Saint: ANTONY THE YOUNGER (#2)
Edition: A. Papadopoulos-Kerameus, SyllogePPSb XII: 186-216.

[p. 186]

βίος καὶ πολιτεία τοῦ ὁσίου Ἀντωνίου τοῦ νέου.

1. Ἀντώνιος ὁ μέγας, ὁ τῆς ἐρήμου πεφηνὼς διὰ θεοῦ πολιστὴς καὶ τῶν κατ᾿ ἀρχὰς ἀποτασσομένων προτροπὴ χρηματίσας καὶ θεῖος διδάσκαλος ἐν τοῖς κατ᾿ ἐκεῖνο καιροῦ οἷά τις παμφαὴς ἥλιος πᾶσαν τὴν οἰκουμένην ταῖς τῶν οἰκείων ἀρετῶν κατεφαίδρυνε λάμψεσι καὶ τὸν σκότον τῶν παθῶν ἐξ ἀνθρώπων ἀπήλασεν· οὗπερ τῶν ἱερῶν τρόπων καὶ τῆς ἀγαθῆς προθέσεως πολλοὶ μὲν τῶν ἀσκητῶν [λεγε· τηνικαῦτα] γεγόνασι ζηλωταί, λογικῶς ζῆν αἱρετισάμενοι [λεγε· βουλόμενοι] καὶ τὸ κατὰ σάρκα [λεγε· κατ᾿ εἰκόνα] τηρῆσαι τῆς ἁμαρτητικῆς ἰλύος ὡς οἷόν τε ἀνεπίμικτον. γεγνώρισται δὲ κἀν τοῖς ἡμετέροις χρόνοις ὁ τούτῳ φιλαλήθως εἰπεῖν συνωνυμήσας καλῶς καὶ τοὺς πόνους τῶν ἀρετῶν αὐτοῦ ἀξίως ἐκμιμησάμενος, ὁ μακαρίτης τῷ ὄντι καὶ ἄλλος Ἀντώνιος, φρονήσει καὶ βίου [λεγε· βίῳ] καὶ πολιτείᾳ διαφερούσῃ, ἀνδρείᾳ τε καὶ τῇ πρὸς τὰ δεινὰ καρτερίᾳ, ἀλλὰ καὶ ταῖς τῶν θαυμάτων χάρισι καὶ προρρήσεων αἴγλῃ τῷ ὁμωνύμῳ σαφῶς ἐξομοιωθείς. διὸ δὴ καί τινες τῶν ἡμετέρων πατέρων τὸν ἀγγελικὸν αὐτοῦ ὑπερθαυμάσαντες βίον καὶ τοὺς τῶν ἀριστευμάτων καταπλαγέντες ἀγῶνας, ᾀσματικοῖς ἄνθεσι τὴν αὐτοῦ πανεύφημον κατεστέψαντο κεφαλήν, αἰώνιον [λεγε· ἀλήστου] τῆς μνήμης αὐτοῦ ἐμπύρευμα τοῖς νῦν καὶ τοῖς μετέπειτα τοῦτό γε πατρικῶς ἀποθησαυρίσαντες. ἀλλ᾿ ἐπειδὴ τὸ τῆς ὑμετέρας ὁσιότητος περὶ τὸν δίκαιον
[p. 187] φίλτρον οὐ μέχρι τούτων ἐδοκίμασεν εὖ ἔχειν εἰς εὐφημίαν τῶν αὐτῷ κατορθωθέντων, ἀλλὰ προσδεῖσθαι καὶ τῆς διὰ λόγου συγγραφῆς, ὡς ἂν μὴ ἀνιστόρητον μεῖναν τὸ τοσοῦτον ἀγαθὸν ζημίας οὐ τῆς τυχούσης γένηται πρόξενον τοῖς περὶ τὰ καλὰ τῶν διηγημάτων προσεκτικῶς [λεγε· προθύμως] προσερχομένοις, ἄξιον ἡγησάμην, εἰ καὶ ἀσθενής εἰμι ἐγὼ [λεγε· ἔγωγε] καὶ λέγειν οὐ πρὸς ἀξίαν τοῖς τοιούτοις δεδυνημένος, διὰ δὲ τὸ τῆς ἀρετῆς ἐλλεῖπον καὶ τὸ τῆς γνώσεως οὐκ ἀπηρτισμένον, προτραπεὶς παρὰ τῆς ὑμετέρας θεοφιλίας, πατέρων ἄριστε καὶ τῆς κατὰ Χριστὸν ἀγάπης ἔμψυχον ἀπεικόνισμα Κλήμη, κατατολμῆσαι τῆς ὑποθέσεως ταῖς ὑμετέραις ὑπὲρ τούτου τεθάρρηκα προσευχαῖς. γενήσεται γάρ, εὖ οἶδα, ἡ περὶ τοῦ θεοφόρου πατρὸς ἡμῶν διήγησις τοῖς μὲν θερμοῖς τὸν ζῆλον ἀρετῆς τε ἐπίδοσις καὶ πρὸς τὰ κρείττω καὶ τελεώτερα τοῖς εὐδρομεῖν ἐσπουδακόσιν ὡς θέμις ἀνάβασις, τοῖς δέ γε κατ᾿ ἐμὲ ῥαθύμοις καὶ τὸν οὐ πάντῃ προσεκτικὸν ἀνῃρημένοις βίον ἔκνηψίς πως καὶ οἷον διύπνισις τοῦ ἐν ἡμῖν λογιστικοῦ καὶ τῶν καθηκόντων τῷ ἐπαγγέλματι (εἰ μὴ ληρῶ) προτίμησις· οἶδεν γὰρ ὡς τὰ πολλὰ καὶ μνήμη ψιλὴ ἀνδρὸς ἐναρέτου πρὸς φιλοσοφίαν προτρέπειν τὸν εὐαισθήτως ἀκούοντα καὶ ἀρετῶν ὑπομνηματισμὸς μίμησιν προξενεῖν ταῖς τῶν αἱρουμένων τὸ ἀγαθὸν ἀξιολόγοις ψυχαῖς. ἵνα δὲ μὴ ἐπὶ πλέον τοῖς ἐπεισοδίοις ἐνδιατρίβοντες λόγοις τὰς φιλοθέους τῶν ἀκροατῶν ἀποκναίωμεν ἀκοάς, ἐπ᾿ αὐτὴν καὶ δὴ τοῦ θεολήπτου αὐτοῦ βίου τὴν ἀπαρχὴν ἐλευσόμεθα, τὰς ἐξ ἀρχῆς καὶ μέχρι τέλους τοῦ θεσπεσίου πράξεις ἐν ἐπιτομῇ διηγούμενοι.

2. ὁ μακαρίτης καὶ καθ᾿ ἡμᾶς Ἀντώνιος γένος μὲν ἦν Παλαιστῖνος, εὐγενῶν τε γονέων υἱὸς Φωτεινοῦ καὶ Εἰρήνης προσαγορευομένων, πόλεως δὲ καλουμένης Φωσάτον, ἀπὸ δεκαοκτὼ σημείων τελούσης τῆς ἁγίας Σιὼν Ἱερουσαλήμ. ἀλλ᾿ ἐπειδὴ τοῦ παρ᾿ ἡμῶν νῦν γεωργουμένου λογικοῦ παραδείσου ὑποβάθρα τις καὶ κρηπὶς ὑπόκειται στερεμνιώτη, καλὸν ἂν εἴη καὶ ὠφέλιμον τοῖς ἐντυγχάνουσι δι᾿ ὀλίγων καὶ ταύτην περιγράψαι, ἐπεὶ καὶ τῆς περὶ Ἐλισσαιὲ τοῦ προφήτου συγγραφῆς ὁ Ἠλιοῦ προτέτακται βίος, καὶ οὗτός γε χρίστης ἐκείνου καὶ βεβαιωτὴς καὶ διδάσκαλος ὑπὸ τῆς θεοπνεύστου γραφῆς ἀνηγορεύεται. οὕτως οὖν καὶ ἐνταῦθα παρὰ τῆς
[p. 188] θείας οἰκονομούμενον εὑρήσεις προνοίας, τῆς διηγήσεως τὸ τερπνὸν περιχαρῶς ἐπακούων.

3. γέγονέ τις ἀρχιλῃστὴς ἐν τοῖς ὄρεσι τῆς Ἀνατολῆς, ἀνὴρ δυνατὸς ἰσχύι καὶ ἰσχυρὸς τοῖς ὀστέοις, χριστιανὸς τὴν θρῃσκείαν, εἰ καὶ μὴ τὰ Χριστοῦ τέως ἐφρόνει τε καὶ εἰργάζετο. οὗτος ἔθος εἶχεν κατ᾿ ἐνιαυτὸν ἀλλάσσειν τὸ λῃστρικὸν καὶ θηριῶδες ἦθός τε καὶ σχῆμα καὶ κατέρχεσθαι εἰς προσκύνησιν τῶν ἁγίων καὶ σεβασμίων τόπων τοῦ σωτῆρος ἡμῶν Χριστοῦ, ἐν οἷς τὴν κατὰ σάρκα δι᾿ ἡμᾶς ὑπομείνας γέννησιν καὶ τὰ λοιπὰ ὅσα περὶ αὐτοῦ αἱ δέλτοι τῶν ἱερῶν περιέχουσιν εὐαγγελίων, τὸ τῶν ἀνθρώπων γένος τῆς τοῦ διαβόλου ἐρρύσατο θεοπρεπῶς καταδυναστείας. διατρίβοντος τοίνυν τοῦ λῃστοῦ ἐν τῇ Ἁγίᾳ Πόλει, ἦλθέν τις φήμη εἰς τὰ ὦτα αὐτοῦ, ὡς ὅτι ὁ πρωτοσύμβουλος Συρίας κέκτηται Αἰθίοπά τινα κορυδαλλοῦ μὲν εἰδεχθέστερον, ὑψηλὸν δὲ τῷ εἴδει καὶ ῥώμῃ φυσικῇ δυναστεύοντα, ὃν οὐδεὶς ἄχρι τότε τῶν προσβαλλόντων αὐτῷ πρὸς γῆν κατακλῖναι ἠδυνήθη· ὃν καὶ εἰς τέρψιν ἑαυτοῦ πρὸς πάλην τοῖς βουλομένοις καθείς, τὸν αὐτοῦ περιεσόμενον δώροις ὑπισχνεῖται ἀμείβεσθαι. τούτου δὴ τοῦ Αἰθίοπος κρείττονα ἑαυτὸν δεῖξαι τοῖς πᾶσι βουλόμενος ὁ λῄσταρχος, μηδὲν μελλήσας ἀπέρχεται πρὸς τὸν τῶν Σαρακηνῶν βούλαρχον, καὶ ἐμφανῆ ἑαυτὸν ποιήσας, δι᾿ ἣν αἰτίαν πάρεστιν, αἰτεῖται ἡμερῶν ἓξ διορίαν καὶ μόνον ὡς βούλεται ἀναπαύσασθαι· ὁ δὲ Συρίαρχος προθύμως παρέχει αὐτῷ καὶ οἰκίαν εὐμεγέθη τε καὶ περικαλλῆ καὶ ποικιλίαν βρωμάτων κατὰ τὴν αὐτοῦ ἔφεσιν, καὶ πᾶσαν ἁπλῶς σωματικὴν ὑπηρεσίαν. καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ γίνεται ἡ ἀμφοτέρων μάχη ἐπὶ δημοσίου θεάτρου, γυμνικὸν ἀναδεδεγμένων πρὸς ἀλλήλους τῶν ἀντιπάλων παγκράτιον. ἐπιβαλόντες οὖν χεῖρας καὶ ἐπὶ ὥρας κονισάμενοι, καὶ μὴ δυνηθέντος τοῦ ἀρχιλῃστοῦ περιδράξασθαι αὐτοῦ διὰ τὸ ὀλισθηρὰς γενέσθαι τὰς σάρκας τοῦ Αἰθίοπος ἐκ τοῦ περιχυθέντος αὐτῷ ἱδρῶτος τῇ τάσει τῆς ἀγωνίας, τύψας αὐτὸν τῷ ἰδίῳ στέρνῳ κατὰ τὸ μεσαίτατον τοῦ θώρακος ἀπεώσατο πόρρω, καὶ κύψας πρὸς γῆν καὶ κόνιν ἀράμενος ταῖς χερσὶ συμπλέκεται τῷ ἀλαζόνι, καὶ τοῦτον χειρωσάμενος ἐπὶ γόνατα ἐπεῖχεν σφοδρότατα. ὡς δὲ τοῦ δήμου αἱ βοαὶ προὔβαινον
[p. 189] ἐλλιπῶς ἔχειν τὸ τοῦ λῃστοῦ κατὰ τοῦ Αἰθιόπου [λεγε· Αἰθίοπος?] τρόπαιον, κρατήσας αὐτὸν δραστικώτερον ὕπτιον ἀνέτρεψεν. τότε σὺν ἅλματι ἀποστὰς τοῦ πτωθέντος, κατὰ πρόσωπον ἔστη τοῦ Συριάρχου· ὁ δὲ τὴν ἧτταν ὑποστὰς ἀπὸ αἰσχύνης ἔμεινεν ἐπὶ τοῦ τόπου τῷ σχήματι, ᾧ ἐπεπτώκει, καὶ ἐπιτρεπόμενος ἀναστῆναι οὐδενὸς λόγον ἐποιεῖτο. λέγει οὖν ὁ ὀλυμπιονίκης τῷ πρωτοσυμβούλῳ· «τί κελεύεις ποιήσω αὐτῷ» ὁ δέ φησιν· «ἐὰν δύνασαι, ἀπόκτεινον αὐτὸν ἄνευ συνεργίας ὀργανικῆς.» εὐθέως οὖν ἐκεῖνος δραξάμενος τῇ λαιᾷ χειρὶ τοῦ πώγωνος αὐτοῦ καὶ τῇ ἑτέρᾳ μεγάλῃ δυνάμει πὺξ κατὰ κορυφῇς αὐτῷ παίσας, συνέθλασεν αὐτοῦ τὴν κεφαλήν· ὁ δὲ παραχρῆμα ἀπέδωκεν τὸ πνεῦμα. καὶ οὕτω γε μετὰ ἐπάθλων καὶ δωρεῶν μεγίστων ὑπέστρεψεν ὁ ὁδοστάτης εἰς τὴν ἰδίαν πόλιν καὶ πάντα διένειμεν τοῖς χρείαν ἔχουσιν.

4. εἰς ἑαυτὸν δὲ ἐλθὼν ἐκ θείας προνοίας τοῦ πάντας θέλοντος ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ἔλεγεν ἐν ἑαυτῷ· «ἕως πότε, ταπεινὲ Ἰωάννη, ἐπιτέρπῃ τοῖς τῶν ὁμοειδῶν φόνοις ἕως τίνος φοινίξεις τὰς ἑαυτοῦ χεῖρας τοῖς τῶν λογικῶν ἀδιακρίτως αἵμασιν πάντως καὶ σέ ποτε καταλήψεται ἡ τοῦ θανάτου ἀπαραίτητος ὥρα, καὶ οἴσει εἰς κριτήριον φοβερὸν καὶ ἀπαραλόγιστον, καὶ τότε ἐκτίσεις τὸν ἔσχατον κοδράντην ὑπὲρ ὧν ἐσέβησας εἰς θεὸν καὶ τοὺς αὐτοῦ νόμους.» ταῦτα πρὸς ἑαυτὸν ἐν κατανύξει καρδίας ἀναλογισάμενος, μικρὰ φροντίσας ἢ οὐδὲν περὶ τῶν προσόντων αὐτῷ χρημάτων τε κτημάτων, χαίρειν τε πᾶσιν εἰπών, ἔρχεται εἰς τὴν λαύραν τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν καὶ σημειοφόρου Σάβα καὶ ἀποτάσσεται ἐκεῖ. δεξάμενος δὲ τὸ σχῆμα τῶν μοναχῶν καὶ ἐπιστάτην λαβὼν μέγαν τινὰ γέροντα καὶ διορατικώτατον εἰς τὸ καθηγεῖσθαι καὶ ἐκμανθάνειν ὑπ αὐτοῦ τῆς ἀσκητικῆς παλαίστρας τὰ ἀνδραγαθήματα, τοσοῦτον ἑαυτὸν ἐπέδωκεν τῇ τε ὑπακοῇ τοῦ παιδοτριβοῦντος καὶ τῇ ἀσκήσει τοῦ σώματος, ὡς ὑπερβαλέσθαι τῆς κατὰ κόσμον αὐτοῦ σωματικῆς εὐανδρίας τὴν κατὰ πνεῦμα τῆς ψυχῆς ἐν ταῖς ἀρεταῖς ἀριστείαν.

5. ἐν μιᾷ οὖν κυριακῇ πάντων τῶν πατέρων κατὰ τὸ εἰωθὸς
[p. 190] ἐν τῇ ἐκκλησίᾳ ὀψὲ σαββάτων προελθόντων καὶ τὴν ὑμνῳδίαν τῷ θεῷ ἄχρι πρωΐας ἀναπεμπόντων, κατ᾿ αὐτὴν τὴν νύκτα εἰσῆλθον [λεγε· ἐπῆλθον] τῇ λαύρᾳ Ἄραβες τὸν ἀριθμὸν ἓξ καὶ τῇ κέλλῃ προσελθόντες τοῦ ἐπιστάτου αὐτοῦ, ἅπαντα τὰ ἐν αὐτῇ λαβόντες ἀπῴχοντο. ἐλθὼν τοίνυν ὁ ἀββᾶς Ἰωάννης κατά τινα χρείαν πρῶτος εἰς τὸ κελλίον καὶ γνοὺς τὸ γεγονὸς κατέδραμεν ὀπίσω αὐτῶν, οἰόμενος καλῶς ποιεῖν, καὶ τούτους καταλαβών, «στῆτε» φησὶ βριαρᾷ τῇ φωνῇ καὶ καταπληκτικῷ ὄμματι· οἱ δὲ ἐπὶ τῷ λόγῳ τρομάσαντες ἔστησαν ἐννεοί· καὶ ὑποβαλὼν τοὺς πέντε χειροποιήτῳ δεσμῷ ἐπειρᾶτο καὶ τῷ ἕκτῳ τοῦτο ποιῆσαι. ὁ δὲ νομίσας ἰσχύειν πρὸς αὐτόν, ἰταμῶς ἀνθίστατο κατὰ πρόσωπον αὐτοῦ. τότε κινηθεὶς ὁ Ἰωάννης καὶ δραξάμενος αὐτοῦ τὸν αὐχένα, ἔστρωσεν αὐτὸν ὕπτιον εἰς τὴν γῆν καὶ κουφίσας λίθον μέγαν καὶ δυσβάστακτον τίθησιν ἐπὶ τοῦ στήθους αὐτοῦ, καὶ οὕτως ἐάσας αὐτὸν ἐπὶ τοῦ τόπου συνείλκυσε [λεγε· συνήλασε] τοὺς λοιποὺς πεφορτωμένους καὶ ἤγαγεν εἰς τὴν λαύραν. θεασάμενος δὲ τοὺς λῃστὰς ὁ τοῦ Ἰωάννου ἀββᾶς λέγει πρὸς αὐτόν· «πάλιν τῆς ἀρχαίας λῃστείας ἐπελάβου· ὑποστρέψας δὴ θᾶττον ἆρον τὸν λίθον ἀπὸ τοῦ ἑτέρου αὐτῶν πρὶν ἀποθάνῃ, ἵνα μὴ ἐμπέσῃς εἰς τὸ τοῦ φονέως κρῖμα. ἔασον αὐτοὺς ἀπελθεῖν μεθ᾿ ὧν ἔλαβον.» ταῦτα ἀκούσας ὁ Ἰωάννης καὶ ἐκπλαγεὶς ἐπὶ τῇ προγνώσει τοῦ ἁγίου, εἶπεν πρὸς αὐτόν· «οὐκ ᾔδειν ἕως τοῦ νῦν, ὅτι Θεῷ δουλεύειν ἠξίωμαι, ἐπεὶ οὐκ ἂν τοῦτο πρᾶξαι προεθυμήθην. ὅμως οὖν ἔχων τὰς ἁγίας εὐχάς σου, ἀρχὴν διορθώσεως βαλεῖν οὐ κατοκνήσω.»

