Βίος καὶ Πολιτεία τοῦ Ὁσίου Ἰωσὴφ τοῦ Ὑμνογράφου (815-886)

[Συναξάριον ἐκ τοῦ Μηναίου] [Βίος ἐν P.G. Migne] [Βίος ὑπὸ Ἰωάννου] [Λόγος ὑπὸ Ἰωάννου]


ΣΥΝΑΞΑΡΙΟΝ

(Ἐκ τοῦ Μηναίου)

Τῇ Γ´ τοῦ μηνὸς Ἀπριλίου, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωσὴφ τοῦ Ὑμνογράφου.

Στίχ. Ζῶντος Θεοῦ σὺ θεῖος ὑμνητής, Πάτερ.
Ἐγὼ δέ σου θανόντος ὑμνητὴς νέος.

Οὗτος τῆς Σικελῶν ἐπαρχίας ὑπῆρχε, γεννητόρων Πλωτίνου καὶ Ἀγάθης, ἐπιεικὴς καὶ εὐσεβὴς τὸν τρόπον, καὶ τῇ μελέτῃ τῶν θείων Γραφῶν ἀεὶ σχολάζων. Ἁλωθείσης δὲ τῆς πατρίδος αὐτοῦ ὑπὸ τῶν Ἀγαρηνῶν, οὗτος σὺν τῇ μητρὶ καὶ ἀδελφοῖς πρὸς τὴν τοῦ Πέλοπος ἀνήχθη· κἀκεῖθεν πρὸς τὴν Θεσσαλονίκην, ἔνθα τὸν μοναστὴν ὑπέρχεται βίον, καὶ πρὸς τοὺς πνευματικοὺς ἀγῶνας ἀποδύεται· κλίνη γὰρ ἦν αὐτῷ ἔδαφος κῳδίῳ καλυπτόμενον· χιτὼν ἀφελής· τροφή, ἄρτος βραχύς· ποτόν, ὕδωρ· στάσις παννύχιος· γονάτων κατάκλισις· συνεχεῖς ὕμνοι ἐπὶ στόματος· ἐργόχειρον, καλλιγραφία· ἡ ἐκ ταύτης σχολή, ἀνάγνωσις τῶν θείων Γραφῶν. Ἐκ τούτων γέγονε πρᾶος, σεμνός, μέτριος, ἁπλοῦς, ἀκέραιος, καὶ τὰ τούτοις ἑπόμενα. Τούτοις πλουτῶν, χειροτονεῖται πρεσβύτερος.

Χρόνος οὐχὶ συχνός, καὶ μετὰ Γρηγορίου, ᾧ τοῦ Δεκαπολίτου προσηγορία, ἀνδρὸς ἐλλογίμου, τῇ Κωνσταντίνου πόλει ἐπιδημεῖ· μεθ᾿ οὗ τῷ ναῷ τοῦ Ἁγίου Μάρτυρος Ἀντίπα ἐγκλείεται, σκληραγωγίαις καὶ ἀσκητικοῖς πόνοις ἐπαγαλλόμενος.

Ἐπεὶ δὲ ἡ χριστομάχος αἵρεσις ἀνεφύη τῶν Εἰκονομάχων, καὶ ὁ μακάριος εἰς Ῥώμην ἀπέπλεεν, εἰς τοῦτό τινων αὐτὸν ἀξιωσάντων, νῆες ἐπιστᾶσαι βαρβαρικαί, δεσμώτην εἰς Κρήτην ἀπήγαγον καὶ τῇ εἱρκτῇ ἐναπέθεντο. Πάντας δὲ ἐδίδασκε τὴν τῆς σωτηρίας ὁδόν, καὶ πολλοὺς ἐκ τῶν τοῦ διαβόλου χειρῶν ἐλυτρώσατο. Ἔνθα ἱεροπρεπής τις ἀνὴρ αὐτῷ ἐπιστάς, Ἐκ Μύρων τῆς Λυκίας ἐνταῦθα πάρειμι, ἔφη· ἀλλὰ δέξαι ταύτην τὴν κεφαλίδα. Ὁ δέ, λαβών, ὁμοῦ τε ἀνεγίνωσκε καὶ ἔψαλλε· Τάχυνον ὁ Οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων εἰς τὴν βοήθειαν ἡμῶν· ὅτι δύνασαι βουλόμενος· καὶ τὸ ἆδόμενον ἔργον πρωίας ἐγένετο· τότε γὰρ τοῦ τῆς αἱρέσεως προμάχου ἐκποδὼν γενομένου, ἡ τοῦ Θεοῦ Ἐκκλησία τῶν σεπτῶν εἰκονισμάτων ἀπείληφε τὴν εὐπρέπειαν· καὶ ὁ τίμιος Ἰωσήφ, ἐλευθερωθεὶς τῆς Κρήτης, πρὸς τὴν Κωνσταντινούπολιν διεσῴζετο.

Ἐπεὶ δὲ λείψανον ἱερώτατον τοῦ μεγάλου Ἀποστόλου Βαρθολομαίου παρά τινος λαβὼν εἶχε, καὶ ναὸν ἐπ᾿ ὀνόματι τούτου, συνάμα τῷ κλεινῷ Γρηγορίῳ, ἐδείματο, καὶ ἐν φροντίδι πλείονι καθειστήκει καὶ μελῳδήμασι τὰς αὐτοῦ πανηγύρεις κατακοσμῆσαι, σὺν δάκρυσί τε καὶ στεναγμοῖς ἠξίου τοῦ ποθουμένου τυχεῖν· τοιγαροῦν καὶ ἐπέτυχεν. Ὁρᾷ γὰρ ἄνδρα τινὰ φοβερόν, ἐν Ἀποστολικῷ τῷ σχήματι, ἀπὸ τῆς ἱερᾶς τραπέζης Εὐαγγέλιον ἀράμενον, καὶ τοῖς αὐτοῦ στέρνοις ἐπιθέντα καὶ εὐλογίας αὐτὸν ἀξιώσαντα. Τοῦτο δὲ ἦν ἀπαρχὴ τοῦ θείου χαρίσματος· οὕτω γὰρ ἀπόνως μετ᾿ εὐκολίας τὰς ἱερὰς μελῳδίας τοῖς αἰτουμένοις παρεῖχεν, ὡς εἶναι νομίζειν τινὰς μὴ ἐξ ἑαυτοῦ ταύτας γεννᾶν, ἀλλ᾿ ἐκμανθάνειν ἀλλαχοῦ πρότερον καὶ ἀποστοματίζειν, καὶ οὕτω τοῖς αἰτουμένοις παρέχειν· τὸ δὲ μὴ τοιαύτην ἔχειν τὴν ὑπόθεσιν, ἀλλ᾿ ἐκ θείου χαρίσματος, καθὰ προέφημεν, ταῦτα προφέρειν πεπίστευται.

Ἐντεῦθεν τοῖς ἁπάντων στόμασιν ᾄδεται, καὶ πᾶσι ποθεινὸς καὶ ἐπέραστος, οὐ μόνον ἰδιώταις καὶ ἄρχουσιν, ἀλλὰ καὶ αὐτοῖς τοῖς βασιλεῦσι γίνεται. Καὶ ὑπερορίᾳ μὲν παρὰ τὸ δέον καταδικάζεται· ἀλλ᾿ εὐθὺς ἀνακληθείς, τῶν ἱερῶν σκευῶν τῆς τοῦ Θεοῦ Ἐκκλησίας τὴν φυλακὴν πιστεύεται, Ἰγνατίου Πατριαρχοῦντος τοῦ θείου· οὗ μετὰ τὴν ἐκδημίαν, παρὰ Φωτίου στέργεται καὶ ἐκθειάζεται· (οὗτος γὰρ μετὰ τοῦτον Πατριάρχης ἀναδείκνυται) καὶ ὑπὲρ τῆς Ὀρθοδόξου Πίστεως ἀγωνιζόμενος, ἐξωρίσθη εἰς Χερσῶνα. Μετὰ δὲ τὴν τελευτὴν τοῦ τυράννου, ἀναῤῥυσθεὶς ἐκ Χερσῶνος παρὰ τῆς βασιλίδος Θεοδώρας, τῆς ποιησάσης τὴν Ὀρθοδοξίαν, καὶ πολλοὺς τῶν Ἁγίων αὖθις ὑμνολογήσας, ἐκοιμήθη, καὶ κατετέθη τὸ τίμιον αὐτοῦ Λείψανον ἐν τῇ Μονῇ, ἐν ᾗ κατάκειται.

Ἄνθρωπος δέ τις, ἔχων δοῦλον χρήσιμον, ἐπείπερ ὁ δοῦλος ἔφυγεν, ἀπελθὼν ὁ κύριος αὐτοῦ εἰς τὸν Ἅγιον Θεόδωρον τὸν Φανερωτήν, παρεκάλει αὐτὸν φανερῶσαι τὸν δοῦλον αὐτοῦ. Προσμείνας οὖν ἐν τῷ Ναῷ ἐπὶ τρισὶ νυχθημέροις, καὶ μηδὲν μαθών, λυπηθείς, ἐβούλετο ἀναχωρῆσαι. Ὄρθρου δὲ ὄντος, καὶ ψυχωφελοῦς ἀναγινωσκομένου λόγου, μικρὸν ἀφύπνωσε, καὶ ὁρᾷ τὸν Μάρτυρα λέγοντα αὐτῷ· Ἵνα τί λελύπησαι; Ἰωσὴφ ὁ ποιητής, κοιμηθεὶς ταύτῃ τῇ νυκτί, ἐπεσκέφθη παρ᾿ ἡμῶν πάντων, οὓς κανόσιν ἐτίμησεν ἡ ἁγία αὐτοῦ ψυχή· καὶ νῦν παραγέγονα τοῦ λοιποῦ δηλῶσαί σοι· Ἄπελθε κατὰ τὸν δεῖνα τόπον καὶ εὑρήσεις, ὃν ἐπιζητεῖς οἰκέτην σου.


Ἰωσὴφ ὁ Ὑμνογράφος
Βίος ὑπὸ Παναγιώτου Ν. Χαραβάνη, Ἐκπαιδευτικοῦ
Ἐν· ΕΛΛΗΝΙΚΗ ΠΑΤΡΟΛΟΓΙΑ MIGNE. ΤΟΜ.105.
ΚΕΝΤΡΟΝ ΠΑΤΕΡΙΚΩΝ ΕΚΔΟΣΕΩΝ (ΚΕΠΕ). ΑΘΗΝΑΙ 2004.

Ὁ Ἰωσήφ, υἱὸς τοῦ Πλωτίνου καὶ τῆς Ἀγάθης, ἐγεννήθη περὶ τὸ 816 εἰς τὴν Πάνορμον τῆς Σικελίας, τὸ σημερινὸν Παλέρμο, ὅπου καὶ ἐξεπαιδεύθη ἐπιμελῶς.

Κατὰ τὸν Ὀκτώβριον τοῦ 831 ἐγκατέλειψε μετὰ τῆς οἰκογενείας του τὴν ὑπὸ τῶν Ἀράβων πολιορκουμένην Πάνορμον καὶ κατέφυγεν εἰς Πελοπόννησον.

Περὶ τὸ τέλος τοῦ 831 ἀνεχώρησεν ἐκ τῆς Πελοποννήσου, πιθανώτατα διὰ τὴν Κωνσταντινούπολιν, προκειμένου νὰ ὁλοκληρώσῃ τάς διακοπείσας σπουδὰς του. Διερχόμενος ἐκ Θεσσαλονίκης, ἐπεσκέφθη τὴν σχολὴν τῆς Μονῆς Λατόμου, ὅπου ἐδιδάχθη τὴν ῥητορικὴν καὶ τὴν φιλοσοφίαν, ἐνῷ συνεπλήρωσε καὶ τὰς γνώσεις του εἰς τὴν ἀρχαίαν ἑλληνικὴν γλῶσσαν, ἐνῷ ἐκ παραλλήλου ἤσκει καὶ ἐδίδασκε τὴν τέχνην τῆς ἀντιγραφῆς χειρογράφων (καλλιγραφία). Προσελκυσθεὶς εἰς τὸν μοναχικὸν βίον, ἐκάρη μοναχὸς εἰς τὴν ἐν λόγῳ Μονὴν καὶ κατόπιν, περὶ τὸ 840, ἐχειροτονήθη ἱερεύς.

Κατόπιν αἰτήματος τοῦ Γρηγορίου Δεκαπολίτου, ὁ ἡγούμενος τῆς Μονῆς Λατόμου ἐπέτρεψεν εἰς τὸν Ἰωσὴφ νὰ ἀναχωρήσῃ διὰ τὴν Κωνσταντινούπολιν, ὅπου συνασκούμενος μετὰ τοῦ Γρηγορίου εἰς τὸν ναὸν τοῦ ἁγίου Ἀντίπα, ἐπεδόθη εἰς τὴν μελέτην τῆς Ἁγίας Γραφῆς καὶ τὴν ἀντιγραφὴν τῶν χειρογράφων.

Συμμετέσχεν ἐνεργῶς εἰς τὸν κατὰ τῶν εἰκονομάχων ἀγῶνα καί, ὡς ἔμπιστον πρόσωπον τῶν ἐν Κωνσταντινουπόλει ὀρθοδόξων, ἀπεστάλη, τῷ 841, πρὸς τὸν πάπαν Γρηγόριον Δ´ (827 - 844), προκειμένου νὰ ἐνημερώσῃ αὐτὸν περὶ τῶν δεινῶν, τὰ ὁποῖα ὑφίσταντο ὑπὸ τῶν εἰκονομάχων οἱ πιστοὶ τῆς Ἐκκλησίας Κωνσταντινουπόλεως. Κατὰ τὸν πρὸς τὴν Ῥώμην πλοῦν, τὸ πλοῖον του ἠχμαλωτίσθη ὑπὸ Σαρακηνῶν πειρατῶν καὶ ὡδηγήθη εἰς Κρήτην, ὅπου ὁ Ἰωσὴφ ἐφυλακίσθη. Μετὰ ἓν ἔτος, ὅμως, ἀφέθη ἐλεύθερος κατόπιν καταβολῆς λύτρων. Κατὰ τὴν εἰς Κωνσταντινούπολιν ἐπιστροφήν του, διερχόμενος διὰ τῆς Θεσσαλίας, ἔλαβε μεθ᾿ ἑαυτοῦ τὸ ὑπό τινος μοναχοῦ δωρηθὲν εἰς αὐτὸν λείψανον τοῦ ἁγίου ἀποστόλου Βαρθολομαίου, πρὸς τιμὴν τοῦ ὁποίου ἀνήγειρε ναὸν εἰς τὴν Βασιλεύουσαν.

Ἀφιχθεὶς εἰς τὴν βυζαντινὴν πρωτεύουσαν κατὰ τὸν Φεβρουάριον τοῦ 842, παρέμεινε μέχρι τοῦ 845 εἰς τὸν ναὸν τοῦ ἁγίου Ἀντίπα καὶ κατόπιν ἐπὶ πενταετίαν ὅλην εἰς τὸν ναὸν τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου, ἐξασκῶν καὶ διδάσκων τὴν τέχνην τῆς καλλιγραφίας.

Διὰ τὰς ἀνάγκας τῶν πολυπληθῶν μαθητῶν του ἀνεζήτησεν ἕτερον τόπον πλησίον τοῦ ναοῦ, ὅπου ἵδρυσε καλλιγραφικὸν ἐργαστήριον, τὸ ὁποῖον μετὰ τὴν ἀνακομιδὴν τοῦ λειψάνου τοῦ ἁγίου Γρηγορίου τοῦ Δεκαπολίτου καὶ τὴν ἀνέγερσιν ἱεροῦ ναοῦ πρὸς τιμὴν τοῦ ἁγίου Γρηγορίου καὶ τοῦ ἁγίου Ἀποστόλου Βαρθολομαίου, μετεμορφώθη εἰς μοναστήριον, ὑπὸ τὴν ἡγεσίαν του. Τότε διὰ τὰς ἀνάγκας τῶν μοναχῶν τῆς Μονῆς του ἤρχισε τὴν σύνταξιν κανόνων διὰ τὴν συμπλήρωσιν τῶν κενῶν τῆς Ὀκτωήχου, τῶν Μηναίων, τοῦ Τριῳδίου καὶ τοῦ Πεντηκοσταρίου.

