσκευάσασθαι Συμεών, ὀρθοδόξοις τὸν διωγμὸν ἀπερρίπισεν, ὡς καὶ τοὺς εὐαγεῖς οἴκους καὶ τὰ τῶν ὀρθοδόξων ἱερὰ φροντιστήρια σὺν αὐτοῖς ἐκείνοις ἀφρόνως ἀπεμπολεῖσθαι διακελεύσασθαι καὶ τὰ ὑπὸ τῷ μακαρίῳ τοίνυν Γεωργίῳ μονύδρια τοῖς ἐνοῦσιν αὐτοῖς ἀκινήτοις ἅμα χάριν ἀργυρολογίας διαπρασάμενος. ἐπεὶ ὁ τὴν τούτων ὠνὴν ἀναδεξάμενος τούτοις ἐπέστη, τὸν θαυμάσιον τοῦτον ἄνδρα σύν τε τοῖς λογικοῖς αὐτοῦ θρέμμασι τῶν μονῶν ἀποστήσας ἐν εὐτελεῖ καὶ βραχυτάτῳ χωρίῳ Μυρσίνας προσαγορευομένῳ ἐν στενῷ προσοικεῖν κατηνάγκασεν. ἔνθα δὴ καὶ διάγοντι ἀνήρ τις
[p. 242] Ἡσύχιος ὀνομαζόμενος τὴν ἀξίαν τῶν Θρᾳκησίων πρωτονοτάριος ἀναγεγραφὼς ἐν χάρτῃ τὴν τῶν ἁμαρτηθέντων αὐτῷ ἐξαγόρευσιν μολυβδίνῃ τε τοῦτον σφραγῖδι κατασφαλισάμενος τῷ καθηγιασμένῳ τούτῳ ἀνδρὶ ἐξαπέστειλεν ὅπως δι᾿ εὐχῶν αὐτοῦ εὐπαρρησιάστων συγχωρήσεως αὐτῶν τῆς παρὰ τοῦ κυρίου ἀξιωθείη. ὁ δὲ τοῦτον δεξάμενος καὶ εἴκοσι παρ᾿ ἑαυτῷ κατασχὼν ἡμέρας πρὸς τὸν Ἡσύχιον πάλιν, ὡς εἶχε σφραγῖδος, ἀντέπεμψεν ἀνάξιον ἑαυτὸν τοῦ τοιούτου καθομολογῶν ἐγχειρήματος, καὶ θεῷ μόνῳ τὸ ἔργον εἶναι τοῦτο δὴ πρεπωδέστατον. ὁ δὲ τὸν χάρτην μετὰ πολλῆς ὀδύνης καὶ δάκρύων δεξάμενος καὶ ἀνελίξας ἄγραφον ὑπερφυῶς τῇ τοῦ παναγίου ὅλον εὗρε χάριτι πνεύματος. ὃ παρ᾿ ἐλπίδας ὁ σεμνὸς ἀνὴρ θεασάμενος καὶ τῷ παραδόξῳ καταπλαγεὶς τοῦ θαύματος θαμβεῖται [λεγε· θάμβει τε] συσχεθεὶς τὴν καρδίαν, θερμὸν ὑφ᾿ ἡδονῆς ἀφίησι δάκρυον θεῷ, τὴν εὐχαριστίαν καὶ τῷ αὐτοῦ ἀξιοχρέως ἀπονέμων θεράποντι.

ἕτερος δέ τις τῶν ἐν τέλει καὶ εὐπατριδῶν, φίλος τῶν πατέρων ἔκπαλαι γνησιώτατος, ἀρρωστίᾳ δεινῇ περιπεσὼν καὶ περὶ τὰ λοίσθια τῆς ζωῆς ἤδη κατηντηκὼς τῷ μακαρίῳ δηλοποιεῖ μὴ κατοκνῆσαι πρὸς αὐτὸν παραγενέσθαι ἐπισκέψεως ἕνεκα. ὁ δὲ σάγμα τι τῷ ὄνῳ ἐπιτεθεῖναι προστάξας καὶ ἐπιβεβηκὼς ᾤχετο, εἰ καὶ τὸν μέχρι τοῦδε τῆς ζωῆς χρόνον τοῖς ποσὶν ἀντὶ ὑποζυγίου ἐκέχρητο, δοῦλον ἐν ἑαυτῷ τὸ ἑαυτοῦ ἐπιλέγων ἀείποτε κτῆσαι σῶμα. ἐλθὼν δὲ πρὸς τὸν ἀσθενοῦντα καὶ τοῦ ὑποζυγίου ἀποβὰς τὸν ἄνθρωπον ἀσπασόμενος εἰσελήλυθεν. ὁμιλοῦντος δὲ τῷ νοσοῦντι καὶ παραμυθουμένου, ὁ ὄνος ἐν τῇ αὐλαίᾳ προσδεδεμένος συνεχῶς καὶ ἀτάκτως ὀγκώμενος οὐ μετρίως τὸν νοσοῦντα ἐτάραττεν. ὃν δυσαχθοῦντα ὁ μέγας καὶ τὸ αἴτιον συνιδὼν ἐν παραβύστῳ διὰ τοῦ συνοδίτου τῷ ὄνῳ προσέταξε· «παῦσαι, ἀδελφέ, τῶν κραυγῶν, ἕως οὗ τῶν ἐνθάδε ἀπελευσόμεθα.» ὁ δὲ τὴν ἐντολὴν δεξάμενος οἷα λογικὸς ἀπαράτρωτον διετήρησε βαθεῖαν ἐξασκῆσαι σιγήν. εὐχὴν δὲ ὁ μακάριος τῷ κακουμένῳ πεποιηκὼς ἐν ὀνόματι τοῦ Χριστοῦ πρὸς εὐρωστίαν παραυτίκα μετήγαγε. τοιαῦτα τοῦ Γεωργίου μετὰ τὴν τοῦ ἀδελφοῦ ἀναχώρησιν τὰ διηγήματά τε καὶ κατορθώματα.

26. τοῦ βασιλέως δὲ Θεοφίλου τελευτήσαντος ὁ μακάριος Συμεὼν (ἐλθέτω γὰρ πρὸς ἐκεῖνον καὶ πάλιν ὁ λόγος) ἐν τῷ τῆς καταδικασθείσης αὐτῷ, ὣς εἴρηται, τόπῳ τῆς ἐξορίας ἔτι ὤν, ἐν Ἀφουσίᾳ, καθ᾿ ἣν ἔμελλε τεθνήξεσθαι νύκτα ὁ βασιλεύς, εἶδεν αὐτὸν ἐν ὀνείρῳ ἐν
[p. 243] ἰδιωτικῷ καὶ οἰκτίστῳ σχήματι δεηρῶς πρὸς αὐτὸν λέγοντα ἐπὶ τρεῖς· «καλόγηρε, βοήθει μοι.» ἔξυπνος δὲ γενόμενος τοῖς μετ᾿ αὐτοῦ τὴν τοῦ κρατοῦντος ἐκδημίαν ἐσήμανε. τῆς δὲ φήμης ταύτης τρανῶς πανταχόσε διαδραμούσης, οἱ τῶν ὀρθοδόξων λογάδες τῶν τῆς χρονίας φωλεῶν ὑπερορίας ἀναθρώσκονται καὶ, καθάπερ ἄρνες διωγμοῦ λυκώδους ἐλευθερωθέντες ἐπὶ νομὰς χλοώδεις καὶ ἀφέσεις ὑδάτων, ἀδεῶς ἐπὶ τὸ Βυζάντιον μετὰ θυμηδίας καὶ πολλῆς εὐχαριστίας πανταχόθεν συνέτρεχον. γράμματα τοίνυν τῆς εὐσεβοῦς ἀνάσσης καὶ πρὸς τὸν πατέρα Συμεὼν ἐπεφθάκε[ι]σαν, σπουδαίως αὐτὸν σὺν τοῖς αὐτῷ ἐξοστρακισθεῖσι πατράσι τῇ βασιλίδι παριέναι ἐγκελευόμενα. ταχυδρόμον οὖν μετὰ γραμμάτων πρὸς τὸν ἀδελφὸν τὸν μέγαν ἀποστείλας Γεώργιον, τὴν πρὸς αὐτὸν σὺν πολλῷ τῷ τάχει ἄφιξιν ἐπισπεύδοντα, αὐτὸς τὴν πρὸς Βυζάντιον σὺν πολλοῖς καὶ ἄλλοις θείοις πατράσι παρώδευε. κατὰ δὲ τὸν τῆς μεταξὺ Προικοννήσου καὶ Ἡρακλείας πλοῦν, ἐν τῷ πλοίῳ μικρῷ καθευδήσας, ὁρᾷ τὸν μέγαν καὶ θαυμαστὸν Ἀντώνιον ἐπὶ τῆς θαλάσσης πεζεύοντα, χρυσέοις σανδαλίοις τοὺς πόδας περιβεβλημένον καὶ χρυσῆν τῇ δεξιᾷ ῥάβδον κατέχοντα καὶ ὀξέως βαδίζοντα. πρὸς ὅν «πάτερ ἅγιε καὶ τοῦ θεοῦ γνήσιε θεράπον,» εἶπεν «Ἀντώνιε, ποῦ πορεύῃ» ὁ δὲ πρὸς αὐτόν· «ἐν τῷ Βυζαντίῳ ποιῆσαι ὀρθοδοξίαν καὶ ἑτοιμάσαι σοι τόπον καὶ τοῖς μετὰ σοῦ ἐν τοῖς Κανικλείου. οὐκοῦν θάρσει καὶ σπεῦδε ὅτι ὄντως ἐστί, καθάπερ εἴρηκά σοι, καλόγηρε.» καὶ εὐθέως ἔξυπνος γενόμενος τοῖς σὺν αὐτῷ τὰ ὁραθέντα διήγγειλεν. οἱ δὲ θάρσους καὶ προθυμίας οὐ τῆς τυχούσης ἐμφορηθέντες τῷ Θεῷ τὴν εὐχαριστίαν ἀνέπεμπον. ὡς δὲ καὶ ὁ τούτου ὁμαίμων, ὁ θεοφόρος Γεώργιος, κατὰ τὴν τοῦ ἀδελφοῦ ἀγγελίαν περὶ τὰς ἐν τόπῳ Ψαλιδίῳ λεγομένῳ ἠιόνας διὰ νηὸς παραπλέων ἐδόκει κατ᾿ ὄναρ τὸν περιβόητον ἐν ἁγίοις Σπυρίδωνα ἀπὸ τῆς ὄχθης ὁρᾶν πρὸς τὴν ναῦν βαδίζοντα καὶ ἔνδον γενόμενον προσαγορεῦσαί τε τοῦτον καὶ περιπτύξασθαι. ὁ δέ «καὶ τί» φησίν «ὧδε παραγέγονας, κύριέ μου καὶ ἁγιώτατε πάτερ» ὁ δὲ Σπυρίδων· «συναγωνίσασθαι ὑμῖν ἔρχομαι ἐν τῇ μελλούσῃ συγκροτηθῆναι ἐν Βυζαντίῳ συνόδῳ.»