6. ὃ δὴ καὶ πεποίηκεν ὁ τῆς ἀρετῆς ἀθλητής· τοσοῦτον γὰρ ἐπέσχεν ἑαυτὸν εἰς ἀποχὴν βρώσεως, ὡς διὰ δύο καὶ τεσσάρων ἄρτου μεταλαμβάνειν μόνου καὶ ὀλίγου ὕδατος, ἐνίοτε δὲ καὶ πᾶσαν τὴν ἑβδομάδα ἄσιτος διατελεῖν. τὰς δὲ τῆς ἁγίας Τεσσαρακοστῆς ἡμέρας μεσολαβῶν ἅπαξ ἐν αὐταῖς μετελάμβανε τροφῆς, καὶ τούτῳ τῷ τρόπῳ διῆξεν πάντα τὸν χρόνον τῆς ἐν τῇ λαύρᾳ αὐτοῦ διαγωγῆς, ὥστε ἐκ τοσαύτης αὐτοῦ πρὸς ἀρετὴν νεύσεως ὑπερακοντίσαι πάντας τοὺς αὐτόθι διαβιοῦντας, ἑξακοσίους ὄντας τὸν ἀριθμόν. εἶχεν γὰρ ἐπιτηδειότητα πολλὴν εἰς ἀρετῆς
[p. 191] ἐπαύξησιν, διμοιραῖος ἀνήρ ὑπάρχων, εὐμεγέθης τῷ πάχει καὶ δυνατὸς τῇ ἰσχύι, σακκομάχιν ἀεὶ φορῶν καὶ τούτῳ εἰς ἐπικάλυψιν μόνον σαρκὸς ἀρκούμενος. φασὶ δὲ αὐτοῦ καὶ τὰ ἐντὸς τῶν βραχιόνων τοσοῦτον τῇ ἐγκρατείᾳ ὑπεκρεῦσαι, ὥστε τὴν δορὰν αὐτῶν δίκην βοείων μανδήλων ὑποκεχαλᾶσθαι, ὡς πληροῦσθαι καὶ ἐν αὐτῷ τὸ φάσκον λόγιον· Ϡὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.Ϡ

7. ἀμέλει δεκαετίαν συντελέσας ὁ τοῦ Χριστοῦ πύκτης Ἰωάννης ἐν τῇ λαύρᾳ τοῦ θεοφόρου Σάβα, καὶ εἰς μέτρον ἡλικίας πνευματικῆς τοῦ πληρώματος ἐφθακὼς τοῦ Χριστοῦ, καὶ τὴν πρώτην τάξιν τῶν ἐπαινουμένων κατειληφώς, λέγω δὴ τὸ παρ᾿ ἑαυτοῦ τὰ δέοντα συνορᾶν, ὡς μηκέτι δεῖσθαι λοιπὸν τῆς δευτέρας ἅτε εἰσαγωγικῶν οὔσης, ἐπεὶ καὶ αὕτη τῆς πρώτης ἕνεκα, καὶ διὰ τοῦτο παρὰ πάντων ἀξιοχρέως τιμώμενος, φεύγων δι᾿ ὑπερβολὴν ταπεινώσεως τὸ ὑπὸ πλειόνων καὶ τοιούτων δοξάζεσθαι, παρακαλεῖ μετ᾿ εὐχῆς ἀπολυθῆναι καὶ τὴν ὄρειον μετελθεῖν διαγωγήν, ἵνα ἐν οἷς ἡττᾶσθαι ἠλέγχθη τόποις, μιαιφονίαις ἁλισκόμενος, ἐν αὐτοῖς καταβάλῃ ἐν Χριστῷ τὸν πτερνίσαντα αὐτὸν προφανῶς διάβολον καὶ στήσῃ καὶ αὐτὸς ἐν ἐρήμῳ τὸ κατ᾿ αὐτοῦ τρόπαιον. καὶ δὴ τῆς αἰτήσεως τυχὼν ἔρχεται ὑπὸ θεοῦ ὁδηγούμενος, εἰς τὰ ὅρια τῆς πόλεως τῆς καλουμένης Φωσάτον, καὶ ἀνελθὼν εἰς τὸ πλησίον ὄρος ἡσύχαζεν ἐν αὐτῷ μονώτατος. φήμης δὲ περὶ αὐτοῦ πανταχοῦ διαδραμούσης, πολλοὶ τῶν πιστῶν ἀνήρχοντο πρὸς αὐτόν, φέροντες ἀσθενεῖς καὶ ὑπὸ πνευμάτων ἀκαθάρτων ὀχλουμένους, καὶ πάντας ἐθεράπευεν διὰ τῆς ἐνοικούσης αὐτῷ χάριτος τοῦ παναγίου πνεύματος καὶ τῶν ἀπαύστων αὐτοῦ προσευχῶν.

8. ἦν δὲ καὶ ποροορατικὸς ὁ γέρων, ἁπλότητα ἤθους καὶ καθαρότητα καρδίας εἰς ἄκρον εὐμοιρηκώς. τούτῳ ποτὲ παραλαβὼν Ἑβραῖός τις ἀπὸ ὀμμάτων, λόγιος καὶ ἐπιστήμων τῶν νομικῶν δογμάτων, ἐπειρᾶτο λόγοις καταπλήττειν τὸ ἄπλαστον αὐτοῦ καὶ καθαρὸν τῆς γνώμης· ὁ δὲ ἅγιος προγνοὺς τῷ πνεύματι, ὅτι μέλλει πιστεύειν εἰς Χριστόν, λέγει πρὸς αὐτόν· «ἐγὼ μὲν ἄνθρωπος γέγονα
[p. 192] λῃστὴς καὶ ἁμαρτωλὸς πάνυ, πλὴν ὅτι χριστιανὸν οὐδέποτε ἐφόνευσα. εἰμὶ δὲ καὶ ἀμύητος τῶν θείων γραφῶν, καὶ οὐ δύναμαί σοι ἀποκρίνασθαι πρὸς ἃ ἐπιζητεῖς· ὅπερ δέ σοι λέγω, μετὰ ἀληθείας ποιῶ. ἐὰν ἕως τεσσαράκοντα ἡμερῶν προθεσμίαν οὐκ ἀναβλέψῃς, γίνομαι Ἑβραῖος· εἰ δὲ ἀναβλέψεις, ἵνα πιστεύῃς εἰς Χριστόν.» τοῦ δὲ μετὰ χαρᾶς συνθεμένου, ὁ πατὴρ ἡμῶν Ἰωάννης ἐκράτησεν ἐκτενῆ δέησιν πρὸς τὸν θεὸν καὶ σκληραγωγίαν ἀκροτάτης νηστείας ὑπὲρ τούτου ἐν ταῖς ἡμέραις ταύταις ὑπὲρ τὰς πρότερον αὐτοῦ γεγενημένας πολιτείας· καὶ τῇ τεσσαρακοστῇ ἡμέρᾳ ὁ Ἑβραῖος ἐν τῷ ἰδίῳ κτήματι καθεζόμενος ἀθρόον ἀνέβλεψεν, καὶ ἤρξατο εὐλογεῖν καὶ δοξάζειν τὸν θεόν. ἀναστὰς οὖν αὐτῇ τῇ ὥρᾳ παραλαμβάνει τήν τε σύμβιον ἑαυτοῦ καὶ πάντας τοὺς ὄντας μετ᾿ αὐτοῦ, καὶ ἀνέρχεται πρὸς τὸν μέγαν Ἰωάννην, ἀνθομολογούμενος καὶ αἰνῶν τὸν θεὸν καὶ τὸ βάπτισμα ἐξαιτούμενος. ὁ δὲ γέρων εὐχαριστήσας τῷ κυρίῳ, τῷ οἰκονομοῦντι πάντα πρὸς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων, μεταπεμψάμενος ἕνα τῶν συνήθων αὐτοῦ πρεσβυτέρων, ἐκέλευσεν βαπτισθῆναι αὐτοὺς πάντας εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.

9. πρὸς τοῦτον τοιγαροῦν τὸν θεσπέσιον Ἰωάννην καὶ οἱ τοῦ μακαρίου πατρὸς ἡμῶν Ἀντωνίου γονεῖς συνεχέστερον φοιτῶντες καὶ τὰς ἁγίας αὐτοῦ εὐχὰς πιστῶς κομιζόμενοι παρεκάλεσαν αὐτὸν ὅπως ὁ υἱὸς αὐτῶν Ἰωάννης διακονῇ αὐτῷ. ἐν τῷ οὖν συνεῖναι τῷ ἁγίῳ πατρὶ τὸν παῖδα Ἰωάννην, μιᾷ τῶν ἡμερῶν λέγει πρὸς αὐτὸν ὁ τοῦ θεοῦ δοῦλος· «οἶδας, τέκνον, οὐ πρὸς χάριν λέγω· μέλλεις ἐξέρχεσθαι ἀπὸ τῶν ὁρίων Συρίας καὶ τὴν Ῥωμανίαν κατοικεῖν, καὶ δουλεύσεις τῷ κόσμῳ χρόνον ἱκανόν, καὶ ἄρξεις λαοῦ καὶ κρατήσεις πόλεων καὶ τρόπαια στήσεις κατὰ τῶν ὑπεναντίων, καὶ μετὰ τοῦτο ἀποτάξῃ τοῖς τοῦ βίου πράγμασι καὶ λατρεύσεις τῷ Χριστῷ ἐν τῇ τῶν μοναχῶν πολιτείᾳ ἔτη τεσσαράκοντα καὶ φθάσεις εἰς μέτρα τελειότητος ὑπὲρ ἐμέ.» ταῦτα ἀκούσας ὁ παῖς κατελθὼν ἀνήγγειλεν τοῖς γονεῦσιν ἑαυτοῦ· οἱ δὲ πρὸς αὐτὸν εἶπον· «εἰ μὴ ἀπεκαλύφθη αὐτῷ θεόθεν τὰ περὶ σοῦ, οὐκ ἂν ἐλάλησεν τοιαῦτα πρὸς σέ, τέκνον.» μετ᾿ ὀλίγας [p. 193] δὲ ἡμέρας πληγεὶς τὸ σκέλος ὁ Ἰωάννης ἐκ συμπτώματός τινος καιριώτατα ἐνόσησεν· καὶ θεωρεῖ καθ᾿ ὕπνους ἐν μιᾷ ἐπαρθέντα ἑαυτὸν ὡς εἰς τὸν ἀέρα καὶ φῶς ἄπειρον περὶ τὸν τόπον τῆς θεωρίας, καὶ δύο ἄνδρας λευχειμονοῦντας, χρυσῆν τινα λεκάνην πλήρη ὕδατος μετὰ χεῖρας φέροντας, καὶ γυναῖκα ὑπερένδοξον πορφυροῖς ἱματίοις ἠμφιεσμένην, ἥτις καὶ ἄρασα τῇ χειρὶ ὕδωρ ἐπέχεεν τρίτον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. καὶ οὕτως ἀπέστησαν ἀπ᾿ αὐτοῦ. ἔξυπνος δὲ γενόμενος ὁ παῖς εὗρεν ἑαυτὸν κομψότερον ἔχοντα καὶ τὴν ὀδύνην τῆς κεφαλῆς τε καὶ τοῦ ποδὸς εἰς φροῦδον χωρήσασαν. διεβεβαιώσατο οὖν οὗτος ὁ ἀοίδιμος πατὴρ ἡμῶν Ἀντώνιος ἐν τοῖς τελευταίοις αὐτοῦ χρόνοις τῷ φοιτητῇ αὐτῷ Ἰακώβῳ, ὅτι· «ἔκτοτε καὶ μέχρι τοῦ παρόντος οὐκ ἐπόνεσα τὴν κεφαλήν μου, πολλοῖς καὶ διαφόροις καύμασι προσπαλαίσας, οὔτε ἦλθέν μοι κεφαλαλγίας πόνος.»

10. ἀμέλει τῆς μητρὸς αὐτοῦ τελευτησάσης καὶ τοῦ πατρὸς εἰς δεύτερον συνοικέσιον ἐληλυθότος, ὁ Ἰωάννης τῆς μητρῴας κληρονομίας ἐγκρατὴς γενόμενος, παραλαβών τε τὸν ἴδιον ἀδελφὸν καὶ τὴν τούτου σύγγονον Θεοδούλην, σὺν ἑτέροις πλείοσι χριστιανοῖς διαλαθόντες τῶν αὐτόθι ἀποδιδράσκουσιν· καὶ ἐλθόντες εἰς τὸ θέμα τῶν Κιβυραιωτῶν κατεσκήνωσαν ἐν πόλει Ἀτταλείᾳ πρὸς θάλασσαν. ἦν δὲ ὁ Ἰωάννης ἔφηβος, ὅτε τὰ Ῥωμαίων κατέλαβεν, τὴν ἡλικίαν ὑπὲρ τὸν χρόνον ἄγων, εὐμήκης τε καὶ ἀνδρειότατος τὴν ἕξιν πεφυκώς, καὶ φρόνιμος τῇ συνέσει, δυνάμενος ἐν τοῖς κατὰ βίον πρακτικοῖς διανοεῖσθαι ὀρθότατα καὶ τὸ συμφέρον εὐχερῶς πορίζεσθαι. ἤδη δὲ τοῦ νεανίσκου τὸν χρόνον ἀνύοντος αὐτοῦ, κατέλαβεν ὁ στόλος μετὰ τοῦ ἑαυτῶν πατρικίου. τῶν οὖν ἐξεχόντων τῆς πόλεως μετὰ τῆς ἐξ ἔθους καταστάσεως εἰς ἀπαντὴν ἐληλυθότων τοῦ ἄρχοντος, παρῆν σὺν αὐτοῖς καὶ ὁ Ἰωάννης ὑπερέχων τῶν πολλῶν τῷ ἀναστήματι καὶ ἀνδρικὴν ὄψιν προβεβλημένος. ἀποβλέψας δὲ εἰς αὐτοὺς ὁ ἄρχων καὶ θεασάμενος τὸν Ἰωάννην, ἐκ πρώτης ὄψεως ἀρεστὸς ἐφάνη ἐν ὀφθαλμοῖς αὐτοῦ (δειναὶ γὰρ ἀνδρῶν ἐμφρόνων ψυχαὶ
[p. 194] ἐκ τεκμηρίων ὄψεως τὸ μέλλον καταστοχάσασθαι) καὶ προσκαλεσάμενος λέγει αὐτῷ· «πόθεν εἶ καὶ πῶς τὰ κατὰ σέ» καὶ μαθὼν παρ᾿ αὐτοῦ τό τε γένος καὶ τὴν πατρίδα ἐκέλευσεν αὐτὸν ἐν τοῖς οἰκιακοῖς αὐτοῦ εἶναι καὶ αὐτῷ κατὰ πρόσωπον ἀδιασπάστως παρίστασθαι.

11. ἐπὶ χρόνον οὖν ἱκανὸν λαβὼν αὐτοῦ πεῖραν ὁ τριήραρχος, καὶ γνοὺς ἐκ τῆς πολλῆς αὐτοῦ εὐδοκιμήσεως δυνατῶς ἔχειν αὐτὸν κρατῆσαι λαοῦ καὶ πόλεων (καθότι γέγραπται· Ϡδεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ αὐτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν,Ϡ) ἀναφέρει τῷ βασιλεῖ Μιχαὴλ περὶ αὐτοῦ καὶ καθίσταται ἐκ προσώπου εἰς τὸ τῶν Κιβυραιωτῶν θέμα. ταύτης τοιγαροῦν τῆς ἀρχῆς ἐγχειρισθεὶς τὰ πηδάλια, εἰς νοῦν λαμβάνει εὐθὺς τὸ τῆς παροιμίας λόγιον, τὸ φάσκον· Ϡδικαιοσύνη ὑψοῖ ἔθνος, ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι,Ϡ καὶ γίνεται πρῶτος αὐτὸς τοῦ ἀγαθοῦ ποιητὴς καὶ διδάσκαλος, μὴ λαμβάνων πρόσωπον δυνάστου, μὴ ἐλεῶν πτωχὸν ἐν κρίσει. ἐκτίθεται δὲ καὶ δόγμα, ὡς εἴ τις εὑρεθείη πόρνος ἢ γυνὴ ἑταιριζομένη, τοῦτον συλλαμβάνεσθαι καὶ τῷ αὐτοῦ ἄγεσθαι πραιτωρίῳ· οὓς καὶ ἐμπίπτοντας τῆς κόμης τῶν τριχῶν ἀποστερῶν, γελοίους ἀπέλυεν. γέγονε δὲ καὶ φιλομόναχος τοσοῦτον, ὡς μηδέποτε τῆς τραπέζης αὐτοῦ ἀπολιμπάνεσθαι μοναχόν. τὸν [λεγε· τὸ] μέντοι τῆς ἁγνείας καιρὸν [λεγε· καλὸν] εἰς ἄκρον ἑαυτῷ περιποιούμενος, οὐ προσήκατο πώποτε γυναικὸς ἀσπασμὸν ἐν πάσῃ τῇ ζωῇ αὐτοῦ, ἀλλ᾿ οὔτε ἀνδρός, ὥς φασι, τὸ καθόλου λαχνώσεως ἀμοιροῦντος. φόβον δ᾿ αὖ ὅτι πλεῖστον τοῖς ἀτάκτοις καὶ στασιώδεσιν ἐνθέσθαι βουλόμενος, πρὸς τὸ μὴ ῥᾳδίως τοῖς αὐτοῖς περιπίπτειν τοὺς ἁλισκομένους ἐγκλήμασιν, ἑτέροις τρόποις παιδείας μετερχόμενος εἰς ἐκκοπὴν ἁμαρτίας, τοῦ μαστίζειν διὰ φιλανθρωπίαν ἀπείχετο· ἕνα δὲ μόνον ὑπερβαλλόντως ἔνοχον κατ᾿ ἐνιαυτὸν χαλεπῶς βουνευρίζων τοῦ ζῆν σχεδὸν ἀπήλλαττεν εἰς ἐκφόβησιν, ὡς εἴρηται, τῶν ὑπολοίπων.

12. ἐχρημάτισε δὲ καὶ ἀνδρειότατος πολεμιστὴς καὶ θαυμαστὸς βουληφόρος· τοὺς γὰρ κατ᾿ ἐκεῖνο καιροῦ τῷ ἀποστάτῃ καὶ λαοπλάνῳ προσφθαρέντας Θωμᾷ καὶ πᾶσαν τὴν οἰκουμένην, ὡς
[p. 195] εἰπεῖν, ἀναστώσαντας οὐ μόνον οὐ παρεδέξατο πρὸς φιλικὴν συναυλίαν, ἀλλὰ καὶ κατεδίωξε πολεμικῶς καὶ ἀνεῖλεν ἀντιπίπτοντας καὶ εἰς ἀφανισμὸν πεποίηκε, τοῦ θεοῦ κατευοδοῦντος αὐτῷ ἐν πᾶσι καὶ ὑποτάσσοντος τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ, διὰ τὰς αὐτοῦ εὐπραγίας καὶ τὴν πολλὴν πρὸς Χριστὸν εὐσέβειαν. πρὸς γὰρ τοῖς εἰρημένοις αὐτοῦ τῆς ἀρετῆς πλεονεκτήμασι καὶ τοῦτο ἐποίει· πᾶσαν τὴν ἁγίαν καὶ μεγάλην Τεσσαρακοστὴν οὔτε ἄρτου μετελάμβανεν οὔτε οἴνου οὔτε ἄλλου τινὸς τῶν ἐδωδίμων, πλὴν τοῦ λεγομένου ῥουφίν, ὅπερ ποιῶν μετεῖχεν ἐξ αὐτοῦ ἓν ποτήριον καθ᾿ ἑκάστην ἡμέραν. εἶχεν δὲ ὁ εὐσεβὴς οὗτος πολιοῦχος καὶ ἐγκόλπιον. τοῦτο παραθέμενος τῇ ἑαυτοῦ ἀδελφῇ, τὸν μονήρη βίον
ἀσπαζομένῃ, λέγει αὐτῇ· «τοῦτό σοι ἔστω σημεῖον· ᾗ δ᾿ ἂν ἡμέρᾳ λάβω αὐτό, ἀποτάσσομαι τῷ ματαίῳ βίῳ τούτῳ καὶ γίνομαι κἀγὼ μοναχός.»