Κατὰ τὸν Νοέμβριον τοῦ 858, διὰ αὐτοκρατορικοῦ διατάγματος, ἐξωρίσθη εἰς Χερσῶνα, λόγῳ τῆς ἀντιθέσεως του εἰς τὸν ἔκλυτον βίον τοῦ πανισχύρου καίσαρος Βάρδα. Μετὰ τὴν ἄνοδον εἰς τὸν θρόνον τοῦ Βασιλείου Α´, ἀνεκλήθη εἰς τὴν Κωνσταντινούπολιν, καθιστάμενος ἐκ τῶν στενότερων συνεργατῶν τοῦ ἀποκατασταθέντος πατριάρχου Ἰγνατίου, λαβὼν καὶ τὸ ἀξίωμα τοῦ σκευοφύλακος τῆς Ἁγίας Σοφίας, τὸ ὁποῖον διετήρησε καὶ κατὰ τὴν ἐπάνοδον τοῦ ἱεροῦ Φωτίου εἰς τὸν πατριαρχικὸν θρόνον. Ὀλίγον πρὸ τοῦ θανάτου του, ἐπισυμβάντος τὴν 3ην Ἀπριλίου 866, παρῃτήθη τοῦ ἀξιώματός του. Ἡ Ἐκκλησία τιμᾷ τὴν μνήμην του τὴν 3ην Ἀπριλίου.

Ὁ Ἰωσὴφ εἶναι ἐκ τῶν παραγωγικοτέρων ὑμνογράφων τῆς Ἐκκλησίας. Ἐπ᾿ ὀνόματί του παραδίδονται περὶ τοὺς 300 κανόνας, πολλὰ στιχηρὰ ἰδιόμελα καὶ κοντάκια, ἡ πλειονότης τῶν ὁποίων εὑρίσκεται εἰς τὰ ἐν χρήσει λειτουργικὰ βιβλία τῆς Ἐκκλησίας· τὰ Μηναῖα, τὴν Παρακλητικήν, τὸ Τριῴδιον καὶ τὸ Πεντηκοστάριον.

Κανόνες τοῦ Ἰωσὴφ δημοσιεύονται ἐν στήλ. 984 - 1421 τοῦ παρόντος τόμου (PG.105).

Πλὴν τῶν ποιητικῶν ἔργων τοῦ Ἰωσήφ, ἐπ᾿ ὀνόματί του παραδίδονται καὶ δύο ἐγκώμια εἰς τὸν ἅγιον ἀπόστολον Βαρθολομαῖον. Ἡ λατινικὴ μετάφρασις τοῦ πρώτου ἐγκωμίου δημοσιεύεται ἐν στήλ. 1421 -1426 τοῦ παρόντος τόμου.

Πλήρη κατάλογον τῶν Κανόνων, ἐκδεδομένων καὶ ἀνεκδότων τοῦ Ἰωσὴφ βλ. ἐν Ε.Ι.Τωμαδάκη, Ἰωσὴφ ὁ Ὑμνογράφος. Βίος καὶ ἔργον, διδακτορικὴ διατριβή, Ἀθῆναι 1971, σελ.107-232.


ΑΓΙΟΥ ΙΩΣHΦ ΤΟΥ ΥΜΝΟΓΡΑΦΟΥ
ΒΙΟΣ

Ὑπό Ἰωάννου Διακόνου

Acta Sanctorum Bolland. Aprilis, tom. I

PG.105, 931-933

Οὗτος ὑπῆρχεν ἐκ τῆς Σικελῶν ἐπαρχίας, γεννητόρων Πλουτίνου καὶ Ἀγάθης. Πορθηθείσης δὲ τῆς πατρίδος, σὺν μητρὶ καὶ ἀδελφοῖς διαφυλαχθείς, ἦλθεν εἰς Πελοπόννησον. Ἐκεῖθεν ἀπάρας ἦλθεν εἰς Θεσσαλονίκην. Πέντε καὶ δέκατον ἔτος ἄγων, ἀποκείρεται ἔν τινι μοναστηρίῳ, καὶ ᾖν διερχόμενος πᾶσαν τὴν θείαν Γραφὴν· ὅθεν καὶ τὴν τοῦ πρεσβυτέρου χειροτονίαν δέχεται, καὶ μετὰ Γρηγορίου τοῦ Δεκαπολίτου τῇ Κωνσταντινουπόλει καταλαμβάνει. Ἐπεὶ δὲ ἡ τῶν Εἰκονομάχων αἵρεσις αὖθις ἀνεφάνη, Λέοντος τοῦ δυσσεβοῦς Ἀρμενίου [βασιλεύοντος], παρεκάλεσαν τὸν ἅγιον Γρηγόριον οἱ ὀρθόδοξοι, στεῖλαι εἰς Ῥώμην τὸν Ἰωσήφ, μηνύσοντα τοῖς ἐκεῖσε τὸ συμβάν. Καὶ ὁ μὲν ἐξέπλει· πλοῖα δὲ ἐπιστάντα βαρβαρικὰ δεσμώτην εἰς Κρήτην ἀπήγαγον. Ἐν μιᾷ δὲ τῶν νυκτῶν ἐπιστὰς αὐτῷ τις ἱεροπρεπὴς τὴν ἰδέαν, Ἐκ Μύρων ἐνταῦθα πάρειμι, ἔφη· καὶ βιβλίον κρατῶν, διεκελεύετο λαβεῖν. Ὁ δὲ λαβών, ἀνεγίνωσκε καὶ ἔψαλλε· Τάχυνον, ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος. Καὶ τὸ ἀδόμενον, ἔργον πρωΐας ἐγένετο. Τότε γὰρ τοῦ τῆς αἱρέσεως προμάχου Θεοφίλου ἐξ ἡμῶν γενομένου, ἡ τοῦ Θεοῦ Ἐκκλησία τῶν σεπτῶν εἰκονισμάτων ἀπείληφε τὴν εὐπρέπειαν· καὶ ὁ τίμιος Ἰωσήφ, ἐλευθερωθεὶς τῆς εἱρκτῆς πρὸς τὴν Κωνσταντινούπολιν διεσῴζετο. Ἐν δὲ τοῖς ὁρίοις τῆς Θεσσαλονίκης γενόμενος, λείψανον εὑρὼν τοῦ ἁγίου ἀποστόλου Ἀνδρείου [ἐν ἄλλοις Συναξαρίοις λέγεται, τοῦ Βαρθολομαίου λείψανον], ἔλαβεν, καὶ ναὸν ἐπ᾿ ὀνόματι τούτου ἐδομήσατο· καὶ ἐν φροντίδι πλείονι καθεστήκει, μελῳδήμασι τὰς αὐτοῦ πανηγύρεις κατακοσμήσας, σὺν δάκρυσι καὶ στεναγμοῖς ἠξίου τοῦ ποθουμένου τυχεῖν· τοιγαροῦν καὶ ἐπέτυχεν. Ὁρᾷ γὰρ νύκτωρ ἄνδρα τινὰ φοβερόν, ἐν ἀποστολικῷ τῷ σχήματι, ἀπὸ τῆς ἱερᾶς τραπέζης Εὐαγγέλιον ἀράμενον, καὶ τοῖς στέρνοις αὐτοῦ ἐπιθέντα, καὶ εὐλογίας αὐτὸν ἀξιώσαντα. Καὶ ἐκ τότε ἔλαβε τὸ χάρισμα τῆς ὑμνῳδίας· καὶ οὕτως ἀπόνως καὶ μετ᾿ εὐκολίας τὰς ἱερὰς ὑμνῳδίας δι᾿ ἅπασαν τὴν Ἐκκλησίαν ἐφώτισεν ἐν ὕμνοις· ἐντεῦθεν τοῖς ἁπάντων στόμασι ᾄδεται, καὶ πᾶσι ποθεινὸς καὶ ἐπέραστος, οὐ μόνον ἰδιώταις καὶ ἄρχουσιν, ἀλλὰ καὶ αὐτοῖς βασιλεῦσι γίνεται.

Καὶ πολλὰ ἐπὶ τῆς ὀρθοδόξου περὶ τῶν εἰκόνων πίστεως ἀγωνιζόμενος ἐξωρίσθη εἰς Χερσῶνα, παρὰ τοῦ δυσσεβοῦς Ἀρμενίου [Θεοφίλου], ὑπὸ Βάρδα τοὔνομα καταδικασθείς, καλῶς γε τοῦτον διελεγξάμενος. Καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ ἀναῤῥυσθεὶς ἐκ Χερσῶνος, παρὰ τῆς βασιλίδος Θεοδώρας, τῆς ποιησάσης τὴν ὀρθοδοξίαν, καὶ τῶν ἱερῶν σκευῶν τῆς τοῦ Θεοῦ Μεγάλης ἐκκλησίας φύλαξ γενόμενος, Ἰγνατίου πατριαρχοῦντος τοῦ θείου. Οὗ μετὰ τὴν ἐκδημίαν, παρὰ Φωτίου στέργεται καὶ ἐκθειάζεται· οὗτος γὰρ μετὰ τοῦτον πατριάρχης ἀναδείκνυται. Ἐν τούτοις καλῶς διαρκέσας, καὶ ὁσίως καὶ ἀκάκως πολιτευσάμενος ἀνεπαύσατο ἐν Κυρίῳ· λέγεται γάρ, ὅτι ἡ ἁγία αὐτοῦ ψυχή, ὀψικευομένη παρὰ τῶν ἁγίων μαρτύρων καὶ ἀγγέλων, ἀνῆλθεν ἐν τοῖς οὐρανοῖς. Ἄνθρωπός τις, ἔχων δοῦλον χρήσιμον, ἐπείπερ ὁ δοῦλος ἔφυγεν, ἀπελθὼν ὁ κύριος αὐτοῦ εἰς τὸν Ἅγιον Θεόδωρον τὸν Φανερωτήν, παρεκάλει αὐτὸν φανερώσαι τὸν δοῦλον αὐτοῦ· προσμείνας δὲ ἱκανῶς καὶ μηδὲν μαθών, ἐβουλεύετο ἀναχωρῆσαι. Ὄρθρου δὲ ὄντος, καὶ λόγου ψυχωφελοῦς ἀναγινωσκομένου, μικρὸν ἀφύπνωσε, καὶ ὥρα τὸν μάρτυρα λέγοντα αὐτῷ· Ἵνα τὶ περίλυπος εἶ; Τοῦ ποιητοῦ Ἰωσὴφ κοιμηθέντος ταύτῃ τῇ νυκτί, ὀψικεύθη ἡ ψυχὴ αὐτοῦ παρὰ πάντων ἡμῶν, οὓς κανόσιν καὶ ὕμνοις ἐτίμησεν καὶ ἐσυνοψίσθη εἰς Θεόν· καὶ νῦν πάρειμι πρὸς σέ. Τοῦ λοιποῦ τοίνυν δηλώσει· Ἄπελθε κατὰ τόνδε τὸν τόπον, τοὔνομα προσειπών, καὶ εὑρήσεις, ὃν ἐπιζητεῖς οἰκέτην σου.


Ἰωάννου
Διακόνου τῆς τοῦ Θεοῦ Μεγάλης Ἐκκλησίας καὶ Ῥήτορος

ΛΟΓΟΣ
ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ
ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΣΗΦ
ΤΟΥ ΥΜΝΟΓΡΑΦΟΥ

Ex ms. Codice biblioth. Vatic., collato cum ms. Siculo monasterii S. Salavatoris

Interprete Ludovico Marraccio, Lucensi

PG.105,940-976

α´. Καὶ ἅπας μὲν βίος τῶν ἐναρέτων, τὴν ἐρῶσαν ψυχὴν ἀρετῆς πρὸς μίμησιν ἐκκαλεῖται, καὶ ζηλοῦν ἀναγκάζει κατὰ δύναμιν τὸν φιλόκαλον· εἰ δὲ καὶ λόγος τὸν βίον καλλύνει, καὶ τὸ πρακτικὸν τῷ θεωρητικῷ νοερῶς συνδυάζεται τὸν ὀρεγόμενον τελειότητος, δι᾿ ἀμφότερα ταῦτα διερεθίζει πρὸς τὴν τῆς ἀκριβείας ἐκτύπωσιν. Καίτοι γε καὶ βίος μόνος ἀρκεῖ τῷ κατὰ σκοπὸν τῆς ἅνω κλήσεως τρέκοντι, τὴν βασιλείαν τῶν οὐρανῶν προξενῆσαι καὶ τὴν δι᾿ αἰῶνος μακαριότητα. Οὐ μὴν ἀλλὰ καὶ λόγος τῷ βίῳ συνημμένος κατάλληλος, Λυδία λίθος ὁρᾶται τὰ τῶν ἄλλων ἤθη βασανίζων καλῶς, καὶ διὰ τῆς χάριτος τὸν αὐτῷ μετὰ τρόπου κοσμούμενον, κοινὸν προτιθεὶς τοῖς βουλομένοις ἀρχέτυπον. Τοιοῦτον οἶδα καὶ Ἰωσήφ, τὸν ἐν πόνοις μὲν γενναιότατον, ἐν δ᾿ ἀρεταῖς ἀπαράμιλλον, τῷ δὲ περιόντι τοῦ λόγου τοῖς ἀνέκαθεν ἁγίοις, κατὰ τὴν δεδομένην παρὰ τοῦ Πνεύματος δύναμιν, μελῳδικοὺς ὑμνητηρίους ἐμπαρενείροντα.

β´. Τοῦτον ἔδει μὴ παραδραμεῖν τὸν ἐραστὴν τοῦ λόγου, καὶ τὸ περιὸν τῆς ἀρετῆς δυσωπούμενον, ἀλλ᾿ ὅ ἐκεῖνος ἐν ἄλλοις πολλοῖς ἐκτετέλεκε, τοῦτο πάντως λαβεῖν παρὰ τῆς ἡμῶν ταπεινότητος. Εἰ γὰρ καὶ οὐχ ὡραῖος ὕμνος, κατὰ τὸν Ὑμνογράφον, ἐν στόματι τοῦ ἁμαρτωλοῦ, πλὴν ἀλλ᾿ ἡ προθυμία καὶ τὸ ζέον τῆς διαθέσεως ἕλξει τὸν εὐφημούμενον πρὸς τὸ τὰ λιτὰ ταῦτα καὶ πενιχρὰ παραδέξασθαι· οὐ γὰρ τὸ ἴσον ἀντιζητήσει παρὰ τῆς ἡμῶν οὐθενότητος· οἷς γὰρ κατὰ τὴν ἀναλογίαν οἱ βίοι κατὰ διάμετρον ἀφεστήκασι, τούτοις ἀναλόγως καὶ ὁ λόγος ἀποσχοινίζεται. Λαλήσω γοῦν παρὰ μέλος τῷ τὰ τῶν ἄλλων ἐμμελῶς μελῳδήσαντι· ὁ δὲ τὴν ἴσην χάριν εἰδὼς μὴ παροῦσαν τῷ γράψαντι, γυμνὴν τὴν προθυμίαν τῆς χάριτος ἀποδέξεται· ἐπεὶ μηδὲ τῷ τοῦ προσώπου κάλλος κομιδῇ ἀπὸ τῆς φύσεως ἔχοντι περισπούδαστα τὰ ἔξωθεν ἐπιτρίμματα. Τοὐναντίον μὲν οὖν καὶ καταχραίνοι τὸ ὡραιόμορφον ὁ περιστιμμίζων τοῖς χρώμασι.

