Corpus textorum hagiographicorum Graecorum
Legendae sanctorum militarium

On the basis of the edition by
Hippolyte Delehaye,
Les légendes grecques des saints militaires,
Paris 1909

Μαρτύριον τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος [Ἐκδοχὴ Α] [Ἐκδοχὴ Β]
Μαρτύριον τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου [Ἐκδοχὴ Α] [Ἐκδοχὴ Β]
Βίος πρὸ τοῦ Μαρτυρίου τοῦ Ἁγίου καὶ Πανενδόξου Μεγαλομάρτυρος Θεοδώρου [+]



Martyrium Theodori Teronis
Versio A

On the basis of the edition by
Hippolyte Delehaye,
Les légendes grecques des saints militaires,
Paris 1909,
p. 127-135 (Appendice I)
 
and with partial collation of the edition by
Hubert Starck,
Theodoros Teron,
Textkritische Ausgabe der vormetaphrastischen Legende,
Diss. München 1911 /
Freising 1912,
p. 38-58

[The text is divided into chapters according to Delehayeʼs edition of the Greek text (with additional subdivisions marked by letters).
For comparison with the initial part contained in the Armenian and Georgian versions, the episode of the dragon killing is attached according to Starckʼs edition based on Cod.An., p. 59-60 (chapters being provisionally numbered with a leading 0).]

Page of edition: 127
Line of edition: 01
   ΜΑΡΤΥΡΙΟΝ ΤΟΥ ΑΓΙΟΥ 1 ΘΕΟΔΩΡΟΥ
Line of edition: 02   ΤΟΥ ΤΗΡΩΝΟΣ 2

Chapter: 1a

Line of edition: 03   1. Μαξιμιανὸς Καὶ Μαξιμῖνος βασιλεῖς 3 ὑπὸ τοῦ διαβόλου
Line of edition: 04   κρατούμενοι 4 ἐξαπέστειλαν εἰς πᾶσαν τὴν ὑπ᾿ αὐτῶν βασιλείαν
Line of edition: 05   5 πάντας 6 τοὺς θρησκεύοντας 7 τὴν εὐσεβῆ τοῦ Θεοῦ
Line of edition: 06   θρησκείαν μιαρῶν ἐδεσμάτων ἀπογευομένους 8 σῴζεσθαι, τοὺς δὲ
Line of edition: 07   ἀντιλέγοντας τοῖς δικαστηρίοις παραδίδοσθαι. Καθ᾿ ὃν καιρὸν
Line of edition: 08   κρατηθεὶς ὁ 9 ἅγιος 9 Θεόδωρος εἰς τήρωνα ἐν τῇ ἀνατολικῇ χώρᾳ
Line of edition: 09   μετὰ καὶ ἄλλων πολλῶν ἤχθη εἰς λεγεῶνα καλουμένην 10 Μαρμαριτῶν
Line of edition: 10   ὑπὸ πρεπόσιτον Βρίγκαν 11· ἥτις 12 λεγεὼν ἐκαθέζετο ἐν 13
Line of edition: 11   πόλει Ἁμασίᾳ τῆς Ἑλενοπόντου 14.

Chapter: 1b

   Ἦν δὲ σύνεγγυς τῆς πόλεως
Line of edition: 12   Εὐχαΐτων ὡς ἀπὸ μιλίων τεσσάρων ἄλσος πολύ· ἦν δὲ καὶ ὄϕις
Line of edition: 13   παλαιότατος γενόμενος δράκων κοιταζόμενος ἐν τῷ αὐτῷ ἄλσει,
Line of edition: 14   καὶ πολλοὺς τῶν διερχομένων διὰ τῆς ὁδοῦ ἐκείνης ἐθανάτωσεν.
Line of edition: 15   Συνέβη δὲ καὶ τὸν ἅγιον Θεόδωρον πρὸ τῆς μαρτυρίας αὐτοῦ
Line of edition: 16   δι᾿ ἐκείνης τῆς ὁδοῦ διέρχεσθαι· καὶ ἰδὼν αὐτὸν ὁ δράκων,
Line of edition: 17   συρίζων ἔδραμεν ἐπ᾿ αὐτόν. Ὁ δὲ γενναῖος στρατιώτης τοῦ
Line of edition: 18   Χριστοῦ κατασϕραγισάμενος καὶ ῥίψας τὴν λόγχην αὐτοῦ ἔπηξεν
Line of edition: 19   εἰς τὴν κεϕαλὴν αὐτοῦ καὶ ἐϕόνευσεν αὐτὸν καὶ ἠλευθερώθη
Line of edition: 20   πᾶσα ἡ ὁδὸς ἀπὸ τῆς ἡμέρας ἐκείνης 15.

Chapter: 2a

Page of edition: 128
Line of edition: 01
   2. Ἀχθεὶς δὲ 1 ὑπὸ τὸν πρεπόσιτον Βρίγκαν 2 ὁ μακάριος
Line of edition: 02   Θεόδωρος, ἠναγκάζετο θύειν τοῖς θεοῖς 3. Ὁ δὲ ἀληθινὸς
Line of edition: 03   στρατιώτης τοῦ Χριστοῦ 4 πιστὸς ὢν τῷ Θεῷ πλησθεὶς πνεύματος
Line of edition: 04   ἁγίου, ἐν μέσῳ τῆς 5 λεγεῶνος εἶπεν 6· «Ἐγὼ Χριστιανός
Line of edition: 05   εἰμι καὶ θῦσαι 7 κιβδήλοις οὐ προστέταγμαι». Βρίγκας 8 πρεπόσιτος
Line of edition: 06   εἶπεν· "Θέλησον οὖν ἀκοῦσαί μου, Θεόδωρε, καὶ 9 λάβε
Line of edition: 07   πᾶσαν τὴν πανοπλίαν σου 10 καὶ στρατευσάμενος θῦσον τοῖς
Line of edition: 08   θεοῖς καὶ 11 εἶξον τοῖς 12 ἀηττήτοις βασιλεῦσιν." Θεόδωρος
Line of edition: 09   εἶπεν· «Ἐγὼ στρατεύομαι τῷ ἐμῷ βασιλεῖ καὶ ἄλλῳ στρατευθῆναι
Line of edition: 10   οὐ δύναμαι». Βρίγκας πρεπόσιτος εἶπεν· "Καὶ οὗτοι
Line of edition: 11   πάντες 13 χριστιανοί εἰσι καὶ στρατεύονται." Ἀποκριθεὶς δὲ ὁ
Line of edition: 12   ἅγιος 14 Θεόδωρος εἶπεν· "Ἕκαστος οἶδεν πῶς στρατεύεται·
Line of edition: 13   ἐγὼ μέντοι 15 στρατεύομαι τῷ ἐμῷ βασιλεῖ καὶ δεσπότῃ 16 τῷ
Line of edition: 14   ἐπουρανίῳ Θεῷ καὶ τῷ μονογενεῖ αὐτοῦ υἱῷ 17."

Chapter: 2b

   Ποσειδώνιος 18
Line of edition: 15   δουκινάριος παρεστὼς εἶπεν· "Ὁ Θεός σου καὶ 19 υἱὸν ἔχει;"
Line of edition: 16   Ἀποκριθεὶς ὁ ἅγιος 20 Θεόδωρος εἶπεν· "Ναὶ ἔχει υἱὸν τὸν λόγον
Line of edition: 17   τῆς ἀληθείας, δι᾿ οὗ τὰ πάντα ἐποίησεν." Εἶπεν δὲ αὐτῷ 21·
Line of edition: 18   "Δυνάμεθα αὐτὸν γνῶναι;" Θεόδωρος εἶπεν· "Ὡς ὄϕελον 22
Line of edition: 19   ἔδωκεν ὑμῖν τοιαύτην σύνεσιν ὁ Θεὸς 23 ἵνα γνῶτε 24 αὐτόν."
Line of edition: 20   Ποσειδώνιος εἶπεν· "Ἐὰν 25 γνῶμεν αὐτόν, μὴ δυνάμεθα καταλιπεῖν
Line of edition: 21   τὸν βασιλέα ἡμῶν καὶ τούτῳ προσελθεῖν;" Θεόδωρος
Line of edition: 22   εἶπεν· "Οὐδέν ἐστι τὸ ἐμποδίζον ὑμῖν ὥστε ἀπολιπεῖν τὸ σκότος
Line of edition: 23   καὶ ἣν πρὸς ὀλίγον ἔχετε παρρησίαν πρὸς τὸν πρόσκαιρον καὶ
Line of edition: 24   θνητὸν βασιλέα ὑμῶν καὶ προσελθεῖν Θεῷ ζῶντι βασιλεῖ καὶ
Line of edition: 25   δεσπότῃ 26 αἰωνίῳ καὶ στρατευθῆναι αὐτῷ καθάπερ κἀγώ." Βρίγκας
Line of edition: 26   πρεπόσιτος εἶπεν· "Ἐνδῶμεν αὐτῷ ἕως ὀλίγων ἡμερῶν, ὅπως 27
Line of edition: 27   ἑαυτὸν νουθετήσας ἐλθῃ ἐπὶ τὸ συμϕέρον."

Chapter: 3a

Page of edition: 129
Line of edition: 01
   3. Λαβόντος 1 δὲ αὐτοῦ τὸ ἐνδόσιμον, ἦσαν λοιπὸν βρέμοντες 2
Line of edition: 02   καὶ περὶ ἄλλους τινὰς τῶν 3 τῆς πόλεως, οἅς καὶ συλλαβόντες 4
Line of edition: 03   ἤγαγον ἐπὶ τοῦτο 5. Ὁ δὲ ἅγιος 6 Θεόδωρος 6 παρακολουθῶν
Line of edition: 04   ὑπεϕώνει 7 αὐτοῖς διδάσκων τὴν ὁδὸν τῆς σωτηρίας καὶ τῆς
Line of edition: 05   ὑπομονῆς, ὅπως ἃν 6 μὴ ἀρνήσωνται τὸν βασιλέα Χριστόν·
Line of edition: 06   κἀκείνων 8 ἐγκατακλείστων γενομένων, αὐτὸς λαβόμενος εὐκαίρου
Line of edition: 07   ὥρας 9, τὸν ναὸν τῆς μητρὸς τῶν θεῶν ἐνεπύρισε 10 νυκτός· καὶ
Line of edition: 08   ὤϕθη παρά τινων.

Chapter: 3b

   Κατηγορηθέντος δὲ αὐτοῦ, Κρονίδης 11 ὁ
Line of edition: 09   λογιστὴς 12 ϕόβῳ ἀγόμενος περὶ τοῦ γεγονότος, συλλαβόμενος
Line of edition: 10   αὐτὸν 13 προσήγαγε 14 τῷ δικαστῇ Πουπλίῳ Στράτωνι 15, ἀναδιδάξας
Line of edition: 11   αὐτὸν 10 οὕτω λέγων· "Οὗτος ὁ λυμεὼν ὁ νῦν ἥκων 17
Line of edition: 12   τήρων 18 ἐν τῇ πόλει ταύτῃ, τὸν ναὸν τῆς μητρὸς τῶν θεῶν
Line of edition: 13   ἐνεπύρισεν καὶ ἐνύβρισε τοὺς θεοὺς ἡμῶν 19. Συλλαβόμενος οὖν
Line of edition: 14   αὐτὸν ἤγαγον ἐπὶ τὸ σὸν μέγεθος, ὥστε κατὰ τὸ θεῖον θέσπισμα 20
Line of edition: 15   τῶν δεσποτῶν τῆς ὑπ᾿ οὐρανὸν δίκην τίσει 21 τῶν τετολμημένων."

Chapter: 3c

Line of edition: 16   Καὶ ὁ δικαστὴς μεταστειλάμενος τὸν πρεπόσιτον Βρίγκαν 22
Line of edition: 17   εἶπεν αὐτῷ· "Σὺ ἄδειαν αὐτῷ δέδωκας, ὅπως 23 πυρὶ καταναλώσῃ
Line of edition: 18   τὸν ναὸν τῆς μητρὸς τῶν θεῶν 24 ἡμῶν;" Ὁ δὲ ἀπεκρίνατο λέγων 25·
Line of edition: 19   «Ἐγὼ πολλὰ προετρεψάμην αὐτόν 26, δεδωκὼς αὐτῷ ἐνδόσιμον,
Line of edition: 20   ὥστε σκεψάμενον ἐπιθῦσαι· Εἰ δὲ 27 ἧκεν καὶ ἐπὶ τοῦτο, πάντως 28
Line of edition: 21   κατεϕρόνησε τῶν προσταγμάτων· δικαστὴς οὖν εἶ» 29. Καὶ ὁ
Line of edition: 22   δικαστὴς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσε προσαχθῆναι 30 αὐτόν.

Chapter: 4a

Line of edition: 23   4. Ἀχθέντος δὲ 31 αὐτοῦ, εἶπεν αὐτῷ· "Διὰ τί ἀντὶ τοῦ σπεῖσαι
Line of edition: 24   τῇ θεᾷ 32 καὶ λίβανον προσενέγκαι πῦρ προσήνεγκας;" Θεόδωρος
Line of edition: 25   εἶπεν· "Ὃ ἐποίησα, οὐκ ἀρνοῦμαι· ξύλα προσανῆψα 33,
Line of edition: 26   ὥστε λίθον καυθῆναι 33. Τοιαύτη δὲ ὑμῶν ἦν ἡ θεὰ 34 ἵνα τὸ 35
Page of edition: 130
Line of edition: 01
   πῦρ αὐτῆς ἥψατο 1."

Chapter: 4b

   Καὶ ὁ δικαστὴς ἐκέλευσεν αὐτὸν τύπτεσθαι
Line of edition: 02   λέγων· "Τὰ ἁπαλώτερα τῶν ῥημάτων θρασύτερόν 2 σε πρὸς
Line of edition: 03   τὴν παρρησίαν εἰργάσαντο· στρέβλαις δὲ λοιπὸν βασάνων 3
Line of edition: 04   ἀλγυνόμενος, δουλεύειν βασιλικοῖς προστάγμασιν ἀναγκασθήσῃ."
Line of edition: 05   Θεόδωρος εἶπεν· "Οὔτε 4 σοι 5 πιθανὸς ὁ λόγος τῆς ἀληθείας
Line of edition: 06   οὔτε ἐμοὶ τοσοῦτον ἰσχύσει 6 τὰ βασανιστήρια 7, κἂν 8 ϕοβερώτερα
Line of edition: 07   παρασκευάσης 9, ὡς μὴ τῇ ἐλπίδι 10 τῶν μελλόντων ἀγαθῶν
Line of edition: 08   προσκαρτερεῖν ἡμᾶς."

Chapter: 4c

   Καὶ ὁ δικαστής· "Θῦσον καὶ ἀπαλλάσσου
Line of edition: 09   τῶν βασάνων." Θεόδωρος εἶπεν· "Οὐκ εἰσί μοι βάσανοι αὐταὶ αἱ
Line of edition: 10   παρὰ σοῦ προσαγόμεναι 11· ὁ γὰρ κύριός 12 μου καὶ ὁ Θεός 13 μου
Line of edition: 11   πρὸ προσώπου μού ἐστι λυτρούμενός 14 με 15 τῶν βασάνων τούτων·
Line of edition: 12   ὃν σὺ οὐχ ὁρᾷς, ἐπεὶ 10 οὐ βλέπεις τοῖς τῆς ψυχῆς 17 ὀϕθαλμοῖς."
Line of edition: 13   Καὶ 18 θυμωθεὶς 19ὁ δικαστὴς 20 καὶ βρύξας ὡς λέων ἐκέλευσεν
Line of edition: 14   αὐτὸν βληθῆναι ἐν τῷ δεσμωτηρίῳ καὶ ἐσϕράγισεν 21 τὴν θύραν
Line of edition: 15   τῆς ϕυλακῆς καὶ εἴασεν αὐτὸν ἵνα λιμῷ ἀποθάνῃ 22.

Chapter: 5a

Line of edition: 16   5. Ὁ δὲ 23 μακάριος Θεόδωρος ὑπὸ τοῦ ἁγίου πνεύματος
Line of edition: 17   ἐτρέϕετο. Ἐν ἐκείνῃ δὲ τῇ νυκτὶ 24 ὤϕθη αὐτῷ ὁ Κύριος καὶ
Line of edition: 18   εἶπεν 25· "Θεόδωρε, θάρσει 26, ἐγὼ γάρ εἰμι μετὰ σοῦ· καὶ μὴ 27
Line of edition: 19   λάβῃς βρωτὸν 28 ἢ ποτὸν 29 παρὰ τῶν ἀνθρώπων τούτων· ἔστι 30
Line of edition: 20   γάρ σοι ζωὴ ἄϕθαρτος μετ᾿ ἐμοῦ 31 ἐν τοῖς οὐρανοῖς." Καὶ ταῦτα
Line of edition: 21   εἰπὼν ἀνεχώρησεν 3 2. Ἀναχωρήσαντος δὲ τοῦ Κυρίου, ὁ 33 μακάριος
Line of edition: 22   Θεόδωρος ἤρξατο ψάλλειν καὶ ἀγαλλιᾶσθαι.

Chapter: 5b

   Ἦν δὲ αὐτῷ
Line of edition: 23   ὑπακούων ὄχλος πολὺς ἀγγέλων 34. Οἱ δὲ 35 δεσμοϕύλακες
Page of edition: 131
Line of edition: 01
   ἀνέστησαν καὶ ἔδραμον ἐπὶ 1 τὴν θύραν τῆς ϕυλακῆς· καὶ
Line of edition: 02   εἶδον τὴν μὲν 2 θύραν κεκλεισμένην καὶ τὴν σϕραγῖδα σῴαν·
Line of edition: 03   καὶ 2 παρετηρήσαντο 3 διὰ τῆς θυρίδος καὶ εἶδον ὄχλον πολὺν
Line of edition: 04   λευχειμονούντων καὶ ψαλλόντων 4 ἅμα τῷ μακαρίῳ Θεοδώρῳ.

Chapter: 5c

Line of edition: 05   Καὶ ϕοβηθέντες ἀπήγγειλαν τῷ ἡγεμόνι 5 καὶ ἀνέστη καὶ ἦλθεν
Line of edition: 06   τρέχων 0 ἐπὶ τὴν θύραν τῆς ϕυλακῆς 7 καὶ εὗρε τὴν μὲν
Line of edition: 07   κατίναν 8 κεκλεισμένην καὶ τὴν ϕωνὴν τῶν ψαλλόντων ἤκουεν
Line of edition: 08   ἅμα Θεοδώρῳ 9· καὶ ἐποίησε κύκλῳ στρατιώτας μετὰ ἀσπίδων,
Line of edition: 09   νομίζοντες ὅτι χριστιανοί εἰσιν 10 ἅμα τῷ μακαρίῳ Θεοδώρῳ.
Line of edition: 10   Εἰσελθὼν δὲ ἔσω 11, εὗρεν οὐδένα 12 εἰ μὴ 13 τὸν δοῦλον τοῦ
Line of edition: 11   Θεοῦ μόνον ὄντα 14 ἐν τῷ ξύλῳ ἠσϕαλισμένον.

Chapter: 5d

   Καὶ ἔλαβεν
Line of edition: 12   αὐτὸν τρόμος μέγας 15 καὶ 10 τοὺς συμπαρόντας αὐτῷ· καὶ κλείσαντες
Line of edition: 13   τὰς θύρας 17 ἀνεχώρησαν 18. Ἐκέλευσεν δὲ ὁ δικαστὴς 19
Line of edition: 14   οὐγκίαν ἄρτου καὶ ποτήριον 20 ὕδατος λαμβάνειν τὸν μακάριον 21.
Line of edition: 15   Ὁ δὲ πιστὸς μάρτυς κατὰ τὸ γεγραμμένον, ὅτι ὁ δίκαιος ἐκ
Line of edition: 16   πίστεως ζήσεται, οὐκ ἠθέλησε παρ᾿ ἐκείνων λαβεῖν ἄρτον 22,
Line of edition: 17   εἰπὼν ὅτι "ἐμὲ τρέϕει ὁ ἐμὸς δεσπότης 23."

Chapter: 6a

Line of edition: 18   6. Καὶ 24 ἐκέλευσεν ὁ δικαστὴς ἀχθῆναι αὐτόν, καὶ λέγει αὐτῷ·
Line of edition: 19   "Πείσθητί μοι 25 ἄνευ βασάνων, καὶ μὰ τοὺς θεοὺς διὰ 20 τάχους 27
Line of edition: 20   γράψω τοῖς δεσπόταις τῆς οἰκουμένης ὥστε ἀρχιερέα σε γενέσθαι 28
Line of edition: 21   καὶ τιμὰς οὐ τὰς τυχούσας λήψῃ 29 καὶ σύνθρονος ἡμῶν ἔσῃ."

Chapter: 6b

   Ὁ δὲ
Line of edition: 22   μακάριος Θεόδωρος ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ σϕραγισάμενος
Line of edition: 23   εἶπεν τῷ τυράννῳ· "Εἰ καὶ τὰς σάρκας μου τήξεις ἐν πυρὶ καὶ
Line of edition: 24   βασάνοις πολυπλόκοις ἀϕανίσεις 30 καὶ ξίϕεσι καὶ θηρίοις 31 παραδώσεις
Line of edition: 25   με 32, ἕως ἐστὶ πνοὴ ἐν ῥισί μου 33, οὐ μὴ ἀρνήσομαι τὸ
Page of edition: 132
Line of edition: 01
   ὄνομα τοῦ Χριστοῦ 1 μου."

Chapter: 6c

   Ὁ δὲ συμβούλιον ποιησάμενος 2
Line of edition: 02   μετὰ τοῦ πρεποσίτου, ἐκέλευσεν αὐτὸν κρεμασθῆναι προστάξας
Line of edition: 03   τοῖς δημίοις ξέειν αὐτοῦ τὰς πλευράς. Οἱ οὖν σπεκουλάτορες ἐπὶ
Line of edition: 04   τοσοῦτον ἐβασάνιζον ξέοντες αὐτὸν 3 ὥστε τὰς πλευρὰς αὐτοῦ
Line of edition: 05   γυμνωθῆναι. Καὶ ὁ μακάριος 4 Θεόδωρος οὐδὲν ἀπεκρίνατο τῷ
Line of edition: 06   ἡγεμόνι, ἀλλὰ ψάλλων ἔλεγεν 5· "Εὐλογήσω τὸν Κύριον ἐν
Line of edition: 07   παντὶ καιρῷ· διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου."

Chapter: 6d

Line of edition: 08   Ὁ δὲ 6 τύραννος ἐκπλαγεὶς ἐπὶ τῇ τοσαύτῃ ὑπομονῇ τοῦ ἀνδρὸς 7
Line of edition: 09   ἔϕη πρὸς τὸν ἅγιον μάρτυρα 8· "Οὐκ αἰσχύνῃ, ἀθλιώτατε
Line of edition: 10   πάντων ἀνθρώπων, ὅτι εἰς 9 ἄνθρωπον τὰς ἐλπίδας σου ἔχων,
Line of edition: 11   καὶ τοῦτον 10 βιοθανῆ; οὕτως ἑαυτὸν ἀλογίστως αἰκισμοῖς
Line of edition: 12   παρέδωκας;" Ὁ δὲ μακάριος μάρτυς ἔϕη 11· "Αὐτὴ ἡ αἰσχύνη
Line of edition: 13   ἐμοὶ καὶ πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ
Line of edition: 14   Χριστοῦ."

Chapter: 6e

   Καὶ τοῦ δήμου ἐπιβοῶντος ἤδη αὐτὸν ἀϕανίζεσθαι διὰ
Line of edition: 15   τοῦ κήρυκος ἐπηρώτα αὐτὸν ἢ θῦσαι ἢ ἀπαχθῆναι. Ὁ δὲ ἅγιος
Line of edition: 16   μάρτυς παρρησιασάμενος ἐν τῷ Χριστῷ, ἔϕη πρὸς τὸν τύραννον 11*·
Line of edition: 17   " Ἀσεβέστατε καὶ πάσης ἀνομίας 12 πεπληρωμένε, υἱὲ 13 διαβόλου
Line of edition: 18   14, ἀληθῶς ἄξιε τῆς τοῦ ἀντικειμένου ἐνεργείας 15, οὐ ϕοβῇ τὸν
Line of edition: 19   Θεὸν τὸν ταύτην σοι τὴν ἀρχὴν παρασχόμενον 16; δι᾿ αὐτοῦ γὰρ
Line of edition: 20   βασιλεῖς βασιλεύουσι καὶ τύραννοι κρατοῦσι γῆς· ἀλλ᾿ ἀναγκάζεις
Line of edition: 21   με ἐγκαταλεῖψαι 17 Θεὸν ζῶντα καὶ λίθοις ἀψύχοις 18 προσκυνεῖν 19."

Chapter: 6f

Line of edition: 22   Καὶ ὁ δικαστὴς μετὰ πολλῆς σκέψεως ἔϕη πρὸς τὸν
Line of edition: 23   μάρτυρα· "Τί θέλεις; εἶναι μεθ᾿ ἡμῶν ἢ μετὰ τοῦ Χριστοῦ σου;"
Line of edition: 24   Ὁ 20 ἅγιος μάρτυς 21 μετὰ πολλῆς χαρᾶς 2 ἀπεκρίνατο 23· "Μετὰ
Line of edition: 25   τοῦ Χριστοῦ μου καὶ ἤμην καὶ εἰμὶ καὶ ἔσομαι."

Chapter: 7a

Page of edition: 133
Line of edition: 01
   7. Εἰδὼς 1 οὖν ὁ τύραννος ὅτι ἀδυνατεῖ 2 ταῖς βασάνοις πρὸς
Line of edition: 02   τὴν ὑπομονὴν τοῦ ἀνδρός, δίδωσι κατ᾿ αὐτοῦ ἀπόϕασιν τοιαύτην 3·
Line of edition: 03   "Θεόδωρος ἀπειθήσας 4 τῷ κράτει τῶν καλλινίκων βασιλέων
Line of edition: 04   καὶ τῶν θεῶν 5, πεισθεὶς 0 δὲ Ἰησοῦ Χριστῷ τῷ σταυρωθέντι
Line of edition: 05   ἐπὶ Ποντίου Πιλάτου, ὥσπερ 7 ἀκούω, παρὰ Ἰουδαίων, καὶ αὐτὸς
Line of edition: 06   πυρὶ παραδοθήσεται 8." Μετὰ τοσούτου οὖν 9 τάχους ταῦτα 10
Line of edition: 07   ἐγένετο, θᾶττον ἢ ἐλέγετο 11.

Chapter: 7b

   Τῶν γὰρ δημίων συναγαγόντων ἐκ
Line of edition: 08   τῶν ἐργαστηρίων καὶ βαλανείων ξύλα 12, ἤγαγον αὐτὸν ἐπὶ τὸν
Line of edition: 09   προκείμενον τόπον. Ὅτε δὲ ἡ πυρὰ ἡτοιμάσθη, ἀποθέμενος
Line of edition: 10   ἑαυτῷ 13 τὰ ἱμάτια καὶ λύσας τὴν ζώνην ἐπειρᾶτο καὶ ὑπολύειν
Line of edition: 11   ἑαυτόν, μὴ 14 πρότερον τοῦτο ποιῶν διὰ τὸ ἕκαστον τῶν πιστῶν
Line of edition: 12   σπουδάζειν, τίς 15 τάχιον τοῦ χρωτὸς αὐτοῦ ἅψεται 16. Καὶ γὰρ
Line of edition: 13   καὶ πρὸ τῆς μαρτυρίας πάντες 17 προσῄεσαν ἁπτόμενοι αὐτοῦ.

Chapter: 7c

Line of edition: 14   Εὐθέως οὖν περιετίθεσαν 18 αὐτῷ τὰ πρὸς τὴν πυρὰν ἡρμοσμένα
Line of edition: 15   ὄργανα Μελλόντων 19 δὲ 20 αὐτῶν προσηλοῦν εἶπεν· "Ἄϕετέ με
Line of edition: 16   οὕτως· ὁ γὰρ δεδωκὼς ὑπομεῖναι τὸ πῦρ 2 1, αὐτὸς δώσει καὶ χωρὶς
Line of edition: 17   τῆς ὑμετέρας ἐκ τῶν ἥλων ἀσϕαλείας 22 ἄσκυλτον ὑπομεῖναι τὴν
Line of edition: 18   πυράν." Οἱ δὲ οὐ καθήλωσαν μέν, προσέδησαν δὲ αὐτόν. Ὁ δὲ
Line of edition: 19   τὴν σϕραγῖδα ποιήσας ἐπὶ τοῦ μετώπου καὶ 23 τὰς χεῖρας εἰς
Line of edition: 20   τὰ ὀπίσω προσδεθεὶς ὡς κριὸς ἐπίσημος ἐκ 24 μεγάλου ποιμνίου
Line of edition: 21   ἦν 24 προσϕορὰ καὶ ὁλοκαύτωμα Θεῷ ἡτοιμασμένον 25.

Chapter: 8a

Line of edition: 22   8. Ἀναβλέψας δὲ 26 εἰς τὸν οὐρανὸν εἶπεν· "Κύριε ὁ Θεός,
Line of edition: 23   ὁ παντοκράτωρ, ὁ τοῦ ἀγαπητοῦ καὶ εὐλογημένου παιδός 27 σου
Line of edition: 24   Ἰησοῦ Χριστοῦ πατήρ, δι᾿ οὗ τὴν περὶ σοῦ ἐπίγνωσιν εἰλήϕαμεν 28,
Line of edition: 25   ὁ Θεὸς τῶν δυνάμεων καὶ πάσης κτίσεως παντός τε ἔθνους 29 τῶν
Page of edition: 134
Line of edition: 01
   δικαίων, οἳ ζῶσιν ἐνώπιόν σου, εὐλογήσω 1 σε, ὅτι κατηξίωσάς
Line of edition: 02   με τῆς ἡμέρας καὶ ὥρας ταύτης τοῦ λαβεῖν μέρος ἐν 2 ἀριθμῷ
Line of edition: 03   τῶν μαρτύρων 3 ἐν τῷ ποτηρίῳ τοῦ Χριστοῦ σου 4 εἰς ἀνάστασιν
Line of edition: 04   ζωῆς αἰωνίου ψυχῆς τε καὶ σώματος ἐν ἀϕθαρσίᾳ πνεύματος
Line of edition: 05   ἁγίου, ἐν οἷς προσδεχθείην 5 ἐνώπιόν σου σήμερον ἐν θυσίᾳ πίονι
Line of edition: 06   καὶ 6 προσδεκτῇ 6, καθὼς προητοίμασας 6 καὶ 6 προεϕανέρωσας
Line of edition: 07   καὶ 6 ἐπλήρωσας 6ὁ ἀψευδὴς καὶ ἀληθινὸς Θεός. Διὰ τοῦτο
Line of edition: 08   αἰνῶ 7 σε 7, εὐλογῶ σε διὰ τοῦ ἐπουρανίου ἀρχιερέως ἡμῶν
Line of edition: 09   Ἰησοῦ Χριστοῦ τοῦ ἀγαπητοῦ σου παιδός 8· δὸς δὲ 9 καὶ τοὺς σὺν
Line of edition: 10   ἐμοὶ κρατηθέντας τήρωνας, ὄντας 10 χριστιανούς, εἰς τοῦτο
Line of edition: 11   ϕθάσαι 11 τὸ βραβεῖον."

Chapter: 8b

   Καὶ ἀτενίσας τοῖς ὀϕθαλμοῖς εἶδεν
Line of edition: 12   εἰς τὸν ὄχλον 12 ἑστῶτα καὶ 13 δακρύοντα Κλεόνικον 14 τὸν σὺν
Line of edition: 13   αὐτῷ ἀχθέντα τήρωνα καὶ βοήσας εἶπεν· "Κλεόνικε, περιμένω σε,
Line of edition: 14   σπούδασον ἐπακολουθῆσαί 15 μοι· ἐν τῇ ζωῇ γὰρ τῇ ϕθαρτῇ οὐκ
Line of edition: 15   ἐνεκατελίπομεν 15 ἀλλήλους καὶ ἐν τῇ ζωῇ τῇ ἐπουρανίῳ 17 μὴ
Line of edition: 16   ἀποστῶμεν ἀπ᾿ ἀλλήλων 18."

Chapter: 8c

   Καὶ πληρώσας τὸν λόγον 19, πάλιν
Line of edition: 17   προσηύξατο λέγων· "Κύριε Ἰησοῦ Χριστέ, ὁ μεσίτης 20 Θεοῦ καὶ
Line of edition: 18   ἀνθρώπων, εὐχαριστῶ σοι ὅτι κατηξίωσάς με νικῆσαι τὸν ἀγῶνα
Line of edition: 19   τοῦτον· διὸ σοὶ καὶ μετά σου δόξα, κράτος τῷ σῷ 21 πατρὶ καὶ τῷ 22
Line of edition: 20   ζωοποιῷ πνεύματι νῦν 23 καὶ 23 εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν."

Chapter: 8d

Line of edition: 21   Καὶ πληρώσαντος αὐτοῦ τὴν εὐχήν, οἱ τοῦ πυρὸς ἄνθρωποι
Line of edition: 22   ἐξῆψαν τὸ πῦρ 24. Μεγάλης δὲ ἐκλαμψάσης ϕλογός, θαῦμα εἴδομεν 25,
Line of edition: 23   οἷς ἐδόθη ἰδεῖν, οἳ καὶ ἐτηρήθημεν εἰς τὸ 26 ἀναγγεῖλαι 27 τοῖς
Line of edition: 24   λοιποῖς τὰ γινόμενα 28. Τὸ γὰρ πῦρ καμάρας εἶδος ἐποίησεν 27
Line of edition: 25   ὥσπερ 27 ὀθόνην 31 πλοίου ὑπὸ πνεύματος πληρουμένην 32 καὶ 33
Page of edition: 135
Line of edition: 01
   περιετείχισεν τὸ σῶμα τοῦ ἁγίου 1· καὶ ἦν μὲν 2 οὐχ ὡς
Line of edition: 02   σὰρξ καιόμενον 3, ἀλλ᾿ ὡς ἄρτος ὀπτώμενος· καὶ 4 γὰρ εὐωδίας
Line of edition: 03   ἀντελαβόμεθα 5 καὶ τέλος εἶπεν 6 τὸ ἀμήν, καὶ ὡς ἐρευγόμενος
Line of edition: 04   ἀϕῆκεν 7 τὴν ψυχήν 8, καὶ ὡς ἀστραπὴν εἴδομεν ἀναλαμβανομένην
Line of edition: 05   9 ἐν τοῖς οὐρανοῖς 10.

Chapter: 9a

Line of edition: 06   9. Εὐσεβία δέ τις 11 ϕερωνύμως εὐσεβῶς ζῶσα ᾐτήσατο τὸ
Line of edition: 07   σῶμα τοῦ 12 μάρτυρος 13 καὶ οἴνῳ καὶ μύροις 14 διακοσμήσασα τὸ
Line of edition: 08   ἅγιον αὐτοῦ σῶμα 15 καὶ ἐν σινδόνι καθαρᾷ εἰλήσασα 16 ἀπέθετο
Line of edition: 09   ἐν γλωσσοκόμῳ εἰς οἰκίσκον ἑαυτῆς 17, μνήμην ἐπιτελοῦσα εἰς
Line of edition: 10   δόξαν Θεοῦ παντοκράτορος καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Line of edition: 11   καὶ τοῦ ἁγίου πνεύματος.

Chapter: 9b

Line of edition: 12   Ἐτελειώθη δὲ ὁ ἅγιος μάρτυς τοῦ Χριστοῦ Θεόδωρος μηνὶ
Line of edition: 13   ἰουνίῳ η´, ἐπὶ βασιλέων Μαξιμιανοῦ καὶ Μαξιμίνου, βασιλεύοντος
Line of edition: 14   δὲ καθ᾿ ἡμᾶς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾿ οὗ τῷ πατρὶ
Line of edition: 15   καὶ τῷ ἁγίῳ πνεύματι δόξα, κράτος 18 εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
Line of edition: 16   ἀμήν.

Miraculum draconis (e codice An.)

Chapter: 04

Page of edition: 059
Line of edition: 01   Ἦν δὲ σύνεγγυς τῆς πόλεως Εὐχαϊτῶν ὡς ἀπὸ μιλίων
Line of edition: 02   τεσσάρων ἄλσος πολύ· ἦν δὲ ἐν τῷ ἄλσει ὄϕις παλαιότατος
Line of edition: 03   γενόμενος δράκων, κοιταζόμενος ἐν τῷ ἄλσει· καὶ πολλοὺς τῶν
Line of edition: 04   διερχομένων διὰ τῆς ὁδοῦ ἐκείνης ἐθανάτωσεν καὶ οὐδεὶς
Line of edition: 05   ἠδύνατο ἀντιστῆναι αὐτοῦ. ὅτ᾿ ἂν γὰρ ἐσαλεύετο ἐξελθεῖν,
Line of edition: 06   ἔτρεμεν ἡ γῇ ἐπὶ τῇ κινήσει αὐτοῦ. ὅτε δὲ ἐξήρχετο, εἴτε
Line of edition: 07   κτῆνος εἴτε ἄνθρωπος ὑπηντήθη αὐτῷ, βρώσει ἐτελειοῦτο ὑπὸ
Line of edition: 08   αὐτοῦ. περὶ τούτου ἀκούσας ὁ γενναῖος τοῦ Χριστοῦ ἀγωνιστῆς
Line of edition: 09   Θεόδωρος μὴ ποιήσας θόρυβον ἐν τῷ στρατοπέδῳ αὐτοῦ μόνος
Line of edition: 10   ἐπορεύθη τῇ σοϕίᾳ αὐτοῦ βαστάζων τὸν τίμιον σταυρὸν καὶ τὰ
Line of edition: 11   ὅπλα τῆς συμμαχίας αὐτοῦ λέγων· "πορεύσομαι καὶ ἐλευθερώσω
Line of edition: 12   τὸ πατρικόν μου κτῆμα ἐκ τοῦ δεινοῦ θηρίου τοῦ δράκοντος."
Line of edition: 13   παραγενόμενος δὲ ἐν τῷ τόπῳ καὶ ἰδὼν χλόην χόρτου ἔθηκεν
Line of edition: 14   ἑαυτὸν καὶ ἀϕύπνωσεν μὴ ἐπιστάμενος, ὅτι ἐκεῖ ἦν παραμένων
Line of edition: 15   ὁ δράκων.

Chapter: 05

   εἰς δὲ τὸ κατὰ βορρᾶν τῶν Εὐχαϊτῶν μέρος γυνή τις
Line of edition: 16   εὐσεβὴς ὀνόματι Εὐσέβεια ἰδοῦσα τὸν ἀγωνιστὴν τοῦ Χριστοῦ
Line of edition: 17   ὑπνοῦντα μετὰ ϕόβου ἀπελθοῦσα πρὸς αὐτὸν καὶ κρατήσασα
Line of edition: 18   αὐτὸν τῆς χειρὸς ἤγειρεν αὐτὸν λέγουσα· "ἀνάστηθι, ἀδελϕέ μου,
Line of edition: 19   καὶ πορεύθητι ἐκ τοῦ τόπου τούτου ἐν[τάχ]ει· οὐ γὰρ ἐπίστασαι
Line of edition: 20   τὸν ϕόβον τὸν ὄντα ἐν τῷ τόπῳ τούτῳ· μέγας γὰρ ϕόβος
Line of edition: 21   ὑπάρχει ἐνταῦθα. ἀλλὰ ἀναστὰς πορεύθητι ἐν τάχει τὴν ὁδόν
Line of edition: 22   σου." ὁ δὲ μάρτυς τοῦ Χριστοῦ Θεόδωρος ἀναστὰς εἶπεν πρὸς
Line of edition: 23   αὐτὴν· "τί γάρ ἐστιν, μήτηρ, ὁ ϕόβος ὁ ὢν ἐν τῷ τόπῳ τούτῳ;"
Line of edition: 24   ἡ??δὲ δούλη τοῦ θεοῦ Εὐσέβεια εἶπεν πρὸς αὐτόν· "τέκνον,
Line of edition: 25   ἔστιν ἐν τῷ τόπῳ τούτῳ δράκων· διὰ τοῦτο οὐδεὶς δύναται
Line of edition: 26   διοδεῦσαι ἔνθεν· ἐξερχόμενος γὰρ εἴτε ἄνθρωπος εἴτε κτῆνος
Line of edition: 27   εὑρεθῇ ἔμπροσθεν αὐτοῦ, ἀνελεῖται ὑπὸ αὐτοῦ." ὁ δὲ ἅγιος
Line of edition: 28   Θεόδωρος λέγει τῇ γυναικί· "πορεύου καὶ στῆθι ἀπὸ μακρόθεν
Line of edition: 29   τοῦ τόπου καὶ ὄψει? τὴν δύναμιν τοῦ Χριστοῦ μου." ἡ δὲ
Line of edition: 30   ὑποχωρήσασα τοῦ τόπου ἔρριψεν ἑαυτὴν ἐπὶ πρόσωπον ἐπὶ τὴν
Line of edition: 31   γῆν κλαίουσα καὶ λέγουσα· "βοήθει αὐτῷ, ὁ θεὸς τῶν χριστιανῶν."

Chapter: 06

Line of edition: 32   ὁ δὲ ἀγωνιστὴς τοῦ Χριστοῦ Θεόδωρος ποιήσας τὴν ἐν
Line of edition: 33   Χριστῷ σϕραγῖδα, τύψας τὸ στῆθος καὶ ἀναβλέψας εἰς τὸν
Line of edition: 34   οὐρανὸν εἶπεν· "κύριε Ἰησοῦ Χριστέ, τὸ καλὸν ὄνομα, ὁ ἐκ
Line of edition: 35   τῆς οὐσίας τοῦ πατρὸς λάμψας, μὴ βραδύνῃς ποιῆσαι τὸ αἴτημα,
Line of edition: 36   ὃ αἰτοῦμαι παρὰ σοῦ. ὁ ἐν τοῖς πολέμοις ἐπιστάς μοι καὶ δούς
Page of edition: 060
Line of edition: 01
   μοι νίκην κατὰ τῶν ὑπεναντίων, καὶ νῦν ὁ αὐτὸς εἰ, Χριστὲ ὁ
Line of edition: 03   θεός, ἀπόστειλόν μοι νίκην, ἵνα νικήσω τὸν πολέμιον διάβολον."
Line of edition: 04   τότε ὡς ἀνθρώπῳ διαλεγόμενος τῷ ἑαυτοῦ ἵππῳ λέγει· "οἶδας,
Line of edition: 05   ὅτι ἐν πᾶσιν εὐδοκεῖ ὁ θεὸς καὶ ἐν ἀνθρώποις καὶ ἐν κτήνεσιν·
Line of edition: 06   ὥστε οὖν ἀγωνίζου τοῦ Χριστοῦ ἐνδυναμοῦντος, ἵνα νικήσωμεν
Line of edition: 07   τὸν ὑπεναντίον ἐχθρόν." ἀκούσας δὲ ὁ ἵππος τοὺς λόγους τοῦ
Line of edition: 08   ἰδίου δεσπότου ἵστατο ὡς ἀνθρωπίνῃ ϕύσει ἐκδεχόμενος τὴν
Line of edition: 09   τοῦ δράκοντος κίνησιν. τότε λέγει ὁ μάρτυς τοῦ Χριστοῦ πρὸς
Line of edition: 10   τὸν δράκοντα· " σοὶ λέγω καὶ ἐπιτάσσω ἐν όνόματι Ἰησοῦ
Line of edition: 11   Χριστοῦ τοῦ σταυρωθέντι διὰ τὸ γένος τῶν ἀνθρώπων καὶ
Line of edition: 12   τῆς δυνάμεως αὐτοῦ· ἔξελθε ἐκ τοῦ τόπου σου καὶ ἐλθὲ πρὸς
Line of edition: 13   μέ." τότε ἀκούσας τοῦ ἀγωνιστοῦ τοῦ Χριστοῦ ὁ δράκων
Line of edition: 14   ἐκίνησεν. κινουμένου δὲ αὐτοῦ αἱ πέτραι τοῦ τόπου ἐκείνου
Line of edition: 15   συνετρίβοντο. ὁ δὲ ἀγωνιστὴς τοῦ Χριστοῦ Θεόδωρος ἐπέβη ἐπὶ
Line of edition: 16   τὸν σαυτοῦ ἵππον καὶ λακτίσας ὁ ἵππος τοῖς τέσσαρσιν αὐτοῦ
Line of edition: 17   ποσὶν ἔστη ἐπάνω τοῦ δράκοντος. τότε ἀγωνιστὴς τοῦ Χριστοῦ
Line of edition: 18   Θεόδωρος τὴν ἑαυτοῦ ῥομϕαίαν πήξας ἐπάταξε τὸν δράκοντα
Line of edition: 19   καὶ εἶπεν· "εὐχαριστῶ σοι, κύριε Ἰησοῦ Χριστέ, ὅτι ἐπήκουσάς
Line of edition: 20   μου ἐν τῇ ὥρᾳ ταύτῃ, ἵνα νικήσω τὸν ὑπεναντίον ἐχθρόν." καὶ
Line of edition: 21   ἐπορεύετο τὴν ὁδὸν αὐτοῦ χαίρων καὶ αἰνῶν τὸν θεὸν ἐν
Line of edition: 22   εἰρήνῃ ἐν τῷ αὐτοῦ στρατεύματι. καὶ πολλοὶ τῶν Ἑλλήνων
Line of edition: 23   ἀκούσαντες, ὅ ἐποίησεν ὁ ἅγιος Θεόδωρος, ἐπίστευσαν λέγοντες·
Line of edition: 24   " ὄντως μέγας ἐστὶν ὁ θεὸς αὐτοῦ." καὶ ἐβαπτίσθησαν ὑπὸ αὐτοῦ
Line of edition: 25   εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος
Line of edition: 26   καὶ ἐγένοντο πάντες μία ποίμνη Χριστοῦ καὶ ἐδόξασαν τὸν
Line of edition: 27   θεὸν τοῦ ἁγίου μάρτυρος Θεοδώρου.