13. ἐπεὶ δὲ τοῦ ἀλιτηρίου Θωμᾶ δίκην τίσαντος τῶν τετολμημένων αὐτῷ εἰρήνευσεν ἡ καθ᾿ ἡμᾶς οἰκουμένη, ἐδέησε τὸν ἐκ προσώπου Ἰωάννην ἀνελθεῖν ἐν Κωνσταντινουπόλει πρὸς τὸν αὐτοκράτορα Μιχαήλ. ἐν τῷ οὖν ἔχεσθαι τῆς ὁδοῦ διεστείλατο τοῖς περὶ αὐτόν, ἵνα ἐρωτώμενοι παρὰ τῶν ὑποδεχομένων αὐτοὺς τὸ τίς ἂν εἴη, λέγουσιν ὅτι ἰατρός ἐστι τῶν πάνυ δοκίμων. καταλύσαντες τοίνυν ἐν μιᾷ εἰς οἶκόν τινος εὐπορωτάτου ἀνδρός, ἐρωτηθέντες οἱ τῷ ἐκ προσώπου [λεγε· προσώπῳ] ὑπηρετούμενοι ἀπεκρίναντο ἰατρὸν αὐτὸν ὑπάρχειν εἰς πᾶν ὁτιοῦν χρησιμεύοντα [λεγε· χρησιμεῦον τὰ] τῶν ἐν τῷ βίῳ καλῶν. λέγει πρὸς αὐτοὺς ὁ οἰκοδεσπότης· «καὶ δύναται ποιῆσαι ἵνα τις τεκνογονήσῃ» οἱ δὲ εἶπον· «ναί· καὶ ἐν τούτῳ ἐστὶν αὐτῷ μέθοδος· καὶ ποιεῖ τοῖς αὐτοῦ προσφιλεστάτοις.» περιχαρὴς οὖν γενόμενος ὁ ἀνήρ, ἑτοιμασάμενος δαψίλειαν βρωμάτων, ὑπεδέξατο αὐτοὺς μεγαλοψύχως. καθεζομένων δὲ αὐτῶν ἐπὶ τῆς τραπέζης, λέγει ὁ ξενισθεὶς πρὸς τὸν ὑποδεξάμενον· «ἰδοὺ ἡ τράπεζα ὑμῶν πλήθουσα τῶν τοῦ κόσμου ἀγαθῶν διὰ τοῦ θεοῦ, καὶ οἰκίαι καλαὶ καὶ μεγάλαι· ἀλλ᾿ ὅμως τὸ ἐξαίρετον τοῖς πολλοῖς ἀγαθὸν οὐχ ὁρῶ ἐν ὑμῖν παρεῖναι.» τοῦ δὲ εἰπόντος, «καὶ τί ἂν θέλοι τοῦτο εἶναι» ὁ ἄρχων Ἰωάννης ἀπεκρίνατο· «οὐ πρόσεστιν ὑμῖν
[p. 196] παιδίον» λέγει πρὸς αὐτὸν ὁ οἰκοδεσπότης· «οὐχί, κύριε. ἰδοὺ εἴκοσι καὶ πέντε ἔτη συνοικῶ τῇ γυναικί μου ταύτῃ καὶ οὐκ ἔδωκεν ἡμῖν ὁ θεὸς καρπὸν κοιλίας διὰ τὰς ἁμαρτίας ἡμῶν.» ἔφη πρὸς αὐτοὺς πάλιν χαριέντως· «καὶ ἐὰν γένηται τίποτε καὶ ποιήσετε παιδίον, τί μοι παρέξετε» ἀπεκρίθη ὁ ἀνήρ· «τὸ τρίτον τῆς ὑποστάσεώς μου.» ἔφη ὁ ἄρχων· «οὐχί, ἀλλ᾿ ἵνα κριθίσῃς μοι ἐπιμελῶς δέκα ἵππους πολεμιστάς.» ἐπὶ τῇ συμφωνίᾳ οὖν ταύτῃ λέγει τῷ οἰκοδεσπότῃ· «ἐνεχθήτω μεμβράνη.» ἐπιζητήσαντες δὲ καὶ μὴ εὑρόντες, ἐποίησεν ἐνεχθῆναι τὸ ἅγιον εὐαγγέλιον, καὶ ἀφελόμενος ἐκ τῶν ἐσχάτων φύλλων, διατμήξας συνέρραψε τόμον, ὅσον ἐδύνατο διαζῶσαι τὸν φορέσαι μέλλοντα. καὶ γράψας εἰς αὐτὸν εὐχὴν περιέχουσαν ἀναμνηστικῶς τὰς προσηγορίας τῆς τε Παλαιᾶς καὶ τῆς Νέας, τῶν εὐαρεστησάντων δικαίων, καὶ ἐπὶ τῷ τέλει αὐτῆς τῆς παναχράντου δεσποίνης ἡμῶν, τῆς ἁγίας Θεοτόκου, τὴν κυριώνυμον κλῆσιν, ἐπέ<σ>τρεψεν αὐτοῖς λέγων· «πλύνατε τὰ ἐγκοίτια ὑμῶν, λούσασθε δὲ καὶ αὐτοί, καὶ ἀποσμηξάμενοι παντοίως, περιζωσαμένη ἐπὶ σαρκὸς ἡ κυρία τὴν εὐλογίαν ταύτην οὕτως συναναπαύσεται τῇ σῇ εὐνίᾳ, καὶ πιστεύω τῷ θεῷ, τῷ εὐλογήσαντι τοὺς πατέρας καὶ παρασχόντι αὐτοῖς τὴν χάριν τῆς παιδοποιΐας, ὅτι ἔσται καὶ ὑμῖν κατὰ τὴν ἔφεσιν ὑμῶν.» τούτου οὖν γενομένου, συνέλαβεν ἡ γυνή, καὶ τοῦ καιροῦ τῆς κυήσεως πληρωθέντος ἔτεκεν υἱὸν καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῇ οἰκίᾳ τῆς φιλοχρίστου ἐκείνης συζυγίας, οἵα οὐ γέγονε πώποτε.

14. ἀμέλει δεκαμηνιαῖον χρόνον διατρίψαντος ἐν Κωνσταντινουπόλει τοῦ ἐκ προσώπου Ἰωάννου, οἱ τὸν υἱὸν προνοίᾳ θεοῦ διὰ τῆς αὐτοῦ εὐχῆς κομισάμενοι, τὰς λεωφόρους φύλαξι καταδήσαντες, τὴν ἐπανάλυσιν τοῦ φίλου ἐξεδέχοντο· αὐτὸς δὲ ἀπολυθεὶς πρὸς τοῦ κρατοῦντος, ὡς ἐγγίσας τοῖς τόποις ἐκείνοις ἔμαθεν τὴν ἐνέδραν, ἐκστὰς τῆς εὐθείας δι᾿ ἄλλης ἀπήρχετο. ὅπερ διαγνοὺς ὁ οἰκοδεσπότης, ἱππεῖς κατόπιν ἐξαπέστειλε, μὴ παρελθεῖν αὐτὸν ὅρκοις ἐκμειλισσόμενος, «ἀλλ᾿ ἵνα καὶ τὸν υἱόν σου» φησί «θεάσῃ καὶ τὰς ὑποσχεθείσας σοι ἀπολήψῃ δωρεάς.» ὁ δὲ κύρις Ἰωάννης ἀντεδήλωσεν αὐτῷ λέγων· «ὁ μὲν κύριος κατὰ
[p. 197] τὴν πίστιν ὑμῶν δέδωκεν ὑμῖν σπέρμα εὐλογίας εἰς κατάσχεσιν προγονικῆς κληρονομίας καὶ γένους ἐξανάστασιν· ἐμὲ δὲ σπεύδοντα μὴ θελήσῃς ἐμποδίσαι, ἀλλ᾿ ἐφοδιάσας εὐχαῖς διὰ τὸν κύριον ἔα πορεύεσθαι· τῶν μέντοι δέκα ἀλόγων τὰς τιμὰς τοῖς πενομένοις ἐπάρκεσον. εἰ γὰρ τοῦτο οὐ ποιήσετε, ἴστε ὡς ἄπαιδες τὸν βίον ἀπολιμπάνετε.»

15. ταῦτα εἰπὼν ᾤχετο τὴν ὁδὸν αὐτοῦ. ἐγένετο δὲ ἐν τῷ αὐτὸν φόβῳ θεοῦ προσασχολεῖσθαι τοῖς τῆς κατ᾿ αὐτὸν ἐξουσίας δημοσίοις πράγμασι, τρεῖς κατὰ ταὐτὸ πολὺ βλέποντας, ἔξω τοῦ ἄστεος πορείαν ποιουμένους, ἀκοῦσαι φωνῆς ἄνωθεν λεγούσης πρὸς αὐτούς· «πορευθέντες πρὸς τὸν ἄρχοντα Ἔχιμον εἴπατε αὐτῷ τὰ καὶ τά.» τῶν δὲ φησάντων, «καὶ τίς εἶ ὁ ταῦτα ἡμῖν ἐντελλόμενος φάναι τῷ ἐκ προσώπου, μήποτε καὶ θλίψεσι παραδοθῶμεν ὑπ᾿ αὐτοῦ διὰ τὴν σκυθρωπὴν ταύτην ἀγγελίαν» ἔφη πρὸς αὐτούς· «βλέψατε εἰς ἐμέ.» καὶ ἀναβλέψαντες, εἶδον ἄνδρα λευχειμονοῦντα καὶ τὰ αὐτὰ προτρεπόμενον ποιῆσαι αὐτοὺς ἀνυποστόλως καὶ ἐκτὸς πάσης ἀναβολῆς. οἱ δὲ πάλιν εἰς τὴν ἀρχαίαν πήρωσιν διατεθέντες, οὕτως ἀπῆλθον πρὸς τὸν ἄρχοντα Ἰωάννην. αὐτὸς δὲ μαθὼν ὅτι παρὰ πηρῶν προσαιτῶν ζητεῖται, ἐνόμισεν ὅτι δι᾿ ἔλεον τοῦτο αὐτοὺς πεποιηκέναι. ὅθεν προσέταξε δοθῆναι αὐτοῖς δέκα μοδίους σίτου. οἱ δὲ ἐδήλωσαν αὐτῷ· «ἡμεῖς οὐκ ἐπὶ τούτῳ ἤλθομεν πρὸς σέ, ἀλλ᾿ ἵνα τὰ ῥηθέντα ἡμῖν ἀπαγγείλωμεν ἐνώπιόν σου.» ὁ δὲ Ἰωάννης ἔτι χρηματικώτερον αὐτοὺς ὑπονοήσας ἐνίστασθαι, ἐπέτρεψεν τεσσαράκοντα μοδίους λαβόντας ἀπελθεῖν. αὐτοὶ δὲ πάλιν ἐδήλωσαν αὐτῷ φάσκοντες· «εἴπαμεν ὅτι οὐδὲν ζητοῦμεν παρὰ σοῦ, ἀλλ᾿ ἅπερ ἡμῖν ὁ κύριος ἀπεκάλυψεν εἰπεῖν σοι παραγεγόναμεν.» τότε φοβηθεὶς ἐδέξατο αὐτούς· καὶ αὐτοὶ λέγουσι πρὸς αὐτὸν μετὰ παρρησίας· «σὺ εἶ ὁ λεγόμενος Ἔχιμος» τοῦ δὲ κατανεύσαντος, λέγουσιν οἱ τυφλοί· «ὤφθη ἡμῖν ἐν τῇ ὁδῷ ἀνὴρ λευχείμων, ἐν πολλῇ δόξῃ τυγχάνων· ὃς καὶ ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων· Ϡἀπελθόντες πρὸς τὸν ἄρχοντα Ἔχιμον, εἴπατε αὐτῷ, ὅτι ὀργὴ ἔρχεται ἐφ᾿ ὑμᾶς μετὰ τεσσαράκοντα ἡμέρας.Ϡ ποίησον οὖν
[p. 198] πάντας τοὺς ὑπὸ τὴν ἐξουσίαν σου τελοῦντας, ἐπισκόπους τε καὶ πρεσβυτέρους, μονάζοντάς τε καὶ μοναζούσας καὶ πάντα τὸν λαόν, τετράδα καὶ παρασκευὴν ἕως ὀψὲ νηστεύειν καὶ ποιεῖν δεήσεις πρὸς τὸν θεόν· καὶ σὺ δὲ αὐτὸς συγκοπίασον αὐτοῖς, εἴ πως σπλαγχνισθεὶς ὁ κύριος παραγάγῃ τὴν ἐπερχομένην ὑμῖν ἀπειλήν.» ταῦτα φήσαντες οἱ τυφλοὶ ἐπορεύθησαν τὴν ὁδὸν αὐτῶν, μηδὲν θελήσαντες λαβεῖν παρ᾿ αὐτοῦ.

16. δέχεται τὴν ἀγγελίαν ταύτην ὁ εὐσεβὴς δημαγωγὸς ὡς ἀπὸ στόματος ἀγγέλων θεοῦ, καίπερ τινῶν φασκόντων ὕθλοις [λεγε· ὕθλους] γραῶν ἐοικέναι τὰ ῥήματα τῶν πηρῶν· πρὸς οὓς καὶ ἀντεφώνησε λέγων· «ἀδελφοί, ἡμεῖς τὸ ἡμέτερον ποιήσωμεν, καὶ εἰ μὲν συμβαίη δέξασθαι ἡμᾶς τὴν ἀπειληθεῖσαν ποινήν, εὑρισκόμεθα ὡς πιστοὶ προφθάσαντες τὸ πρόσωπον τοῦ θεοῦ ἡμῶν ἐν ἐξομολογήσει καὶ μετανοίᾳ, κἂν ἀπὸ μέρους, καὶ ἴσως σπλαγχνισθήσεται ἐπὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ καὶ ἐλεήσει ἡμᾶς, ἐπεὶ καὶ γέγραπται· Ϡἐν ἀγαθοῖς δικαίων κατώρθωσε πόλις καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμαϠ. καὶ αὖθις· Ϡἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόμασι δὲ ἀσεβῶν κατασκαφήσεται.Ϡ εἰ δὲ καὶ μηδὲν ἀνιαρὸν ἀποβῇ, καὶ οὕτως τὸ ἐκ τῆς μετανοίας κέρδος ἐπ᾿ ὠφελείᾳ γίνεται τῶν ἡμετέρων ψυχῶν. δεῦτε οὖν προσκλαύσωμεν τῷ ἀγαθῷ κυρίῳ ἐν νηστείᾳ καὶ εὐχῇ, καθὼς ἐντέταλται ἡμῖν· Ϡκαὶ παύσωμεν τὴν γλῶσσαν ἡμῶν ἀπὸ κακοῦ καὶ τὰ χείλη ἡμῶνϠ καὶ Ϡποιήσει τὸ παρ᾿ αὐτοῦ ἔλεος ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ᾿ αὐτόν.Ϡ» ταῦτα ἐντειλάμενος τοῖς ἐπισκόποις καὶ πάντα [λεγε· παντὶ] τῷ λαῷ, αὐτὸς σάκκον ἀμφιασάμενος καὶ τὴν τῆς Τεσσαρακοστῆς δίαιταν ἀναλαβών, ἐξελιπάρει τὸ θεῖον ὑπὲρ τῆς ἐμπιστευθείσης αὐτῷ πόλεως.

17. ἐν τούτοις αὐτῶν διαβιούντων, τῇ τεσσαρακοστῇ ἡμέρᾳ ἐφάνη ἐν τῷ πελάγει, ὥσπερ τι νέφος κατάπυκνον ἐπιπολάζον τῇ θαλάσσῃ ὁ τῶν Σαρακηνῶν στόλος· ὅνπερ θεασάμενος ὁ σκοπὸς ἀνήγγειλε τῷ ἄρχοντι· ὁ δὲ παραυτίκα διαναστάς, «ἰδού» φησίν
[p. 199] «ἀδελφοί, ἡ μηνυθεῖσα ἡμῖν παρὰ τοῦ θεοῦ ὀργή.» ἐκέλευσεν οὖν πάντας ἀνελθεῖν ἀσπιδοφόρους ἐπὶ τοῦ τείχους, οὐ μόνον ἄνδρας, ἀλλὰ καὶ γυναικῶν τὰς νεάνιδας, μεταμφιασαμένας εἰς ἀνδρικὸν σχῆμα πρὸς τὸ πολυοχλίαν φανῆναι τοῖς πολεμίοις. ἐλθὼν δὲ καὶ αὐτὸς μετὰ τοῦ σάκκου, οὗπερ ἠμφίεστο, ἐν συντετριμμένῃ καρδίᾳ καὶ πνεύματι ταπεινώσεως ἔστη ἐπὶ μέρους τοῦ κατὰ πρόσωπον τῶν Ἀγαρηνῶν τείχους. οἱ γοῦν ἀντίπαλοι ἆσσον τῆς γῆς τὰς τριήρεις ὁρμήσαντες, ἐξῆλθον ἀπ᾿ αὐτῶν ἔχοντες ἱππεῖς ὁπλομάχους ἑξήκοντα καὶ πεζῶν πολεμιστῶν οὐκ εὐαρίθμητον πλῆθος. ἐλθὼν δὲ ὁ τούτων ἀρχηγὸς ἔφιππος μετὰ τῶν ἰδίων ὑπασπιστῶν ἐπὶ τοῦ τόπου, οὗ ἑστήκει ὁ ἐκ προσώπου σακκοφορῶν, μὴ εἰδὼς ὅτι αὐτός ἐστι, λέγει πρὸς αὐτόν· «ποῦ ἐστιν ὁ ἄρχων ὑμῶν Ἔχιμος» αὐτὸς δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· «τί γὰρ αὐτοῦ χρείαν ἔχεις» ὁ δὲ πάλιν πρὸς αὐτόν· «θέλω» φησίν «ἐν πρώτοις αὐτῷ προσομιλῆσαι.» λέγει αὐτῷ ἐκεῖνος· «πορεύομαι μηνύω αὐτῷ.»