γ´. Θεοφάνει μὲν οὖν τινι, τοῦ ἱεροῦ πρεσβυτερίου ἠξιωμένῳ καὶ τῷ καταλόγῳ ἠριθμημένῳ τῶν μοναχῶν, ὁ βίος τοῦδε τοῦ μακαρίου πεπόνηται· οὐ μὴν ἀλλὰ παρέδραμε τοῦτον πολλά, ὅτι κατὰ σπουδὴν ἐκείνῳ συνεξυφάνθη τὸ πόνημα· ἀμέλει καὶ οἷς ἐκεῖνος τοῦ μάκαρος τοῦδε τὸν βίον ἐσμίκρυνεν, ἐν τούτοις ἡμᾶς ἐπὶ τὸ εὖρος τῆς διηγήσεως προεβίβασεν. Ἀλλὰ τίς γένοιτο τῷ βίῳ τοῦδε ἀξιόχρεως ἔπαινος; ποία δὲ γλῶσσα τὰ τούτου δυνήσεται διηγήσασθαι κατορθώματα; Ἔδει γάρ, ἔδει τὰς γλώσσας ἄρτι παρεῖναι τῶν παρ᾿ αὐτοῦ ἀξίως ἐξυμνουμένων, καὶ παρὰ τούτων τούτῳ ἀποπληροῦσθαι τὴν διὰ λόγων ἀντίχαριν· οὐ μὴν ἀλλ᾿ οὐδὲ ἡμεῖς, ὡς ἔχομεν, σιωπήσομεν, τὰ ἐκείνου ἐκδιηγούμενοι.

δ´. Πατρὶς τοιγαροῦν τῷ μεγάλῳ ἡ ἐν νήσοις τὸ εὔδαιμον φέρουσα, ἡ περιφανὴς Σικελία, φημί, ἣν οὐχ οὕτω περίδοξον Διονύσιος, ὁ ἐν αὐτῇ ποτε ἄρξας ἀβρῶς ἀπειργάσατο, ὡς οἱ τοῦ μεγάλου γεννήτορες, τὸ μέγα τῇ πατρίδι χαρισάμενοι ὅνομα, διὰ τοῦδε τοῦ μακαρίου βλαστήματος. Πατέρες δὲ Ἀγάθη ἡ περιώνυμος, καὶ Πλουτῖνος ὁ περιβόητος, ἄμφω μὲν τῆς ἀρετῆς ζηλωταῖ, καὶ τῶν θείων θελημάτων ἐκπληρωταῖ, διὰ δὲ τῆς ἀρίστης ὤδῖνος τὸ μέγα κληρωσάμενοι ὅνομα· ἔδει γὰρ εὐχῆς ἔργον εἶναι τόδε τὸ μέγα [χάριτος] καὶ ἀρετῆς ἀποκύημα. Ὁ μὲν γὰρ ἐπλούτει πίστιν τὴν εἰς Θεόν· ἡ δὲ τοῖς ἀγαθοῖς τοῦ βίου χαίρειν εἰποῦσα μόνῳ προσεῖχε Θεῷ, σωφρόνως καὶ ἐγκρατῶς τοῦ βίου περῶσα τὴν θάλασσαν, ὡς θάλλειν καὶ ἄμφω κατὰ τὴν ψαλμικὴν ἄμπελον, καὶ τῷ πεπείρῳ τῆς ἀρετῆς πολλοὺς ἐφέλκεσθαι πρὸς τὴν μίμησιν. Οὐ γὰρ ὡς κόσμῳ ζῶντες, καὶ σαρκὶ δουλεύοντες, καὶ τῷ κοινῷ τῆς φύσεως νόμῳ ὑπηρετούμενοι πρὸς ἡδονὰς ἑώρων, καὶ τὸ τρυφηλὸν κατεδίωκον· ἀλλὰ τοῖς ἀναγκαίοις μόνοις ἀρκούμενοι, καὶ ὅσοις τὸ σῶμα συνίσταται τῆς ἡμῶν ταπεινότητος, τὰ περιττὰ πενήτων χερσὶν ἐχαρίζοντο· ἵνα μὴ τοῖς περιττοῖς αὐτοὶ ἡδυνόμενοι, οὐκ ἔχοιεν κοινωνὸν τὸν Θεόν· ὃς αὐτοὺς τῆς πρὸς αὐτὸν ἀγάπης καὶ τοῦ ζέοντος ἀμειβόμενος ἔρωτος, τὸν κλεινὸν Ἰωσήφ, ἀντὶ πάσης ἄλλης ἀμοιβῆς, ἐχαρίσατο· Ἰωσὴφ ὃν οἱ τεκόντες, καὶ ταῦτα βίου τοιαύτῃ ὡραιότητι λαμπρυνόμενοι, μέγα τι κατορθοῦν ἐλογίζοντο, εἰ ποσῶς ἀπομιμεῖσθαι δυνήσονται.

ε´. Οὐ γὰρ κατὰ παῖδας αὐτῷ τὰ τῆς πρώτης τριχὸς οὔτε μὴν κατὰ μείρακας πρὸς τὰ μικρὰ ταῦτα καὶ ῥέοντα ἡ ῥοπή· ἀλλ᾿ ἦν ἐκείνῳ, παιδὶ μὲν ἔτι ὑπάρχοντι, σεμνὸν τι καὶ οὐ κατὰ παιδίον τὸ κίνημα· γλῶσσα δέ, βραχὺ τι ὑποψελλίζουσα, τὰ κατὰ Θεὸν ἐδιδάσκετο λόγια. Ἐπεὶ δὲ καὶ εἰς μείρακας ὁ γηραιὸς τὸν νοῦν, καὶ τὴν φρόνησιν ἀπαράμιλλος, ἐνεγράφετο, τούτου τὸ σῶφρον ὑπεδεικνύετο, καὶ τὸ ἀνδρεῖον τὸ πρὸς τὰ πάθη διέλαμπε, καὶ ἡ γνῶσις καθαρῶς τοῖς ὁμιλοῦσιν ἀνεγνωρίζετο. Τὰ γὰρ ἐγκύκλια μετιὼν ὁ θαυμάσιος, φύσεως χάριτι καὶ σπουδῆς εὐτονότητι πάντας ὡρᾶτο νικῶν πήχει, κατὰ τὴν παροιμίαν, βασιλικῷ· καὶ μάλα εἰκότως· οὐ γὰρ λόγων ἐποιεῖτο μόνην ἐπίδοσιν, ἀλλὰ πρὸ τούτων ἀρετῆς ἐπεμελεῖτο πολυειδοῦς, ἐξ ἧς αὐτῷ καὶ τὰ πρὸς τὸν λόγον ἐγίνετο εὔοδα. Ὁ γὰρ ἄρτος ἑσπέραν ἐκείνῳ μόνος ἐπλήρου τὴν ἐπιτραπέζιον ἡδονήν, καὶ τὸ ὕδωρ τὴν πόσιν, διὸ καὶ τὰ περὶ τοὺς λόγους ἐπλούτησε· ψυχὴ γὰρ ἐθισθεῖσα λόγοις σχολάζειν καὶ προσευχαῖς, ὡς ἂν ἐν ἀμφοῖν τό τε νοερὸν διαλάμποι καὶ τὸ ἐφόλκιον τοῦδε τοῦ σώματος καταδεσμούμενον καὶ τηκόμενον, οὐκ εὐχερῶς ἔχοι τὸ πρὸς τὰ πάθη εὐόλισθον, ὅλη δὲ φέρεται πρὸς Θεόν, καὶ τῷ ἐκείνου κιρνωμένη ἔρωτι θείῳ, ξυρόν ἐστιν, εἰς ἀκοὴν τῶν μαθημάτων ἀντεχομένη καλῶς.

ς´. Ἀλλ᾿ εἶχε μὲν οὕτω γνώσεως ὁ γενναῖος· εἴχετο δὲ πλέον τῆς φερούσης πρὸς τὸν Θεόν, οὐ μὴν ἀνεπηρέαστος αὐτῷ καὶ ὁ βίος μέχρι πολλοῦ, ἐπεὶ καὶ ταῖς μεγάλαις ψυχαῖς ἀπὸ πρώτης γραμμῆς ἐπιφύεταί πως τὰ σκυθρωπά. Ἀμέλει καὶ πλῆθος μιγάδων βαρβάρων τὴν πατρίδα περικυκλῶσαν, καὶ αὐτὴν ὑφ᾿ ἑαυτοὺς ποιησάμενοι, τὶ τῶν δεινῶν ἐν αὐτῇ οὐκ εἰργάσαντο; ποίαν δὲ Ἰλιάδα συμφορῶν τὰ ἐν αὐτῇ παρ᾿ αὐτῶν οὐκ ἀπέκρυψαν; Οἱ μὲν γὰρ ἡβηδὸν ἀνηροῦντο, οἱ δὲ ἀθλίως τῶν καιρίων ὑπέμενον στέρησιν, οἱ δὲ κατεδουλοῦντο καὶ εἰς ἀλλοτρίας ἐφέροντο, οἱ δέ, ὅσοις ἄρα φιλάνθρωπον ἐπέβλεψεν ὁ Θεός, τὴν ἐνεγκαμένην ἀπολιπόντες, φύγῃ τὴν σωτηρίαν ἐπραγματεύσαντο· ἐν οἷς ἦσαν καὶ οἱ του μακαρίου τούτου γεννήτορες, οἱ τὸν παίδα παραλαβόντες, πρὸς τὴν τοῦ Πέλοπος ἔτρεχον, ξένοι πατρίδος, ξένοι χρημάτων, καὶ ἑταιρείας, καὶ συγγενείας. Οὐ μὴν οὗτος ὁ μέγας μετὰ τούτων τὴν Πελοπόννησον ἔστερξεν, οὐδ᾿ ἠγάπα, ξένης πατρίδος γενόμενος, μὴ τὴν ἅνω πόλιν ζητῆσαι διὰ τῆς ἀληθοῦς ξενιτείας, καὶ τὸν Θεὸν εὑρεῖν διὰ τῆς ἀκριβεστέρας πολιτείας καὶ καταστάσεως. Διὸ καὶ τὸν ἴουλον μήπω φέρων χλοάζοντα, ἀποστεργεῖ τὴν Πέλοπος, καὶ πρὸς τὴν πάσης Μακεδονίας ὑπερκειμένην πόλιν ἀπαίρει Θεσσαλονίκην· ἵνα μὴ τῇ σχέσει τῶν γεννητόρων δεσμούμενος, οὐκ ἔχοι εὐπετῶς, διὰ τῆς παντελοῦς ἐγκρατείας, πρὸς τὸν ἀληθῆ ἐραστὴν ἀναπετάννυσθαι, καὶ ὅλῳ δερεσθαι τῷ πτερῷ. Καὶ ὅτι τοιοῦτος ἦν τῷ γενναίῳ σκοπός, καὶ πρὸς τοῦτο μόνον ἑώρα ἡ ἀναχώρησις, ἐδήλωσεν ἡ τοῦ πράγματος ἔκβασις.

ζ´. Ἅμα τε γὰρ τὴν Θεσσαλονίκην κατέλαβε, καὶ εὐθέως ἐπέδωκεν ἑαυτὸν ἀνδρί τινι τῶν ἄγαν ἐγκρατῶν καὶ ὁσίων, ὃς διὰ τὸ τῆς ἀρετῆς περιόν, τὴν φροντίδα τῶν ἀδελφῶν, οἳ κατὰ τὸ ἱερὸν φροντιστήριον τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἠσκοῦντο, οὐ διώξας, ἀλλὰ πνευματικῶς διωχθείς, ἀνεδέξατο· τοῦ Λατόμου νῦν, ἐκ τοῦ γεγενημένου θαύματος, τὸ φροντιστήριον ὀνομάζεται. Καὶ ἐν τούτῳ ὁ μέγας οὗτος τὰ τῶν μοναχῶν ἐνδὺς ὁ καὶ ἀπὸ πρώτης τριχὸς ἅπαν σαρκικὸν ἀποδυσάμενος θέλημα, ποίαν μὲν τῶν ἀρετῶν οὐ κατώρθωσε; ποῖον δὲ εἶδος ἀσκήσεως ὑπερβαλλόντως οὐκ ἐξησκήσατο; ὡς εἶναι τοῖς ὁρῶσι παράδειγμα, καὶ τοῖς ζηλοῦν βουλομένοις ἀκριβείας πάσης ἀρχέτυπον. Νηστεία γὰρ ἐπενοήθη τούτῳ καινή, ἵνα καὶ τὸν δεσμὸν κατέχῃ, καὶ διαλανθάνῃ τὸ σπουδαζόμενον· ἀγρυπνία μικροῦ δεῖν καὶ ἀπιστουμένη τοῖς λογιζομένοις τῆς σαρκὸς τὴν χαυνότητα· γλώσσης κατάσχεσις οὐκ εἰς τὸ [μὴ] πολυπραγμονεῖν τὰ ἀλλότρια (τοῦτο γὰρ αὐτῷ ἀπὸ παιδὸς μεμελέτητο), άλλ᾿ ὥστε μὴ ἐξακούεσθαι τὴν φωνὴν τοῖς μὴ ἀκριβῶς πρὸς ἐκεῖνον προσέχουσιν, ὁ φιλοσοφίας ἐστὶν ἀρχή, μᾶλλον δὲ φιλοσοφίας τὸ τελειότατον· εί γὰρ ἀρχὴν σοφίας φόβον Θεοῦ μεμαθήκαμεν, Θεοῦ δὲ φόβος ἐντολῶν ἐπάγεται πλήρωσιν, κρατίστη δὲ τῶν ἐντολῶν τὸ τιθέναι θύραν τῷ στόματι, ἵνα μήτε νοῦς ἀλόγως ῥεμβάζηται, μήτε λόγος θυραυλήσας ἔξωθεν ἀπηχὲς εἰς πολυλογίαν μετακινήσῃ τῆς ἡσυχίας τὸν ἐραστήν, εὔδηλον ἄρα, κατὰ τὸν θεῖον Δαβίδ, ὡς ἡ φυλακὴ τῶν ὁδῶν τοῦ Θεοῦ τῷ ἀναμαρτήτῳ τῆς γλώττης κατευοδοῦταί τε καὶ πλατύνεται· ἣν κατορθώσας ὁ μέγας, τὰς ἄλλας εἶχε τῶν ἀρετῶν ἐφεπομένας αὐτῷ. Τὸ δὲ περὶ τὴν στρωμνὴν ἠμελημένον κομιδῇ καὶ λιτόν, τὶς οὕτως ἐστὶν ἀφυὴς περὶ τὰ καλά, ὃς μὴ τεθαύμακέ τε καὶ ἐξεπλάγη, καὶ τὸ πρὸς πόνους ἀήττητον ἐμεγάλυνεν; Ἔδαφος ἦν ἐκείνῳ ψιλὸν ἡ στρωμνή, ἐν ᾧ τὸ ἀσθενὲς τῆς φύσεως διηλέγχετο, καὶ λίθος τὸ ποθεινὸν προσκεφάλαιον· ὕμνος ὁ πάντη βραχύτατος, καὶ κατὰ τὴν ἀναλογίαν τῆς ἐδωδῆς, ἐν ᾧ πολλάκις καὶ μυστηρίων παραγυμνώσεις τῷ πανάγνῳ τούτου νοῒ διεγράφοντο.

η´-θ´. Ἄλλος μὲν οὖν τὸ καταῤῥέον ἐξ ὀφθαλμῶν θαυμαζέτω κρουνηδὸν δάκρυον, καὶ τὰς πάντα λόγον ὑπερβαινούσας γονυκλισίας, ὡς εἰς λίθου φύσιν κατεσκληρηκέναι τὰ γόνατα ταῖς ἀλλεπαλλήλοις πρὸς Θεὸν ἀδολεσχίαις, καὶ ταῖς παννύχοις κινήσεσί τε καὶ στάσεσι, τάς τε ψιλώσεις τῶν βλεφαρίδων μετὰ κοιλότητος, ἐκ τῆς ἀπείρου τῶν δακρύων ὀμβροβλυτήσεως. Ἄλλος δὲ τὸ ὑπερβάλλον τῆς ταπεινώσεως, ὅπως καὶ τοῖς ταπεινοτέροις μέχρις ἐδάφους τὴν σεβασμίαν κάραν ὑπέκλινε· καὶ πᾶσιν ἐπίσης τὰ τῆς ἀγάπης ἐτήρησε, μηδεμίαν ποιούμενος διαστολήν, διὰ τὴν πρὸς πάντας ἀμετάπτωτον ἕνωσιν. Ἄλλος τὸ ἐγκρατές, καὶ τὸ τῆς διανοίας ἀνέμβατον· τῷ νόμῳ γὰρ τοῦ νοὸς ἀντιστρατευόμενον βλέπων τὸν νόμον τῆς σαρκός, ὅ φησιν ὁ μέγας Ἀπόστολος, ὅλος τῷ νόμῳ τοῦ Θεοῦ ἀνεπτέρωτο, ἵνα μὴ σχοίη παρείσδυσιν ὁ, κατὰ τὸν μέγαν τῆς ἀληθείας ἀγωνιστὴν Ἰώβ, παρ᾿ ὀμφαλῷ γαστρὸς ἐνιζάνων ὄφις, καὶ τὰ περινέφρια πάθη ἀνακινῶν τοῖς ῥεμβαζομένοις περὶ τὴν ἔξωθεν αἴσθησιν.