Martyrium Theodori Teronis
Versio B

On the basis of the edition by
Hippolyte Delehaye,
Les légendes grecques des saints militaires,
Paris 1909,
p. 136-150 (Appendice II)

Page of edition: 136
Line of edition: 01
   ΜΑΡΤΥΡΙΟΝ ΤΟΥ ΑΓΙΟΥ 1 ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ
Line of edition: 02   ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΤΗΡΩΝΟΣ.

Chapter: 1

Line of edition: 03   1. Μαξιμιανῷ καὶ Μαξιμίνῳ τοῖς βασιλεῦσι πολλή τις καὶ
Line of edition: 04   ἄσχετος ἡ ὁρμὴ κατὰ τῆς τῶν χριστιανῶν κεκίνητο πίστεως, ἅτε
Line of edition: 05   βαθεῖ σκότῳ τῆς ἀσεβείας κατεχομένοις καὶ πλείστην ὅσην περὶ
Line of edition: 06   τὴν τῶν εἰδώλων πλάνην ποιουμένοις τὴν ἐπιμέλειαν· τίς οὖν
Line of edition: 07   παραστήσειε λόγος τὴν τότε κατέχουσαν ζάλην τοὺς ϕοβουμένους
Line of edition: 08   τὸν Κύριον; ἠρευνῶντο πόλεις, ἠρευνῶντο κῶμαι, χῶραι, ἀγροί,
Line of edition: 09   σπήλαια καὶ πᾶς, ὅστις τὰ χριστιανῶν σεβόμενος ἦν, ἐχειροῦτό τε
Line of edition: 10   παραχρῆμα καὶ πρὸς αὐτοὺς ἤγετο· ὧν τοῖς μὲν πειθομένοις τὴν
Line of edition: 11   ἱερὰν ἐξόμνυσθαι πίστιν καὶ τὸ ψεῦδος ἀντὶ τῆς ἀληθείας τιμᾶν
Line of edition: 12   εὐθηνία βίου, τιμαὶ καὶ ἀγαθῶν ἄλλων μυρίων ἀντίδοσις ἦν· τοὺς
Line of edition: 13   δὲ τὴν ἀγαθὴν ὄντως μερίδα προελομένους καὶ πάντα παθεῖν
Line of edition: 14   μᾶλλον ἢ ζημιωθῆναι Χριστὸν καὶ τὴν εὐσεβῆ καὶ ϕίλην
Line of edition: 15   ἀπώσασθαι θεοσέβειαν στέρησις τῶν ὄντων, βάσανοι, θάνατοι
Line of edition: 16   καὶ εἴ τι ἄλλο τῶν χαλεπῶν ἐξεδέχοντο.

Chapter: 2

Line of edition: 17   2. Κατ᾿ ἐκεῖνο τοίνυν καὶ ὁ τοῦ Χριστοῦ μάρτυς Θεόδωρος
Line of edition: 18   ἐπόθει μὲν παρρησιάσασθαι τὴν εὐσέβειαν, οἷάπερ ἐκ προγόνων
Line of edition: 19   Χριστιανός ὤν, οὐκ ἠγάπα δὲ λανθάνουσαν τὴν εἰς Χριστὸν
Line of edition: 20   πίστιν κεκτῆσθαι οὐδ᾿ ἐβούλετο οὕτως ἁπλῶς χωρῆσαι πρὸς τὴν
Line of edition: 21   ὁμολογίαν, εἰ μὴ καὶ τὸ θεῖον ἕξει πρὸς τοῦτο συνευδοκοῦν
Line of edition: 22   θέλημα. Ἀποδειχθεὶς γὰρ εἰς τήρωνα μεθ᾿ ἑτέρων περὶ τὴν ἕω
Line of edition: 23   καὶ ἤδη εἰς λεγεῶνα ἄγεσθαι μέλλων τῶν Μαρμαριτῶν καλουμένην,
Page of edition: 137
Line of edition: 01
   ἥτις ὑπὸ πραιποσίτῳ μὲν Βρίγγᾳ καλουμένῳ ἐτύγχανεν
Line of edition: 02   οὖσα, ἐν πόλει δὲ Ἀμασείᾳ 1 τῇ κατὰ τὸν Πόντον διάγουσα ἦν,
Line of edition: 03   δοκιμὴν ποιεῖται τοῦ προκειμένου σκοποῦ· καὶ ἡ δοκιμὴ αὕτη.

Chapter: 3

Line of edition: 04   3. Δράκων 2 ἦν ἐμϕωλεύων κατά τινα τόπον, ᾧ Εὐχάϊτα
Line of edition: 05   τοὔνομα 3, δεινὸς μὲν ἰδεῖν, δεινότερος δὲ 4 προσβαλεῖν, ὅτῳ ἃν
Line of edition: 06   ἐκεῖνον ἐντυχεῖν ἐγένετο, πῦρ μὲν γὰρ ἠϕίει τῶν ὀϕθαλμῶν,
Line of edition: 07   ἰὸν δὲ τῶν χειλέων, καὶ 6 ἄμαχόν τι κακὸν καὶ ὀλέθριον, ἐν δὲ
Line of edition: 08   τῷ ἕρπειν πᾶσαν ὡς εἰπεῖν τὴν παρακειμένην ὕλην 7 διασαλεύων·
Line of edition: 09   ὅθεν οὐδὲν ἄλλο τοῖς πλησιάζουσιν ὑπελείπετο 8 ἢ τὸ ϕυγεῖν
Line of edition: 10   ἐκεῖθεν καὶ μετανάστας γενέσθαι καὶ τὸ ϕίλον ἔδαϕος μισητὸν
Line of edition: 11   γενέσθαι 9 διὰ κακὸν οὕτω 10 ἄμαχον καὶ ἀγχίθυρον. Τοῦτον
Line of edition: 12   οὖν τὸν τόπον ὁ τοῦ Χριστοῦ μάρτυς ὄψει παραλαβὼν καὶ τῷ
Line of edition: 13   τῶν ἐγχωρίων οἴκτῳ κατακαμϕθεὶς 11 τὴν ψυχήν σύμβολον παρ᾿
Line of edition: 14   ἑαυτῷ ποιεῖται πρὸς τὴν τοῦ νοητοῦ δράκοντος πάλην τὴν τοῦ
Line of edition: 15   προκειμένου θηρὸς ἀναίρεσιν. Αὐτίκα γοῦν τῷ ὅπλῳ τοῦ τιμίου
Line of edition: 16   σταυροῦ ϕραξάμενος περιῄει τὸν θῆρα διερευνώμενος. Κεκοπιακὼς
Line of edition: 17   δὲ τῷ λασίῳ καὶ δασεῖ τῆς ὕλης καὶ μικρόν τι ἐκβάς, ἔπειτα δὲ
Line of edition: 18   καὶ ἀποβὰς τοῦ ἵππου, ὕπνῳ ἑαυτὸν δέδωκε τε καὶ διανέπαυε.
Line of edition: 19   Καί τις γυνὴ τῶν κατὰ τὴν χώραν ἐπισήμων τε 12· καὶ περιϕανῶν
Line of edition: 20   περιδεὴς καὶ ὑπότρομος ἐπιστᾶσα ἀϕύπνιζέ τε τὸν ἅγιον καὶ
Line of edition: 21   "ἀνάστα τὸ τάχος" ἐβόα· "εἰ μέλει σοι ζωῆς καὶ μὴ θανατᾷς
Line of edition: 22   ἄντικρυς· τὸ γὰρ ἐνταῦθα κακὸν ὁ δράκων συριγμῷ ἔξεισι διὰ
Line of edition: 23   τῆσδε καὶ πολλοὺς ὅπως 13 ἀνεῖλεν ἄχρι καὶ νῦν καὶ βορὰν 14
Line of edition: 24   ἑαυτῷ ἐποιήσατο." Ταῦτα ἔλεγε τὸ ϕιλόχριστον γύναιον οἰκτιζόμενον,
Line of edition: 25   εἶτα καὶ ϕανερὸν ὁρῶσα τὸν κίνδυνον εἰς τὸ 15 δεῖγμα τῆς
Line of edition: 26   συμπαθείας δάκρυα κατέρρει τῶν ὀϕθαλμῶν. Ὁ δὲ ὡς εἶδεν, ὡς
Line of edition: 27   ἤκουσε, παραχρῆμα τό τε σέβας τῆς γυναικὸς καὶ ἥτις εἴη παρ᾿
Line of edition: 28   αὐτῆς ἐπυνθάνετο· κἀκείνη Εὐσεβία 16 μὲν εἶπε 17 κεκλῆσθαι, τὸ
Page of edition: 138
Line of edition: 01
   πατρῴου κλήρου, ἀηδῶς δὲ πρὸς αὐτὸν ἔχειν καὶ σπεύδειν ὅσον
Line of edition: 02   οὔπω πανοικεσίᾳ τοῦτον καταλιπεῖν 1 "εἶδον γάρ", ἔϕη,
Line of edition: 03   "πολλάκις καὶ τῶν γνωρίμων πολλοὺς ἐνταῦθα παραβάλλοντας
Line of edition: 04   καὶ τῷ θηρίῳ βορὰν γενομένους, ὤν ἡ μνήμη στρέϕει μου τὴν
Line of edition: 05   καρδίαν· διὰ τοῦτο καί σε μὴ θᾶττον ἐκχωροῦντα ὁρῶσα περιαλγὴς
Line of edition: 06   γίνομαι καὶ ἐπίδακρυς." Ταῦτα ἐπιτραγῳδήσασα ϕιλανθρώπως
Line of edition: 07   καὶ ἅμα τὰς χεῖρας εἰς οὐρανὸν ἄρασα· "Θεέ, εἶπεν, ὁ σαρκωθεὶς
Line of edition: 08   ἐκ τῆς ἁγίας παρθένου ἐπὶ σωτηρίᾳ τοῦ κόσμου παντός, ἐξελοῦ
Line of edition: 09   ἡμᾶς τῆς προκειμένης 2 τοῦδε τοῦ θηρίου κακότητος, κλῆρον σὸν
Line of edition: 10   γενομένους καὶ κλήσει τῇ σῇ δικαιωθέντας κατονομάζεσθαι." Ὡς
Line of edition: 11   δὲ τοῦτο, ῥηθὲν ἐν ἐπηκόῳ ὁ ἀθλητὴς ἤκουσεν, εὔθυμος ὅλος γενόμενος
Line of edition: 12   "ἀπαλλαγήσῃ σήμερον" πρὸς τὸ γύναιον εἶπεν "ἀπαλλαγήσῃ
Line of edition: 13   γείτονος πονηροῦ, Θεοῦ ἡμῖν ἄνωθεν ἐπορέγοντος δεξιάν.
Line of edition: 14   Ἔγνων γὰρ δύναμιν ἐμπνευσθεῖσάν μοι παρὰ τοῦ ἐμοῦ Χριστοῦ
Line of edition: 15   καὶ δεσπότου, ὅς σε καὶ τοῦ ὑπὲρ ἡμῶν οἴκτου ἀμείψαιτο παραστᾶσαν
Line of edition: 16   οὕτως 4 καὶ ἡμᾶς ἀϕυπνίσασαν 5." Εἶπε καὶ οἷον ἔθους
Line of edition: 17   γενόμενος καὶ τῷ τοῦ σταυροῦ σημείῳ ἑαυτὸν περιϕράξας ἐπέβη
Line of edition: 18   τοῦ ἵππου καὶ ψόϕου τινὸς αἰσθόμενος ἐκ μέσης τῆς ὕλης, ὅθεν
Line of edition: 19   τάχα καὶ τὸ θηρίον ἐξέρπειν ᾔσθετο 6, αὐτὸς τῇ ἄνωθεν πεποιθὼς
Line of edition: 20   συμμαχίᾳ ἔπεισιν ἀνδρικῶς· καὶ ἤδη τὸν 7 ϕερόμενον ἰταμῶς καὶ
Line of edition: 21   ὁρμῆς πλήρη καταλαβὼν ϕθάνει τὴν λόγχην ἀκοντίσας καὶ βάλλει
Line of edition: 22   τὴν κεϕαλὴν αὐτοῦ καιρίᾳ μάλιστα καὶ χαλεπῇ τῇ πληγῇ. Ὁ δὲ
Line of edition: 23   ἦν παραχρῆμα νεκρός, ὀλίγα τὸν ὁλκὸν περιστρέψας καὶ ἀδεὲς
Line of edition: 24   δέος τοῖς πεπλησιακόσι γενόμενος.
Line of edition: 25   4. Τοῦτο σύμβολον ἐναργὲς κατέστη τῷ μακαρίῳ, ὅτι τε
Line of edition: 26   καλῶς ὁ τοῦ μαρτυρίου δρόμος αὐτῷ καὶ δεξιὸν ἀπαντήσοι 8 τὸ
Line of edition: 27   πέρας καὶ ὅτι παραπλησίως τῷ αἰσθητῷ καὶ τὸν νοητὸν θῆρα
Line of edition: 28   καταγωνίσεται 9 ἀμέλει καὶ χαίρων ἀπῄει πρὸς τὴν τοῦ Πόντου
Line of edition: 29   Ἁμάσειαν 10, ἐν ᾗ ὁ μάρτυς γενόμενος καὶ ὅπως ἔχει περὶ τὸ
Line of edition: 30   σέβας διαγνωσθείς, θύειν εἰδώλοις παρὰ τῶν ἐπίσης αὐτοῖς
Page of edition: 139
Line of edition: 01
   ἀναισθήτων διεκελεύετο. Ὁ δὲ πιστὸς ὢν τῷ Θεῷ καὶ ὑπὸ τῆς
Line of edition: 02   αὐτοῦ χάριτος ἐμπνευσθεὶς παρρησίαν τε καὶ θάρσους ὑποβληθείς
Line of edition: 03   1, στὰς ἐν μέσῳ τῆς λεγεῶνος· «Ἐγὼ χριστιανός εἰμι, ἔϕη,
Line of edition: 04   καὶ θῦσαι θεοῖς κιβδήλοις οὐκ ἐπιτέταγμαι· ἔστι γάρ μου Χριστὸς
Line of edition: 05   ἐν οὐρανοῖς ἀθάνατος βασιλεύς, ᾧ καὶ στρατεύομαι καὶ οὗ τοῖς
Line of edition: 06   προστάγμασιν ἀκριβῶς πείθομαι». Πρὸς ταῦτα τοῦ πραιποσίτου
Line of edition: 07   "τὴν προσήκουσάν σοι στρατείαν" εἰπόντος, "Θεόδωρε, μὴ
Line of edition: 08   ἀποποιοῦ, θῦέ τε τοῖς θεοῖς καὶ πείθου βασιλεῦσι τοῖς ἀηττήτοις",
Line of edition: 09   ὁ μάρτυς πάλιν ἐπὶ τῆς καλῆς ταύτης ὁμολογίας ἑστώς·
Line of edition: 10   "Λέλεκταί μοι ἤδη, ϕησί 2, ὅτι τῷ ἐμῷ στρατεύομαι βασιλεῖ,
Line of edition: 11   καὶ αὐτῷ πείθομαι καὶ ἄλλῳ παρὰ τοῦτον στρατευθῆναι οὐ
Line of edition: 12   δύναμαι·" καὶ τὸν πραιπόσιτον σκολιᾷ χρησάμενον διανοίᾳ "ἀλλὰ
Line of edition: 13   καὶ τούτους" εἰπεῖν ἀποβλέψαντα πρὸς τοὺς παρεστῶτας "χριστιανοὺς
Line of edition: 14   ὄντας οὐδὲν τοῦτο διεκώλυσε τοῦ στρατεύεσθαι." Εἶτα,
Line of edition: 15   τοῦ μάρτυρος ἐπίτομον δόντος ἀπολογίαν, "ἑκάστῳ" γὰρ εἰπεῖν
Line of edition: 16   "ὅπως ἔχοι στρατείας μελέτω· ἐγὼ μέντοι εὕρηκα καὶ αὖθις
Line of edition: 17   ἐρῶ, ὅτι τῷ ἐμῷ στρατεύομαι βασιλεῖς τῷ ζῶντι ϕημι Θεῷ,
Line of edition: 18   καὶ τῷ μονογενεῖ υἱῷ αὐτοῦ," Ποσειδώνιος τις δουκινάριος
Line of edition: 19   παρεστὼς καὶ οἶον ἐγγελῶν τῷ μάρτυρι τῆς ἀπολογίας καὶ σκώπτειν
Line of edition: 20   ὥσπερ ἐξ ἀγχινοίας βουλόμενος, "ὁ γὰρ Θεός σου, ἔϕη,
Line of edition: 21   Θεόδωρε, καὶ υἱὸν ἔχει;"

Chapter: 5

Line of edition: 22   5. Ὁ δὲ μάρτυς ἦν οὐχ ὑϕειμένος τῆς ἀληθείας, ἀλλὰ προθύμῳ
Line of edition: 23   γλώττῃ καὶ θαρραλέᾳ ϕωνῇ· "Ναί, εἶπεν, ἔχει, τὸν Λόγον τῆς
Line of edition: 24   ἀληθείας, δι᾿ οὗ τὰ πάντα παρήγαγε· διδάσκει γάρ με Δαβὶδ ὁ
Line of edition: 25   θεῖος καὶ προϕήτης καὶ βασιλεὺς οὕτως εἰπών· τῷ λόγῳ κυρίου
Line of edition: 26   οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ
Line of edition: 27   πᾶσα ἡ δύναμις αὑτῶν." Εἶτα τὸν πραιπόσιτον πάλιν ἐπίσης
Line of edition: 28   διαχλευάζειν βουλόμενον· "τί δέ; τόν υἱὸν" ϕάναι "τοῦτον
Line of edition: 29   δυνάμεθα καὶ ἡμεῖς ἰδεῖν 4;" "εἴθε, εἶπε, τοιαύτην ὑμῖν ἐκεῖνος
Line of edition: 30   τὴν σύνεσιν ἐχαρίσατο, ὥστε πολλὰ τῇ πλάνῃ χαίρειν εἰπόντας
Line of edition: 31   τὸν ἀψευδῆ Θεὸν ἐπιγνῶναι καὶ τούτω λατρεύειν καὶ τὴν λογικὴν
Page of edition: 140
Line of edition: 01
   αὐτῷ προσϕέρειν θυσίαν, ἁγνεύοντας 1 ἅμα καὶ χεῖρας καὶ τὴν
Line of edition: 02   ψυχήν·" Ἀλλ᾿ οὕτως 2 μὲν τὰ τῆς ἀγαθῆς καὶ ϕιλανθρώπου
Line of edition: 03   ψυχῆς ϕιλάνθρωπα ῥήματα· ὁ μέντοι ἔκϕρων ἐκεῖνος καὶ ἀγχίνους
Line of edition: 04   τῷ δοκεῖν Ποσειδώνιος, κόλαξ ὢν καὶ τῷ καιρῷ χαριζόμενος,
Line of edition: 05   " ἀλλ᾿ εἴπερ ἐπιγνῶμεν αὐτόν, ἔϕη, τί ἔσται πλέον ἡμῖν καὶ ποῖον
Line of edition: 06   οὐκ ἔσται καλόν;" ὁ μάρτυς ἀντέϕησε· "Καὶ πῶς δὲ οὐ νοῦν
Line of edition: 07   ἔχοντος καὶ ϕρένας ἀνθρώπου παριδεῖν τὸ σκότος καὶ τῷ ϕωτὶ
Line of edition: 08   προσδραμεῖν καὶ ὑπεριδεῖν μὲν εὐημερίας, ἦς ἐν ὀλίγῳ περὶ τὸν
Line of edition: 09   πρόσκαιρον ὄντες ἀπολαύετε 3 βασιλέα, Θεῷ δὲ ζῶντι καὶ βασιλεῖ
Line of edition: 10   προσελθεῖν καὶ τὴν ἴσην ἐμοὶ στρατείαν αὐτῷ στρατεύσασθαι;"
Line of edition: 11   καὶ τὸν πρεπόσιτον "ἐνδῶμεν αὐτὸν" ϕάναι "ἄχρι καί τινων
Line of edition: 12   ἡμερῶν, ὡς ἂν ἐπὶ σχολῆς σκεψάμενον γνῷ τε τὸ βέλτιον καὶ
Line of edition: 13   τὸ συμϕέρον αὐτῷ μεταμάθοι." Ὁ ἀσύνετος ταῦτα ὑπὲρ τοῦ
Line of edition: 14   συνιέντος, ὁ ἄϕρων ὑπὲρ τοῦ πολλῇ ϕρονήσει 4 κεκοσμημένου,
Line of edition: 15   ὁ βάθει 5 τῆς πλάνης κατειλημμένος ὑπὲρ τοῦ λαμπρῷ ϕωτὶ
Line of edition: 16   τῆς εὐσεβείας πεϕωτισμένου.

Chapter: 6

Line of edition: 17   6. Ἐκεῖνον τοιγαροῦν εἰς καιρὸν ἀϕέντες, ἦσαν οὗτοι μεταξὺ
Line of edition: 18   πρὸς χριστιανοὺς ἐνασχολούμενοι· καὶ συλλαβόντες ἦγον εὐθύνας
Line of edition: 19   ὑπέχειν, ὅτι μὴ προσέχουσι ψεύδει, ἀλλ᾿ εὐσεβείας ἔχονται καὶ
Line of edition: 20   πρὸς ἀλήθειαν ἔβλεψαν· οἷς ὁ μάρτυς ἀκολουθῶν καὶ πάντα
Line of edition: 21   αὐτοῖς γενέσθαι ϕιλονεικῶν, καὶ νοῦς καὶ στόμα καὶ ϕωνὴ καὶ πρὸς
Line of edition: 22   ἀνδρείαν παράκλησις, ὥσπερ ἐν τοῖς ἐκείνων μέλεσι διακινδυνεύειν
Line of edition: 23   μέλλων αὐτός, τί μὲν οὐκ ἔλεγε, τί δὲ οὐκ ἐποίει θάρσους αὐτοὺς
Line of edition: 24   καὶ τόλμης ἀναπιμπλῶν; ἐμακάριζε τοὺς ἀγῶνας, ζηλωτοὺς 6
Line of edition: 25   ἔκρινε τὰ αὐτῶν, ἠσπάζετο μέλη, τὰς βασάνοις ἐσμικρολόγει,
Line of edition: 26   τὰς ἀμοιβὰς ἐμεγάλυνεν· εἶτα ἐκείνων ἐγκατακλείστων ἤδη
Line of edition: 27   γενομένων, αὐτὸς εὐκαίρου ὥρας ἐπιτυχὼν ἐπιτίθεται τῇ μητρὶ
Line of edition: 28   τῶν ψευδωνύμων θεῶν· καὶ πυρὶ ζήλου τὴν καρδίαν διακαυθείς,
Line of edition: 29   πυρὶ τὸν ταύτης ναὸν καταϕλέγειν 7 νυκτὸς ἐπελθών, ἔργῳ διδάξας
Line of edition: 30   τοὺς ἀνοήτους βουλόμενος, οἵῳ μὲν αὐτὸς ἐπιθαρρεῖ βοηθῷ,
Page of edition: 141
Line of edition: 01
   οἵοις δὲ αὐτοὶ θεοῖς πεποίθασιν, οἳ τοσοῦτον ἀπεχουσι τοῦ
Line of edition: 02   βοηθεῖν ἑτέροις, ὡς μηδὲ ἑαυτοῖς ἀμῦναι δυνατοὶ γενέσθαι
Line of edition: 03   τοιαῦτα πάσχουσιν. Ἐπεὶ δὲ ὑπό τινων τὸ πραχθὲν ὡράθη καὶ
Line of edition: 04   εἰς πολλοὺς ἤδη διαδοθὲν ἦν, Κρονίδης ὁ λογιστὴς δέει ληϕθεὶς
Line of edition: 05   συλλαβόμενος αὐτὸν Πουπλίῳ τῷ ἡγεμόνι παρίστησιν· "Οὗτος
Line of edition: 06   ὁ λυμεών, λέγων, νεόλεκτος ἡμῶν στρατιώτης ὁ κακῇ μοίρᾳ τῇ
Line of edition: 07   ἡμετέρᾳ πόλει ἐπιδεδημηκώς, τόν τε ναὸν τῆς μητρὸς τῶν
Line of edition: 08   θεῶν ἐνέπρησε καὶ εἰς τοὺς θεοὺς ἐξύβρισε καὶ οὐδὲ μίαν ἀπέλιπε
Line of edition: 09   θράσους ὑπερβολήν· συλλαβὼν οὖν αὐτὸν τῷ σῷ μεγέθει
Line of edition: 10   παρέστησα, ὥστε κατὰ τὸ θεῖον τῶν δεσποτῶν θέσπισμα δίκην
Line of edition: 11   αὐτὸν ὑποσχεῖν τῆς τόλμης ἀξίαν."

Chapter: 7

Line of edition: 12   7. Ὁ γοῦν δικαστὴς μεταστειλάμενος τὸν πρεπόσιτον πολλά
Line of edition: 13   τε ἐκάκισε καὶ εἰς ῥᾳθυμίαν ὠνείδισε καὶ τὴν αἰτίαν αὐτῷ τοῦ
Line of edition: 14   καυθῆναι τὸν ναὸν περιῆπτεν· "εἰ μὴ σύ, λέγων, ὑϕῆκας τῆς
Line of edition: 15   ἀκριβείας, οὐκ ἂν οὗτος ὁ πάντολμος εὗρε χώραν τοιούτοις
Line of edition: 16   ἐπιχειρεῖν." Ὁ δὲ μέμψεως ἑαυτὸν ἀπολύων· "ἐγώ, ἔϕη,
Line of edition: 17   πολλάκις αὐτὸν ὅτε μὲν ἀγαθῶν ἐπαγγελίαις ὅτε δὲ καὶ ἀπειλαῖς
Line of edition: 18   χρώμενος πρὸς τὴν τῶν θεῶν ἐπειγόμην θυσίαν· ὡς δὲ ἑώρων
Line of edition: 19   ἐμαυτὸν οὐδὲν ὅλως ἀνύοντα καὶ ὅτι μηδὲν ἔλεγον εἰς ψυχὴν ἀλλὰ
Line of edition: 20   τῶν ὤτων ἄκρων τοὺς λόγους κατέχεον, καιρὸν ἔγνων παρασχεῖν
Line of edition: 21   διασκέψεως, εἰ καὶ μετάνοιά τις αὐτὸν εἰσέλθοι καὶ μετάθηται
Line of edition: 22   πρὸς τὸ βέλτιον· εἰ δὲ καὶ τοιοῦτον προήχθη τολμῆσαι 1, δῆλός
Line of edition: 23   ἐστι κατατρυϕῶν 2· ἕπου τοῖς νόμοις καὶ τῇ ἐκείνων ἀποτομίᾳ
Line of edition: 24   κατὰ τῶν οὕτως ἰταμῶν κέχρησο." Καὶ ὁ ἡγεμὼν εὐθὺς τοῦ
Line of edition: 25   βήματος προκαθίσας, ἀχθῆναι κελεύει τὸν ἅγιον. Ἀχθέντι δὲ
Line of edition: 26   δριμύ τι καὶ ἄρνες ἐμβλέψας· "Τοῦτο, ἔϕη, τῆς δοθείσης σοι
Line of edition: 27   πρὸς μεταβολὴν ἀδείας ἀπέλαυσας, τὸ ἀντὶ τοῦ θῦσαι σε καὶ
Line of edition: 28   λίβανον προσαγαγεῖν τῇ θεᾷ πῦρ ἐκείνῃ προσενεγκεῖν," Ὁ δὲ
Line of edition: 29   μάρτυς οὐδὲν ὑποδειλιάσας, ἀλλ᾿ ὥσπερ τῷ γενομένῳ μᾶλλον
Line of edition: 30   ἐπικαυχώμενος καὶ εἰδώς, ὡς οὐ δεῖται τὸ πρᾶγμα γωνίας καὶ
Line of edition: 31   ἐπικρύψεως, ἀλλὰ λυχνίας καὶ περιωπῆς μᾶλλον, ὥστε ϕανερὸν
Page of edition: 142
Line of edition: 01
   ἅπασι καταστῆναι, παρρησίας καὶ θάρσους ὑποπλησθεὶς "ὅ μοι
Line of edition: 02   πέπρακται, ἔϕη, οὐκ ἃν ἀρνηθείην· ξύλοις ἐπήγαγον πῦρ, ὥστε
Line of edition: 03   λίθον καυθῆναι. Τοιαύτη δὲ ὑμῶν ἡ θεά, ὡς μηδὲ ἑαυτῇ
Line of edition: 04   βοηθῆσαι καὶ τοῦ κακοῦ δυνηθῆναι ῥύσασθαι." Καὶ ὁ δικαστὴς
Line of edition: 05   λόγῳ μὴ δυνηθεὶς ἀμείψασθαι τὴν ἀπόκρισιν, ὀργὴν ἀντιδίδωσιν
Line of edition: 06   ἐξ ἀπορίας καὶ τύπτεσθαι κελεύει τὸν ἅγιον, ἐπειπών· "Ἡ τῶν
Line of edition: 07   ἐμῶν λόγων ἁπαλότης καὶ τὸ τῆς ὁμιλίας ὑϕειμένον καὶ ἥμερον
Line of edition: 08   θρασύτερόν σε διέθηκαν πρὸς τὰς ἀποκρίσεις· στρέβλαι δὲ καὶ
Line of edition: 09   πολλαὶ βάσανοι πείσουσι βασιλικοῖς προστάγμασιν εἴκειν."
Line of edition: 10   Ὁ δὲ ἅγιος· "Οὔτε σοι πείθομαι, ἔϕη, οὔτε τῶν σῶν κολάσεων
Line of edition: 11   ἐπιστρέϕομαι, κἂν πολλῷ τούτων χαλεπωτέρας μοι 1 ἐπαγάγῃς.
Line of edition: 12   Αἱ δὲ σαὶ ἀπειλαὶ ἀγεννεῖς ἑτέρους 2 καὶ παῖδας καταπτοείτωσαν·
Line of edition: 13   ἐμοὶ γὰρ ἡ προσδοκία τῶν μενόντων με ἀγαθῶν θάρσος 3 τε
Line of edition: 14   ἐμβάλλει καὶ τῶν σῶν βασάνων πείθει καταϕρονεῖν· μᾶλλον δὲ
Line of edition: 15   οὐδὲ βάσανοι μοι δοκοῦσιν αὗται· ὁ γὰρ κύριός μου καὶ βασιλεὺς
Line of edition: 16   παρίσταταί μοι κουϕίζων μοι τὰς ὀδύνας· ὃν σὺ οὐχ ὁρᾷς, ἐπεὶ μὴ
Line of edition: 17   βλέπεις τοῖς τῆς ψυχῆς ὀϕθαλμοῖς"

Chapter: 8

Line of edition: 18   8. Τοῦτον ἀκούσαντα θυμὸς λαμβάνει τὸν δικαστὴν καὶ τῷ
Line of edition: 19   δεσμωτηρίῳ πάλιν Θεόδωρον ἐγκλεισθῆναι κελεύει, κλεισί τε
Line of edition: 20   τὴν θύραν ἀσϕαλισθῆναι καὶ σϕραγῖσι ταύτην ἀκριβῶς ἐπισημανθῆναι
Line of edition: 21   οὕτως τε τὸν ἅγιον ἐαθῆναι προνοίας ἔρημον πάσης·
Line of edition: 22   ἀλλὰ πιστὸς ἦν πάντως ὁ εἰρηκὼς μὴ ἰδεῖν δίκαιον ἐγκαταλελειμμένον.
Line of edition: 23   Οὔκουν οὐδὲ ὁ μάρτυς ἐγκαταλέλειπται· ὁ γὰρ
Line of edition: 24   Χριστός, δι᾿ ὃν ἐκεῖνος τὰ χαλεπὰ ταῦτα ϕέρειν ἠνέσχετο, οὐ
Line of edition: 25   μόνον αὐτὸν χάριτι τρέϕων ἦν, ἀλλὰ καὶ προσελθὼν ἐπεσκέψατο
Line of edition: 26   καὶ λόγων ἠξίωσε καὶ θάρσους ἐνέπλησε καὶ χρηστοτάτης ἐπαγγελίας·
Line of edition: 27   καὶ πῶς γὰρ οὐκ ἔμελλε τοῦτο ποιεῖν καὶ τὸν ὑπὲρ αὐτοῦ
Line of edition: 28   ϕυλακῇ δεδομένον ἐπισκοπῆς ἀξιοῦν, ὅπου γε καὶ ἡμῖν ἐνετείλατο
Line of edition: 29   πρὸς τοὺς ἁπλῶς τοῦτο πάσχοντας καὶ ϕυλακὴν οἰκῆσαι κατακριθέντας
Line of edition: 30   τὰ ὅμοια δρᾶν; Ἦλθεν οὖν καί· "Θεόδωρε, θάρσει, λέγει· ἐγὼ
Line of edition: 31   γάρ εἰμι μετὰ σοῦ· λήψῃ δὲ οὐδὲν βρῶμα ἢ πόμα παρὰ τῶν
Page of edition: 143
Line of edition: 01
   ἀθετούντων με τούτων, ἀλλὰ τρυϕῆς ἀϕθάρτου σοι καὶ ζωῆς ἐγὼ
Line of edition: 02   κοινωνήσω." Ταῦτα πολλὴν ἐνέσταξε τῷ ἁγίῳ τὴν ἡδονὴν καὶ
Line of edition: 03   ψάλλειν 1 ἤρξατο καὶ τῷ Θεῷ μάλα θεοϕιλῶς ἐναγάλλεσθαι·
Line of edition: 04   ψάλλοντι δὲ πολὺς ἠκούετο συνᾴδων αὐτῷ ὄχλος, ὡς καὶ τοὺς
Line of edition: 05   δεσμοϕύλακας ἀναστάντας πρὸς τὴν θύραν δραμεῖν ὀψομένους,
Line of edition: 06   τίνες οὗτοι εἰσίν. Ἰδόντες δὲ αὐτήν τε κεκλεισμένην καὶ οὐδὲν
Line of edition: 07   ἐπικακουργηθὲν τῇ σϕραγῖδα οὐδὲ οὕτως ἠμέλουν, ἀλλὰ καὶ
Line of edition: 08   αὖθις παρεθεῶντο διὰ τῆς θυρίδος· καὶ ὁρῶσι πολύ τι πλῆθος
Line of edition: 09   λευχειμονούντων καὶ συμψαλλόντων τῷ μάρτυρι· ὅ μὴ δυνηθέντες
Line of edition: 10   σιωπῇ κατασχεῖν, ἀπέρχονται καὶ τῷ δικαστῇ ἀπαγγέλλουσι
Line of edition: 11   · καὶ ὃς ἀκούσας δρομαῖος τῇ θύρᾳ 2 ἐπιϕοιτᾷ. Ἰδὼν δὲ
Line of edition: 12   καὶ αὐτὸς τὴν σϕραγῖδα μὲν καὶ τὰς κλεῖς ἀπαθῶς ἐχούσας,
Line of edition: 13   ϕωνὴν δὲ πλήθους ᾀδόντων ἀκουομένην, κύκλῳ περιίστησι τῆς
Line of edition: 14   ϕρουρᾶς στρατιώτας ἐνόπλους, χριστιανοὺς εἶναι τοὺς ἔνδον
Line of edition: 15   ὑπολαβών. Ἐπεὶ δὲ εἰσέλθοι καὶ μηδένα εὕροι ὅτι μὴ μόνον τὸν
Line of edition: 16   Χριστοῦ δοῦλον Θεόδωρον, καὶ αὐτὸν τῷ ξύλῳ ἀσϕαλῶς ἐμπεπεδημένον,
Line of edition: 17   ἔκπληξις αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ εἰσῄει. Κλείσαντες
Line of edition: 18   οὖν τὰς θύρας τῆς ϕυλακῆς, ἐπανῄεσαν, οὐδὲν ἕτερον αὐτῷ
Line of edition: 19   δίδοσθαι τοῦ δικαστοῦ ἐπιτρέψαντος, ὅτι μὴ οὐγκίαν ἄρτου τῆς
Line of edition: 20   ἡμέρας καὶ βραχύτατον ὕδατος· ὢ τῆς ἀϕροσύνης, εἰ ψυχὴν τοιαύτην
Line of edition: 21   ἑλεῖν ᾠήθησαν ἐνδείᾳ τῶν ἀναγκαίων, ᾧ μηδὲ τούτων ἦν
Line of edition: 22   χρεία τροϕῇ κρείττονι τρεϕομένῳ ἢ κατὰ ἄνθρωπον· ὅθεν οὐδὲ
Line of edition: 23   ἐδέξατό τι παρὰ τῶν ἀναιρεῖν οὐ σῴζειν μεμαθηκότων.

Chapter: 9

Line of edition: 24   9. Ἕωθεν δὲ ὁ δικαστὴς κελεύσας 3 ἀχθῆναι τὸν ἅγιον,
Line of edition: 25   λόγοις αὐτὸν ἡμέροις καὶ ἀγαθῶν ἐπαγγελίαις ἑλεῖν ἐπειρᾶτο
Line of edition: 26   "πείσθητί μοι πρὸ τῶν βασάνων, Θεόδωρε," λέγων· "καὶ
Line of edition: 27   εὐθὺς γράϕω τοῖς βασιλεῦσιν, ἀρχιερέα τε τῶν θεῶν χειροτονῆσαί
Line of edition: 28   σε καὶ τιμῶν ἀξιῶσαι μεγάλων καὶ σύνθρονον ἡμῖν καταστῆσαι."
Line of edition: 29   Τούτων ἀκούσαντι τῷ ἁγίῳ πρῶτον μὲν περὶ τῆς ἀρχιερωσύνης
Line of edition: 30   καὶ γελάσαι ϕαιδρὸν ἐπῆλθε καὶ τῆς δωρεᾶς μυκτηρίσαι τοὺς
Line of edition: 31   ἀνοήτους, ἔπειτα δὲ καὶ πρὸς τὸν δικαστὴν μετὰ πολλῆς ϕάναι
Page of edition: 144
Line of edition: 01
   τῆς παρρησίας "εἰ καὶ πυρὶ τὰς σάρκας μου τήξεις, εἰ βασάνων
Line of edition: 02   πλήθει καταναλώσεις, εἰ καὶ τὸν διὰ ξίϕους θάνατον εὐθὺς ἐπαγάγῃς,
Line of edition: 03   ἕως ἃν ἐν ἐμοὶ πνεῦμα ζωῆς ἦ, οὐκ ἂν ἔξαρνος ὀϕθείην τοῦ
Line of edition: 04   ἐμοῦ Θεοῦ τε καὶ βασιλέων· "Ἐπεὶ ταῦτα ἀκοῦσαι τὸν τύραννον·
Line of edition: 05   πολλὰ τῷ πραιποσίτῳ διαλεχθέντα κελεῦσαι τοῖς δημίοις ἐπὶ
Line of edition: 06   ξύλου τὸν ἅγιον αἰωρήσαντας ὄνυξι τὰς πλευρὰς αὐτοῦ καταξέειν·
Line of edition: 07   οὗπερ εἰς ἔργον ἐκβάντος, θέαμα ἦν χαλεπὸν ἡμέροις ὀϕθαλμοῖς
Line of edition: 08   τὸ γινόμενον· εἰς τοῦτο γὰρ ὠμότητος οἱ ξέοντες παρηνέχθησαν,
Line of edition: 09   ὡς μηδένα οἶκτον αὐτοὺς τῆς κοινῆς λαβεῖν ϕύσεως, ἄλλῳ οἶον
Line of edition: 10   ἀψύχῳ τινὶ προσϕέρεσθαι καὶ δι᾿ ὅλου 1 γυμνὰ σαρκῶν τὰ ὀστᾶ
Line of edition: 11   ἐκείνου καταλιπεῖν. Ὁ μέντοι μάρτυς οὐδὲν ἔλαττον ἢ οἱ ξέοντες
Line of edition: 12   τοῦ οἰκείου σώματος ἀμελῶν καὶ νικῆσαι ϕιλονεικῶν τῇ αὐτοῦ
Line of edition: 13   ἀνδρείᾳ τὴν ἐκείνων θηριωδίαν, πρὸς μὲν τὸν τύραννον οὐδὲ
Line of edition: 14   βραχύ τι ἐϕθέγγετο, ὑπέψαλλε δὲ ἡσύχως· "Εὐλογήσω τὸν
Line of edition: 15   κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί
Line of edition: 16   μου." Ἐκπλαγεὶς οὖν ὁ τύραννος τῆς καρτερίας τὸν ἅγιον, "εἶτα
Line of edition: 17   οὐκ αἰσχύνῃ, ἔϕης πάντων ἀνθρώπων ἀθλιώτατε σύ, ἐπ᾿ ἀνθρώπῳ
Line of edition: 18   τὰς ἐλπίδας ἔχων, καὶ τούτῳ βιαίῳ τέλει καταλύσαντι τὴν ζωήν,
Line of edition: 19   ἀλλ᾿ οὕτως σεαυτὸν ἀλογίστως παραδίδως τοῖς αἰκισμοῖς"; Ὁ δὲ
Line of edition: 20   λίαν πεποιθότως καὶ ἀνδρικῶς καὶ ὥσπερ ἐπ᾿ αὐτῷ μᾶλλον ἢ ὁ
Line of edition: 21   δικάζων ἐπὶ τῷ βήματι σεμνυνόμενος· "Αὕτη μοι αἰσχύνη,
Line of edition: 22   ἔϕη, καὶ πᾶσι τοῖς ἐπικαλουμένοις τὸ τοῦ Χριστοῦ ὄνομα."