[p. 244]

27. πάντων δὲ τῶν ὀρθοδόξων ἀρχιερέων καὶ μοναχῶν ἐν τῇ μεγαλοπόλει συναθροισθέντων ἡ βασίλισσα τούτους οὐκ ἀηδῶς δεξαμένη ἔνδον τῶν βασιλείων ἐν τῷ λεγομένῳ Περιβλέπτῳ τῷ τέως καταχθῆναι κελεύει· τὴν δὲ διττὴν ταύτην τῶν ἀδελφῶν ξυνωρίδα Συμεὼν καὶ Γεώργιον σύν τε τῷ θαυμαστῷ Μεθοδίῳ ἐν ἰδιάζοντι ταμιείῳ παρ᾿ ἑαυτὴν ἔχουσα συχνοτέρως ὡμίλει, καὶ εἰς συνεστίασιν προετρέπετο. Θνῄσκειν δὲ μέλλων ὁ βασιλεὺς μετάμελος, κἂν μὴ τελείως, τῇ τε τῆς εὐσεβείας μετακινήσει καὶ τῷ διωγμῷ τῶν ὀρθοδόξων γενόμενος, δοθῆναι τοῖς ἀναπήροις ἢ πένησι λίτρας ἑξήκοντα χρυσίου παρέθετο, ἑτέρας δὲ τοσαύτας τοῖς ἐν σπηλαίοις καὶ ὄρεσιν ἡσυχάζουσι καὶ ὑπ᾿ αὐτοῦ ἐξορίαις κατακριθεῖσιν. Ἡ δ᾿ εὐσεβὴς ἐκείνη καὶ φίλανδρος, μᾶλλον δὲ φιλόχριστος βασιλὶς τοῖς τρισὶν ἁγίοις τούτοις ἀνδράσι τὸν ἴδιον αὐτῆς ἀνακοινοῦται σκοπόν, καὶ ἀναφανδὸν ἀνακαλύπτει λέγουσα· «ἐγὼ μέν, ὦ ἱεροὶ καὶ θεοφόροι πατέρες, τὸν ἴδιον κόσμον τῇ τοῦ θεοῦ ἐκκλησίᾳ εὐσεβοφρόνως ἀποδοῦναι βούλομαι, καὶ διὰ τοῦτο τὴν ὑμῶν ὁσιωτάτην ὁμήγυριν ἐκ περάτων πρὸς ἡμᾶς παραγενέσθαι κεκέλευκα. μίαν δὲ κἀγὼ πρὸς ὑμᾶς ταύτην προ<σ>φέρω τὴν αἴτησιν, κούφην ἐν ὀφθαλμοῖς ὑμῶν καὶ μάλα ῥαδίαν ὑπάρχουσαν, ἐξουσίαν γὰρ ἔχετε πρὸς θεοῦ τοῦ δεσμεῖν καὶ λύειν ὅσα ἂν καὶ βούλεσθε, οὐ μόνον τῶν ἐν τῇ ζωῇ ταύτῃ ἐξεταζομένων τὰ ἁμαρτήματα, ἀλλὰ καὶ τῶν ἤδη προληφθέντων θανάτῳ, ὡς ἱερεῖς αὐτοῦ καὶ ἀκραιφνεῖς λατρευταὶ καὶ θεράποντες. καὶ ἀντιβολῶ νῦν, ἰδού, ὑμᾶς τὸν ἐμὸν σύζυγον καὶ ὑμῶν χρηματίσαντα βασιλέα μὴ ἀναθεματισμῷ καθυποβαλεῖν, ἀλλ᾿ ὡς πιστὸν καὶ ὀρθόδοξον τοῦτον οἰκονομικῶς δέξασθαι. πεπληροφόρημαι γὰρ ἔχειν ὑμᾶς, εἰ μόνον θελήσετε, καὶ τὸ δύνασθαι. ἰδοὺ γὰρ καὶ εὐλογίαν ὑμῖν καὶ τοῖς μεθ᾿ ὑμῶν ἐκδημῶν ἐνδιαθήκως κατέλιπε.» καὶ ἡ μὲν πραοτάτη καὶ μετριόφρων δυάς, Μεθόδιος λέγω καὶ ὁ Γεώργιος, ἀπηνεώθησαν μετὰ συννοίας οὐ τῆς τυχούσης σκεπτόμενοι τίνα ἄν δῶσιν ἀπόκρισιν. Ὁ δὲ θεῖος Συμεὼν πυρὸς ὑπάρχων θερμότερος καὶ
[p. 245] ἐφικέσθαι ῥομφαίας τομώτερος, μηδὲν ὅλως ἐνδοιάσας ἢ τὸ παράπαν ὀρρωδήσας, σφοδρῶς ἠγανάκτησε καὶ μέγα τὸ ἀποστολικὸν ἐκεῖνο{ν} ῥητὸν ἀνακέκραγε· «τὸ ἀργύριον αὐτοῦ σὺν αὐτῷ εἰς ἀπώλειαν· οὐκ ἔστιν αὐτῷ μερὶς ἢ κληρονομία μετὰ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων ἱεροσύλῳ καὶ θεομάχῳ ὑπάρχοντι· ᾧ γὰρ περιόντι ἐχθρὸν ἦν τὸ θεῖον, τοῦτο δῆλον ὅτι καὶ μεταστάντι.» τούτων οὕτως περὶ τοῦ μακαρίου ῥηθέντων, ἡ ἄνασσα τῇ λύπῃ κατασχεθεῖσα, θυμοῦ τε ἔμπλεως γενομένη τούτους τε καὶ τοὺς σὺν αὐτοῖς τοῦ παλατίου μετ᾿ ὀργῆς ἐξωθεῖσθαι κελεύει, τάδε μετὰ θυμοῦ λέγουσα· «ἐφ ὅσον ὑμῖν οὕτως δέδοκται, πορεύεσθαι ἀπ᾿ ἐμοῦ. ἐγὼ γὰρ, ὡς παρέλαβον καὶ μεμάθηκα παρά τε τοῦ κηδεστοῦ καὶ τοῦ ἀνδρός, κρατήσω καὶ βεβαιώσω· ὑμεῖς δὲ ὄψεσθε.» Ἐξελθόντων δὲ τῶν πατέρων οὐ μόνον τῶν βασιλείων, ἀλλὰ καὶ τῆς πόλεως, ἅπας ὁ τῶν ὁμολογητῶν καὶ ὑπερορίων θίασος τῷ Συμεὼν ἠκολούθησε, τὰ αὐτὰ ἐκείνου φρονοῦντες καὶ σὺν αὐτῷ θανεῖν προελόμενοι· μόνοι δὲ τὸν τῆς βασιλίσσης σκοπὸν συνηυδόκουν καὶ ἤθελον περαιωθῆναι τῆς τοῦ κοινοῦ σωτηρίας εὖ μάλα καὶ ἐπισταμένως προνοούμενοι, σὺν Γεωργίῳ Μεθόδιος, Ἰωάννης ὁ Κατασάμβας λεγόμενος καὶ ὁ ἐν ἡσυχασταῖς κατ᾿ ἐκεῖνο καιροῦ ἀγγελικῶς ἐν τῷ Ὀλύμπῳ διαπρέπων Ἰωαννίκιος.

28. ὁ δὲ τῆς αἱρέσεως ἀρχηγὸς ἔτι τοῦ θρόνου ἀντιποιούμενος, μαθὼν τοὺς πατέρας ἀσυντάκτως καὶ οὐ μετ᾿ εἰρήνης τοῦ παλατίου καὶ τῆς πόλεως ἐξελθόντας, οὐ μετρίως ἐγεγήθει, καὶ τὰς πολυταλάντους αὐτοῦ ἐκκενώσας θήκας τῷ τε κλήρῳ καὶ πᾶσιν αὐτοῦ τοῖς ὁμόφροσιν λῃστρικῶς αὐτῷ συμμαχεῖν εἰς τὴν τοῦ πατριαρχικοῦ ἐπικράτησιν θρόνου τούτοις παρηγγυᾶτο. οὕτω ταῦτα σκαιωρήσας καὶ διαπραξάμενος παραγίνεται πρὸς τὴν Αὐγούσταν διαλεχθῆναι ὁ παραπλὴξ ἐν ταῖς γραφαῖς ἐξαιτῶν τοῖς ὀρθοδόξοις καὶ ποτνιώμενος, καὶ οἵῳ μέρει τὰ τῆς νίκης προσγένηται τούτῳ ἀναμφιβόλως καὶ ἡ τῆς ἐκκλησίας προστασία προσνεμηθήσεται· ἤρεσε τοῦτο τῇ ἀνάσσῃ καὶ κατένευσεν ἀμελητὶ γενέσθαι. οἱ δὲ τοῦ θεοῦ ἄνθρωποι Γεώργιος καὶ Μεθόδιος συμπαραλαβόντες Σέργιον τὸν Νικητιάτην, Θεόκτιστον, Βάρδαν καὶ
[p. 246] Πετρωνᾶν, ἄνδρας ὀρθοδοξοτάτους καὶ τῆς συγκλήτου τυγχάνοντας πρώτους βουλῆς, οὐ διέλιπον ἀνενδότως ἐκλιπαροῦντες τὸν Συμεὼν καὶ ἐκμειλισσόμενοι συγκατανεῦσαι τῷ τῆς Αὐγούστης αἰτήματι καὶ μὴ παριδεῖν ἐν σκοτομήνῃ τὴν τοῦ θεοῦ ἐκκλησίαν ὑπὸ τοῦ διαβόλου ἐλεεινῶς ἐκβακχευομένην. οἷς ὁ Συμεὼν καταδυσωπηθεὶς ῥήμασι διά τε τὴν ἐνοῦσαν τοῖς ἀνδράσι ἀρετὴν καὶ περιφάνειαν εἰς νοῦν τε βαλὼν καὶ ἣν καθ᾿ ὕπνους ἱκετηρίαν ἐν Ἀφουσίᾳ ὑπὸ τοῦ ἄνακτος Θεοφίλου τρὶς τό «καλόγηρε, βοήθει μοι» ὁλοσχερῶς ἐπειπόντος, ἑώρακεν, ὡς ἐκ θεοῦ κατανυγεὶς ἐπένευσε τοῦτο ποιῆσαι. οἳ καὶ τῇ βασιλίσσῃ πορευθέντες τὴν τοῦ πατρὸς εἰλικρινεστάτην ἐπὶ τῷ αἰτήματι συγκατάθεσιν κατεμήνυσαν. ἡ δὲ πλησθεῖσα περιχαρείας ἐκέλευσεν ἐν τοῖς Κανικλείου ἑνωθέντα τὰ μέρη ἀμφότερα τὴν ἐκ τῶν θείων γραφῶν προσδιάλεξιν πρὸς ἀλλήλους ποιήσασθαι. τούτου δὲ γενομένου καὶ τὴν τοῦ τρισμάκαρος Μεθοδίου ἐν ταῖς διὰ τῶν γραφῶν διαλέξεσι ῥύμην πᾶσα ἡ τῶν εἰκονομάχων φάλαγξ ἐκ πρώτης καὶ μόνης προσβολῆς μὴ ἐνέγκασα, ῥιψάσπιδες ἄρδην καὶ φυγάδες παραυτίκα ἐγένοντο. ἔνθεν τοι καὶ ὁ τῶν πρεσβυτέρων τῆς μεγάλης ἐκκλησίας ἐξάρχων μεθ᾿ ἑαυτοῦ τὸν κλῆρον ἄρας ἅπαντα, ἐν τοῖς τοῦ Κανικλείου πρὸς τὸν πατέρα Συμεὼν παρεγένετο, γονυπετῶν αὐτῷ καὶ τὴν αἵρεσιν ἐκ καρδίας βδελυσσόμενος καὶ ἀναθέματι σὺν τῷ αἱρεσιάρχῃ καθυποβάλλων. ὧν ἀκούσας ὁ τῆς ἐκκλησίας πρόεδρος ἐξέστη, δέους τε καὶ δεινῆς σκοτώσεως ἐπληρώθη. ἔτι δὲ τῆς ἑνούσης [λεγε· ἐνούσης] αὐτῷ πλάνης ἐχόμενος πείθει τὴν Αὐγούσταν καταμόνας, παρούσης αὐτῆς, διαλεχθῆναι τῷ Συμεών, οἰόμενος αὐτὸν ὡς τῆς ἐγκυκλίου παιδεύσεως ἄμοιρον, τῇ προσούσῃ αὐτῷ γλωσσαλγίᾳ καὶ τῇ τῶν λόγων εὐστρόφῳ διαλέξει καὶ πολυπλόκῳ δεινότητι καθελεῖν καὶ εἰς ἀνυπαρξίαν αὐτοῦ τὴν ἔνστασιν καταστῆσαι. διεψεύσθη δὲ τῆς ἐλπίδος· ἀμφοτέρων γὰρ ἐπὶ τῆς Αὐγούστης συνεληλυθότων πρὶν ἤ τινος διαλέξεως ἄρξασθαι, ἐξαίσιόν τι καὶ διηγήσεως ἄξιον ὑπὸ τοῦ θεοῦ συνέβη γενέσθαι θαυμάσιον.