ι´. Ἄλλος τὸ ἐν ψαλμοῖς καὶ ὕμνοις ἀνένδοτόν τε καὶ σύντονον ῥητορευέτω, καὶ θειαζέτω τὸν γενναῖον ἀγωνιστήν· καὶ ὁ μὲν τὸ ἀμίμητον ἐκείνου περὶ τοὺς λόγους μεγαλυνέτω... ὅπως ὡς μέλισσα τοὺς λειμῶνας τῶν Γραφῶν περιιπτάμενος, καὶ τὰ κάλλιστα τῶν ἀνθέων εὐκρινῶς ἐκλεγόμενος, πᾶν εἶδος ἀρετῆς ἐν ἑαυτῷ ἐκεράσατο· σωφροσύνης μὲν εἶδος καὶ ἁγνείας ἔχων τὸν σώφρονα Ἰωσήφ, οὐ τὸ πρὸς τὰ πάθη ἀνένδοτον ἀπομιμούμενος τέθηκεν, οὐ πρὸς Αἰγυπτίαν ἀπομαχόμενος, ἀλλὰ πρὸς τὴν ἁμαρτίαν, ὡς ὁ θεῖος διατάττεται Ἀπόστολος, μέχρις αἵματος ἀντικαθιστάμενος· οὐχ ἱμάτιον ἀποδυόμενος, ἵνα φύγῃ χεῖρας σοβάδος ἐφελκομένης εἰς ἄτοπα, ἀλλὰ σάρκα πᾶσαν διὰ τῆς ἐγκρατείας νεκρῶν, ἵνα καὶ μικρὰς εἰσβολὰς ἀποδράσῃ τοῦ δι᾿ αἰσθήσεων παρακλέπτοντος. Ἰακὼβ δὲ τὸ ἄπλαστον καὶ ἀκέραιον, οὐ κλέπτων εὐλογίας πατρὸς δι᾿ ὑποθήκης μητρός, οὐδὲ ἀποτρέχων Ἡσαῦ τὸν μεμισημένον καὶ πρὸ γενέσεως· ἀλλὰ διὰ τῆς αὐτὸν ἠγαπηκυίας ὡς ἀνταγαπωμένης Ἐκκλησίας Θεοῦ τὰ πρωτοτόκια τῆς εὐλογίας λαβών, ὡς εὐλογοίη Θεὸν διὰ τῆς ἐμμελοῦς ὑμνῳδίας, ἥν αὐτὸς τοῖς πρωτοτόκοις τῶν ἐν οὐρανοῖς ἐγγραφέντων εὐρύθμως ἄγαν ἀνέθηκε, πτερνίσας τὸν πονηρὸν καὶ ἀποτρέχων πόῤῥωθεν ἐξ αὐτοῦ, ἵνα τῷ ἀρεμβάστῳ νοῒ Θεὸν ὑμνοίη, καὶ τούτῳ ἐνοῖτο κατὰ τὴν ἀδιάτμητον κίνησιν. Ἀβραὰμ τὸ μεταβατικόν, καὶ πρὸς ὑπακοὴν Χριστοῦ ἑτοιμότατον, οὐκ ἐκ Χαλδαίων ἀπαίρων, καὶ τὴν Παλαιστίνην ἐργαζόμενος οἴκησιν, ἀλλὰ σχέσιν γονέων δευτέραν Θεοῦ λογισάμενος, καὶ διὰ τοῦτο τὰ περιπέζια πάντα θέμενος ὡς οὐδέν, τὸν μονότροπον βίον ἐπ᾿ ἀλλοτρίᾳ προκέκρικε.

ια´. Καὶ τὶ δεῖ τοὺς καθέκαστον ἐξετάζειν, καὶ παραβάλλειν τούτοις αὐτόν, κατὰ τὸν μυστικώτερον λόγον τῆς ἀνυψώσεως; Οὐδέν ἐστιν ἐπαινούμενον τῇ Γραφῇ ὅ μὴ τούτῳ κατωρθοῦτο· οὐδεὶς ἐν παλαιαῖς ἱστορίαις ὑμνούμενος, ὃν οὐκ ἐκεῖνος ἐζήλωσε. Καὶ ἵνα συνέλω τὸ πᾶν, σύῤῥοιά τις ἦν ἀρετῶν ὁ ἐκείνου βίος, καὶ οὐ μιμητὸν πρὸς ἀκρίβειαν ἀποτύπωμα τοῖς βουλομένοις κἂν ὀλίγα τῶν ἐκείνου ἀπομιμήσασθαι· ὅθεν καὶ τῷ προεστῶτι τῆς μονῆς τῆς πολλῆς σκληραγωγίας ἐπετιμᾶτο, παθοκτόνον λέγοντι τὴν νηστείαν, οὐ σωματοκτόνον, διὰ τὴν τῆς φύσεως οἰκειότητα. Ἀμέλει καὶ πάντα τρόπον ὑπείκειν μεμαθηκώς, καὶ κατὰ μηδὲν ἀντιλέγειν τοῖς αὐτὸν ἐνάγουσιν εἰς ταπείνωσιν, τὸ προστεταγμένον ἐποίει, καὶ τῶν προσκειμένων ἐφήπτετο, πάντα εἰς δόξαν Θεοῦ καὶ συλλογιζόμενος καὶ ποιῶν. Ὃ καὶ αὐτὸς ὁ προεστὼς ἐγνωκώς, καὶ πάσης ἀνθρωπίνης ἐννοίας ἄνω τὸν μέγαν καταλαβών, ἐπέτεινε μᾶλλον πρὸς τὴν ὁρμὴν τοῦ καλοῦ καὶ τῆς καλλίστης ὀρέξεως· ὡς καί ποτε συνηγμένοις τοῖς ἀδελφοῖς ἐν ταυτῷ, τούτου δὴ μόνου τοῦ μεγάλου ἀπόντος, προφητικώτατα ἐξειπεῖν, ὡς «οὗτος ὁ μεῖραξ, Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἐστιν ἀληθὴς μαθητής, καὶ τῶν αὐτοῦ θελημάτων ἐκπληρωτής, καὶ ἐν αὐτῷ καταμένει Πνεῦμα ἅγιον, ὃ καὶ λαλήσει διὰ τοῦ στόματος μελωδήματα, πάντα περιηχοῦντα τὰ πέρατα».

ιβ´. Ἀλλ᾿ οὕτω μὲν οὖν εἶχεν ἐκεῖνος ὁ θεῖος ἀνήρ, καὶ οὕτω μία τις σύγκρασις ἦν ἀρετῶν, ἐξ ὧν καὶ βιβλίον τὸ νοερὸν τῆς ψυχῆς ἀπειργάσατο, κατὰ τοὺς εὐφυεῖς τῶν κηρῶν ἅπαν εἶδος μαθημάτων ἀποματτόμενος. Ψυχὴ γὰρ ἐκ πρώτης τῆς ἀρχῆς ἔνοικον σχοῦσα Θεόν, τὰ ἐκείνου καὶ μελετᾷ καὶ φαντάζεται, ἀπρὶξ ἐναδολεσχοῦσα τοῖς αὐτοῦ δικαιώμασιν· Ἐπεὶ καὶ ἄλλως τὸ φρούριον τῆς ψυχῆς, ἐγκρατείᾳ, καὶ νηστείᾳ, καὶ ἀγρυπνίᾳ ὀχυρωθὲν ἀσφαλῶς, ἀνεπίβατον παντάπασιν ἦν τοῖς ἔξωθεν ῥεμβασμοῖς. Ταύτῃ τοι καὶ θαῦμα ἦν Ἰωσὴφ τοῖς ὁρῶσιν αὐτόν· καὶ πᾶν μὲν ἄλλο ἠμέλει τι παράδειγμα· πρὸς ἄλλο δέ τι οὐδὲν ἀπέβλεπεν ἀποτύπωμα, ἀλλ᾿ ἢ πρὸς μόνον τὸν Ἰωσήφ· οὗτος γὰρ καὶ ὁρώμενος, εἴκων ὡρᾶτο τῆς ἀρετῆς, καὶ λαλῶν γλυκυτέραν μέλιτος ἠφίει φωνήν, κἀν ταῖς αὐτοῦ παραινέσεσιν ἅπαν βιβλίον ἠμέλητο. Ἐπεὶ τὶ μὴ παρ᾿ ἐκείνῳ ἡδύ; Εἰ σαφηνίζειν ἔδει βάθος Γραφῶν, τῷ ἡδεῖ τοῦ ῥυθμοῦ τὰς μυθευομένας Σειρῆνας ἀπέκρυπτεν· ἂν ἠθικὸν προέτεινε λόγον, ἅμα τῷ λόγῳ καὶ τὸ πάθος κατέστελλε. Χάριτες ἦσαν τῷ ἐκείνου ὑποκαθήμεναι στόματι· ἔστησαν πρώτως αἱ κρῆναι ῥέουσαι νάματα, ἢ τὸ ἐκείνου στόμα πελαγίζον τὰ δόγματα.

ιγ´. Τοιοῦτος ὢν καὶ τοσούτοις καταλαμπόμενος χαρίσμασιν, οὐκ ἐπιπηδᾷ τῷ βαθμῷ τῆς ἱερωσύνης, οὐ μεταδιώκει τὴν ἀξίαν τοῦ Πνεύματος, οὐχ ὑποκλέπτει τῷ χρόνῳ τὴν Θεῷ πλησιάζουσαν· ἀλλὰ διώκεται μὲν ὑπὸ τοῦ βαθμοῦ βίᾳ καὶ ἄκων, καὶ ὑπὸ πάσης παρακληθεὶς ἀδελφότητος, ἔτι δὲ τὴν δέησιν προσηκάμενος, ἣν ὁ τῆς πόλεως ἐποιεῖτο ἐπίσκοπος, χειροτονεῖται πρεσβύτερος. Καὶ ἦν ἰδεῖν τότε τὸ μὴ ἐπιδεχόμενον ἐπίτασιν εἶδος τῆς ἀρετῆς, ὅσον ἐπήγετο ὁ Ἰωσήφ, ἐκτεινόμενόν τε καὶ ἐφαπλούμενον, καὶ φιλονεικοῦν μετὰ σαρκὸς τῷ οὐρανίῳ χορῷ ἐγκατοικῆσαι τὸν γενναιότατον. Τότε γὰρ δάκρυον αὐτοῦ ἀειῤῥύτως ῥέον, τὰς ἀμάρας ἐμιμεῖτο τῶν ποταμῶν· τότε γόνυ παννύχως, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ἐπικλινόμενον, εἰς λίθου φύσιν μεταπεποίηται· καὶ τὸ στέρνον πυκνὰ τῷ λίθῳ κρουόμενον, τετύλωται τὰ ἄλλα· καὶ συγκακῶσαν καὶ τοὺς περὶ τὸν θώρακα μῦας, οὐκ εἴα τὴν φωνὴν ἀποτελεῖσθαι ἀπαρεμπόδιστον· οὕτως ὁ μέγας εἶχεν ἐρασμίως πρὸς ἀρετήν, τοσοῦτον οὐκ ἐμέλησεν αὐτῷ ποτε τῆς σαρκός, ὅτι παντάπασιν αὐτοῖς ἀπολέλυτο· καὶ ὅλος ἦν πρὸς Θεὸν ἀφορῶν, δι᾿ ὃν ἐπόθει λυθῆναι μὲν τοῦ δεσμοῦ, κατὰ Παῦλον, συνάπτεσθαι δὲ τῷ ἐρωμένῳ καὶ ἐραστῇ.

ιδ´. Ὅθεν καὶ Θεοῦ τοῦτον ἀμειβομένου καὶ τοῖς ἐνταῦθα καλοῖς (καλὸν δὲ ἄρα καὶ καλῶν κάλλιστον τὸ εὑρίσκειν τὸν ἀρεταίνοντα ὅμοιον, καὶ τῇ προθέσει συνεπαυξάνειν τὸν δρόμον τῆς ἀρετῆς), ἐπιδημεῖ τῇ Θεσσαλονικέων [οὕτω δόξαν αὐτῷ, ὁ πολὺς τὸν βίον, καὶ τοῖς θαύμασι περιβόητος, τὸ Δεκαπολιτῶν περιλάλημα, μᾶλλον δὲ πασῶν τῶν πόλεων ἐγκαλλώπισμα, ὁ θεῖος Γρηγόριος· ὃς ἐπεὶ παρέβαλε τῇ μονῇ], ἐν ᾗ [ὁ γενναῖος ἀγωνιστὴς] τὰ κατὰ τῶν ἀοράτων ἐχθρῶν ἐπετέλει ἀνδραγαθήματα, ὁ μέγας, φημί, Ἰωσήφ, ἰδὼν ἦθος βεβηκός, καὶ ψυχῆς ἐπιγνοὺς κατάστημα, ἐκ τῆς ἐπιφαινομένης τῷ προσώπῳ χάριτος θείας καὶ ὡραιότητος (ταχεῖαι γὰρ αἱ ψυχαὶ τῶν ἁγίων πρὸς τὸ θηρᾶσαι τὰ τῶν ὁμοζήλων αὐτοῖς καταστήματα), οἰκειοῦται τούτῳ καὶ συνάπτεται σωματικῶς ἅμα καὶ νοερῶς, καὶ οὐκ ἐθέλει τούτου χωρίζεσθαι· φύσει γὰρ οἰκειοῦται τῷ ὁμοίῳ τὸ ὅμοιον. Ἀλλ᾿ ἐκάλει τὸ πρᾶγμα, καὶ ἔμελλεν ὁ θεῖος Γρηγόριος τὴν Θεσσαλονικέων καταλιπεῖν· ἀνεβάλλετο δὲ τὸν δρόμον, τῇ πρὸς τὸν θεῖον Ἰωσὴφ ἀνακοπτόμενος, ὡς ἄν τις εἴποι, στοργῇ. Διὸ διά τινας ἀνάγκας ἐπιδημῆσαι θέλων πρὸς τὴν μεγάλην τῶν πόλεων, οὐ φέρων δ᾿ οὐδ᾿ ἐπ᾿ ὀλίγον τὴν τοῦ ὁμοζήλου διακοπήν, προσελθὼν τῷ προεστῶτι τῆς μονῆς, καὶ πάντα κάλων κινήσας, λόγους τε μυρίους παρακλητικοὺς ποιησάμενος, λαμβάνει τὸν Ἰωσὴφ συναπόδημον· ἔμαθε γὰρ ᾧ τέως ὑπείκειν τῷ Γρηγορίῳ, διὰ τὸ ὑπερβάλλον τῆς ἀρετῆς.

ιε´. Καὶ δὴ τῇ βασιλίδι παραβαλόντες τῶν πόλεων, ἐν τῷ τῶν καλλινίκων μαρτύρων Σεργίου καὶ Βάκχου ναῷ τὴν παροικίαν πρὸς βραχὺ ἐποιήσαντο. Καὶ ἦν ἰδεῖν τὸν ἱερὸν Ἰωσὴφ ὡς ἄρτι τῆς ἀρετῆς ἠργμένον, πᾶσαν μὲν ὑπακοὴν τηροῦντα τῷ Γρηγορίῳ, πᾶν δὲ εἶδος τῆς ἀσκήσεως ἐξ ὑπαρχῆς μετερχόμενον. Ἃ μὲν γὰρ κατωρθώκει, ὡς οὐδὲν ἐλογίζετο, πρὸς δὲ τὰ ἔμπροσθεν ἐπεκτείνετο, καὶ ἅμα ἐπιβεβαιῶν καὶ τὰ πρώτως κατορθωθέντα τῇ πρὸς ἐκεῖνον ἀκριβεστάτῃ διαμορφώσει, τὸν μέγαν λέγω Γρηγόριον, ὡς ἄρτι τῆς καλῆς ἀκορέστως ἀσκήσεως ἀπαρχόμενος, νεαλὴς ἐχώρει πρὸς τοὺς ἀγῶνας, καὶ τὸν τῶν ἀσωμάτων ἀπεμιμεῖτο βίον ἐν σώματι, χαίρειν μὲν πᾶσιν εἰπὼν αἰσθητοῖς, τῷ ἀοράτῳ δὲ κάλλει ἐνηδυνόμενος. Καὶ ὄροφον μὲν εἶχε τὸν οὐρανόν, ἀντὶ δὲ πάσης γλυκείας στρωμνῆς τὸ σύντροφον ἐκείνῳ καὶ φίλον ἔδαφος, εἴ ποτε ἄρα διαναπαύειν ἔμελλε τὸ συνεργοῦν ἐκείνῳ πρὸς ἀρετήν· οὕτω γὰρ ἑώρα διάγειν καὶ τὸν θεῖον Γρηγόριον, καὶ κάτοπτρον εἶχε τὸν ἐκείνου βίον· καὶ πρὸς ἐκεῖνον ἑαυτὸν ἀπευθύνων, καθ᾿ ἑκάστην ἀναβάσεις ἐν τῇ καρδίᾳ ἐτίθετο.

ις´. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ (οἷα τὰ τοῦ Θεοῦ κρίματα!) Λέων ὁ θηριώδης, ὁ ἐκ τῆς Ἰσαυριας [imo Ἀρμενίας], τῆς βασιλείας τῶν σκήπτρων ἐπιλαβόμενος, κυκᾷ μὲν ὅλην τὴν Ἐκκλησίαν, καὶ ταῖς παναγίαις εἰκόσι πάλαι προσωχθηκώς, πόλεμον κατ᾿ αὐτῶν τῶν πώποτε γεγενημένων ἐκίνησε τὸν σφοδρότατον· τὰ δὲ τῶν φιλοχρίστων στίφη, μὴ πεπεισμένα τῷ ἐκείνου θελήματι, ἄλλος ἀλλαχόθι διεσκορπίζοντο. Διὸ καὶ οἱ μὲν τὸν Βόσπορον κατελάμβανον, οἱ δὲ εὐθὺς τῆς Σικελίας ἀπέπλεον, ἄλλοι δὲ τὰς κορυφὰς τῶν ὀρέων καταλαμβάνοντες, τοῦ δεινοῦ μονιοῦ τὰς συώδεις ὁρμὰς ἀπεδίδρασκον. Ἀλλ᾿ οὐχ ὁ γενναῖος ἀγωνιστής, καὶ τῶν ἱερῶν μορφωμάτων προσκυνητὴς οὕτως ἐποίει Γρηγόριος· ἀλλὰ τὸν θεῖον ἐνδεδυμένος τῆς πίστεως θώρακα, περιέρχεται μὲν πανταχόθεν τῆς πόλεως, κηρύσσων ἐν ἀγυιαῖς, καὶ διδάσκων ἐν στενωποῖς, καὶ παῤῥησίαν ἐν ταῖς πλατείαις ἐπιδεικνύμενος, μὴ τῷ λαοπλάνῳ πείθεσθαι βασιλεῖ, μηδὲ τοῖς ἐκείνου ληρήμασι τὴν ἀκοὴν ἐνδιδόναι κἂν πρὸς μικρόν. Καὶ ἦσαν οἱ ἐκείνου λόγοι πρὸς τὰς τῶν εὐσεβῶν καρδίας ἐνστάζοντες δρόσος ἑωθινὴ καὶ ἴαμα πνευματικὸν καὶ σωτήριον· ᾧ καὶ τὸ πλῆθος τῶν ἐν τῇ μεγάλῃ τῶν πόλεων ἀσκητῶν συνελθόντες, κατὰ ταὐτὸν προσάγουσι κοινὴν ἱκετηρίαν τῷ Γρηγορίῳ, τὸν γενναῖον ἐν λόγοις, καὶ σταθηρὸν ἐν πόνοις, πρὸς τὴν πρεσβυτέραν Ῥώμην ἐξαποστεῖλαι, διασημανοῦντα τῷ πάπᾳ καὶ τοῖς ἐκεῖσε τὰ νῦν συνέχοντα τὴν πόλιν δεινά, ἵνα τις ἐπικουρία γένηται τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ. Ὁρᾷς γάρ, ἔλεγον, ὦ Πάτερ, ὡς Ἰλιάς ἐστι κακῶν τὰ ἡμέτερα, καὶ κινδυνεύει τὸ μέγα ποίμνιον τοῦ Χριστοῦ, διὰ τὸ μὴ εἶναι τὸν ἐκδικήσαντα.

ιζ´. Δέχεται τὴν παράκλησιν ὁ μέγας Γρηγόριος καὶ ὡς μᾶλλον αἰτήσας, οὐκ αἰτηθείς, ἀπαρτίζει τὸν λόγον ταχύ· καὶ τὸν θεῖον μετακαλεσάμενος Ἰωσήφ, Νῦν, εἶπε, τέκνον, καιρὸς τοῦ τε λόγου τὸ πολὺ ἐπιδείξασθαι, καὶ τὸν πρὸς Θεὸν ἔρωτα πολυπλασιάσαι ὡς ἐφικτόν. Ὁ δὲ μαθὼν ἀεὶ ὑποτάσσεσθαι, κλίνει μὲν ἠρέμᾳ τὴν κεφαλήν, μηδὲ τῶν ἀναγκαίων μηδέν τι παραλαβών, νηός τε ἐπέβαινε καὶ πρὸς τὴν Ῥώμην ἀπέπλεεν. Οὐκ ἦν δὲ ἄρα καὶ Θεῷ βουλητόν, τῷ διὰ τῶν ἐναντίων πολλάκις οἰκονομοῦντι παράδοξα. Τί οὖν γίνεται, καὶ τί τελεῖται; Νῆες ἐπιστᾶσαι βαρβαρικαὶ ἀνδρῶν πειρατῶν, ἄλλα τε πλοῖα συνεπισπῶνται, καὶ δὴ κἀκεῖνο, ὃ τὸν μέγαν ἔφερεν Ἰωσήφ. Ἤγετο οὖν αἰχμάλωτος εἰς τὴν Κρήτην· ἔνθα γενόμενος ἐντίθεται μὲν τῇ εἱρκτῇ ἁλύσεσι βαρείαις δεσμούμενος· τοσοῦτον δὲ τοῖς δεσμοῖς ἐνηγάλλετο, ὅσον καὶ τοῖς ἄλλοις δεσμώταις ἐποιεῖτο παράκλησιν ἡδέως φέρειν τὰ ἐπιόντα, καὶ μὴ δυσχεραίνειν τοῖς ἀλγεινοῖς.

ιη´. Ἡδέα γάρ εἰσι τὰ διὰ Χριστὸν δεσμά, καὶ εἰ πρὸς καιρὸν ἀνιᾷ. Εὐχαριστῶμεν οὖν, ἔλεγε, τῷ Θεῷ, τὸν μέγαν Παῦλον παράδειγμα ἔχοντες, ὃς καὶ ὡς ὁρμίσκοις τοῖς κλοιοῖς ὡραΐζετο, καὶ ἔχαιρεν ὅτι ἠξιώθη ὑπὲρ τοῦ ὀνόματος Χριστοῦ μαστιχθῆναι· ἀλλὰ καὶ ὁ Παύλου Χριστὸς λοιδορούμενος οὐκ ἀντελοιδόρει, καὶ πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως, ὡς ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης ὁ μέγας Πέτρος φησίν. Ἀλλὰ δοκεῖ τισιν ἀλγεινά, διὰ τὸ πολὺ τῆς αἰσθήσεως, τὰ τοῖς σώμασιν ἐπαγόμενα. Καὶ πῶς ἄλλως δυνατὸν τὸν Χριστοῦ ἆραι ζυγόν, εἰ μή τις διοδεύσει διὰ πασῶν τῶν ἡλικιῶν ἀμέμπτως αὐτοῦ καὶ δυνάμεων, πάντα γινόμενος ὅσα ἐκεῖνος ὑπὲρ ἡμῶν, καὶ ταῦτα Θεὸς ὤν, καὶ σύνδρομον ἔχων τῇ βουλήσει τὴν δύναμιν, καὶ δυνάμενος ἄλλως τὴν ἡμῶν τῶν ἀχαρίστων πραγματεύσασθαι σωτηρίαν; Ἀλλὰ τὸ ἐπίπονον ὑπογράφων τῆς ἀρετῆς, δι᾿ ἧς τοῖς σωζομένοις αἱ κεκλεισμέναι πύλαι ἀνοίγονται, δι᾿ ἐπιπόνου βίου, ὡς Θεὸς καὶ Δεσπότης, τὴν σωτηρίαν πᾶσιν ὑπέδειξε. Χρεὼν τοιγαροῦν ὑπὲρ τῆς θεανδρικῆς εἰκόνος Χριστοῦ καὶ τῆς αὐτοῦ ἀμώμου καὶ παναχράντου προκινδυνεῦσαι Μητρός, ἵνα μέχρις αἵματος πρὸς τὸν κοσμοκράτορα τοῦ αἰῶνος τούτου ἀντικαθιστάμενοι, χάριν εὕροιμεν, ὡς τὰ ἱερά φησι Λόγια, εἰς εὔκαιρον βοήθειαν. Τούτοις καὶ τοιούτοις ἄλλοις μυρίοις λογίοις τοὺς ὑπὲρ Χριστοῦ ἐγκεκλεισμένους ὑπήλειφε, δι᾿ οὓς τάχα καὶ πρὸς ἄλλην στελλόμενος, τὴν ἐπὶ Κρήτην Θεοῦ ἀῤῥήτῳ λόγῳ κατέλαβεν, ἵνα καὶ νῆσος πᾶσα καὶ ἤπειρος τὸν βίον γνοίη τοῦ μάκαρος, καὶ μετὰ τοῦ βίου καὶ τὸ ὑπερβάλλον τῆς γνώσεως· ὃ καὶ γέγονε, Πνεύματος ἁγίου αὐτῷ οἰακίζοντος.

ιθ´. Ἔνθα καί τινα τῷ τῆς ἐπισκοπῆς τετιμημένον βαθμῷ καταλαβὼν ἐν φρουρᾷ, καί τι καὶ ἀνθρώπινον πάσχοντα, καὶ λογισμοῖς ἀλλεπαλλήλοις βαλλόμενον, καὶ μικροῦ δεῖν κινδυνεύοντα νῶτα δοῦναι τοῖς μισοῦσι Θεὸν καὶ τὴν αὐτοῦ εἰκόνα ὑβρίζουσιν, ἀναλαμβάνει τοῖς λόγοις, ὑποστηρίζει τοῖς παραδείγμασι, καὶ ὑπεραποθνήσκειν ἕτοιμον ἀπειργάζετο Χριστοῦ τῆς εἰκόνος αὐτοῦ· κἄν ὁ τὸ ἀσθενὲς τῆς αὐτοῦ ψυχῆς ἐπιστάμενος, οὐκ εἴασεν αὐτὸν πειρασθῆναι ὑπὲρ τὴν δύναμιν. Μετὰ μικρὸν γὰρ πρὸς τὰ ἐκεῖθεν μεταστειλάμενος ὁ θεῖος Ἰωσήφ, τῷ μὲν ἐπισκόπῳ τοιαύτη τις ἄγκυρα καιρῷ χειμῶνος ἀλλεπαλλήλων λογισμῶν κινδυνεύοντι ἀναδείκνυται· ἑτέρῳ δὲ ἰδιώτῃ, καὶ διὰ τὸ μὴ φέρειν τὰς ἐκ τοῦ πάσχειν ἀνίας συνθεμένῳ τὸ πᾶν τῆς ἀῤῥήτου οἰκονομίας διαπτύσαι μυστήριον, ἔτι τε τὴν θεόσωμον εἰκόνα καταπατῆσαι Χριστοῦ, ἀθρόον περιτυχών, τὶ μὲν οὐκ εἶπε τῶν μαλάττειν εἰδότων καὶ λιθίνας ψυχάς; ποία δὲ δάκρυα οὐκ ἀφῆκε τῶν ὀφθαλμῶν; τὰς χεῖρας κατασπαζόμενος, καὶ χείλη τῷ τραχήλῳ προσάπτων, ἵνα μετακινήσῃ τοῦτον τῶν δεδογμένων, καὶ πείσῃ διὰ Χριστὸν προέσθαι καὶ τὴν ζωήν· ὃ δὴ καὶ τετέλεκε, καὶ ὅπως, ἐγὼ διηγήσομαι.

κ´. Ἑσπέρα μὲν ἦν ὅτε τῷ ἀνθρώπῳ τὰς θαυμασίας παραινέσεις ἐν τῇ καρδίᾳ παρέθετο, ἅμα δὲ πρωῒ σπείρᾳ βαρβαρικῇ πρὸς τὴν φρουρὰν παραγέγονε, ῥινολαβίδας ἐπαγομένη καὶ πιεστήρια, καὶ ἀνηρώτα τὸν ἄνθρωπον, εἰ μὴ τῆς γνώμης ὑφῆκεν, εἰ μὴ ἠλλοιώθη κατά τι, ἀλλὰ τοῖς πρὸ μικροῦ κριθεῖσιν ὁλικῶς ἐμμένει καὶ ἀπαρνεῖται Χριστόν. Καὶ ὅς, οὐδὲν ὑποστειλάμενος οὐδ᾿ ἐνδυάσας ἀλλὰ διαῤῥήξας τὸν χιτῶνα καὶ γυμνωθείς, Ἕτοιμος ἐγώ εἰμι, ἔλεγεν, εἰ οἷόν τε ἄρα, μυριάκις ὑπὲρ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἀποθανεῖν. Ταῦτα εἰπὼν καὶ μηδέ τι πλέον προσθείς, χερσὶ δημίων ἑαυτὸν εἰσωθεῖ· ὁ δὲ (οὕτω προσταγὲν ὑπὸ τοῦ ἐκεῖσε τὴν ἀρχὴν περιέποντος) ἀναρτᾶται τῷ ξύλῳ, καὶ ἅπαν τὸ σῶμα καταβελὴς γίνεται· ἔνθεν τοι καὶ ὀφθαλμοὶ διεῤῥύησαν, καὶ ἔγκατα ὡς ὕδωρ, δαυϊτικῶς εἰπεῖν, ἐξεκέχυντο, καὶ πᾶσα ἡ ἔνδον ἐθριαμβεύθη διάπλασις· ἡ ψυχὴ δὲ τῷ γενναίῳ ἐκείνῳ καὶ ἔτι κατείχετο, καὶ γλῶσσα, κεκμηκυῖα τοῖς πόνοις καὶ ταῖς ὑπερβαλλούσαις ὀδύναις, τὸν Χριστὸν ἀνεκήρυττεν. Ὃν οὕτως ὁρᾷν, καὶ ἀθλίως ἔχοντα, ὡς ἐκείνοις ἐδόκει, οἱ ἀλιτήριοι μὴ ἀνεχόμενοι δήμιοι, παντοίως προσπατταλεύουσι, καὶ λίθον ἄραντες πάμμεγαν ἐπαφιᾶσι τῇ κεφαλῇ· ἡ δὲ διαῤῥήγνυται ἄρα κατὰ μικρά, καὶ ἡ βιαία ψυχὴ ἐκείνη πρὸς Θεὸν ἐκδημεῖ.

κα´. Ταῦτα τὰ πάρεργα γέγονε τῷ ὑπερμάχῳ Χριστοῦ Ἰωσήφ· οὗτος ἐν Κρήτῃ τοῦ γενναίου διάδρομος· τοιοῦτον τὸ καλλιέρημα ὁ αἰχμάλωτος τῷ οὕτως οἰκονομοῦντι τὰ κατ᾿ αὐτὸν Θεῷ ἀφιέρωσεν. Ὑπέρευγε τῆς γνώμης! ὑπέρευγε τῆς φιλοκάλου ψυχῆς! ὅτι καὶ ἐν ὑπερορίᾳ καὶ ἐν φρουρᾷ ἀσίγητον εἶχε τὴν γλῶσσαν, μετὰ παῤῥησίας ἀνακηρύττουσαν τὴν εὐσέβειαν. Ἐστενοχωρεῖτο ταῖς θλίψεσι, καὶ Θεῷ προσήγαγε μάρτυρας· ἐβαρύνετο τοῖς δεσμοῖς, καὶ πολλοὺς ἐλυτροῦτο τῶν τοῦ παλαμναίου χειρῶν.