18. ἀπελθὼν οὖν καὶ ἀποθέμενος τὸ τοῦ πένθους ἔνδυμα καὶ τὴν ἀρχικὴν ἀμφιασάμενος περιβολήν, φέρων τε ἐπὶ κεφαλῆς τιάραν ἔνδοξον καὶ ῥάβδον ἐπὶ χεῖρα τὴν ὑπερειστικήν, ἐπιβαίνων τε ἐπὶ ξυλίνων, ἄνεισιν ἐπὶ τοῦ τείχους, καὶ προφθάσας αὐτὸς εἶπεν πρὸς τὸν πολέμιον τῇ Σύρᾳ φωνῇ· «τίς ὁ παροδηγήσας τὴν σὴν ἐξουσίαν καὶ φρόνησιν, ἵνα ἔλθῃς πρὸς ἀνθρώπους ξένους τε παροίκους τῶν ὧδε τυγχάνοντας οἶδα ὅτι σήμερον πᾶσα ἡ Συρία ἄλλην μίαν τοιαύτην οὐ κέκτηται κεφαλήν, δυναστείᾳ καὶ συνέσει φρενῶν τῶν πολλῶν ὑπερβάλλουσαν· καὶ πῶς ἠθέλησας τοσοῦτον κόπον ἀναδέξασθαι ὑπὲρ μικρᾶς πολίχνης καὶ λαοῦ πτωχεύοντος, ὃν καὶ τὸ νικῆσαι οὐ μέγσ τρόπαιον, καὶ τὸ ὑπ᾿ αὐτοῦ δὲ ἡττηθῆναι μεγίστην αἰσχύνην προξενεῖ» ἔφη πρὸς αὐτὸν ἐκεῖνος· «αὐτοὶ ἡμᾶς ἀναγκάζετε τοῦτο ποιεῖν, ἐξαποστέλλοντες πραιδευτὰς καὶ ληϊζόμενοι πᾶσαν τὴν Συριακὴν παραθαλασσίαν.» πρὸς ὃν πάλιν ὁ ἐκ προσώπου ἀπεκρίνατο· «ὁ μὲν βασιλεὺς τῶν Ῥωμαίων τοῖς ἑαυτοῦ ἄρχουσιν ὅτι θέλει κελεύει καὶ γίνεται, καὶ στόλους ἐκπέμπει, καὶ στρατὸν ἐξοπλίζει
[p. 200] πρὸς πόλεμον τῶν ἀντιτασσομένων τῇ αὐτοῦ βασιλείᾳ, κἂν θέλωμεν ἡμεῖς, κἂν μὴ θέλωμεν. τοῦτο δέ σοι λέγω ὅτι ἐὰν βουληθῇς ἀδικῆσαι τὴν εὐτελῆ ταύτην πόλιν καὶ τοὺς ἐν αὐτῇ ἐπιξενωμένους ἡμᾶς παραβλάψαι τὸ οἱονοῦν, ἰδοὺ ὁ θεὸς ἡμῶν, ὁ πάντα βλέπων καὶ δυνάμενος, ὃς οὐ μή σε ἐάσῃ τὴν Συρίαν ἔτι θεάσασθαι. εἰ οὖν ἀκούεις τῆς ἐμῆς φωνῆς, ἐγὼ δώσω σοι δωρεὰς καὶ χάριτας, καθ᾿ ὃ ἔχει ἡ χεὶρ ἡμῶν, ὑπὲρ ὧν κεκόπωσαι πρὸς ἡμᾶς, καὶ ἀπότρεχε ἐν εἰρήνῃ ὑγιαίνων· εἰ δὲ οὐ βούλει τοῦτο, παρατασσόμεθα ὑμῖν ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν, καὶ τὸ θέλημα αὐτοῦ γίνεται εἰς ἡμᾶς.» ταῦτα ἀκούσας ὁ βάρβαρος, ἐπέσχεν τὸν λαὸν τοῦ βαλεῖν χάρακα ἐπὶ τὴν πόλιν· καὶ οὕτως ὁμηρευθέντες τῶν ἐκεῖθεν ὑπανεχώρησαν οἱ πολέμιοι.

19. ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσι τῷ στρατηγέτῃ Ἰωάννῃ ἐν ταῖς τοῦ βίου διαπλέοντι εὐπραγίαις ἢ δυστυχίαις, ἐπελάθετο τῆς τοῦ μεγάλου ἐρημίτου, λέγω δὴ τοῦ θεοφόρου Ἰωάννου, εἰς αὐτὸν γεγενημένης ἐκ θεοῦ προφητείας. ὅθεν ἐπιμένειν ἔτι βουλομένῳ τοῖς κοσμικοῖς προτερήμασιν ὁ τῆς σαρκὸς αὐτῷ ἐπανίσταται πειρασμός, θηρίου δίκην τὴν ψυχὴν σπαράξαι φιλονεικῶν, καὶ ὁ πάλαι τοῖς ὑπὸ χεῖρα σωφροσύνης τε καὶ ἁγνείας συντεταχὼς ὅρους καὶ νόμους, αὐτὸς παραβάτης τούτων ὑπὸ τοῦ κοινοῦ πάντων ἐχθροῦ μανιωδῶς γενέσθαι ἐβιάζετο. συνεχόμενος τοίνυν τοῖς ἐκτόποις λογισμοῖς τῆς σαρκικῆς ἐπιθυμίας ἔκρινε μᾶλλον νομίμως ἀγαγέσθαι ἑαυτῷ γυναῖκα κατὰ τὴν κελεύουσαν ἐντολὴν γαμεῖν νομίμως καὶ μὴ πυροῦσθαι, ἢ τοῖς τῆς πορνείας δικτύοις ἀφρόνως ἐμπλακῆναι καὶ γέλως γενέσθαι μετὰ τὸ εἰς θεὸν ἐξαμαρτάνειν. καὶ τοὺς ὑπὸ τὴν αὐτοῦ ἐξουσίαν ποιμαινομένους ἐπὶ τούτῳ συγκαλεῖται, τοὺς τῆς κόρης γονεῖς τε καὶ ἀγχιστεῖς, εὐγενεῖς ὄντας καὶ τῶν εὐπατριδῶν, πρὸς τὸ τὴν πανήγυριν διὰ συντόμου τῶν γάμων ἐπιτελέσαι· αὐτός τε τὴν παρετοιμασίαν σὺν τοῖς ἰδίοις καὶ φίλοις τῶν χρειῶν ποιούμενος, πρὸς τὴν γαμήλιον κατέσπευδεν ἑορτήν. προσελθὼν δὲ καὶ τῇ ἀδελφῇ ἔλαβεν ἐξ αὐτῆς τὴν παραθήκην τοῦ ἐγκολπίου ὅπερ σημεῖον ἔφησεν εἶναι τῆς αὐτοῦ ἀποταγῆς τῶν ἐγκοσμίων πραγμάτων.

[p. 201]

20. ἀλλ᾿ ὁ τῶν προγνώσεων κύριος, ὁ πάντα προορίσας τὰ οὐκ ἐφ᾿ ἡμῖν πρὶν γενέσεως ἀνθρώπων, ἐν τούτοις αὐτοῦ μεριμνῶντος καὶ τυρβαζομένου περὶ πολλά, ἀποκαλύπτει ἄνωθεν τῷ πανοσίῳ Ἰωάννῃ καθημένῳ ἐν τῷ ὄρει τῆς Παλαιστίνης τὰ μέλλοντα αὐτῷ συμβήσεσθαι ὕστερον· ὃς δὴ καὶ κινηθεὶς ἐν πνεύματι τῷ λαλοῦντι ἐν αὐτῷ, χαράσσει πρὸς αὐτὸν ἐπιστολήν, καὶ ταύτην ἐγχειρίσας μονάζοντι ἐκπέμπει διαβῆναι ἕως τοῦ ἄρχοντος Ἀτταλείας. φθάσαντος δὲ τοῦ γραμματηφόρῳ ἐν ταῖς ἡμέραις ταύταις, μηνύεται τῷ ἐκ προσώπου ἡ τούτου παρουσία· ὁ δὲ κατὰ τὸ εἰωθὸς αὐτῷ μετὰ πολλῆς τοῦτον εἰσδεξάμενος τῆς εὐλαβείας, ἐρωτᾷ πόθεν τε ἥκει καὶ ὅτου χάριν πρὸς αὐτόν. ἔφη οὖν ὁ μοναχός· «ὁ ἀββᾶς Ἰωάννης ὁ ἀπὸ λῃστῶν με ἀπέστειλεν πρὸς σέ.» καὶ ἅμα τοῦ φάναι ταῦτα ἐκβαλὼν δίδωσιν αὐτῷ τὴν ἐπιστολήν· δεξάμενος δὲ τὸ γράμμα καὶ ἀναπτύξας εὑρίσκει κατ᾿ ἀρχὰς γεγραμμένον οὕτως· «ἐπελάθου τῶν λόγων μου, τέκνον, ὧν ἤκουσας παρὼν ἐν τοῖς τόποις τῆς πατρίδος σου εἰς λήθην ἦλθες τῶν λεγομένων σοι παρὰ τῆς ἐμῆς ταπεινώσεως οὐκ οἶδας ὅτι θνητὸς εἶ καὶ μετ᾿ ὀλίγον ἀπολιμπάνεις τὸν βίον τί μάτην σπεύδεις καὶ κατεπείγῃ ἐν οἷς κεκράτησαι ματαιότητος πράγμασιν σὺ γυναικὸς κυριεῦσαι οὐ προώρισαι. ὁ χρόνος ὃν εἶπόν σοι τῆς κοσμικῆς ἀρχῆς ἤδη πεπλήρωται. δεῖ οὖν σε, δεῖ πάντως τῇ ὁδῷ τῶν μοναχῶν ἐντεῦθεν ἐπιβῆναι.»

21. ταῦτα ἀναφανδὸν οὕτω γεγραμμένα διαναγνοὺς ἐξαποστέλλει πάντας ἐκ προσώπου αὐτοῦ, καὶ συσχεθεὶς τοῖς δάκρυσιν ἐπὶ πολλὰς ὥρας, οὐκ ἦν ἀναχαιτισμὸς τῆς ἐπελθούσης αὐτῷ θείας κατανύξεως ἐκ τῶν τοῦ γέροντος προγνωστικῶν λόγων· ὅ τε γὰρ νοῦς αὐτοῦ εὐθύς, ὡς ἔλεγεν, ἠλλοιώθη ὅλως καὶ ἐξέστη τὴν καλὴν ἔκστασιν, ἀλλοίωσιν ὑποστὰς πρὸς τὰ κρείττω καὶ πνευματικὰ δηλαδή· ἡ δὲ καρδία αὐτοῦ τῆς ἀλόγου ἐκείνης καὶ σαρκικῆς ἀπηλλάγη ἐπιθυμίας. καὶ φῶς ἦν περὶ αὐτὴν φιλαγνείας ἐπισκιάζον. τοίνυν ἀναπαύσας τὸν ἀδελφὸν τρεῖς ἡμέρας, ἐνέγκας χρυσὸν παρεῖχεν αὐτῷ εἰς διάδοσιν τῶν κατὰ τὴν Ἀνατολὴν πτωχευόντων χριστιανῶν· ὁ δὲ πρὸς αὐτόν «ἐντολὴν ἔχω»
[p. 202] φησίν «τοῦ γέροντος, μηδὲν παρὰ σοῦ λαβεῖν εἰ μὴ μοδίου ἄρτον καὶ κεράμιον οἴνου.» ἃ καὶ δεξάμενος ἐμβιβασθείς τε εἰς πλοῖον, ὑπ᾿ αὐτοῦ προεπέμφθη ὑπελθεῖν [λεγε· ἀπελθεῖν].

22. ὁ γοῦν ἐκ προσώπου Ἰωάννης, μετὰ τὸ ἀναχωρῆσαι τὸν μοναχόν, προσκαλεσάμενος ἐν παραβύστῳ τὸν ἐπὶ τῆς <τραπέζης> αὑτοῦ πιστότατον οἰκέτην, Θεόδωρον τοὔνομα, λέγει αὐτῷ· «θέλω σοι θαρρῆσαι μυστήριον, καὶ ὅρα μὴ ἐξάξῃς αὐτό.» ὁ δὲ πρὸς αὐτὸν ἔφη· «ἰδοὺ ἐγὼ σὸς οἰκέτης ἕως θανάτου οὐκ ἀθετήσω τῆς πρὸς τὸν κύριόν μου δουλείας τε καὶ φιλίας.» λέγει πάλιν πρὸς αὐτὸν ὁ ἄρχων· «βούλομαι ἀνυπερθέτως μονάσαι, θεοῦ θέλοντος. τοῦτο γάρ μοι καὶ ἀπεκαλύφθη νυνὶ φανερῶς· διόπερ [λεγε· διό, ὅπερ] λέγω σοι, ποίησον μιᾶς ἡμέρας χορηγίαν βρωμάτων καλλιστευόντων· ταμιευσάμενος, τὰ λοιπὰ πάντα παράσχου φίλοις τε καὶ ξένοις τοῖς τῆς πόλεως ἐνδεέσι· δήλωσον δὲ καὶ τῷ ἁγίῳ πατρὶ Εὐστρατίῳ τῷ στυλίτῃ, ἵνα εἰσδέχεται ἡμᾶς ἀωρί.» ταῦτα τῷ Θεοδώρῳ ἐντειλάμενος, ἐπ᾿ εὐωχίαν τρέπεται μετὰ τῶν συνελθόντων φίλων τε καὶ συγγενῶν, πάντων ἀξιωματικῶν ὄντων καὶ τὰ πρῶτα φερόντων τῆς αὐτοῦ στρατηγίας, καὶ τούτους φιλοτίμως εὐφράνας, πάλιν ὀψὲ Συρακουσίων αὐτοῖς παρατίθησιν τράπεζαν· ἐπιτρέπει τε τῷ Θεοδώρῳ ἐκείνους μὲν ἅπαντας οἴνου ἐμφορεῖσθαι πρωτείου, αὐτοῦ δὲ τὸ πόμα ἀπὸ κρομμύων εἶναι ἑψητῶν εὔκρατον, καὶ τοῦτο εἰς κισσύβιον ὑέλινον φοινικίζον προσφέρεσθαι αὐτῷ, ὅπως μηδεὶς τῶν συνανακειμένων γνῷ τὸ τοιοῦτον σόφισμα. οὕτως οὖν ἄχρι δευτέρας φυλακῆς τῆς νυκτὸς παρατείνας τὸ δεῖπνον καὶ πάντας τῷ Διονύσῳ ἰσχυρῶς ἀπονεκρώσας, ὡς μὴ δεῖσθαι κλινῶν λοιπὸν πρὸς ἀνάπαυσιν, ἀλλ᾿ ἐπ᾿ αὐτοῦ τοῦ τόπου σχεδίως ἀφυπνῶσαι, αὐτὸς ἠρέμα ἐξαναστὰς ἔρχεται μετὰ τοῦ Θεοδώρου κατὰ [λεγε· κατ᾿ αὐτὴν] τὴν ὥραν τῆς νυκτὸς πρὸς τὸν θεόληπτον στυλίτην· καὶ ἀνελθὼν πρὸς αὐτὸν καὶ τὰ τῆς κατηχήσεως ἐπακούσας λόγιας, ἦν γὰρ ἔχων πρεσβυτέρου χειροτονίαν ἀπ᾿ αὐτῆς τῆς ἁγίας πόλεως ὁ ἀοίδιμος πατὴρ Εὐστράτιος, κουρεύεται ὑπὸ τῶν ὁσίων χειρῶν αὐτοῦ καὶ μετονομάζεται Ἀντώνιος.
[p. 203] ἐνδυσάμενος οὖν τρίχινον καὶ λαβὼν τὸ τέλειον σχῆμα τῶν μοναχῶν, κατέρχεται ἐκεῖθεν καὶ εἴσεισν εἰς τὸ ὑπὸ τὸν στῦλον κελλίον· ἀπεκείρατο δὲ καὶ ὁ σὺν αὐτῷ Θεόδωρος καὶ μετεκλήθη Σάβας.

23. ἤδη δὲ τοῦ ὄρθρου τὴν ἡμέραν ἀπογυμνώσαντος καὶ τῶν προσφιλῶν δαιτυμόνων εἰς ἑαυτοὺς ἐληλυθότων διὰ τῆς νήψεως καὶ τὸν ἄρχοντα καὶ φίλον ἀθρόον ἀπολεσάντων, δίνη τις αὐτοὺς καὶ σκότος περιέσχεν λογισμῶν· μόλις δέ ποτε μαθόντες τὸ γεγονός, σπουδαίως τὸν στῦλον καταλαμβάνουσι, τί μὲν οὐ λέγοντες πρὸς τὸν ἅγιον ὑβριστικόν, τί δὲ οὐκ ἀπειλοῦντες τῶν εἰς κόλασιν συντεινόντων, ἄλλων ἐπίβουλον τῆς βασιλείας φασκόντων, ἑτέρων κατάλυσιν καὶ προδότην τῆς χώρας τὸν ὅσιον φημιζόντων. ὁ μέντοι τοῦ θρυλουμένου ἀδελφὸς πλέον πάντων θυμαίνων κατὰ τοῦ γέροντος ἐπέτρεψεν τοῖς ὄχλοις σκαπάναις τὸν στῦλον πρὸς γῆν καταγαγεῖν καὶ οὕτω τὸν ἐν αὐτῷ παραπέμψαι τῷ ᾅδῃ. ὁ δὲ Ἀντώνιος εἰς προσευχὴν ἑστὼς καὶ τεταμένας ἔχων τὰς χεῖρας κατὰ πρόσωπον τῆς ἱερᾶς εἰκόνος τῆς πανυμνήτου τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἁγίας μητρός, ἑωρακὼς τὴν βίαν καὶ τὴν σφοδρὰν ῥύμην τῶν συνδεδραμηκότων, ἐξελθὼν παρ᾿ ἐλπίδα τῆς κέλλης τάδε φησὶ πρὸς τὸν ἑαυτοῦ ἀδελφόν· «τί ποιεῖς ἄνθρωπε οὐ βούλει ἰδεῖν τὸ πρόσωπον τοῦ θεοῦ οὐκ οἶδας πόσον ἰσχύει δέησις ἀνδρὸς δικαίου ἐνεργουμένη τί προξενεῖς σαυτῷ τὰ τοῖς θεομαχοῦσιν ἠπειλημένα κακά παῦσαι κατὰ τοῦ ἁγίου γέροντος τοιαῦτα κατατολμῶν. ἐὰν ἀπέθανον, οὐκ εἴχετε διοικηθῆναι καὶ ἄνευ ἐμοῦ» ἰδόντες δὲ αὐτὸν σακκοφοροῦντα καὶ ἀνυπόδητον ἠλάλαξαν τῷ κλαυθμῷ, καὶ οὐκ ἦν ἐπίσχεσις τῶν δι᾿ αὐτὸν κρουνηδὸν χεομένων δακρύων καὶ τὴν ζημίαν αὐτοῦ δεινῶς ὀδυρομένων. ὁ οὖν Ἀντώνιος τούτους παρακαλέσας λόγοις κατανυκτικοῖς, μόλις [λεγε· μόγις] ἔπεισε οἴκαδε ἀπιέναι.

24. ἀμέλει μετὰ μῆνα ἡμερῶν τοῦτο μαθὼν ὁ αὐτοκράτωρ ἐξαποστέλλει τὸν πατρίκιον μετὰ τοῦ ἰδίου στόλου ἀποκρεμάσαι [λεγε· ὥστε κρεμάσαι] τὸν λιποταξίου γραφὴν ἑαυτῷ προξενήσαντα καὶ ἀχύροις
[p. 204] καπνιζόμενον ἀποκτεῖναι. ἐλθὼν οὖν ἐν τῇ πόλει τῶν Συλαιωτῶν ὁ τὴν ἐξουσίαν κατ᾿ αὐτοῦ εἰληφώς. καὶ σκεπτόμενος τὰ κατὰ τῆς αὐτοῦ δοικήσεως, θεωρεῖ κατ᾿ ὄναρ δύο τινὰς ἄνδρας λευχειμονοῦντας ἐν δόξῃ πολλῇ, λέγοντας πρὸς αὐτόν· «μηδέν σοι καὶ τῷ θεράποντι τοῦ Χριστοῦ· ὅρα μὴ ἐπιβάλῃς χεῖρας ἐπ᾿ αὐτόν, ἐπεὶ οὔτε σὺ οὔτε ὁ ὑπὸ σὲ στρατὸς τὴν βασιλεύουσαν ὄψεται.» ταύτην τὴν ὄψιν τρίτον ὁ ἄρχων θεασάμενος, λέγει πρὸς τοὺς δυνάστας τοῦ ἄστεος· «ἀδελφοί, ὡς ὁρῶ, κατὰ θεοῦ βούλησιν ἀπετάξατο ὁ ἐκ προσώπου Ἰωάννης. καὶ τὸ ἔργον αὐτοῦ θυσία δεκτὴ τῷ Χριστῷ λελόγισται· τάδε γὰρ καὶ τάδε εἶδον ἰδοὺ τρίτον καθ᾿ ὕπνους ἀδιαστάτως. γνῶτε οὖν ὅτι οὐ ποιῶ εἰς αὐτὸν ἃ προστέταγμαι παρὰ τοῦ βασιλέως, οὐδὲ προξενῶ ἐμαυτῷ καὶ τοῖς σὺν ἐμοὶ θεομηνίας ὄλεθρον.» ταῦτα εἰπὼν τοῖς ἄρχουσι, πρὸς τὸν Ἀντώνιον τὴν πορείαν ἐποιεῖτο· ὁ δὲ τὴν ὁρμὴν αὐτοῦ αἰσθόμενος ἐξῆλθεν εἰς ὑπάντησιν [λεγε· συνάντησιν] αὐτῷ· ὃν θεωρήσας πόρρωθεν ὁ πατρίκιος, κατελθὼν ἐκ τοῦ ἅρματος αὐτοῦ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ ἀναστάς, ἔτι πλησιέστερον αὐτοῦ γενόμενος, προσέπεσεν τοῖς ποσὶν αὐτοῦ εὐχὴν αἰτῶν καὶ εὐλογίαν παρ᾿ αὐτοῦ. ὁ δὲ Ἀντώνιος ἐκπλαγεὶς τὴν πολλὴν μεταβολὴν τῶν πραγμάτων, κρυφαίοις μὲν ὕμνοις τὸν ἀγαθὸν κύριον ἐδόξαζεν, αὐτὸν δὲ περιπτυξάμενος πρεπωδεστάτως ἀπελογεῖτο· καὶ δὴ πρὸς ἀλλήλους συμβιβασθέντες, λαβόντες τὰς εὐχὰς ἀμφοτέρων, ὁ ἐπὶ τοῦτο καὶ μόνον πρὸς αὐτοὺς ἐληλυθὼς ἐπορεύθη τὴν ὁδὸν αὑτοῦ χαίρων.