Chapter: 10

Line of edition: 23   10. Τοῦ δήμου τοίνυν ἐπιβοῶντος ὅσον οὔπω τὸν ἅγιον παραπόλλυσθαι,
Line of edition: 24   ὁ ἡγεμὼν ἐπηρώτα διὰ τοῦ κήρυκος· "Τί βούλει;
Line of edition: 25   θῦσαι μᾶλλον ἢ καὶ ἔτι σοὶ τὰς κολάσεις παραταθῆναι"; Πρὸς ταῦτα
Line of edition: 26   ὁ μάρτυς δεῖξαι βουλόμενος, ὡς οὐ μόνον οὐχ ἥττηται τῶν
Line of edition: 27   δεινῶν, ἀλλὰ καὶ ϕαιδρύνεται πάσχων καὶ τρυϕὴν ἡγεῖται τὰ
Line of edition: 28   ἐπαγόμενα, ζήλου πληρωθεὶς τὴν καρδίαν, ὅλῃ γλώττῃ καὶ
Line of edition: 29   παρρησίας ἔμπλεῳ ψυχῇ· "Ἀσεβέστατε, ἔϕη, καὶ ἀνομίας πάσης
Line of edition: 30   πεπληρωμένε υἱὲ διαβόλου, ἀληθῶς ἄξιε τῆς τοῦ ἀντικειμένου
Line of edition: 31   δαίμονος ἐνεργείας, οὐδὲ ϕοβῇ σὺ τὸν Θεός, ὃς τοσαύτην 2 σοι
Page of edition: 145
Line of edition: 01
   τὴν ἀρχὴν ἐχαρίσατο· δι᾿ αὐτοῦ γὰρ βασιλεῖς βασιλεύουσι καὶ
Line of edition: 02   τύραννοι κρατοῦσι γῆς· ἀναγκάζεις δέ με 1 ζῶντα Θεὸν ἐγκαταλιπεῖν
Line of edition: 03   καὶ λίθοις προσκυνεῖν ἀψύχοις" Ὁ οὖν δικαστὴς πολλῇ
Line of edition: 04   διασκέψει πρότερον ἐκδοὺς ἑαυτὸν ἔπειτα· "Τί θέλεις· ϕησίν,
Line of edition: 05   εἶναι μεθ᾿ ἡμῶν ἢ μετὰ τοῦ Χριστοῦ σου," Τούτῳ ἐκεῖνος οὐδὲ
Line of edition: 06   βραχὺν ἀναμείνας χρόνον οὐδὲ τὸ πρᾶγμα σκέψεως εἶναι νομίσας
Line of edition: 07   ἄξιον, ἀλλ᾿ οἷα δὴ καὶ μεμϕόμενος τὸν ἡγεμόνα τῆς ἐρωτήσεως
Line of edition: 08   θαρραλέᾳ καὶ ψυχῇ καὶ ϕωνῇ "μετὰ τοῦ Χριστοῦ μου" ἔϕη "καὶ
Line of edition: 09   ἤμην καί εἰμι καὶ ἔσομαι." Εἰδὼς οὖν ὁ δικάζων, ὅτι μηδὲν ἀνύει,
Line of edition: 10   ἀλλ᾿ ἀπαγορεύει μᾶλλον αὐτὸς τὰς κολάσεις ἐπάγων ἢ ὁ ἅγιος
Line of edition: 11   πρὸς τὴν τῶν ἐπαγομένων ὑπομονήν, τὸν διὰ πυρὸς αὐτοῦ
Line of edition: 12   καταψηϕίζεται θάνατον, οὕτως εἰπών· "Θεόδωρον ἀπειθήσαντα
Line of edition: 13   μὲν τῷ κράτει τῶν καλλινίκων βασιλέων καὶ τῶν θεῶν, πιστεύσαντα
Line of edition: 14   δὲ τῷ ἐσταυρωμένῳ, πυρὶ παραδοθῆναι κελεύω." Ὡς οὖν
Line of edition: 15   ἀπεϕήνατο μόνον, θᾶττον ἢ ἐλέχθη τὸ ἔργον ἠνύετο· τῶν γὰρ
Line of edition: 16   δημίων ξύλα παραχρῆμα συνενεγκόντων, συλλαβόντες τὸν μακάριον
Line of edition: 17   οἱ πρὸς ταῦτα κελευσθέντες ὑπηρετεῖν, ἐπὶ τὸν τεταγμένον
Line of edition: 18   ἤγαγον τόπον.

Chapter: 11

Line of edition: 19   11. Ἐπεὶ δὲ ἤδη καὶ τὸ πῦρ ἀνήϕθη, εὐθὺς περιτιθέασιν αὐτῷ
Line of edition: 20   καὶ ὄργανα τὰ πρὸς τὴν πυρὰν ἐπιτήδεια. Μελλόντων δὲ καὶ
Line of edition: 21   προσηλοῦν, οὐκ ἀνίει· "Ἄϕετέ με, λέγων· ὁ γὰρ δοὺς οὐδὲν
Line of edition: 22   ἀγεννὲς πρὸς τὴν τοῦ πυρὸς ὑπομεῖναι θέαν, αὐτὸς δώσει
Line of edition: 23   πάντως καὶ τῆς τῶν ἥλων ἐκτὸς 2 ἀσϕαλείας τὴν τοῦ πυρὸς
Line of edition: 24   ὑποστῆναι καῦσιν." Ταύτῃ τοι καὶ οὐ καθήλωσαν μέν, προσέδησαν
Line of edition: 25   δέ· καὶ ὃς τὴν σϕραγῖδα τῷ μετώπῳ ἐπιβαλὼν ἡδύ
Line of edition: 26   τε ἰδὼν εἰς τὸν οὐρανόν· "Κύριε ὁ Θεός, εἶπεν, ὁ παντοκράτωρ,
Line of edition: 27   ὁ τοῦ υἱοῦ τοῦ ἀγαπητοῦ σου πατήρ, δι᾿ οὗ τὴν ἐπίγνωσιν
Line of edition: 28   τε καὶ ἐπαγωγὴν τὴν εἰς σὲ ἐσχήκαμεν, θεὲ τῶν δυνάμεων, θεὲ
Line of edition: 29   πάσης κτίσεως καὶ παντὸς ἔθνους, οἳ ζῶσιν ἐνώπιόν σου, εὐλογῶ
Line of edition: 30   σε, ὅτι με κατηξίωσας μερίδα 3 σχεῖν μετὰ τῶν ἁγίων σου
Line of edition: 31   μαρτύρων 4 ἐν τῷ ποτηρίῳ τοῦ Χριστοῦ σου εἰς ἀνάστασιν ζωῆς
Page of edition: 146
Line of edition: 01
   αἰωνίου ψυχῆς τε καὶ σώματος· διὸ προσδεχθείην ἐνώπιόν σου
Line of edition: 02   σήμερον ἐν θυσίᾳ πίονι, καθὼς προητοίμασας καὶ ἐπλήρωσας ὁ
Line of edition: 03   ἀψευδὴς καὶ ἀληθινὸς Θεὸς ἡμῶν· δὸς δέ, Κύριε, καὶ τοὺς
Line of edition: 04   συγκατασχεθέντας μοι τήρωνας τῶν ἴσων ἐμοὶ κοινωνῆσαι
Line of edition: 05   βραβείων." Οὕτως εὐξάμενος εἰς τὸ πλῆθος ἀπεῖδε· καὶ εὐθὺς
Line of edition: 06   Κλεόνικον τὸν συλληϕθέντα αὐτῷ τήρωνα ἐπίλυπόν τε καὶ δεδακρυμένον
Line of edition: 07   ἰδών, μέγα ἐμβοήσας· "Κλεόνικε, περιμένω σε,
Line of edition: 08   ϕησίν, ἀκολούθει μοι, ἵν᾿ ὥσπερ ἐπὶ ταύτας τῆς προσκαίρου ζωῆς
Line of edition: 09   οὐ διέστη μεν, οὕτως δὴ καὶ τὴν αἰώνιον ζήσομεν ἀλλήλοις
Line of edition: 10   συνόντες." Οὕτως εἰπὼν τῇ εὐχῇ πάλιν δίδωσι· "Κύριε,
Line of edition: 11   λέγων, καὶ θεὲ παντοκράτορ, ὁ τὸν ἀγῶνα τόνδε διὰ τοῦ μονογενοῦς
Line of edition: 12   σοῦ υἱοῦ, κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ τῇ δυνάμει τῇ
Line of edition: 13   σῇ νικῆσαι με καταξιώσας, πρόσδεξαί μου τὴν ψυχὴν ἐν
Line of edition: 14   εἰρήνῃ, ὅτι σοι πρέπει δόξα σὺν τῷ υἱῷ καὶ τῷ παναγίῳ σου
Line of edition: 15   πνεύματι" Διατελέσας δὲ τὴν εὐχὴν ἐϕάλλεται τῇ πυρᾷ καὶ
Line of edition: 16   ὥσπερ οὐδενὸς αὐτὸν πιέζοντος λυπηροῦ, οὐ μόνον ἄνετός τε καὶ
Line of edition: 17   ἀτάραχος ἦν, ἀλλὰ καὶ ὕμνον ἐῴκει τινὰ ὑπᾴδειν τοῖς χείλεσι·
Line of edition: 18   καὶ οὕτως ἡσυχῇ τὸ πνεῦμα παρατίθησι τῷ Θεῷ.

Chapter: 12

Line of edition: 19   12. Εὐσεβία δέ τις, ἡ ϕερωνύμως 1 ζῶσα, αἰτησαμένη τὸ
Line of edition: 20   σῶμα τοῦ μάρτυρος καὶ λαβοῦσα, οἴνῳ τε καὶ μύροις ὑπαλείψασα
Line of edition: 21   καὶ κοσμήσασα, θήκῃ ϕιλοτίμῳ αὐτὸ κατατίθησι καὶ εἰς τὸν οἶκον
Line of edition: 22   αὐτῆς, ὃς ἐν χωρίῳ Εὐχαίτᾳ λεγομένῳ ἵδρυτο ὑπὸ τὴν τῶν
Line of edition: 23   Ἀμασέων μητρόπολιν, ὡς χρῆμά τι πολυτελὲς θησαυρίζει,
Line of edition: 24   μνήμην ἐτήσιον τῷ μάρτυρι ἐκτελοῦσα καὶ τὸ ἱερὸν λόγιον ὡς
Line of edition: 25   δυνατὸν αὐτῇ ἐκπληροῦν σπουδάζουσα· εἰς γὰρ μνημόσυνον
Line of edition: 26   αἰώνιον, ϕασίν 2, ἔσται δίκαιος. Εἶχε μὲν οὖν οὕτως ἡ ϕιλόχριστος
Line of edition: 27   Εὐσεβία τὸ σῶμα τοῦ μάρτυρος θησαυρὸν ἄσυλον, πλοῦτον
Line of edition: 28   ἀδάπανον, αὐτῇ τε καὶ τοῖς μετ᾿ αὐτῆς ἄγρυπνον ϕύλακα· πλὴν
Line of edition: 29   ἀλλὰ τὴν ἐπισκιάζουσαν τῷ σώματι δύναμιν οὐκ εἶχεν αὐτὴ μόνη,
Line of edition: 30   ἀλλὰ καὶ πᾶς ὅστις βοηθὸν ἐκεῖνον ἐπιβοώμενος ἦν· ἴσον γὰρ
Line of edition: 31   ἑαυτὸν οἶδε νέμειν ὁ ἅγιος τοῖς πλησίον ὁμοῦ καὶ τοῖς πόρρω
Page of edition: 147
Line of edition: 01
   καὶ ὁμοίας 1 ἁπανταχοῦ τὰς τῶν θαυμάτων αὐγὰς ἐπιλάμπειν.

Chapter: 13

Line of edition: 02   13. Ἀμέλει καὶ τὴν ἐν καλῷ τῆς Εὐρώπης κειμένην πόλιν
Line of edition: 03   πασῶν τε προκαθημένην καὶ βασιλεύουσαν, τὴν Κωνσταντίνου
Line of edition: 04   ϕημί, ἐμπεσεῖν ταῖς πάγαις τοῦ πονηροῦ κινδυνεύουσαν, βοηθὸς
Line of edition: 05   αὐτόκλητος ἐπιϕθάσας ἀπαθῆ κακῶν διετήρησεν. Ἐπεὶ μεν γὰρ τῷ
Line of edition: 06   ϕθονερῷ δαίμονι τοῦτο ἔργον ἦν βασκαίνοντι τῆς σωτηρίας χριστιανοῖς,
Line of edition: 07   ὁ κατ᾿ αὐτῶν διωγμὸς καὶ οἱ πρὸς τοῦτο δὲ σπουδαίως
Line of edition: 08   ὑπηρετοῦντες αὐτῷ βασιλεῖς· πολλὴν γὰρ εἶχεν εὐκολίαν ἐϕ᾿ οἷς
Line of edition: 09   ἐπεχείρει, τῇ δυνάμει τῆς ἀρχῆς καὶ τῷ κατ᾿ αὐτῶν 2 ϕθόνῳ
Line of edition: 10   συνεργοῖς χρώμενος· ἀλλὰ καὶ οὕτω τὰ χριστιανῶν ἤνθει καὶ
Line of edition: 11   παρ᾿ ἐλπίδα πᾶσαν ἐκράτει καὶ τὰς αὐτοῦ κατῄσχυνε προσβολὰς
Line of edition: 12   ἥ τε θεία πίστις ὥσπερ γῆ ἀγαθὴ τοῖς αἵμασι τῶν μαρτύρων
Line of edition: 13   ὑπαρδομένη πολύχουν ἐκαρποϕόρει πανταχοῦ τὴν εὐσέβειαν·
Line of edition: 14   ἔπειτα δὲ καὶ βασιλεὺς ἀνίσταται τὰ χριστιανῶν πρεσβεύων, ὁ
Line of edition: 15   περιώνυμος δηλαδὴ Κωνσταντῖνος· ὃ καὶ καιριωτάτη γίνεται
Line of edition: 16   πληγὴ τῷ βασκάνῳ καὶ παρρησιάζεται μὲν ἡ ἀλήθεια, ἡ δὲ τῶν
Line of edition: 17   ψευδωνύμων θεῶν θρησκεία αἰσχύνῃ καλυψαμένη πόρρω που τῶν
Line of edition: 18   ῥωμαϊκῶν ὁρίων ἀπεπλανᾶτο· ἐπεὶ ταῦτα οὕτως ἀνθοῦντα ὁ
Line of edition: 19   πονηρὸς δαίμων ἑώρα, ἤσχαλλεν, ἠνιᾶτο, ἐδυσϕόρει, τοῖς ὅλοις
Line of edition: 20   διαπορῶν ἦν, εἰς ἀνάρρουν αὐτῷ τὰ πράγματα χωροῦντα ὀρῶν·
Line of edition: 21   ἐπεζήτει τὸν ἐν δυνάμει πάλιν ὑπηρετήσοντα τοῖς θελήμασιν
Line of edition: 22   αὐτοῦ τοῖς πονηροτάτοις· καὶ ζητῶν, ὢ τῶν ἐμῶν κακῶν καὶ τῶν
Line of edition: 23   ἀδήλων τοῦ Θεοῦ κριμάτων, εὑρίσκει.

Chapter: 14

Line of edition: 24   14. Κωνσταντίνου γάρ, οὗπερ ἄρτι μνήμην ἐθέμεθα, καὶ τῶν
Line of edition: 25   ἄλλων τῶν ἐπ᾿ εὐσεβείᾳ γνωριζομένων τὸν βίον μεταθεμένων, οὐ
Line of edition: 26   πολὺ τὸ ἐν μέσῳ καὶ βασιλεὺς ἀναδείκνυται, εἴ γε δεῖ βασιλέα
Line of edition: 27   καλεῖν ἐκεῖνον τὸν δραπέτην οἴμοι τῆς εὐσεβείας γενόμενον καὶ
Line of edition: 28   κακίας ὑπηρέτην πάσης καὶ ἀσεβείας παρ᾿ ὁντιναοῦν ἄλλον
Line of edition: 29   ἀναϕανέντα καὶ τοῦ ἰδίου δεσπότου καὶ Θεοῦ καταϕρυαξάμενον,
Line of edition: 30   τὸν θεομισῆ λέγω καὶ πάντολμον Ἰουλιανόν· ὃς τὴν ἀληθῆ χριστιανῶν
Line of edition: 31   πίστιν ἐξαρνησάμενος, ὥσπερ οὐδὲν κοινὸν πρὸς τοιαύτην
Page of edition: 148
Line of edition: 01
   ψυχὴν καὶ γνώμην ἔχουσαν, τῇ ματαίᾳ τῶν εἰδώλων προστίθεται
Line of edition: 02   πλάνῃ· ἣν εὖ κειμένην ἐκεῖνος κακῶς ἀνιστᾷ καὶ καλῶς παυθεῖσαν
Line of edition: 03   ἀνανεοῖ πάλιν μετὰ πολλοῦ τοῦ πόνου καὶ τῆς ἐπιμελείας, ὥσπερ
Line of edition: 04   ἀναπληρῶν αὐτῇ τὸ μεταξὺ τῶν χρόνων ὑστέρημα καὶ μαρᾶνα.
Line of edition: 05   ϕιλονεικῶν τὰ θεῖα τῆς εὐσεβείας νεόϕυτα καὶ τὴν ἀρτιθαλῆ
Line of edition: 06   πίστιν τό γε εἰς αὐτὸν ἧκον ῥίζαις αὐταῖς ἐξελεῖν βουλόμενος·
Line of edition: 07   ταύτῃ τοι καὶ διωγμὸν ἐγείρει τῶν πώποτε μνημονευομένων
Line of edition: 08   ἀγριώτερον καὶ κακοτεχνότερον· Ἐπεὶ δὲ πολλοὺς πολλαῖς
Line of edition: 09   τιμωρίαις ὑποβαλὼν ἥκιστα πειθομένους ἑώρα καὶ τοῖς αὐτοῦ
Line of edition: 10   θελήμασιν εἴκοντας, ἐπὶ τὸν δόλον καὶ τὰς τέχνας ἐχώρει καὶ
Line of edition: 11   τῆς λεοντῆς, ὃ λέγεται, μὴ ἐξικνουμένης, καὶ τὴν ἀλωπεκῆν
Line of edition: 12   προσετίθει· πολλὰ μὲν οὖν καὶ ἄλλα ἐπιτηδεύει, γονιμώτατός τε
Line of edition: 13   καὶ ϕιλοτιμότατος ὤν τοῖς τεχνάσμασιν, ἔπειτα δὲ καὶ τοιοῦτόν τι
Line of edition: 14   ἐπινοεῖ, ὃ καὶ μόνον πραχθὲν ἱκανὸν ἦν αὐτοῦ τὴν πανουργίαν
Line of edition: 15   ἀποδεῖξαι ἀμίμητον καὶ οἶον τι γεῦμα γενέσθαι ψυχῆς οὐδὲν
Line of edition: 16   ἐλεύθερον ἐχούσης οὐδὲ γενναῖον· εἰδὼς γὰρ ὁ βδελυρὸς ἐκεῖνος,
Line of edition: 17   ἃς ἀϕιεροῦσι Θεῷ οἱ χριστιανοί τῶν νηστειῶν ἡμέρας ὅπως 1
Line of edition: 18   οἶον τε καθαρὰς αὐτὰς διαϕυλάττειν σπουδάζουσιν, οὐδενὸς τῶν
Line of edition: 19   περιττῶν ὅτι μὴ μόνον τῶν ἀναγκαίων ἀπογευόμενοι καὶ μάλιστα
Line of edition: 20   κατὰ τὴν πρώτην τῶν νηστειῶν τούτων ἑβδομάδα, καθ᾿ ἣν οἱ
Line of edition: 21   πλείους τῶν ϕιλαρέτων καὶ ἄσιτοι τὸ παράπαν διατελοῦσιν, ἐπεὶ
Line of edition: 22   καὶ πᾶς ἁπτόμενοι πράγματος θερμότερον αὐτῷ τὴν ἀρχὴν προσβάλλει,
Line of edition: 23   -- τοῦτο ἐκεῖνος εἰδὼς τὸν τῆς πόλεως ἔπαρχον μετακαλεσάμενος,
Line of edition: 24   τῆς αὐτῆς αὐτῷ κοινωνοῦντα θρησκείας· "Ἐπεί,
Line of edition: 25   ϕησίν, τά τε ἄλλα κακοδαιμονοῦντας Βυζαντίους καὶ εἰς τοὺς θεοὺς
Line of edition: 26   ἐξυβρίζοντας οὐδένα τρόπον αὐτοὺς μεταπείσειν οἷοί τε γεγόναμεν,
Line of edition: 27   οὔτε γὰρ ἀπειλαῖς ἐϕοβήσαμεν, οὐ βασάνοις ἐνδοῦναι παρεσκευάσαμεν,
Line of edition: 28   οὐ τιμαῖς τε καὶ δωρεαῖς αποστῆσαι τῶν δεδογμένων
Line of edition: 29   ἰσχύσαμεν, οὐκ ἄλλο τι πρὸς θεραπείαν τῆς νόσου ταύτης ἐϕευρεῖν
Line of edition: 30   ἠδυνήθημεν, εἰς νοῦν ἐπῆλθέ μοι νῦν, ὃ καὶ μὴ βουλομένους
Line of edition: 31   πείσει τῶν θυσιῶν ἀπογεύσασθαι· ἐπεὶ γὰρ αἱ ἀποτεταγμέναι
Page of edition: 149
Line of edition: 01
   τούτοις εἰς νηστείαν ἡμέραι πάρεισι, νῦν γενέσθω 1 σοι σϕόδρα
Line of edition: 02   ἐπιμελὲς μηδ᾿ ὁτιοῦν ἐϕεῖναι μηδενὶ βρωτὸν ἢ ποτὸν ὤνιον εἰς
Line of edition: 03   τὴν ἀγορὰν προθεῖναι, ἀλλ᾿ ἐκεῖνα μὲν πάντα περιελεῖν, ἐκ δὲ
Line of edition: 04   τῶν εἰς θυσίαν ἡμῖν προσϕερομένων ἐκθεῖναι καὶ εὐώνως ταῦτα
Line of edition: 05   λαμβάνειν τοὺς βουλομένους παρασκευάσαι· ὅπερ ὡς ἔϕημεν
Line of edition: 06   γεγονός, ἀνάγκη πάντας ἢ τῶν θυσιῶν αὐτοὺς ἀπογεύσασθαι ἢ
Line of edition: 07   ἐπιγνόντας καὶ μὴ χρήσασθαι βουλομένους θήραμα τοῦ λιμοῦ
Line of edition: 08   γενέσθαι, μηδαμόθεν ἄλλοθεν ἐπισιτίσασθαι δυναμένους." Ταῦτα
Line of edition: 09   τὸν τοῦ παρανόμου βασιλέως παρανομώτερον ὑπηρέτην ἀκηκοότα
Line of edition: 10   ϕάναι λέγεται· "θεόθεν σοι, βασιλεῦ, καὶ οὐκ ἄλλοθεν ἀτεχνῶς
Line of edition: 11   τὸ ἐνθύμημα."

Chapter: 15

Line of edition: 12   15. Οὕτως οὖν κοινολογησάμενοι καὶ τὰ τῆς βουλῆς ὥσπερ
Line of edition: 13   εἶχον δεινότατα σκαιωρήσαντες, εὐέλπιδες ἦσαν αἱρήσειν χριστιανοὺς
Line of edition: 14   οἰόμενοι· ἀλλ᾿ οὐκ ἦν τοῦτο τῆς Χριστοῦ ἄκρας χρηστότητος
Line of edition: 15   οὐδὲ κηδεμονίας ἐκείνου τῆς πρὸς ἡμᾶς, τὸ παριδεῖν
Line of edition: 16   οὕτω τὴν ἀνομίαν ὑψῶσαι κεϕαλὴν καθ᾿ ἡμῶν καὶ τῆς εὐσεβείας
Line of edition: 17   κατακαυχήσασθαι· διὰ ταῦτα κινδύνῳ περιπίπτουσιν ἡμῖν ἀϕανεῖ
Line of edition: 18   τὸν λαμπρὸν ἐν μάρτυσιν ἐπιπέμπει, τὴν ἄμαχον προστασίαν,
Line of edition: 19   τὴν ὀξεῖαν βοήθειαν, τὸ Θεοῦ δῶρον, τὸν μέγαν Θεόδωρον· ὃς
Line of edition: 20   ἐπιστὰς τῷ τηνικαῦτα τῆς ἐκκλησίας ἀρχιερέα καὶ ἐπισκόπῳ,
Line of edition: 21   οὐκ ὄναρ ἀλλ᾿ ὕπαρ ἐπιϕαινόμενος, "Ἰουλιανος ὁ μιαρὸς"
Line of edition: 22   ἔϕη "διετάξατο βασιλεὺς κατὰ τὴν πρώτην ἑβδομάδα τῶν
Line of edition: 23   νηστειῶν περιαιρεθῆναι μὲν τὴν κατὰ τὴν ἀγορὰν προβεβλημένην
Line of edition: 24   καθαρὰν βρῶσιν, προτεθῆναι δὲ μεμιασμένην αἵματι καὶ λύθρῳ
Line of edition: 25   τῶν ἐναγῶν θυσιῶν· ἀλλὰ σὺ τοῦτο εἰς νοῦν βαλόμενος 2 διαμάρτυραι
Line of edition: 26   τῷ λαῷ μηδένα τῶν τῇ ἀγορᾷ προτεθέντων βρωμάτων ἢ
Line of edition: 27   πομάτων μηδ᾿ ὁτιοῦν ὠνήσασθαι." Τοῦ δὲ "καὶ πῶς ἔσται
Line of edition: 28   δυνατὸν" ἐρομένου "τοῖς ἐνδεέσι καὶ μηδεμιᾶς ἡμέρας προαποτεθειμένην
Line of edition: 29   ἔχουσι τὴν τροϕήν·" ὁ μάρτυς ἅμα μὲν τὴν ἀπορίαν
Line of edition: 30   ἰώμενος, ἅμα δὲ καὶ γνωρίσαι βουλόμενος, ὅστις εἴη "κόλυβα,
Line of edition: 31   ϕησίν, αὐτοῖς παρασχόμενος, ταύτῃ τὴν ἔνδειαν παραμυθήσασθαι
Page of edition: 150
Line of edition: 01
   σπούδασον." Εἶτα τοῦ πατριάρχου πάλιν 1 πυθομένου, τί δ᾿ ἂν
Line of edition: 02   εἴη τὰ κόλυβα ταῦτα, "οὐδὲ γὰρ ἔγνωσταί μοι, ϕησίν, τὸ
Line of edition: 03   ὄνομα," ὁ ἅγιος· "Σῖτον ἑψήσας" ἔϕη "διάνειμαι τοῦτον εἰς
Line of edition: 04   βρῶσιν· -- οὕτω γὰρ ἐγχωρίως τὸν ἑϕθὸν σῖτον ἐν Εὐχαίτοις
Line of edition: 05   καλεῖν σύνηθες -- ἐμὲ δὲ εἶναι Θεόδωρον ἴσθι τὸν κατὰ τὴν
Line of edition: 06   Ἁμάσειαν τὴν πρὸς Πόντον ὑπὲρ Χριστοῦ μαρτυρήσαντα· ὑϕ᾿ οὗ
Line of edition: 07   καὶ ἀπέσταλμαι νῦν σωτὴρ ὑμέτερος, τῆς τοῦ πονηροῦ ἐνέδρας
Line of edition: 08   καὶ μηχανῆς ῥυσόμενος."

Chapter: 16

Line of edition: 09   16. Ταῦτα τὸν ἀρχιερέα μαθόντα ἡδονῆς ἅμα καὶ θαύματος
Line of edition: 10   ἔμπλεω γενέσθαι καὶ τοὺς τὴν βασιλίδα ταύτην πόλιν οἰκοῦντας
Line of edition: 11   χριστιανοὺς μετακαλεσάμενον, τὰ τοῦ ἁγίου αὐτοῖς ὡς ἤκουσεν,
Line of edition: 12   ἐπισκῆψαι· κἀκείνους ἀκριβῶς ϕυλάξαι τὰ κελευσθέντα. Πέρας
Line of edition: 13   οὖν ἤδη τῆς ἑβδομάδος ἐχούσης, ἐπεὶ ὁ τύραννος ἔγνω εἰς οὐδὲν
Line of edition: 14   τὰ τῆς ἐπινοίας χωρήσαντα, ἐξαιρεθῆναι μὲν τῆς ἀγορᾶς τὰ
Line of edition: 15   μεμιασμένα βρώματα, προτεθῆναι δὲ τὰ συνήθη πάλιν προστάττει,
Line of edition: 16   πολὺν ἐκεῖνος γέλωτα τῆς ἀποτυχίας ὀϕλήσας, ὥσπερ
Line of edition: 17   ἄρα καὶ ἦν ἄξιον. Ἐκ τούτου τί συνέβαινεν; ἐκεῖνον μὲν ἀθυμίας
Line of edition: 18   πάσης πληρωθῆναι καὶ σκυθρωπότητος, τοὺς δὲ τῆς αὐτοῦ
Line of edition: 19   ἐνέδρας αἰσθομένους χριστιανοὺς καὶ κρείττους ὀϕθέντας αὐτοὺς
Line of edition: 20   τῇ βοηθείᾳ τοῦ μάρτυρος, ὡς κηδεμόνι τὴν σωτηρίαν λογιζομένους
Line of edition: 21   πάνδημον αὐτῷ συστήσασθαι τὴν πανήγυριν· καὶ οὕτως
Line of edition: 22   ἐπικρατῆσαι ἄχρι καὶ τήμερον δι᾿ ἔτους ἡμᾶς τὴν καλὴν ταύτην
Line of edition: 23   ἑορτὴν ἐκτελεῖν οἷα σωτῆρι τῷ μάρτυρι κατὰ τὴν ἕκτην ἡμέραν
Line of edition: 24   τῆς πρώτης ἑβδομάδος τῶν νηστειῶν, εὐχαριστήρια ἑορτάζοντας
Line of edition: 25   εἰς δόξαν τοῦ τοῖς αὐτοῦ μέλεσιν ἐνδοξασθέντος Χριστοῦ τοῦ
Line of edition: 26   Θεοῦ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ
Line of edition: 27   ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.


Martyrium Theodori Stratelatis
Versio A

On the basis of the edition by
Hippolyte Delehaye,
Les légendes grecques des saints militaires,
Paris 1909,
p. 151-167 (Appendice III)

Page of edition: 151
Line of edition: 01
    ΜΑΡΤΥΡΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ
Line of edition: 02    ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΣΤΡΑΤΗΛΑΤΟΥ

Chapter: 1

Line of edition: 03   1. Λικιννίου τοῦ δυσσεβοῦς ἄρτι παρὰ Μαξιμιανοῦ καὶ τὸ
Line of edition: 04   σκῆπτρον ὁμοῦ τῆς Ῥωμαίων ἀρχῆς καὶ τὴν περὶ τοὺς δαίμονας
Line of edition: 05   θεραπείαν τε καὶ σπουδὴν καὶ τὴν κατὰ χριστιανῶν διαδεξαμένου
Line of edition: 06   μανίαν, δεινὸς αὖθις κατὰ τῶν εὐσεβῶν δεινὸς καὶ τῶν προλαβόντων
Line of edition: 07   βαρύτερος συνεκροτεῖτο πόλεμος· γράμματα δὲ καὶ προθέματα
Line of edition: 08   κατὰ πᾶσαν τὴν ὑποτελῆ Ῥωμαίοις ἐϕοίτα ϕόβου καὶ ἀπειλῆς
Line of edition: 09   τιμῆς τε ἅμα καὶ δωρεῶν καὶ τῶν ἄλλων ἀγαθῶν καὶ ἐπαγγελιῶν
Line of edition: 10   μεστά· ἔλεγε γοῦν τὰ προθέματα ὡς, ὅσοι τὸν βασιλέως
Line of edition: 11   μεν αἰδοῦνται νόμον καὶ τοῖς ἑλληνικοῖς τελοῦνται θεοῖς, τοσούτῳ
Line of edition: 12   τιμῇ καὶ πλούτῳ καὶ τῇ διὰ πάντων εὐτυχίᾳ τῶν ἄλλων προέξουσιν,
Line of edition: 13   ὅσῳ καὶ τῇ περὶ ταῦτα σπουδῇ τε καὶ θεραπείᾳ διαϕέρειν
Line of edition: 14   ἀλλήλων σπουδάζουσιν· ὅσοι δὲ τούτου μὲν καὶ τῶν τούτου
Line of edition: 15   νόμων τε καὶ θεῶν κατερρᾳθυμήκασι, τὰ δὲ τῶν Γαλιλαίων
Line of edition: 16   ἀσπάζοιντο, τούτοις μεταμανθάνουσι μὲν τὴν δόξαν καὶ μετατιθεμένοις
Line of edition: 17   τὴν θεοσέβειαν ἀρχαί τε καὶ ἀξιωμάτων ὑπεροχαὶ καὶ
Line of edition: 18   πλούτου τι χρῆμα πρὸς βασιλέως ἔσται πολὺ καὶ τὰ πρῶτα τῶν
Line of edition: 19   αὑτοῦ ϕίλων εἶναι· ἔστι δὲ οἷς καὶ ἔθνος ἐπιτραπῆναι ὅλον καὶ τὸ
Line of edition: 20   λοιπὸν εὐδαίμονα ζῆσαι τὴν παρ᾿ αὐτοῖς καὶ πανολβίαν ζωήν·
Line of edition: 21   οἷς δὲ ὅ τε λογισμὸς ἔρρωται καὶ οὐδὲν ἧττον καὶ τούτων
Line of edition: 22   προτεινομένων ἐγκαρτεροῖεν τοῖς δόγμασι, πάντων ἠπείλει τὰ
Line of edition: 23   ϕρικωδέστατα, βάσανοι πολλαί τε καὶ χαλεπαὶ καὶ μελῶν ἐκκοπαὶ
Line of edition: 24   καὶ τὸ τελευταῖον θάνατος, μᾶλλον δὲ κέρδος μὲν οὐ σμικρὸν
Page of edition: 152
Line of edition: 01
   ὁ θάνατος. Ἐπεὶ οὖν Λικιννίῳ τοὐναντίον ἢ κατὰ νοῦν ἐχώρει τὰ
Line of edition: 02   πράγματα καὶ καταγέλαστος ὡρᾶτο καὶ κολακεύων καὶ βιαζόμενος,
Line of edition: 03   ἑτέραν ὁ πονηρὸς ἐτράπετο. Τοῦ μὲν γὰρ πολλοῦ πλήθους
Line of edition: 04   τὸν τούτου πρόθυμον ὑπουργὸν βασιλέα πέπεικε [[ϕείδεσθαι 1]]
Line of edition: 05   τοὺς δ᾿ ἕκαστα πανταχοῦ προέχοντας ἔν τε στρατιωτικοῖς καὶ
Line of edition: 06   πολιτικοῖς καταλόγοις ὥσπερ τινὰς τῶν ἀσταχύων προεστηκότας
Line of edition: 07   ἐκτέμνειν ἤγουν μεταπείθειν κατὰ πᾶσαν ὑποτίθησι μηχανήν·
Line of edition: 08   ὡς λίαν τοῦτο δεινῶς ὁ δόλιος· ἦ γὰρ μεγάλους νικᾶν ἢ ὑπὸ μεγάλων
Line of edition: 09   2 ἡττᾶσθαι, ἄλλως τε καὶ τούτων ἐκ μέσου καθ᾿ ὁντιναοῦν
Line of edition: 10   τρόπον καθισταμένων, οὕτω πάντως ῥᾳδίως καὶ τὸ λοιπὸν εὐχείρωτον
Line of edition: 11   ἔσεσθαι. Οὕτως ὁ γενναῖος χορὸς ἐν Σεβαστείᾳ ἀνήρπαστο
Line of edition: 12   τῶν τεσσαράκοντα, οὕτως οἱ ἑβδομήκοντα, καὶ πάλιν οἱ τριακόσιοι
Line of edition: 13   ἐν Μακεδονίᾳ.

Chapter: 2

Line of edition: 14   2. Διὰ σπουδῆς οὖν οὔ τι 3 μικρᾶς ἀεὶ τιθεμένων τῶν αὐτῷ ταῦτα
Line of edition: 15   προθύμως ὑπηρετουμένων -- βασιλέων οὗτοι κέκληντο ὀϕθαλμοὶ
Line of edition: 16   τῷ 4 τι τῶν τοιούτων ἰδεῖν ἢ καὶ ἰδόντας μαθεῖν, -- δῆλος τῷ
Line of edition: 17   βασιλεῖ καὶ ὁ ἐμὸς αὐτίκα Θεόδωρος ὁ περικαλλὴς τῶν μαρτύρων
Line of edition: 18   ἀστὴρ καθίστατο Θεόδωρος, οὗ δὴ καὶ μόνη κλῆσις ἡδονῆς τε
Line of edition: 19   ἅμα καὶ θαύματος τὰς ψυχὰς ἀναμιμνῇσκει καὶ ἀναπίμπλησι.
Line of edition: 20   Οὗτος ἦν τὰ μὲν ἐκ ϕύσεως τὴν ὥραν τε κάλλιστος, τὴν
Line of edition: 21   γλῶτταν δὲ ἄμαχος, τὸ γένος ἐπιϕανέστατος, τὴν ἡλικίαν
Line of edition: 22   νεώτατος, καὶ ταῖς χερσὶν ἀήττητος· ἃ δὴ τὸ μεν αὐτὸν ἦ ῥώμῃ
Line of edition: 23   τῶν λόγων ἐν τοῖς βασιλικοῖς σχολαστικοῖς ἐνέγραϕε, τὸ δ᾿ ἡ
Line of edition: 24   ἀνδρία τῶν ἔργων στρατηλάτην ἐν ταῖς μεγίσταις τῶν ῥωμαϊκῶν
Line of edition: 25   ἐδείκνυ δυνάμεσι· καὶ τὰ μὲν ἐς ὄψιν τε καὶ τέχνην καὶ γένος καὶ
Line of edition: 26   ῥώμην τοιοῦτος, ψυχὴ δὲ σωϕρονεστάτη καὶ παμϕορωτάτη τὴν ἀρετήν
Line of edition: 27   · ὑπὲρ ὤν δὴ καὶ τοῖς καλλίστοις τῶν πλεονεκτημάτων ὑπὲρ
Line of edition: 28   τῶν καλλίστων ἐϕαίνετο χρώμενος. Καὶ τί δεῖ 5 τὰ πολλὰ λέγειν,
Line of edition: 29   ἐξ ὧν ἕν τι τῶν ἐκείνου παραλαβόντας, ὃ καὶ τῆς ἀνδρίας οὐκ
Line of edition: 30   ἀϕανὲς αὐτῷ γνώρισμα καὶ τῆς ὁμολογίας ἀϕορμὴ γέγονε καὶ
Line of edition: 31   ὑπόθεσις, ἐκ τούτου [[ ἔστι 6 ]] καὶ περὶ τῶν ἄλλων εἰκάζειν.

Chapter: 3

Page of edition: 153
Line of edition: 01   3. Δράκων ἦν ἐν Εὐχαίταις, θηρίον μεγέθει μέγιστον καὶ τὴν
Line of edition: 02   ἀλκὴν 1 ἀνυπόστατον· ϕλὸξ μὲν τὰ ὄμματα, ἰὸς δὲ τὸ στόμα καὶ
Line of edition: 03   ἰὸς ἄμαχος· θρέμμα τῆς γῆς παράλογον καὶ τέρας τοῖς θεωμένοις
Line of edition: 04   ἀλλόκοτον. Οὗτος τε διεκινεῖτο τοῦ ϕωλεοῦ, συνεκινεῖτο μὲν καὶ ἡ
Line of edition: 05   πέριξ αὐτῷ γῆ, συνεδονεῖτο δὲ πᾶσα ἡ ὕλη, συνεθλᾶτο δὲ δένδρα
Line of edition: 06   καὶ θάμνοι καὶ λίθοι καὶ δι᾿ ὅσων ἐκεῖνος εἷρπε. Τοῖς οὖν προσοίκοις
Line of edition: 07   οὔ τι καλὸς ἔμελλε γείτων οὗτος ὁ δράκων εἶναι, ποίμνια
Line of edition: 08   μὲν ὅλα διαλαϕύσσων, λήια δὲ κατασύρων καὶ αὐτοὺς δὲ τοὺς
Line of edition: 09   συναντήσαντας. Τί οὖν πρὸς ταῦτα τοὺς ἀθλίους οἰκήτορας πάσχειν
Line of edition: 10   εἰκὸς ἢ πάντως τῶν αἰχμαλώτων τρόπον τῶν ἐνθένδε μεταναστῆναι
Line of edition: 11   καὶ τὴν ϕύσιν εκβιασθῆναι καὶ τὸ ϕίλον καὶ ἡδὺ
Line of edition: 12   τῆς πατρός ἔδαϕος ἐχθράν τε καὶ πολεμίαν ἐπιβλαβῆ
Line of edition: 13   νομίσαντας; Ταῦτα οὖν τὰ οὕτω ϕρικτὰ καὶ Θεοδώρῳ ϕανερὰ
Line of edition: 14   γενόμενα οὐκ ἀποθέσθαι μᾶλλον ἀλλὰ καί τι προσθέσθαι
Line of edition: 15   πείθει τῆς εὐψυχίας· ᾤετο γὰρ τοσούτῳ μὲν μᾶλλον δικαιότερον
Line of edition: 16   παρατάττεσθαι, ὅσῳ καὶ παντὸς χαλεπώτερον πολεμίου τοῖς
Line of edition: 17   περιοίκοις ἐκεῖνο καθίστατο· τοσούτῳ δὲ καὶ θαρραλεώτερον, ὅσα
Line of edition: 18   τῷ περιόντι τῶν ϕοβερῶν τὸ περιὸν εἶχε καὶ αὐτὸς τῆς ἀνδρίας
Line of edition: 19   καὶ ἀρετῆς ἐνδείξασθαι· τὸ δέ γε πλέον, καὶ τεκμήριον αὐτῷ τῆς
Line of edition: 20   ὁμολογίας τῆς ὑπὲρ Χριστοῦ καὶ σύμβολον οὐ μικρὸν τῆς κατὰ
Line of edition: 21   τοῦ νοητοῦ θηρὸς συμπλοκῆς τὴν κατὰ τοῦ αἰσθητοῦ ποιήσασθαι.
Line of edition: 22   Οὕτως οὖν ἔχων καὶ τούτοις τοῖς λογισμοῖς τὸν νοῦν ἐπιρρώσας
Line of edition: 23   ἐκ μέσου τοῦ στρατοπέδου μηδενὶ τὸ βούλημα κοινωσάμενος
Line of edition: 24   ἐχώρει θαρρῶν, ὥσπερ πρὸς ἤδη τεθνηκὸς τὸ κηρίον ὁρμῶν·
Line of edition: 25   ὅπλα δὲ αὐτῷ τὸ μὲν κράτιστον ὁ σταυρός οὗτος γὰρ ἦν ὁ καὶ
Line of edition: 26   τοῖς ἔξω τὸ κρατεῖν παρέχων καὶ τἄλλα δὲ ὅσα ἂν στρατιώτης
Line of edition: 27   ἀγρὸς κατά τε ψυχὴν καὶ χεῖρα κατὰ τοιούτου πολεμίου ϕέρεις

Chapter: 4

Line of edition: 28   4. Ἐπεὶ δὲ καὶ πλησίον τοῦ τόπου ἐγεγόνει καὶ τὸ πολὺ τῆς
Line of edition: 29   ὕλης διῄει τὸν θῆρα διερευνώμενος, κατάκοπος ἤδη τῷ τε βάρει
Line of edition: 30   τῶν ὅπλων τῷ τε μήκει τοῦ πόνου καὶ τῷ λασίῳ τῆς ὕλης
Line of edition: 31   γενόμενος ὀλίγον τι παρεκκλίνας καὶ μαλακὴν αὐτός που
Page of edition: 154
Line of edition: 01
   πόαν ἰδὼν καὶ οἵαν οὐκ ἀτερπῆ παρασχεῖν αὐτῷ κλίσιν, τοῦ
Line of edition: 02   ἵππου τε ἀποϕαίνει καὶ κατακλιθεὶς ἀναπαύεται· τυχὸν δὲ οὕτω,
Line of edition: 03   καίτοι τοῦ ζεϕύρου προσπίπτοντος, μετρία τις αὔρα τήν τε πόαν
Line of edition: 04   ἐκίνει καὶ εἰς ὕπνον αὐτὸν ἡδὺν ἤπειγε· καὶ ὁ μὲν ἀϕύπνωττε.
Line of edition: 05   Γυνὴ δέ τις, τοὔνομα μὲν Εὐσεβία καὶ τὸν τρόπον δὲ ἄλλως
Line of edition: 06   εὐσεβὴς καὶ κοσμία, τῶν βορειοτέρων ἄρτι τοῦ τόπου μερῶν
Line of edition: 07   ὑπεράρασα καὶ πόρρωθεν ἀϕ ὑψηλοῦ τοῦτον ἰδοῦσα πρὸς αὐτῷ
Line of edition: 08   μὲν ἤδη τῷ δεινῷ γεγονότα, ἀϕροντίστως δὲ οὕτω βαθὺν ὑπνώττοντα,
Line of edition: 09   τῆς συμϕορᾶς αὐτὸν κατοικτείρασα καὶ τῷ περὶ αὐτὸν
Line of edition: 10   οἴκτῳ τὸν περὶ τοῦ θηρὸς ϕόβον λύσασα, περιδεής τε καὶ
Line of edition: 11   ὑπότρομος παραγίνεται· καὶ παραστᾶσα τῆς τε δεξιᾶς αὐτὸν
Line of edition: 12   ἐκτινάσσει καὶ ἀϕυπνίζει λέγουσα· "Θᾶττον, ὦ ἄνερ, θᾶττον
Line of edition: 13   ἀνάστα καὶ τὴν σεαυτοῦ πορεύου σῳζόμενος· οὐδὲ γάρ μοι δοκεῖς
Line of edition: 14   εἰδέναι, ποῖος ὁ ἐνταῦθα κρυπτόμενος ὄλεθρος, ὃν μηδ᾿ ἴδοι τις,
Line of edition: 15   σῶτερ Χριστέ· ἀλλ᾿ ἀναστὰς σπουδῇ πάσῃ σῷζε σαυτόν." Ὁ
Line of edition: 16   δὲ καὶ ἤδη συνεὶς ὅμως ἑκὼν ἠρώτα, τίς τε ὁ ϕόβος καὶ δι᾿ ἃ
Line of edition: 17   μετ᾿ ἐκπλήξεως αὑτὸν τῶν ὕπνων ἐγείρει· κἀκείνη τόν τε θῆρα
Line of edition: 18   λέγει καὶ τὴν ἀλκὴν καὶ τὸ μέγεθος. Ἐπεὶ δὲ καὶ περὶ τοῦ
Line of edition: 19   τόπου ἐπύθετο, δείκνυσιν αὐτῷ καὶ τὸν τόπον καὶ ὅθεν ἐρπύζειν εἴθιστο·
Line of edition: 20   καὶ οἶον ἐστι. προστίθησι, τοῖς ὁδοιπόροις συνάντημα
Line of edition: 21   καὶ γειτόνημα τοῖς προσοίκοις. "Ἀλλὰ σύ μοι, ϕησίν, θανάτου
Line of edition: 22   ἐρᾶν δοκεῖς, ἄνθρωπε, μένων τε αὐτὸς ἔτι κἀμὲ
Line of edition: 23   ταῖς ἐρωτήσεσιν ἀναγκάζων." Ὁ δέ· "Πορεύου, ϕησιν, ὦ
Line of edition: 24   γύναι, καὶ μακρόθεν τοῦ τόπου ἐν ἀκινδύνῳ στᾶσα μένε, καὶ εἴσω
Line of edition: 25   τὴν τοῦ ἐμοῦ Χριστοῦ δύναμιν." Ἡ μὲν οὖν περιαλγὴς γενομένη
Line of edition: 26   λίαν, ϕιλοίκτιστος γὰρ γυνή, ἡ δὲ καὶ ἄλλως πρὸς ἔλεόν
Line of edition: 27   τε καὶ ϕόβον ὁμοίως ἐπιρρεπῶς ἔχουσα, δεδακρυμένη καὶ πολλὰ
Line of edition: 28   τοῦτον προμαρτυρομένη τῆς τόλμης ἀνέστη· ἔστη δὲ πόρρωθεν
Line of edition: 29   καὶ ὥσπερ ἤδη τεθνηκότα κατολοϕυρομένη τοῦ μόνου δυνατοῦ
Line of edition: 30   καὶ νεκροὺς ζωοποιεῖν Θεοῦ ἐξελεῖν καὶ αὐτὸν τοῦ παρακειμένου
Line of edition: 31   δεινοῦ ἐδέετο.