[p. 247]

29. τοῦ μὲν τὴν ἐνδομυχοῦσαν δημοσιεύοντος κακίαν τε καὶ φαυλότητα, τοῦ δὲ μακαρίου τὴν ἐν ἁπλοϊκῷ τῷ ἤθει ἀρετὴν καὶ τὰ κατορθώματα. Μιχαὴλ γὰρ ὁ νέος δηλαδὴ βασιλεὺς ἔτι κομιδῇ μειρακίσκος ὢν καὶ τῇ μητρὶ παραπαίζων τε καὶ παρακαθήμενος κακὸν μὲν πάππον ψελλίζων καὶ δακτυλοδεικτῶν τὸν πατριάρχην ὠνόμαζε. καὶ ταῦτα συνήθη τοῦτον ὄντα καὶ γνωριμώτατον καὶ πλησιάσαι τούτῳ βουληθέντα ἀπωθεῖτο καὶ ἀπεσείετο, καλὸν δὲ τὸν Συμεών, ᾧ καὶ πλησιάζων ἐνηδόμενός τε ἐφαίνετο καὶ τὰ τούτου γόνατα ταῖς χερσὶν ἀμφοτέραις περιδραττόμενος χαριέντως τῷ τούτου προσώπῳ καὶ προσηνῶς ἐνητένιζε καὶ τῇ μητρὶ τὴν τῆς ψυχῆς ἐπὶ τὸν ἅγιον προσφιλῆ διάθεσιν ὑπεσήμαινεν. ὃ καὶ παράδοξόν πως τοῖς ἐκεῖ συνοῦσιν ἐδόκει καὶ οὐκ ἀπὸ προνοίας θεοῦ τὸ ὁρώμενον βρέφος ἔτι ταῖς μητρικαῖς ἀγκάλαις ὑποψελλίζον τε καὶ περιθαλπόμενον ἀνθρώπῳ ἀήθει τε καὶ ἀγνωρίστῳ καὶ ὑπὸ τῆς ἐγκρατείας, ἔτι δὲ καὶ τῆς στολῆς ἀηδῆ τινα τοῖς νηπίοις παρεχομένῳ τὴν ὄψιν, περιπλεκόμενον καὶ περιλαλοῦν φαίνεσθαι καὶ αὐτῷ ἐνηδόμενον. καὶ τῇ μὲν μητρὶ καὶ ἀνάσσῃ καὶ τοῖς ἐκεῖσε τότε παροῦσιν ἔνθεόν τι τεράστιον ἔδοξε, τοῦ ἀνιέρου δὲ πατριάρχου οὐ μετρίας αἰσχύνης ἐπληρώθη τὸ πρόσωπον. ὁ δὲ Συμεών «λαλείτω ὁ ῥήτωρ» πρὸς τὸν πατριάρχην ἀποτεινόμενος ἔφησεν «εἰ ἔχεις τι ἐκ θείας εἰπεῖν ἐμπνεύσεως. ἡμεῖς γὰρ ἰδιῶταί ἐσμεν τῷ λόγῳ, ἀλλ᾿ οὐ τῇ γνώσει, καὶ πάσης σοφίας καὶ πιθανολογίας ἄμοιροι· ἡ γὰρ βοήθεια καὶ τὸ σθένος ἡμῶν ἐν ὀνόματι κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.» ὁ πρὸ βραχέος δὲ μεγαλορρημονῶν καὶ κομπάζων καὶ τὴν ἑαυτοῦ μεγαλύνων γλῶσσαν καὶ τὰ ἴδια χείλη παρ᾿ ἑαυτῷ εἶναι μεγαλαυχῶν οὕτως ἀπελήθη [λεγε· ἐπελελήθη, ἀπελείφθη, ἀπελήφθη ορ ἀπελύθη] πρὸς ἐπιφορὰν λόγου ὡς εἷς τῶν ἀγροικοτέρων, ὡς καὶ θαυμάσαι μεγάλως σὺν τῇ ἀνάσσῃ καὶ τοὺς παρόντας ἐπὶ τῷ παρὰ δόξαν τοιούτῳ θεάματι καὶ δόξαν ἀναπέμψαι θεῷ τῷ οὕτως τὸν ἑαυτοῦ θεράποντα μεγαλύναντι. ἡ μέντοι φιλόχριστος καὶ φιλευσεβὴς βασιλὶς ἀνενδοιάστως, «πορεύου, πάτερ,» πρὸς τὸν Συμεὼν ἔφησε «καὶ μετὰ τῶν ὁμοφρόνων σοι περὶ ἀξίου σὺν θεῷ προέδρου τῆς ἐκκλησίας ἐπισκέψασθέ τε καὶ συμψηφίσασθε.» ὁ δὲ θεῖος ἀνὴρ εὐχαῖς τὴν βασιλίδα σὺν τοῖς ἐκγόνοις ἀνταμειψάμενος, «ἰδοὺ καὶ ἡμεῖς» φησί «ἀγαθωτάτη δέσποινα, εἰς τὴν τοῦ θεοῦ ἀποσκοποῦντες
[p. 248] φιλανθρωπίαν τὸν σὸν μὲν ὁμόζυγον, ἡμῶν δὲ βασιλέα μετὰ τῶν εὐσεβῶν ὡς ὀρθοδοξον εἰσδεχόμεθα καὶ οὐδαμῶς ἀναθέματι αὐτὸν καθυποβαλοῦμεν· περὶ δὲ τούτου» τὸν πατριάρχην ὑποδεικνύς «οὐχ ἁπλῶς τοῦ θρόνου ἐξελαθήσεται. Πηουντουλεσ αδδεδ ἕως οὗ αὐτόχειρ ἑαυτοῦ γενήσεται· ομ. βψ ᾳαν δεν Γηεψν» τούτων ὑπὸ τοῦ ἁγίου ἀνδρὸς οὕτως ῥηθέντων, ὁ μὲν πολὺς τὴν αἵρεσιν ἐκεῖνος ἀνὴρ ἀσυντάκτως καὶ θυμοῦ πνέων τῶν βασιλείων ἐξήρχετο. ἡ δὲ Αὐγούστα θυμηδίας ὅτι πολλῆς, δι᾿ ἣν ἔλαβε παρὰ Συμεὼν περὶ τῆς τοῦ ἰδίου ἀνδρὸς σωτηρίας πληροφορίαν, ἀνάπλεως γεγονυῖα, μετὰ τῆς προσηκούσης αὐτὸν τιμῆς ἐξαπέστειλε περὶ τῶν πρακτέων μετὰ τῶν ὁμογνωμόνων βουλεύσασθαι. ἐξελθόντος δὲ τοῦ μεγάλου καὶ διὰ τῆς λεωφόρου διερχομένου προσαιτῶν τις πένης διαπρυσίως αὐτῷ προσεφώνησεν· «ἀκούεις, ὦ οὗτος» καὶ ὅς «ναί» φησίν. ὁ δέ· «γινώσκων ἔσο ὅτι τὸν πατριάρχην οὐδεὶς καταρράξει τοῦ θρόνου, εἰ μὴ ὁ παραπορευόμενος καλόγηρος οὗτος·» καὶ τῷ δακτύλῳ ὑπεδείκνυεν. ὁ δὲ πατὴρ τῶν οὐκ ἀθε<ε>ὶ τούτων λόγων ἀκούσας, τῷ συμπαρομαρτοῦντί φησι Θεοφίλῳ τοὔνομα· «τί ὁ πτωχὸς εἶπεν ἤκουσας» ὁ δέ· «ναί, δέσποτα, οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πολλοὶ ἕτεροι.» καὶ πρὸς αὐτὸν ὁ πατήρ· «γίνωσκε, ἀββᾶ Θεόφιλε, ὃν τρόπον ἤκουσε Γεδεὼν ἐν τῇ παρεμβολῇ Μαδιὰμ τοῦ ἑνὸς πρὸς τὸν ἕτερον διηγουμένου τὸ ὅραμα καὶ τὴν αὐτοῦ σύγκρυσιν [λεγε· σύγκρισιν], τὸν αὐτὸν τρόπον ὁ κύριος καὶ τὰ νῦν συμβησόμενα τῷ ἀδελφῷ ἀποκαλυφθῆναι τούτῳ κατ᾿ οἰκονομίαν ἐπέτρεψεν ὡς ἂν ἡμεῖς προθυμότεροι ἀκούσαντες γενησώμεθα.» ἐλθὼν δ᾿ ἐν τοῖς Κανικλείου τοῖς ἰδίοις ἅπασι τὰ ὑπὸ τοῦ θεοῦ παραδόξως ἐν βασιλείοις γεγενημένα θαυμάσια διηγήσατο, ὡς ὁ πολὺς ἐν λόγοις θείᾳ προνοίᾳ τὴν γλῶσσαν φιμωθεὶς πατριάρχης οὐδὲ προσδιαλεχθῆναι τούτῳ δεδύνητο, ὅπως τε «θεόθεν ἡ ἄνασσα κινηθεῖσα ψῆφον ἡμῖν περὶ πατριάρχου σὺν θεῷ ποιήσασθαι προσεπέτρεψεν.» ὧν οἱ παρόντες ἱερεῖς τε καὶ μοναχοὶ καὶ τὸ σύμμικτον ἄλλο πλῆθος οὐκ εὐαρίθμητον ἐπακούσαντες, ὡς ἐξ ἑνὸς ἅπαντες στόματος μίαν πρὸς τὸν θεὸν φωνὴν ἦραν δοξολογίας τε καὶ αἰνεσεως, ὡς ἐπὶ πολὺ τὴν βοὴν ἐξηχηθῆναι διάστημα· πρὸς δὲ τὸν μέγαν «ἡμεῖς» εἶπον «ὦ πάτερ ἅγιε, σὲ μετὰ θεὸν ὁδηγὸν καὶ τῶν δογμάτων ἄσειστον πύργον κεκτήμεθα. ἐφ᾿ ᾧ οὖν ἂν ὁ θεὸς ἐπινεύσησοι [λεγε· ἐπινεύσῃ σοι], τούτῳ πάντες ἡμεῖς ἐπακολουθήσομεν, καὶ ὡς ἐκ θεοῦ τὴν ψῆφον δεξόμεθα.» ὁ δέ φησι πρὸς αὐτούς· «ἐμοὶ μέν, ὦ πανίερον καὶ θεοσύλλεκτον ἄθροισμα,
[p. 249] οὐδένα δοκεῖ προτιμῆσαι τοῦ ὁμολογητοῦ πατρὸς Μεθοδίου ἔν τε φρονήσει καὶ λαμπρότητι ἀρετῆς καὶ τοῖς ὑπὲρ εὐσεβείας αὐτοῦ κατορθώμασι. τὸ οὖν κατ᾿ ἐμέ, ἀδελφοί, οὕτως ἔχει, τὸ δέ γε δοκοῦν ὑμῖν ἀνυποστόλως ὑμεῖς λέξατε.» τούτων τὸ πλῆθος ἀκούσαντες αὐτοβοεὶ ὁμοφώνως ἐβόησαν· «οὐκ ἀφ᾿ ἑαυτοῦ, ἀλλὰ θεὸς ἐν σοί, πάτερ, λελάληκε. μενέτω τοίνυν σὺν θεῷ ἡ ψῆφος αὕτη ἀσάλευτος.» τοῦ ὁσίου δὲ ἐπὶ τῇ τοῦ λαοῦ ὁμονοίᾳ τῷ θεῷ μεγάλως εὐχαριστήσαντος καί «Ϡεἴη τὸ ὄνομα κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ εἰς τοὺς αἰῶναςϠ» φήσαντος, τῇ μὲν ἐπιούσῃ νυκτὶ παννύχιον ὑμνῳδίαν τῷ κυρίῳ γενέσθαι προσέταξεν.