25. ἐπεὶ οὖν ὁ ἀδελφὸς Σάβας οἰκέτης ὢν τό πάλαι οὐκ ἐπαιδεύθη παντελῶς τὴν τῶν γραμμάτων εἴδησιν, ῥίπτει αὐτὸν ὁ Ἀντώνιος πρὸ τοῦ στύλου καὶ λέγει τῷ πατρί· «εὖξαι, ἀββᾶ, τῷ ἀδελφῷ, ὅπως ἔλθῃ ἐπ᾿ αὐτῷ χάρις εἰς τὸ ἐκμαθεῖν τὰ γράμματα.» ἔφη πρὸς αὐτὸν ὁ ὅσιος· «εὖξαι καὶ αὐτός, τέκνον, ἵνα ἰσχύσῃ ἡ δέησίς μου τὸν ἀγαθὸν ἐκμειλίξασθαι κύριον, ἐπὶ τῇ ὑποθέσει ταύτῃ.» ηὔξαντο οὖν ἀμφότεροι δι᾿ ὅλης νυκτὸς ὑπὲρ τοῦ Σάβα, καὶ ὡς ἐπὶ κύριον τοσαύτην εἴληφε παρευθὺ ὁ ἀδελφὸς ὀξύτητα, ὅτι εἰς τρεῖς ἡμέρας ἐξέμαθεν τὸ Ψαλτήριον ἐκ πρώτης καὶ μόνης ἀναγνώσεως, μὴ γεγραφὼς εἰς πινακίδιον ἐξ αὐτοῦ τὸ παράπαν. παραμείνας δὲ χρόνον ἱκανὸν τῷ θεοφόρῳ στυλίτῃ καὶ διασκορπίσας πᾶσαν τὴν ἑαυτοῦ οὐσίαν τοῖς δεομένοις καὶ πένησιν,
[p. 205] παρεκάλεσεν τὸν γέροντα ἀπολῦσαι αὐτὸν ξενιτεῦσαι καὶ εἶναι ἀνενόχλητον ἔκ τε τῶν συγγενῶν καὶ τῶν ἐπιδημούντων ἀρχόντων. οὕτως οὖν λαβὼν τὰς εὐχὰς τοῦ πνευματικοῦ πατρὸς αὐτοῦ ὁ Ἀντώνιος εἰς ἐφόδιον ζωῆς αἰωνίου, ἀνεχώρησεν σὺν τῷ Σάβᾳ τῶν ἐκεῖσε, μηδὲν μεθ᾿ ἑαυτοῦ ἐπιφερόμενος, εἰ μὴ ὃ ἐφόρει τρίχινον καὶ νομίσματα τέσσαρα.

26. γυμνοποδῶν δὲ αὐτὸς καὶ τῆς ὁδοῦ τὸ μῆκος διανύων, ἀνῆλθον εἰς τὸ Ἀμόριον, καὶ ποιήσαντες χρόνους τινὰς ἐν αὐτῷ, ἐταλαιπώρουν νηστείαις καὶ κακουχίαις τὴν σάρκα ἐκδαπανῶντες καὶ τόπον κατασκηνώσεως ἑαυτοῖς μὴ περιποιούμενοι, τοῦ Ἀντωνίου ἐν τούτοις μάλιστα ὅλῃ δυνάμει εὐδοκοῦντος καὶ προαιρουμένου εἰς ἔνδειξιν τῆς πρὸς Χριστὸν ἀγάπης καὶ ἄρνησιν τῆς προτέρας σωματικῆς εὐπαθείας. ἀναλωθέντων τοίνυν τῶν νομισμάτων καὶ ὑστερουμένων σφόδρα εἰς τὰ τοῦ σώματος ἐπιτήδεια, ὁ Σάβας ἀπειρηκὼς πρὸς τοὺς πόνους τῷ Ἀντωνίῳ ἔφη· «ἀπέλθωμεν εἰς ἕτερον τόπον, ἔνθα δυνάμεθα ποσῶς γοῦν ζῆσαι.» λέγει πρὸς αὐτὸν ὁ Ἀντώνιος· «πορευθεὶς μίσθωσαι ὀνάριον, ὅτι οὐκέτι ἰσχύω πεζεύειν δι᾿ ὅλου ἐπὶ πλείστας ἡμέρας.» ἔφη ὁ Σάβας· «καὶ τί ἔχομεν δοῦναι τῷ ἀνθρώπῳ, μηδὲ ἄρτον ἔχοντες εἰς βρῶσιν» εἶπεν οὖν πρὸς αὐτὸν ὁ πατὴρ· «σὺ ποίησον τὴν ὑπακοὴν καὶ δυνατός ἐστιν ὁ θεὸς προνοῆσαι τῆς ταπεινώσεως ἡμῶν.» ἐνέγκας δὲ ὁ Σάβας τὸν ἄνθρωπον μετὰ τοῦ ζῴου αὐτοῦ, συνεφωνήθη αὐτῷ εἰς δύο νομίσματα μέχρι Πυλῶν διασῶσαι αὐτούς. ἐξερχομένων οὖν αὐτῶν τὴν πύλην τῆς πόλεως, συναντᾷ αὐτοῖς ἀνὴρ εὐγενής, ὃς ἰδὼν τὸν Ἀντώνιον καταπεπονημένον καὶ γυμνητεύοντα, ἐκβαλὼν δύο νομίσματα δέδωκεν αὐτῷ λέγων· «λάβε ταῦτα, πάτερ, καὶ εὔχου ὑπὲρ ἡμῶν.» ὁ δὲ Ἀντώνιος ἔφη πρὸς αὐτόν· «ὁ θεός, ἀδελφέ, κατὰ τὴν πίστιν σου δῴη σοι.» καὶ στραφεὶς λέγει τῷ μαθητῇ· «ἰδοὺ ἔπεμψεν ὁ θεὸς τὸν μισθὸν τοῦ ἀνθρώπου· λάβε αὐτὰ καὶ ἔχε εἰς Χριστὸν τὰς ἐλπίδας σου, καὶ ἔσῃ διὰ παντὸς προνοούμενος ὑπ᾿ αὐτοῦ.»

27. ἐλθόντων δὲ αὐτῶν ἕως Νικαίας τῆς πόλεως, τὸν μὲν ἄνθρωπον ὑποστρέψαι πεποίηκεν ὁ Ἀντώνιος, αὐτὸς δὲ εἰς ἐγκλείστραν ἑαυτὸν καθείρξας ἔστεργεν ἀπρόιτος ἐν αὐτῇ ἀσκούμενος, τὰς πέντε τῆς ἑβδομάδος ἡμέρας μήτε βρώσεως μετέχων, μήτε
[p. 206] τινὰ θεωρῶν· σαββάτῳ γε μὴν καὶ κυριακῇ ἄρτου καὶ ὕδατος μετελάμβανε καὶ τὸν παραβάλλοντα εἰς συντυχίαν ἐδέχετο μεγαλοψύχως. συντελέσας οὖν μῆνας ἐννέα ἐν τῇ τοιαύτῃ ἀναστροφῇ καὶ ὀχληθεὶς ὑπὸ τοῦ δαίμονος τῆς ἀκηδείας ὅτι μάλιστα, ἐξῆλθεν τοῦ κελλίου καὶ ποιήσας τὸν Σάβαν ὑποστρέψαι ἐν οἷς ἂν βούληται τόποις, ἀνῆλθεν αὐτὸς εἰς τὰ Ἀγαύρου, βουλόμενος ἡσυχάσαι ἐν τῷ Ὀλυμπίῳ ὄρει. μαθὼν δὲ ὅτι ἔξαρχοι περιπολοῦσιν τῆς ψευδοδόξου αἱρέσεως τῶν Εἰκονομάχων ἀνερευνώμενοι τοὺς ὀρθοδόξους, προβὰς ἐκεῖθεν ἐντυγχάνει μονάζοντι, ὅστις μαθὼν τὸν σκοπὸν αὐτοῦ εἶπεν αὐτῷ· «ἐὰν βούλει διασωθῆναι τοῦ κλύδωνος καὶ τῶν πειρατῶν τῆς αἱρετικῆς θαλάσσης, εἰς τὸ τῶν Εὐνούχων ἄπιθι μοναστήριον.» τοῦ δὲ Ἀντωνίου φήσαντος, «καὶ τίς δείξει μοι τὴν ὁδόν» εἶπεν αὐτῷ τις τῶν κοσμικῶν· «ἐγὼ ἐλεύσομαι μετὰ σοῦ, ἐὰν τὸν μισθὸν τοῦ κόπου παρέχῃς μοι.» ὁδοιπορούντων οὖν αὐτῶν τὴν ὄρειον ἐκείνην καὶ δυσεύρετον τρίβον, γενόμενοι ἐν τριόδῳ, ἠπόρησεν ὁ ὁδηγὸς πρὸς εὕρεσιν τῆς ἀποφερούσης ὁδοῦ πρὸς τὸ φροντιστήριον· συνεχόμενός τε τῷ λιμῷ καὶ τῇ [λεγε· τῷ] δίψει ὁ Ἀντώνιος, οὐδὲ τοῦ προβαίνειν προσωτέρω ἔτι προθέσεως εἶχεν. θεωρῶν δὲ ἐπὶ πολὺ τὴν ἀπορίαν τοῦ ἀνδρὸς ἔφη πρὸς αὐτόν· «λάβε τὸν συμπεφωνημένον σοι μισθόν, ὦ τέκνον, καὶ ὑπόστρεφε εἰς τὰ ἴδια· ἐμὲ δὲ ὁ κύριος ὁδηγήσει καθὼς βούλεται.» καὶ στραφεὶς πρὸς τὴν ἀνατολήν, ηὔξατο πρὸς κύριον λέγων· «σὺ γινώσκεις, δέσποτα, ὅτι διὰ τὸ ὄνομά σου πάντα κατέλιπον καί σοι ἠκολούθησα τῷ φιλανθρώπῳ καὶ ἐλεήμονι θεῷ· μή με ἐγκαταλίπῃς ἐν τῇ ἀνάγκῃ μου ταύτῃ πρεσβείαις τοῦ ἐνδόξου σου καὶ καλλινίκου μάρτυρος Γεωργίου.»

28. ταῦτα μετὰ κλαυθμοῦ προσευξάμενος, ἀποβλέψας θεωρεῖ ἄνδρα τινὰ στάμνον ὕδατος ψυχροῦ βαστάζοντα ἀμφοτέραις χερσί, καὶ ἡ στάμνος ἔνδροσος ὅλη στάζουσα τοῦ ὕδατος, εἶτα καὶ προτρεπόμενον αὐτὸν πιεῖν ἐξ αὐτης· ὁ δὲ λαβόμενος ταῖς ἰδίαις χερσὶ τῆς στάμνου ἐξέπιεν αὐτὴν ὅλην, λέγει οὖν πρὸς αὐτὸν ὁ φανεὶς δακτυλοδεικτῶν· «διὰ ταύτης βάδισον τῆς ὁδοῦ καὶ εὐθυπορήσεις πρὸς ὃν ἀπέρχῃ τόπον.» ἀκούσας δὲ τοῦτο ὁ
[p. 207] Ἀντώνιος καὶ πλέον ἐνδυναμωθείς, ὡς τῆς τοσαύτης ἐπισκοπῆς ἀπολελαυκὼς τοῦ Χριστοῦ, εὔθυμος ἐγένετο πρὸς τὸ ἑξῆς, καὶ προβὰς ἐκεῖθεν ὑπηντήθη αὐτῷ εὐκτήριος οἶκος, καὶ εὑρὼν ἐκεῖσε γεωργόν τινα εἶπεν πρὸς αὐτόν· «τίνος ἡ χάρις τοῦ εὐκτηρίου τούτου, ἀδελφέ» ὁ δὲ ἔφη· «τοῦ ἁγίου μάρτυρος Γεωργίου.» περιχαρὴς οὖν γενόμενος διὰ τὴν τοῦ μάρτυρος προσηγορίαν, εἰσελθὼν καὶ εὐξάμενος, πάλιν τε ὑπὸ τοῦ ἀνθρώπου ἑρμηνευθεὶς τὴν ἀπάγουσαν εἰς τὸν Πάνδημον τρίβον, κατέλαβεν τὸ μοναστήριον τῶν Εὐνούχων, ὑφ᾿ ὧν καὶ περιχαρῶς εἰσδεχθεὶς ἐφιλοφρονήθη ἀξίως τῆς ἑαυτοῦ πολιτείας· προκατειλήφει γὰρ αὐτοὺς ἡ φήμη τῆς τοῦ ὁσίου ἐν Χριστῷ ἀρετῆς. οὗτοι αὐτῷ ποιήσαντες κελλίον ὡς ἀπὸ σταδίων πέντε τοῦ μοναστηρίου, ἡσύχασεν εἰς αὐτὸ ἐπὶ πολὺν χρόνον, μηδενὸς ἑτέρου μεταλαμβάνων, ἀλλ᾿ ἢ κυάμου ἑψητοῦ, ὅπερ ἐποίουν αὐτῷ εἰς χύτραν καὶ ἔφερον κατὰ μίαν Σαββάτων, ἐξ οὗ καὶ ἐτρέφετο πᾶσαν τὴν ἑβδομάδα. τὸ δὲ ποτὸν αὐτοῦ ἦν μόνον ὕδωρ, καὶ τοῦτο μήκοθεν ὑπ᾿ αὐτοῦ κομιζόμενον, εἰς ὃ καὶ ἔκαμνεν οὐ μετρίως, μάλιστα ἐν τῇ χειμερινῇ ὥρᾳ. εὑρὼν δὲ αὐτόθι ἀναχωροῦντα τὸν ἐν ἁγίοις Ἰωάννην [λεγε· Ἰάκωβον], τὸν γεγονότα ἐπίσκοπον τῆς Ἀγχιάλου ἐπὶ τῶν ἡμερῶν τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως Ταρασίου, ὑπ αὐτοῦ ἐκδιδάσκεται τὸν κανόνα τῆς ἀκροτάτης ἡσυχίας τε καὶ ἀναχωρήσεως, παραψυχὴν μεγίστην καὶ ἰατρὸν ἐμπειρότατον τῶν καταθυμίων πεπλουτηκὼς τοῦτον τὸν ἅγιον παθημάτων.

29. ἐν μιᾷ οὖν ἐξελθὼν ὁ Ἀντώνιος τῆς κέλλης ἐξεδύσατο τὸ τρίχινον ἑαυτοῦ, διὰ τὸ πληθυνθῆναι τὰς [λεγε· τοὺς] φθεῖρας ἐν αὐτῷ, καὶ ἐκαθέζετο γυμνὸς ἐπὶ τοῦ ἡλίου· οὐ γὰρ εἶχε δεύτερον χιτώνιον. μετὰ δὲ ὥρας διάστημα ἀναβλέψας, ὁρᾷ γυναῖκα λυσίτριχον, εὐειδῆ πάνυ, ἐρχομένην ἐπάνω αὐτοῦ ἀναιδῶς, καὶ ταραχθεὶς ἐπὶ τῇ ταύτης θέᾳ, ἀναστὰς εἰσῆλθεν εἰς τὸ κελλίον. ποιήσας οὐν εὐχὴν πρὸς θεόν, ἀπέρχεται πρὸς τὸν μέγαν Ἰάκωβον ἀπαγγεῖλαι αὐτῷ τὸ γεγονός· ὁ δὲ ἅγιος ἀκούσας, λέγει αὐτῷ· «οὐκ ἦν κατὰ ἀλήθειαν γυνή, ἀλλὰ φαντασία δαιμονική· σὺ οὖν ἀνδρίζου καὶ μὴ
[p. 208] πτοοῦ, ἀλλὰ κάθου εἰς τὸ κελλίον σου καὶ πρόσεχε σεαυτῷ, καὶ μὴ συχνῶς παράβαλε ὧδε, ἐὰν οὐκ ἐπέλθῃ σοι τοιαύτη ἀνάγκη· ταῦτα γὰρ γίνονται καὶ ἀπογίνονται ταχύ.» ἄλλοτε πάλιν ἐν νυκτὶ ἔκρουσέ τις τὴν θύραν τοῦ κελλίου αὐτοῦ, ὁ δὲ Ἀντώνιος λέγει ἔσω ὤν· «τίς εἶ καὶ πόθεν ἥκεις ἀρτίως» εἶπεν οὖν ἐκεῖνος φωνῇ· «ἅψον τὸ κηρούλιον καὶ δός μοι αὐτό.» τοῦ δὲ Ἀντωνίου νομίσαντος αὐτὸν ἕνα τῶν τοῦ μοναστηρίου ὑπάρχειν ἀδελφὸν [λεγε· ἀδελφῶν], καὶ ἐκτείναντος τὴν χεῖρα λαβεῖν τὸ λαμπάδιον, εὑρέθη ἡ δεξιὰ αὐτοῦ κόπρον ἀντὶ κηροῦ κατέχουσα. γνοὺς οὖν τὸν δόλον τοῦ ἐχθροῦ, ἔφη πρὸς αὐτόν· «ὄντως παμμίαρε, οὐκέτι χλευάσεις με, τοῦ σωτῆρος παρέχοντός μοι λογισμὸν ἔμφρονα καὶ συνετὸν κατὰ τῶν σῶν μηχανημάτων.»