Chapter: 5

Line of edition: 32   5. Ὁ δὲ τῇ ἐκείνης εὐχῇ τὴν ψυχὴν ἔτι μᾶλλον ῥωσθείς,
Line of edition: 33   ἤδη δὲ καὶ τῆς ἄνωθεν ἐμπνευσθείσης αὐτῷ δυνάμεως τοῖς μέλεσιν
Page of edition: 155
Line of edition: 01
   ἐπαισθόμενος, τὸ πρῶτον ὅπλον πρῶτον δὴ καὶ προβαλλόμενος,
Line of edition: 02   τὸν σταυρὸν λέγω, καὶ τούτῳ σϕραγισάμενος ἢ μᾶλλον εἰπεῖν
Line of edition: 03   ϕραξάμενος, τὸ δεύτερον μετὰ τοῦτον τὴν εὐχὴν λαμβάνει· καὶ
Line of edition: 04   ἄρας εἰς οὐρανὸν καὶ αὐτὸς χεῖράς τε ἅμα καὶ ὄμματα καὶ
Line of edition: 05   ψυχήν, τύψας τε τὸ στῆθος καὶ δάκρυσι διαβρόχους δείξας τὰς
Line of edition: 06   παρειάς, τὴν νίκην ἄνωθεν ᾔτει " Ὁ ἐν πολέμοις, λέγων, καὶ
Line of edition: 07   πολλοῖς ἄλλοις πολέμων χαλεπωτέροις κινδύνοις ἀεί μοι 1 παριστάμενος
Line of edition: 08   καὶ μὴ μόνον ἄτρωτον ἀλλὰ καὶ καλλίνικόν με ἀπεργαζόμενος
Line of edition: 09   καὶ νῦν αὐτὸς εἶ, κύριε· σὺ οὖν μοι καὶ κατὰ τοῦ θηρὸς
Line of edition: 10   τούτου πρόστηθι, τὰς μὲν γὰρ χεῖρας ὁ κινῶν ἐγώ, σὺ δὲ ὁ διὰ
Line of edition: 11   τούτων μὲν ἐνεργῶν, τὴν δὲ νίκην καὶ τὴν ἀπὸ τῆς νίκης δόξαν
Line of edition: 12   ἐμοὶ τῷ δούλῳ σου χαριζόμενος. " Ταῦτα εἶπε, καὶ τῷ ἵππῳ
Line of edition: 13   ϕωνῆς ἀνθρωπίνης οἷα συνιέναι ἐγκελευσάμενος· "Σπεῦδε καὶ
Line of edition: 14   σύ, ϕησίν, τοῦ κυρίου ἐνδυναμοῦντός σε." Ὁ μὲν οὖν ἀκούσας
Line of edition: 15   οὐκ ἔψευσε τὸν δεσπότην· καὶ οὕτω δυναμωθεὶς ἀλλὰ 2 θυμοῦ
Line of edition: 16   πλησθείς, δεδόσθω γὰρ καί τι μικρὸν ἐντρυϕῆσαι τῷ διηγήματι,
Line of edition: 17   ἵστατο εὐτρεπής, ἔκοπτε τοὔδαϕος ταῖς ὁπλαῖς, ἐβέβλητο τοὺς
Line of edition: 18   ὀδόντας ἀϕρῷ διήσθιέ τε τὰ χαλινὰ καὶ τὸ οὖς διανίστη, ἔπνει
Line of edition: 19   θυμόν, ἔβλεπε ϕονικόν, δῆλος ἦν ὅλως τὸν ἀνταγωνιστὴν μένων
Line of edition: 20   καὶ ὅλῃ τῇ ἀλκῇ μαχούμενος.

Chapter: 6

Line of edition: 21   6. Οὕτως οὖν τοῦ τε ἵππου πολλῷ μᾶλλον καὶ τοῦ ἱππέως
Line of edition: 22   εὐθαρσῶς ἔχοντος, ἤδη δὲ καὶ τοῦ θηρὸς διακεκινημένου 3 καὶ τῷ
Line of edition: 23   ψόϕῳ ϕανεροῦ γινομένου, ὁ μὲν αὐτῷ καθὰ καὶ θεράποντι ἐπιτάττει
Line of edition: 24   καὶ τὸ δεσποτικὸν εἰπὼν ὄνομα τῆς ὕλης αὐτὸν εἰς τοὐμϕανὲς
Line of edition: 25   ἕλκει· τοῦ δὲ καὶ δὴ πλησιέστερον γενομένου, καινά τινα, μᾶλλον
Line of edition: 26   δὲ καινὸν μὲν οὐδέν, τὰ εἰωθότα δὲ καὶ τότε ὡρᾶτό τε καὶ ἠκούετο,
Line of edition: 27   τῆς μὲν γῆς διαδονουμένης, τῶν δὲ λίθων συντριβομένων δεινόν
Line of edition: 28   τε ἐκείνου συρίττοντος καὶ ἀνυπόστατον παριστῶντος καὶ ὅραμά
Line of edition: 29   τε καὶ ἄκουσμα. Ταῦτα δ᾿ ὅμως οὐκ ἔσβεσε τὴν ὁρμὴν οὔτε τῷ
Line of edition: 30   ἵππῳ οὔτε τῷ τούτου δεσπότῃ, ἀλλ᾿ εἰς ἀϕορμὴν ἔτι μᾶλλον
Line of edition: 31   τοῦ θάρσους τῇ θέᾳ καταχρησάμενοι, ὁ μὲν πάνυ γενναῖόν τι
Page of edition: 156
Line of edition: 01
   καὶ μανικὸν ἅλλεται καὶ τοῖς τέσσαρσιν ὅλοις ἐπιβὰς ποσὶ τὸν
Line of edition: 02   δράκοντα συναράττει, ὁ δὲ γενναιότατος Θεόδωρος καὶ ἀήττητος
Line of edition: 03   ανδρείᾳ καὶ ψυχῇ καὶ χειρί, δόρατι τὴν κεϕαλὴν τοῦ θηρὸς διαπερονήσας
Line of edition: 04   τῆς σῆς ἔργον τοῦτο, Χριστὲ βασιλεῦ, δυνάμεως -- μιᾷ
Line of edition: 05   πληγῇ νεκρὸν δεικνύει τὸν θῆρα, ὃν οὐδ᾿ ἃν μυρίανδρος ϕάλαγξ 1
Line of edition: 06   ἀδεεὶ καὶ μόνον ἃν προσιδεῖν ἐθάρρησεν. Ἀλλ᾿ οὗτος μὲν οὕτως οὐκ
Line of edition: 07   ἄνευ ϕόβου καὶ τεθνηκὼς ἔκειτο τοῖς ὁρῶσι θέαμα. Καὶ ταύτην δὲ
Line of edition: 08   τὴν νίκην ταῖς ἄλλαις ὁ καλλίνικος οὗτος συνάψας καὶ ὡσπερεὶ
Line of edition: 09   σϕραγῖδα τινὰ ἐπιθεὶς τρόπαιόν τε στήσας ἀκίνητον, χώρας ὅλης
Line of edition: 10   ἐλευθερίαν. ἅμα δὲ καὶ σύμβολον ὥσπερ ἔϕην ἱκανὸν λαβὼν τὸ κατὰ
Line of edition: 11   τοῦ αἰσθητοῦ κράτος τῆς κατὰ τοῦ νοητοῦ πάλης καὶ νίκης, ἐπὶ τὴν
Line of edition: 12   Ἡρακλέους χαίρων ἐχώρει, ἐξ ἦς δὴ καὶ ὥρμητο καὶ ἧς τὴν ἀρχὴν
Line of edition: 13   ἐπεπίστευτο. Τοῦτο τῶν ἐκείνου τροπαίων ἐν ἐκ πολλῶν καὶ ἀντὶ
Line of edition: 14   πολλῶν· τοῦτο τῶν ἔξωθεν ἀνδραγαθημάτων ἐκείνου τὸ τέλος καὶ
Line of edition: 15   αὕτη τῶν μεγίστων ἀγώνων ὁμοῦ ἡ ἀρχή· πῶς καὶ τίνα τρόπον,
Line of edition: 16   ὁ λόγος ἔνθεν ἐρεῖ· τὸ μὲν ἐντεῦθεν οὐκέτι τῶν νύκτωρ κεκρυμμένων
Line of edition: 17   οὐδὲ τῶν νυκτερινῶν μαθητῶν τοῦ Χριστοῦ Θεόδωρος,
Line of edition: 18   ἄλλῳ ὅλως ζήλου τε καὶ ϕρονήματος τοῦ κατὰ Θεὸν ἀνάπλεως
Line of edition: 19   ἀναϕανδόν τε τὴν εὐσέβειαν παρρησιαζόμενος· καὶ χαλεπὸς πανταχόθεν
Line of edition: 20   τῷ πονηρῷ πόλεμος· πολλοὶ γὰρ ὁσημέραι 2 τῶν αὐτοῦ
Line of edition: 21   λόγων οἱ μὲν τοῖς λόγοις οἱ δὲ καὶ τοῖς ἔργοις πειθόμενοι -ἐπαγωγὸν
Line of edition: 22   γὰρ εἰς πειθὼ λόγος, ὅταν καὶ ὁ τρόπος αὐτῷ σύμϕωνος
Line of edition: 23   ᾖ τὴν μὲν ἑλληνικὴν λατρείαν ἐξώμνυντο, τῷ Θεοδώρῳ
Line of edition: 24   δὲ καὶ διὰ Θεοδώρου τῷ Χριστῷ προσετίθεντο.

Chapter: 7

Line of edition: 25  
7. Λικιννίῳ τοίνυν καὶ αὐτῷ ταῦτα πολλὰ καὶ παρὰ πολλῶν
Line of edition: 26   ἀκούοντι τὰ μὲν τῶν ἀνδραγαθημάτων οὐκ ἀηδὲς ἀλλὰ καὶ λίαν ἐπιτερπὲς
Line of edition: 27   διήγημα καὶ γλώττης ἐντρύϕημα ἦν, τὰ δὲ τῆς όμολογίας τε
Line of edition: 28   καὶ παρρησίαν καὶ πάνυ ϕόβου μεστὸν καὶ μερίμνης ὅτι πλεῖστον
Line of edition: 29   ἄξιον ἄκουσμα· δι᾿ ἄμϕω δὲ ταῦτα καὶ μέγα τούτῳ λοιπὸν ἐδόκει
Line of edition: 30   θήραμα τὸ τὸν ἄνδρα ἑλεῖν· καὶ πέμπονται παραυτίκα τῆς Νικομήδους,
Line of edition: 31   ἔνθα δὴ καὶ τότε διατρίβων ὁ βασιλεὺς ἐτύγχανε, κατὰ τὴν
Page of edition: 157
Line of edition: 01
   Ἡράκλειαν ἄνδρες δύο μήτε τὴν γνώμην μήτε τὴν τύχην τὸ δοκεῖν
Line of edition: 02   καταϕρονητέοι, ἀλλ᾿ οἅς καὶ αὐτὸς ᾔδει Θεόδωρος ἐν τοῖς μάλιστα
Line of edition: 03   τιμωμένους, τῶν προτικτόρων οἱ περιϕανέστεροι· προείρητο 1 δὲ
Line of edition: 04   αὐτοὺς καὶ πολλοὺς ἐπάγεσθαι δορυϕόρους καὶ πρὸς τὸ μηδὲν
Line of edition: 05   ἀηδὲς πράττοντας καὶ προπεμπόμενόν τε διὰ τῆς ὁδοῦ καὶ τιμώμενον
Line of edition: 06   ἄγειν. Οὗτοι μὲν δὴ τὴν Ἡρακλέους καταλαβόντες ἐποίουν
Line of edition: 07   τὰ προσταττόμενα πάνυ ϕιλίως αὐτῷ προσϕερόμενοι καὶ μακαρίζοντες
Line of edition: 08   τοῦ τε κάλλους καὶ τῆς ἰσχύος καὶ τῆς ἐν λόγοις δεινότητος,
Line of edition: 09   τὸ δὲ πλέον οἰκειότητος τῆς πρὸς βασιλέα, τά τε ἄλλα διεξιόντες
Line of edition: 10   καὶ οἶον αὐτοῦ ἐκεῖνος ἐρᾷ τὸν ἔρωτα. Ὁ δὲ πολλὰ βασιλέως καὶ
Line of edition: 11   τῶν αὐτοῦ θεραπόντων καταμωκώμενος καὶ τοῦ μὲν μαρτυρίου
Line of edition: 12   λογισμοῖς ἤδη γλιχόμενος, τὴν δὲ πατρίδα τῷ αἵματι πρὸ
Line of edition: 13   τῶν ἄλλων κοσμεῖν βουλόμενος, πρῶτα μὲν αὐτοὺς παράγων
Line of edition: 14   ἐδεξιοῦτο μεγαλοψύχως· ἔπειτα δὲ ὡς ἠνόχλουν ἔχεσθαι τῆς
Line of edition: 15   ὁδοῦ, ὀλίγους μὲν αὐτόθι παρακατέχει, τοὺς δὲ λοιποὺς ἐκπέμπει
Line of edition: 16   καὶ γράμμασιν ὅπως εἶχεν εὐσυνετώτατα τὴν ἐς Νικομήδειαν
Line of edition: 17   ἄϕιξιν διακρούεται· σημαίνει γὰρ βασιλεῖ, καὶ αὐτὸν μὲν δριμύν
Line of edition: 18   τινα ἐρᾶν ἔρωτα κατ᾿ ὄψιν 2 αὐτῷ παραστῆναι καὶ τῆς βασιλικῆς
Line of edition: 19   ἀπολαῦσαι μορϕῆς καὶ ϕωνῆς, ἑτοίμως δὲ ἔχειν καὶ τὴν
Line of edition: 20   εὐσέβειαν μεταθέσθαι καὶ τὸν ὑπὲρ Χριστοῦ ζῆλον εἰς τὸ δοκοῦν
Line of edition: 21   ἐκείνῳ μετενεγκεῖν, δημοσίων δὲ πραγμάτων ἕνεκα κἀκείνῳ
Line of edition: 22   αὐτῷ συμϕερόντων μὴ δεῖν εἶναι κρῖναι τὴν Ἡρακλέους καταλιπεῖν,
Line of edition: 23   ἀλλ᾿ εἰ μὴ καὶ τολμηρὸν εἰπεῖν, ὡς ἐκεῖνος γράϕων ϕησίν,
Line of edition: 24   εἴπερ ἡ βασιλικὴ δοκιμάζει κρίσις, αὐτὸν μᾶλλον ἐκεῖνον ἐπὶ
Line of edition: 25   τὴν Ἡρακλέους ἐλθεῖν, τοῦτο μὲν τὰ ἐκεῖσε καλῶς ἐποψόμενον,
Line of edition: 26   δεῖσθαι γὰρ βασιλέων ὀϕθαλμῶν τὰ πράγματα, τοῦτο δὲ καὶ τὴν
Line of edition: 27   πόλιν τῇ παρόδῳ κοσμήσοντα, πρὸς δὲ καὶ ἄλλως καλῶς ἔχον
Line of edition: 28   ὡσπερεὶ τροϕεῖα ταῦτα τὰς εἰς θεοὺς αὐτὸν θυσίας τῇ πατρίδι
Line of edition: 29   χαρίσασθαι· καὶ ἅμα τοῖς πολλοῖς οὕτω, ϕησίν, ἔσται κατάδηλον,
Line of edition: 30   εἰ ἐνταῦθα τὸν ἑλληνισμὸν ἀνομολογῶν ὀϕθείην 3, ἔνθα δὴ καὶ τὸν
Line of edition: 31   χριστιανισμὸν ἀνακηρύττων πολὺς ἦν. Ἐγέγραπτο ταῦτα, πρὸς δὲ
Page of edition: 158
Line of edition: 01
   καὶ τὸ τοὺς ἐπισημοτέρους ἄγειν αὐτῷ τῶν θεῶν, ἵν᾿ οὕτω τοῖς
Line of edition: 02   μεγάλοις, ϕησί, μεγάλως ἐπὶ σοῦ θύσω· ταύτην ὡς ἐπῆλθε τὴν
Line of edition: 03   ἐπιστολὴν ὁ Λικίννιος, οὐκέτι κατέχειν οἷός τε ἦν, ἀλλὰ χαρά
Line of edition: 04   τε αὐτὸν ἄλογος ᾕρει καὶ ὥσπερ ὑϕ᾿ ἡδονῆς ἐκβεβάκχευτο·
Line of edition: 05   δεῖγμα τοῦ πρὸς Θεόδωρον πόθου αὐτίκα τὸν ὄγκον τῆς βασιλείας
Line of edition: 06   καὶ τὴν ϕίλην ἀλαζονείαν παρ᾿ οὐδὲν θέμενος, πλῆθος στρατιᾶς
Line of edition: 07   συλλεξάμενος καὶ τοὺς δορυϕόρους ὅτι μάλιστα ϕιλοτίμους
Line of edition: 08   ἐνσκευασάμενος, ἐπὶ τὸν ἐρώμενον τρέχων εὐθὺ τῆς Ἡρακλείας
Line of edition: 09   ἤλαυνε· κατ᾿ αὐτὴν δὲ τὴν νύκτα καὶ θεία τις ὄψις ἐϕειστήκει τῷ
Line of edition: 10   Θεοδώρῳ· τὴν οἰκίαν, ἐν ᾗπερ ἐτύγχανεν, ἐδόκει τὴν μὲν στέγην
Line of edition: 11   διαρραγῆναι, ϕωτὸς δὲ θείου πλήρη ϕανῆναι, βολίδας τε ἐξ
Line of edition: 12   οὐρανοῦ πυρὸς ϕέρεσθαι καὶ ϕωνὴν πρὸς αὐτὸν ἅμα λέγουσαν·
Line of edition: 13   " Θάρσει, Θεόδωρε· μετὰ σοῦ γάρ εἰμι. " Οὗτος, ὡς τὰ μὲν εἶδε
Line of edition: 14   τὰ δὲ ἤκουσε, χαρᾷ τε καὶ ἐκπλήξει συμμιγεὶς 1 ἀνίστατο εὐχῇ
Line of edition: 15   τε καὶ εὐχαριστίᾳ σπουδαίως ἐκέχρητο καὶ ὅλως ἐστομοῦτο πρὸς
Line of edition: 16   τὴν εὐσέβειαν.

Chapter: 8

Line of edition: 17  
8. Μαθὼν δὲ καὶ δὴ προάγοντα τὸν Λικίννιον, οἶον ἐποιεῖτο
Line of edition: 18   τῆς ὁμολογίας καὶ τὸ προοίμιον, εὐχαὶ μὲν αὖθις αὐτῷ καὶ δάκρυα
Line of edition: 19   πρῶτα τὴν ψυχὴν ἐρρώννυον 2, ἔπειτα δὲ καὶ τὸ πρόσωπον
Line of edition: 20   λαμπρὸν ὅτι μάλιστα δείξας καὶ τὴν ὅρασιν ἀγαθύνας στολάς· 1 τε
Line of edition: 21   χρυσοϋϕάντους καὶ χιτῶνας ἐνδὺς βυσσίνους ἵππου τε ἐπιβὰς
Line of edition: 22   εὐϕυεστάτου καὶ τὴν ὄψιν εὐγενεστάτου καὶ ἁπλῶς σαυτὸν εἴπερ
Line of edition: 23   ποτὲ πᾶσι καταλαμπρύνας, ἐξῄει τῷ βασιλεῖ πρὸς ὑπάντησιν
Line of edition: 24   καὶ τῆς στολῆς καὶ τῆς μορϕῆς ἥδιστον ἀποστίλβων καὶ ὡραιότατον.
Line of edition: 25   Ὡς δ᾿ ἀλλήλοις ἐς ὄψιν ἤρχοντο, περιπλοκαί τε συνήρχοντο
Line of edition: 26   καὶ ἀσπασμοὶ μεθ᾿ ὅσης ἃν εἴποις ἡδονῆς ἐγίνοντο, θαῦμα
Line of edition: 27   δὲ πάντας τοὺς θεωμένους ἐλάμβανε καὶ αὐτὸν δὲ τὸν Λικίννιον,
Line of edition: 28   τῷ τε κάλλει καταστραπτόμενον, ἄλλως τε καὶ τὸ ἦθος αὐτῷ
Line of edition: 29   θεῖόν τι καὶ τὸ λίαν εὐγενές τε καὶ ἐλευθέριον ϕρόνημα καὶ
Line of edition: 30   παράστημα ψυχῆς ἐδόκει μεστῆς ἀρετῆς· καὶ ὡς ὑπὲρ ἄνθρωπον
Line of edition: 31   αὐτὸν ὁρῶν δῆλος ἦν. Ἐπεὶ δὲ καὶ εἴσω τῆς πόλεως ὁ βασιλεὺς
Page of edition: 159
Line of edition: 01
   γένοιτο, κρότος μὲν εὐθὺς τῶν πολιτῶν ᾔρετο καὶ χορεῖαι καὶ
Line of edition: 02   σκιρτήματα πανταχοῦ παιζόντων καὶ ἡδομένων καὶ ἑορτὴν ποιουμένων
Line of edition: 03   τὴν βασιλέως εἴσοδον· οἷς ἡσυχάζειν σημήνας ὁ βασιλεὺς
Line of edition: 04   αὐτὸς λόγων τῶν πρὸς αὐτοὺς καὶ ὁμιλίας ἤρχετο· "Πολλὰ μὲν
Line of edition: 05   ὑμῖν, λέγων, ὦ ἄνδρες πολῖται, καὶ πάντα χαρίεντα, κάλλος τῆς
Line of edition: 06   πόλεως τουτὶ καὶ μέγεθος εὐσέβειά τε πρὸς τοὺς θεοὺς καὶ πρὸς
Line of edition: 07   ἡμᾶς εὐπείθεια ἀνδρία τε ἐν πολέμοις νόμων τε ϕυλακὴ καὶ
Line of edition: 08   λόγων ἰσχὺς καὶ παιδείας τῆς ἄλλης ἅμιλλα· ἀλλ᾿ ἐπ᾿ οὐδενὶ
Line of edition: 09   τούτων τὴν ψυχὴν ἥδομαι ἢ Θεόδωρον τουτονὶ τῆς ὑμετέρας
Line of edition: 10   βλέπων ἀνθήσαντα γῆς, ἐϕ᾿ ᾧ καὶ τὴν ὄψιν ἐπιβάλλων τέρπομαι
Line of edition: 11   καὶ τὴν ἡμέραν ταύτην πασῶν ἡδίστην ὑπολαμβάνω καὶ τὸν
Line of edition: 12   ϕίλον ἐμοὶ ἐπιλάμψαι Ἀπόλλωνα, καθ᾿ ἣν Θεόδωρον ἴδοιμι."
Line of edition: 13   Καὶ ταῦτα λέγων, ἅμα τε τὸν ἅγιον περιέβαλλε καὶ κοινωνὸν
Line of edition: 14   τοῦ θρόνου ποιούμενος· "Ἀλλά γε, ϕησίν, ϕίλτατέ μου
Line of edition: 15   Θεόδωρε, λέγε καὶ τὴν Κυρίαν, ἐν ᾗ τοὺς θεοὺς τὰ εἰκότα τιμήσεις·
Line of edition: 16   ὃ καὶ καλῶς ἔχον πρότερον ἀποδόντας, εἶθ᾿ οὕτω καὶ περὶ
Line of edition: 17   τῶν κοινῇ συμϕερόντων εὐθύμως ὡς ὁμοδόξοις συνδιασκέπτεσθαι."
Line of edition: 18   Καὶ ὁ Θεόδωρος· "Ἀλλ᾿ εἴ μοι, βασιλεῦ, ἔϕη, πρότερον δοίης
Line of edition: 19   κατ᾿ ἐμαυτὸν προσεύξασθαι καὶ θυσίαις ἰδιαζούσαις ἐξιλεώσασθαι,
Line of edition: 20   εἶθ᾿ οὕτως ϕιλοτίμως καὶ ἐπὶ σοῦ καὶ ἐπὶ τοῦ πλήθους
Line of edition: 21   παντὸς θύσω." Ἤρεσκε ταῦτα τῷ βασιλεῖ· καὶ παραλαβὼν
Line of edition: 22   Θεόδωρος τοὺς ἀργύρου τε καὶ χρυσοῦ πεποιημένους θεοὺς οὐκ
Line of edition: 23   ἄλλην τινὰ τούτοις ἀλλὰ τούτους αὐτοὺς ἐποιεῖτο θυσίαν τρόπον
Line of edition: 24   τινὰ τοὺς ἐναγεῖς ἁγνοτάτην· περὶ γὰρ μέσας που νύκτας εἰς
Line of edition: 25   λεπτὰ διελὼν τῷ οὐρανίῳ καὶ ἁγίῳ Θεῷ καθηγίασε διανείμας
Line of edition: 26   πένησι.

Chapter: 9

Line of edition: 27   9. Δύο παρῆλθον ἡμέραι καὶ μετάκλητον αὐτὸν ὁ Λικίννιος
Line of edition: 28   ποιησάμενος· "Δεῦρό μοι, ϕησίν, ἄριστε ϕίλων Θεόδωρε, καὶ
Line of edition: 29   ἡμεῖς κοινῇ σὺν σοὶ τοῖς ϕίλοις θεοῖς σπείσωμεν." Ὑπολαβὼν
Line of edition: 30   δὲ ὁ Θεόδωρος· "Εἶ γάρ, ἔϕη, κράτιστε βασιλέων, οὕτω καὶ σὺ
Line of edition: 31   λαμπρῶς." Καὶ ὃς μὴ συνεὶς τὸ λεγόμενον· "Ἀλλ᾿ οὐ καὶ ταῦτά
Line of edition: 32   γε κρατήσεις ἡμῶν, Θεόδωρε, ἔϕη, μηδὲ γὰρ ἐλάττους τινὸς
Line of edition: 33   ὀϕθῆναι μηδ᾿ ἡμᾶς πάντα τὸν χρόνον· χαίρω δ᾿ ὅμως ὁρῶν ταύτην
Page of edition: 160
Line of edition: 01
   σε τὴν νίκην ϕιλοτιμούμενον." Σιωπὴ πρὸς ταῦτα τῷ μάρτυρι καὶ
Line of edition: 02   ἠρέμα μειδίαμα τὴν τοῦ τυράννου ἄνοιαν διαπαίζοντι. Καὶ ὁ βασιλεύς
Line of edition: 03   · "Τί μέλλεις; ἔϕη, τί τὸν χρόνον παρέλκεις, Θεόδωρε· τί
Line of edition: 04   μὴ τάχος καὶ ἡμῶν τὴν πεῖραν λαμβάνειν;" Τοῦ δὲ καὶ πρὸς
Line of edition: 05   ταῦτα τῆς μὲν γλώττης ὁμοίως διακρατοῦντος, τὰ δὲ χείλη
Line of edition: 06   πρὸς γέλωτα μᾶλλον ὑποκινοῦντος, τῶν τις τῷ τυράννῳ παρεστηκότων,
Line of edition: 07   Μαξέντιος τοὔνομα, κεντυρίων δὲ τὸ ἀξίωμα, τὰ τῷ μάρτυρι
Line of edition: 08   πρὸς 1 τοὺς θεοὺς πραχθέντα ϕωράσας, παρελθὼν εἰς μέσους·
Line of edition: 09   " Ἀλλ᾿ ἔγωγε, ϕησίν, ὦ βασιλεῦ, ὃ τεθέαμαι, σιγῇ καλύπτειν οὐ
Line of edition: 10   δύναμαι. " Καὶ ὁ Λικίννιος κινήματι κεϕαλῆς τὴν ἀπορίαν ὑποσημήνας,
Line of edition: 11   τί δὲ καὶ ὅλως δέδρακεν, ἤρετο· πάντων οὖν πρὸς
Line of edition: 12   αὐτόν, ὅτι καὶ λέξει, ἀτενεῖ βλέμματι θεωμένων, ὁ κεντυρίων·
Line of edition: 13   " Τί μὴ ϕανερῶς. ἔϕη, λέγω τὸ πεπραγμένον ἐγώ; τῆς μεγίστης
Line of edition: 14   θεᾶς Ἀρτέμιδος τὴν κεϕαλὴν χθὲς ἑώρακα εἰς μέρη τε συχνὰ
Line of edition: 15   κεκομμένην καὶ προκειμένην εἰς τὸ πρατήριον· ὁ συγκόψας δὲ
Line of edition: 16   οὗτος καὶ ἡ πάντολμος δεξιά. " Εἶπε ταῦτα Μαξέντιος, συνεῖπε
Line of edition: 17   καὶ ὁ Θεόδωρος θᾶττον ἢ ἐκεῖνος ἐβούλετο.

Chapter: 10

Line of edition: 18   10. Καὶ ὁ Λικίννιος ἅμα τὴν γνώμην καὶ τὴν χροιὰν αὐτίκα
Line of edition: 19   μεταβαλών 2, ἀϕόρητον γὰρ εἰς ὀργήν ἀποτραπεῖσα πρὸς τοὐναντίον
Line of edition: 20   ἐλπίς, ὅταν καὶ βεβαία καὶ περὶ τῶν μεγάλων καὶ δι᾿
Line of edition: 21   ἀπάτης ἀποσϕαλεῖσα μάλιστα ᾖ. Ὁ δὲ μὴ μόνον ὀργῆς ἀλλὰ καὶ
Line of edition: 22   λύπης ὑποπλησθές, οὐκ ἔϕερε γὰρ καὶ τοὺς θεοὺς αὐτοῦ περιυβρισμένους
Line of edition: 23   καὶ ζημιούμενον 3 τὸν Θεόδωρον καθορᾶν, ἄγαν δριμύ
Line of edition: 24   τι καὶ περιπαθὲς τῷ μάρτυρι ἐνιδὼν τῇ χειρί τε τὸν μηρὸν πατάξας
Line of edition: 25   καὶ θυμοῦ τι πλῆρες καὶ ἀθυμίας ἀναστενάξας· "Ὢ τῆς συμϕορᾶς,
Line of edition: 26   ἔϕη, ἢ μᾶλλον εἰπεῖν, ὦ τῆς παραϕορᾶς, οἵῳ προσέχων καὶ
Line of edition: 27   οἷα παρέχων οἵων ἐτύγχανον." Εἶτα τοῖς προτέροις ἐξ ἐναντίας
Line of edition: 28   παλινῳδίαν ᾖδεν ἑαυτόν τε καὶ τοὺς ἑαυτοῦ θεοὺς ἀπωδύρετο·
Line of edition: 29   " Οἴμοι, λέγων, ἠσεβήκαμεν, ἐξυβρίκαμεν, οἵαις μιαραῖς χερσὶν
Line of edition: 30   οἵους τῶν καθαρῶν θεῶν πεπιστεύκαμεν. " Ταῦτα μὲν ἐν τῷ
Line of edition: 31   ϕανερῷ· εἶτα καὶ πρὸς ἑαυτόν· "Οἴμοι τίς γένωμαι, ποῖ
Page of edition: 161
Line of edition: 01
   τράπωμαι; ἠτίμωμαι, καταβέβλημαι, ὁ νεύματι μόνῳ πλήθη
Line of edition: 02   ϕοβῶν καὶ τοσαῦτα τῶν πολεμίων ἐγείρας τρόπαια νῦν ὑϕ᾿ ἑνὸς
Line of edition: 03   τούτου μιαροῦ καταπέπαιγμαι· ἀλλ᾿ οὐχ οὕτως, ὡς οἴει, οὐ μὰ
Line of edition: 04   τοὺς ἀηττήτους θεοὺς χαιρήσεις, Θεόδωρε, οὐχ οὕτω προῖκα καὶ
Line of edition: 05   θεῶν καὶ ἡμῶν καταπαίξεις." Ἔϕη καὶ πρὸς τοὺς παρεστῶτας δημίους
Line of edition: 06   ἐπιστραϕείς· "Τί μέλλετε, κάκιστοι στρατιωτῶν; εἶπε, τί μὴ
Line of edition: 07   τὰς κολάσεις κομίζετε; παρίτω βάσανος 1, παρίτω πῦρ, ξίϕη,
Line of edition: 08   στρέβλαι, σϕαῖραι, πάσαις ποιναῖς ὑποκείσθω, πᾶσι τοῖς μέλεσι
Line of edition: 09   ξεέσθω ὁ ἀλιτήριος." Καὶ ταῦτα ἔλεγε πῦρ ἅμα βλέπων καὶ
Line of edition: 10   τοὺς ὀϕθαλμοὺς διαστρέϕων καὶ τετριγὼς τοὺς ὀδόντας καὶ ὥσπερ
Line of edition: 11   αὐτῶν τῶν σαρκῶν ἁπτόμενος.

Chapter: 11

Line of edition: 12   11. Ἀλλὰ ταῦτα μὲν εἰς τάχος ἐπράττετο καὶ διεμερίζετο τὸ
Line of edition: 13   σῶμα τῷ μάρτυρι· τοῦτο μὲν ἐκ τεσσάρων ἐτανύετο καὶ τὸν
Line of edition: 14   νῶτον μὲν τοῖς βουνεύροις τὴν δὲ κοιλίαν μάστιξι κατεξαίνετο,
Line of edition: 15   τοῦτο δὲ καὶ τὸν τένοντα σϕαίραις κατῃκίζετο μολυβδίναις.
Line of edition: 16   Ταῦτα δὲ τοῦ ἁγίου πάσχοντος, ὠμῶς τε καὶ ἐπιπολὺ διεσπῶντο
Line of edition: 17   μέλη, διελύετο νεῦρα, ἐξηρθροῦντο χεῖρες, συνεθλῶντο ὀστᾶ
Line of edition: 18   ταῖς τῶν σϕαιρῶν βαρείαις καταϕοραῖς. Ἐπεὶ δὲ κεκμήκει καὶ
Line of edition: 19   μικρὸν ὑπέπνει καὶ ἡ ψυχὴ ἠπείλει τὴν ἔξοδον, ἐμϕορηθεὶς
Line of edition: 20   ὅσον ἐβούλετο μόλις ἵστατο καὶ ὁ ῥέων θυμὸς τῷ τυράννῳ·
Line of edition: 21   ἀλλὰ καὶ οὕτω μικρόν τι τῆς μανίας ὑϕείς, ἐπεὶ καὶ αὖθις
Line of edition: 22   ἀνενεγκόντα τὸν ἅγιον εἶδε καὶ τὴν πνοὴν ὥσπερ παλινδρομήσασαν,
Line of edition: 23   ἔπνει καὶ αὐτὸς αὖθις τῷ ϕίλῳ θυμῷ καὶ βασάνων οὔτε
Line of edition: 24   λόγῳ ῥητῶν οὔτε ἔργῳ ϕορητῶν αὐτῷ πλῆθος ἐπῆγε καὶ τούτοις
Line of edition: 25   ἀγρίου θηρὸς δίκην τοῦ ἀθλητοῦ τὴν σάρκα πάντοθεν καὶ
Line of edition: 26   κατὰ ταὐτὸ σχεδὸν ὥσπερ ὀδοῦσι κατεμασᾶτο, πυρὶ ϕλέγων,
Line of edition: 27   ὄνυξι ξέων τὰ τῶν μελῶν ἔτι περιλειπόμενα. Ἀλλ᾿ οἱ μὲν ὄνυχες
Line of edition: 28   ὅσα 2 περὶ τὰς πλευρὰς ἀπέξεον, αἱ δὲ τοῦ πυρὸς λαμπάδες τὰ
Line of edition: 29   τῶν τραυμάτων ἕλκη κατέϕλεγον· πρὸς δὲ τούτοις καὶ λίθων
Line of edition: 30   ὀξύτητες· ὢ ἀνήμερος ϕύσις καὶ θηρίων ὠμότεροι ἄνθρωποι· τὰ
Line of edition: 31   ξεσθέντα τε καὶ ϕλεχθέντα κατέτεμνόν τε καὶ προσεπέξαινον. Ὁ δὲ
Page of edition: 162
Line of edition: 01
   καὶ οὕτω διασπαρασσόμενος καὶ κατακρεουργούμενος ἵστατο
Line of edition: 02   ἀτρεμής, οὐκ ἐϕθέγξατό τι τῶν ἀγεννῶν, οὐ προσέβλεψε μαλακόν,
Line of edition: 03   οὐκ ἀϕῆκε δάκρυον, οὔκ ἔπεμψε στεναγμόν, οὐκ ἠλλοίωσέ
Line of edition: 04   τι τοῦ χρώματος, οὐδὲν ἀγεννές, οὐδὲν περιπαθὲς τοῦ σχήματος
Line of edition: 05   ἐνεδείξατο· πῶς δὲ καὶ ἄλλως, ἐϕ᾿ οἷς καὶ τῶν μὴ
Line of edition: 06   πασχόντων οἱ πολλοὶ κατεκλῶντο καὶ ἠλλοιοῦντο καὶ πάντοθεν
Line of edition: 07   τῶν ϕιλανθρωποτέρων ὀϕθαλμῶν ἔρρει δάκρυα, εἰ μήτι γε
Line of edition: 08   πολλῆς ἦν ἀπολαύων τῆς ἄνωθεν συμμαχίας τὰς ἀλγηδόνας
Line of edition: 09   αὐτῷ ἐπελαϕρυνούσης;

Chapter: 12

Line of edition: 10   12. Ὡς οὖν πάντα μὲν ὁμοῦ κεκίνητο, πάντα δὲ τῆς ἐκείνου
Line of edition: 11   ψυχῆς ἥττητο, θυμὸς τυράννου, πυρὸς ἰσχύς, πληγαὶ βασάνων,
Line of edition: 12   ἀκμαὶ σιδήρων, λίθων ὀξύτητες, οὐδ᾿ οὕτω κόρον λαβὼν ὁ παμμίαρος,
Line of edition: 13   τότε μὲν αὐτὸν τῇ εἱρκτῇ δίδωσιν· ἵνα δὲ μηδ᾿ οὕτως ἄνετος
Line of edition: 14   αὐτὸν διαϕύγῃ, καὶ τοὺς πόδας κεντήμασι παραδίδωσι καὶ ϕύλακας
Line of edition: 15   δὲ αὐτῷ τοὺς πολλὴν ἐκ πολλῶν πεῖραν τε καὶ τέχνην τῶν λόγων
Line of edition: 16   ἀθροίσαντας ἐπιστήσας, παντοίᾳ τὸν μάρτυρα λόγων ὁμιλίᾳ περιελεῖν
Line of edition: 17   ἐπειρᾶτο. Ὡς δ᾿ αὐτὸ τὸ τοῦ λόγου λέοντα ξυρᾶν ἐπεχείρουν καὶ
Line of edition: 18   οὐ μᾶλλον εἶχον ἐκεῖνον τῆς όμολογίας διασαλεύειν ἤπερ αὐτοὶ
Line of edition: 19   πρὸς τὴν οἰκείαν διεσείοντο πίστιν, ἀκίνητα κινεῖν πείρᾳ μαθὼν
Line of edition: 20   καὶ τὸ πείθειν ὅλως ἢ βιάζεσθαι ἀπογνούς, πικρὸν αὐτῷ καὶ
Line of edition: 21   μακρὸν ὁμοῦ κατὰ τὸ δοκοῦν ἀποϕαίνεται θάνατον. Κελεύει
Line of edition: 22   γοῦν ἐν περιόπτῳ τῆς πόλεως σταυρόν τε καταπαγῆναι 1 καὶ
Line of edition: 23   ἀχθέντα προσηλωθῆναι· "εἶτα, ϕησίν, καὶ τῆς πόλεως ἡ νεότης καὶ
Line of edition: 24   πᾶν ὅσον ἑλληνικὸν καὶ ἡμέτερον ἕλκειν τε τόξον χερσὶν ἱκανὸν
Line of edition: 25   καὶ τὸν κατάρατον καὶ θεοῖς ἐχθρὸν πόρρωθεν βαλλέτωσαν τοῖς
Line of edition: 26   τοξεύμασιν· ὃς δ᾿ ἃν καὶ καινότερον εἰς ὀδύνην εἶδος ἐπινοήσειε
Line of edition: 27   καὶ μᾶλλον τι καθικέσθαι τῆς ἀμειλίκτου ταύτης ψυχῆς δυνάμενον,
Line of edition: 28   οὗτος ἐμοὶ χαριεῖται τὰ μέγιστα καὶ θυμηρέστατα"
Line of edition: 29   εἴρητο καὶ σὺν τάχει ταῦτα τοῖς ἐκείνου θεραπευταῖς μετὰ
Line of edition: 30   πολλῆς ἅμα περιουσίας ἐπράττετο.

Chapter: 13

Line of edition: 31   13. Ἐξήγετο γοῦν τῆς εἱρκτὴς ὁ ἅγιος, τί μὲν οὐ πάσχων καὶ
Page of edition: 163
Line of edition: 01
   πρὸ τοῦ σταυροῦ τῶν τοῦ Χριστοῦ παθημάτων, τί δὲ οὐ καὶ
Line of edition: 02   μετὰ τοῦτον λέγων κατὰ Χριστὸν καὶ τῶν ταῦτα τολμώντων
Line of edition: 03   ὑπερευχόμενος; ἐπεὶ δὲ καὶ ὁ σταυρὸς ἐπήγνυτο καὶ ὁ μάρτυς
Line of edition: 04   προσήλωτό τε καὶ διετάττετο, ἐνταῦθά μοι σκόπει περιουσίαν
Line of edition: 05   ὠμότητος· αὐτοί τε γὰρ καὶ παῖδας 1 δὲ αὐτῷ περιστήσαντες καὶ
Line of edition: 06   ὥσπερ εἰς θήραν ἀρτιμαθεῖς τόξων διερεθίζοντες ἐϕ᾿ ἕνα τοῦτον
Line of edition: 07   σκοπὸν τὸ τοῦ μάρτυρος σῶμα πολλὰ καὶ συχνὰ τὰ βέλη ἀϕιέναι
Line of edition: 08   παρεκελεύοντο. Καὶ κατεξαίνετο μὲν τὸ σῶμα, κατέρρει δὲ τὸ
Line of edition: 09   αἷμα καὶ σάρκες δὲ ὁμοῦ κατετέμνοντο. Καὶ ὅρα μοι τιμωρίας
Line of edition: 10   ὑπερβολήν· ἐγγύτερον προσιόντες καὶ ὀϕθαλμοῖς ὀϕθαλμοὺς
Line of edition: 11   εὐστόχως ὅτι μάλιστα ἐπιβάλλοντες τάς τε κόρας ἀπέσπων καὶ
Line of edition: 12   σὺν τοῖς βέλεσιν οἱ ὀϕθαλμοὶ κατέρρεον. Πῶς ἤνεγκαν δρᾶν, πῶς
Line of edition: 13   ὑπέμειναν ὁρᾶν οἱ ἀνηλεεῖς, πῶς οὐχὶ καὶ αὐτοὶ τὰς ὄψεις ἀποβαλεῖν
Line of edition: 14   ὑπὲρ τοῦ μὴ τοιαῦτα ποτὲ ἰδεῖν εὔξαντο; οἱ δὲ τίνα καὶ
Line of edition: 15   προστιθοῦσι, τίνα τολμῶσιν οἱ ὠμότατοι καὶ ἀνασχυντότατοι;
Line of edition: 16   λύουσι τὸ ἐπὶ τῆς ὀσϕύος περίζωμα τοῦ ἁγίου, τὰ κρύϕια
Line of edition: 17   κρατοῦσι τοῦ σώματος μέλη καὶ ταῦτα μαχαιρίδας λαβόντες
Line of edition: 18   ἀνακαρσίως τέμνουσιν. Οἶδ᾿ ὅτι καθίκετο καὶ τῶν ἀκουόντων ἡ
Line of edition: 19   τῆς ὀδύνης δριμύτης· πλὴν ἀλλ᾿ ἔχει γέ τινα ἔτι προσθήκην τὸ
Line of edition: 20   πάθος· οἷα γὰρ καὶ πρὸς τούτοις ἐπινοοῦσιν, οἷα δρῶσι τὰ τοῦ
Line of edition: 21   πονηροῦ πλάσματα, τὰ τῶν δαιμόνων ὡς ἀληθῶς παιδεύματα;
Line of edition: 22   ἧλον τινα σιδηροῦν λαμβάνουσι, τοῦ τῆς αἰδοῦς ἅπτονται μορίου
Line of edition: 23   καὶ ὢ χειρῶν μιαρῶν, ὢ ψυχῆς ἰταμωτάτης καὶ ὠμοτάτης, τὴν
Line of edition: 24   ἀκμὴν ὅσηπερ ἦν τοῦ σιδήρου διὰ τοῦ ἐν τῷ μορίῳ διελαύνουσι
Line of edition: 25   πόρου καὶ οὕτω διαπερονήσαντες συνεχῶς εἰσεῖλκόν τε καὶ
Line of edition: 26   ἐξεῖλκον, ὡς ἐπ᾿ αὐτῷ λίαν οἰκείως ἔχειν τὸ τοῦ Δαβίδ· κίνδυνοι
Line of edition: 27   ᾄδου εὕροσάν με, σίδηρος διῆλθε μου τὴν ψυχήν.