30. ἔωθεν δὲ τὴν πολυάνθρωπον ἄρας ἐκείνην φάλαγγα καὶ πάνσεπτον τοῦ κυρίου ἡμῶν καὶ τῆς τεκούσης αὐτὸν θεομήτορος μετὰ χεῖρας ἀνυψοῦντες εἰκόνα διὰ τῆς λεωφόρου τε περιφέροντες δημοσίᾳ ἐπὶ τῷ τοῦ σωτῆρος ἡμῶν Χριστοῦ κεκλημένῳ ὀνόματι περιδόξῳ ναῷ συνηθροίσθησαν, κἀκεῖθεν τῇ βασιλίδι τὴν ἑαυτῶν καταμηνύσαντες ἄφιξιν, αὐτὴ μηδὲν ἀναβαλλομένη ἐν τῇ λεγομένῃ Μαγναύρᾳ κάτεισι, καὶ τὸ ἀγγελικὸν ἐκεῖνο θεασαμένη σύστημα καὶ τὸν εἰς πρόεδρον ψηφισθέντα παρὰ τοῦ Συμεὼν ἀναμαθοῦσα καὶ τὸ δεδογμένον ἐπικυρώσασα καὶ τὴν θείαν ἐπιτελέσαι μυσταγωγίαν ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τούτους κελεύσασα, ἐν τοῖς βασιλείοις σὺν αὐτῇ ἑστιαθῆναι τούτους ἠξιώσε. Τῆς δὲ λιτῆς τὴν ἐν μεταξὺ τοῦ Μιλίου καὶ τῆς Χαλκῆς λεγομένης πύλης λεωφόρον παρρησίᾳ διερχομένης, μέγα τε τό «κύριε ἐλέησον» ἐν ἀγαλλιάσει φωνῆς ἀναβοώσης, ὁ πατριάρχης ἐνηχηθεὶς ὑπό τε τῶν παρ᾿ αὐτὸν τὴν αἰτίαν ἀναμαθών, ὡς τὸν Μεθόδιον εἰς πατριάρχην προχειρισάμενον τὸ πλῆθος μετὰ τῶν εἰκόνων λαμπρῶς λιτανεύοντες ἐν τῷ παλατίῳ πορεύονται, τὰς φρένας
[p. 250] ἀλλοιωθεὶς καὶ ἔν τινι τῶν κατηχουμένων ἰδιάσας κελλίῳ καὶ τῆς ἀρχῆς ἀπογνούς, μαχαιριδίῳ τινί, ᾧ τὴν τῶν ὀνύχων ξέσιν εἰργάζετο, τὴν πρὸς τῇ πλευρᾷ λαπάραν αὐτοῦ οὐ καιρίως κεντήσας μέγα καὶ πικρῶς ἀνακέκραγε· «δράμετε, ὑπὸ τῶν φονευτῶν εἰκονιατῶν» (οὕτω γὰρ εἰώθει τοὺς προσκυνητὰς τῶν εἰκόνων καλεῖν) «βιαίως ὧδε κατασφάττομαι.» τῶν δὲ παρ᾿ αὐτὸν ὀξέως δεδραμηκότων καί «ποῦ οἱ φονεῖς» ἐρωτώντων καὶ ὃν ὑπεδείκνυεν ὁ δείλαιος κρημνώδη θυρίδος τόπον ἀνερευνώντων καὶ μηδένα τὸ παράπαν ἰδόντων ἢ τὸ μαχαιρίδιον ᾑμαγμένον καὶ μόνον εὑρόντων, ἐξηλέγχθη διὰ φιλαρχίαν ὁ μάταιος αὐτόχειρ ἑαυτῷ γεγονώς. τοῦ τοιούτου τοίνυν δράματος ἀνοσίου τῇ πόλει διαφημισθέντος καὶ εἰς ὦτα τῆς τε Αὐγούστης καὶ τοῦ τῶν ὀρθοδόξων δήμου λαληθέντος, τῆς τοῦ Συμεὼν ἀριδήλου προφητείας ἐμνήσθησαν, καὶ ἄκοντα τὸν τρισάθλιον τοῦ πατριαρχείου καὶ τῆς πόλεως ἡ βασιλὶς ἀποστείλασα ἐξωστράκισεν. εὐφρανθεῖσα δὲ ἐν κυρίῳ μετὰ τοῦ ὀρθοδόξου ὁμίλου (ἦν γὰρ ἡ τοῦ τυροφάγου κυριακή) μετ᾿ εἰρήνης τούτους ἀπέλυσε, «πορεύεσθε, πατέρες» εἰποῦσα «τίμιοι, καὶ τὴν μὲν ἤδη πρώτην ἐλθοῦσαν τῶν νηστειῶν ἑβδομάδα, κατὰ τὸ εἰωθός, ἕκαστος προσευχαῖς καὶ νηστείαις τὸν Θεὸν ἐξιλάσκεσθε, κατὰ δὲ τὴν κυριακὴν μετὰ λιτῆς ἐν τῇ τοῦ Θεοῦ μεγάλῃ συνδραμόντες ἅπαντες ἐκκλησίᾳ τὸ τοῦ κυρίου θέλημα εἰς πέρας ἀνύσατε.» συνταξάμενοι δὲ καὶ τὰ εἰκότα τῇ βασιλίδι ἐπευξάμενοι οἴκαδε χαίροντες ᾔεσαν. τῇ δὲ πρώτῃ τῶν νηστειῶν κυριακῇ ἐν τῇ τοῦ Θεοῦ ἁγιωτάτῃ συναθροισθέντες ἐκκλησίᾳ, Μεθόδιον μὲν τῷ ἀρχιερατικῷ καὶ ὑψηλῷ ἐνιδρύουσι θρόνῳ, τὸν δέ γε Συμεὼν σύγκελλον, νεύματι τῆς Αὐγούστης, τοῦ πατριαρχείου προεχειρίσαντο, τήν τε Σεργίου καὶ Βάκχου τῶν ἁγίων μονὴν πρὸς τὴν τῶν οἰκείων μαθητῶν καταγωγὴν καὶ ἀνάπαυσιν αὐτῷ προσδεδώκασι, τήν τε τῶν ἱερῶν ἀναστήλωσιν ὁμοῦ καὶ προσκύνησιν εἰκόνων ἐξέθεντό τε καὶ ἐδογμάτισαν.

31. ἐπεὶ δὲ τὰ τῆς ἐκκλησίας προνοίᾳ Θεοῦ καλῶς καὶ ὡς ἔδει προέβησαν, τὸν Συμεὼν ὁ μέγας προσκαλεσάμενος Μεθόδιος περὶ τοῦ ἀδελφοῦ Γεωργίου ὅπως ἂν εἰς ἐπίσκοπον χειροτονήσῃ Ἐφέσου
[p. 251] παρακαλῶν συνεβούλευεν. ὁ δέ «ὡς εἴπερ ἐκεῖνος θελήσειεν, ἐγὼ οὐκ ἀνανεύω» φθεγξάμενος, οὕτως ἐπὶ τὴν λαχοῦσαν ἕκαστος αὐτῷ καταγωγὴν διελύθησαν. τὴν δὲ τοῦ πατριάρχου γνώμην ὁ Συμεὼν τῷ ἀδελφῷ κοινωσάμενος ἀντιβαίνοντα τοῦτον ὑπὸ ταπεινοφροσύνης καὶ δυσπειθῆ τὸν μακάριον εὕρηκεν, ἀνάξιον ἑαυτὸν καὶ ἰδιώτην τοιούτου μεγίστου διακονήματος ὁ τοῦ θεοῦ ἀποκαλῶν ἄνθρωπος. ὁ δὲ παραυτίκα τὴν τοῦ ἀδελφοῦ τῷ πατριάρχῃ δεδήλωκε παραίτησιν. ὁ δὲ θεόφρων Μεθόδιος θεόθεν εἰς τοῦτο κινούμενος ἡσυχίαν ἄγειν οὐκ ἠνείχετο, ἀλλᾷ τῇ βασιλίδι τὰ περὶ τούτου κοινοῦται. ἣ καὶ τὸν λόγον ἡδέως προσδεξαμένη τήν τε τῶν ἀδελφῶν θαυμαστὴν προσκαλεσαμένη δυάδα, μειλιχίοις πρὸς αὐτοὺς καὶ πραέσι τοῖς λόγοις ἐχρήσατο, «ἵνα τί, πάτερ,» πρὸς τὸν Συμεὼν ἀποτεινομένη καὶ λέγουσα «τὴν τοῦ πατριάρχου περὶ τῆς τῶν Ἐφεσίων ἐπισκοπῆς ἀπεκρούσω δέησιν,» οἰκονομικῶς τοῦτο προσφέρουσα. ὁ δὲ (ἦν γὰρ ἀγχίνους, εἰ καί τις ἄλλος) ὡς ᾔσθετο τοῦ ἐγχειρήματος· «διὰ τὸ ἁμαρτωλὸν εἶναί με καὶ ποδῶν ὑστερεῖσθαι.» ἡ δὲ πρὸς αὐτὸν ὀξέως· «Ϡἀλλ᾿ ἀντὶ τῶν πατέρων σου ἐγεν<ν>ήθησαν οἱ υἱοί σου,Ϡ γέγραπται. ἰδοὺ γοῦν καὶ ὁ σὸς ἀδελφὸς ἀντὶ σοῦ τὴν διακονίαν δεχέσθω.» ὁ δὲ πραότατος καὶ ταπεινότατος Γεώργιος βαρέως ἐπὶ τῷ ῥήματι πληγεὶς φανερὸς [λεγε· φανερῶς] ἦν ἀπαναινόμενος. πρὸς ὃν ἡ φιλόχριστος καὶ τῷ ὄντι φιλόθεος ἄνασσα· «ἀλλ᾿ εἰ καὶ τῆς Ἐφέσου τὴν προεδρίαν, τήν γε τῆς πατρίδος οὐ διαδράσεις· ἄκοντα γάρ σε καὶ μὴ βουλόμενον πειθαρχεῖν τοῖς κρατοῦσι καταναγκάσω.» ὁ δὲ γονυπετήσας πραείᾳ καὶ γαληνοτάτῃ πρὸς αὐτὴν ἐνέκειτο καταδυσωπῶν τῇ φωνῇ, «τὴν μὲν ὑψηλὴν τῆς Ἐφέσου» λέγων «παραιτεῖσθαι καθέδραν διὰ τὸ ἄγροικον εἶναι αὐτὸν καὶ ἀγράμματον· τὴν δὲ τῆς πατρίδος δι᾿ ἣν κέκτηται πτωχείας ταλαιπωρίαν ὡς μηδὲ τοὺς δημοσίους ἐξ ἄκρας ἀποτίσαι δύνασθαι δυστυχίας.» ἡ δὲ τὸν λόγον ἁρπάσασα «ἐγὼ σέ» φησιν «ἀποθεραπεύσω τοῖς τῆς πατρίδος ἅπασι δυστυχήμασι.» καὶ παραχρῆμα τὸν γενικῶν [λεγε· γενικὸν?] καλέσασα λογοθέτην βασιλικοῖς ἐπισημανθῆναι γράμμασι διετάξατο μηκέτι τῇ Λέσβῳ δημοσίων ἀπαίτησιν γίνεσθαι μέχρις ἂν ὁ πατὴρ οὗτος Γεώργιος ἀρχιερατεύων ἐν τοῖς ζῶσι διατελοίη· τρισχίλιά τε σαγία καὶ τοσούτους χιτῶνας, χρυσίου τε πέντε λίτρας ἐπὶ ταῖς δέκα καὶ ἀργυρίων δραχμὰς λιτρῶν δύο καὶ φό<λ>λεις τριῶν <λιτρῶν> ἐκ τῆς καταλειφθείσης αὐτῇ τοῦ ἀνδρὸς εἰς χορηγίαν πενήτων οὐσίας αὐτῷ προσεπέδωκε, «τοῖς πτωχοῖς αὐτὰ δὸς
[p. 252] τῆς πατρίδος σου» λέγουσα «καὶ ψυχωφελῆ προστασίαν ἀνθρώπων μὴ παραιτήθητι.» ὁ δὲ τὴν τῆς Αὐγούστης ἀνυπόκριτον παράκλησιν θεασάμενος τήν τε δαψιλῆ καὶ τῷ ὄντι βασιλικὴν ἐπὶ τοῖς ἀναγκαίοις αὐτῆς χορηγίαν τῆς τ᾿ ἐν τῇ παρελθούσῃ νυκτὶ φανείσης αὐτῷ θεομητρικῆς ὀπτασίας ἐπιμνησθεὶς τοῦ πατριάρχου καὶ βασιλίδος μὴ παρακοῦσαι προπαρεγγυωμένης, τὴν τῆς πατρίδος κατέθετο καταδέξασθαι προεδρίαν. πρὸς τὸν ἀρχιερέα τοίνυν Μεθόδιον πρὸς τῆς βασιλίσσης ἐκπέμπεται καὶ χειροτονεῖται, ὀγδοηκοστὸν ἄγων χρόνον τῆς ἡλικίας. μετὰ δὲ τὸ χρισθῆναι πρὸς ἐπίβασιν ἵππου τούτῳ ἀχθέντος, τῆς ἐφεστρίδος ἐπιλαβόμενος καί «οὐαὶ τῷ μέσον δύο κουρβῶν μοναχῷ καθημένῳ» <εἰπών?> (οὕτω τὰ τῆς ἐφεστρίδος καλέσας ἄκρα) τοῦ ἐπιβῆναι μὲν παρῃτήσατο· πεζῇ δὲ τὴν ὁδοιπορίαν, ὡς εἰώθει, μέχρι τῆς καταγωγῆς ἐποιήσατο ὁ μακάριος· ὃ πολλοὺς τῆς μετριοφροσύνης τὸν ἄνδρα ἐκπλαγῆναί τε καὶ θαυμάσαι πεποίηκε καὶ πρὸς ἔρωτα θεῖαν [λεγε· θεῖον] αὐτοῦ καὶ ζῆλον ἐξεκαλέσατο. Πετρωνᾶς δ᾿ ὁ τῆς βασιλίδος αὐτάδελφος ἐπὶ φιλοφροσύνην δῆθεν αὐτὸν μετακαλεσάμενος τὴν τῶν πραχθέντων αὐτῷ καθαρῶς ἐξαγόρευσιν ἀπεκάλυψεν, ἕνεκά τε τῶν ἐπταισμένων αὐτῷ λύτρου, χρυσίου λίτρας ὀκτὼ τῷ ἁγίῳ παρέσχετο, καὶ χιτῶνας τριακοσίους ἕτερά τε τοσαῦτα σκεπάσματα. Ὧι καὶ τὴν τῶν πλημμεληθέντων λύσιν ὁ μακάριος ἐπευξάμενος καὶ τὴν κατὰ τοῦ Ἀσσυρίου Ἄμερ χρόνοις ὕστερον ὑπ᾿ αὐτοῦ θείᾳ ψήφῳ γενησομένην νίκην καὶ ἐξολόθρευσιν προειρήκει καὶ προεθέσπισε. τοῦτο παρὰ τοῦ ἀδελφοῦ πεπράχθαι Βάρδας ἀναμαθὼν φιλοθέως τὸ τελεσιούργημα ζήλῳ πυρωθεὶς μὴ κατοκνῆσαι τῷ Γεωργίῳ καὶ πρὸς αὐτὸν σκυλῆναι δεδήλωκεν. ἀπελθὼν οὖν ὁ μέγας καὶ πρὸς αὐτὸν καὶ τὴν τῶν αὐτῷ πεπραγμένων ἐξαγγελίαν ἀναδεξάμενος, ἐπί τε πτωχῶν διαδόσει χρυσίου δέκα λίτρας ἀναλαβὼν καὶ χιτῶνας τριακοσίους τοσαῦτά τε νυκτερινὰ ἐξ ἐρίου πεποιημένα σκεπάσματα, τραπέζης τε κοινωνήσας καὶ τὸν οὐ μετὰ πολὺ δοθησόμενον τῆς ὑπερτάτης ἀρχῆς κολοφῶνα καὶ τὴν ἐπὶ ταύτης τελευταίαν ἀσφαλῆ τούτῳ κατάλυσιν προθεσπίσας τήν τε συνήθη καὶ ἐπ᾿ αὐτῷ εὐχὴν ποιησάμενος ἐν τῷ ἰδίῳ ἐπορεύετο καταλύματι.