30. εἰώθει δὲ ὁ Ἀντώνιος κατά τε κυριακὴν καὶ ἑορτὴν ἀπὸ ὀψὲ ἄρχεσθαι τῆς πρὸς τὸν θεὸν δοξολογίας καὶ μέχρις ἡλίου ἀνατολῆς προσκαρτερεῖν τῇ τε ψαλμῳδίᾳ καὶ προσευχῇ καὶ τῇ τῶν θείων γραφῶν μελέτῃ. ἐν μιᾷ οὖν νυκτὶ κατὰ τὴν χειμερινὴν τοῦ ἔτους τροπὴν τὴν τοιαύτην πρὸς Χριστὸν ἐκτελοῦντος ἱκεσίαν, ἡρπάγη ὁ νοῦς αὐτοῦ εἰς θεωρίαν, καὶ ἐπὶ πολλὰς τὰς ὥρας σχολάζων ἐν αὐτῇ ἀκινητί, οἱ πόδες αὐτοῦ ἀπὸ τοῦ κρύους τοῦ παγετοῦ προσεκολλήθησαν τῇ γῇ· εἰς ἑαυτὸν δὲ ἐλθὼν περὶ τὴν ἕω, βίᾳ μετακινηθεὶς τοῦ τόπου ἀπώλεσεν τὰ πέλματα τῶν ποδῶν αὐτοῦ. ἐπὶ ἡμέρας τοίνυν ἱκανὰς ἀλγυνόμενος τῷ πάθει, προσελθὼν τῷ μεγάλῳ Ἰακώβῳ, λέγει αὐτῷ· «ἀπέρχομαι, δέσποτα, τῶν ὧδε διὰ τὸ ὕδωρ, ὅτι οὐκέτι ἰσχύω ἐν αὐτῷ ὑδρεύσασθαι.» ἔφη πρὸς αὐτὸν ὁ ἅγιος· «οὐχί, ἀλλὰ πρόσευξαι τῷ θεῷ καὶ παρέχει σοι ὕδωρ εἰς χρείαν τῆς διοικήσεώς σου.» πεισθεὶς οὖν ἐκεῖνος τῷ λόγῳ τοῦ ὁσίου, παρεκάλεσεν τὸν θεὸν δι᾿ ὅλης νυκτός, καὶ τὸ πρωΐ λαβὼν σκαλίδιον δίδωσι μίαν πληγὴν τῇ πέτρᾳ καὶ εὐθέως σχισθεῖσα ἐξήνεγκεν ὕδωρ διειδέστατον καὶ πάνυ καλόν. οὕτως οὖν εὐπορήσας διὰ θεοῦ καὶ τοῦ αὐτοφυοῦς πόματος ηὐχαρίστησε τῷ παραμυθησαμένῳ αὐτὸν Χριστῷ ἐν τῇ αὐτοῦ ἀσθενείᾳ καὶ μονώσει· ἀπήγγειλε δὲ τῷ μεγάλῳ Ἰακώβῳ τὸ γεγονός, λέγων ὅτι· «διὰ τῶν εὐχῶν σου, δέσποτα, γέγονέν μοι ὡς ἐλάλησας.»

[p. 209]

31. ἤδη δὲ τοῦ ἄνακτος Θεοφίλου μετὰ θάνατον Μιχαὴλ αὐτοκρατορήσαντος, προσῆλθον αὐτῷ οἱ τῷ μανέντι συναποστατήσαντες Θωμᾷ κατὰ τοῦ πάλαι ἐκπροσωπήσαντος Ἰωάννου τῆς τῶν Κιβυραιωτῶν ἐπαρχίας, ὡς ἀδικηθέντες ὑπ᾿ αὐτοῦ καὶ τῶν ἰδίων ἀποστερηθέντες χρημάτων τε καὶ κτημάτων· πυθόμενος δὲ καὶ μαθὼν ὁ βασιλεὺς τὰ κατὰ τὸν Ἰωάννην, ἐκέλευσε τοὺς διαφέροντας αὐτῷ ἀποδοῦναι τοῖς δῆθεν ἀδικηθεῖσι τὰ ἴδια. διὰ ταύτην οὖν τὴν ἐπαγωγὴν ἠναγκάσθη ὁ ἀδελφὸς αὐτοῦ Δαυὶδ ἀναδραμεῖν ἐν Κωνσταντινουπόλει, καὶ προσπεσὼν τῷ βασιλεῖ ᾔτησε διορίαν, ὥστε ζητῆσαι καὶ εὑρεῖν τὸν ταῦτα πράξαντα ἀδελφὸν αὐτοῦ, καὶ παραστῆσαι αὐτὸν ποιησόμενον τὸν περὶ τούτων λόγον. Λαβὼν οὖν τὸ ἐνδόσιμον παρὰ τοῦ κρατοῦντος ἀνατρέχει εἰς τὸν Πάνδημον καὶ μηνύει τὴν ἑαυτοῦ παρουσίαν τῷ ἀββᾷ Ἀντωνίῳ· ὁ δὲ ἀντεδήλωσεν αὐτῷ λέγων· «ἐὰν διὰ τὸ καθῆκον τῆς σαρκικῆς συγγενείας τοσοῦτον κόπον ὑπέστης εἰς τὸ θεάσασθαί με, φύσει οὐ βλέπεις τὸ πρόσωπον Ἀντωνίου· εἰ δέ τις βία ὑμᾶς κατεπείγουσα τοῦτο ποιῆσαι ἠνάγκασεν, δέχομαί σε εἰς συντυχίαν.» ἐλθὼν οὖν ὁ ἀδελφὸς αὐτοῦ ἀνήγγειλεν αὐτῷ τὸ πρᾶγμα· ὁ δὲ φεισάμενος αὐτοῦ διὰ τὸ ἀδίκως κρατεῖσθαι αὐτόν, ἔρχεται σὺν αὐτῷ πρὸς τὸν βασιλέα, καὶ ἐρωτηθεὶς περὶ ὧν ἐνεκλήθη ἀπεκρίνατο λέγων· «ἐγώ, δέσποτα, κατὰ τὴν ἡμέραν ὡς ἐχθροὺς τῆς βασιλείας τοῦ πατρός σου καὶ πολεμίους τῶν χριστιανῶν κατεδίωξα καὶ ἐξωλόθρευσα αὐτούς, καὶ τὰς κτήσεις αὐτῶν λαμβάνων τοῖς τῆς δεσποτείας ὑμῶν παρεῖχον ὑπασπισταῖς. εἰ οὖν ἐν τούτοις κακῶς φαίνομαι διατεθείς, ἡ σοφία τοῦ κράτους ὑμῶν περὶ τούτων δικάσει.»

32. ταῦτα ἀκούσας ὁ Θεόφιλος παραδίδωσιν αὐτὸν τῷ ἐπὶ τῶν δεήσεων ὀνόματι Στεφάνῳ· ὃς παραλαβὼν τὸν Ἀντώνιον ἀποτίθησιν ἐν τῇ φυλακῇ, καὶ μετὰ ἡμέρας προσπέμπεται αὐτῷ χρηματιεῖσθαι ἐλπίζων παρὰ τοῦ πάντα ἀπαρνησαμένου καὶ αὐτήν γε μὴν τὴν ψυχήν. ὁ δὲ θαυμάσας ἐπὶ τῇ ἀναισθησίᾳ καὶ φιλοχρημοσύνῃ τοῦ Στεφάνου, παρακαλεῖ σαββάτῳ καὶ κυριακῇ ἄφετον εἶναι πρὸς τὸ τοῖς φίλοις περιφοιτᾶν χάριν τῶν ζητουμένων. ἐπιτρέψαντος οὖν ἐκείνου, μετὰ τὸ δοῦναι ἐγγυητὴν
[p. 210] τὸν Ἀντώνιον, τῆς μὲν τοιαύτης ζητήσεως οὐδεμία ὅλως ὁ ὅσιος ἐποιεῖτο φροντίδα, τοῖς οἴκοις δὲ τῶν ἐκκλησιῶν ἑαυτὸν ἐμπαρέχων παρεκάλει τὸν ἐλεήμονα κύριον εἰς βοήθειαν αὐτοῦ ἐπιταχύναι. ὡς δὲ πενταμηνιαῖος παρέδραμε χρόνος καὶ οὐδὲν ὧν ἤλπισεν ὁ Στέφανος ἀπεδέξατο, κελεύει τοῖς ἑαυτοῦ οἰκέταις καθίσαι τὸν δοῦλον τοῦ θεοῦ ἐπὶ ὄνου εὐτελεστάτου, πρὸς ἐμπαιγμὸν δῆθεν αὐτοῦ, καὶ ἀπὸ τοῦ Πραιτωρίου ἕως τοῦ οἴκου αὐτοῦ ὀνειδιστικῶς ἕλκεσθαι· ἀναγαγών τε αὐτὸν ἐπὶ τοῦ τρικλίνου καὶ ἐνέγκας τρία βούνευρα ἐπὶ σκάφης ἀποβρεχόμενα ὄξει, «ἄρτι» φησίν «ἐν τούτοις διώκω σου τὴν ψυχὴν ἐκ τοῦ σώματος, ἐὰν μὴ ἀποδῷς ὅσον περ ἐθέσπισεν ὁ βασιλεὺς χρυσίον [λεγε· χρυσόν].» λέγει αὐτῷ ὁ Ἀντώνιος ἀνυποστόλως· «θαυμάζω σφόδρα εἰς τὴν διάκρισίν σου, ὅτι ἀπὸ γυμνοῦ ἀνθρώπου χρυσίον ἐπιθυμεῖς λαβεῖν· ὁρᾷς, πλὴν τοῦ τριχίνου τούτου, μηδὲν ἕτερον ἔχοντα, καὶ φόρους με ἀπαιτεῖς.» τότε θυμωθεὶς ὁ ἄρχων, ἐκέλευσεν ἐκδυθῆναι αὐτὸν καὶ ταθῆναι εἰς μάστιγας· ὁ δὲ προτρεπεὶς οἰκέτης μαστῖξαι τὸν ὅσιον, πεσὼν ἐπὶ τὴν γῆν ἐβόα μηδὲν τοιοῦτον τολμᾶν κατὰ τοῦ δούλου τοῦ θεοῦ, κἂν εἰ μέχρι θανάτου βίαν ὑποσταίη· ὁ δὲ ἀνήμερος θὴρ Στέφανος ἰδίαις χερσὶ τὸν ἅγιον βουνευρίσας ἐν πεντήκοντα καταφοραῖς βαρυτάταις, ὡς καὶ τὸν χιτῶνα αὐτοῦ καταρανθῆναι τοῖς τοῦ δικαίου αἵμασιν, κελεύει σιδηρωθῆναι αὐτοῦ τοὺς πόδας καὶ οὕτως ἐαθῆναι ἐν ἑνὶ τῶν κοιτωνίσκων ἄχρι τῆς ἐπιούσης.

33. ταῦτα ἀκούσασα ἡ γυνὴ αὐτοῦ, ἔρχεται δρομαία ἐπὶ τοῦ τόπου κατακράζουσα τῆς ὠμότητος τοῦ συνεύνου καὶ τοιάδε λέγουσα· «οὐαὶ τῷ οἴκῳ τούτῳ ἀπὸ τοῦ αἵματος τοῦ ἐκχυθέντος ἀδίκως ἐπ᾿ αὐτόν· οὐκ ἔσται θεοῦ ἐπισκοπὴ ἀπὸ τῆς ὥρας ταύτης εἰρήνην βραβεύουσα, ὁμόνοιαν τοῖς τὸ ἄδικον ἐν αὐτῷ κατεργασαμένοις.» ὁ οὖν Ἀντώνιος ἐπιλαβομένης τῆς νυκτός, συνείχετο πόνοις τε καὶ δάκρυσιν, εἰς εὐχὴν ἑαυτὸν ἐπιδεδωκώς, χρονίζοντος δὲ αὐτοῦ τῇ πρὸς τὸν θεὸν δεήσει, ἐξαίφνης ἡ κλείδωσις τῶν σιδήρων διανοιχθεῖσα ἐκπεσεῖν τῶν ποδῶν αὐτοῦ τὰ δεσμὰ παρεσκεύασεν· ἐφ᾿ ᾧ καὶ θαμβηθεὶς ἐδόκησεν ἐκ πολλῆς ταπεινοφροσύνης
[p. 211] δαιμονικῇ ἐνεργείᾳ τοῦτο παρακολουθῆσαι εἰς ἀποπλάνησιν αὐτοῦ. ὅθεν διαψηλαφήσας καὶ εὑρὼν αὐτὰ πάλιν τοὺς πόδας αὑτοῦ [λεγε· ἑαυτοῦ] ἐν τούτοις ἐπέδησεν· ὡς δὲ ἐγένετο ἐπὶ τρεῖς τὸ τοιοῦτον εἰς αὐτὸν παράδοξον, μηκέτι ἐκπειρᾶσαι κύριον τὸν θεὸν αὐτοῦ εὐσεβὲς λογισάμενος, ἔστερξεν ἕως πρωΐ γονυπετῶν προσευκτικῶς καὶ αἰνῶν τὸν θεόν, ὡς ἐπιλαθέσθαι τῶν μωλώπων τοῦ σώματος καὶ ἐπιτεῖναι τὴν ἔντευξιν ἕως αὐγῆς. ἐν τούτοις τῆς ἡμέρας αὐτὸν καταλαβούσης, αὐτὸς μὲν τὰ σίδηρα πάλιν τοῖς ἰδίοις ἐπέθηκε ποσίν, ὁ δὲ ἀπηνὴς ἐκεῖνος παραγενόμενος πρὸς αὐτὸν ἐκέλευσεν ἀρθῆναι ἀπ᾿ αὐτοῦ τὰς πέδας. πολλὰ οὖν κοπιάσαντες οὐκ ἴσχυσαν ἀνοῖξαι αὐτάς. τότε λέγει πρὸς αὐτὸν ὁ Ἀντώνιος· «ἐβουλόμην μὲν σιωπῇ παραδραμεῖν τὴν τοῦ κυρίου εἰς ἐμὲ γεγενημένην κατὰ τήνδε τὴν νύκτα εὐεργεσίαν τε ὁμοῦ καὶ θαυματουργίαν· ἀλλ᾿ ἐπειδὴ ὁρῶ ἐλεγχομένην σου τὴν κακίαν καὶ ὑπ᾿ αὐτῆς τῆς ἀψύχου ὕλης, οὐ κρύψω τὴν τοῦ θεοῦ ἀγαθότητα. ἔσο γινώσκων, ὅτι πᾶσαν τὴν νύκτα ἄνευ τῆς τῶν σιδήρων τούτων διῆξα περιβολῆς, ἀρρήτῳ Χριστοῦ δυνάμει ἀπ᾿ ἐμοῦ ἐκπεπτωκότων· καὶ νῦν λέγω σοι, ὅτι οὐκ ἀνοιχθήσονται οὐδὲ ἀρθήσονται ἀπὸ τῶν ποδῶν μου ἐὰν μὴ κατακλασθῶσιν.» τότε συντρίψαντες αὐτὰ οἱ παρεστῶτες, τὸν μὲν Ἀντώνιον τῷ βασιλεῖ ὁ δεήσεως παρέστησεν· ὁ δὲ τοῦτον θεασάμενος, μηδὲ ὅλως αὐτὸν ἐπερωτήσας ἢ ἐτάσας περὶ ὧν ἐκρατεῖτο, ἀπέλυσεν αὐτὸν λέγων· «ἄπελθε, ἀββᾶ, εἰς τὸν τόπον σου μηδένα δεδιώς, καὶ εὔχου ὑπὲρ ὑμῶν [λεγε· ἡμῶν].» οὔπω δὲ δύο ἑβδομάδες ἡμερῶν τῆς τοῦ ὁσίου παρεληλύθεισαν ἀφέσεως καὶ μύρια κακὰ τὸν σκολιὸν κατέλαβον Στέφανον, ἐπειδὴ εἴρηται ὀρθῶς, Ϡοὐδεὶς ποιῶν πονηρὰ λανθάνει δίκηνϠ· ἀγανακτήσας γὰρ κατ᾿ αὐτοῦ ὁ ἄναξ Θεόφιλος καὶ τοῦτον δείρας καὶ κουρεύσας καὶ τοῦ ἄστεος ὑπερορίσας πανοικί, τὰ ὑπάρχοντα αὐτοῦ τῷ σακελλίῳ παρέδωκεν.

34. ἐπειδὴ ἡ φήμη τῆς ὁσιότητος τοῦ μακαρίου Ἀντωνίου εἰς πάντας διέδραμεν τοὺς ἐν τῇ πόλει καὶ γνώριμος ἦν τοῖς ἐν τέλει καὶ σεβαστὸς τοῖς ἄρχουσι, συνέβη ἐν τῷ αὐτὸν ἔτι αὐτόθι προσδιατρίβειν ἑνός τῶν μεγιστάνων καὶ φίλων αὐτοῦ θυγάτριον ἕως θανάτου μαλακισθῆναι. ψυχορραγούσης οὖν τῆς παιδὸς καὶ τῶν ἐξ ἔθους τοῦ Ὀρφανοτροφείου ψαλτῶν καὶ ἀσκητριῶν ἐπὶ τὸ
[p. 212] κηδεῦσαι αὐτὴν προσκληθέντων, παρακληθεὶς ὑπὸ τῶν φίλων ὁ ὅσιος ἦλθεν καὶ αὐτὸς ἕως τοῦ οἴκου· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον καὶ παρέστησαν αὐτῷ οἱ γονεῖς τῆς παιδός, κλαίοντες καὶ τοιάδε λέγοντες πρὸς αὐτόν· «πιστεύομεν ὅτι ὁ παρασχὼν τῷ ἁγίῳ Πέτρῳ τὴν χάριν ἐγεῖραι τὴν πιστὴν Ταβιθάν, αὐτὸς καὶ τῆς σῆς ἐπακούσεται δεήσεως καὶ ἐγερεῖ τὸ θυγάτριον ἡμῶν.» ἐκβαλὼν οὖν πάντας ἔξω ὁ Ἀντώνιος ἐσφράγισε τὴν παῖδα τρίτον ἐπὶ τοῦ στήθους τῷ σημείῳ τοῦ ζωοποιοῦ σταυροῦ· ἡ δὲ εὐθέως εἰς ἑαυτὴν ἐλθοῦσα καὶ ἰδοῦσα τὸν Ἀντώνιον ἀνεκάθισεν· δοὺς δὲ αὐτῇ ἰδιοχείρως τροφὴν πρὸς ὑγείας διάθεσιν ἐπανήγαγεν. τοίνυν δεδωκὼς ἐντολὰς τοῖς γονεῦσι τῆς κόρης, ἵνα ἕως θανάτου αὐτοῦ μηδενὶ ἐξείπωσι τὸ θαῦμα, αὐτὸς φεύγων τὴν ἐξ ἀνθρώπων δόξαν αὖθις πρὸς τὸν Πάνδημον ἀνέδραμεν, καὶ ἦν ἐκεῖ καθ᾿ ἑκάστην ἀσκῶν καὶ ἀγωνιζόμενος κατὰ τῶν πνευμάτων τῆς πονηρίας μετὰ τοῦ ἰσαγγέλου πατρὸς καὶ ἐπισκόπου Ἰακώβου καὶ τὸν δρόμον ἀνύων τῆς ἀγγελικῆς αὑτοῦ [λεγε· αὐτοῦ] διαβιώσεως.

35. παρέσχεν δὲ αὐτῷ κύριος ὁ θεὸς χάριν εἰς παραμυθίαν αὐτοῦ καὶ ἤρχετο ἀλώπηξ καὶ ἐκαθέζετο παρὰ τοὺς πόδας αὐτοῦ, ἡμέρως καὶ προσηνῶς βρῶσιν παρ᾿ αὐτοῦ λαμβάνουσα· ὡσαύτως δὲ καὶ στρουθίον ἱπτάμενον ἐφίζανεν ταῖς χερσὶν αὐτοῦ, ὅπερ δὴ καρύῳ διαιτῶν ὑφίει ἑαυτῷ ἀπελθεῖν. περὶ τούτου τοίνυν ἐρωτήσας τὸν πατέρα Ἰάκωβον ἤκουσεν ὅτι «διὰ τὴν ῥαθυμίαν σου ἐποίησεν ὁ θεὸς τὴν οἰκονομίαν ταύτην, ἵνα ἔχῃς τινα παραμυθίαν καὶ εὐψυχῇς μᾶλλον εἰς ἐπίγνωσιν θεοῦ διὰ τῆς πρὸς αὐτὸν ἀνενδότου νεύσεως· διὸ τρέφε αὐτὰ καὶ μὴ δίωκε ἀπὸ σοῦ, διδοὺς δόξαν τῷ θεῷ, τῷ ὑποτάσσοντι ἡμῖν, ὡς κατ᾿ εἰκόνα αὐτοῦ γεγενημένοις, τὴν τῶν ἀλόγων ζῴων φύσιν, εἴπερ το καθ᾿ ὁμοίωσιν διὰ τῆς ἐργασίας τῶν ἀρετῶν προσκτήσασθαι μὴ ὀκλάσωμεν.»