Chapter: 14

Line of edition: 28   14. Καὶ οὕτω δριμεῖάν τινα τὴν ὀδύνην ὁ μάρτυς δεξάμενος
Line of edition: 29   καὶ μηδὲ ζῆν ὅλως ὑπ᾿ αὐτῶν πιστευόμενος, ὅμως ἔτι Θεοῦ
Line of edition: 30   τὴν ἰσχὺν ἐνιέντος 2 τὸ πνεῦμα τε συνεῖχε καὶ μόνα τὰ χείλη
Line of edition: 31   διασαλεύων ἀκουστὰ τῷ Θεῷ προσηύχετο· "Ἵνα τί, λέγων,
Page of edition: 164
Line of edition: 01
   κύριε, ἀϕέστικας ἀπ᾿ ἐμοῦ; ἵνα τί μοι προεῖπας 1, ὡς πάντοτε
Line of edition: 02   μετ᾿ ἐμοῦ ἔσῃ καὶ οὐδὲν ἐμοῦ περιέσται; ἴδε, κύριε, ἴδε· διὰ σὲ
Line of edition: 03   ἄγριοί με θῆρες διεμερίσαντο, καὶ ὅπερ ἔπλασας σῶμα πικροὶ
Line of edition: 04   διενείμαντο λύκοι, ἐξεκόπησαν οἱ ὀϕθαλμοί, σάρκες καὶ μάστιξι
Line of edition: 05   καὶ πυρὶ καὶ ξίϕεσι διελύθησαν, τρίχες χαμαὶ κατέρρευσαν,
Line of edition: 06   ὀδόντες τοῖς βέλεσιν ἐξεκρούσθησαν, τὸ πρόσωπον πᾶν ἀνάλωται,
Line of edition: 07   οὐδὲν ἔτι τοῦ σώματος, οὐδὲν τοῦ δέρματος περιλείπεται, ὀστᾶ
Line of edition: 08   δὲ μόνα ξηρὰ τῷ πνεύματι συγκροτούμενα τῷ σταυρῷ κυμαίνεται·
Line of edition: 09   καθήλωσον ἐν ῥομϕαίᾳ μου τὴν ψυχήν, δέξαι μου
Line of edition: 10   λοιπὸν εἰς χεῖρας τὸ πνεῦμα." Ταῦτα εἰπὼν οὐκέτι λοιπὸν
Line of edition: 11   ἐϕθέγξατο. Κἀκεῖνοι νομίσαντες ἤδη τεθνηκέναι τὸν μάρτυρα,
Line of edition: 12   τὸ λείψανον εἰς παράδειγμα τοῖς ὁρῶσι τῶν ϕιλοχρίστων ἐπὶ
Line of edition: 13   τοῦ σταυροῦ λιπόντες ᾤχοντο.

Chapter: 15

Line of edition: 14   15. Περὶ δὲ πρώτην ϕυλακὴν τῆς νυκτός, θεία τις οὐρανόθεν
Line of edition: 15   αὐτῷ δύναμις ἐπεϕοίτα καὶ λύει μὲν αὐτὸν ὁ ἄγγελος τοῦ
Line of edition: 16   σταυροῦ, τὸ σῶμα δὲ αὐτοῦ πᾶν ἐπιστρέψας ἀπαθές τε καὶ
Line of edition: 17   ἄτρωτον ἀποδείξας, εἶθ᾿ οὕτως καὶ καθὰ ϕίλος ϕίλον κατησπάζετο
Line of edition: 18   λέγων· "Χαίροις, ὁ γενναῖος τοῦ Χριστοῦ ἀθλητής· ἐδόξασάς
Line of edition: 19   σου τοῖς μέλεσι τὸν διὰ σὲ σταυρόν τε καὶ θάνατον ὑπομείναντα·
Line of edition: 20   ὃς ἀεὶ καὶ νῦν σοι πάρεστι· καὶ ἵνα τί σὺ λέγεις· ἀϕέστηκας
Line of edition: 21   ἀπ᾿ ἐμοῦ; σπεῦσον δὲ διὰ τέλους δραμεῖν τὸν σὸν δρόμον καὶ
Line of edition: 22   ἐλεύσῃ πρὸς Κύριον τὸν τῆς ἀθανασίας στέϕανον κομιζόμενος."
Line of edition: 23   Οὕτως εἶπε καὶ εὐθὺς ἀπέπτη· συναπέπτη δὲ τῇ ϕωνῇ καὶ εἴ τις
Line of edition: 24   οὐλὴ καὶ εἴ τις μώλωψ καὶ εἴ τις ὀδύνη καὶ τῶν λυπηρῶν εἴ τις
Line of edition: 25   αἴσθησις, ἀντεισήγετο δὲ χαρά τις ἄληκτος καὶ ἡδονὴ θεϊκὴ καὶ
Line of edition: 26   ὅλος εὐθυμίας, ὅλος χάριτος, ὅλος ἵστατο ἀγαλλιάσεως, ὅλος
Line of edition: 27   τὴν ψυχὴν εὐϕροσύνης καὶ τὸν λογισμὸν μετέωρος καὶ τὴν
Line of edition: 28   καρδίαν σκιρτῶν καὶ τὰς χεῖρας ὑψῶν· "Ὑψώσω σε, ϕησίν, ὁ
Line of edition: 29   βασιλεύς μου καὶ ὁ Θεός μου, ὅτι μοι τὸ ἑσπέρας ηὐλίσθη
Line of edition: 30   κλαυθμὸς καὶ τὸ πρωὶ ἀγαλλίασις." Καὶ οὕτως ἦν παρ᾿ ὅλην
Line of edition: 31   τὴν νύκτα ὅλῳ νοὶ καὶ στόματι ὁμιλῶν τῷ Θεῷ καὶ τῷ αὐτοῦ
Line of edition: 32   κάλλει ἐναγαλλόμενος.

Chapter: 16

Page of edition: 165
Line of edition: 01
   16. Λικίννιος δὲ τῶν ὕπνων διαναστὰς ἐπεὶ μὴ κατὰ πάρεργον
Line of edition: 02   ἐτίθετο τὰ τοῦ μάρτυρος, ἡμέρας ἐπιϕαινούσης, ἄνδρας ἀποστέλλει
Line of edition: 03   δύο, τῷ μὲν Ἀντίοχος τῷ δὲ Πατρίκιος τὰ ὀνόματα.
Line of edition: 04   Τούτοις ἐνετέλλετο τὸ κακόθνητον, ὡς ὠνόμαζεν ἐκεῖνος,
Line of edition: 05   Θεοδώρου σῶμα 1 ποῦ γὰρ καὶ ὅλως ζῆν αὐτὸν ὑπελάμβανε
Line of edition: 06   πλῆρες πληγῶν, πλῆρες ὕβρεων; -- ἑλκόμενον πρὸς αὐτὸν
Line of edition: 07   ἀγαγεῖν, ἵν᾿ ἐπικερτομήσῃ πάντως καὶ χλευάσῃ καὶ μετὰ
Line of edition: 08   θάνατον· εἶθ᾿ οὕτω μολυβδίνῃ τε καταθεῖναι θήκη καὶ κατὰ τῆς
Line of edition: 09   θαλάσσης ῥιϕῆναι, ἐκεῖνόν τε ἅμα τῆς προσηκούσης ὁσίας ἀποστερῶν
Line of edition: 10   ταϕῆς καὶ τοῖς ζῶσι τῶν εὐσεβῶν τοῦ μεγάλου τούτου
Line of edition: 11   θησαυροῦ ϕθονῶν. Ἐχόμενα τοίνυν τοῦ τόπου γινόμενοι, ἔνθα
Line of edition: 12   δὴ καὶ τὸν ἅγιον ἀνασκολοπίσαντες ἦσαν, ἐνταῦθα δὲ ὡς τὸ μὲν
Line of edition: 13   ξύλον ἀτενίσαντες εἶδον, αὐτὸν δὲ πανταχόθεν περιαθρήσαντες
Line of edition: 14   οὐχ ἑώρων, ἐντεῦθεν καὶ ἀνάμνησίς τις αὐτοῖς ὑπέθραττε τῆς 2
Line of edition: 15   ἐκ νεκρῶν Χριστοῦ ἀναστάσεως, θορύβου τε μεστοὶ τὰς ψυχὰς
Line of edition: 16   ἐγίνοντο καὶ ὅλως περὶ τὴν ἑλληνικὴν δόξαν διασέσειστο αὐτοῖς
Line of edition: 17   ἡ καρδία. Ἐν ᾧ δὲ ταῦτα πρὸς ἑαυτοὺς ἔλεγόν τε καὶ ἐλογίζοντο,
Line of edition: 18   κύκλῳ τοὺς ὀϕθαλμοὺς διαδόντες, αὐτοῦ που καθεζόμενον τὸν
Line of edition: 19   ἀθλητὴν ὁρῶσι Θεόδωρον. Ὡς οὖν περιόντα τε καὶ ἀπαθῆ κακῶν
Line of edition: 20   ὄντα καὶ ἄτρωτον ἐθεάσαντο, θάμβους γεμίζονται τὰς ψυχάς· καὶ
Line of edition: 21   μέγα ἀνακραγόντες 3· "Εἷς Θεὸς ἀληθῶς μόνος, εἷς ὁ τῶν
Line of edition: 22   Χριστιανῶν Θεός", ἐξεβόησαν. Ταῦτα εἶπον καὶ ἅμα τοῖς γόνασι
Line of edition: 23   τοῦ μάρτυρος προσπεσόντες, τοῦ θείου τῆς πίστεως συμβόλου 4
Line of edition: 24   τυχεῖν ἐδέοντο, καλὸν καὶ τοῖς ἄλλοις γεγονότες παράδειγμα.
Line of edition: 25   Τῆς ϕήμης γοῦν τῆς περὶ αὐτοὺς καὶ τοῦ θαύματος ἁπανταχόσε
Line of edition: 26   διαϕοιτώντων, καὶ ἕτεροι προσετίθεντο ἄνδρες εὐγενεῖς τὰς
Line of edition: 27   ψυχὰς καὶ συνέσει διαπρεπεῖς, οὐκ ὀλίγῳ πλέον ἢ ὀγδοήκοντα.

Chapter: 17

Line of edition: 28   17. Ταῦτα μαθὼν ὁ Λικίννιος τὴν πολλὴν ϕέρειν οὐκ εἶχε τοῦ
Line of edition: 29   θυμοῦ κάμινον καὶ πέμπει Κέλσον τινὰ τῶν ἀνθυπάτων, συχνὴν
Line of edition: 30   αὐτῷ χεῖρα καὶ στρατιώτας παρασχόμενος, πάντας τοὺς τὰ χριστιανῶν
Line of edition: 31   τελεσθέντας καὶ αὐτὸν δὲ τὸν τελεστὴν Θεόδωρον τῷ διὰ
Page of edition: 166
Line of edition: 01
   ξίϕους τελειῶσαι θανάτῳ. Ἀλλὰ ταῦτα μὲν ὁ τὴν ἄνοιαν, μᾶλλον
Line of edition: 02   δὲ τὴν ἀπόνοιαν πολὺς Λικίννιος. Ὁ δέ γε Κέλσος ἀπελθών 1 τε
Line of edition: 03   καὶ θεασάμενος ἀναθεωρήσεών τε πλησθεὶς τὴν καρδίαν, ἅτε δὴ
Line of edition: 04   καὶ θειοτέρας αὐτόν τινος ἀκτῖνος περιλαμψάσης, μαθητὴς καὶ
Line of edition: 05   αὐτὸς εἷς τοῦ προλαβόντος θιάσου 2 γίνεται, ἅμα δὲ καὶ ὁ σὺν αὐτῷ
Line of edition: 06   στρατιωτῶν χορὸς εἷς τοῦ ἑνὸς ἐχόμενοι καὶ χορείαν ὥσπερ
Line of edition: 07   ἑλίττοντες " εἷς, ἐπιβοῶντες, Χριστέ, ὁ Θεός, εἷς· ἀκουσάτω
Line of edition: 08   ταῦτα καὶ βασιλεὺς καὶ βουλὴ καὶ δῆμος ὁ σὺν αὐτῷ μαινόμενος.
Line of edition: 09   " Τί δὲ καὶ ἐκ τούτων συμβαίνει; τὸ πλῆθος, ὅσον τι
Line of edition: 10   ἐνταῦθα συνείλκετο καὶ τὰ τελούμενα ἐθεῶντο, οἱ μὲν κατὰ
Line of edition: 11   Λικιννίου καὶ τῶν αὐτοῦ θεῶν ὥρμων καὶ λίθων ἥπτοντο, οἵ δ᾿
Line of edition: 12   ἔτι ματαιόϕρονες κατὰ τοῦ μάρτυρος καὶ τῆς τούτου μερίδος
Line of edition: 13   ἀνηρεθίζοντο· καί τις ξιϕήρης τῶν βασιλέων ὑπασπιστῶν ὡς
Line of edition: 14   πλήξων ὅλῳ θυμῷ κατὰ τοῦ μάρτυρος ἐϕορμήσας ἐπλήγη παρὰ
Line of edition: 15   τοῦ Κέλσου, πράως οὐκ ἐνεγκόντος τὸ κατὰ τοῦ ἁγίου τόλμημα.
Line of edition: 16   Τοῦτον δὲ τὸν Κέλσον ἕτερος πλήττει καὶ τῇ πληγῇ θάνατος,
Line of edition: 17   μᾶλλον δὲ ἡ ἀληθῶς ζωὴ τῷ διὰ μαρτυρίου τέλει ἐπηκολούθησε.
Line of edition: 18   Καὶ ὁ μὲν οὕτως ἔκειτο, καλῶς τε ἀνελὼν καὶ πεσὼν κάλλιον.

Chapter: 18

Line of edition: 19   18. Τὸ δὲ ξίϕος μικροῦ καὶ διὰ πάσης ἐχώρησεν ἃν τῆς
Line of edition: 20   πόλεως, εἰ μὴ ϕθάσας ὁ τοῦ Χριστοῦ μάρτυς Θεόδωρος τὸ μὲν
Line of edition: 21   πλῆθος τοῖς λόγοις κατέσχε, πάντα ϕέρειν πείσας μεγαλοψύχως,
Line of edition: 22   μᾶλλον δὲ καὶ ἡδέως ὑπὲρ Χριστοῦ· ᾧ δὴ καὶ πεισθέντες προθύμως
Line of edition: 23   ἑαυτοὺς εἰς σϕαγὴν ἀνῆκαν, αυτόθυτα θύματα τῷ ὑπὲρ
Line of edition: 24   ἡμῶν ἐθελουσίως τυθέντι Χριστῷ γενόμενος αὐτὸς δὲ τὴν ἐπὶ
Line of edition: 25   ϕυλακὴν αὐτόκλητος ᾔει 3 κἀκεῖσε παραγενόμενος λόγῳ μόνῳ τὴν
Line of edition: 26   ϕυλακὴν ἑαυτῷ διανοίγει καὶ τοῖς δεσμώταις τὰς πέδας διασαλεύει
Line of edition: 27   καὶ τοὺς μὲν ἀϕίησι χωρεῖν οἷ βούλοιντο, ὁ δὲ καὶ διὰ
Line of edition: 28   τῆς ἄλλης ἰὼν πόλεως εὐχῇ τε καὶ ἁϕῇ τοὺς νοσοῦντας καὶ δαιμονῶντας
Line of edition: 29   ἰᾶτο. Εἰσὶ δὲ οἳ καὶ τῶν ἱματίων ἢ τοῦ χρωτὸς ἁπτόμενοι
Line of edition: 30   τῆς θεραπείας ἐτύγχανον· ταῦτα πῶς γὰρ ἃν καὶ ϕέρειν
Line of edition: 31   ἠδύνατο ὁ Λικίννιος; κελεύει στρατιώτας ἑτέρους, οἷς γε μάλιστα
Page of edition: 167
Line of edition: 01
   πεποιθὼς ἦν, ἀϕικέσθαι καὶ πᾶν μὲν δρᾶσαι πᾶν δὲ παθεῖν ὑπὲρ τοῦ
Line of edition: 02   τὸν ἅγιον ἀνελεῖν· τούτων ἐπὶ τούτῳ πεμϕθέντων, εἰς στάσιν καὶ
Line of edition: 03   αὖθις τὸ πλῆθος ἑώρα καὶ ἅπαν εἰς σϕαγὴν ἕτοιμον ἦν. Τότε οὖν ὁ
Line of edition: 04   γενναῖος πολλαῖς τῶν λόγων νιϕάσι τὸ πλῆθος ἅπαν συναρμοσάμενος
Line of edition: 05   καὶ τῆς ὁρμῆς ἐπισχών, ἰδίᾳ τῶν τινα στρατιωτῶν ἐν τῷ λεληθότι
Line of edition: 06   ἀπολαβὼν καὶ τῷ πιστοτάτῳ τῶν οἰκετῶν κατὰ σπουδὴν περὶ
Line of edition: 07   τῶν αὐτοῦ πάντων ἐπισκήψας πραγμάτων, τὴν μὲν κτῆσιν πᾶσαν
Line of edition: 08   πένησι διανεμηθῆναι, τὸ δὲ σῶμα κατατεθῆναι ἐν Εὐχαίνοις,
Line of edition: 09   ϕαιδρῷ καὶ χαρίεντι τῷ προσώπῳ ἑαυτὸν ὑποκατακλίνας, τὴν
Line of edition: 10   ἱερὰν ἐκείνην καὶ γενναίαν καὶ μυριόστεϕον ἀποτέμνεται κεϕαλήν·
Line of edition: 11   μελῆσαν δὲ τοῖς θερμοτέροις τῶν εὐσεβῶν, τιμώμενον τὸ λείψανον
Line of edition: 12   καὶ προπεμπόμενον λαμπάσι τε πολλαῖς καὶ μύρων ὀδμαῖς
Line of edition: 13   ἀπὸ τῆς Ἡρακλείας μετάγεται εἰς Εὐχάϊναν, ἔνθα καὶ κατατίθεται,
Line of edition: 14   θησαυρὸς ἄσυλος, ἰάσεων χορηγός, ἀγαθῶν σωρός· οὗ δὴ καὶ
Line of edition: 15   εἰς ἔτι πολυανθρωποτάτη τῶν ἐπὶ γῆς τελεῖται πανήγυρις, πάντων
Line of edition: 16   σχεδὸν τῶν ὑπὸ τὸν Ῥωμαϊκὸν σκῆπτρον ἐϕ᾿ ἕνα τοῦτον
Line of edition: 17   τόπον κατὰ καιρὸν συρρεόντων, εἰς δόξαν τοῦ μεγάλου Θεοῦ καὶ
Line of edition: 18   σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν
Line of edition: 19   αἰώνων· ἀμήν.


Martyrium Theodori Stratelatis
Versio B

On the basis of the edition by
Hippolyte Delehaye,
Les légendes grecques des saints militaires,
Paris 1909,
p. 168-182 (Appendice IV)

Page of edition: 168
Line of edition: 01
    ΜΑΡΤΥΡΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΕΝΔΟΞΟΥ
Line of edition: 02    ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΘΕΟΔΩΡΟΥ
Line of edition: 03    ΤΟΥ ΣΤΡΑΤΗΛΑΤΟΥ.

Chapter: 1

Line of edition: 04   1. Λικιννίῳ τῷ βασιλεῖ, πολλῇ κεχρημένῳ τῇ περὶ τὰ
Line of edition: 05   εἴδωλα δεισιδαιμονίᾳ, πολλὴ καὶ ἡ κατὰ τῆς εὐσεβοῦς πίστεως
Line of edition: 06   ὑπῆρχε μανία. Οὗτος γὰρ οὐκ ὀλίγους τῶν ὑπὸ χεῖρα καὶ διὰ
Line of edition: 07   πρώτης πείρας πρὸς τὸ αὐτοῦ βούλημα καὶ τὴν θρησκείαν ἐϕελκυσάμενος
Line of edition: 08   ἅτε σαθροῖς αὐτοῖς καὶ 1 εὐεξαπατήτοις περιτυχών,
Line of edition: 09   δεινὸν ἐποιεῖτο, εἰ μὴ καὶ 2 πάντας ἔχοι κατὰ τὸ αὐτῷ δοκοῦν
Line of edition: 10   διατιθεμένους.

Chapter: 2

Line of edition: 11   2. Ὅθεν καὶ γράμματα πανταχοῦ διεπέμποντο, ἀρνεῖσθαι
Line of edition: 12   μὲν διακελευόμενα τὸν πεποιηκότα Θεόν, δαίμοσι δὲ καὶ εἰδώλοις
Line of edition: 13   προσϕέρειν θυσίας καὶ ὡς θεοῖς προσέχειν αὐτοῖς, ἔργα χειρῶν
Line of edition: 14   οὖσι, τοὺς χειρὶ Θεοῦ δημιουργηθέντας καὶ πλάσμα ἐκείνου
Line of edition: 15   τελοῦντας, τὸ τιμιώτατόν τε καὶ οἰκειότατον· τοὺς μὲν οὖν
Line of edition: 16   πειθομένους δωρεαὶ καὶ τιμαὶ καὶ ἄλλαι ὅσαι περιέμενον θεραπεῖαι,
Line of edition: 17   τοὺς ἀπειθοῦντας δὲ καὶ τὴν εἰς Χριστὸν ὁμολογίαν
Line of edition: 18   ἀμετάθετον συντηροῦντας δημεύσεις, ἀπειλαί, βάσανοι καὶ τὸ
Line of edition: 19   τελευταῖον κακόν, ὁ θάνατος. Ὡς οὖν καὶ εἰς ὦτα τοῦ μεγάλου
Line of edition: 20   μάρτυρος Θεοδώρου 3 τὸ πονηρὸν ἦλθε τοῦτο διάταγμα, ἀνδρὸς
Line of edition: 21   κατά τε χεῖρα γενναίου τὸ γένος τε ἐπισήμου καὶ περιϕανοῦς τὸ
Line of edition: 22   ἀξίωμα, τὴν γὰρ τοῦ στρατηλάτου τότε διεῖπεν ἀρχήν, ἆθλον
Line of edition: 23   αὐτὴν πολλῶν τροπαίων ἀπενεγκάμενος· ὃς καὶ ὑπὸ πάντων ἐλέγετό
Page of edition: 169
Line of edition: 01
   τε καὶ ἐποθεῖτο, καὶ ποθεινὸν ἅπασι λάλημα ἦν ὁ Θεόδωρος.

Chapter: 3

Line of edition: 02   3. Οὗτος ἀκούσας τουτὶ τὸ πρόσταγμα, χριστιανὸς ὤν ἐκ
Line of edition: 03   προγόνων, οὐκ ἠγάπα λανθάνουσαν ἔχειν 1 τὴν εἰς Χριστὸν
Line of edition: 04   πίστιν, ἀλλὰ ζήλου πνέων κατὰ τῆς ἀσεβείας, ἐπόθει μὲν παρρησιάσασθαι
Line of edition: 05   τὴν εὐσέβειαν, οὐκ ἠβούλετο δὲ οὕτως ἁπλῶς χωρῆσαι
Line of edition: 06   πρὸς τὴν ὁμολογίαν, εἰ μὴ καὶ τὸ θεῖον ἕξει πρὸς τοῦτο συνευδοκοῦν
Line of edition: 07   θέλημα 2.

Chapter: 4

Line of edition: 08   4. Ἀμέλει καὶ χαίρων ἀπῄει πρὸς τὴν τοῦ Πόντου Ἡράκλειαν
Line of edition: 09   · ἐκεῖσε γὰρ ἦρχε καὶ τὴν αὐτῆς πεπίστευτο προστασίαν·
Line of edition: 10   πλὴν ἀλλ᾿ οὐδ᾿ αὐτὸν ἐκεῖνον Λικίννιον ἡ τοῦ ἁγίου ϕήμη
Line of edition: 11   παρῆκεν ἀνήκοον, ἀλλὰ πολλὰ καὶ παρὰ πολλῶν ἀκούων διὰ
Line of edition: 12   θαύματος αὐτὸν ἐποιεῖτο. Ἀποστέλλει οὖν καὶ γράμμασι ϕιλίοις
Line of edition: 13   μετακαλεῖται τὸν ἅγιον. Ὁ δὲ τὴν ἐπιστολὴν ἐπελθὼν τοὺς
Line of edition: 14   μὲν διακομισαμένους ὑποδέχεται ϕιλοτίμως καὶ ἐπὶ τρισὶν
Line of edition: 15   ἡμέραις ϕιλοϕρονεῖται, καμόντας ἐκ τῆς ὁδοιπορίας ἀνακτώμενος
Line of edition: 16   ὡς εἰκός· αὐτὸς δὲ οὐκ ἕκρινε δεῖν ἀπιέναι πρὸς βασιλέα,
Line of edition: 17   οὐκ ἄλλην ὥσπερ ἀλλὰ τὴν πατρίδα κοσμῆσαι τῷ μαρτυρίῳ
Line of edition: 18   γλιχόμενος, καὶ τὰ ἑαυτοῦ μάλιστα διαθεῖναι καλῶς. Διὰ ταῦτα
Line of edition: 19   γοῦν ἐκείνους μὲν ἀποπέμπει, γράμμασι δὲ τὴν ἀναβολὴν τῆς
Line of edition: 20   ἀϕίξεως ὅπως εἶχεν ἐπιμελέστατα θεραπεύει· εἶχε δὲ τὰ γράμματα
Line of edition: 21   οὕτως.

Chapter: 5

Line of edition: 22   5. " Λικιννίῳ 3 τροπαιοϕόρῳ βασιλεῖ Θεόδωρος στρατηλάτης.
Line of edition: 23   Ἔδοξε τῷ κράτει σου, βασιλεῦ, ἀϕικέσθαι με πρὸς τὴν Νικομήδειαν,
Line of edition: 24   ἵν᾿ ἐντύχω περί τινων δημοσίων τε ἢ καὶ ἰδίων τῇ βασιλείᾳ σου
Line of edition: 25   καὶ λυσιτελῆ θείας τὴν περὶ τούτων οἰκονομίαν· καὶ τοῦτ᾿
Line of edition: 26   ἄρα βασιλικῆς ἀγχινοίας ἄξιον, τὸ δοκοῦν τοῖς ὑπὸ χεῖρα διασημαίνειν,
Line of edition: 27   ὡς ἃν μὴ τἀναντία δρῶντες, ὤν ἡ βασιλικὴ δοκιμάζει
Line of edition: 28   κρίσις, πλημμελεῖν δοκοῖεν, οὕς τῇ ἐξουσίᾳ πείθεσθαι καὶ
Line of edition: 29   νόμοι βούλονται καὶ τὸ ϕύσει καλόν· ὅθεν τολμηρᾷ γλώσσῃ
Page of edition: 170
Line of edition: 01
   τε καὶ χειρὶ ἅ μοι ἔδοξε πρότερον οὐ χεῖρον εἶναι γνωρίσας
Line of edition: 02   τῷ κράτει σου τότε πάλιν εἰ δοκεῖ πράξω τὸ προσταττόμενον·
Line of edition: 03   τέως δὲ νῦν οὔτε σοὶ τῷ κελεύσαντι συμϕέρειν οἶμαι τὴν
Line of edition: 04   ἐμὴν ἄϕιξιν, ἑτέρων ἐνταῦθα πραγμάτων ἑλκόντων καὶ οὐκ
Line of edition: 05   ἐώντων ἀλλαχόσε χωρεῖν, κἀμοὶ δὲ τοῦτο καὶ ταῖς κοιναῖς
Line of edition: 06   διοικήσεσιν ἐμποδὼν ἔσται· εἴπερ οὖν μᾶλλον τὸ σὸν κράτος
Line of edition: 07   θελήσειεν οἰκετῶν εὐγνωμόνων ἱκετείαν μὴ παριδεῖν, κοσμήσων
Line of edition: 08   ἧκε τὰ τῇδε πρὸς τὴν Ἡράκλειαν, ἐπεὶ καὶ δέονται πολλὰ
Line of edition: 09   τῶν ἐνταῦθα τῆς σῆς ἐπισκοπῆς καὶ προνοίας, ἄριστε βασιλέων,
Line of edition: 10   ἅ πάντα καλῶς ἕξει τῇ τοῦ σοῦ κράτους ἐπιδημίᾳ. " Ταύτην ἀναγνοὺς
Line of edition: 11   ὁ βασιλεὺς τὴν ἐπιστολῆν καὶ τὸν ἄνδρα δι᾿ αἰδοῦς ἔχων καὶ
Line of edition: 12   θαύματος, οὐκ ἀνένευσε πρὸς τὴν αἴτησιν, ἀλλὰ πείθεται μᾶλλον
Line of edition: 13   αὐτὸς ἀϕικέσθαι πρὸς τὴν Ἡράκλειαν, ἅμα μὲν τὸν ἅγιον ἅμα δὲ
Line of edition: 14   καὶ τὴν χώραν ἐπισκεψόμενος· καὶ δὴ τὸ στράτευμα συναθροίσας
Line of edition: 15   ὁδοῦ τῆς πρὸς αὐτὸν εἴχετο.

Chapter: 6

Line of edition: 16   6. Κατ᾿ ἐκείνην δὲ τὴν νύκτα τῇ προσευχῇ σχολάζων ὁ ἅγιος
Line of edition: 17   ἐδεῖτο σὺν δάκρυσι τοῦ Θεοῦ κατὰ νοῦν αὐτῷ χωρῆσαι τὸ
Line of edition: 18   μελετώμενον· εἶτα βραχὺ πρὸς ὕπνον ἑαυτὸν ὑπανεὶς ὁρᾷ τὴν τοῦ
Line of edition: 19   δωματίου στέγην, ἔνθα δὴ καὶ διανεπαύετο, μέσον διαιρεθεῖσαν
Line of edition: 20   ϕῶς τε ἄνωθεν κατιὸν καὶ περιλάμψαν ἅπαν τὸ οἴκημα· ἔνθεν καὶ
Line of edition: 21   ϕωνῆς ἀκούει λεγούσης· "Θάρσει, Θεόδωρε, μετὰ σοῦ γάρ εἰμι,
Line of edition: 22   ὁ σοὶ Θεὸς προαιώνιος γινωσκόμενός τε καὶ μαρτυρούμενος."
Line of edition: 23   Ταύτῃ τῇ ϕωνῇ σύντρομος καὶ χαρᾶς πλήρης διαναστὰς, εἶτα
Line of edition: 24   τῇ προσευχῇ πάλιν ἑαυτὸν δεδωκώς, ὅλος ἐστομώθη πρὸς τὴν
Line of edition: 25   εὐσέβειαν· ἤδη δὲ τοῦ δυσσεβοῦς Λικιννίου τῇ πόλει προσάγοντος
Line of edition: 26   1, χεῖρας ἅμα καὶ ὄμματα πρὸς Θεὸν ὁ δίκαιος ἀνατείνας,
Line of edition: 27   ἐκτενεστέραν 2 αὖθις ἐποιεῖτο τὴν ἱκετείαν· "Θεέ, λέγων, τῶν
Line of edition: 28   ἁπάντων καὶ βασιλεῦ, ἡ γλυκεῖα καταϕυγὴ τῶν σοὶ προσανακειμένων,
Line of edition: 29   ἴδε μου τὴν συντριβὴν τῆς καρδίας ἵλεῳ καὶ εὐμενεῖ
Line of edition: 30   ὄμματι καὶ μὴ ἐγκαταλίπῃς με πρὸς βασιλέων ἐπικήρου θυμὸν
Line of edition: 31   ὅσον οὔπω διαγωνίζεσθαι μέλλοντα, βασιλέως τοῦ μὴ εἰδέναι
Page of edition: 171
Line of edition: 01
   θελήσαντός σε τὸν ἐπὶ πάντων καὶ ἐν πᾶσι Θεὸν ὄντα καὶ βασιλέα·
Line of edition: 02   ἀλλὰ κατὰ τὴν ἀψευδῆ σου ὑπόσχεσιν γενοῦ μεθ᾿ ἡμῶν τῶν
Line of edition: 03   γινωσκόντων σε καὶ ὁμολογούντων ποιητήν τε καὶ προνοητὴν
Line of edition: 04   πάσης κτίσεως· πηγασάτω ἐν ἐμοὶ τὸ σὸν ἁλλόμενον ὕδωρ καὶ
Line of edition: 05   δοθήτω μοι λόγος ἐν ἀνοίξει τοῦ στόματος καὶ νοῦς καλῶς ἡδρασμένος
Line of edition: 06   ἐν σοὶ τῷ ἀκρογωνιαίῳ λίθῳ· διατηρηθείην ἐν τῇ ὁμολογίᾳ
Line of edition: 07   σου, δέσποτα, μέχρι καὶ αὐτῆς μου τῆς τελευταίας ἀναπνοῆς καὶ
Line of edition: 08   ϕωτεινὸς τῆς σῆς δόξης ἄγγελος τὴν ἐμὴν παραλάβοι ψυχὴν 1
Line of edition: 09   καθαρθεῖσαν ὅλως καὶ παντὸς σπίλου τῆς ἁμαρτίας ἀπορρυϕθεῖσαν
Line of edition: 10   τῷ τοῦ μαρτυρίου σου αἵματι."

Chapter: 7

Line of edition: 11   7. Οὕτως ηὔξατο καὶ παραθέμενος ἑαυτὸν τῷ Θεῷ, εἶτα καὶ
Line of edition: 12   καθαρὰν ἐσθῆτα περιβαλόμενος 2 ἵππῳ τε ἐπιβὰς ἐξῇει ὑπαντήσων
Line of edition: 13   τῷ βασιλεῖ. Ἑκατέρων δὲ εἰς θέαν ἀλλήλοις ἐλθόντων, εὐθὺς
Line of edition: 14   ἀσπασμοὶ συνήρχοντο καὶ περιπλοκαί. Θαῦμα δὲ πάντας εἰσῄει,
Line of edition: 15   καὶ αὐτόν ϕημι τὸν Λικίννιον, οἷος αὐτοῖς ὡρᾶτο Θεόδωρος, θεῖος
Line of edition: 16   μὲν τὴν ὄψιν, εὔκοσμος δὲ τὸ ἦθος μετὰ ϕρονήματος ἐλευθέρου
Line of edition: 17   καὶ λίαν εὐγενοῦς παραστήματος· ὡς δὲ καὶ τῆς πόλεως ἔνδον
Line of edition: 18   εἰσῄει, θροῦς τε καὶ κρότος ἦρτο σκιρτώντων, εὐϕημούντων, δι᾿
Line of edition: 19   ἡδονῆς ποιουμένων τὴν βασίλειον εἴσοδον. Ὁ δὲ βασιλεὺς
Line of edition: 20   ἡσυχίαν πᾶσιν ἐγκελευσάμενος, ὁμιλίας ἦρχε πρὸς αὐτοὺς καὶ
Line of edition: 21   λόγων οὕτως ἐχόντων· "Καλὰ μὲν ὑμῶν, ἄνδρες πολῖται, καὶ
Line of edition: 22   τἄλλα πάντα· πόλις μὲν γὰρ ἐπιϕανὴς·᾿ καὶ λαμπρὰ δῆμος τε
Line of edition: 23   θεοῖς εὐπειθὴς καὶ νόμοις ὑπήκοος, πατρῷον δὴ τοῦτο καὶ παιδείας
Line of edition: 24   τῆς παρ᾿ ὑμῖν· ἀλλ᾿ ἔτι πλέον ἀξιεπαινετώτεροι, ὅτι ἄνδρα
Line of edition: 25   τοῦτον -- ἐπιδείξας αὐτοῖς τὸν θεῖον Θεόδωρον ἐλάχετε παρ᾿
Line of edition: 26   ὑμῖν ἔχειν· οὗπερ ἡ ϕήμη μὲν καὶ πρὸς ἡμᾶς διαβαίνουσα καλὸν
Line of edition: 27   αὐτὸν ἀνεκήρυττεν, ὑπὲρ τὴν ϕήμην δὲ ὁ ἀνήρ." Καὶ ἅμα περιβολαῖς
Line of edition: 28   τὸν ἅγιον καὶ ἀσπασμοῖς ἤγαλλεν, εἶτα καὶ τῆς χειρὸς
Line of edition: 29   λαβόμενος· "Δεῦρό μοι, ὁ 4 ϕίλτατος, ἔλεγε, τὴν πρὸς θεοὺς
Line of edition: 30   εὐσέβειαν κοινῇ πρότερον ἀποδῶμεν· εἶθ᾿ οὕτως ἕψεται πάντως
Line of edition: 31   καὶ ἡ περὶ τῶν ἀνηκόντων διάσκεψις." Καὶ ὁ ἅγιος· "Δεόντως
Page of edition: 172
Line of edition: 01
   εἶπας, ὦ βασιλεῦ, πλὴν ἀλλ᾿ εἰ καὶ ἡμῶν ἀκούσειας, ἴσως ἔσται
Line of edition: 02   σοι καὶ ἀποδεκτὸν τὸ ῥηθέν" καὶ " τί; " ϕησὶν ὁ βασιλεύς,
Line of edition: 03   " οὔπω τὴν ἐμὴν πρὸς σὲ διάθεσιν ἔγνως; " καὶ ὅς· "ἔγνων"
Line of edition: 04   εἶπεν " οὔπω δὲ καὶ πεπείραμαι, ἀλλ᾿ εἴ μοι καὶ κατὰ μόνας
Line of edition: 05   παρασκευάσειας προσελθεῖν τοῖς θεοῖς, τότε δὴ καὶ εἰς πεῖραν
Line of edition: 06   ἐλεύσομαι. " 6 Τί δὲ κωλύει καὶ μεθ᾿ ἡμῶν; " ὁ Λικίννιος. Καὶ
Line of edition: 07   ὁ μάρτυς· "Πρότερον, εἶπεν, ὦ βασιλεῦ, βούλομαι τούτους
Line of edition: 08   οἴκοι λαβεῖν καὶ ὅσα δὴ προσῆκον ἐστί, πρὸς αὐτοὺς ποιῆσαι καὶ
Line of edition: 09   προσευχαῖς ἱλεώσασθαι καὶ θυσίαις ἰδιαζούσαις, εἶτα καὶ μετὰ
Line of edition: 10   σοῦ καὶ τοῦ πλήθους αὐτοῖς προσελθεῖν" Καὶ ὁ βασιλεὺς ἐξενεγκὼν
Line of edition: 11   οἵπερ αὐτῷ ἦσαν χρυσοῦ τε καὶ ἀργύρου πεποιημένοι θεοί,
Line of edition: 12   ἐδίδου τῷ μάρτυρι, προσθείς· "ἀλλὰ καὶ ὑπὲρ ἡμῶν δεήθητι."
Line of edition: 13   Παραλαβὼν οὖν ὁ μέγας τούτους τοὺς ψευδεῖς καὶ γελοίους
Line of edition: 14   θεοὺς καὶ εἰς λεπτὰ διελών, θυσίαν αὐτοὺς τρόπον ἕτερον τῷ
Line of edition: 15   ἀληθεῖ προσῆγε Θεῷ, τοῖς ἐνδεῶς ἔχουσι διανείμας.