32. ἐπεὶ τὰ πάντα καλῶς ἡ θεσπεσία τῶν πατέρων δυάς, οἱ οὐχ ἧττον ἀδελφοὶ τὰς ψυχὰς ἢ τὰ σώματα ἐννόμως τε καὶ εὐαγγελικῶς
[p. 253] τὸν τῆς ὁμολογίας δρόμον ἐν τῇ Κωνσταντινουπόλει δραμόντες τήν τε τοῦ θεοῦ ἐκκλησίαν στηρίξαντες καὶ τὴν εὐσέβειαν ὀρθοδόξως ἀναστηλώσαντες, ἔδει καὶ τῇ πατρίδι τούτους ἐπιδημῆσαι καὶ ἐπιστηρίξαι ταύτην ἐν ὀρθοδόξοις τοῖς δόγμασι καθαγιάσαι τε καὶ καταφωτίσαι τοῖς θαύμασι. Συνταξάμενοι τῇ τε Αὐγούστῃ καὶ τῷ πατριάρχῃ καὶ δρόμωνος ἐπιβάντες βασιλικοῦ (τῆς βασιλίδος τοῦτο πρὸς αὐτοὺς φιλοφρονησαμένης), παρά τε τῶν τῆς συγκλήτου καὶ τῆς ἐκκλησίας πάντων δάκρυσι προπεμφθέντες μὴ φερόντων τὴν τούτων στέρησιν, πᾶσί τε ἐπευξάμενοι καὶ ἐν ἁγίῳ πάντας φιλήματι ἀσπασάμενοι πρὸς τὴν πατρίδα ἀπέπλευσαν. Ταύτῃ δ᾿ ἐπιδημήσαντες ὡς τοῦ δρόμωνος τῷ λιμένι κατάραντος τὴν τῶν θεοφόρων ἀνδρῶν ἐπιδημίαν ὁ [λεγε· τὸ] πλῆθος ἀνέμαθον, ποταμοὺς ἦν ἰδεῖν ἀνθρώπων ἀπὸ τῆς πόλεως ἐν τοῖς λιμέσι συρρέοντας, πάσης ἡλικίας, πάσης ἰδέας, ἀνδρῶν, γυναικῶν, παίδων, τῶν ἐν τέλει, τῶν ἀπὸ τοῦ κλήρου πάντων λαμπροφορούντων καὶ βάϊα ταῖς χερσὶν βασταζόντων, ἁγίων τε καὶ τοῦ κυριακοῦ σταυροῦ εἰκόνας ἐπιφερόντων, λαμπάσι τε καὶ μύροις τὸν ἀέρα καταθολούντων, ὕμνοις τε τοὺς ἁγίους καὶ ᾠδαῖς ὑποδεχομένων καὶ προπεμπόντων καὶ πάντων τῆς γλυκείας ἐκείνης ἐπαπολαῦσαι ποθούντων θέας τῶν ἁγίων καὶ πανηγύρεως. οὕτω τοίνυν τῆς προπομπῆς ὑπὸ τῆς πόλεως τοῖς ἁγίοις γεγενημένης, τῷ τέως ἐν τῷ τῆς πανάγνου καὶ θεομήτορος ναῷ κατηντήκεισαν. ἔνθα καὶ τὰς ἀσκητικὰς οἱ γεννάδαι παλαίστρας ἀγγελικῶς ἠγωνίσαντο τὴν τῶν γενεσίων αὐτῆς ἑορτὴν ἑορτάσαντες· ἔνθα καὶ λόγοις ὁ μέγας καὶ τῷ ὄντι ποιμὴν ἱεροῖς καὶ δογματικοῖς τὸ πλῆθος δεξιωσάμενος καὶ εὐχαῖς κατασφαλισάμενος καὶ τῆς μετὰ προθυμίας αὐτοὺς ὑποδοχῆς τε καὶ προπομπῆς ἀποδεξάμενος καὶ εὐχαριστήσας, τούς τε πτωχοὺς ἀργυρίοις καὶ χρυσίοις καὶ χιτῶσιν ἡμερινοῖς καὶ νυκτερινοῖς ἐνδύμασι δαψιλῶς φιλοφρονησάμενος οἴκαδε τῷ τηνικαῦτα σὺν εἰρήνῃ τοὺς πάντας ἀπέλυσε· τρυγητοῦ γὰρ ἦν ὁ καιρός. ἐπεὶ δ᾿ ἡ τῆς τοῦ ζωοποιοῦ προσκυνήσεως ἐπέστη ἡμέρα σταυροῦ, καθ᾿ ἣν ἡ τοῦ θεοῦ ἐκκλησία χερσὶ τῶν ἱερέων τοῦ σεπτοῦ ξύλου ὑψουμένου ἑορτὴν τοῖς εὐσεβέσι τελεῖν διετάξατο πάνδημον, ὁ τῆς νήσου στρατηγὸς τὴν ἐπὶ τοῦ ἀρχιερατικοῦ θρόνου ἀνάβασίν τε καὶ καθέδραν τοῦ θαυμαστοῦ Γεωργίου ποιῆσαι βουλόμενος διὰ κηρύκων τὴν ἐπὶ τῇ ἑορτῇ τῆς ὑψώσεως τοῖς πᾶσιν ἄφιξιν ἐπεκήρυξεν· ἔνθεν τοι καὶ
[p. 254] ποταμηδὸν οἱ δῆμοι συρρεύσαντες τῷ τε πλήθει τὸν χῶρον στενώτατον ἀναδείξαντες, παννύχιον ἐν ᾧ κατήχθη τῆς Θεοτόκου ναῷ σὺν τῷ ποιμένι τὴν ἑορτὴν διετέλεσαν. ἅμα δ᾿ ἡμέρᾳ μετὰ λαμπάδων, ὡς εἰκός, καὶ ὕμνων ἐπὶ τὸν τῆς μάρτυρος Θεοδώρας σηκὸν λαμπροφοροῦντες ὅ τε στρατηγὸς καὶ ἡ τάξις σὺν τῷ πλήθει τὸν ἀρχιερέα προπέμψαντες ἐπὶ τὸν ἀρχιερατικὸν κανονικῶς τὸν τοῦ Θεοῦ ἄνθρωπον ἀναβιβάσαντες ἐγκαθίδρυσαν, ἀγγέλων ἐξακουομένων τὸν τρισάγιον ὕμνον τῷ κυρίῳ ᾀδόντων καὶ οἱονεὶ τῆς πρὸς τὸν ἅγιον οὐρανομήκους ἐκείνης τῆς ἀνθρώπων εὐφημίας τε καὶ βοῆς ἀποδεχομένων καὶ σὺν τούτοις ἀγαλλομένων καὶ συνεορταζόντων. τέλος δὲ τῆς ἀναιμάκτου καὶ λογικῆς θυσίας λαβούσης καὶ τῆς ἐπὶ τὸν ἅγιον ἱεροτελεστίας γεγονυίας, ὡς ἔδει, εὐλογήσας τοὺς πάντας καὶ τό «εἰρήνη πᾶσιν» ὁ τοῦ εἰρηνικοῦ Χριστοῦ μαθητὴς ἐπειπών τε καὶ ἐπευξάμενος· «ἀδελφοὶ καὶ πατέρες ἐν κυρίῳ καὶ φίλα τέκνα,» τοῖς λαοῖς ἅπασι προσεφώνησε «δεῦτε, καὶ περὶ τὸν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ διαφέροντά τε καὶ πλησιάζοντα» τόνδε μικρὸν ὑποδεικνὺς «ἀμπελῶνα μετὰ τὴν ἁγίων δώρων μετάληψιν εἰσελθόντες, ἀνὰ βότρυν ἕκαστος ὑμῶν εὐλογίας ἕνα χάριν κομίσασθε.» πρῶτον θαῦμα μετὰ τὴν χειροτονίαν ὁ θεὸς δι᾿ αὐτοῦ τοῖς ἀνθρώποις δεικνύμενος καὶ ὁποῖος ὁ χειροτονηθεὶς τῷ ποιμνίῳ ἔσται Γεώργιος. τοῦ γὰρ ἀμπελῶνος κομιδῇ σμικροτάτου τυγχάνοντος, καὶ μηδὲ πρὸς φύλλον ἓν ἐπαρκέσαι τῷ πλήθει προσδοκωμένου κατὰ τὴν τοῦ ἁγίου ἅπαντες εἰσελθόντες πρόσταξιν καὶ ἀνὰ σταφυλὴν εἰληφότες, ὢ τοῦ θαύματος, μίαν, ἐξῄεσαν καὶ εἰς τὰ ἴδια ἕκαστος ὑπενόστησαν χαίροντες καὶ τὸν θεὸν εὐλογοῦντες ἐπὶ πᾶσιν οἷς εἶδόν τε καὶ ηὐφράνθησαν. μετὰ δὲ τρίτην ἡμέραν ἐπὶ τῷ θαύματι θαῦμα τελῶν ὁ μακάριος, τὸ καταλειφθὲν ὑπὸ τοῦ λαοῦ τῷ ἀμπελῶνι συναχθῆναί τισι τῶν τοῦ κλήρου ἐγκελευσάμενος καὶ τῇ ληνῷ ἐναποτεθῆναι, τὸν ἴδιον ἀδελφὸν Συμεώνην μεταστειλάμενος εὐχὴν ἐπὶ τῇ ληνῷ τοῦτον ἠξίου ποιήσασθαι. ὁ δὲ κενὴν βοτρύων τὴν ληνὸν θεασάμενος, τήν τε τῶν σεσωρευμένων ἐπιφυλλίδων καταμαθὼν ὀλιγότητα, μικρὸν ὑπομειδιάσας, «πλειόνων σοι» πρὸς τὸν ἀρχιερέα καὶ σύγγονον «ληνοβατῶν, ἀδελφέ, χρεία ἐν τῷ παρόντι» ἀστειευόμενος ἔλεγεν. ὁ δέ γε τοῦ Θεοῦ θεράπων Γεώργιος εὐχὴν τὸν ἀδελφὸν αἰτησάμενος καὶ δύο τῆς ληνοῦ ἐπιβῆναι ἄνδρας ἐγκελευσάμενος, αὐτός τε παρὼν καὶ δαβιτικοὺς ἐπᾴδων
[p. 255] ψαλμοὺς (ὢ τῶν καινῶν σου θαυμάτων, Χριστέ, ὁ τὸ θέλημα τῶν εἰς σὲ ἐλπιζόντων ποιούμενος) ποταμοὺς ἦν ἰδεῖν οἵους τῆς ληνοῦ ἐκπορευομένους καὶ ῥέοντας ὡς μὴ μόνον ἑκατοστιαίους πεπληρωκέναι πίθους, ἀλλὰ καὶ πρὸς πᾶν ὅπερ ἂν ἕκαστος ἔτυχε φέρων ἀγγεῖον τῶν τε τοῦ κλήρου καὶ πενήτων δαψιλῶς ἐπαρκέσασθαι. τοῦτο τῶν τοῦ Ἠλιοῦ πρὸς τὴν Σαραφθίαν ἔν τε τῷ καμψάκῃ καὶ τῇ ὑδρίᾳ θαυμάτων οὐδὲν ἐνδεέστερον.

33. ἐπεὶ δ᾿ ὁ θαυμαστὸς καὶ τῷ ὄντι μακάριος Συμεὼν μετὰ τὴν ἀπὸ Βυζαντίου πρὸς τὴν πατρίδα κάθοδον, κακῶς [λεγε· καλῶς] τὸν δρόμον τετελεκὼς καὶ τὴν πίστιν τετηρηκὼς τῷ τε ἀδελφῷ συμπαρὼν καὶ τὰ πρακτέα συμβουλευόμενος ἐπὶ ἔτει ἑνί, τῶν ὧδε μεταστῆναι κεκέλευστο, φωνῆς τε καὶ ὀπτασίας ἀγγελικῆς κατηξίωτο «τῶν γηῒνων» λεγούσης «ὦ Συμεών, ἐκλαθόμενος καὶ ταῦτα καταλιπὼν ἔρχου πρὸς ἡμᾶς, ὁ κύριος ἐγκελεύεται.» τὸν ἀδελφὸν μετακαλεσάμενος καὶ τὰ τῆς ὀπτασίας αὐτῷ κοινωσάμενος, πλείστης ὅτι τῆς ἀθυμίας τήν τε ψυχὴν αὐτοῦ καὶ καρδίαν πεπλήρωκεν. ὁ δὲ τὰ λοίσθια πνέων καὶ τῆς εὐθυμίας [λεγε· ἀθυμίας?] αὐτὸν ἀνακτώμενος, «οὕτως ἔδοξεν, ὦ φίλος, τῷ κυρίῳ·» πρὸς τὸν ἀδελφὸν ἔλεγε «τόπον καὶ γὰρ σοὶ προετοιμάσαι, ὡς ὁ κύριός μοι δεδήλωκεν· ἀπέρχομαι καὶ σὲ μετ᾿ οὐ πολύ, τοῦ κυρίου καλοῦντος, κατόψομαι. ἀνδρίζου τοίνυν καὶ ἴσχυε καὶ τὸ πιστευθέν σοι τόδε ποίμνιον ἱερὸν ἀξίως τοῦ σὲ τιμήσαντος, περίεπέ τε καὶ ποίμαινε, καὶ τοὺς βαρεῖς τῶν αἱρέσεων λύκους μακρὰν ἀπώθου τούτου καὶ δίωκε.» τοιούτοις ὁ Συμεὼν τοῖς τελευταίοις λόγοις τὸν ἀδελφὸν ὑποστηρίζων καὶ δεξιούμενος καί «εἰς χεῖράς σου τὸ πνεῦμά μου, σῶτερ,» εἰπών «παρατίθημι», τὸ μὲν σῶμα τῇ γῇ, τὸ δὲ πνεῦμα προπεμπόντων ἀγγέλων τῷ κυρίῳ παρέθετο. τῆς δ᾿ ἐκδημίας αὐτοῦ πανταχοῦ διαφημισθείσης, οἱ τῆς νήσου συναθροισθέντες καὶ πικρῶς τὴν αὐτοῦ στέρησιν δακρύοντες καὶ ὀλοφυρόμενοι, τό τε τίμιον αὐτοῦ καὶ πολύαθλον σῶμα περικυκλοῦντες στεναγμοῖς τε καὶ ᾠδαῖς καὶ ᾄσμασι ἐπικηδείοις προπέμψαντες ἐπὶ τὴν τῆς Θεοτόκου μονὴν ὁσίως καὶ μεγαλοπρεπῶς τοῦτο κατέθεντο.

34. ὁ δέ γε θαυμάσιος καὶ τῶν τοῦ Κυρίου προβάτων ποιμὴν ὁ πιστότατος Γεώργιος τῆς ἀδελφικῆς στερηθεὶς ξυνωρίδος καὶ μόνος ἤδη καταλειφθεὶς οὐ διέλιπεν ἐλεημοσύναις καὶ διδασκαλίαις καὶ θαύμασι στηρίζων καὶ φιλοφρονούμενος καὶ θεραπεύων τὸ ποίμνιον.
[p. 256] Φίλου γάρ τινος ἐν τοῖς τῆς Γοτθογροικίας [λεγε· Γοτθογραικίας] λεγομένης ὑπάρχοντος μέρεσι νοσήματι δεινοτάτῳ περιπεσόντος καὶ τοῖς ἰατροῖς ἀπαγορευθέντος καὶ τῷ ἁγίῳ μὴ κατοκνῆσαι παρελθεῖν εἰς αὐτὸν ἱκετικῶς διαμηνυσαμένου ἡ θαυμασία καὶ ὄντως φιλανθρωποτάτη καὶ πρὸς εὐεργεσίας ἑτοίμη ψυχὴ μήτε πρὸς τὸ τοῦ καιροῦ χειμέριον ἀπιδών, ἢ τὸ τῆς ὥρας ὀψέ, τῶν τε εἰς ἀπαγωγὴν ἐλθόντων αὐτοῦ καὶ τῶν φιλικῶς αὐτῷ συνοδεῦσαι προθυμηθέντων ἐπὶ τῇ τοῦ ὑετοῦ καὶ χειμῶνος συνοχῇ μεγάλως δειλανδρισάντων, μηδὲν ἀναμείνας λόγοις τε τούτοις παραθαρρύνας, δυσὶν ἡμέραις καὶ ἐπὶ τοσαύταις νυξὶν ὑετοῦ ῥαγδαιοτάτου ἀστραπῶν τε καὶ βροντῶν καὶ κεραυνῶν καταφερομένων ἐν ὅλῃ τῇ περιγείῳ τῆς νήσου, ἀγγέλου, πάντων ὁρώντων, αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ ἐπιφαινομένου καὶ περισκέποντος, τὴν ἐπὶ τὸν φίλον ἀόκνως καὶ μετὰ προθυμίας ἐβάδισεν, ἀβρόχων τοῖς ἐπὶ τῇ τοῦ φίλου οἰκίᾳ πᾶσι ἐπιφανέντων τῶν συνελθόντων αὐτῷ καὶ τὰ τοῦ θεοῦ καθ᾿ ὁδὸν διηγουμένων θαυμάσια. ἐπεὶ δὲ τῇ τοῦ φίλου οἰκίᾳ ἐπέστη, εὗρεν αὐτὸν ἤδη τὰ λοίσθια πνέοντα καὶ τοὺς ἐπιτυμβίους ἐπ᾿ αὐτὸν θρήνους ἐγείροντας. τῆς δὲ χειρὸς αὐτοῦ ὁ μέγας ἁψάμενος καὶ εὐχὴν ἐπὶ τῇ κεφαλῇ τοῦ θανατῶντος ποιησάμενος, ἤνοιξέ τε τούτου τοὺς ὀφθαλμοὺς καὶ τὸν πρὸ μικροῦ νεκρὸν ἀνεκάθισεν· ὃς καὶ τῆς τοῦ ἁγίου χλανίδος δραξάμενος καὶ ἀναβλέψας καὶ τὸ χαρίεν καὶ πλῆρες τῶν θεϊκῶν χαρισμάτων θεασάμενος πρόσωπον καὶ ἀνακαθίσας μετὰ τῆς προσηκούσης εὐλαβείας καὶ χαρμοσύνης αὐτὸν προσεκύνησέ τε καὶ κατησπάσατο. μεταδοὺς δὲ τῶν θείων ὁ θεῖος ἀνὴρ αὐτῷ καὶ ἀχράντων μυστηρίων, τράπεζάν τε προστάξας τεθεῖναι [λεγε· τεθῆναι] καὶ συνεστιαθεὶς ὑγιῆ τὸν φίλον καὶ ἄνθρωπον ἀπετέλεσε, λέξας αὐτῷ· «μὴ φοβοῦ τό γε νῦν ἔχον θάνατον· πρόσεχε δὲ σεαυτῷ, φίλε, μετὰ γὰρ ἕβδομον ἔτος εἰς ὃν ἐγὼ καταντήσω τόπον ἐλεύσῃ, καὶ ὡς ὁ κύριος ἀλλήλους ἂν ἐθελήσῃ θεασώμεθα.» τὴν δὲ τοῦ λόγου συνεὶς ὁ ἐχέφρων ἐκεῖνος ἄνθρωπος δύναμιν τῷ τε θεῷ ἐπευχαριστήσας καὶ τῷ αὐτοῦ θεράποντι «εἴη» τε «τὸ ὄνομα τοῦ κυρίου εὐλογημένον» καί «τὸ θέλημα αὐτοῦ γενέσθω» εἰπών, ἐπὶ τὴν γῆν προσεκύνησε· ὃ δὴ καὶ κατὰ τὴν τοῦ ἁγίου γέγονεν <ὕστερον αδδ. Πηουντουλεσ> πρόρρησιν.

35. τῆς δὲ φήμης τῶν θαυματουργημάτων μὴ τῇ ὑπ᾿ αὐτὸν νήσῳ καὶ πατρίδι, ἀλλὰ καὶ ταῖς ἐν ταῖς ἄλλαις νήσοις καὶ τῇ χέρσῳ πόλεσι διαφημισθείσης, καὶ πάντων τὰ τοῦ θεσπεσίου ἀνδρὸς θαύματά τε καὶ [p. 257] κατορθώματα περιλαλούντων καὶ θαυμαζόντων, οἱ Σμυρναῖοι καὶ πρὸ το<ῦ> χρισθῆναι τὸν ἄνδρα τῶν θαυμάτων οὐκ ἄμοιροι τούτου τυγχάνοντες, φίλοι τε τούτῳ καὶ συνήθεις ἔκπαλαι προϋπάρχοντες, ἐν μέρει τε δυστυχίας καὶ τῆς πρὸς φιλοθεΐαν αὐτῶν ἐνδείας ἔνδειξιν ἡγησάμενοι, μὴ καὶ μετὰ τὸ χρισθῆναι τῆς τε ἐπιδημίας καὶ θέας καὶ γλυκύτητος καὶ εὐλογίας αὐτοῦ ἀπολαύσαιεν, πρέσβεις ἐστείλαντο ἱκετικῶς παρ᾿ ἑαυτοῖς ἐπιδημῆσαι τοῦτον μετακαλούμενοι. ὁ δὲ τῆς τοῦ κυρίου φιλανθρωπίας ὢν μιμητὴς ἀξιόχρεως καὶ πρὸς εὐεργεσίας ἑτοιμότατος οὐκ ἀνεβάλετο οὐδ᾿ ἐβράδυνεν, ἀλλὰ τοῦ τε γήρως καὶ τῆς ἀπὸ τῶν ὑπὲρ τῆς εὐσεβείας ἀγωνισμάτων τε καὶ ἱδρώτων προσγενομένης τῷ σώματι ἀσθενείας ἐπιλαθόμενος, πελάγους τε τοσούτου καταφρονήσας καὶ πρὸς ἓν μόνον ἰδὼν ὅπως ἂν ψυχὰς ἀνθρώπων τὸν τοῦ Θεοῦ ὀρθὸν λόγον πεινώντων στηρίξειέ τε καὶ ὠφελήσειεν, ὡς οὐ μετάκλητος, ἀλλ᾿ αὐτεπάγγελτος τὴν πρὸς ἐκείνους διέπλεεν.