36. ἐπεὶ οὖν ὁ ἐν ἁγίοις Ἰάκωβος εἴκοσι καὶ ἑκατὸν ἤδη γεγονὼς ἐνιαυτῶν προέγνω τῆς κλήσεως τὴν ἡμέραν διὰ τοῦ ἐνοικοῦντος ἐν αὐτῷ ἁγίου καὶ φωτουργοῦ πνεύματος, μὴ βουλόμενος ὄχλησίν τινα παρὰ τῶν ἀδελφῶν ὑπομεῖναι, λέγει τῷ ἀββᾷ Ἀντωνίῳ εἰς ἐπίσκεψιν αὐτοῦ ἐληλυθότι· «ἄπελθε εἰς τὸ κελλίον σου καὶ αὔριον
[p. 213] ἀπὸ ταχὺ ποίησόν μοι ῥόφημα καὶ φέρε ἵνα λάβω αὐτό.» ποιήσας οὖν ὁ Ἀντώνιος κατὰ τὴν ἐντολὴν τοῦ γέροντος, ἦλθεν πρὸς αὐτόν, καὶ μαθὼν παρὰ τῶν μαθητῶν αὐτοῦ ὅτι ἐπὶ τοῦ καθισματίου αὐτοῦ καθεύδει, ἡσύχασεν μικρόν. ὡς δὲ παραθεούσης τῆς ὥρας ἠχρειοῦτο τὸ βρωμάτιον, αὐτομολήσας εἰσῆλθεν ἰδεῖν τί ἆρα ποιεῖ ὁ ἅγιος· καὶ νομίσας κοιμᾶσθαι αὐτόν, πλησιέστερον αὐτοῦ γενόμενος, ἔγνω ὅτι πρὸς κύριον ἐνεδήμησεν καθεζόμενος, καὶ συγχυθεὶς τοῖς δάκρυσιν ἐξελθὼν ἀνήγγειλεν τοῖς ἀδελφοῖς.

37. ταύτης τῆς φήμης πανταχοῦ διαδραμούσης, ὁ κουράτωρ τῆς βασιλίσσης Προκοπίας, παραλαβὼν βοήθειαν ἀνῆλθε πρὸς τὸ ὄρος λαβεῖν τὸ ἅγιον λείψανον καὶ ἀποκομίσαι αὐτὸ τῇ ἰδίᾳ δεσποίνῃ πρὸς κηδείαν πρεπωδεστάτην· ἦν γὰρ ἡ μακαρία Προκοπία ἐκ πολλοῦ διακονοῦσα τῷ ἁγίῳ γέροντι καὶ τρυγῶσα τὰς αὐτοῦ θεολήπτους πρεσβείας. ὁ δὲ μακαρίτης Ἀντώνιος χάριν θέλων καταθέσθαι τοῖς μοναχοῖς τοῦ μοναστηρίου ὡς ἅτε ὑποδεξαμένοις καὶ τὰ πλείω ἐξυπηρετήσασι τὸν ἅγιον, λέγει πρὸς τὸν κουράτορα· «τέκνον, ὁ μὲν κύριος ἀπεδέξατο τῆς κυρίας σου καὶ δεσποίνης καὶ τὴν πρόθεσιν καὶ τὸ ἔργον τῆς πίστεως, ὃ εἰργάσατο εἰς τὸν δοῦλον αὐτοῦ, καὶ μένει αὐτῇ ὁ ὑπὲρ τούτων μισθὸς ἐν τῷ μέλλοντι αἰῶνι· ἐὰν δὲ πεισθῇς μοι, οὐκ ἐλάττονα καὶ αὐτὸς ἕξεις τῆς ὑπακοῆς καὶ πραότητος μισθαποδοσίαν. ὁ μακάριος πατὴρ ἡμῶν κατέκρινεν ἡμᾶς ἵνα θάψωμεν αὐτὸν εἰς τὸ μοναστήριον ἐν τούτῳ τῷ ὄρει, καὶ οὐκ ἐνδέχεται μὴ ποιῆσαι ἡμᾶς τὴν ἐντολὴν αὐτοῦ· διὸ ἔασον ἀκωλύτως τοῦτο γενέσθαι, ἐπεὶ ὀργὴν ἀντὶ εὐλογίας εὑρίσκεσθε κληρονομοῦντες.» ταῦτα ἀκούσας ἐκεῖνος ἐλώφησε τοῦ φρονήματος, καὶ οὕτως ἐξεγένετο κατατεθῆναι τὸν μέγαν Ἰάκωβον ἐν τῷ τῶν Εὐνούχων εὐαγεῖ μοναστηρίῳ.

38. ἔλεγε τοίνυν περὶ τοῦ ἀοιδίμου τούτου Ἰακώβου ὁ πατὴρ ἡμῶν Ἀντώνιος ὅτι εἰς τοιαῦτα μέτρα ἀπαθείας ἔφθασεν καὶ χάριτος, ὅτι εἰ μὴ ἤθελεν οὐκ ἐθεωρεῖτο παρὰ τῶν συνόντων αὐτῷ· «καὶ γὰρ ἐγὼ αὐτὸς» φησί «τοῦτο ἔγνων εἰς αὐτόν· διακινῶν γὰρ μιᾷ κατὰ τὴν ἔρημον, ὡς εἶδέν με ἐρχόμενον πρὸς
[p. 214] αὐτόν, ἐκάθισεν ἐπὶ τῆς γῆς· ἐγὼ δὲ πλησιάσας ὅπου ἔδοξα αὐτὸν βλέπειν, περιαθρῶν οὐδὲν ἑώρων, καὶ ἐν τῷ με ὧδε καὶ ὧδε περιάγειν ᾐσθόμην ὅτι ὁ πούς μου ἥψατο τοῦ ἱματίου αὐτοῦ, αὐτὸν δὲ ἰδεῖν οὐκ ἠδυνήθην, ἕως ὅτου ἐφώνησε πρός με λέγων· Ϡτί ζητεῖς, ἀββᾶ ἈντώνιεϠ ἐγὼ δὲ πρὸς αὐτὸν εἶπον· Ϡὄντως, δέσποτα, ἐὰν θέλῃς, βλέπει σέ τις· ἐὰν δὲ οὐ θέλῃς, οὐ βλέπῃ παρά τινος.Ϡ λέγει οὖν μειδιάσας πρός με· Ϡκαὶ σὺ οὐ δύνῃ τοῦτο ποιῆσαι ἀληθῶς, εἰ οὔπω ἔφθασας ὧδε, οὐ γέγονας ἀκμὴν μοναχός.Ϡ»

39. τούτου τοῦ μεγάλου Ἰακώβου τῆς συνουσίας ἀπορφανισθεὶς ὁ Ἀντώνιος, καταλιπὼν τὸν Πάνδημον, εἰς τὸν Κρίλην [λεγε· Βρίλην] μετοικίζεται· καὶ καταλύσας εἰς τὸ εὐκτήριον τοῦ ἐνδόξου μαρτυρος Παντελεήμονος ἠσκεῖτο αὐτόθι ἀγνωρίστως, πτωχοῦ ὑπόληψιν τοῖς πολλοῖς διὰ τὸ γεγυμνῶσθαι τῶν χρειῶν, ὡς εἰκὸς παρεχόμενος. αὐτὸς γὰρ γινώσκων λοιπὸν μὴ ἄρτῳ τρέφεσθαι τὴν ἀρετήν, μηδὲ ὄψοις τὴν τῆς ψυχῆς δύναμιν εὐεκτεῖν καὶ πιαίνεσθαι, ἀλλὰ τῷ ἀγαθῷ τροφὴν εἰδὼς τὴν σωφροσύνην γίνεσθαι, ἄρτον τὴν σοφίαν, ὄψον τὴν δικαιοσύνην, πότον τὴν ἀπάθειαν, ἡδονὴν οὐχὶ τὴν τοῦ σώματος ποιὰν περὶ τὸ καταθύμιον σχέσιν, ἀλλὰ τὴν περὶ θεὸν μνήμην καὶ τοῦ νοῦ πρὸς αὐτὸν ἄσχετον ἀνάβασιν, κατὰ τὸ Ϡἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην,Ϡ οὐ σφόδρα τῆς σωματικῆς ἐπιμελείας λόγον ἐποιεῖτο, ἐπὶ κύριον τὴν ἑαυτοῦ ἐπιρρίπτων μέριμναν καὶ ὑπ᾿ αὐτοῦ ἀεὶ προσφυῶς διατρεφόμενος.

40. ὁ γοῦν μαθητὴς αὐτοῦ Σάβας ὑποστρέψας καὶ ζητήσας αὐτὸν μετὰ χρόνους ἱκανοὺς ἔμεινεν πάλιν σὺν αὐτῷ. ἐν δὲ τῷ ἡσυχάζειν αὐτοὺς ἐκεῖ, ἐπεὶ ἄγνωστοι ἦσαν τοῖς αὐτόθι, ἔκτισαν ἑαυτοῖς μικρὸν φοῦρνον καὶ ἐποίουν δι᾿ ἑαυτῶν τὸν ἄρτον. ἐν μιᾷ τοίνυν εἰσενέγκαντες ἐν τῷ φούρνῳ τοὺς ἄρτους, ἐγένετο ὑετὸς ἀπροσδοκήτως, καὶ πρὶν ἢ αὐτοὺς ἐξοπτηθῆναι καλῶς, συνέπεσεν τὸ οἰκοδόμημα καὶ συνεφύρη ἡ πηλὸς τοῖς ἐντός· οὗπερ ὡς οἷόν τε διακρίναντες τοῦ χώματος, ἐξηλίασαν ἐπιμελῶς, καὶ τούτους καταλεάναντες ἐποίησαν τὸ λεγόμενον ῥουφὶν καὶ ἕως ὅτου ἐπληρώθη, ἐξ αὐτοῦ διετρέφετο ὁ Ἀντώνιος μόνος.

[p. 215]

41. ἀκούσας δὲ ὁ ἀοίδιμος Παῦλος, ἐπίσκοπος γεγονὼς Πλουσιάδος, ὅτι ἀναχωρητής τις μέγας ἐν τῷ καταγωγίῳ τοῦ ἐνδόξου μάρτυρος καταμένει Παντελεήμονος, ἠθέλησεν αὐτῷ συντυχεῖν· ἦν γὰρ καὶ αὐτὸς τῶν ἐπισήμων καὶ τῶν διὰ κύριον δεδιωγμένων ὑπὸ τῶν ἀθέων εἰκονομάχων συναθλητὴς καὶ συνέκδημος· διὸ καὶ τὴν ἐπισκοπὴν καταλείψας ἐν τοῖς τόποις ἐκείνοις τηνικαῦτα καθ᾿ ἑαυτὸν ἀνεχώρει. οὗτος οὖν ἰδὼν τὸν Ἀντώνιον ἐν τοιαύτῃ σακκοφορίᾳ καὶ παντελεῖ πτωχείᾳ, ἐλογίσατο ὡς ἕνα τῶν πτωχῶν αὐτὸν ἄνωθεν τυγχάνειν, καὶ εἰς συμπάθειαν κληθεὶς ἐκέλευσεν ἔρχεσθαι αὐτοὺς καθ᾿ ἑκάστην καὶ μετέχειν τῆς τραπέζης αὐτοῦ. λέγει τοίνυν ὁ Ἀντώνιος τῷ μαθητῇ ἑαυτοῦ· «ἰδού, ὀλιγόπιστε, αὖθις ὁ κύριος πεποίηκεν οἰκονομίαν ἵνα ἔχωμεν τὸν ἄρτον ἡμῶν ἀφροντίστως καὶ χωρὶς κόπου.» ἦν γὰρ ἀπειπὼν ἤδη ὁ Σάβας τοῖς πόνοις τῆς ἀπαρακλήτου διαίτης καὶ φυγὴν μελετῶν.

42. καταλαβούσης δέ ποτε τῆς μνήμης τῶν κορυφαίων ἀποστόλων Πέτρου καὶ Παύλου, κέκληκεν μετὰ τῶν λοιπῶν φίλων καὶ τὸν ἡσυχαστὴν Ἀντώνιον ὁ ἐπίσκοπος· εἰώθει γὰρ τὴν μνείαν ταύτην τῶν ἀποστόλων ἐπιτελεῖν. φεύγων δὲ ὁ Ἀντώνιος τὴν ἐκ τοῦ κόρου βλάβην οὐκ ἠθέλησεν ἀπελθεῖν εἰς τὸ ἄριστον, ἀλλὰ δέδωκεν ἑαυτὸν εἰς τὴν κατὰ τὴν Ποταμίαν ἔρημον. καὶ ἐν τῷ βαδίζειν ἠρέμα ἤκουσε κτύπον βαρύτατον ὡς κατακυλιομένων λίθων μεγίστων ἀπὸ συνωθήσεως βιαιοτέρας, καὶ μετὰ πολὺ [λεγε· βραχὺ] ὁρᾷ δράκοντα φοβερώτατον διερχόμενον πρὸς τὸ πέραν, καὶ κλονηθεὶς τῷ φόβῳ ἔπεσεν πρηνὴς εἰς τὴν γῆν. ἀναστὰς δὲ ἐκεῖθεν, μετὰ τὴν διάβασιν τοῦ ἑρπυστῆρος ἔρχεται πρὸς τὸν μακαρίτην Παῦλον τὸν ἐπίσκοπον καὶ διηγεῖται αὐτῷ τὴν ὀπτασίαν λέγων ὅτι· «ὡς οἶμαι, δέσποτα, διὰ τὸ παρακοῦσαί με τῆς σῆς ἁγιωσύνης εἰς θάνατον ἐξεδόθην, καὶ εἰ μὴ αἱ εὐχαί σου προκατελάβοντο, Ϡπαρῴκησεν ἂν ἡ ψυχή μου τῷ ᾅδῃ.Ϡ»

43. ἄλλοτε πάλιν παραβαλὼν ὁ Ἀντώνιος τῷ ἐπισκόπῳ ἐκάθισεν μετ᾿ αὐτοῦ εἰς τὴν τράπεζαν, παρόντων καὶ ἑτέρων φίλων μοναχῶν τε καὶ λαϊκῶν· ὁ δὲ Παῦλος ὡς ἅτε πτωχοῦ καταφρονῶν τοῦ Ἀντωνίου, πάντοτε ὑφεδρεύειν αὐτὸν παρεσκεύαζεν.
[p. 216] ὁ οὖν ἐγγὺς αὐτοῦ καθεζόμενος κοσμικός, Συλαιώτης ὤν, κατεμάνθανεν αὐτὸν ἀπό τε φωνῆς καὶ τεκμηρίων τινῶν σωματικῶν· μετὰ δὲ τὸ ἀναστῆναι πάντας καὶ ἀπελθεῖν τὸν Ἀντώνιον εἶπεν ὁ ἀνὴρ πρὸς τὸν ἐπίσκοπον Παῦλον· «ὄντως, δέσποτα, ὡς νομίζω, ὅτι ὁ ποτὲ στρατηγὸς ἡμῶν ἐστιν ὁ πτωχὸς <μοναχὸς> ἐκεῖνος· ἀλλ᾿ εἰ κελεύσεις [λεγε· κελεύεις] καταλαμβάνω αὐτὸν καὶ μανθάνω τὸ ἀληθές· πάνυ γὰρ ἤθελον αὐτῷ συντυχεῖν διὰ τοσούτου χρόνου, καθότι εὐσεβὴς γέγονεν ὁ ἀνὴρ καὶ πολλοῖς ἀγαθοῖς ἐτρύφων ἐπὶ τῶν ἡμερῶν *** [λαχυνα συππλεμεντεδ βψ Εᾳεργετινοσ ανδ τηε Πετρονασ φραγμεντ πυβλισηεδ βψ Ηαλκιν] τῆς τοῦ ὁσίου τούτου ὄψεως καὶ συνδιαιτήσεως καὶ εὐχῶν μετασχεῖν σὺν τῷ ἐμῷ πνευματικῷ πατρί, κατ᾿ ἀρχὰς τῆς ἐμῆς ἀποταγῆς πρὸς αὐτὸν ἐληλυθὼς εἰς τὸ τῶν Ἁγίων Πάντων ἐναύλισμα.
44. οὕτως τοιγαροῦν τῷ θεῷ εὐαρεστήσας ὁ ἀοίδιμος οὗτος καὶ νέος Ἀντώνιος μετετέθη σὺν τῷ ἐν πνεύματι υἱῷ αὐτοῦ Πετρωνᾷ εἰς τὰς αἰωνίους μονὰς τῇ πρὸ τριῶν εἰδῶν νοεμβρίων, τεσσαράκοντα ἐτῶν ἀπομονάσας καὶ τοσούτοις ἐνιαυτοῖς ἐν τῷ σχήματι δοξάσας τὸν κύριον, εἴκοσι μὲν καὶ τρεῖς χρόνους ἔξω τῆς βασιλευούσης διαπρέψας καθ᾿ ὃν εἴρηται τρόπον, ἑπτακαίδεκα δὲ ἐν τῷ ἄστει πολιτευσάμενος. ὃν δὴ καὶ ἡμεῖς ὡς οἷόν τε μιμησώμεθα, ἁγνείᾳ καὶ ταπεινώσει τὴν ψυχὴν καὶ τὸ σῶμα κατακοσμοῦντες, καὶ προσευχαῖς καὶ νηστείαις καὶ τῇ τῶν γραφῶν μελέτῃ τὸν νοῦν οὐρανοφοίτην ἀπεργαζόμενοι, ὅπως καὶ τῆς αὐτῆς αὐτῷ μετασχόντες χάριτος τύχωμεν τῶν αἰωνίων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ ζωοποιῷ αὐτοῦ καὶ ἰσουργῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

***[Εᾳεργετινοσ p. 478]***

1. ὁ ὅσιος πατὴρ οὗτος Ἀντώνιος, ἐξ ἀρχοντικῆς ἀξίας τῇ μοναδικῇ προσελθὼν πολιτείᾳ, καὶ ὑπερφυεῖς ἀγῶνας καθ᾿ ἑαυτὸν ἐν ἡσυχίᾳ ἀγωνισάμενος ἐπὶ χρόνους μακρούς, μετὰ ταῦτα, ἀναγινώσκων ποτὲ τὴν τῶν ἀρετῶν θείαν Κλίμακα, εὑρίσκει ἐν τῷ τέλει τοῦ περὶ ὑπακοῆς λόγου λέγοντα τὸν διδάσκαλον· Ϡὅς τις καθ᾿ ἡσυχίαν καθήμενος ἐπέγνω τὴν ἑαυτοῦ ἀσθένειαν, καὶ μετελθὼν πέπρακεν ἑαυτὸν ὑπακοῇ, οὗτος, τυφλὸς ὤν, ἀκόπως πρὸς Χριστὸν ἀνέβλεψε.Ϡ τοῦτο τοίνυν τὸ ῥητὸν ἐν διανοίᾳ περιστρέφων, ἔλεγεν ἐν ἑαυτῷ· μετὰ τοσούτους κόπους καὶ καμάτους ἀσκήσεως, ἀκμὴν τυφλὸς καὶ πότε ἆρα ἀναβλέψαι προθυμηθῶμεν καὶ καταλιπὼν τὴν μονιὰν καὶ τὸν ἀναχωρητικὸν βίον, δίδωσιν ἑαυτὸν εἰς κοινοβιακὸν στάδιον.