Chapter: 8

Line of edition: 16   8. Δύο παρῆλθον ἡμέραι καὶ ὁ βασιλεὺς μετακαλεῖται τὸν
Line of edition: 17   ἅγιον. Καὶ ὃς ἀϕίκετο. Ὁ βασιλεὺς δέ· "Ἡκέτωσαν οἱ θεοί, ἔϕη,
Line of edition: 18   Θεόδωρε, καὶ τὰς μεθ᾿ ἡμῶν καὶ τοῦ πλήθους παρὰ σοῦ θυσίας
Line of edition: 19   λαβεῖν." Καὶ ὁ ἅγιος· "Εἴπερ ἄρα καὶ θεοὶ εἰσίν, ἔϕη, παρ᾿
Line of edition: 20   ἑαυτῶν ἡκέτωσαν, ἀλλ᾿ οὐ παρ᾿ ἑαυτῶν." Εἶπεν Λικίννιος·
Line of edition: 21   " Θεοὺς ὑπηρετεῖσθαι δεῖ. " Ὁ δὲ ἅγιος· "Ἀλλ᾿ οὗτοι οὔτε
Line of edition: 22   καλούμενοι προσίασιν οὔθ᾿ ὑπὸ ἄλλων ὑπηρετούμενοι ἐπαίουσι."
Line of edition: 23   Καὶ ὁ βασιλεύς· "Οὐχ ἡμῖν περὶ τούτων σκεπτέον, ἔϕη, Θεόδωρε,
Line of edition: 24   κρείττων γὰρ ἢ καθ᾿ ἡμᾶς ἡ κατάληψις· σέβειν δὲ δεῖ τοὺς
Line of edition: 25   θεοὺς μόνον καὶ θυσίαις αὐτοὺς θεραπεύειν, ὡς νόμος ἡμῖν 1 καὶ
Line of edition: 26   παράδοσις." Σιωπὴ πρὸς ταῦτα τῷ ἁγίῳ μετά τινος μειδιάματος.
Line of edition: 27   Καὶ ὁ βασιλεύς· "Τί μέλλεις; ἔϕη, τί τὸν χρόνον παρέλκεις,
Line of edition: 28   Θεόδωρε;" Καὶ στραϕεὶς ἤρετο τοὺς παρεστηκότας·
Line of edition: 29   " Τί γέγονε; τί σεσιώπηκε; "

Chapter: 9

Line of edition: 30   9. Πάντων οὖν τὸ πρᾶγμα τιθεμένων εἰς ἔκπληξιν καὶ ἀτενεῖ
Line of edition: 31   βλέμματι τὸν ἅγιον καθορώντων, Μαξέντιός τις, τὴν τοῦ κεντυρίωνος
Page of edition: 173
Line of edition: 01
   ἀρχὴν μετιών, τὰ τῷ μάρτυρι πρὸς τοὺς θεοὺς πραχθέντα
Line of edition: 02   ϕωράσας· "Ἀλλ᾿ ἔγωγε, εἶπεν, ὃ τεθέαμαι, βασιλεῦ, οὐκ ἃν
Line of edition: 03   σιωπήσαιμι. Χαλεπὸν γάρ τι πέπρακται τῷ ἀνδρὶ περὶ τοὺς
Line of edition: 04   θεοὺς καὶ οὐδὲ ὠσὶν ἀκοῦσαι 1 ἀνεκτόν". Καὶ ὁ βασιλεύς· "Καὶ
Line of edition: 05   τι τοῦτο; ϕησίν, πρὸς αὐτῆς ἀληθείας ἀπόκριναι". εἶτα ὁ
Line of edition: 06   κεντυρίων· "Ὁ ἄνθρωποι οὗτος, ἔϕη, οὐκ εὔνους οἶμαι οὔτε πρὸς
Line of edition: 07   σὲ οὔτε πρὸς θεούς, ὦ βασιλεῦ, ἀλλὰ καὶ αὐτῶν καὶ σοῦ κατορχεῖται
Line of edition: 08   · τί μὴ ϕανερῶς λέγω τὸ πεπραγμένον; αὐτὸς ἐγὼ τὴν τῆς
Line of edition: 09   μεγάλης θεᾶς Ἀρτέμιδος κεϕαλὴν συγκεκομμένην εἶδον εἰς
Line of edition: 10   μέρη τε συχνὰ γενομένην εἰς τὸ πρατήριον· ὁ συγκόψας δὲ οὗτος
Line of edition: 11   καὶ ἡ πάντολμος αὐτοῦ δεξιά." Ταῦτα ὡς ἤκουσε, μεστὸς ὀργῆς
Line of edition: 12   καὶ ἀθυμίας ὁ βασιλεὺς γεγονὼς καὶ κατώδυνόν τι καὶ περιπαθὲς
Line of edition: 13   τῷ μάρτυρι ἐνιδών· "Τί τοῦτο, ϕησίν, ὦ Θεόδωρε; τί τὰ λεγόμενα;
Line of edition: 14   ποῦ δὲ εἰσὶν οἅς πεπιστεύκαμέν σοι θεούς; ἄρα τέθυκας
Line of edition: 15   αὐτοῖς ὡς ἐπηγγείλω καὶ ὅσα πρὸς θεραπείαν προσήνεγκας;"

Chapter: 10

Line of edition: 16   10. Τότε τὴν σκηνὴν πετάσας ὁ ἅγιος καὶ καιρὸν κρίνας οὐ
Line of edition: 17   σιωπῆς οὐδέ τινος ἐπικρύψεως οὐδὲ τοῦ τὸν λύχνον ὑπὸ τὸν
Line of edition: 18   μόδιον ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν τεθῆναι μᾶλλον καὶ ϕανερὰν
Line of edition: 19   αὐτοῦ γενέσθαι τὴν εἰς τὸν δεσπότην ὁμολογίαν " οὐ μὰ τὴν
Line of edition: 20   ἀλήθειαν " εἶπεν " οὐ μόνον οὐκ ἔθυσα, ἀλλὰ καὶ ἡδέως κατέπτυσα
Line of edition: 21   καὶ τὰ κενὰ καὶ μάταια χρήσιμα γενέσθαι τρόπον ἕτερον
Line of edition: 22   παρεσκεύασα, πένησιν αὐτὰ διανείμας· τὸ δοκοῦν σοι πράττειν
Line of edition: 23   ἐξουσία· πάλαι γὰρ ἐγὼ τὴν αὐτῶν 2 ἀσθένειαν ἐγίνωσκόν τε καὶ
Line of edition: 24   κατεγίνωσκον καὶ τοὺς προσκειμένους αὐτοῖς ᾤκτειρον τῆς ἀναισθησίας
Line of edition: 25   · σὲ δὲ καὶ μᾶλλον, ὦ βασιλεῦ, ὅσῳ καὶ ἀρχηγὸν οἶδα
Line of edition: 26   τῆς περὶ αὐτὰ ματαιότητος· ἀνάσχου οὖν μικρὸν τῶν πρὸς ἀλήθειαν
Line of edition: 27   κηδομένων σου καὶ τὰ λυσιτελῆ παραινούντων ἀκούσας
Line of edition: 28   μηκέτι ἐξαπατῶ, ἀλλὰ τὸν ὄντα Θεὸν ἐπίγνωθι μᾶλλον, παρ᾿ οὗ
Line of edition: 29   σοι καὶ τὸ ζῆν καὶ τὸ βασιλεύειν οἰκονομίᾳ τινὶ θειοτέρᾳ, ὃν
Line of edition: 30   αὐτὸς ἀθετῶν θεοὺς ἀθλίους σέβειν οὐκ εὐλαβῇ, τοὺς μηδὲ
Line of edition: 31   ἑαυτῶν κήδεσθαι, μήτι γε τῶν σεβομένων αὐτούς, δυναμένους,
Page of edition: 174
Line of edition: 01
   ὥσπερ οὐδὲ πάλιν τοὺς ἐν οὐδενὶ τιθεμένους καὶ μυκτηρίζοντας
Line of edition: 02   ἱκανοὺς ὄντας τιμωρεῖσθαι· καὶ εἰ βούλει, κατὰ πόδας ἡμῖν τὸ
Line of edition: 03   δοκίμιον· ἐγὼ μὲν γὰρ αὐτοὺς ἐξύβρισά τε καὶ ἐμυκτήρισα καὶ
Line of edition: 04   ὡς προσῆκον ἦν ἐχρησάμην· εἰ οὖν δύνανται, τὸν ὑβριστὴν
Line of edition: 05   κολασάτωσαν. " Ἔτι τὸν λόγον παρατεῖναι τοῦ μάρτυρος βουλομένου,
Line of edition: 06   ἐγκόψας ὁ βασιλεὺς καὶ τοῦ θυμοῦ πλήρης γενόμενος διὰ
Line of edition: 07   τὴν παρ᾿ ἐλπίδα τοῦ ϕίλου μεταβολήν· "Ὢ τῆς ἡμῶν ἀνοίας,
Line of edition: 08   ἔϕη, ὦ τῆς παραϕορᾶς, οἵῳ προσέχων ἐγὼ οἵας ἐτύγχανον παρ᾿
Line of edition: 09   αὐτοῦ τῆς ἀπάτης. Καὶ ὁ μιαρὸς οὗτος οὐχ ἡμᾶς μόνον ἀλλὰ καὶ
Line of edition: 10   θεοὺς διαπαίζων ἐλάνθανεν· ἀλλ᾿ ἔγωγε τῆς ἀγάπης ἧς αὐτὸς
Line of edition: 11   κατεϕρόνησε δικαίαν εἰσπράξομαι παρὰ σοῦ τὴν δίκην, τοιαύτας
Line of edition: 12   ἐπιθείς σοι τὰς τιμωρίας, αἵτινες ἱκανῶς ἕξουσι καὶ ἡμῶν δήπου
Line of edition: 13   καὶ τῶν θεῶν ἀποτῖσαι τὴν ὕβριν." Καὶ αὐτίκα πρὸς τοὺς
Line of edition: 14   παρεστῶτας δημίους ἐπιστραϕείς· "Παρίτωσαν μάστιγες" εἶπεν·
Line of edition: 15   " ἀποδυέσθω ὁ ἀλιτήριος, ξαινέσθω πικρῶς, μηδενὸς οἴκτου μηδὲ
Line of edition: 16   ϕειδοῦς ἀξιούσθω· ἔπειτα καὶ σϕαίραις μολυβδίναις τὸν αὐχένα
Line of edition: 17   θλαττέσθω 1 ".

Chapter: 11

Line of edition: 18   11. Ταῦτα ὁ δυσσεβὴς λέγων καὶ ὀϕθαλμοῖς αὐτοῖς καὶ ὀδοῦσι
Line of edition: 19   τὸ τῆς ὀργῆς ἔκτοπον ὑπεδήλου κραυγαῖς τε καὶ ἀπειλαῖς τοὺς
Line of edition: 20   παίοντας ἀνηρέθιζε. Τοῦ δὲ ἁγίου περιδυθέντος καὶ χεῖρας ὁμοῦ
Line of edition: 21   καὶ πόδας διελκυσθέντος ἰσχυρῶς τε ἤδη μαστιζομένου 2, διεσπῶντο
Line of edition: 22   μέλη, ἐξηρθροῦντο χεῖρες, αἱμάτων ὀχετοὶ κατέρρεον,
Line of edition: 23   σπονδύλων ἁρμογαὶ διελύοντο ταῖς τῶν σϕαιρῶν βαρείαις καταϕοραῖς.
Line of edition: 24   Ὡς οὖν οὕτω πάσχων ὁ ἅγιος ἔκαμεν ἤδη καὶ βραχύ τι
Line of edition: 25   καὶ ἀδρανὲς ὑπέπθει καὶ ἔμελλεν ὅσον οὔπω διαϕεῖναι καὶ τὴν
Line of edition: 26   ψυχήν, μόλις οὕτω καὶ Λικιννίῳ ἔληγον οἱ θυμοὶ μεθεῖναί τε
Line of edition: 27   τὸν ἅγιον ἐκέλευε τοὺς μαστίζοντας. Ἐπεὶ δὲ μικρὸν ἀνεθεὶς τῶν
Line of edition: 28   πληγῶν, ἀνέλαβεν ἑαυτὸν καὶ εἵλκυσε πνεῦμα καὶ ζῆν ἐπιστεύετο,
Line of edition: 29   ὀργὴ πάλιν εἶχε τὸν βασιλέα καὶ " ὅλως " ἔλεγε " ζῇ, ὅλως ἔτι
Line of edition: 30   περιέστω ὁ ἐναγής, ὁ μιαρός, ὁ κατάρατος, ὁ κατ᾿ αὐτῶν μανεὶς
Line of edition: 31   τῶν θεῶν· ξεέσθω σιδηροῖς ὄνυξι, ϕλεγέσθω λαβροτάτῳ 4 πυρὶ
Page of edition: 175
Line of edition: 01
   τὰ τῶν μελῶν ἔτι περιλειπόμενα. " Ἔλεγε ταῦτα καὶ παρῆσαν
Line of edition: 02   οἱ ὄνυχες, παρῆν καὶ τὸ πῦρ. Καὶ οἱ μὲν ἔξεον, οἱ δὲ ἐπῆγον τὴν
Line of edition: 03   ϕλόγα. Ὁ δὲ μάρτυς τῷ τοῦ θείου πνεύματος δροσισμῷ νοερῶς
Line of edition: 04   ἀνεψύχετο. Ὁ τύραννος οὖν ὥσπερ κατειρωνευόμενος τοῦ ἁγίου·
Line of edition: 05   " Καὶ λίθοι, ἔϕη, ὀξεῖς προσαγέσθωσαν εἰς θεραπείαν μείζονα τῷ
Line of edition: 06   ἀνδριζομένῳ· ὁρῶμεν γὰρ αὑτὸν ἡδονῇ πάσῃ πρὸς τὰ ἐπαγόμενα
Line of edition: 07   διακείμενον. " Καὶ ἅμα τῷ μάρτυρι κομψὸν ἐνιδών· "Οἶδ᾿ ὅτι,
Line of edition: 08   ϕησίν, Θεόδωρε, καὶ λίαν ἡ προκειμένη σου καθίκετο βάσανος,
Line of edition: 09   κἂν προσποιῇ τὸ ἀνάλγητον, τῇ τοῦ Θεοῦ σου δυνάμει γράϕειν
Line of edition: 10   τοῦτο βουλόμενος καὶ τοὺς ἄϕρονας ἀπατᾶν· πλὴν καὶ ἡ προσαχθεῖσα
Line of edition: 11   νῦν σοι τῶν λίθων ὀξύτης σϕοδρότερον ἁπτομένη τὸ
Line of edition: 12   προσποίητον ἅπαν σοι διελέγξει."

Chapter: 12

Line of edition: 13   12. Ἀλλὰ Λικίννιος μὲν οὕτως, ἡ πονηρὰ καρδία καὶ πόρρω
Line of edition: 14   πάνυ Θεοῦ. Ὁ δὲ τοῦ Χριστοῦ μάρτυς τῆς μεγάλης ἄνωθεν
Line of edition: 15   ἀπολαύων ῥοπῆς οὐδὲ ϕωνὴν προίετο σπαρασσόμενος οὐδ᾿ ἐπιστενάζων
Line of edition: 16   ὤϕθη οὐδὲ στυγνὴν ὄψιν ἢ ὑϕειμένον τι καὶ ἐνδόσιμον
Line of edition: 17   ὅλως ἐπιδειξάμενος· ἀμέλει καί τινα ϕιλανθρωπίαν ὑποκριθεὶς
Line of edition: 18   ὁ Λικίννιος ἀνεθῆναι κελεύει τὸν ἅγιον· καὶ προσσχὼν αὐτῷ·
Line of edition: 19   " Ἔτι, ϕησίν, τοῖς προλαβοῦσιν ἐμμένεις, Θεόδωρε, ἢ μετάνοιά
Line of edition: 20   σε καὶ λογισμὸς ὑπῆλθε βελτίων; " Καὶ ὁ μάρτυς· "Οἴει δὲ
Line of edition: 21   ὅλως, ἔϕη, μεταπεῖσαί με ἢ μετακινῆσαι τοῦ θεμελίου τῆς ἐν
Line of edition: 22   Χριστῷ πίστεως; τῆς ἀλογίας· τί γάρ 1 με παρέβλαψαν αἱ
Line of edition: 23   πληγαί, εἰ μὴ καὶ στερροτέρους μᾶλλον ἡμᾶς ἀπειργάσαντο;"
Line of edition: 24   καί τινος 2 τῶν παρεστηκότων " ἀλλ᾿ ἀπόθου τὴν πολλήν "
Line of edition: 25   εἰπόντος, " ἀπόνοιαν καὶ τὸ πρὸς βασιλέα οὕτως ἰταμῶς διαλέγεσθαι,
Line of edition: 26   " -- " ἀπάλλαξόν με τοῦ ζῆν πρότερον, " εἶπεν ὁ μάρτυς·
Line of edition: 27   " εἴγε βούλει με σιωπᾶν, ἐπεὶ ἕως ἡ ψυχὴ παρ᾿ ἐμοί, οὐδεὶς ἃν
Line of edition: 28   ἐπίσχῃ ϕόβος μὴ τὴν ἀλήθειαν ἐμὲ 3 λέγειν τὸν τῆς ἀληθείας
Line of edition: 29   προσκυνητήν. " Καὶ ὁ βασιλεύς· "Τὸ παρὰ ψυχῆς τοιαύτην
Line of edition: 30   ἀνοσίας, ἔϕη, χρηστόν τι καὶ ὅσιον προσδοκᾶν μωρία σαϕής· ἐν
Line of edition: 31   ἀσϕαλεῖ 4 οὖν τῇ ϕυλακῇ τόγε νῦν ἔχον δοθῆναι τοῦτον κελεύω."
Page of edition: 176
Line of edition: 01
   Καὶ εἶπε μὲν καὶ ἐδίδοτο· πλὴν οὐδὲ οὕτως ἀνῆκεν αὐτὸν
Line of edition: 02   ἠρεμεῖν, ἀλλ᾿ ἐπιτρέπει 1 τινὰς τὴν ϕυλακὴν εἰσιόντας ὑπιέναι
Line of edition: 03   τοῦτον κομψείᾳ λόγων καὶ περινοίᾳ καὶ πάσῃ τέχνῃ καὶ σπουδῇ
Line of edition: 04   χρήσασθαι τὴν ἔνστασιν ἐκείνου διασαλεῦσαι. Ἐπεὶ οὖν τὸν ἅγιον
Line of edition: 05   εἶχεν ἡ ϕυλακή, ἔκειτο ἡσυχῇ οὕτως ὑπὲρ τῶν κολαζόντων ὁ
Line of edition: 06   Χριστοῦ μιμητὴς ἱλεούμενος 2, ἐπιστάξαι τε ῥανίδα θεογνωσίας
Line of edition: 07   αὐτοῖς δεόμενος, πρὸς δὲ τοὺς πειρωμένους αὐτὸν μεταπείθειν
Line of edition: 08   καὶ τοὺς μακροὺς ἐκείνους λήρους ἐπάγοντας, τὸ τοῦ Δαυὶδ
Line of edition: 09   ἐποίει· γέγονε γὰρ ὡσεὶ ἄνθρωποι οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν
Line of edition: 10   τῷ στόματι αὐτοῦ ἐλεγμούς.

Chapter: 13

Line of edition: 11   13. Πέντε παρῆλθον ἡμέραι καὶ ὁ βασιλεὺς οὕτω μαθὼν
Line of edition: 12   αὐτὸν ἔχειν ἀμεταθέτως, κελεύει ἐν μέσῳ τοῦ τόπου, ᾧ Βασιλικὴ
Line of edition: 13   ὄνομα, ξύλινον καταπαγῆναι σταυρόν, ἐν αὐτῷ τε διαταθῆναι
Line of edition: 14   καὶ προσηλωθῆναι τὸν ἅγιον· «Εἶτα καὶ ὅσοιπερ ἂν εἶεν
Line of edition: 15   προσκυνηταί» ϕησιν «τῶν θεῶν καὶ τόξα ἱκανοὶ ἕλκειν, πεμπέτωσαν
Line of edition: 16   ἐπ᾿ αὐτὸν βέλη· καὶ τούτων δὲ χωρὶς ὃς ἃν ἑτέραν
Line of edition: 17   ἐπινοήσειε δεινὴν τιμωρίαν καὶ τῆς αὐτοῦ δυναμένην καθικέσθαι
Line of edition: 18   ψυχῆς, ϕίλος οὗτος ἐμοὶ καὶ τὰ μεγάλα μοι χαριζόμενος· μὴ
Line of edition: 19   μέντοι τοῖς ὀϕθαλμοῖς ὀϕθήτω τοῖς ἐμοῖς ἔτι ζῶν ὁ κακῶς
Line of edition: 20   ἀπολούμενος· ἄχθος γάρ μοι καὶ μόνον ὁρώμενος καὶ μάστιξ
Line of edition: 21   ἁπτομένη μου τῆς καρδίας.» Ταῦτα ὁ μὲν εἶπεν, ὁ δὲ ἐξήγετο
Line of edition: 22   τῆς εἱρκτῆς νυττόμενός τε καὶ προπηλακιζόμενος καὶ τί τῶν
Line of edition: 23   λυπεῖν δυναμένων οὐχ᾿ ὑϕιστάμενος 3, ἕως οἱ κολασταὶ τὸν
Line of edition: 24   τόπον καταλαβόντες ἱστῶσι μὲν τὸν σταυρόν, τὸν ἀθλητὴν δὲ
Line of edition: 25   διατείνουσί τε καὶ προσηλοῦσιν· ἔπειτα γυμνῇ τῇ σαρκὶ πολλὰ
Line of edition: 26   τὰ βέλη παρὰ πολλῶν ἀϕιέμενα ὅλον κατάστικτον εὐθὺς ποιοῦσι
Line of edition: 27   καὶ τραυμάτων μεστόν. Καὶ ὅρα περιουσίαν ὠμότητος καὶ μανίας.
Line of edition: 28   Τὰ γὰρ βέλη πάλιν ἐκ τῶν σαρκῶν ἀναιρούμενοι, δὶς καὶ τρὶς
Line of edition: 29   ἠϕίεσαν κατὰ τοῦ ἁγίου· οὐδὲ ταῦτα ἤρκει τοῖς υἱοῖς τοῦ σκότους,
Line of edition: 30   τοῖς ἐργάταις τῆς ἀνομίας, ἀλλ᾿ ἔδει πάντως καί τι καινότερον
Line of edition: 31   ἐπινοηθῆναι κατὰ τὴν πονηρὰν εἰσήγησιν Λικιννίου· ὑποβάλλει
Page of edition: 177
Line of edition: 01
   τοίνυν ὁ ἐξ ἀρχῆς ἀνθρωποκτόνος καὶ τοῦ κοινοῦ γένους τῶν
Line of edition: 02   ἀνθρώπων ἐχθρὸς κόλασιν βιαίαν, κόλασιν οὐδὲ ἀκοῦσαι μόνοις
Line of edition: 03   τοῖς ὠσὶν ἀνεκτήν· οἷα γὰρ ἐννοοῦσιν, οἷα δρῶσιν οἱ τῶν
Line of edition: 04   δαιμόνων ἀληθῶς ϕίλοι καὶ ὑπ᾿ ἐκείνων ταῦτα μυσταγωγούμενοι
Line of edition: 05   · λύουσι τὸ ἐπὶ τῆς ὀσϕύος περίζωμα τῷ ἁγίῳ, τοῦ τῆς αἰδοῦς
Line of edition: 06   ἅπτονται μορίου καὶ -- ὦ χειρῶν μιαρῶν, ὦ ψυχῆς ὠμοτάτης
Line of edition: 07   καὶ ἀναισχύντου -- ἧλόν τινα σιδηροῦν λαβόντες ἄγαν ὀξύτατον
Line of edition: 08   ἐνιᾶσι διὰ τοῦ ἐν τῷ μορίῳ πόρου· καὶ τὸ λοιπὸν ἦσαν οὕτω
Line of edition: 09   τὸν ἧλον ἐξέλκοντές τε καὶ εἰσέλκοντες συνεχῶς καὶ οὐκ ἐνάρκουν,
Line of edition: 10   οὐκ ἤλγουν, οὐκ ἐμυσάττοντο. Ταύτῃ τῇ ἀϕορήτῳ τῆς
Line of edition: 11   ὀδύνης ὑπερβολῇ αἴσθησιν ὁ μάρτυς δριμυτέραν δεξάμενος·
Line of edition: 12   «Χριστέ, βοήθει μοι» μέγα ἐβόησεν· «ὁρᾷς, οἷα πάσχω καὶ
Line of edition: 13   ὅπως ὠδῖνες ὀξεῖαι πιέζουσί μου καὶ συνέχουσι τὴν ψυχήν·
Line of edition: 14   κίνδυνοι ᾄδου εὕροσάν με, σίδηρος διῆλθε μου τὴν ψυχήν· ἀλλὰ
Line of edition: 15   γένοιτό μοι ἀναψυχή τε καὶ ἄνεσις τῇ ἐπιϕανείᾳ τῆς σῆς ἐπιλάμψεως·
Line of edition: 16   τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων
Line of edition: 17   με· πότε ἥξω καὶ ὀϕθήσομαι τῷ προσώπῳ σου;»

Chapter: 14

Line of edition: 18   14. Ταῦτα τοῦ μάρτυρος εὐξαμένου καὶ τῶν ἐπιγελώντων
Line of edition: 19   καὶ τὰ δεινὰ ἐπαγόντων, ὡς τοῦ ἁγίου ἤδη ἐκπεπνευκότος 1,
Line of edition: 20   ἐπανελθόντων, θεία τις αὐτῷ δύναμις οὐρανόθεν ἐϕοίτα καὶ ϕωνὴ
Line of edition: 21   πλήρης χαρᾶς ἠκούετο λέγουσα· «Χαίροις, ὁ γενναῖος τοῦ
Line of edition: 22   Χριστοῦ ἀθλητής· ἐδόξασας ἐν τοῖς μέλεσι σου τὸν διὰ σὲ
Line of edition: 23   σταυρὸν ὑπομείναντα· τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας
Line of edition: 24   · ἀπόκειταί σοι λοιπὸν ὁ τῆς δικαιοσύνης στέϕανος αἰωνία τε
Line of edition: 25   ἀγαλλίασις περιμένει σε καὶ ζωή.» Οὕτως εἶπες καὶ εὐθὺς
Line of edition: 26   ἀπέπτη, συναπέπτη δὲ τῇ ϕωνῇ πᾶς μώλωψ καὶ οὐλὴ πᾶσα καὶ
Line of edition: 27   ὀδύνη καὶ λυπηρῶν εἴτι 3 αἴσθησις καὶ ὅλος ἦν ὑγιής, ὅλος
Line of edition: 28   εὔθυμος, πλήρης χαρᾶς, πλήρης χάριτος· ἔνθεν τοι καὶ χείλη
Line of edition: 29   ἀγαλλιάσεως ἐκίνει πρὸς ὑμνῳδίαν· «ὑψώσω σε, λέγων, ὁ
Line of edition: 30   βασιλεύς μου καὶ ὁ Θεός μου, καὶ εὐλογήσω τὸ ὄνομα σου εἰς
Line of edition: 31   τὸν αἰῶνα, ὅτι μοι τὸ ἑσπέρας ηὐλίσθη κλαυθμὸς καὶ εἰς τὸ
Page of edition: 178
Line of edition: 01
   πρωὶ ἀγαλλίασις· μέγας ὁ κύριος καὶ αἰνετὸς σϕόδρα καὶ τῆς
Line of edition: 02   μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας.» Καὶ οὕτως ἦν παρ᾿ ὅλην
Line of edition: 03   τὴν νύκτα ὅλῳ τῷ 1 νοὶ καὶ στόματι ὁμιλῶν Θεῷ καὶ τῷ αὐτοῦ
Line of edition: 04   κάλλει ἐναγαλλόμενος.

Chapter: 15

Line of edition: 05   15. Λικίννιος δὲ ἐξαναστὰς ἤδη τῆς ἡμέρας διαλαμψάσης,
Line of edition: 06   δύο τινὰς ἐκπέμπει τὴν τοῦ κεντυρίωνος ἀρχὴν μετιόντας,
Line of edition: 07   Ἀντίοχος αὐτοῖς καὶ Πατρίκιος τὰ ὀνόματα, κελεύσας τὸ σῶμα
Line of edition: 08   τοῦ μάρτυρος -- ποῦ γὰρ καὶ ζῆν αὐτὸν ὑπελάμβανε, πλῆρες
Line of edition: 09   πληγῶν, πλῆρες ὕβρεως; -- ἑλκόμενον ἀτίμως ἀγαγεῖν πρὸς
Line of edition: 10   αὐτόν, ἵν᾿ ἐπιχαρῇ πάντως καὶ διαλευάσῃ καὶ μετὰ θάνατον,
Line of edition: 11   εἶτα καὶ τῇ θαλάσσῃ ἀχθῆναι προστάξῃ, ὥστε μηδὲ ὁσίας
Line of edition: 12   ἐκεῖνο τῆς προσηκούσης τυχεῖν. Ἐχόμενα τοίνυν τοῦ τόπου
Line of edition: 13   γενόμενοι, ἔνθα δὴ καὶ τὸν ἅγιον ἀνασκολοπίσαντες ἦσαν, τὸ μὲν
Line of edition: 14   ξύλον ἀτενίσαντες εἶδον, αὐτὸν δὲ καίτοι πανταχόσε περιαθρήσαντες
Line of edition: 15   οὐχ ἑώρων· ἐντεῦθεν ἀνάμνησις αὐτοὺς ὑπέθραττε τῆς
Line of edition: 16   ἐκ νεκρῶν ἀναστάσεως τοῦ Χριστοῦ. Ὑπολαβὼν οὖν ὁ Ἀντίοχος
Line of edition: 17   " μήτι γε, ϕίλτατε Πατρίκιε, ᾗ ϕησι 2 τὰ χριστιανῶν λόγια ἐκ
Line of edition: 18   νεκρῶν ἐγηγέρθαι τὸν σταυρωθέντα Χριστόν, οὕτω δὴ καὶ ὁ
Line of edition: 19   λατρευτὴς ἐκείνου Θεόδωρος ἀναβιοὺς ἐξανέστη; ἐγὼ γὰρ ἴσθι
Line of edition: 20   τῇ προτεραίᾳ κατάστικτον αὐτὸν εἶδον τοῖς βέλεσι καὶ ξύλῳ
Line of edition: 21   τῷδε προσηλωμένον καὶ σχεδὸν ἐκπνεύσαντα καὶ οὐδὲν διενηνοχότα
Line of edition: 22   νεκροῦ. Νῦν οὖν, εἰ μὴ ὁ νεκρὸς κλέπτεται, τί λείπεται ἄλλο
Line of edition: 23   ὑπονοεῖν; " Ἐν ὅσῳ δὲ ταῦτα διελέγοντο πρὸς ἀλλήλους
Line of edition: 24   ἐπιϕαίνεται τούτοις ὁ μακαρίτης Θεόδωρος ἔτι τὸν ψαλμὸν ἐν
Line of edition: 25   χείλεσιν ἔχων ὀϕθαλμῶν τε ἱλαρότητι καὶ προσώπου ϕαιδρότητι
Line of edition: 26   τὸ κατὰ ψυχὴν χάριεν ὑποϕαίνων καί ϕησιν 3 πρὸς αὐτούς·
Line of edition: 27   " Τεκνία, ἐγὼ εἰμὶ Θεόδωρος, μὴ ϕοβεῖσθε· Θεὸς ἐκδικήσεων
Line of edition: 28   κύριος, Θεὸς ἐκδικήσεων, ὃς καὶ τῆς ὑμῶν κηδόμενος σωτηρίας
Line of edition: 29   καὶ πρὸς ἑαυτὸν ἐκκαλούμενος περὶ τὰς πύλας ἤδη με γενόμενος
Line of edition: 30   τοῦ θανάτου παραδόξως ἀνέστησε καὶ νενεκρωμένον ὄντα σχεδὸν
Line of edition: 31   ἐψύχωσεν. Εἰ οὖν πιστεύσητε, καὶ μείζονα τούτων ὑμεῖς
Page of edition: 179
Line of edition: 01
   ὄψεσθε. " Οὕτως εἰπὼν τὸν τύπον τοῦ θείου σταυροῦ ἔτι διαπορουμένοις
Line of edition: 02   καὶ ἀπιστοῦσιν αὐτοῖς ἐπιβάλλει· ἔνθεν τοι καὶ χάριτος
Line of edition: 03   θείας ὑποπλησθέντες καὶ ὡσπερεὶ διανοιγέντων αὐτοῖς τῶν ὀμμάτων,
Line of edition: 04   " μέγας ὁ Θεὸς τῶν χριστιανῶν " ἐξεβόησαν. Καὶ προσπεσόντες
Line of edition: 05   αὐτίκα, ποδῶν τε αὐτοῦ εἴχοντο καὶ προσαγωγῆς τυχεῖν
Line of edition: 06   παρ᾿ αὐτοῦ τῆς πρὸς τὸν 1 Χριστὸν ἐδέοντο. " Οὐκέτι γὰρ ὑποστρέψομεν
Line of edition: 07   " ἔλεγον, " οὐ τῇ πλάνῃ δουλεύσομεν, οὐ τῷ σκότει
Line of edition: 08   προστεθησόμεθα, ἕνα Θεὸν σέβειν πεπιστευκότες τὸν ὑπὸ σοῦ
Line of edition: 09   κηρυττόμενον. " Γνοὺς οὖν ὁ θεῖος Θεόδωρος ἐξ ὅλης αὐτοὺς
Line of edition: 10   πεπιστευκέναι τῆς καρδίας, καὶ προσήκατο καὶ ἠσπάσατο καὶ
Line of edition: 11   σὺν πολλῇ τῇ περιχαρείᾳ· "ὑμεῖς δὲ ἀλλὰ μὴ ἀπιστήσητε"
Line of edition: 12   πρὸς αὐτοὺς εἶπεν, " ὡς ἕνεκα τῆς ὑμῶν σωτηρίας ὃ γέγονεν εἰς
Line of edition: 13   ἐμὲ γέγονεν, ἵν᾿ εἰδῆτε καὶ ἐπιγνῶτε καὶ ἀληθῶς εἴπητε· αὕτη ἡ
Line of edition: 14   ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου· ὃς καὶ νῦν μέσος ὑμῶν πάρεστιν
Line of edition: 15   ἀοράτως, τὰς ὑμετέρας όμολογίας ἀπογραϕόμενος· ἔστω οὖν
Line of edition: 16   τῆς ψυχῆς ὑμῶν 2 λύχνος διαπαντὸς καιόμενος, ἵνα μὴ ὁ πάντων
Line of edition: 17   ἐχθρὸς διάβολος διαστρέψῃ τὰς καρδίας ὑμῶν καὶ ὀπίσω πάλιν
Line of edition: 18   παρασκευάσῃ τῆς εἰδωλομανίας πορεύεσθαι. " Τοιαῦτα καὶ
Line of edition: 19   πλείω τούτων εἰπὼν ἐπέρρωσεν αὐτῶν τὰς ψυχὰς καὶ τῷ θεμελίῳ
Line of edition: 20   τῆς πίστεως ἐνίδρυσε τὰς καρδίας. Τῆς δὲ ϕήμης τοῦ θαύματος
Line of edition: 21   πανταχόσε διαϕοιτώσης, ζῶντά τε καὶ ὑγιᾶ καὶ ἄπληγα πρὸς
Line of edition: 22   ἅπαντας αὐτὸν παριστώσης, καὶ ἕτεροι προσῆλθον τὸν ἀριθμὸν
Line of edition: 23   πέντε καὶ ὀγδοήκοντα, ἄνδρες λογάδες καὶ συνέσει διαπρεπεῖς·
Line of edition: 24   καὶ ἰδόντες ἐπίστευσάν τε καὶ τῷ ἁγίῳ προσέπεσον, δεόμενοι τῷ
Line of edition: 25   καταλόγῳ τῶν πιστευσάντων καὶ αὐτοὺς συναριθμηθῆναι· οἳ
Line of edition: 26   καὶ κατηχηθέντες τὸν λόγον τῆς σωτηρίας, πάντων ἀϕέμενοι
Line of edition: 27   τῶν προσκαίρων, ἐντὸς ὀλίγου καιροῦ πολλὴν περὶ τὴν πίστιν
Line of edition: 28   ἐπεδείξαντο τὴν ἐπίδοσιν· οὐκέτι γὰρ ἁπλῶς πιστεύοντες ἦσαν,
Line of edition: 29   ἀλλὰ καὶ τῆς τῶν διωκομένων μοίρας ὑπὲρ Χριστοῦ γεγόνασι.

Chapter: 16

Line of edition: 30   16. Μαθὼν δὲ τὰ γεγονότα Λικίννιος, Κέστον τινὰ καλούμενον,
Line of edition: 31   ἕνα τῶν πατρικίων, οὐκ ὀλίγην αὐτῷ χεῖρα στρατιωτῶν
Page of edition: 180
Line of edition: 01
   παρασχόμενος ἐκπέμπει, κελεύσας αὐτῷ πάντας τοὺς εἰς Χριστὸν
Line of edition: 02   πεπιστευκότας διὰ τοῦ μάρτυρος τῷ διὰ ξίϕους θανάτῳ ὑπαγαγεῖν·
Line of edition: 03   Ἀλλὰ Λικίννιος μὲν οἷα πονηρὸς ὤν ἐσχάτως καὶ οὐδὲ
Line of edition: 04   βραχὺ τὴν κακίαν ἰάσιμος, τοιαῦτα ἐπιτάττων ἦν, ἀπελθὼν δὲ
Line of edition: 05   ὁ Κέστος καὶ θεασάμενος ἀναθεωρήσεών τε πληρωθεὶς τὴν
Line of edition: 06   ψυχήν, ἅτε καὶ θειοτέρας τινὸς ἀκτῖνος περιλαμψάσης αὐτόν, εἷς
Line of edition: 07   καὶ αὐτὸς τοῦ θιάσου τῶν πιστευσάντων γίνεται καὶ σὺν αὐτῷ
Line of edition: 08   πάντες οἱ στρατιῶται, εἷς τοῦ ἑτέρου ἐχόμενος, τὸν τῆς σειρᾶς
Line of edition: 09   τρόπον κοινῇ βοῶντες· "Εἷς Θεὸς ὁ Χριστός, σῴζων τοὺς εἰς
Line of edition: 10   αὐτὸν πιστεύοντας· ἀκουσάτω ταῦτα καὶ 1 βασιλεὺς καὶ δῆμος ὁ
Line of edition: 11   σὺν ἐκείνῳ μαινόμενος." Ἐκ τούτου γίνεται τοῦ λοιποῦ τῆς
Line of edition: 12   πόλεως πλήθους ὁρμὴ καὶ στάσις οὐ καθεκτή. Καί τις ξιϕήρης
Line of edition: 13   τῶν τοῦ βασιλέων ὑπασπιστῶν ὡς πλήξων ὁρμήσας τὸν μάρτυρα,
Line of edition: 14   ἐπλήγη παρὰ τοῦ Κέστου, πρᾷως οὐκ ἐνεγκόντος τὸ κατὰ τοῦ
Line of edition: 15   ἁγίου τόλμημα· τοῦτον δὲ τὸν Κέστον καιρίως βαλὼν ἕτερος,
Line of edition: 16   Μέρπας ὄνομα 2, διὰ μιᾶς πληγῆς μάρτυρα πρὸς Χριστὸν παραπέμπει
Line of edition: 17   · προεχώρησεν ἃν καὶ εἰς πλείονας ἡ σϕαγή, εἰ μὴ
Line of edition: 18   ϕθάσας ὁ τοῦ Χριστοῦ στρατιώτης Θεόδωρος καὶ τὸ ἐκείνου
Line of edition: 19   πρᾷον πεπαιδευμένος, καὶ τοῦτο μὲν θεραπείᾳ τῶν ἤδη πληγέντων,
Line of edition: 20   τοῦτο δὲ καὶ τῷ τοῦ ϕρονήματος ἠπίῳ καὶ προσηνεῖ
Line of edition: 21   τὴν μὲν τοῦ πλήθους ὁρμὴν ἐπέσχε, μή τι καὶ αὔθαδες καταπράξωνται,
Line of edition: 22   τοὺς δὲ τῷ Χριστῷ πεπιστευκότας ἐδίδαξε πάντα
Line of edition: 23   ϕέρειν μεγαλοϕρόνως τὰ ἐπιόντα, μὴ κακῷ τὸ κακὸν ἀλλ᾿ ἀγαθῷ
Line of edition: 24   μᾶλλον ἀμειβομένους· ᾧ καὶ πεισθέντες προθύμως ἀνῆκαν
Line of edition: 25   ἑαυτοὺς εἰς σϕαγήν, ἀγαπήσαντες ἑκούσια θύματα γενέσθαι τῷ
Line of edition: 26   ὑπὲρ ἡμῶν πρώτῳ σϕάγιον τῷ πατρὶ προσενηνεγμένῳ.

Chapter: 17

Line of edition: 27   17. Ἐπεὶ δὲ ἠκηκόει Λικίννιος πολλοὺς τῶν ἐκείνου στρατιωτῶν
Line of edition: 28   Χριστῷ καὶ Θεοδώρῳ προστιθεμένους καὶ ὅτι αὐξάνει μὲν
Line of edition: 29   τὰ τοῦ μάρτυρος, τὰ ἐκείνου δὲ δεινῶς ἐλαττοῦται, κελεύει
Line of edition: 30   στρατιώτας ἑτέρους, οἷς γε δὴ καὶ μάλιστα πεποιθὼς ἦν, ἀϕικέσθαι
Line of edition: 31   καὶ μὴ ἁπλῶς οὕτω καὶ κατὰ πάρεργον διελθεῖν, ἀλλ᾿ ἦ μὴν 3
Page of edition: 181
Line of edition: 01
   Θεόδωρον κατασχεῖν καὶ μηδ᾿ ὁτιοῦν προϕασισαμένους εὐθὺς
Line of edition: 02   ἀνελεῖν. Τούτοις οὖν ἤδη τὸν τόπον καταλαβοῦσιν οὐ συνεχώρει
Line of edition: 03   τὸ τῶν πιστευσάντων πλῆθος τὸν ἅγιον διαχρήσασθαι, τοὺς
Line of edition: 04   ναυτῶν αὐχένας ὑπὲρ αὐτοῦ προτείνοντες ἕκαστον οἷς καὶ ἐπιτιμήσας
Line of edition: 05   ὁ ἅγιος ἵστησι τῆς ὁρμῆς· "Τεκνία, εἰπών, οὕς ἐν
Line of edition: 06   Χριστῷ κατὰ Παῦλον αὐτὸς ἐγέννησα, μηδέν μοι ἐμποδὼν
Line of edition: 07   γένοισθε κατὰ ταύτην δὴ τὴν ἡμέραν, ἧς ἐκ πολλοῦ ἤδη τοῦ
Line of edition: 08   χρόνου ἐπεθύμουν ἐγώ, μηδ᾿ ἀγαθόν τι πράττειν δοκοῦντες
Line of edition: 09   ϕθονήσητέ μοι μεγίστου πράγματος, τοῦ διὰ Χριστὸν μαρτυρίου,
Line of edition: 10   ὃ πάντως ἀδύνατον ἄλλως εἰ μὴ τῷ ὑπὲρ αὐτοῦ τελειωθῆναι
Line of edition: 11   θανάτῳ· ὑμᾶς δὲ ἔχειν τὴν τοῦ Χριστοῦ εἰρήνην καλόν, ἣν
Line of edition: 12   ἀνιὼν πρὸς τὸν πατέρα τοῖς οἰκείοις μαθηταῖς πρώτοις καὶ δι᾿
Line of edition: 13   ἐκείνων πᾶσιν ἀϕῆκε." Τοῖς μὲν οὖν ἐκ τῆς πλάνης ἤδη μετατεθεῖσιν
Line of edition: 14   ἐπιγνοῦσί τε τὸν δημιουργὸν τῶν ὅλων παρηγγύα μέχρι
Line of edition: 15   τέλους 1 ἀμετάθετον αὐτῷ τὴν πίστιν ϕυλάξαι· "Ὁ γὰρ ὑπομείνας,
Line of edition: 16   ϕησίν, εἰς τέλος, οὗτος σωθήσεται· κἂν ἐπὶ βασιλεῖς καὶ
Line of edition: 17   ἡγεμόνας ἀχθῆτε, μηδὲν δείσητε· πιστὸς ὁ ἐπαγγειλάμενος·
Line of edition: 18   οὐ μή σε ἀνῶ οὐδ᾿ οὐ μή σε ἐγκαταλίπω." Τοῖς δὲ μήπω τῆς
Line of edition: 19   εἰδωλικῆς πλάνης ἀπηλλαγμένοις " ἀλλ᾿ εἰ καὶ μήπω, ἔϕη, τὸ
Line of edition: 20   κάλυμμα τῆς ἀσεβείας οὐκ ἀϕῃρέθη τῶν καρδιῶν ὑμῶν, ἀλλὰ
Line of edition: 21   πέποιθα τῷ Χριστῷ πολλοῖς ἐξ ὑμῶν τὴν θείαν ἐπιλάμψαι
Line of edition: 22   χάριν καὶ πρὸς ἑαυτὴν ἐπισπάσασθαι, μόνον πρὸς ἑαυτοὺς
Line of edition: 23   εἰρηνεύετε καὶ τῆς πρὸς τὸν πλησίον ἀγάπης ἐπιμελῶς ἔχεσθε
Line of edition: 24   καὶ κατὰ δύναμιν ἐπαρκεῖτε τοῖς δεομένοις· ἐντολὴ τοῦτο
Line of edition: 25   διδάσκει Χριστοῦ καὶ νόμος αὐτὸς ὁ τῆς ϕύσεως. " Οὕτως εἰπὼν
Line of edition: 26   καὶ τὸ πλῆθος ἅπαν συναρμοσάμενος πρὸς ἕνα τὸν κοινῇ συμϕέροντα
Line of edition: 27   λογισμὸν εὐλογήσας τε ὥσπερ ἔδει καὶ πάντων ὑπερευξάμενος,
Line of edition: 28   τῷ ὑπηρέτῃ αὐτοῦ τῷ καὶ πάντα ἀκροωμένῳ ἐπισκήπτει
Line of edition: 29   μετὰ τὴν ἐκείνου πρὸς Θεὸν ἐκδημίαν πᾶσαν μὲν τὴν αὐτοῦ
Line of edition: 30   κτῆσιν πένησί τε καὶ χήραις καὶ ὀρϕανοῖς διανεῖμαι, τὸ δὲ σῶμα
Line of edition: 31   καταθεῖναι ἐν Εὐχαίνοις ἐν τῷ τόπῳ, ὃς ἐκ πατρικῆς αὐτῷ
Page of edition: 182
Line of edition: 01
   περιῆλθε κληροδοσίας. Ταῦτα διορισάμενος καὶ εὐσχημόνως
Line of edition: 02   ἑαυτὸν ὑποκλίνας, πολλῶν παρεστώτων καὶ τὸ χάριεν αὐτοῦ καὶ
Line of edition: 03   πρόθυμον περὶ τὸν θάνατον καθορώντων πίστεις τε βεβαίας
Line of edition: 04   ἐντεῦθεν λαμβανόντων περὶ τοῦ μέλλοντος, ξίϕει τὴν μακαρίαν
Line of edition: 05   ἐκείνην ἀποτέμνεται κεϕαλήν.

Chapter: 18

Line of edition: 06   18. Ἄραντες δὲ τὸ ἱερὸν αὐτοῦ λείψανον, οἷς γε δὴ καὶ προστέτακτο,
Line of edition: 07   ἐν Εὐχαίνοις κατατιθοῦσι θησαυρὸν ἄσυλον, πλοῦτον
Line of edition: 08   ἄϕατον, σωτήριόν τι χρῆμα τοῖς περιοίκοις, νοσημάτων πάντων
Line of edition: 09   ϕυγαδευτήριον, εἰς δόξαν τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν
Line of edition: 10   Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει τιμὴ πᾶσα δόξα τε 1 καὶ μεγαλοπρέπεια
Line of edition: 11   νῦν καὶ εἰς τοὺς αἰῶνας 2· ἀμήν.