36. τὴν οὖν Σμυρναίων καταλαβὼν καὶ ταῖς ἁπάντων αὐταῖς ψυχαῖς καὶ χερσὶν ὑποδεχθεὶς καὶ δεξιωθεὶς καὶ τὸν θεῖον, ὡς ἔδει, τῆς ὀρθοδοξίας σπόρον καταβαλόμενος, ἅπερ τε ἐκεῖσε δύο προσυνεστήσατο μονύδρια ἐπισκεψάμενος καὶ καταρτίσας οὐκ ἐπὶ συχναῖς ἐκεῖσε ἡμέραις διέμενεν. ἐν δὲ μιᾷ τῶν νυκτῶν ἄγγελος αὐτῷ ἐπιφανεὶς τὴν ἀπὸ τοῦ γεώδους ἐνθένδεν σκήνους ἀνάλυσιν ὑπεσήμηνε, «καλεῖ σε», λέγων «ὁ βασιλεύς, ὡς ἂν τῶν πολλῶν ἀναπαύσῃ καμάτων σε.» ἡ δὲ φιλόπατρις ἐκείνη καὶ φιλάδελφος ὄντως ψυχὴ καὶ τοῦ ποιμνίου σφόδρα κηδομένη, καὶ μηδ᾿ ἐν ταῖς τῆς ἀνάγκης ὥραις αὐτοῦ ἐπιλελησμένη, «εἰς τὴν γῆν σὲ καθικετεύω·» πρὸς τὸν ἄγγελον ἔλεγεν «ἔασον ἀπελεύσασθαι, ἵνα τοὺς ἀδελφούς μου» (τὸ ἴδιον ὀνομάζων ποίμνιον) «ἀκαταρτίστους ὄντας ἐπιστηρίξω πρὸς τὴν εὐσέβειαν, κακεῖσε τὸ θέλημα τοῦ κυρίου γενήσεται.» ταῦτα τοῦ μακαρίου τῷ χρηματίσαντι λέξαντος, εἰρήνην ὁ θεῖος αὐτῷ δοὺς ἄγγελος καί «καθὼς εἴρηκας», εἰπών «ἔσται σοι», ἀπέστη. ὁ δ᾿ ἐγερθεὶς καὶ τοῖς ἅπασι συνταξάμενος τοῖς τε λογικοῖς προβάτοις καὶ τοῖς τούτων ποιμέσι γνωστοῖς τε καὶ φίλοις καὶ παρὰ πάντων ἕως θαλάσσης οὐκ ἀφέξεσθαι τούτου βουλομένων, ὡς ἔδει, προ<ο>δοποιηθείς, εἰπών τε πᾶσι εἰς ἐπήκοον· «σῴζεσθε, ἀδελφοί, καὶ ἡμῶν ἀεὶ μνείαν ποιεῖσθε· οὐκέτι γὰρ ἐν σώματι τούτοις ἥξω τοῖς τόποις.» καὶ τελευταῖον ἅπαντας ἀσπασάμενος καὶ εὐξάμενος πορθμείῳ ἐπιβὰς ἔπλει πρὸς τὴν γεννησαμένην, πολλῶν δακρύων ἐπὶ τῇ ἀπουσίᾳ τοὺς Σμυρναίους ἐμπλήσας, καὶ μέχρι πολλοῦ τῷ αἰγιαλῷ παρακαθημένους καὶ πρὸς τὴν ὁλκάδα ἀφορῶντας καὶ στένοντας. ἐπεὶ δὲ τῇ
[p. 258] χέρσῳ τῆς πατρίδος προσώρμησε, οὐκ ἔστιν εἰπεῖν μεθ᾿ ὅσης ἡδονῆς τε καὶ χαρμοσύνης τὴν τούτου ἄφιξιν οἱ τοῦ ποιμνίου ἐδέξαντο. ἡ πᾶσα γὰρ νῆσος συνέδραμεν ἐπιποθοῦσα τῆς γλυκυτάτης καὶ θέας καὶ εὐλογίας τοῦ καλοῦ πατρὸς καὶ ποιμένος ἐπαπολαῦσαι.

37. διανύσας δὲ τὸ τῶν ἁγίων νηστειῶν μέγα πέλαγος καὶ ἐπὶ πλέον τῇ τε ἀσκήσει καὶ νήψει δοὺς ἑαυτόν, ὡς ἡ τοῦ σωτηρίου πάθους ἑβδομὰς τοῦ Κυρίου ἐφέστηκεν, ἥ τε σεπτὴ καὶ μεγάλη ταύτης ἡμέρα πέμπτη, καθ᾿ ἣν ὁ μυστικὸς ἀμνὸς τοῦ Θεοῦ θύεταί τε χερσὶν ἱερέων καὶ τοῖς ἀξίοις αὐτοῦ μεταδίδοται, πάντων τῇ ἐκκλησίᾳ συναθροισθέντων, καὶ πολλῶν τοὺς πόδας ὁ τοῦ κυρίου μιμητὴς ἀπονιψάμενος καὶ ἀπόστολος, τήν τε θείαν ὁ μέγας ἀρχιερεὺς τοῦ Θεοῦ καὶ θύτης ἐπιτελέσας μυσταγωγίαν καὶ τοῖς ἀξίοις τῶν ἀχράντων οἰκείαις χερσὶ μεταδιδοὺς μυστηρίων, ἐπὶ τὴν κέλλαν πρὸς ἀνάπαυσιν τοῦ πολυμόχθου καὶ κατεσκληκότος αὐτῷ σώματος ἀνεχώρησε. Καθεύδοντι τοίνυν ὡσεὶ δύο λευχειμονοῦντες ἄνδρες τούτῳ ἐφίστανται, ὧν τὸ κάλλος ὑπὲρ πᾶσαν ἀνθρωπίνου προσώπου δόξαν ἐφαίνετο· οἳ καὶ μετ᾿ εὐλαβείας ἅμα καὶ θυμηδίας «ὁ βασιλεύς σε καλεῖ» πρὸς αὐτὸν ἔλεγον «ὡς ἂν τὴν σεβασμίαν τῆς τοῦ θεοῦ ἡμέραν ἐγέρσεως μεθ᾿ ἡμῶν ἐν τῷ οἴκῳ τούτου ἐπιτελέσῃς.» διυπνισθεὶς δὲ καὶ ὅτι ἂν ἡ τῆς ὀπτασίας βούλεται παρακέλευσις συνιείς, τὸν κλῆρον ἅπαντα μετὰ παντὸς τοῦ τῆς πολιτείας λαοῦ συναθροισθῆναι παρακελεύεται. ὧν καὶ συναθροισθέντων καὶ μέσον τούτων ὁ μέγας πατὴρ προελθὼν καὶ πολλὰ περὶ τῆς ὀρθοδόξου πίστεως αὐτοὺς κατηχήσας τῶν τ᾿ ἐκκλησιαστικῶν ὀρθῶν παραδόσεων μέχρις ἐσχάτων ἀντέχεσθαι παραγγείλας καὶ περὶ τῆς μελλούσης κρίσεως ὅτι πλεῖστα τούτοις διεξελθών, τέλος καὶ τὸ περὶ τῆς τοῦ βίου αὐτοῦ μεταστάσεως ἀπεκάλυψε τούτοις μυστήριον, «οὐκέτι» λέγων «μεθ᾿ ὑμῶν ἐπιτελέσω, τέκνα, τὸ Πάσχα· καὶ γὰρ ὁ κύριος ἤδη με κέκληκε· καὶ τὴν αὔριον, ὡς ἐκεῖνος ἂν βούλοιτο, πρὸς τὴν αὐτοῦ προσκύνησιν ἀπελεύσομαι.» πάντων τοίνυν ἐπὶ τῷ ῥήματι τούτῳ καταπλαγέντων καὶ θρῆνον σὺν οἰμωγῇ μέγαν ἀνεγειράντων, οἱ τῆς τε πολιτείας καὶ τῆς νήσου πάντες ποταμηδὸν ἔτρεχον, τήν τε τοῦ πατρὸς ὀρφανίαν ὀλοφυρόμενοι καὶ τῆς παρ᾿ αὐτοῦ εὐλογίας ἀξιωθῆναι γλιχόμενοι καὶ σπουδάζοντες. ἤδη δὲ τῆς ἑσπέρας τοῦ θαυμαστοῦ καὶ μεγάλου καταλαβούσης σαββάτου, πρὸς ὃν ἐπόθει κύριον ὁ μακάριος ἐξεδήμησε, πολλῶν καὶ ἐξαισίων κατ᾿ ἐκείνην τὴν ὥραν γεγονότων θαυμάτων. ἔνθεν τοι καὶ οἱ τοῦ κλήρου οἵ τε τῶν ἐν τέλει καὶ οἱ τῆς πολιτείας, ὅ τε στρατός, οὐδὲ ὁ στρατηγὸς
[p. 259] τούτων ἀπολειπόμενος, κατὰ τάξεις διαιρεθέντες χερσὶ πρεσβυτέρων τὸ ἱερὸν ἐκεῖνο καὶ θαυμάσιον σῶμα μετακομίσαντες, λαμπάσι τε καὶ ψαλμοῖς καὶ μύροις μεγαλοπρεπῶς αὐτὸ προπεμψάμενοι ἐπὶ τῷ σεβασμίῳ ναῷ τῆς Θεομήτορος, ἔνθα καὶ τὰς ἀσκητικὰς ἐκείνας ὁ θαυμαστὸς παλαίστρας διήνυσε, κηδεύσαντες ἐντίμως κατέθεντο. μετὰ δέ τινας ὕστερον ὑπὸ φιλοχρίστων χρόνους καὶ τὸ τοῦ μεγάλου Δαβὶδ ἀπὸ τῆς Ἴδης ἐπὶ τὴν Λέσβον ἀνακομισθὲν λείψανον σὺν τοῖς δυσὶν ἀδελφοῖς ἐν μιᾷ καὶ αὐτὸ κατετέθη τῇ λάρνακι, ὡς ἄν, οὓς μία γαστὴρ ἡγιασμένη ἐν κόσμῳ ἐκυοφόρησε, τοὺς αὐτοὺς καὶ εἷς θαυματόβρυτος ἀναδεικνύηται τάφος ἐπιφερόμενος εἰς δόξαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τῆς μιᾶς θεότητός τε καὶ βασιλείας· ᾗ πρέπει δόξα καὶ τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

**********************************************************