κβ´. Ἀλλ᾿ οἵα καὶ ἡ αὐτοῦ πάλιν πρὸς τὴν βασιλεύουσαν ἐπανάζευξις; Ἡ νὺξ παρῆν ὅτε τὴν τῶν γενεθλίων τοῦ Χριστοῦ ἡμέραν ἡ Ἐκκλησία εἴθισται τελεῖν· ὁ δὲ καὶ ξύλῳ τὸν πόδα ἐκπιεζόμενος, καὶ τοῖς κλοιοῖς τὸν τράχηλον κατακαμπτόμενος, παννύχιον ἐπετέλει τὴν ὑμνῳδίαν, καὶ τῷ δι᾿ ἡμᾶς ὑπὲρ λόγον καθ᾿ ἡμᾶς ὀφθέντι Χριστῷ παρετείνετο, μέχρι καὶ ἀλεκτρυόνων ᾠδῶν. Καὶ δὴ ἐφίσταταί τις ὕπαρ ἀθρόον, πολιὸς τὴν τρίχα, ἱεροπρεπὴς τὴν ἐσθῆτα, ἀγλαϊζομένην τῷ προσώπῳ χάριν ἐπιφερόμενος, καὶ πρὸς αὐτὸν ἄρτι φησίν· «Ἐκ Μύρων τῆς Λυκίας ἀπάρας, πρός σε καὶ τὴν σὴν ἀγάπην ἀπήντησα, Θεοῦ δι᾿ ὃν ἐναθλεῖς ἀπτέρῳ τάχει μὲν κατεπείγοντος· καὶ δή σοι τὰ θυμήρη λέγω ἀγγελτήρια, ὡς ὁ μὲν τὴν Ἐκκλησίαν κυκών, καὶ κατασπαράττειν ἐπιχειρῶν τὰ πρόβατα τοῦ Χριστοῦ, παραλυθεὶς τῆς ἀρχῆς, τοῖς ἐκεῖθεν δικαιωτηρίοις ὡς ἐναγὴς εἰς ἡμέραν ἀποκαλύψεως, ὥς φησι Παῦλος, ἀποτετήρηται· σὲ δὲ χρεῶν τὴν βασιλίδα καταλαβεῖν, ὡς ἂν ἐπιστηρίξῃς πολλοὺς τῇ δεδομένῃ σοι παρὰ τοῦ Πνεύματος χάριτι. Πλὴν ἀλλὰ λαβὼν τὴν κεφαλίδα ταύτην, κατάφαγε (ἐῴκει γὰρ παρακατέχειν τῇ δεξιᾷ βραχύ τι βίβλου ἀπότμημα)». Ὁ δὲ ἐνηδύνετο μὲν τῇ γραφῇ, καί, «Ὡς ἡδέα, ἔλεγε, τῷ νοουμένῳ λάρυγγι τῆς ψυχῆς τὰ γεγραμμένα ταυτί!» Εἶχε δὲ ἡ γραφὴ κατὰ λέξιν οὕτως· «Τάχυνον ὡς οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων εἰς τὴν βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος». Καὶ ὡς ταῦτα ψάλλειν ἐμμελῶς ἄγαν καὶ λιγυρῶς ἐκελεύσθη παρὰ τοῦ θείου ἀνδρὸς ἐκείνου, ὁρᾷ μὲν ἑαυτὸν τῆς ποδοκάκης ἀπολυθέντα, τοὺς δ᾿ ἐν τῷ τραχήλῳ κλοιοὺς κειμένους ἐν τοῖς ποσί· καί, «Παρομάρτει μοι,» ἤκουε παρ᾿ αὐτοῦ· καὶ (ὢ τοῦ θαύματος! ὢ τῆς ταχείας ἐπικουρίας! ὢ τῶν ἀνεκλαλήτων καὶ παραδόξων τεραστίων Θεοῦ!) ἀοράτως ὡρᾶτο τὸν ἀναφῆ διατέμνων ἀέρα, καὶ ὑπηνέμιος ὥσπερ πρὸς τὴν μεγάλην τῶν πόλεων ἀπαντῶν. Τοιούτοις οἶδε Θεὸς τοῖς πτεροῖς δεξιοῦσθαι τοὺς τὴν ἑαυτῶν καρδίαν πρὸς ἐκεῖνον ἀναπτερώσαντας.

κγ´. Ἀλλὰ γὰρ τὸ μὲν θαῦμα πρὸς ὑμνῳδίαν ἐκίνει τοῦτον Θεοῦ, τὸ δὲ συμβὰν πρὸς ὀδυρμοὺς παρώθει καὶ δάκρυα. Οὔπω γὰρ πᾶσι τοῖς ποθοῦσιν ὀφθείς, ἀναμανθάνει, ὡς ὁ θεῖος Γρηγόριος, τὸ κοινὸν παρηγόρημα, τὸ τῶν Ἐκκλησιῶν ἀληθινὸν περιλάλημα, τὸ ἔμψυχον τῶν ἀρετῶν ἀποτύπωμα, πολλοῖς καμάτοις κατακαμφθεὶς καὶ πόνοις ἀμυθήτοις κατατακείς, πρὸς ὃν ἐπόθει Θεὸν ἐπανέζευξεν· ὃ καὶ θρήνων ὑπόθεσιν ποιησάμενος, ἀναλαμβάνει τὸ σκῆνος ἐν ταῖς χερσί, καὶ ὡς ἔμψυχον ἤδη ὁρῶν, τοιαύτας πρὸς αὐτὸν ἐποιεῖτο τὰς παρακλήσεις, θαλάσσας δακρύων ἐξ ὀφθαλμῶν ἀποῤῥέων, καὶ πόδας ἐπιβρέχων τοὺς εὐαγγελισαμένους εἰρήνην καὶ ἀγαθά, μεθ᾿ ὧν ἐκεῖνος ἐλήλυθε· «Πῶς ὑπομένω σου, Πάτερ, τὴν στέρησιν; πῶς δ᾿ ἄτερ σοῦ τῷ περιγείῳ χώρῳ παραμενῶ; Τίς μου τὸ θλιβόμενον τῆς ψυχῆς λόγοις παρακαλέσει τῆς παρακλήσεως; τίνι δὲ καὶ τὸν χειμῶνα τῶν λογισμῶν ἀναγνωρίσω ποτέ; τίνα εὕροιμι οἷα Χριστὸν ταύτῃ τῇ χαλεπῇ θαλάσσῃ τό, Φιμώθητι, ἐπιλέγοντα; Ἵνα τὶ μὴ πρῶτον ἐμὲ τῷ σῷ Δεσπότῃ προέπεμπες, ἵν᾿ εἶχον, παρὰ χερσὶν ἀποψύχων ταῖς σαῖς, τῶν ἐν ἀέρι ὁδοστατῶν καὶ πονηρῶν φορολόγων τὰς παλαμναίας χεῖρας ἀποδιδράσκειν διὰ τῆς σῆς παρακλήσεως; Πλὴν ἐπειδὴ προέδραμες, ὢ γενναῖος τὴν ψυχὴν καὶ πρὸς πόνους ἀνένδοτος, τὸ ἀσθενὲς τῆς ἐμῆς ψυχῆς ἀναῤῥώννυε, καὶ σοῦ ταῖς πυκναῖς ἐπιστασίαις ἐν νυκτὶ μὲν καὶ ἐν ἡμέρᾳ πρὸς τὰ τοῦ Θεοῦ διευθέτει θελήματα· ἵν᾿ ὑπὸ τὴν ἐκείνου χεῖρα τὴν κραταιὰν ταπεινούμενος, διὰ τῶν σῶν προσευχῶν, ἃς ἀμέσως τελεῖς τῇ μακαρίᾳ Τριάδι καταλαμπόμενος, ἀβλαβῶς διαπεράσω τοῦ βίου τὴν θάλασσαν, καὶ σοῦ τῷ λιμένι προσορμισθείς, βλέποιμί σε διηνεκῶς κατὰ τὴν ἀδιάτμητον ἕνωσιν.

κδ´. Οὕτως εἰπὼν τῷ τόπῳ προσκαρτερεῖν, ἐν ᾧπερ ὁ θεῖος Γρηγόριος ἐγκλειόμενος τῆς φιλοσόφου παλαίστρας ἀντείχετο, ἑλόμενος ἔχειν τῶν πόνων συμμεριστὴν Ἰωάννην, τὸν τοῦ μεγάλου Γρηγορίου φοιτητήν τε καὶ ζηλωτήν. ᾯ συμβιώσας χρόνον συχνόν, ἐδόκει βλέπεσθαι Γρηγόριος, καὶ διδοὺς καὶ λαμβάνων ἀφορμὰς ἀρετῶν. Πολλὰς γὰρ εἶχε καὶ Ἰωάννης ἐπικαθημένας τῇ γλώσσῃ τὰς χάριτας. Ἐπεὶ δὲ καὶ οὗτος, νηστείᾳ καὶ ἀγρυπνίᾳ καταδαμάσας τὸ τῆς ψυχῆς περικάλυμμα, πρὸς Θεὸν ἐξεδήμησεν· ὁ θεῖος Ἰωσὴφ τὸν τόπον καταλιπών, τῷ τοῦ μεγάλου καὶ χρυσοῦ τὴν γλῶσσαν Ἰωάννου σηκῷ ἐμφιλοχωρεῖ, ὥς τινα θησαυρὸν ἐπαγόμενος Γρηγορίου τὸ ἱερώτατον λείψανον καὶ τοῦ αὐτοῦ μαθητοῦ, πολλῶν συνδεδραμηκότων κατὰ ταυτόν, ὥστε ποιμαίνεσθαι καὶ καθοδηγεῖσθαι τεχνικῶς παρ᾿ αὐτοῦ, καὶ γλώττης ἐκείνης ἀκροᾶσθαι τῆς μελιχρᾶς, ὡς ἐδίδου τοῦ τόπου τὸ πάνσθενον. Ὅθεν καὶ πλησίον τοῦ τόπου, ἐρήμου τότε πάντη τυγχάνοντος, ἐνιδρύεται φροντιστήριον· ἐν ᾧ τό τε πλῆθος κατατέμνει τῶν μαθητῶν, καὶ πρὸ πάντων ὥς τι κειμήλιον ἄσυλον τὸ σκῆνος τοῦ μεγάλου καὶ τοῦ φοιτητοῦ κατατίθεται.

κε´. Οὐ μήν, ἀλλ᾿ ἐπειδὴ πάλαι τοῖς Θεσσαλικοῖς ἐνδιατρίβων ὁρίοις, παρὰ τινος θείου ἀνδρὸς καὶ τὴν γνῶσιν οὐ μιμητοῦ, τὸ θεῖον καὶ ἱερώτατον λείψανον τοῦ μεγάλου ἀποστόλου Βαρθολομαίου κεκλήρωται, ναὸν ἔγνω καὶ τούτῳ ἀναδείμασθαι, πολλὰς θαυμάτων ἀναβρύοντι χάριτας. Ὅν καὶ πυκνὰ ἑώρα κατὰ τοὺς ὕπνους τὰ ἐκεῖθεν μυστηριώδη ἀνακαλύπτοντα, καὶ πᾶν γρῖφον ἐν τῇ Γραφῇ ἐπιλύοντα. Καὶ ποτε μελῳδήμασι τοῦτον ἀνυμνῆσαι βουλόμενος, ἀνεκόπτετο τῆς ὁρμῆς, Μὴ ποτε, λέγων ἐν τῇ καρδίᾳ, ἀβούλητόν ἐστι τῷ Ἀποστόλῳ τὸ βούλημα. Καὶ δὴ τεσσαράκοντα ἡμέρας ὁ τῶν καθ᾿ ἡμᾶς ἡμερῶν Μωϋσῆς ἐκπιέσας τὴν σάρκα, ἵνα λάβῃ τῶν θείων μελῳδημάτων τὰς πλάκας, καὶ ὅλον νοῦν συναγαγὼν ἐν ταυτῷ, καὶ τὰς αἰσθήσεις μύσας παντάπασι, τῷ τοῦ Ἀποστόλου λειψάνῳ πεφιλημένως καὶ εὐλαβῶς περιφύεται, καὶ τινος ἀῤῥήτου ἀξιοῦται τῆς θεωρίας. Πρὸ γὰρ τῆς τοῦ μεγάλου μνήμης, ὁρᾷ τινα ἄνδρα, σινδόνιον μὲν ἐσθῆτα, οἷος ἄρα καὶ τοῖς ἐν Παλαιστίνῃ κατασκευάζεται, περικείμενον, τὰς ἱεράς τε πύλας κατέχοντα τοῦ νεώ, καὶ πρὸς ἑαυτὸν τὸν Ἰωσὴφ ἐκκαλούμενον· εἶτα τὸ ἱερὸν τῆς τραπέζης ὁ φανείς ἀντανακαλέσας ἀράχνιον, αἵρει μὲν τὴν πυκτίδα τῶν εὐαγγελικῶν ῥημάτων Χριστοῦ, καὶ τίθησιν ἐπιστέρνιον, ἐπειπών· «Εὐλογήσῃ σε ἡ χεὶρ τοῦ Θεοῦ, καὶ σοῦ τὴν γλῶσσαν θάλασσαι δογμάτων περικυκλώσωσι, καὶ τῇ καρδίᾳ ἐνιδρυνθείῃ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ σοῦ τὴν πᾶσαν οἰκουμένην τὰ μελῳδήματα περιθέλξαιεν, καὶ τις τούτοις ἐπεντρυφῶν Σειρῆνας εἴποι τὰς νοητάς, διά τε τὴν χάριν τῶν νοημάτων καὶ τὴν ὑγραίνουσαν λέξιν καὶ πανταχόθεν ἀρωματίζουσαν». Εἶπε, καὶ ἀπῆν ἐκεῖνο τὸ θεαθέν· τὸ δὲ λεχθὲν ἐντεθὲν καὶ ἐνσπαρὲν καρδίας ταῖς αὔλαξι, πολύχουν ἀναδεδώκει τὸν ἄσταχυν.

κς´. Αὕτη ἡ ἀπαρχὴ τοῦ χαρίσματος· οὗτος ὁ πλοῦτος τῆς μεγαλοδωρεᾶς· τοῦτο τὸ μέγα καὶ πολυτίμητον χαριστήριον. Ἀμέλει καὶ ἀπαρξάμενος γράφειν τὰ ἐμμελῆ μελῳδήματα, τῷ μὲν λιγυρῷ τῆς ἠχῆς κατεμουσούργει τὴν ἀκοήν, κατέθελγε δὲ τῷ ἡδεῖ τὴν δυναμένην συμβαλεῖν τοῖς λεγομένοις διάνοιαν. Καὶ ποῖον γὰρ εἶδος ἐκεῖθεν φθόγγων οὐκ ἐδιδάσκετο μουσικῶν; ἢ ποία χάρις οὐκ ἐπέλαμπε τοῖς ᾀσματιζομένοις αὐτῷ; Ἐκεῖθεν ὕπνος καὶ τοῖς ἄγαν ῥᾳθύμοις ἀπετινάσσετο, σπεύδουσι κηληθῆναι τὴν ἀκοὴν ὁμοῦ καὶ διάνοιαν τῷ λιγυρῷ προσφωνήματι. Ἐντεῦθεν καὶ τοῖς πρὸς ἀρετὴν ἑαυτοὺς ἐπιτείνουσι τῆς ἀρετῆς ἡ ἕξις κατανενόηται. Ταῦτα καὶ οἱ ἐν λύπαις ἀναλαμβάνοντες, τὸ ἀθυμοῦν καὶ δακνόμενον τῆς ψυχῆς κατεκοίμιζον· τούτοις καὶ οἱ ἐν εὐθυμίᾳ ὄντες πρὸς ἡδονῆς κατ᾿ ἄλλον τρόπον μετέπιπτον δάκρυα. Οἱ γράφοντες δέ, τοῖς ἄλλοις χαίρειν εἴποντες πονήμασι, τοῖς τοῦ θείου Ἰωσὴφ πολύ τι κέρδος ἐμμελῳδήμασι συνηθροίκασι, μᾶλλον δὲ συναθροίζουσι. Γλῶσσαι γὰρ πᾶσαι κατὰ φυλάς, πρὸς τὴν ἑαυτῶν διάλεκτον τὰ μελετήματα βαλλόμεναι, τὴν νύκτα πᾶσαν καταφωτίζουσι, καὶ τὸ αὐτῆς σκοτεινὸν καὶ πρὸς ὕπνον ἑλκόμενον τῇ πυκνῇ φρυκτωρίᾳ πρὸς ἡλιακὰς φωτοχυσίας μεταβιβάζουσι, καὶ χαίρειν τῷ ὕπνῳ εἰποῦσαι τοῖς ᾄσμασιν ὡραΐζονται.

κζ´. Ἔστι τις ἄτεγκτος καὶ ἀμείλικτος καὶ πρὸς δακρύων ἐπιῤῥοὰς ἀφυής; Τὰ εἰς τὴν Παρθένον καὶ Μητέρα Θεοῦ, τὴν ὑπὲρ λόγον συλλαβοῦσαν τὸν Λόγον, λιγυρὰ μελῳδήματα ἐπιών, θαλάσσας δακρύων τοὺς ὀφθαλμοὺς πληρωθείς, καὶ τὴν διάνοιαν συντακείς, ἀυλῷ νῷ κατατρυφήσει τῶν νοερῶν ἰύγγων τῆς κατανύξεως· μυρία δὲ ταῦτα τούτῳ συντέθειται ἐν διαφόροις ἐναλλαγαῖς, καὶ ἤχων κατατομαῖς, καὶ ῥυθμῶν ποικίλων διαφοραῖς τὸ ἡδύ πως ἀρωματίζοντα. Βούλεταί τις μαθεῖν τὸν βίον τοῦ πρὸς ἡμέραν τιμωμένου ἁγίου τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ; Μετερχέσθω τὸ εὔρυθμον, καὶ ἐφ᾿ ἑνὶ ἑκάστῳ τῶν ᾀδομένων, ἐπιγινωσκέτω τὴν τοῦ βίου διαγωγήν. Καὶ πᾶς μὲν τῶν ἁγίων ὑπ᾿ ἐκείνῳ τιμώμενος ἀναδείκνυται· αὐτὸς δὲ ἐν πᾶσιν ὁρᾶται τιμώμενος, ἐν ἄλλων βίοις αὐτὸς ἐξυμνούμενος, διὰ τὸ λιγυρὸν καὶ εὔρυθμον τῆς ἐμμελοῦς μελῳδήσεως. Ἄλλος μὲν οὖν μεγαλυνέτω τὸν βίον τοῦ μακαρίου, ὁ δὲ τῆς γνώσεως τὸ ὑπερφέρον, πάντες δὲ πάντα ἐπίσης καὶ διὰ πάντων μεγαλυνέτωσαν τὴν χάριν τοῦ Πνεύματος, ἥτις τούτῳ οὕτως ἐκκέχυται, ὡς εἰς πᾶσαν τὴν οἰκουμένην ἐξελθεῖν τὸν φθόγγον αὐτοῦ, καὶ εἰς τὰ πέρατα πάντα τὰ τῶν μελῳδημάτων θεοκρότητα ῥήματα. Περὶ γὰρ τῶν ἄλλων τὶ χρὴ καὶ λέγειν; ὁπόσους ἐκεῖνος ἐκ τοῦ βυθοῦ τῆς ἀπιστίας ἐξείλκυσε, καὶ πρὸς τὴν τῆς ἁγίας Τριάδος γνῶσιν ἐρύθμισε· πόσους δὲ πέπεικε, χαίρειν εἰπεῖν τῷ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ, καὶ τὸν μονήρη βίον ἀσπάσασθαι· πόσας δὲ γυναῖκας παρθενεύειν ἐδίδαξεν, ἵν᾿ ἔχοιεν τὰς λαμπάδας ἀναπτομένας διηνεκῶς, καὶ συνέλθοιεν τῷ μνηστῆρι Χριστῷ, ἄρτι κραυγῆς τελουμένης ἐν τῷ μέσῳ δὴ τῆς νυκτός;

κη´. Οὐ μὴν ἀλλὰ καὶ πάλιν ὑπερόριος γίνεται, τὸ οὐραῖον περισείσαντος τοῦ πτερνοσκόπου Σατάν, καὶ τὸν τότε πονηρὸν βασιλέα κινήσαντος. Οὐκ ἦν γὰρ ἠρεμεῖν, τὸν ὡς σῖτον σινιάσαι ζητοῦντα τοὺς εὐσεβεῖς, ἀλλὰ παντοίως κινεῖ τὰς πρὸς αὐτὸν ῥεπούσας ψυχάς. Ὅθεν καὶ πάλιν πόλεμος κατὰ τῆς ἀτινάκτου πανταχόθεν Ἐκκλησίας ἀναρριπίζεται, καὶ τὰ ἱερὰ μορφώματα Χριστοῦ καὶ τῶν αὐτοῦ ἁγίων πάλιν διώκονται, ἃ τιμᾶσθαι ὅλῃ γλώσσῃ τὸ πλῆθος ἀναδιδασκων ὁ γενναιότατος, καὶ ἀνακηρύττων τῆς ὀρθοδοξίας τὰ δόγματα, οὐκ ἐν οἰκίᾳ οὐδ᾿ ἐπὶ δώματος, ἀλλ᾿ ἐν πλατείαις καὶ παῤῥρησίᾳ, ἐξωθεῖται τῆς πόλεως, καὶ ἦν ἐν ὑπερορίᾳ στενοχωρούμενος, μᾶλλον δ᾿ ἑαυτὸν οἰκειογνωμόνως στενοχωρῶν. Μετ᾿ οὐ πολὺ δὲ λήξαντος τοῦ κακοῦ, καὶ τοῦ χειμῶνος λωφήσαντος, καὶ ὀρθοδόξοις δοθέντων τῶν σκήπτρων βασιλεῦσιν ἀπὸ Θεοῦ, μετακαλεῖται αὖθις κατὰ Θεόν. Ὁ δὲ οὐ πείθεται, τῇ ὑπερορίᾳ ὡς παραδείσῳ διὰ Χριστὸν ἡδυνόμενος.

κθ´. Πλὴν ἐπεὶ ἐκεῖνοι μὲν ἐπέκειντο ἀντιβολοῦντες τὴν ἀνάζευξιν, ὁ δὲ ἀντιτείνειν οὐκ εἶχε, διὰ τὸ καὶ πρὸς τοὺς ἐν τῇ πόλει φιλάνθρωπον, εἴκει ταῖς τῶν κρατούντων πυκναῖς παρακλήσεσι, καὶ τὴν ὑπερορίαν τέως καταλιπὼν τῇ Βυζαντίδι ἐπιφοιτᾷ· καὶ μόλις μέν, πείθουσι δ᾿ ὅμως, ταῖς ἄλλαις χαίρειν εἰπόντα τιμαῖς, ἐκκλησιαστικῶν προστῆναι πραγμάτων, καὶ τὴν φυλακὴν ἐμπιστευθῆναι τῶν τῆς Ἐκκλησίας ἱερῶν κειμηλίων. Οὐκ ἐπείθετο δὲ ἄρα τοῖς ἄρχουσι, καὶ διὰ τοῦτο τὴν διακονίαν ἐδέχετο, ἀλλ᾿ Ἰγνατίῳ τῷ θείῳ (πολὺς δὲ ἄρ᾿ οὗτος τὴν ἀρετήν, καὶ τὸν ὑπὲρ Χριστοῦ ζῆλον θερμότατος), ἄρτι τῆς ἀρχιερωσύνης ἐμπιστευθέντι τοὺς οἴακας· ὃς τὸ περιὸν τῆς ἀρετῆς τοῦδε τοῦ ἱεροῦ δυσωπούμενος, ἔσπευδεν ἔχειν συγκοινωνὸν τῶν πόνων, κἀν τοῖς ἀναγκαίοις συλλήπτορα· καὶ πρόφασιν τὴν διακονίαν εὑράμενος, τοῦ ποθουμένου ἐτύγχανε. Καὶ ἦν ἐκείνῳ συνομιλῶν θαμά, καὶ παρ᾿ αὐτοῦ τὰ ἀγνοούμενα διδασκόμενος. Καινὸν δὲ πάντως οὐδὲν εἴ τινα τῶν ἀποῤῥήτων τῆς Γραφῆς μυστηρίων ἐκείνῳ μὲν ἠγνοεῖτο, τῷ δὲ μεγάλῳ τῷδε Πατρί, διά τε τὸ πολὺ τῆς σπουδῆς καὶ τὸ περιὸν τῆς καθάρσεως, καὶ ἐγινώσκετο καὶ διηρθροῦτο μετὰ πολλῆς μελιχρότητος, ὃ χάρισμα τῶν παρὰ τῷ μεγάλῳ Παύλῳ ὑμνουμένων ἐστίν, ἄλλου μὴ προσδεόμενον θείου χαρίσματος.

λ´. Ἀλλ᾿ ἐπεὶ καὶ ὁ μέγας ἀρχιερεὺς οὗτος γήρᾳ ἐταλαιπωρεῖτο, καὶ καμάτῳ πολυειδεῖ πρὸς Θεὸν ἐξεδήμησε, διαδέχεται τὸν τῆς ἀρχιερωσύνης θρόνον ὁ Φώτιος, ὃς τῆς συγκλήτου βουλῆς ἐτύγχανε τὸ πρωτεῖον ἐπιφερόμενος, διά τε τὸ πολὺ τοῦ λόγου καὶ τὸ ὑπερβάλλον τῆς γνώσεως, καὶ ἅμα διὰ τὸ δεινὸν τοῦ νοός, καὶ πρὸς τὸ συνθεῖναι καὶ σκευάσαι πράγματα ἐπιτήδειον, ἐξ οὗ καὶ τὴν ἀρχὴν τῆς ἱερωσύνης ἀπεκληρώσατο, ἵνα μὴ λέγω πάντα τὰ τοῦ ἀνδρός, καί που καὶ πρὸς διαβολὰς χωρήσω τοῦδε, ἀπὸ τοῦ πράγματος εἰς τοῦτο παρακινούμενος. Πλὴν ὅτι καὶ οὗτος τῷ μεγάλῳ τούτῳ Πατρὶ Ἰωσὴφ τὴν ἴσην ἐτήρει τιμήν, καὶ τῷ μέσῳ τῆς καρδίας ὑπέκρυπτε, Θεοῦ ἄνθρωπον ὀνομάζων, καὶ ἰσαγγέλῳ κατὰ τὸ θεμιτὸν προσέχων αὐτῷ. Ἔνθεν τοι καὶ ὅλην τὴν φροντίδα τῶν ἐκκλησιαστικῶν πραγμάτων αὐτῷ ἀναθέμενος, Πατέρα Πατέρων ἐκάλει, καὶ τοὺς τῶν πρώτων βαθμῶν ἀξιουμένους τῆς Ἐκκλησίας παρεκάλει τούτῳ ἀνατιθέναι τοὺς λογισμούς· ὃ δὴ καὶ πᾶς ἐτέλει καὶ πρὸ τῆς πατριαρχικῆς παρακλήσεως. Ἧν γάρ, κατὰ τὰ ᾌσματα τῶν ᾀσμάτων, κομιδῇ εὐφυής, ἀλώπεκας ἁμαρτημάτων κατέχειν σμικράς, καὶ ἀποκτέννειν τῆς νοουμένης γῆς τοὺς ἁμαρτωλούς, ὅ φησιν ὁ θεῖος Δαβίδ, ναὶ δῆτα καὶ ψυχὴν ἐπιστηρίξαι καὶ βεβαιώσασθαι, καὶ τὸν εἰς σαρκικὰς ὀρέξεις δίκην σφαίρας κατὰ πρανοῦς κυλιόμενον ἀναστῆσαι τῆς ἁμαρτίας καὶ ποιῆσαι μετάρσιον· ἀλλὰ καὶ τὸν ἀπερικτυπήτῳ συζῶντα σχολῇ, καὶ ταῖς τῆς ἁγίας Τριάδος θεωρίαις περιλαμπόμενον, ἔτι πεῖσαι, μὴ χαλάσαι τὸ θεῖον πτερόν, μηδὲ μετεωρισθῆναι, διὰ τὰς ἐν θεωρίαις παγίδας (δι᾿ ὧν ὁ πτερνοσκόπος οἰήσεως πάθει τοὺς πολλοὺς πρὸς τὸ τῆς ἀπωλείας κατήγαγεν βάραθρον), γαλήνην μὲν διδάσκων ὅπως συνίσταται ἡ ψυχή, καὶ ὅπως τὰ φυσικῶς ἐγκατεσπαρμένα τῆς γνώσεως σπέρματα, παντοίως ἐν ἡμῖν κατὰ κρᾶσιν καὶ ἰδιότητα μεταποιοῦνταί τε καὶ ἐπαύξονται, πρὸς ὅπερ ἕκαστος πέφυκε.

λα´. Καὶ τὶ μὴ λέγω τὰ μείζω καὶ τελεώτερα; Ἑώρα τοὺς ὀφθαλμοὺς ὁ γενναῖος, καὶ ἀπὸ μόνης τῆς ὄψεως ὁποίῳ πάθει ἕκαστος ἐδεσμεῖτο, μυστηριωδῶς προδιέγραφεν, ὁμοῦ μὲν ὑπεκκλίνων τὴν δόξαν, ἵνα μή τις τυχὸν ὑπολειφθείη παρὰ τοὺς πολλούς, ὁ τοῖς πᾶσιν ἄγγελος νομιζόμενος, καὶ ἵνα μὴ ἐντρέψῃ τὸν ἁμαρτάνοντα, καὶ διὰ τοῦτο ποιήσῃ πρὸς τὴν ἁμαρτίαν ἐπιῤῥεπέστερον· φιλεῖ γὰρ τὸ τέως κρυπτόμενον, καὶ ὡς αἰσχύνης ἔργον νομίζεσθαι· τὸ δὲ πρὸς πολλὰς ἀκοὰς ἐμπεσὸν εὐκαταφρόνητον τῷ ποιοῦντι λογίζεσθαι.

λβ´. Ἀλλὰ γὰρ ἐπεὶ ἔδει καὶ τοῦτον, ἄνθρωπον ὄντα καὶ τὸ σῶμα τῆς ταπεινώσεως περικείμενον, μᾶλλον δὲ ἐν ὀστρακίνῳ σκεύει τοῦ σώματος τὸν μέγαν τῆς ἀρετῆς περικρύπτοντα μάργαρον, ἀναλῦσαι πρὸς τὸν Θεόν, καὶ τῇ ἀλήκτῳ μαρμαρυγῇ τῶν θείων θεωρημάτων ἀμέσως ἐνωραΐζεσθαι· καὶ τῶν πολλῶν ἱδρώτων τὸν μισθὸν συγκομίσασθαι· νοσεῖ μὲν ὀλίγον, διὰ δὲ θείας ἀποκαλύψεως μυεῖται τὴν ἐκδημίαν, ἀγγέλου τούτῳ κατὰ τοὺς ὕπνους λαλήσαντος. Ὁ τῶν νηστειῶν τοίνυν παρῳχήκει καιρὸς καὶ ἡ τοῦ σωτηρίου πάθους μεγάλη καὶ σεβασμίᾳ ἐφεστήκει Παρασκευή· ἐν ᾗ τὸ γραμματεῖον, ἐφ᾿ ᾧ αἱ πᾶσαι τοῦ ποιμνίου ἀναγεγραμμέναι κτήσεις ὑπῆρχον ἀράμενος, καὶ σὺν τούτῳ καὶ τὸν μαθητὴν Θεοφάνην παραλαβών, Φωτίῳ τῷ ἀρχιερεῖ παρατίθεται, μηδὲν τι πλέον ὁ γενναῖος προσημηνάμενος. Ὁ δὲ παντοίοις λογισμοῖς ἐπατάσσετο τὴν καρδίαν, καὶ τί ποτε τοῦτό ἐστι καθ᾿ ἑαυτὸν ἐλογίζετο· οὐκ ἔμελλε δὲ πάντως ἐπὶ πολὺ ἁγνοεῖν· τὰ γὰρ τοῦ θανάτου προμηνυτήρια (καῦσος δὲ ἦν ταυτὶ πυρετός) ἀντὶ πάσης φωνῆς τὸ παρὰ τοῦ μεγάλου τελεσθὲν προεμήνυε.