Vita Theodori

On the basis of the edition by
Hippolyte Delehaye,
Les légendes grecques des saints militaires,
Paris 1909,
p. 183-201 (Appendice V)

Page of edition: 183
Line of edition: 01
    ΒΙΟΣ ΠΡΟ ΤΟΥ ΜΑΡΤΥΡΙΟΥ ΚΑΙ Η ΕΚ ΠΑΙΔΟΣ
Line of edition: 02    ΑΝΑΓΩΓΗ ΤΕ ΚΑΙ ΑΥΞΗΣΙΣ ΚΑΙ ΘΑΥΜΑΤΑ ΕΞΑΙΣΙΑ
Line of edition: 03    ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΠΑΝΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ
Line of edition: 04    ΘΕΟΔΩΡΟΥ.

Chapter: 1

Line of edition: 05   1. Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ
Line of edition: 06   Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ καὶ
Line of edition: 07   συναγαγὼν ἅπαντας τῇ ἐτησίῳ ταύτῃ κυκλικῇ περιόδῳ ἐν τῇ τοῦ
Line of edition: 08   ἀθλοϕόρου σκηνῇ, ἐν ᾗ τεθησαύρισται τὸ παντὸς κτήματος
Line of edition: 09   πολὺ 1 τιμιώτερον αὐτοῦ λείψανον, ὡς ἐν ὄρει ἁγίῳ Σιών,
Line of edition: 10   ἀκοῦσαι τῶν ἐντολῶν αὐτοῦ καὶ πορεύεσθαι ἐν αὐταῖς· ὁ καὶ
Line of edition: 11   νῦν εὐδοκήσας τοῖς πλουσίοις αὐτοῦ οἰκτιρμοῖς ϕθάσαι πάλιν
Line of edition: 12   ἡμᾶς τὴν γενέθλιον ταύτην τῆς πανηγύρεως ἑορτὴν πρὸς αἶνον
Line of edition: 13   καὶ δόξαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ· ὃς καὶ ἱκάνωσεν ἡμᾶς
Line of edition: 14   τοὺς ἀναξίους διακόνους θείων μυστηρίων γενέσθαι καὶ τῶν
Line of edition: 15   αὐτοῦ θαυμάτων ὑϕηγητάς· καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης
Line of edition: 16   αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ὅτι ἐπλήσθη
Line of edition: 17   πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν κύριον· διὸ καὶ ἡμεῖς ὥσπερ ἐξ
Line of edition: 18   ὕπνου τῆς νωθείας 2 ἡμῶν ἐγερθέντες τῇ τοῦ παναγίου πνεύματος
Line of edition: 19   συνεργείᾳ καὶ γνόντες ἐκ τῶν θείων γραϕῶν, ὅτι πᾶς ὁ ἀρχόμενος
Line of edition: 20   λόγου καὶ πράγματος ἐκ Θεοῦ τε ἄρχεσθαι καὶ εἰς Θεὸν ἀναπαύεσθαι
Line of edition: 21   ὤϕειλεν, ἔνθεν ποιησώμεθα τὴν ἀρχήν

Chapter: 2

Line of edition: 22   2. Χριστός ἐστιν ὁ Θεὸς ἡμῶν, ἡ εἰρήνη ἡμῶν ἀδελϕοί, ὁ
Line of edition: 23   δι᾿ οἶκτον τὸν πρὸς ἡμᾶς ἀναστὰς ἐκ τῶν κόλπων τῶν πατρικῶν
Line of edition: 24   καὶ κατελθὼν ἐπὶ γῆς σάρκα τε ἀναλαβὼν ἐκ τῆς ἁγίας παρθένου
Page of edition: 184
Line of edition: 01
   καὶ θεοτόκου Μαρίας καὶ προελθὼν ἐξ αὐτῆς Θεὸς τέλειος καὶ
Line of edition: 02   ἄνθρωποι τέλειος ὁ αὐτός. ὁ τὸ μεσότοιχον τοῦ ϕραγμοῦ λύσας
Line of edition: 03   τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, ὁ πρῶτος μάρτυς ἐπὶ τὸν σταυρὸν
Line of edition: 04   ἀνελθὼν καὶ τὸ τοῦ διαβόλου κράτος ἐν αὐτῷ καθελών· ὃς
Line of edition: 05   ἐρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς
Line of edition: 06   τὴν βασιλείαν αὐτοῦ· αὐτὸς τὰς ἀνομίας ἡμῶν ἦρεν καὶ τὰς
Line of edition: 07   νόσους ἐβάστασεν. Αὐτὸν οὖν ἐπικαλεσάμενοι καὶ ἡμεῖς τὸν τὰ
Line of edition: 08   ἀσθενῆ τοῦ κόσμου ἐκλεξάμενον, ὀλίγα τινὰ τῶν εἰς ἡμᾶς
Line of edition: 09   ἐλθόντων ἐκ τῶν τοῦ ἁγίου καὶ ἐνδόξου τούτου μεγαλομάρτυρος
Line of edition: 10   Θεοδώρου θαυμάτων εἰπεῖν τολμήσωμεν, ὅρῳ καὶ κανόνι τῇ
Line of edition: 11   ἀληθείᾳ χρώμενοι καὶ μηδὲν πλέω τῷ λόγῳ προσχαριζόμενοι.
Line of edition: 12   Οὐδὲ γὰρ θάλασσά ποτε δεῖται τῶν εἰσρεόντων εἰς αὐτὴν ποταμῶν,
Line of edition: 13   κἂν εἰσρέωσιν ὅτι πλεῖστοι καὶ μέγιστοι, οὔτε τι τῶν
Line of edition: 14   εἰσοισόντων πρὸς ἐγκωμίων ἔπαινον ὁ νῦν εὐϕημούμενος
Line of edition: 15   ἐπιδέεται, διότι αὐτὸς μὲν τοῖς συνελθοῦσι πρόκειται πᾶσιν
Line of edition: 16   ἄλλος καρυκεία καὶ τροϕὴ ϕθορᾶς πάσης ὑψηλοτέρα, τοῖς δὲ
Line of edition: 17   πτωχοτάτοις ἡμῖν τοῦτο σπουδάζειν ἐν παντὶ ἔργῳ καὶ λόγῳ
Line of edition: 18   δι᾿ εὐχῆς ἐδωρήσατο, ὥστε καταρτίζειν τὸν λαὸν κυρίου πρὸς
Line of edition: 19   μίμησιν καὶ ζῆλον τῆς αὑτοῦ ἐναρέτου πολιτείας καὶ τῆς εἰς
Line of edition: 20   Θεὸν θερμῆς αὐτοῦ καὶ ἀνυποκρίτου πίστεως· πρὸς ὃ βλέποντες
Line of edition: 21   μόνον καὶ ἄλλο μηδὲν σκοποῦντες οὕτω καὶ διηγησώμεθα καὶ
Line of edition: 22   σιωπησώμεθα τὰ λόγου καὶ σιωπῆς ἄξια· γραϕέσθω τοιγαροῦν
Line of edition: 23   ἡ προλάμπειν τῶν θαυμάτων ὀϕείλουσα τοῦ ἁγιωτάτου ἀνδρὸς
Line of edition: 24   ἀνατροϕή τε καὶ μαρτυρία ὅθεν τε ἔϕυ καὶ τίνος τῆς αἰτίας ἐνταῦθα
Line of edition: 25   παραγενόμενος τόνδε τὸν τόπον ἠγάπησε καὶ εὐδόκησεν
Line of edition: 26   ἐν αὐτῷ, ὅπως ἃν γνῷ γενεὰ ἑτέρα, υἱοὶ τεχθησόμενοι, καὶ
Line of edition: 27   ἀναγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν, ἵνα θῶνται ἐπὶ τὸν Θεὸν
Line of edition: 28   τὴν ἐλπίδα αὐτῶν καὶ τὴν ἴσην τούτῳ μεταδιώκουσιν ἀρετήν.
Line of edition: 29   Καθ᾿ ὅσον δὲ ἡμῖν ἐϕικτόν. τῷ συντετμημένῳ λόγῳ χρησώμεθα,
Line of edition: 30   ἐπειδὴ κόρος λόγου ἐξ ἀτέχνου μάλιστα καὶ ἁπλῆς προϊὼν
Line of edition: 31   διανοίας πολέμιος ἀκοαῖς· διὸ καὶ συγγνώμην αἰτῶ νεῖμαι τοὺς
Line of edition: 32   ἐντυγξάνοντας.

Chapter: 3

Line of edition: 33   3. Πατρὶς ὑπῆρχε τοῦ ἁγίου μεγαλομάρτυρος Θεοδώρου
Page of edition: 185
Line of edition: 01
   αὕτη ἡ πρὸς ἥλιον ἀνίσχοντα χώρα· εὐγενὴς γὰρ καὶ οὗτος
Line of edition: 02   τῶν ἀϕ᾿ ἡλίου ἀνατολῶν· καὶ πατὴρ μὲν αὐτῷ τοὔνομα Ἐρύθριος,
Line of edition: 03   Πολυξένη δὲ μήτηρ, ἧστινος ἐν τῇ λοχείᾳ θανούσης.
Line of edition: 04   χριστιανὴν ὁ πατὴρ οὐχ εὑρίσκων τιθήνην τέχνῃ τὸ παιδίῳ
Line of edition: 05   ἐκθρέψαι ἐσκέψατο· καὶ δὴ πυροὺς καθαίρων καὶ πτίσσων κριθὰς
Line of edition: 06   ἄμϕω τε ἕψων ἁρμόδιον ὕδατι καὶ μέλιτι μιγνὺς τὸ ἀρκοῦν εἰς
Line of edition: 07   ἄγγος ἔβαλλεν ὑελοῦν, τιτθίου ἐκτύπωμα· ὅπερ τὸ βρέρος
Line of edition: 08   ἀντὶ μαζοῦ συνέχον τῷ στόματι καθάπερ γάλα τὸν χυλὸν ἡδέως
Line of edition: 09   ἐϕείλκετο. Τοῦ δὲ χρόνου προιόντος καὶ ὀδόντων τῷ νέῳ ϕυέντων,
Line of edition: 10   ἄρτον ἐκ σεμιδάλεως ὕδατι καταβρέχων ὀπωρῶν τε ταῖς
Line of edition: 11   ἁπαλωτέραις καὶ λαχάνων τοῖς χρηστοτέροις ὁ πατὴρ τοῦτον
Line of edition: 12   ἐξέτρεϕεν· κρεῶν γὰρ οὐδὲ ἀκμάσας ὁ ἅγιος ἀπογεύσασθαι
Line of edition: 13   κατεδέξατο. Ἕκτῳ τοίνυν ἐνιαυτῷ τῷ τῶν χριστιανῶν διδασκάλῳ
Line of edition: 14   τὸν νέον συνίστησι καὶ ὀλίγοις ἐκείνῳ ϕοιτήσαντα χρόνοις
Line of edition: 15   στρατιώτας καὶ ἄκων τοῦτον ποιεῖται τοῦ Καίσαρος· τοῦ δὲ
Line of edition: 16   πατρὸς λοιπὸν τελευτήσαντος, ληϕθεὶς ἐκ τῆς ἐνεγκαμένης πρὸς
Line of edition: 17   στρατιωτικοὺς καταλόγους ὁ γεννάδας, οὕτως μετὰ καὶ ἄλλως
Line of edition: 18   πολλῶν διέβη πρὸς τὴν Ἁμάσιαν, τῆς χειμερινῆς ἀνέσεως τοῖς
Line of edition: 19   στρατιώταις ἐκεῖσε παρὰ τῶν κρατούντων τότε διαταχθείσης.
Line of edition: 20   Ὡς δὲ πάντων ἐκράτει τῶν ἑταίρων ἐν πᾶσιν ὁ Θεόδωρος,
Line of edition: 21   ῥώμῃ καὶ μεγέθει καὶ τρόπων χρηστότητι καὶ τῇ πρὸς τὸν
Line of edition: 22   ταξιάρχην εὐνοίᾳ, τινὲς τῶν ὁμηλίκων βασκήναντες τοῦτον αὐτῷ
Line of edition: 23   διαβάλλουσιν ὡς οἷα τοὺς μὲν θεοὺς αὐτοῦ βδελυττόμενον,
Line of edition: 24   ξένῳ δὲ κατ᾿ ἰδίαν καὶ ἀγνώστῳ Θεῷ λατρεύοντα· τοῦτο γνοὺς
Line of edition: 25   ὅ μακάριος Θεόδωρος, τὸν ἴδιον δεσπότην Χριστὸν μιμησάμενος,
Line of edition: 26   μικρὸν ὑπεχώρησεν· παρασκευῆς μὲν γὰρ οὕτως εἶχε καὶ
Line of edition: 27   γνώμης, ὡς πάντα ῥᾳδίως οἴσων ἐξ ὤν στεϕανοῖ Χριστὸς τοὺς
Line of edition: 28   τὴν ἐκείνου ζηλοῦντας ὑπὲρ ἡμῶν ἄθλησιν. Ἀλλ᾿ ἐπείπερ
Line of edition: 29   νόμιμον αὐτῷ ἔδει καὶ τὸν ἀγῶνα γενέσθαι, νόμος δὲ μαρτυρίας
Line of edition: 30   μήτε ἐθελοντὰς πρὸς τὸν ἀγῶνα χωρεῖν ϕειδοῖ τῶν διωκόντων
Line of edition: 31   καὶ τῶν ἀσθενεστέρων μήτε παρόντος ἀναδύεσθαι, τὸ μὲν γὰρ
Line of edition: 32   θράσους, τὸ δὲ ἀνανδρίας ἐστίν, κἀν τούτῳ τιμῶν ἐκεῖνος τὸν
Line of edition: 33   νομοθέτην, τί μηχανᾶται; μᾶλλον δέ πρὸς τί ϕέρεται παρὰ
Page of edition: 186
Line of edition: 01
   τῆς πάντα πόρρωθεν προμηθουμένης σοϕῶς τὰ ἡμέτερα προνοίας
Line of edition: 02   κινούμενος; τῆς Ἁμασέων λαθραίως ὑποσυρεὶς καταλαμβάνει
Line of edition: 03   ἀπό τινος μεσαιτάτης πεδιάδος ἐπὶ τῇ τοῦ ἡλίου καταπαύσει
Line of edition: 04   λόϕον τινὰ ἐπιμήκη· καὶ γενόμενος ἐν τῇ τούτου ἀκρωρείᾳ,
Line of edition: 05   στὰς μετέωρος καὶ κατασκοπήσας πάντοθεν καὶ τερϕθεὶς τοῖς
Line of edition: 06   ὀϕθαλμοῖς καὶ εὐϕρανθεὶς τῷ πνεύματι ἐπὶ τῇ ἡσύχως προσπαρακειμένῃ
Line of edition: 07   τοποθεσίᾳ, θεωρεῖ ὑποκείμενον ἀλσώδη σεμνὸν
Line of edition: 08   τόπον· ἐν ᾧ καταβὰς καὶ ἐνδιατρίψας πρὸς βραχὺ μὴ εὑρηκώς
Line of edition: 09   τε ὕδωρ πρὸς παραμυθίαν, ἀτενίσας εἰς τὸ ὕψος τοῦ οὐρανοῦ
Line of edition: 10   καὶ καθ᾿ ἑαυτὸν ἐπιμνησθεὶς τῆς πρὸς τὸν θεράποντα τοῦ Θεοῦ
Line of edition: 11   Μωϋσῆν θείας ϕωνῆς τό· "τί βοᾷς πρός με;" λεγούσης,
Line of edition: 12   νοερῶς προσηύχετο τῇ διανοίᾳ πρὸς τὸν τῆς δόξης κύριον·
Line of edition: 13   " ἐπίβλεψον, δέσποτα, λέγων, παντοκράτορ κύριε, καὶ νῦν καὶ
Line of edition: 14   δὸς παραμυθίαν ἀναψύξεως τοῖς ἐπικεκλημένοις τὸ θαυμαστόν
Line of edition: 15   σου ὄνομα, ἐπιστάμενος, ὡς διὰ τὴν εἰς σὲ πίστιν καὶ τὸν
Line of edition: 16   μονογενῆ σου υἱὸν καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὴν μίαν
Line of edition: 17   παντοδύναμον θεότητα προῄρημαι καὶ σπεύδω πόθῳ τῷ πρὸς
Line of edition: 18   σὲ ἀξιωθῆναι τοῦ μαρτυρίου. " Αὐτίκα τοίνυν κατὰ τὸν ψαλμῳδόν,
Line of edition: 19   ὅτι ἐγγὺς κύριος τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ ὡς
Line of edition: 20   θέλημα τῶν ϕοβουμένων αὐτὸν ποιῶν, ἐπεῖδεν καὶ ἐπὶ τούτῳ
Line of edition: 21   τῷ μάρτυρι νοερῶς ἐντυγχάνοντι καὶ θαυματουργεῖ κἀκεῖ, δι᾿
Line of edition: 22   αὐτοῦ δωρησάμενος πλουσίαν πηγὴν ὕδατος ζῶντος· ἥτις καὶ
Line of edition: 23   μέχρι τοῦ δεῦρο πᾶσαν ἔκπληξιν παρέχει τοῖς παριοῦσι δι᾿
Line of edition: 24   ἐκείνης τῆς λεωϕόρου καὶ παρατυγχάνουσιν, ἀϕθόνως τῆς
Line of edition: 25   δαψιλείας τῆς θεοδωρήτου ἐκείνης ἀεννάου πηγῆς καὶ ταύτης
Line of edition: 26   ἀπολαύουσιν· διὸ καὶ [[γίγν]]εται ἅπαντας τὸν θαυματοποιὸν
Line of edition: 27   Θεὸν ἀνυμνεῖν. Ὥσπερ γάρ ποτε τῷ μεγάλῳ Ἡσαΐᾳ ἐπήκουσεν
Line of edition: 28   ὁ τῶν προϕητῶν καὶ ἡμῶν Θεός, πολιορκουμένης τῆς Ἱερουσαλὴμ
Line of edition: 29   ὑπὸ τῶν πολεμίων καὶ δίψει ϕλεγομένης, καὶ τὴν
Line of edition: 30   μεγάλην καὶ θαυμασίαν πηγὴν ἐκείνην τοῦ Σιλωὰμ ἐξώμβρισεν,
Line of edition: 31   ἣν καὶ ἀπεσταλμένην ὁ δημιουργὸς ὀνομασθῆναι εὐδόκησεν,
Line of edition: 32   περισώσας τὸν ἑαυτοῦ λαόν, οὕτω κἀνταῦθα τῷ καλλινίκῳ
Line of edition: 33   μάρτυρι ταύτην παρέσχετο.

Chapter: 4

Page of edition: 187
Line of edition: 01
   4. Τηνικαῦτα μὲν τὴν αὐτοῦ δίψαν παραμυθησάμενος, μέχρι
Line of edition: 02   δὲ καὶ νῦν πᾶσιν ἁπλῶς χαριζόμενος, τόν τε τόπον τὸν πρὶν
Line of edition: 03   χέρσον καὶ ἀοίκητον δι᾿ ἀνυδρίαν ὑπάρχοντα οἰκισθῆναι εὐδόκησεν
Line of edition: 04   · εὐχαριστήσας τοίνυν ἐπὶ τῷ παραδόξῳ τούτῳ θαύματι
Line of edition: 05   καὶ τὸν μεγαλόδωρον κύριον ἀνυμνήσας θαρρήσας τε τῇ ψυχῇ
Line of edition: 06   καὶ ἀγασθεὶς τῷ πνεύματι ὁ ὑπέρλαμπρος μάρτυς θείᾳ οἰκονομίᾳ
Line of edition: 07   ἀτενίσας καὶ ἑωρακὼς ἄντικρυς πρὸς ὕψος ἐπηρμένον ὄρος
Line of edition: 08   καὶ περὶ τὸν πρόποδα τούτου παρακείμενον βραχύτατον χωρίον
Line of edition: 09   ἀπῳκισμένον πολυοχλίας 1 πόλεων καὶ τερϕθεὶς ἐν αὐτῷ, ὅπερ
Line of edition: 10   πλήρης ὑπῆρχε θηρίων καὶ ἑρπετῶν τῶν ἐρπόντων ἐπὶ τῆς γῆς,
Line of edition: 11   ἐν τούτῳ γενόμενος καὶ εὑρηκὼς ἔνικμον καὶ χλοάζοντα τόπον
Line of edition: 12   καὶ ἰδιάζοντα. ὡς ἀληθέστερον δὲ εἰπεῖν δι᾿ ἐπήρειαν καὶ
Line of edition: 13   βλάβην ϕευκτὸν πάντῃ τοῖς παραβάλλουσιν, ἀποβὰς τῆς καθέδρας
Line of edition: 14   τοῦ ἵππου ἡσύχως ἐκαθέζετο· καὶ ὁρᾷ διειδεστάτην καὶ γλυκεῖαν
Line of edition: 15   πηγὴν καὶ ϕυτὸν μέγιστον ἱστάμενον, ἐν ᾧ ἐϕώλευεν
Line of edition: 16   θηρίον δράκοντος εἶδος ἔχον· διὸ καὶ ὁ τόπος ἄβατος ὑπῆρχεν,
Line of edition: 17   ὡς μηδενὸς τῶν πάντων τολμῶντος προσψαῦσαι μήτε ἀνθρώπου
Line of edition: 18   μήτε κτήνους· παραχρῆμα γὰρ τὸ πλησιάσαν ἀνηλίσκετο ὑπὸ
Line of edition: 19   τοῦ τοιούτου θηρίου· προνοίᾳ δὲ τοῦ τὰ πάντα σοϕῶς οἰκονομοῦντος
Line of edition: 20   Θεοῦ καὶ προβλεπομένου ϕιλανθρώπως τὰ κρείττονα
Line of edition: 21   καὶ ἐχόμενα σωτηρίας ἐκ τοῦ παραδόξου παρῆν καὶ ἡ δέσποινα
Line of edition: 22   τοῦ ῥηθέντος χωρίου· αὕτη δὲ ἦν συγκλητικὴ βασιλικοῦ γένους
Line of edition: 23   τῶν τῆς Ῥωμαίων τὰ σκῆπτρα διεπόντων, τῶν ἀμϕὶ Μαξιμιανὸν
Line of edition: 24   λέγω καὶ Μαξιμῖνον· οἵτινες διεγνωκότες αὐτὴν προσκυνεῖν
Line of edition: 25   καὶ σέβειν τὸν Χριστὸν καὶ βδελυσσομένην τὴν αὐτῶν
Line of edition: 26   εἰδωλομανίαν, αἰδούμενοι ταύτην ὡς ὑπ᾿ αὐτῆς μητρικῶς
Line of edition: 27   παιδαγωγηθέντες καὶ διὰ τοῦτο ϕυσικὴν στοργὴν ϕυλάξαι βουλόμενοι
Line of edition: 28   μηχανῶνται τῷ κακούργῳ τῆς ναυτῶν γνώμης σκοπῷ
Line of edition: 29   παραχωρῆσαι αὐτῇ τῆς οἰκείας πατρίδος τὴν μετανάστασιν,
Line of edition: 30   αὐτῆς τοῦτο ἐϕιεμένης μᾶλλον καὶ ἐρασμίως ἐχούσης τὴν ἀπὸ
Line of edition: 31   Ῥώμης ὑποχώρησιν κατ᾿ οἰκονομίαν Θεοῦ πρὸς πολλῶν ψυχῶν
Page of edition: 188
Line of edition: 01
   σωτηρίαν· ἥτις μετὰ πολλῆς τῆς τε ὑπ᾿ αὐτῶν μεγαλοψύχου
Line of edition: 02   προπομπῆς τῆς τε ἰδίας οὐσίας καὶ οἰκετείας καταλαβοῦσα τὴν
Line of edition: 03   Ἁμασέων πόλιν ἐν αὐτῇ ᾑρετίσατο κατοικῆσαι· ἣν μετὰ πάσης
Line of edition: 04   ἀδείας καὶ ἐξουσίας παραγενομένην ταύτην οἱ πολῖται δεξάμενοι
Line of edition: 05   καὶ δωροϕορήσαντες, ὡς οἷα βασιλικοῦ γένους τυγχάνουσαν
Line of edition: 06   καὶ ἐπιϕερομένην πρὸς τοὺς τότε ἡγεμονεύοντας βασιλικὰ
Line of edition: 07   προστάγματα ὥστε πᾶσαν προσαγωγὴν τήν τε πρέπουσαν τιμὴν
Line of edition: 08   νέμειν αὐτῇ καὶ ὑπείκειν, πρὸς τούτοις τε καὶ οἰκήσεις καὶ
Line of edition: 09   κτήματα ποικίλα καὶ εὔϕορα ἀτελῆ προσενεχθῆναι αὐτῇ πρὸς
Line of edition: 10   ἀστενοχώρητον ὑπηρεσίαν, πάντα τὰ προσταχθέντα παρὰ τῶν
Line of edition: 11   τυράννων ἐπλήρωσας Οἵ τε πιστοὶ κτήτορες ταύτην ὑποδεξάμενοι
Line of edition: 12   καὶ ἑωρακότες κατὰ τὴν εὐσεβῆ αὐτῆς ἐπίκλησιν
Line of edition: 13   εὐσεβῶς ζῶσαν καὶ τὸν δεσπότην Χριστὸν σέβουσαν, μετὰ
Line of edition: 14   πάσης προθυμίας καὶ εὐθυμίας προσέτρεχον αὐτῇ. Τῆς δὲ
Line of edition: 15   εἰδωλολατρείας τότε ἀκμαζούσης καὶ πολλῶν μαρτύρων ληϕθέντων
Line of edition: 16   διὰ τὴν εἰς Χριστὸν πίστιν, ἡ ϕιλόχριστος Εὐσέβεια
Line of edition: 17   εὐτόνως καὶ ἐπιμελῶς περιϕρονοῦσα τῶν ϕθαρτῶν τὰ τῶν
Line of edition: 18   ἁγίων περινοστοῦσα λείψανα καὶ σεβασμίως μυρίζουσα εἰς
Line of edition: 19   τὰ ἑαυτῆς κτήματα ἀπετίθετο. Αὕτη οὖν ὡς προείρηται βουλήσει
Line of edition: 20   θείᾳ παραγενομένη ἐν τῷ ἰδίῳ τούτῳ κτήματι οὕτω
Line of edition: 21   ἐπιλεγομένῳ Εὐχάιτα, καθύπερθεν ἑστῶσα καὶ τὸν τοῦ ἁγίου
Line of edition: 22   ἵππον κατανοήσασα ἐπισταμένη τε τὸν τόπον ἐπιβλαβῆ καὶ
Line of edition: 23   ἐπικίνδυνον πρὸς τοὺς παρατυγχάνοντας, παρευθὺ πέμψασα
Line of edition: 24   οἰκέτας προσεκαλεῖτο δῆθεν τὸν μάρτυρα·

Chapter: 5

Line of edition: 25   5. Αὐτοῦ δὲ μὴ βουλομένου ὑπακούειν, διαναστᾶσα τῷ θερμῷ
Line of edition: 26   ζήλῳ καὶ προσδραμοῦσα μικρόν τι δι᾿ ἑαυτῆς, οὐ γὰρ ἐθάρρει
Line of edition: 27   πλησίον τοῦ τόπου γενέσθαι, ἐπανατείνασα τὴν χεῖρα ἐβόα·
Line of edition: 28   " Ὦ ἄνθρωπε, ὑποχώρει, ὑπέξιθι τοῦ τόπου· "προσεκαλεῖτο
Line of edition: 29   καὶ παρεκάλει ἅμα ἐπινεύουσα τῇ χειρὶ μὴ ἐγχρονίζειν τῷ
Line of edition: 30   τόπῳ, ἀλλὰ παραγενέσθαι πρὸς αὐτήν. Ὁ δὲ ἅγιος τῇ πολλῇ
Line of edition: 31   ταύτης ἐνστάσει πεισθεὶς παραγίνεται πρὸς αὐτήν· καὶ ἐγγὺς
Line of edition: 32   πλησιάσας καὶ σχῆμα καὶ ἦθος σεμνὸν ἐπ᾿ αὐτῇ θεασάμενος
Line of edition: 33   καθ᾿ ἑαυτὸν ἐλογίζετο, εἰ θαρρήσοι ἐν αὐτῇ τὰ περὶ ἑαυτοῦ.
Page of edition: 189
Line of edition: 01
   Ἡ δὲ ϕιλόχριστος ὄντως Εὐσέβεια θείᾳ χάριτι ἐλλαμϕθεῖσα 1
Line of edition: 02   καὶ ἐπιγνοῦσα τὸν θεοϕιλῆ σκοπὸν τοῦ μάρτυρος ἐπηρώτα,
Line of edition: 03   πόθεν καὶ τίνος χάριν ἀϕίκοιτο. Ὁ δὲ ἅγιος οὕτω παρρησιασάμενος
Line of edition: 04   καὶ πάντα αὐτῇ ἀναθέμενος καὶ ὡς διὰ τὴν εἰς Χριστὸν
Line of edition: 05   πίστιν ὑπεχώρησεν, ἐκείνη περιχαρῶς ἀκούσασα καὶ ἅμα τῷ
Line of edition: 06   μετώπῳ τὸν σταυρὸν ἐπιγράψασα, λέγει τῷ μάρτυρι·" Κύριε
Line of edition: 07   μου, κἀγὼ χριστιανὴ ὑπάρχω καὶ βδελυσσομένη τὴν ὑπὸ
Line of edition: 08   τῶν εἰδώλων μιαρὰν κνῖσαν, τὸ εὐτελὲς τοῦτο χωρίον ἐκτησάμην
Line of edition: 09   2 ὡς ἰδιἁζον πρὸς ἄνεσιν. " Καὶ παρῄνει καὶ συνεβούλευεν
Line of edition: 10   συνεῖναι αὐτῇ, ὡς μηδενὸς τῶν ἑλλήνων τολμῶντος
Line of edition: 11   παρενοχλεῖν αὐτῇ πώποτε ἢ βίᾳ ἀϕαιρεῖσθαί τινα τῶν πρὸς
Line of edition: 12   αὐτὴν καταϕευγόντων, ὡς πᾶσαν εὐνομίαν καὶ χάριν κτησαμένην
Line of edition: 13   παρὰ τῶν τότε κρατούντων τῆς Ῥωμαίων βασιλείας,
Line of edition: 14   Μαξιμιανοῦ καὶ Μαξιμίνου τῶν τυράννων. Ὁ δὲ ἀληθινὸς
Line of edition: 15   μάρτυς τοῦ Χριστοῦ ταῦτα ἀκηκοὼς καὶ παρρησιασάμενος ἐν
Line of edition: 16   Κυρίῳ, ἔϕη πρὸς αὐτήν· "Παρακαλῶ σε, δέσποινα καὶ μῆτερ
Line of edition: 17   πνευματική, παραχωρῆσαί μοι ἀπελθεῖν καὶ πληρώσαι τὸν
Line of edition: 18   κατὰ Θεὸν σκοπόν μου· αἱροῦμαι γὰρ ὑπὸ τούτου τοῦ δράκοντος
Line of edition: 19   καταποθῆναι ἢ προσκυνῆσαι τὰ ἀϕανῆ καὶ κωϕὰ εἴδωλα καὶ
Line of edition: 20   λατρεῦσαι τῇ κτίσει παρὰ τὸν κτίσαντα· πιστεύω δὲ εἰς τὸν
Line of edition: 21   κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ υἱὸν τοῦ Θεοῦ
Line of edition: 22   τὸν ἀληθινὸν Θεὸν ἡμῶν, ὅτι τῇ αὐτοῦ κραταιᾷ δυνάμει τὸν
Line of edition: 23   ἐμϕωλεύοντα ἐν τούτῳ τῷ ϕυτῷ δράκοντα πρότερον ἐκκεντήσω
Line of edition: 24   καὶ ἐξαϕανίσω· καὶ οὕτως πορεύσομαι πεποιθὼς ὡς νικήσων
Line of edition: 25   τὸν ἀντίπαλον ἡμῶν διάβολον τὸν ἐνεργοῦντα ἐν τοῖς υἱοῖς
Line of edition: 26   τῆς ἀπειθείας τῶν εἰδωλομανῶν τούτων ἀνθρώπων." Ταῦτα
Line of edition: 27   ἀκούσασα καὶ εἰς ὕψος τὰς χεῖρας διαπετάσασα, ἱκέτευσεν τὸν
Line of edition: 28   τὰ πάντα δραξὶ περιέχοντα παντοκράτορα Θεὸν συνεπαμῦναι
Line of edition: 29   αὐτῷ καὶ τὸν ὑπὲρ αὐτοῦ ἀγῶνα τελειῶσαι. Τοῦ δὲ ἁγίου
Line of edition: 30   σπουδαίως καὶ ἀνδρείως ἐπιστάντος τῷ τόπῳ τοῦ τε ϕοβεροῦ
Line of edition: 31   δράκοντος προσερπύσαντος αὐτῷ, ὁ κραταιὸς μάρτυς τῇ λόγχῃ
Page of edition: 190
Line of edition: 01
   τοῦτον ἐκκεντήσας καὶ θανατώσας, τῷ τῶν ὅλων δεσπότῃ
Line of edition: 02   κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ εὐχαριστηρίους ὕμνους ἀνέπεμψεν
Line of edition: 03   τόν τε τόπον τῆς τοῦ τοιούτου θηρὸς ἐπιβουλῆς ἠλευθέρωσε,
Line of edition: 04   ὥστε τοῦ λοιποῦ πάντας προσερχομένους ἀϕόβως μέχρι τοῦ
Line of edition: 05   δεῦρο καὶ ἀπολαύοντες τῆς ἡδίστης ταύτης ἀεννἁου πηγῆς δοξάζειν
Line of edition: 06   τὸν παντοδύναμον κύριον.

Chapter: 6

Line of edition: 07   6. Ἐπὶ τούτοις ἡ ϕερώνυμος καὶ ϕιλόχριστος Εὐσέβεια θεασαμένη
Line of edition: 08   τὸν ἀήττητον μάρτυρα ἐν μηδενὶ τὸ παράπαν βλαβέντα
Line of edition: 09   τό τε ϕοβερὸν θηρίον ἐξηϕανισμένον κείμενον πρὸ ποδῶν
Line of edition: 10   αὐτοῦ, ἐμεγάλυνεν τὸ θαυμαστὸν ὄνομα τοῦ σωτῆρος ἡμῶν
Line of edition: 11   Θεοῦ, εἶθ᾿ οὕτως τε τὴν πρέπουσαν εὐχαριστίαν αὐτῷ προσήγαγεν
Line of edition: 12   ἡ ὁσία· πρὸς ἣν ὁ ἅγιος μάρτυς ἔϕη· "Ἐπειδή, μῆτερ
Line of edition: 13   πνευματική, θείῳ νεύματι ηὐδόκησεν ὁ Χριστὸς παραγενέσθαι
Line of edition: 14   με ἐνθάδε καὶ τὸν αἰσθητὸν τοῦτον δράκοντα ἀποκτεῖναι τῷ
Line of edition: 15   ὅπλῳ τοῦ τιμίου σταυροῦ, πιστεύω εἰς τὸν μόνον ἀθάνατον
Line of edition: 16   καὶ ϕιλάνθρωπον Θεὸν ἡμῶν, ὡς καὶ τοῦ νοητοῦ δράκοντος τὴν
Line of edition: 17   κεϕαλὴν καταπατήσω τῇ τοῦ Χριστοῦ μου χάριτι· διὸ ἀξιῶ
Line of edition: 18   τὴν σὴν ἁγιότητα μὴ ὑπεριδεῖν τὴν αἴτησίν μου, παραγενέσθαι
Line of edition: 19   δὲ ἐν τῇ ὀνομασθείσῃ πόλει καὶ ἡνίκα τῇ αὐτοῦ συνεργείᾳ
Line of edition: 20   πληρώσω τὸν δρόμον τῆς εἰς αὐτὸν όμολογίας μου, τὸ
Line of edition: 21   ταπεινὸν τοῦτο σῶμά μου ἐν τούτῳ τῷ τόπῳ ἀποκομίσαι καὶ
Line of edition: 22   καταθέσθαι, ἐν ᾧ τῇ τοῦ Χριστοῦ μου δυνάμει τὸν δράκοντα
Line of edition: 23   τοῦτον ἀνεῖλον, διότι ἐνταῦθα ἐπεπόθησεν ἡ ψυχή μου καὶ
Line of edition: 24   ἡρετισάμην τὴν κοίμησιν τῆς μεταστάσεώς μου ἐν τῷ σῷ
Line of edition: 25   τούτῳ κτήματι γενέσθαι εἰς αἰωνίαν ἀνάπαυσιν καὶ μνήμην
Line of edition: 26   τῆς σῆς ϕιλοχρίστου ψυχῆς· κἀγὼ αἰτήσω τὸν ἀθλοθέτην μου
Line of edition: 27   Χριστὸν τῆς ὑπὲρ ἐμοῦ εὐνοίας τὸν ἄξιον μισθὸν παρασχέσθαι
Line of edition: 28   σοι ἐν τῇ ἡμέρᾳ τῆς ἐπιϕανείας αὐτοῦ ἐν τῷ ϕωτὶ τῷ ἀϊδίῳ
Line of edition: 29   τῆς πατρικῆς αὐτοῦ δόξης." Τούτοις τοῖς ῥήμασιν ἐπικαμϕθεῖσα
Line of edition: 30   ἡ ὁσία καὶ τοῖς πολλοῖς ὅρκοις πεισθεῖσα τοῦ καλλινίκου
Line of edition: 31   μάρτυρος, συνέθετο αὐτῷ πράττειν ἅπαντα τὰ παρ᾿ αὐτοῦ
Line of edition: 32   διαταχθέντα, πιστωσαμένη αὐτῷ τὸν τῆς δόξης κύριον καὶ
Line of edition: 33   μάρτυρα προβαλλομένη τοῦτον ὑπὲρ τῆς ἀληθείας· ἐπὶ τούτοις
Page of edition: 191
Line of edition: 01
   ὑποδέχεται τὸν καλλίνικον καὶ περιπόθητον μάρτυρα εἰς τὸ
Line of edition: 02   ἑαυτῆς οἰκητήριον τρία κατὰ ταυτὸν ἐργασάμενον θαύματα,
Line of edition: 03   τὰ τότε τῷ χωρίῳ ἐνδιαιτώμενα θηρία καὶ ἐρπετὰ μόνῃ τῇ
Line of edition: 04   εἰς Θεὸν σὺν δάκρυσιν προσευχῇ ἀποδιώξαντα τόν τε παρὰ τῷ
Line of edition: 05   ὕδατι ἐμϕωλεύοντα καὶ πάντας τοὺς πλησιάζοντας λυμαινόμενον
Line of edition: 06   ϕονεύσαντα 1 δράκοντα τῇ πανοπλίᾳ τοῦ τιμίου σταυροῦ
Line of edition: 07   τοῦ Χριστοῦ καὶ τὴν διειδεστάτην καὶ γλυκεῖαν τοῦδε τοῦ
Line of edition: 08   ὕδατος ἀπόλαυσιν τοῖς παραβάλλουσι δωρησάμενον. Ἅπερ
Line of edition: 09   ἅπαντα ταῦτα ἡ ὁσία θεασαμένη Εὐσέβεια καὶ γνοῦσα τὴν
Line of edition: 10   τοῦ ἀνδρὸς καὶ πρὸ τῆς ἀθλήσεως ἁγιότητα, προσπεσοῦσα
Line of edition: 11   τούτου τοῖς γόνασιν παρεκάλει εὔχεσθαι ὑπὲρ αὐτῆς καὶ τοῦ
Line of edition: 12   τόπου περιϕρονῆσαί τε τῶν γηίνων τούτων καὶ παρερχομένων
Line of edition: 13   ἀϕανῶν ἀνθρωπίνων τιμῶν καὶ τῆς προσκαίρου ταύτης ζωῆς,
Line of edition: 14   τὴν ὑπὲρ τούτων ἀντάμειψιν κομίζεσθαι μέλλοντα παρὰ τοῦ
Line of edition: 15   μεγαλοδώρου Θεοῦ, τὴν αὐτοῦ ἀνεκλάλητον καὶ ἀνείκαστον
Line of edition: 16   τῶν οὐρανῶν βασιλείαν καὶ δι᾿ αὐτῆς τὴν τῶν αἰωνίων καὶ
Line of edition: 17   ἀτελευτήτων ἀγαθῶν ἀπόλαυσιν.

Chapter: 7

Line of edition: 18   7. Τούτοις τοῖς παραινετικοῖς ῥήμασι ῥωσθεὶς ψυχὴ καὶ
Line of edition: 19   σώματι ὁ ἅγιος μάρτυς ὅλον ἑαυτὸν ἀναθεὶς τῷ Θεῷ καὶ
Line of edition: 20   κραταιωθεὶς τῷ πνεύματι τῇ εἰς αὐτὸν πίστει, καταλαβὼν
Line of edition: 21   τὴν Ἁμασίαν θαρσαλέῳ τῷ ϕρονήματι τοῖς ἀθλοῦσιν ἑαυτὸν
Line of edition: 22   συγκατέμιξεν, ἀωρίαν τε τῆς νυκτὸς ἐπιτηρήσας τὴν παρὰ
Line of edition: 23   τῶν εἰδωλολατρῶν τιμωμένην θεὰν αὐτῶν Ἄρτεμιν ἐνέπρησεν
Line of edition: 24   καὶ ἠϕάνισεν· ἐπὶ τούτου κρατηθέντα τὸν μάρτυρα ὑπὸ
Line of edition: 25   τῶν μιαρῶν νεωκόρων καὶ προσαχθέντα τῷ ἡγεμόνι, βοῇ
Line of edition: 26   μεγάλῃ κατεμαρτύρουν αὐτῷ, ὡς τοῦ τοιούτου δράματος
Line of edition: 27   τολμητὴν καὶ τῆς τῶν θεῶν αὐτῶν μητρὸς ὀλετῆρα· τοῦτον
Line of edition: 28   οὖν ὁ τύραννος ἐπιγνοὺς χριστιανὸν ἑαυτὸν εἶναι καὶ σταυρὸν
Line of edition: 29   ἐπιγραϕόμενον καὶ Χριστοῦ δοῦλον ὑπάρχειν ὁμολογοῦντα
Line of edition: 30   ὡς καὶ τὸ πρίν, ἀλλ᾿ 2 οὐ τοῦ Καίσαρος, σϕόδρα μὲν
Line of edition: 31   ἐλυπήθη τὴν πρὸς αὐτὸν ἤδη εὔνοιαν ἐννοῶν, πλεῖστα δὲ
Page of edition: 192
Line of edition: 01
   νουθετῶν καὶ αὖθις προκοπὰς καὶ χρήματα ἱκανὰ καὶ τὰς παρὰ
Line of edition: 02   Καίσαρος δόξας ἐπαγγελλόμενος, εἴγε θῦσαι τῇ Ῥέᾳ καὶ τῷ
Line of edition: 03   Ἄρει προθύμως ἀνάσχοιτο, ὅλως περιτρέψαι τούτου τὸν εὐσεβῆ
Line of edition: 04   οὐκ ἴσχυσεν λογισμόν. Ἐπεὶ δὲ πάντη μὴ πειθόμενον αὐτῷ
Line of edition: 05   διέγνω τὸν ἅγιον, τότε καὶ ϕρουρὰν οἰκῆσαι παντελῶς ἀσιτοῦντα
Line of edition: 06   προσέταττεν 1 καὶ πληγὰς παμπληθεῖς ὑποστῆναι
Line of edition: 07   ἐπέτρεψεν, ἔν τε τῷ ξύλῳ προσηλώσας καὶ εἰς ἄκρον τὰς
Line of edition: 08   πλευρὰς καταξάνας, τέλος πυρὶ κατακαυθῆναι τοῦτον κατέκρινεν,
Line of edition: 09   ὡς οὕτω τὸν ναὸν τῆς μητρὸς τῶν ἀνοσίων Θεῶν
Line of edition: 10   αὐτῶν καταϕλέξαντα· καὶ ὁ μὲν γενναῖος τοῦ Χριστοῦ στρατιώτης
Line of edition: 11   νομίμως ἀθλήσας ἐνίκησεν τὴν ἀσέβειαν, τελειωθεὶς
Line of edition: 12   ἐν Ἁμασίᾳ τῇ πόλει πρὸ δεκατριῶν καλανδῶν μαρτίων ἐπὶ
Line of edition: 13   Μαξιμιανοῦ καὶ Μαξιμίνου τῶν ἀσεβῶν βασιλέων. Ἡ δὲ
Line of edition: 14   μακαρία καὶ βασιλὶς ὄντως Εὐσέβεια πάντα τὰ προστεταγμένα
Line of edition: 15   πληρῶσαι σπουδάζουσα, ἐπιστᾶσα τῷ μαρτυρίῳ αὐτοῦ δῶρα
Line of edition: 16   ἱκανὰ προσενέγκασα τῷ ἡγεμόνι ᾐτήσατο τὸ τίμιον σῶμα τοῦ
Line of edition: 17   ἁγίου καὶ πανενδόξου μάρτυρος· ὃ καὶ λαβοῦσα καὶ ἐντίμως
Line of edition: 18   μυρίσασα καὶ διακοσμήσασα ὡς ἅγιον καὶ ἁγιάζον τοὺς τοῦτο
Line of edition: 19   τιμῶντας καὶ σὺν ἀνδράσιν εὐλαβέσι βαστάσασα ἐν τῷ ἰδίῳ
Line of edition: 20   οἰκίσκῳ τοῦτο ἀπέθετο, καθάπερ αὐτῇ ὁ ἅγιος ἐνετείλατο,
Line of edition: 21   ναὸν αὐτῷ ἐξεγείρασα περικαλλῆ καὶ σεπτότατον καὶ ἐν αὐτῷ
Line of edition: 22   θησαυρίσασα τὸ πολυτίμητον καὶ σεβάσμιον αὐτοῦ λείψανον·
Line of edition: 23   ᾧ προσκαρτεροῦσα ἱκέτευεν λιτανεύουσα δι᾿ αὐτοῦ νύκτωρ
Line of edition: 24   καὶ μεθ᾿ ἡμέραν τὸν ἐλεήμονα κύριον μακαρίως αὐτὴν τελειωθεῖσαν
Line of edition: 25   πλησίον αὐτοῦ κατατεθῆναι, τὴν εἰς αὐτὸν πίστιν
Line of edition: 26   μέχρι τέλους ἀκλινῆ καὶ ἀσάλευτον σῷζουσα, ὡς κηδεμόνα
Line of edition: 27   καὶ προστάτην τῶν αὐτῆς πάντων ὑπάρχοντα· ὃ καὶ τετύχηκεν
Line of edition: 28   · εὐχαῖς γὰρ δικαίων ὑπακούει ὁ κύριος, διότι ἡ πρὸς
Line of edition: 29   τοὺς εὔνους τῶν ὁμοδούλων διάθεσις ἐπὶ τὸν δεσπότην Χριστὸν
Line of edition: 30   τὴν ἀναϕορὰν ἔχει, ᾧ δεδουλεύκασιν· καὶ ὁ τοὺς διὰ τὴν
Line of edition: 31   ἀληθῆ πίστιν ἠθληκότας τιμῶν δῆλός ἐστι τὸν ἶσον ζῆλον
Page of edition: 193
Line of edition: 01
   ἔχειν τῆς πίστεως· ὅθεν καὶ οἱ τοὺς ἁγίους μάρτυρας τιμᾶν
Line of edition: 02   εἰωθότες συμμερισταὶ γίνονται πάντων τῶν τούτοις ἀποκειμένων
Line of edition: 03   στεϕάνων. Θανοῦσαν μὲν οὖν τὴν μακαρίαν καὶ ϕιλόχριστον
Line of edition: 04   Εὐσέβειαν εὐσεβῶς ἐν Χριστῷ πλησίον τῆς τοῦ ἁγίου
Line of edition: 05   κοιμήσεως οἵ τε προσήκοντες καὶ οἱ παρ᾿ αὐτῆς καταστάντες
Line of edition: 06   τοῦ μάρτυρος θεράποντες ἀπέθεντο, μνήμην ταύτης ἐπιτελοῦντες,
Line of edition: 07   ἣν καὶ νῦν ἐπιτελεῖν ἀκατάληκτον εὐχόμεθα, ἀνθ᾿
Line of edition: 08   ὤν τὸν ἄσυλον τοῦτον θησαυρὸν ἐδωρήσατο ἡμῖν, τῷ σαββάτῳ
Line of edition: 09   τῆς μέσης τῶν νηστειῶν ἑβδομάδος, ὡς τῷ σαββάτῳ τῆς
Line of edition: 10   πρώτης ἑβδομάδος ἡ τοῦ ἁγίου κατὰ τὸ εἰωθὸς παγκοσμίως
Line of edition: 11   ἐπιτελεῖται γενέθλιος ἑορτή.