2. ἐλθὼν οὖν εἰς τὸ κατὰ τὴν Κίον τῆς Βιθυνῶν ἐπαρχίας διαβόητον κοινόβιον, ἔμεινεν εἰς τὸ ξενοδοχεῖον ἐπὶ ἡμέρας τινὰς ὡς εἷς τῶν πτωχῶν, μηδενὶ μηδὲν εἰρηκὼς· ἐπεὶ δὲ ἐτρέφετο μετὰ τῶν πενήτων ἐφ᾿ ἑκάστης, μὴ ἀνασχόμενος δωρεὰν ἄρτον ἐσθίειν, ἀνήρχετο εἰς τὸ πλησίον ὄρος καὶ ἐποίει φορτίον φρυγάνων, καὶ φέρων τοῖς ἰδίοις ὤμοις, ἐτίθει παρὰ τὸν πυλῶνα· ὅπερ ἰδὼν ὁ ἐπιτεταγμένος τὴν τῶν ξένων φροντίδα, λέγει αὐτῷ· «τί ποιεῖς, ἀββᾶ οὐ χρείαν ἔχει τὸ μοναστήριον τοῦ κόπου σου· οἱ ἐνταῦθα παραγινόμενοι ἀγάπην ἐσθίουσιν, εὐχαριστοῦντες τῷ θεῷ.» λέγει πρὸς αὐτὸν ὁ Ἀντώνιος· «καί γε ἐγὼ ἔγνωκα· ἀλλ᾿ ἐπειδὴ ἀργὸς οὐ φέρω καθέζεσθαι, τοῦτο προθέσει ἰδίᾳ ποιῶ καὶ ἀναπαύομαι.» ἐπιμένοντος αὐτοῦ τῷ πυλῶνι τούτῳ τῷ τρόπῳ καὶ μηδὲν λέγοντος, ἀναφέρει ὁ ξενοδόχος τὰ κατ᾿ αὐτὸν τῷ ἡγουμένῳ· ἦν δὲ οὗτος Ἰγνάτιος ὁ ἀοίδιμος, ὁ καὶ τὸ μοναστήριον ἰδίοις κόποις ἐν κυρίῳ δειμάμενος.

3. λέγει οὖν ὁ πατὴρ πρὸς τὸν ξενοδόχον· «ἐρώτησον αὐτὸν τί ζητῶν προσκαρτερεῖ τῷ πυλῶνι» ἐρωτηθεὶς δὲ ὁ Ἀντώνιος πρὸς τοῦ ἀδελφοῦ, ἔφη· «ξένος μέν εἰμι τῶν ἐνταῦθα, βούλομαι δὲ σὺν Θεῷ μεθ᾿ ὑμῶν συνοικῆσαι ὠφελείας χάριν.» ταῦτα μαθὼν ὁ ἡγούμενος ἐκέλευσεν αὐτὸν εἰσελθεῖν· καὶ θεασάμενος, ἐπέγνω αὐτὸν ὅστις ἦν, (ἦν γὰρ ἔχων ἀκοὴν τῆς ὑψηλῆς αὐτοῦ πολιτείας), εἶτα λέγει αὐτῷ· «τί πρὸς ἡμᾶς ἐσκύλης, ἀββᾶ» ἔφη αὐτῷ ὁ Ἀντώνιος· «ἵνα γένωμαι ὡς εἷς ἐξ ὑμῶν τῇ ἀρετῇ, ἐλλιπῶς ἔχων πρὸς ταύτην ἕως ἄρτι.»

4. λέγει πρὸς αὐτὸν ὁ προεστώς· «οὐ δύνασαι γενέσθαι ὑποτακτικός, τοσούτοις ἔτεσιν ἑαυτῷ ζήσας καὶ θεῷ· πολλοὶ γὰρ ἰδίῳ θελήματι στηριζόμενοι, ᾗ τινι ἂν τῶν λοιπῶν ἀρετῶν ἐπεχείρησαν, κατώρθωσαν ταύτην· λέγω δὴ ἐγκράτειαν, νηστείαν, ἀκτημοσύνην, κακουχίαν σώματος· οὓς πολλάκις ὁ κοινοβιακὸς δοκιμάσας νόμος, διὰ τὸ τῆς ταπεινοφροσύνης ἐνδέον, ἀδοκίμους ἀπέφηνε καὶ ἐν οἷς ἐδόκουν εἶναι καλοῖς.» ἔφη ὁ Ἀντώνιος· «τοῦτο κἀγὼ μαθὼν ἐκ τῆς θεοπνεύστου τῶν πατέρων διδασκαλίας, ὡς μήπω τῶν οὐδῶν ἐπιβὰς τῆς ἀρετῆς, φέρων ἐμαυτὸν ὑμῖν παραδέδωκα εἰς δουλείαν, ὡς ἂν δι᾿ ὑμῶν ἀρχὴν βάλω ἐν Χριστῷ τῆς παρ᾿ ἡμῖν ἐπιστημονικῶς εὐθετουμένης ζωῆς.»

5. μετὰ οὖν τὸ εἰπεῖν ταῦτα, εἰσδεχθεὶς ὁ Ἀντώνιος, ἐπετράπη παρὰ τοῦ ἡγουμένου τὴν τῆς ἐκκλησίας ἐν πρώτοις ποιεῖσθαι ὑπηρεσίαν, ὡς βαρυτάτην οὖσαν καὶ τοῖς πολλοῖς παραιτητέαν. ἐπιμείνας οὖν ἐν τῇ διακονίᾳ ταύτῃ χρόνον τινά,
[Εᾳεργετινοσ p. 479] καὶ μὴ ἀρκεσθεὶς τῇ ἐντεῦθεν αὐτῷ προσγινομένῃ ταλαιπωρίᾳ, προσελθὼν λέγει τῷ προεστῶτι· «ἐγὼ διὰ κόπον περισσότερον ἦλθον ἐνταῦθα, καὶ ἥν μοι ἐπέτρεψας ἐκτελεῖν διακονίαν, ἐλαφρά ἐστι πρὸς ἐμέ.»

6. ταῦτα ἀκούσας ὁ ἡγούμενος, παραδίδωσιν αὐτὸν τῷ πρωτεργάτῃ τῶν ἀμπέλων πρὸς τὸ κλαδεύειν αὐτὰς σὺν τοῖς λοιποῖς ἀδελφοῖς. ἀπείρως οὖν ἔχων πρὸς τὴν τοιαύτην ὑπουργίαν, πολλαχῶς ἔπληττε τοὺς ἑαυτοῦ δακτύλους· ὅθεν καὶ δυσαχθῶς πρὸς τὸ ἐπιτήδευμα διέκειτο· ὅμως ἐπιμείνας τὸν ἅπαντα χρόνον τοῦ κλάδου, πάλιν τῷ καιρῷ τῆς σκαφῆς ἀμφεπονεῖτο περὶ αὐτάς, κοπιῶν ἰσχυρότατα· ἤδη δὲ τῶν καρπῶν περκαζόντων, τὴν τούτων φυλακὴν αὐτὸς ἐγχειρίζεται.

7. ἐρχόμενοι τοίνυν τινὲς τῶν ἀδελφῶν, οἱ ἀμελέστεροι, ἢ κατὰ δοκιμὴν ἴσως, ἐζήτουν σταφυλὰς λαβεῖν· πρὸς οὓς ἔλεγε· «συγχωρήσατέ μοι, ἀδελφοί, ὅτι οὐκ ἐπετράπην τοῦτο ποιεῖν· ἰδοὺ αἱ ἄμπελοι πρόκεινται ὑμῖν καὶ εἰ βούλεσθε, λαβετε ἀφ᾿ ἑαυτῶν· καὶ ἐὰν ἄρητε, πάλιν ἀνάγκη μοι ἐπίκειται, ἵνα ἐξαγγείλω τῷ ἡγουμένῳ.» κἀκεῖνος γὰρ καθ᾿ ἑκάστην μετὰ τῶν λοιπῶν τοὺς λογισμοὺς αὐτοῦ τῷ προεστῶτι ἐξήγγελλε.

8. ταῦτα ἀκούοντες οἱ ἀδελφοὶ ἀνεχώρουν ἄπρακτοι. οἷα δὲ καὶ πρὸς ἑαυτὸν διεξῄει· καθεζόμενος τὸ μεσηβρινὸν ἐν τῇ σκηνῇ, καὶ τοὺς φθεῖρας ἀποσυνάγων ἐκ τοῦ ἰδίου ἐνδύματος, ἔλεγε πρὸς τοὺς ἑαυτοῦ λογισμούς· «ὄντι μοι καθ᾿ ἡσυχίαν, ἐλέγετε ὅτι οὐδὲν ὠφελεῖς ἐνταῦθα ταλαιπωρούμενος, καὶ ἄμισθον ἐποιεῖτε τὴν ἐν μονιᾷ διαγωγήν· ἠγάγετέ με ἐνταῦθα καὶ πάλιν ἐκείνης τοὺς πόνους μακαρίζετε, βουλόμενοί με τῆς τῶν ἀδελφῶν διαστῆσαι ζωῆς» ταῦτα μετὰ δακρύων ἐν πόνοις καρδίας λογιζόμενος πολλάκις καὶ πρὸς ἑαυτὸν λέγων, ὑπό τινος πνευματικοῦ γέροντος κατελαμβάνετο· ὑφ᾿ οὗ καὶ λόγοις παρεμυθεῖτο φιλαδελφίας καὶ οὕτως ὑπέφερε τοὺς πειρασμοὺς ὁ Ἀντώνιος διὰ τὴν μέλλουσαν μισθαποδοσίαν.

9. μετὰ γοῦν τὸ παρελθεῖν τὸν καιρὸν τοῦ τρυγητοῦ, παραδίδοται δουλεύειν εἰς τὸ τραπεζαρεῖον, ἔνθα δὴ καὶ συνέβαινεν αὐτῷ κοπιᾶν περισσοτέρως, ἕως τρίτης ὥρας σχεδὸν τῆς νυκτὸς τυρβαζομένῳ ἐν τῇ τῶν εἰσιόντων καὶ ἐξιόντων ὑποδοχῇ καὶ λειτουργίᾳ, ὑφ᾿ ὧν πολλάκις καὶ ἀτιμίαις ἐπλύνετο, οἷα φιλεῖ πολλάκις ἐπὶ τῶν τοιούτων συμβαίνειν. γυμναζόμενος δὲ ἐν ταῖς τοιαύταις διακονίαις χρόνον ἤδη συχνόν, τό τε ἱμάτιον ἑαυτοῦ καὶ τὰ ὑποδήματα κατέτριψεν, ἅπερ ὑποδήματα κατεδέξατο φορέσαι, διὰ τὴν τοῦ μακαρίτου ἐπισκόπου Παύλου παράκλησιν· τὸν γὰρ πρὸ τοῦ τῆς ἀσκήσεως ἅπαντα χρόνον γυμνοποδῶν ἦν.

10. τότε οὖν, ὡς εἶπον, τούτων κατατριβέντων, τοῦ χειμῶνος ἐνστάντος, ἐπήγνυτο ὑπὸ τοῦ κρύους, τοῦ ἡγουμένου τέως ἀναβαλλομένου δοῦναι αὐτῷ τὴν ἀναγκαίαν τοῦ σώματος σκέπην δοκιμαστικῶς, εἰς ὠφέλειαν τῶν ἀφερεπόνων καὶ αὐτοῦ περισσότερον μισθόν. ὅθεν δὴ καὶ οἱ πόδες αὐτοῦ ἐκ τῆς πρὸς τὰ μάρμαρα ὁμιλίας ῥῆξιν ὑπομείναντες, ἄλγος αὐτῷ οὐ τὸ τυχὸν ἐνεποίουν. θεωροῦντες δὲ οἱ ἀδελφοὶ τὴν πολλὴν αὐτοῦ βίαν καὶ ἀνάγκην, ὁ μὲν κώδιον αὐτῷ ἐπέρριπτεν, ὁ δὲ καλίγια εἰς τὸ ὑποδήσασθαι, ὧν οὐδὲν ὁ πύκτης δεχόμενος, εἰς τὴν τοῦ προεστῶτος ἑώρα κρίσιν, λέγων τοῖς ἀδελφοῖς· «γινώσκειν οἶδα τὸν πατέρα ἡμῶν, ὧν ἐπιδέομαι ὑστερούμενος· αὐτῷ οὖν καταλιμπάνω τὴν περὶ ἐμοῦ οἰκονομίαν, ἕως ὅτου ὁ θεὸς πληροφορήσει αὐτὸν χάριν τῆς ἐμῆς ταπεινώσεως.»

11. ἐν τούτοις τοιγαροῦν τῆς χειμερίου τροπῆς διαλυθείσης, καὶ τοῦ ἔαρός τε
[Εᾳεργετινοσ p. 480] καὶ θέρους παραλλαξάντων, καὶ αὐτοῦ ἀπρονοήτου ἔτι διαθλεῖν ἐγκαταλειφθέντος, ἡττηθεὶς τῇ πολιορκίᾳ τῶν ἐντὸς λογισμῶν καὶ τῶν ἐκτὸς ἐλλείψεων, πρόσεισι τῷ γυμναστῇ καί φησι· «δέσποτα, ἐὰν οὐχ ἱκανοῖ τὸ μοναστήριον δοῦναι καὶ ἐμοὶ τὰ πρὸς τὴν χρείαν, ἐπίτρεψον καὶ διὰ φίλων ποιήσω τὴν ἐμαυτοῦ ὑπηρεσίαν.» ὁ δὲ θεῖος ἐκεῖνος ποιμήν, εἰς ὅπερ ἐβούλετο τοῦτον ἑαλωκώς, λέγει πρὸς αὐτόν· «πᾶσαν τὴν περιοικίδα ἐν Χριστῷ τρέφει τὸ μοναστήριόν μου, καὶ σὲ οὐκ ἰσχύει ἐνδῦσαι καὶ ὑποδῆσαι ἤκουον πάλαι περὶ σοῦ ὅτι ἀγωνιστὴς εἶ, καὶ ὑπομονητικὸς ἐν ταῖς σωματικαῖς περιστάσεσι· νυνὶ δέ, οὐδὲν ὧν ἤκουσα θεωρῶ ἐπὶ σέ· πάντα τὰ ἐν τῷ κόσμῳ περιόντα σοι κατέλιπες διὰ τὸν θεόν, καὶ εἰς κόπους ἑαυτὸν καὶ πτωχείαν δέδωκας, ἡσυχάσας ἐν τῇ ἐρήμῳ καλῶς ἐπὶ πλείστους χρόνους, καὶ τὰς ἀνάγκας ὑπομείνας τοῦ σώματος, καὶ ἵνα ἔλθῃς πρὸς ἡμᾶς ὀλιγόψυχος γέγονας καὶ ἀκαρτέρητος ἐν τοῖς μικροῖς τούτοις γυμνάσμασιν, ἀνέσεις ἐπιζητῶν ὡς εἷς τῶν ἀμελεστέρων καὶ μὴ σαφῶς ἀποβλεπόντων εἰς τὴν μεγάλην τοῦ Χριστοῦ μισθαποδοσίαν» καὶ ἐξουδενώσας αὐτόν, ἀπεριλόγητον εἴασεν ἀπελθεῖν.

12. τοὺς τοιούτους οὖν καυτῆρας ὁ ἀθλητὴς τοῦ Χριστοῦ δεξάμενος Ἀντώνιος, διέμεινεν ἐγκαρτερῶν τοῖς κατὰ θεὸν θλιβεροῖς, καθ᾿ ἑκάστην δάκρυσιν ἑαυτὸν κατακλύζων, καὶ ἐγκρατείᾳ τῇ τοῦ σώματος διαφόρως ἀποκαθαίρων· συνεχωρήθη γὰρ αὐτῷ παρὰ τοῦ ποιμένος νηστεύειν τε καὶ ἀγωνίζεσθαι, ὡς βούλεται, ἵνα μὴ δόξῃ κατόπιν ἐληλακέναι τῆς καθ᾿ ἡσυχίαν αὐτοῦ προτέρας διαγωγῆς· ὅθεν οὐδ᾿ ἐπὶ κλίνης κοιτάζεσθαι κατεδέξατο, ἀλλ᾿ ἐπὶ καθισματίου κτιστοῦ μικρὸν ὑπτιούμενος μετελάμβανε τοῦ ὕπνου, καὶ πρὸ τῆς ὥρας τοῦ κρούσματος αὖθις ἀνιστάμενος, ηὔχετό τε καὶ ἐστιχολόγει καὶ τοῖς ἀγαθοῖς τῆς ψυχῆς ἐπιμελῶς ἐνετρύφα.

13. ἐπεὶ οὖν ὁ Ἀντώνιος δόκιμος διὰ τὴν μεγάλην αὐτοῦ ὑπομονὴν τῷ τε πατρὶ καὶ τοῖς ἀδελφοῖς ἐκρίνετο, ἐλάμβανον αὐτὸν καὶ οἱ γηπόνοι τῶν ἀδελφῶν, καὶ τὴν μάκελλαν ἐγχειρίζοντες ἐπέτρεπον αὐτῷ ἐκριζοῦν καὶ ἀποτέμνειν τὰς νάπας τε καὶ τοὺς θάμνους, κάθιδρως δὲ τῷ κόπῳ καὶ κεκμηκὼς ὅλος γινόμενος, κρυφίοις καρδίας χείλεσιν ἔλεγε πρὸς τὸν θεόν· «ἴδε, κύριε, τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.» καὶ γοῦν ἐν μιᾷ νυκτὶ βλέπει καθ᾿ ὕπνους ἄνδρα τινὰ ἔνδοξον, τρυτάνην ἐπιφερόμενον, ἧς ἡ εὐώνυμος πλάστιγξ ἐδόκει φέρειν τὰ αὐτοῦ ἀπὸ νεότητος ἁμαρτήματα, ἡ δὲ ἑτέρα τὴν μάκελλαν τῶν κατὰ θεὸν αὑτοῦ κόπων, ἥτις καὶ βαρήσασα, διεσκόρπισε τὰ τῶν παραπτωμάτων εἴδη· καὶ ἀποκριθεὶς ὁ ἀνὴρ ἐκεῖνος ἔφη τῷ Ἀντωνίῳ· «ἰδοὺ ἐδέξατο κύριος ὁ θεὸς τοὺς κόπους σου καὶ συνεχώρησε τὰς ἁμαρτίας σου.»

14. μετὰ ταῦτα ἑωρακὼς ὁ προεστὼς τὴν ἐν τοσούτῳ χρόνῳ ὑπομονὴν αὐτοῦ, καὶ ὅτι ἱκανῶς ἐπυρώθη τοῖς τῆς ὑποταγῆς ἐμπύροις ἀθλήμασι, καὶ τέθεικε λοιπὸν τὸν λογισμὸν ἑαυτοῦ ὑπομεῖναι διὰ θεὸν πᾶν ὃ ἂν ἐπαχθῇ αὐτῷ μεγαλοψύχως, προσκαλεσάμενος κατ᾿ ἰδίαν λέγει αὐτῷ· «ὁ θεὸς τὸν μισθὸν παράσχοι, πάτερ, τῶν τῶν ὠφεληθεισῶν ψυχῶν τῇ σῇ πρὸς ἡμᾶς ἀφίξει καὶ κατὰ θεὸν πολιτείᾳ, ὅτι οὐδέπω οὕτως ἐβελτιώθησαν οἱ ὑπ᾿ ἐμὲ ἀδελφοί, ὡς ἐπὶ τῇ σῇ θεοπέμπῳ παρουσίᾳ καὶ τελείᾳ ὑπακοῇ.» καὶ ἐκβαλὼν δέδωκεν αὐτῷ ἱμάτιον καὶ ὑποδήματα, καὶ εἴ τι τούτοις ἑπόμενόν ἐστι· καὶ ἦν ἐξ ἐκείνου ὡς οἱ λοιποὶ τῶν ἀδελφῶν, ἔχων τὴν χρείαν τοῦ σώματος· εἴ τι γὰρ ᾔδει ὁ ἡγούμενος ὅτι λείπει αὐτῷ, κρυφίως εἰς τὸ κοιτάριον αὐτοῦ ἀπετίθει, ὅπερ ἀναστρέφων εὕρισκεν ὁ Ἀντώνιος.

******************************************************