λγ´. Καὶ ἦν ἐκείνῳ ἡ ἀλγηδὼν εὐχαριστίας ὑπόθεσις, καί, Εὐλογῶ σε, ἔλεγεν, ὁ Θεός, ὅτι σοῦ ταῖς νοηταῖς διαπεφύλαγμαι πτέρυξιν, ἀλλὰ συντήρησόν με καὶ μέχρι τῆς τελευταίας ἀναπνοῆς, καὶ ἀπλανῶς δὸς διαβῆναι τὸν ἄρχοντα τοῦ σκότους καὶ τὰ ἐν ἀέρι φαντάσματα, μὴ ποτε διὰ τὰς ἐν τῷ βίῳ τελεσθείσας ἀπροσεξίας ἐπιχαρείη ἐπ᾿ ἐμὲ ὁ ἐχθρός μου. Κυβέρνησον δὲ καὶ τὸ ποίμνιόν σου, Λόγε Θεοῦ, καὶ τῇ σῇ παντοκρατορικῇ δεξιᾷ δίεπε μέχρι τερμάτων αἰῶνος, τὰ τέκνα τῆς Ἐκκλησίας εὐλόγησον· γαλήνην σταθηρὰν ταῖς Ἐκκλησίαις σου δώρησαι, τὸ βασίλειον ἱεράτευμα ταῖς σαῖς κατακόσμησον χάρισι, ταπείνωσον τὸν Βελίαρ ὑπὸ τοὺς πόδας τῶν ἀγαπώντων σε, πᾶσαν αἵρεσιν ὡς ψυχολεθρίαν γάγγραιναν τῆς Ἐκκλησίας ἀπέλασον, καὶ δὸς τῇ παναθλίᾳ ψυχῇ μου ἀταράχως διαζευχθῆναι τοῦδε τοῦ σῶματος. Οἶδα, Δεσπότα, ὡς τὸ πανάχραντόν σου πνεῦμα, οὐκ ἀναπέπαυται ἐν ἐμοὶ διὰ τὰς ἀπομορχθείσας τῇ ψυχῇ μου κηλῖδας· ἀλλὰ σὺ διὰ τὴν ὑπερβάλλουσάν σου χρηστότητα πάριδέ μου τὰς ἀνομίας, καὶ κλήρῳ τῶν πρωτοτόκων τῶν ἀναγεγραμμένων ἐν οὐρανοῖς συναρίθμησον. Εἶπε ταῦτα καὶ τοὺς παρόντας εὐλογήσας, καὶ τοῖς ἀποῦσι τὰ ἐξιτήρια ἐπευξάμενος, εἶτα καὶ τῶν ἀχράντων μεταλαβὼν μυστηρίων, ἠρέμα τε τὰς χεῖρας ἄρας εἰς οὐρανόν. Καὶ οἷον πρὸς ἐραστὴν ἑλόμενος ἁπάντων, φαιδρῷ καὶ ὑπομειδιῶντι προσώπῳ, χερσὶν ἀχράντοις Θεοῦ τὸ πανάχραντον πνεῦμα παρέθετο.

λδ´. Ὅτε καὶ πανταχόθεν τὰ σμήνη τῶν μοναχῶν κατὰ ταυτὸν ἀθροιζόμενα, κατεστενοχώρουν τὸν τόπον τῇ συνδρομῇ, καὶ τὰ μυριόμικτα πλήθη, ὧν ἐκεῖνος ἐπεμελεῖτο παντοίως, ὁ μὲν τὸν πατέρα ἐπολοφυρόμενος ἦν, ὁ δὲ τὸν τροφέα, ἄλλος τὸν τῆς ἰδίας ψυχῆς ἐπιμελητήν, ὁ δὲ τὸν ἐν δεινοῖς ἐπίκουρον στερνοτυπῶν ἐλεεινῶς ὠλοφύρετο, πάντες δὲ τὸν πάντα πᾶσι γινόμενον ἵνα τοὺς πάντας κερδήσῃ, κατὰ τὸν μέγαν Ἀπόστολον. Καὶ διετελεῖτο ἡ ἐκφορά, καὶ τὸ φωτὸς ἄξιον ὑπὸ δαψιλεῖ τῷ φωτὶ ὑπὸ γῆν κατεκρύπτετο, ἀγγέλων ἄνωθεν προσκιρτώντων καὶ οἷον ἐπαγαλλομένων τῷ συμπολίτῃ, καὶ συνθιασώτῃ αὐτῶν, ἀνθρώπων κάτωθεν οἰμωζόντων διὰ τὸ ἐκείνου πρὸς πάντας φιλάνθρωπον, δαιμόνων φριττόντων τῇ ἀνόδῳ τῆς θείας ἐκείνου ψυχῆς, οἳ τέως τὸν ἀέρα καταλιπόντες ἀπεδίδρασκον πόῤῥωθεν· καί τινες ἀπὸ μακρᾶς ὁδοιπορίας ἄρτι πρὸς τὴν ἐνεγκαμένην μεταφοιτῶντες, ὁλοφυρμοῦ ἀερίου ᾐσθάνοντο, τάχα τῶν πονηρῶν οἰμωζόντων, διὰ τὸ μὴ στέγειν τὴν ἄνοδον ἀὴρ ἅπας καθηγιάζετο καὶ γῇ τῇ καταθέσει τοῦ σώματος.

λε´. Καὶ τις ἀνήρ, συνήθης ὡς τὰ πολλὰ τῷ ἁγίῳ, καὶ βίῳ λόγον κοσμῶν, καὶ τῷ λόγῳ τὸν βίον καθωραΐζων, ἐῴκει κατὰ τὸν καιρὸν τῆς ἐκδημίας τῆς μακαρίας ἐκείνης ψυχῆς (πόῤῥω γὰρ ἦν), φωνῆς ἀκούειν καλούσης αὐτόν· Ἔξιθι, καὶ βλέπε παράδοξα καὶ θεῖα μυστήρια· ἀμέλει καὶ τῆς οἰκείας, ὡς ἐδόκει ἐκείνῳ, ὑπὸ τῆς φωνῆς ἀφυπνισθέντι καὶ ἐξιόντι ὁρᾶταί τι φόβον καὶ χαρὰν ἐμποιοῦν θέαμα. Ἐφαίνετο γὰρ ὅλον τὸ κῦτος τοῦ οὐρανοῦ διασχιζόμενον σώματος, τὰ δὲ τάγματα τῶν ἁγίων ὁμιλαδὸν τῆς μακαρίας περιοχῆς ἐξερχόμενα, οὐ καθ᾿ ἕνωσιν μίαν καὶ τὴν αὐτήν, ἀλλὰ προηγεῖτο μὲν ἡ τῶν ἀποστόλων ἀκρότης μετὰ τῆς ὅλης αὐτῶν ὁμηγύρεως, μάρτυρες δὲ μετὰ τούτους συνεφεπόμενοι κατεφαίνοντο, καὶ καθεξῆς οἱ προφῆται, καὶ τῶν ἄλλων ὁσίως βεβιωκότων τὰ στίφη, καὶ ὁ τῶν διαπρεψάντων ἐν ἁγιωσύνῃ καὶ ἀρχιερωσύνῃ παναγιώτατος σύλλογος. Ἑώρα γοῦν τὸ γινόμενον ὁ ῥηθεῖς ἐκεῖνος ἀνήρ, καὶ ὅλος ἦν ἐκπλήξεως καθορῶν· ἀλλ᾿ οὐκ ἠδύνατο συμβαλεῖν τῷ παραδόξως γινομένῳ θεάματι, ἔνθεν τοι καὶ διηπορεῖτο καθ᾿ ἑαυτόν, Τί ποτέ ἐστι τὸ ὁρώμενον; Καὶ δὴ τῆς προτέρας ἐδόκει καὶ αὖθις ἀκούειν φωνῆς· Νῆφε, ἄνθρωπε, ἰδοὺ τὸ ὁρώμενον πρόδηλον· ἤκουε ταῦτα· καὶ ὁρᾷ νεανίσκους τέσσαρας τὸν ἀριθμόν, πτερὰ περικειμένους ἐπὶ τῶν ὤμων, καὶ ὠσπερεί τινα κόρην ἄρτι καλὸν καὶ ἡδὺ ἀπολάμπουσαν ἐν μέσῳ κατέχοντας, καὶ τοῖς τῶν ἁγίων ἐκείνων χοροῖς διακελευομένους καὶ λέγοντας· Δέξασθε μεθ᾿ ὑμῶν τὴν μακαρίαν ταύτην ψυχήν, ἥτις ὑμῖν πολλὰ διεμελῴδησε μελῳδήματα, μετὰ καὶ τοῦ τὸν ὑμέτερον βίον ἀπομιμήσασθαι. Καὶ πάντας ἑώρα ταύτην ἀσπαζομένους περιχαρῶς, προηγησαμένης τῆς Μητρὸς τοῦ Θεοῦ.

λς´. Ἀμέλει καὶ πάλιν διηπόρει ὁ ἄνθρωπος, Τίς ποτε δὲ αὕτη ἡ τοσαύτης τῆς δόξης ἀπολαβοῦσα, καὶ τῆς ὑπὲρ λόγον τιμῆς; Καὶ ἀκούει τῶν φερόντων ἐκείνην ἀγγέλων διαπρυσίῳ φωνῇ· Οὗτός ἐστιν Ἰωσήφ, Ἰωσὴφ τῶν Ἐκκλησιῶν ἡ εὐπρέπεια, ὃς ἀποστόλων τὸν βίον καὶ τῶν μαρτύρων ἐν βίῳ καλῶς μιμησάμενος, ἀλλὰ καὶ πάντας τιμήσας τῇ δεδομένῃ τούτῳ παρὰ τοῦ Πνεύματος χάριτι, ᾄσματά τε θεῖα τούτοις ἀξίως τῆς οἰκείας σοφίας καὶ γνώσεως πλέξας, παρὰ τούτων αὖθις ἀντιτιμᾶται, ταύτην ὑπαντὴν πρὸς οὐρανοὺς εἰσιτήριον, οὕτω Θεοῦ διατάξαντος, ἵνα μηδεὶς τῶν ἀπ᾿ αἰῶνος ἁγίων ἀπῇ, ὥστε πάντας ὁμοῦ συνδραμόντας τελέσαι τὸν ἐπιβατήριον τῷ γενναίῳ τούτῳ ζηλωτῇ τε καὶ μιμητῇ. Ἀλλὰ γὰρ καὶ ἔτι βλέπε καὶ τὰ τούτων παραδοξότατα· καὶ ἅμα ἔλεγον, καὶ ὅλος οὐρανὸς ἐξεκένωτο, καὶ τάξεις πᾶσαι τῶν οὐρανίων δυνάμεων, ἐντίμως ἄγαν καὶ εὐλαβῶς κατησπάζοντο. Καὶ οὐκ ἔτι δυνατὸς ὁρᾷν ἦν ὁ τῆς θεωρίας ταύτης καταξιωθεὶς τὰ ἐπεκεινα, ὑπὸ πολλῆς ἀγωνίας ἱδρῶτι λεπτῷ πανταχόθεν κατασταζόμενος. Τίνα ταῦτα; Ἡ πρὸς τὴν ἁγίαν Τριάδα εἰσαγωγὴ καὶ προσκύνησις, ἡ μετὰ τῶν ἀγγέλων παράστασις, ἡ ἄῤῥητος γνῶσις αὐτῆς αὐτῷ κεχυμένης ἀμέσως, διὰ τὴν χωρὶς παραπετασμάτων ἀνάκρασιν.

λζ´. Καινὸν δὲ πάντως οὐδὲν εἰ τοιαύτης ἐν τῇ ἀνόδῳ τιμῆς κατηξίωτο· παρὰ γὰρ τούτων τετίμηται, οἷς ἀεὶ συντιμᾶσθαι δίκαιόν ἐστιν, ὅτι καὶ τούτων τὸν βίον ἀπηκριβώσατο, τοῖς ἀποστόλοις συναριθμούμενος, ὡς ἀπόστολος· τοῖς μάρτυσιν ὡς μάρτυς ἀναίμακτος, ὅτι τὸν πόνον μᾶλλον ἐπέτεινε τῇ τῆς ζωῆς ἀποκληρώσει, καὶ παρατάσει τῷ οἰκείῳ τοῦ συνειδότος μαρτυρίῳ ἐπαγαλλόμενος· τοῖς ὁσίοις ὡς ὅσιος, ἁγνὴν τὴν ἁγίαν ψυχὴν καὶ μέχρι φαντασίας ἀπεργασάμενος· τοῖς προορῶσι τὰ μέλλοντα, ὡς τῆς προῤῥήσεως οὐκ ἀμοιρῶν τοῦ χαρίσματος· πλέον ἔχων ἁπάντων (ἵνα τι πλέον τῷ μακαρίῳ χαρίσωμαι), ὅτι τοῖς ἄλλοις πᾶσιν αὐτὸς ἐπέθηκε διὰ τῆς ἐμμελοῦς μελῳδίας τὴν ψυχήν, εὐκόσμως ἄγουσαν ἐγκωμιαστικὰ μελῳδήματα. Αὐτὸς δὲ παρὰ πάντων μίαν ταύτην τιμὴν εἰσβατήριον εἰσουρανίου παστάδος [ἀπεκεκλήρωτο], μᾶλλον μὲν οὖν καὶ ἀπολαύει, καὶ συναπολαύει τούτοις τῆς παρὰ τῆς ἁγίας Τριάδος τιμῆς τε καὶ λαμπρότητος· ᾗ παριστάμενος, καὶ τῆς ὑπερφώτου κατατρυφῶν ὡραιότητος, μέμνηται μὲν ἡμῶν τῶν τιμώντων αὐτόν, ἀντιβολεῖ δὲ διηνεκῶς ὅπως καὶ ἡμεῖς ἀβρόχως τὴν τοῦ βίου διαπεράσαντες θάλασσαν πρὸς τὸν ἄκλυστον λιμένα καθορμισθείημεν.

λη´. Ἀλλ᾿, ὦ Θεοῦ θεράπων πιστότατε, παῦσον τὸν ἐν ἡμῖν τῆς σαρκὸς ἰσχυρότατον πόλεμον, καὶ δίδου ταῖς σαῖς πρὸς τὸν Θεὸν παρακλήσεσιν, ἀφάνταστον ἡμῶν διατηρεῖσθαι τὸν νοῦν· ἔχεις γὰρ παῤῥησίαν πολλήν, ὡς τεθεικὼς τὴν σὴν μακαρίαν ψυχὴν ὑπὲρ τῆς ἁγίας εἰκόνος αὐτοῦ, ὡς τιμήσας τοὺς ἁγίους αὐτοῦ τοῖς σοῖς ἁγίοις πονήμασι, μεθ᾿ ὧν πρεσβεύοις ὑπὲρ ἡμῶν, τῶν σὲ προστάτην ἔχειν ἐπευχομένων ἀεί, καὶ ἐλλάμποις ἡμῶν τὸν νοῦν νοερῶς τυπῶν πρὸς μυστικὴν μελῳδίαν τοῦ Πνεύματος, ἵνα συμφωνοίῃ τὰ ἔξω τοῖς ἔνδοθεν, καὶ τὸ μακάριον ᾄδοι κατὰ τὸ κρυπτὸν καὶ νοούμενον ἐμμελῶς μουσούργημα καὶ μελῴδημα, ἐν μὲν τῷ τόπῳ τῆς παροικίας εἰκονικῶς τε καὶ τυπικῶς, ἐν δὲ τῷ μέλλοντι αἰῶνι νοερῶς καὶ τελεστικῶς, ἐν αὐτῷ Χριστῷ, τῷ σὲ τιμήσαντι καὶ δοξάσαντι εἰς τοὺς αἰῶνας. Ἀμήν.