Chapter: 8

Line of edition: 12   8. Ἡμεῖς δὲ ἐλάχιστοι δοῦλοι, ὦ δέσποτα ἀθλοϕόρε καὶ μάρτυς
Line of edition: 13   πιστὲ τοῦ μεγαλοδώρου Χριστοῦ καὶ προνοητὰ ἐξαίρετε ἡμῶν
Line of edition: 14   καὶ τῶν ἡμῶν, ὡς προαγωγὴ ὄψιμος καὶ ἀδόκιμος παραϕυὰς
Line of edition: 15   τῶν σῶν κλάδων, ἡμῶν δὲ πατέρων καὶ καθηγητῶν, ἅμα τῇ
Line of edition: 16   σὺν ἡμῖν ταύτῃ εὐτελεῖ λογικῇ σου ποίμνῃ καὶ τῷ πτωχοτάτῳ
Line of edition: 17   καὶ οἰκετικῷ σου λαῷ, μακάριε καὶ τρισμακάριε μάρτυς,
Line of edition: 18   ὡς θεοδώρητον παρρησίαν κεκτημένον πρὸς τὸν κοινὸν ἡμῶν
Line of edition: 19   δεσπότην καὶ σωτῆρα Χριστὸν καὶ τὴν περὶ ἡμῶν ϕροντίδα
Line of edition: 20   ὡς παραθήκην ἀναδεδεγμένον γονυκλιτοῦντες αἰτοῦμεν, καὶ
Line of edition: 21   διασκορπισθέντας ἐπισυνάγαγε καὶ αἰχμαλωτισθέντας διὰ τὰς
Line of edition: 22   πολλὰς ἡμῶν ἀνομίας ὑπὸ τῶν ἀλιτηρίων τούτων Ἀγαρηνῶν
Line of edition: 23   τῶν καὶ ἀποστρεϕομένων τὴν ὑπὲρ ἡμῶν τῶν ταπεινῶν καὶ
Line of edition: 24   πάσης τῆς ϕύσεως ϕιλάνθρωπον συγκατάβασιν τῆς οἰκονομίας
Line of edition: 25   τοῦ κοινοῦ ἡμῶν δεσπότου καὶ Θεοῦ ἐπανήγαγε τελείως τε
Line of edition: 26   ἐκλείποντας παραμύθησαι καὶ μὴ ἐγκαταλίπῃς τοὺς οἰκέτας,
Line of edition: 27   ἀλλὰ πάρεσο καὶ ϕρούρει καὶ ἐπισκόπει καὶ χειραγώγει πρὸς
Line of edition: 28   τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας· τῶν τε σπουδῇ καὶ πόθῳ
Line of edition: 29   προσδραμόντων καὶ προστρεχόντων ἐν τῇ σῇ ταύτῃ σεπτῇ
Line of edition: 30   αὐλῇ τοῦ ἁγίου σου σκηνώματος τὰς κατὰ Θεὸν αἰτήσεις
Line of edition: 31   πρόσδεξαι καὶ προσάγαγε αὐτῷ καὶ τὴν χάριν ἑκάστῳ ἀπονεῖμα
Line of edition: 32   καταξίωσον, ὅπως τύχωμεν διὰ σοῦ μετὰ τῶν ἐπιγείων τούτων
Line of edition: 33   καὶ προσκαίρων ἐπιτηδείων καὶ προσϕόρων καὶ τῶν ἀτελευτήτων
Page of edition: 194
Line of edition: 01
   ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ
Line of edition: 02   τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Chapter: 9

Line of edition: 03   9. Ἐνταῦθα τὰ προῃρημένα καλῶς ἔχειν ὑπολαμβάνοντες,
Line of edition: 04   ϕέρε τῷ μετρίῳ ἡμῶν τούτῳ πάλιν λόγῳ τῶν ποικίλων καὶ
Line of edition: 05   μεγίστων τοῦ μάρτυρος θαυμάτων συμμέτρως καθὼς ὑπεσχόμεθα
Line of edition: 06   εἰς δόξαν Θεοῦ μνημονεύσωμεν. Εἰ γὰρ ὅσα ἠκούσαμεν
Line of edition: 07   καὶ θεωρῆσαι κατηξιώθημεν εἰπεῖν βουληθῶμεν, οὐκ ἃν ὁ
Line of edition: 08   βραχὺς ἡμῶν χρόνος εἰς τὸ λέγειν ἐπαρκέσειεν.
Line of edition: 09   Θαῦμα α/ 1. Ἔτι τῷ βίῳ περιοῦσα ἡ ϕιλόχριστος καὶ ϕιλομάρτυς
Line of edition: 10   Εὐσέβεια καὶ τῷ τοῦ ἁγίου προσκαρτεροῦσα λειψάνῳ,
Line of edition: 11   εἰκόνα τούτου γράψαι καὶ κτήσασθαι 2 ἐβουλεύσατο. Ἐλθοῦσα
Line of edition: 12   τοίνυν πρός τινα τῶν γραϕέων σχῆμα τε καὶ πρόσωπον ἑρμηνεύσασα
Line of edition: 13   καὶ τὸν οἰκεῖον πόθον τῇ ἐκείνου χειρὶ πληρῶσαι
Line of edition: 14   μὴ δυνηθεῖσα σὺν ἀθυμίᾳ πολλῇ ὑπεχώρησεν οἴκαδε. Οὗ
Line of edition: 15   μετ᾿ οὐ πολὺ 3 δὲ ϕθάσας ὁ ἅγιος ὥσπερ τις ἐκ μακρᾶς ὀδοῦ
Line of edition: 16   στρατιώτης λέγειν ἐκέλευσεν τῷ γραϕεῖ τὸ ὑπὸ τῆς γυναικὸς
Line of edition: 17   προσταχθὲν αὐτῷ· κἀκείνου ϕήσαντος, ὁ μάρτυς ἔϕη πρὸς
Line of edition: 18   αὐτόν· "Ὡς ὁρᾷς, ἐμὲ γράψον ἀκριβῶς καὶ πάντως ἀρέσῃς
Line of edition: 19   αὐτῇ." Τῆς οὖν εἰκόνος γραϕείσης κἀκείνου ἀϕανοῦς καταστάντος,
Line of edition: 20   ἰδοὺ καὶ αὐτὴ παραγίνεται· καὶ μαθοῦσα τὴν τοῦ
Line of edition: 21   ἁγίου παράστασιν, ὀϕθαλμοὺς καὶ χεῖρας εἰς ὕψος διάρασα
Line of edition: 22   τὸν Θεὸν ἐκ καρδίας ἀνύμνησεν, ὡς καὶ ἐν τούτῳ τὴν ἐπιθυμίαν
Line of edition: 23   αὐτῆς ἐκπληρώσαντα· τήν τε εἰκόνα λαβοῦσα μετὰ χαρᾶς
Line of edition: 24   ἐπὶ τὸν ἴδιον οἶκον ἀνέκαμψε τὴν Εὐχάιτα· ἥτις καὶ σῷζεται
Line of edition: 25   χάριτι Χριστοῦ μέχρι τῆς σήμερον. Οὕτως τοὺς ϕιλοῦντας
Line of edition: 26   αὐτοὺς ἀγαπῶντες οἱ ἅγιοι, τούτοις 4 ὅταν θέλωσι τὰς αἰτήσεις
Line of edition: 27   παρέχουσιν.

Chapter: 10

Line of edition: 28  
10. Θαῦμα β/. Κατὰ τοὺς ἤδη παρῳχηκότας καιρούς, ὅτε τὸ
Line of edition: 29   τῶν Περσῶν ἄθεον ἔθνος τὴν χώραν ἡμῶν κατενέμετο, ἐλθόντες
Line of edition: 30   ἐν Εὐχαίτοις οἱ βάρβαροι πᾶσαν ζήτησιν καὶ ἀνερεύνησιν
Line of edition: 31   ἐποιοῦντο ἐν τῷ τοῦ ἁγίου σεπτῷ μαρτυρίῳ διὰ τὸ αὐτοῦ
Page of edition: 195
Line of edition: 01
   τίμιον λείψανον, οὐ διὰ πόθον εὐχῆς, πῦρ γὰρ καὶ ὕδωρ
Line of edition: 02   ἐσέβοντο τοῖς κτίσμασιν ἀντὶ τοῦ κτίστου λατρεύοντες, ἀλλ᾿
Line of edition: 03   ἐνεργείᾳ δαιμονικῇ τὸν νοῦν κλαπέντες· τῶν δὲ τιμίων τοῦ
Line of edition: 04   ἁγίου ὀστῶν γυμνωθέντων, πάσης μὲν τούτους εὐωδίας ἐνέπλησαν,
Line of edition: 05   πολλοὺς δὲ τῶν παρόντων καὶ ὑπὸ πνευμάτων ἀκαθάρτων
Line of edition: 06   ὀχλουμένους ἠλευθέρωσαν, πλείστους δὲ ποικίλαις
Line of edition: 07   νόσοις καὶ πάθεσι σωματικοῖς κατεχομένους ἰάσαντο 1· οἵτινες
Line of edition: 08   ἐπιγνόντες τὴν παρὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δι᾿ αὐτῶν
Line of edition: 09   θαυματοποιὸν ἐνέργειαν, πίστει ἕκαστος τῶν ἰαθέντων πιστῶν
Line of edition: 10   ὥσπερ ἀλεξιτήρια ϕάρμακα ἑαυτῷ ἐξ αὐτῶν ἐθησαύρισεν, εἰ
Line of edition: 11   καὶ ἄκοντες μετ᾿ οὐ πολὺς πάντα ἀπέδωκαν, ἀδιαίρετον καὶ
Line of edition: 12   ἄσυλον τοῦ μάρτυρος τὸ ἑαυτοῦ τίμιον σῶμα τῷ ἰδίῳ ᾧ καὶ
Line of edition: 13   ᾐρετίσατο ἁγιαστικῷ περιβόλῳ διατηρηθῆναι πρεσβεύσαντος·
Line of edition: 14   οὐ γὰρ ἐπαύσατο βλέπων ἐπὶ τὴν πόλιν ἡμῶν ὁ Θεός, ὥστε
Line of edition: 15   τρέμειν αὐτήν, ἕως καὶ τὸν σὺν τοῖς ὀστέοις ληϕθέντα χοῦν
Line of edition: 16   πᾶς τις ἐϕανέρωσεν· ἐπὶ τούτοις γὰρ ἐκστάντες οἱ βάρβαροι
Line of edition: 17   πρὸς ϕόβον τε καὶ ἔκπληξιν τραπέντες ἴσασιν γὰρ θαυμάζειν
Line of edition: 18   τὰ μεγαλεῖα τοῦ Θεοῦ καὶ πολέμιοι ἐπέτρεπον τοῖς
Line of edition: 19   συνελθοῦσι χριστιανοῖς ἀπαραλείπτως τὰ διαμερισθέντα παρ᾿
Line of edition: 20   αὐτῶν ἀποδοῦναι· καὶ δὴ ταῦτα πάντα ἀνελλιπῶς ἐπισυναγαγόντες
Line of edition: 21   καὶ ἐν σινδόνι καθαρᾷ ἐναποθέμενοι ἐάσαντές τε οἱ
Line of edition: 22   ἀλιτήριοι ἐπὶ τῇ τούτων ϕυλακῇ πρεσβύτην τινὰ τῶν ἐκ τῆς
Line of edition: 23   αἰχμαλωσίας πρὸς τὸ ταῦτα παραδοῦναι τῷ τηνικαῦτα προεδρεύοντι
Line of edition: 24   τῆς πόλεως ἡμῶν ἐπισκόπῳ Ἐλευθερίῳ τῷ μεγάλῳ,
Line of edition: 25   τῷ καὶ τὸν ἅγιον τοῦτον μετὰ τοῦτο ναὸν ἀνακαινίσαντι,
Line of edition: 26   ὑπεχώρησαν τῆς πόλεως, ὅστις, τούτου τελειωθέντος ἐν αὐτῷ
Line of edition: 27   τὰ σεβάσμια καὶ πολύτιμα 3 ἡμῖν παντὸς χρυσίου καὶ ἀργυρίοι
Line of edition: 28   τοῦ ἀθλοϕόρου λείψανα ἐν ἰδιάζοντι πλησίον τῆς κοιμήσεως
Line of edition: 29   τόπῳ ἀπεθησαύρισεν εἰς δόξαν καὶ τιμὴν τῆς τοῦ μάρτυρος
Line of edition: 30   μεγαλειότητος. Ἀλλ᾿ ἐπανέλθωμεν εἰς τὸ προκείμενον

Chapter: 11

Line of edition: 31   11. Θαῦμα γ./ Ἔτι γὰρ πρὸ τοῦ ἄστεως οἱ Πέρσαι διάγοντες,
Page of edition: 196
Line of edition: 01
   ὑπὸ ῥωμαϊκοῦ εκστρατεύματος αἴϕνης βλαβέντες καὶ θυμῷ
Line of edition: 02   πολλῷ ὑπερζέσαντες, πολλοὺς μὲν τῶν αἰχμαλώτων ἐν ϕόνῳ
Line of edition: 03   μαχαίρας ἀπέκτειναν, πᾶσαν δὲ τὴν πόλιν καὶ τὸν τοῦ ἁγίου
Line of edition: 04   ναὸν πυρὶ κατέϕλεξαν· ἀλλ᾿ οὐ πάντῃ λαθεῖν ἠδυνήθησαν,
Line of edition: 05   καταλαβόντος αὐτοὺς ὁπλοϕόρου τοῦ μάρτυρος· πολλὴν γὰρ
Line of edition: 06   μήπω πορευθεῖσιν ὁδὸν αὖθις ἕτερον ῥωμαϊκὸν στῖϕος στρατιωτῶν
Line of edition: 07   ἐπελθὸν ἐπὶ τὸ λεγόμενον Ὀμϕαλίμου ὄρος τοὺς
Line of edition: 08   πολλοὺς ἐξανάλωσεν, τοὺς ὑπολοίπους δὲ ϕθάσαντας ἐπὶ τὸν
Line of edition: 09   λεγόμενον Λύκον ποταμὸν ὡσεὶ λίθων βολίδες χαλάζης πλῆθος
Line of edition: 10   καταπεμϕθὲν ἐξ οὐρανοῦ ἡ θεία δίκη ἐθανάτωσεν, ὡς μηδένα
Line of edition: 11   τῶν τὰ τοιαῦτα δεδρακότων εἰς τὰ οἰκεῖα ἐπανελθεῖν· ἐν ᾧ
Line of edition: 12   τόπῳ ὑπὲρ τῆς εἰς τὸν μάρτυρα εὐχαριστίας τὸ τοιοῦτον ῥωμαϊκὸν
Line of edition: 13   ἐκστράτευμα ἐκ νέας ναὸν ἤγειρε τῷ μάρτυρι ὁμώνυμον
Line of edition: 14   ὡς τῆς τοιαύτην νίκης αἰτίῳ, ὡς αὐτοὶ διώμνυντο, πρόμαχον
Line of edition: 15   εὑρόντες αὐτὸν καὶ συμπροθυμούμενον· ὅστις καὶ μέχρι τῆς
Line of edition: 16   σήμερον διαμένει.

Chapter: 12

Line of edition: 17   12. Θαῦμα δ/. Τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς θεοϕυλάκτου
Line of edition: 18   καὶ ϕιλοχρίστου βασιλείας Κωνσταντίνου, τῆς μεταξὺ Ῥωμαίων
Line of edition: 19   καὶ Σαρακηνῶν περαιωθείσης εἰρήνης, ἐν ἀρχῇ τῆς ἑβδόμης
Line of edition: 20   ἰνδικτιῶνος καταστρατεύσαντες οἱ ἀλιτήριοι Ἀγαρηνοί, τὴν
Line of edition: 21   γῆν ἡμῶν πᾶσαν ἠρήμωσαν διὰ τὰς ἁμαρτίας ἡμῶν· ἐπ᾿
Line of edition: 22   ἀληθείας γὰρ τὰ ἀκόλουθα τὰ τοῖς πολεμουμένοις κακὰ κρίσει
Line of edition: 23   Θεοῦ δικαίᾳ γίνεται τοῖς ἀξίοις κολάσεως· πόλεμος γάρ,
Line of edition: 24   ϕησὶν ὁ προϕήτης Ὡσηέ, ἐπὶ τέκνα ἀπειθείας ἦλθεν καὶ συναχθήσονται
Line of edition: 25   ἐπ᾿ αὐτοῖς λαοὶ παιδεῦσαι αὐτοὺς ἐν ταῖς ἀδικίαις
Line of edition: 26   αὐτῶν· τούτων τοίνυν ἐν τῇ γῇ ἡμῶν γινομένων καὶ τῇ πόλει
Line of edition: 27   ἡμῶν λοιπὸν ἐγγιζόντων, γυνή τις σεμνοτάτη ὀπτασίαν ἑωρακυῖα
Line of edition: 28   πολλοῖς ταύτην προεξήγγειλεν λέγουσα, ὅτι στῖϕος πολὺ 1
Line of edition: 29   βαρβάρων πρὸ τοῦ τείχους τῆς πόλεως ἡμῶν ἐϕεστὸς ἐθεώρει·
Line of edition: 30   καὶ τὴν πύλην εἰσελθεῖν βουλομένου, κατεῖδεν ἐμϕανῶς τὸν
Line of edition: 31   μάρτυρα ἔϕιππον καὶ ὁπλοϕόρον ἐν μέσῳ τῆς πύλης ἑστῶτα
Page of edition: 197
Line of edition: 01
   καὶ τούτοις γενναίως ἀντιπαραταττόμενον 1· τοῦτο δὲ παρ᾿ αὐτῆς
Line of edition: 02   ἑωρᾶτο ἐν ᾧ καὶ πάλαι θαυματουργήσας ἱστόρηται τόπῳ ὁ
Line of edition: 03   ἅγιος ἐπάνω τῆς πύλης ἐπὶ τῶν ἀγρίων Σκυθῶν τε καὶ Οὔννων·
Line of edition: 04   πολλάκις τοίνυν τῶν Ἀγαρηνῶν προσβαλόντων, τοσαυτάκις
Line of edition: 05   δὲ ὑπ᾿ αὐτοῦ ἀνατραπέντων ἀντιστῆναι γὰρ οὐκ ἠδύναντο
Line of edition: 06   τῷ σταυρῷ καὶ τῷ μάρτυρι τοῦ Χριστοῦ, τέλος δύναμίν
Line of edition: 07   τινα ἀγγελικὴν ἡ ἄνθρωποι ἄνωθεν ἐθεάσατο, τοιαύτης ἀκούσασα
Line of edition: 08   καὶ ϕωνῆς λεγούσης πρὸς αὐτόν· "Πάρες τούτοις τὴν
Line of edition: 09   εἴσοδον· οὐ γὰρ ἄνευ κυρίου ἀνέβησαν ἐκπολεμῆσαι τὴν
Line of edition: 10   χώραν." Τούτων οὖν, ὡς ἡ γυνὴ ἔϕη, ὑπακούσας τῶν ῥημάτων
Line of edition: 11   ὁ ἅγιος, εὐθὺς ὑπεχώρησεν ἀκώλυτον μὲν τούτοις τὴν
Line of edition: 12   εἴσοδον παρασχών, τοιαῦτα δὲ καθ᾿ ἑαυτὸν τὸ θεῖον πάντως
Line of edition: 13   ἐκδυσωπῶν· "Μὴ παραδῷς, δέσποτα Χριστὲ ὁ Θεός, τοῖς
Line of edition: 14   θηρίοις ψυχὰς ἐξομολογουμένων σοι· ἐπίβλεψον καὶ νῦν εἰς
Line of edition: 15   τὴν διαθήκην σου καὶ μνησθεὶς τοῦ διὰ σὲ καυθέντος μου
Line of edition: 16   σώματος, ἐλέησον τὸν λαόν σου, ὅν μοι κατηξίωσας παραθέσθαι,
Line of edition: 17   καὶ μὴ μιάνωσιν οὗτοι τὸ κατοικητήριον εἰς τέλος τοῦ δούλου
Line of edition: 18   σου." Καὶ τότε τοίνυν καὶ εἰς ἀεὶ τοιαῦτα βοῶντος αὐτοῦ ὁ
Line of edition: 19   μόνος ϕιλάνθρωπος καὶ ϕυσικὴν κεκτημένος τὴν ἀγαθότητα
Line of edition: 20   τὰς τούτου δεήσεις δεξάμενος ῷκτειρεν ἡμᾶς τοὺς ἁμαρτωλούς·
Line of edition: 21   κατὰ γὰρ τὰς ἀνομίας ἡμῶν οὐκ ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς
Line of edition: 22   ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν, ἀλλὰ κατὰ τὸ ὕψος τοῦ
Line of edition: 23   οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε κύριος τὸ ἔλεος αὐτοῦ ἐϕ᾿
Line of edition: 24   ἡμᾶς, ὅτι οἰκτίρμων ἐστί, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν
Line of edition: 25   ἐπὶ ταῖς κακίαις ἡμῶν· ἀληθῶς γὰρ ἡ τιμωρία ϕιλανθρωπία
Line of edition: 26   γέγονεν ἡμῖν, διότι παιδεύων δικαίως ἐπαίδευσεν, τῷ
Line of edition: 27   δὲ θανάτῳ τῆς ἀπογνώσεως ἡμᾶς οὐ παρέδωκεν· ἅπαντες γὰρ
Line of edition: 28   πλὴν ὀλίγων τινῶν ἐν τοῖς ὀχυρώμασι διεσώθημεν τῇ τοῦ
Line of edition: 29   ἁγίου πνεύματος χάριτι.
Line of edition: 30   Ὁρᾶτε, ϕιλόχριστοι, οἵαν οἱ ἅγιοι παρρησίαν ἐκτήσαντο
Line of edition: 31   πρὸς Θεὸν καὶ ὅπως τὰς ὑπὲρ ἡμῶν πρεσβείας τούτῳ προσάγουσι
Line of edition: 32   πάντοτε· τιμήσωμεν τοίνυν τοῦ ἁγίου μεγαλομάρτυρος
Page of edition: 198
Line of edition: 01
   τὸ τίμιον λείψανον, παρ᾿ ἡμῖν καταξιῶσαν κατασκηνῶσαι,
Line of edition: 02   καὶ τῆς οὕτω λαμπρᾶς αὐτοῦ εὐανδρίας καθάπερ γέρας τὴν
Line of edition: 03   ἐτήσιον αὐτοῦ μνήμην πανηγυρίζωμεν· ἴσμεν γὰρ καὶ αὐτὸν
Line of edition: 04   ἄνθρωπον γεγονότα, ἀλλ᾿ ὡς γενναίως ἀθλήσαντα καὶ τῆς
Line of edition: 05   εἰς Χριστὸν εὐσεβείας ἀσμένως προκινδυνεύσαντα ταῖς καθηκούσαις
Line of edition: 06   στεϕανοῦμεν τιμαῖς, τῇ τῶν ἀνδραγαθημάτων λαμπρότητι
Line of edition: 07   τὴν ἀρίστην νέμοντες ψῆϕον αὐτῷ πρὸς δόξαν Χριστοῦ
Line of edition: 08   τοῦ μόνου ἀγαθοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν.

Chapter: 13

Line of edition: 09   13. Θαῦμα F/ 1. Ἐπὶ τούτοις τοῦ τοιούτου ἀπεχθοῦς ἔθνους
Line of edition: 10   τῶν ἐχθρῶν τὴν πόλιν πληρωσάντων τόν τε χειμέριον χρόνον
Line of edition: 11   ἐνταῦθα ποιησάντων, ὁ τούτων ἐξάρχειν λαχὼν ϕθόνῳ τινὶ δαιμονικῷ
Line of edition: 12   κινηθεὶς πρὸς τὸν πάγκαλον καὶ τερπνότατον τοῦ ἁγίου
Line of edition: 13   ναὸν ὀρυκτῆρας καὶ μοχλοὺς ἐποίησεν ἱκανούς, κατασκάψαι
Line of edition: 14   τοῦτον ἐκ θεμελίων βουλόμενος· ὡς δὲ συναγαγὼν ἅπαντας
Line of edition: 15   ἐν τῷ λεχθέντι τιμίῳ ναῷ καὶ τὴν περὶ τούτου πονηρὰν αὐτοῖς
Line of edition: 16   ἔννοιαν ἐξελάλησεν, ἔτι τοῦ λόγου ἐν τῷ στόματι αὐτοῦ ὄντος,
Line of edition: 17   ἡ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ᾿ αὐτὸν καὶ πρηνὴς ἐν τῷ ἐδάϕει
Line of edition: 18   πεσὼν ἐκυλίετο ἀϕρίζων καὶ τὴν γλῶσσαν αὐτοῦ καταμασώμενος
Line of edition: 19   2· οἱ δὲ βάρβαροι τοῦτον ἀρπάσαντες ἐν τῷ οἰκείῳ ἀπέθεντο
Line of edition: 20   καταλύματι, τοῦ μὲν σατανικοῦ κωλυθέντα τολμήματος, τοῦ
Line of edition: 21   δὲ ἐναντίου πνεύματος μὴ ἀπαλλαγέντα.

Chapter: 14

Line of edition: 22  
14. Θαῦμα ζ/. Ὡς προειρήκαμεν τοίνυν, ἐνταῦθα χειμασάντων
Line of edition: 23   αὐτῶν πολλήν τε αἰχμαλωσίαν ἀνθρώπων τε καὶ κτηνῶν ἐκ
Line of edition: 24   διαϕόρων ἐπαρχιῶν ἐπισυναγαγόντων καὶ πολλῶν θνησιμαίων
Line of edition: 25   εἰς τὰς πλατείας καὶ ῥύμας καὶ ἐν τοῖς οἴκοις κειμένων, τῇ λιμῷ
Line of edition: 26   καὶ τῷ κρύει ϕθαρέντων αὐτῶν, πᾶσα ἡ πόλις ἐπόζεσεν, μικροῦ
Line of edition: 27   καὶ ἄβατος τοῖς ἐχθροῖς γενομένη· ὅθεν καὶ ἄκοντες ὡς εἰπεῖν
Line of edition: 28   ἀνεχώρησαν τῷ μαρτίῳ μηνί· πολλοὶ γοῦν τῶν ἐνταῦθα μετὰ
Line of edition: 29   τὴν ἔξοδον τῶν ἐχθρῶν ἐκ τῶν ὀχυρωμάτων ἐλθόντες τήν τε
Line of edition: 30   δυσωδείαν καὶ ἐρημίαν τῆς πόλεως θεωρήσαντες μετανάσται
Line of edition: 31   τῶν ἰδίων ἐν ἄλλαις πόλεσι γενέσθαι ἠβούλοντο· ἀλλὰ καὶ
Line of edition: 32   τοῦτο Θεὸν δυσωπήσας ὁ μάρτυς γενέσθαι οὐ παρεχώρησεν·
Page of edition: 199
Line of edition: 01
   ταῖς γὰρ αὐτοῦ ἱκεσίαις αἴϕνης ὀμβροτόκων νεϕελῶν κινηθέντων,
Line of edition: 02   τοσοῦτον ἐν μόνῃ τῇ πόλει καὶ οὕτω λάβρος ὑετὸς
Line of edition: 03   τότε ἠνέχθη, οἷος οὐ γέγονεν πώποτε, ὥς ϕασιν, ἐν ταῖς ἡμέραις
Line of edition: 04   ἡμῶν· δι᾿ οὗ καθαρθεῖσα ἡ πόλις τοὺς οἰκήτορας ἐπεσπάσατο
Line of edition: 05   χαίροντας.
Line of edition: 06   Ὁρᾶτε, ἀγαπητοί, ὅσα θαύματα ἐδωρήθη τῷ πανενδόξῳ
Line of edition: 07   μάρτυρι πρὸς τούτοις καὶ ἀοίκητον πᾶσαν γενέσθαι μέλλουσαν
Line of edition: 08   τὴν πόλιν οἰκεῖσθαι πάλιν ἐπρέσβευσε διὰ τῆς οὐρανόθεν
Line of edition: 09   τῶν ὑδάτων ἐκπλύσεως. Χρὴ τοίνυν ταῖς ἀτελευτήτοις τοῦτον
Line of edition: 10   παρ᾿ ἡμῶν τιμᾶσθαι τιμαῖς τε καὶ πανηγύρεσι, τοιαύτην
Line of edition: 11   ἀξιόκτητον καὶ εὐπρόσιτον παρρησίαν πρὸς Θεὸν κεκτημένον,
Line of edition: 12   ὡς οὐ μόνον κινδύνων πολλῶν ἀλλὰ καὶ θανάτων πολλάκις
Line of edition: 13   ἐλυτρώθημεν δι᾿ αὐτοῦ ταῖς ὑπὲρ ἡμῶν πρὸς τὸν ϕιλάνθρωπον
Line of edition: 14   Θεὸν ἱκεσίαις αὐτοῦ· αὐτοῦ γὰρ πρὸς τὴν αὐτοῦ ἄϕατον
Line of edition: 15   εὐσπλαγχνίαν τὸ γνήσιον τῆς εἰς αὐτὸν πίστεως τηρήσαντος,
Line of edition: 16   ἀξίως τὰς ὑπὲρ ἡμῶν αἰτήσεις κομίζεται καὶ μεταδίδωσιν
Line of edition: 17   ἡμῖν τοῖς ἀναξίοις τὰς παρ᾿ αὑτοῦ πλουσίας δωρεάς· διὸ
Line of edition: 18   καὶ τὴν οἰκείαν χρεωστοῦμεν τούτῳ ζωήν· αὐτὸς γὰρ ἡμᾶς
Line of edition: 19   κατεκτήσατο αἵματι τῷ ἰδίῳ.

Chapter: 15

Line of edition: 20   15. Θαῦμα θ/ 1. Τὸ ἀκόρεστον ἐπιστάμενος ὑμῶν τῶν πιστῶν
Line of edition: 21   πρὸς τὸ ἀκούειν τὰ τῶν ἁγίων θαύματα ὡς πάσης εὐϕροσύνης
Line of edition: 22   ἐμπιπλῶντα τοὺς ἀκούοντας, καὶ τοῦτο τοῖς προκειμένοις ἐπισυνάπτωμεν.
Line of edition: 23   Διὰ τὴν κατ᾿ ἔτος γινομένην ἔϕοδον τῶν ἐχθρῶν
Line of edition: 24   τοῖς ὀχυρώμασιν προσπελαζόντων ἡμῶν, τῷ καιρῷ εἷς ἱερεὺς
Line of edition: 25   μετ᾿ ὀλίγων λειτουργῶν ὑπὸ τοῦ ἀρχιερέως ἐν τῇ πόλει παρεαθεὶς
Line of edition: 26   προσεκαρτέρει τῷ τοῦ ἁγίου τιμίῳ ναῷ· τῆς δὲ ἐαρινῆς
Line of edition: 27   μνήμης τούτου ἐνδόξου μάρτυρος ἐπιστάσης, ἰδοὺ ὥσπερ τις
Line of edition: 28   καταιγὶς ἀπροσδόκητος οἱ Σαρακηνοὶ τούτοις ἐπέστησαν ψάλλουσι
Line of edition: 29   τὴν ἐπιλύχνιον τρισαγίαν ᾠδὴν ἐν αὐτῇ τῇ παρασκευῇ
Line of edition: 30   τῆς ἐαρινῆς παραμονῆς. Πάντων οὖν ἐκ τῶν χειρῶν αὐτῶν ὡς
Line of edition: 31   εἰπεῖν τῇ τοῦ Χριστοῦ χάριτι διαϕεθέντων ϕυγῇ χρησαμένων
Line of edition: 32   καὶ διασωθέντων, μόνος συνελήϕθη ὁ ἱερεὺς ἔνδον ἑστὼς ἐν
Page of edition: 200
Line of edition: 01
   τῷ βήματι. Τοῦτον οὖν κρατήσαντες καὶ ἀγαγόντες ἔξω τοῦ
Line of edition: 02   ἄστεως, ἐβασάνιζον θάνατον ἀπειλοῦντες 1 εἰ μὴ τοὺς διαπεϕευγότας
Line of edition: 03   παραδῷ, ἅμα δὲ καὶ τὰ ἱερὰ σκεύη. Ἄυπνον γοῦν τὴν
Line of edition: 04   νύκτα τούτου διατελέσαντος, γυνή τις τῶν συναιχμαλώτων τὸν
Line of edition: 05   πρεσβύτην ἱκέτευεν, ὥστε τὸν ἐν τῷ κάστρῳ ὄντα γόνον αὐτῆς
Line of edition: 06   ὡς ἴδιον ἔχειν υἱὸν παραθεμένη· ἔλεγεν γάρ, ὡς οὐ μετὰ πολὺ 2
Line of edition: 07   ἐκεῖσε παραγίνεται διασωθεὶς ὁ πρεσβύτης· καὶ γὰρ διώμνυτο
Line of edition: 08   ἡ γυνὴ τὸν ἅγιον μάρτυρα κατὰ τὴν ὥραν ἐκείνην ἑωρακέναι
Line of edition: 09   παραγενόμενον καὶ τὸν πρεσβύτην βιαίως τῆς τῶν βαρβάρων
Line of edition: 10   ἐξαρπάσαι χειρὸς πάνυ θυμούμενον κατ᾿ αὐτῶν. Καὶ ταῦτα
Line of edition: 11   μὲν τὸ γύναιον διαβεβαιούμενον παρεκάλει· πρωίας δὲ ἤδη
Line of edition: 12   γενομένης, ἀναστάντες οἱ βάρβαροι τέσσαρσί τε παραδεδωκότες
Line of edition: 13   τοῦτον Σαρακηνοῖς πρὸ τῶν τειχῶν ὄντες ἐν τῇ πόλει ἀπέστειλαν
Line of edition: 14   ἐντειλάμενοι ἢ τοὺς λαθόντας καὶ τὰ ἱερὰ παραδοῦναι ἢ
Line of edition: 15   μαχαίρᾳ τοῦτον τῆς ζωῆς ὑπεξαγαγεῖν. Ὡς οὖν ἔνδον γεγονότες
Line of edition: 16   μέσον ἔχοντες τοῦτον πεπεδημένον ἀμϕότεροι καὶ καταλαβόντες
Line of edition: 17   πλησίον τοῦ λεγομένου Τετραπύλου, ὅς ἐστιν πρὸς ἀποϕυγὴν
Line of edition: 18   τόπος ἐπιτήδειος, τῶν δεσμῶν αἴϕνης αὐτῷ λυθέντων τούς
Line of edition: 19   τε κατέχοντας ὤσας ὥσπερ τινὰς ἠκρωτηριασμένους καὶ μὴ
Line of edition: 20   ὑπάρχοντας, δρασμῷ τὴν σωτηρίαν ὠνήσατο· οἱ δὲ βάρβαροι
Line of edition: 21   πάμπολλα διερευνησάμενοι καὶ τοῦτον μηδέπω καὶ νῦν θεασάμενοι,
Line of edition: 22   οὕτως ἀπῆλθον κατῃσχυμμένοι καὶ ἄπρακτοι τοῖς ἀποστείλασι
Line of edition: 23   τὸ πραχθὲν ἀπαγγείλαντες· καὶ αὐτῶν τῆς πόλεως
Line of edition: 24   ἀναχωρησάντων τῆς τε ἐτησίου μνήμης ἐν ἐκείνῳ τῷ σαββάτῳ
Line of edition: 25   ἐνισταμένης καὶ τῆς λειτουργίας ἐν τῷ σεπτῷ ναῷ τοῦ μάρτυρος
Line of edition: 26   ἐπιτελουμένης ὑπὸ τῶν διασωθέντων τῷ διασώσαντι αὐτοὺς
Line of edition: 27   παραδόξως Θεῷ, καὶ τότε καὶ εἰς ἀεὶ τὴν εὐχαριστίαν καὶ
Line of edition: 28   ἡμεῖς προσάγειν οὐκ ἀπολήγωμεν, διότι μεγάλη παρ᾿ αὐτῷ
Line of edition: 29   καθάπερ ὁρῶμεν τῶν ἁγίων ἡ δύναμις· ἀεὶ γὰρ ζῶσιν πάντες
Line of edition: 30   οἱ κατὰ Θεὸν ζήσαντες, κἂν τῶν ἐνθένδε ἀπαλλαγῶσιν, καὶ
Line of edition: 31   μεγίστην ἔχοντες πρὸς αὐτὸν παρρησίαν διασῷζουσι πάντοτε
Line of edition: 32   τοὺς ἐπ᾿ αὐτοὺς πεποιθότας· καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἀκούσατε
Page of edition: 201
Line of edition: 01
   καὶ ἄλλο κατ᾿ αὐτὸ γεγονὸς θαῦμα, τοῦ προλαβόντος οὐκ
Line of edition: 02   ἔλαττον.

Chapter: 16

Line of edition: 03   16. Θαῦμα ι/. Τῇ αὐτῇ ἡμέρᾳ τοῦ σαββάτου ἐκείνου οἱ τῆς
Line of edition: 04   χειρὸς τῶν ἐχθρῶν διασωθέντες ὡς ἔϕαμεν λειτουργοί, ἐν τῷ
Line of edition: 05   τοῦ ἁγίου εἰσελθόντες λειτουργῆσαι ναῷ, βοῦν ηὗρον τοῖς τῆς
Line of edition: 06   αὐτοῦ κοιμήσεως προσδεδεμένον καγκέλλοις 1· περὶ οὗ πλεῖστα
Line of edition: 07   διαποροῦσιν τῇ ἑξῆς τινες τῶν πλησιαζόντων καὶ ἀπὸ τοῦ προσκειμένου
Line of edition: 08   ὄρους κατοπτευόντων διηγὴσαντο ταῦτα ὡς· ἄνθρωπός
Line of edition: 09   τις ἀπὸ τῆς Παϕλαγόνων χώρας τὸν βοῦν ἐκεῖνον ϕέρων τῷ
Line of edition: 10   ἁγίῳ προσαγωγὴν παρ᾿ αὐτοῖς τὴν νύκτα κατέλυσεν τῆς παρασκευῆς
Line of edition: 11   · τοῦτον τε τῷ πρωὶ σὺν τῷ βοὶ ἀποστείλαντες τήν τε
Line of edition: 12   ἔϕοδον τῶν ἐχθρῶν μετὰ τοῦτο μεμαθηκότες καὶ δρασμῷ
Line of edition: 13   χρησάμενοι, ἀπὸ τῆς ἀκρωρείας ἔβλεπον 1 τὸν καρποϕόρον
Line of edition: 14   ἄνδρα ἐπανερχόμενον· καὶ τοῦτον προσκαλεσάμενοι ἠρώτων,
Line of edition: 15   ὅπως περισωθεὶς ἐπανήρχετο. Ὁ δὲ διομνύμενος ἕϕασκεν μηδαμῶς
Line of edition: 16   ἑωρακέναι τινά, ἀλλ᾿ ἐν τῇ πόλει, ϕησίν, εἰσελθὼν καί
Line of edition: 17   τινα μηδαμοῦ εὑρηκώς, τὸν ὑπ᾿ ἐμοῦ προσκομισθέντα βοῦν
Line of edition: 18   τοῖς καγκέλλοις 2 τῆς τοῦ ἁγίου κοιμήσεως προσδεδεκὼς ἀπεχώρησα.
Line of edition: 19   Τούτων ἀκηκοότες παρ᾿ αὐτοῦ τῶν ῥημάτων τόν τε ἄνδρα
Line of edition: 20   διασεσωσμένον ὁρῶντες, ἀπιστεῖν μὲν παντελῶς οὐκ ἠδύναντο,
Line of edition: 21   ἐξίσταντο δὲ ὅμως καὶ διηπόρουν, πῶς τὴν αὐτὴν τοῖς ἐχθροῖς
Line of edition: 22   διοδεύσας ὁδὸν τῆς τούτων διεσώθη χειρός. Ὄντως θαυμαστὸς
Line of edition: 23   ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· οὕτως γὰρ καὶ οἱ τῷ Ἐλισσαίῳ
Line of edition: 24   ποτὲ ἐπιστάντες Ἀσσύριοι 3 ἐπατάχθησαν ὁράσεως ἀχλύι 4 παραδοθέντες
Line of edition: 25   τούτῳ καὶ παίγνιον 5, ἰδεῖν οὐ δυνάμενοι, καίτοι ἐγγὺς
Line of edition: 26   ἔχοντες τὸν ζητούμενον· ὡς καὶ νῦν ὁ μάρτυς τὸν πρὸς αὐτὸν
Line of edition: 27   μετὰ πίστεως ἥκοντα σέσωκεν, ῥυσάμενος τοῦτον τῆς ϕονίας
Line of edition: 28   τῶν ἐχθρῶν δεξιᾶς, εἰς δόξαν καὶ εὐχαριστίαν Χριστοῦ τοῦ
Line of edition: 29   Θεοῦ ἡμῶν· μεθ᾿ οὗ τῷ πατρὶ καὶ Θεῷ δόξα, κράτος, τιμὴ
Line of edition: 30   καὶ προσκύνησις σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ
Line of edition: 31   πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν·