Τῇ ΚΘ´ τοῦ μηνὸς Σεπτεμβρίου, μνήμη τοῦ Ἁγίου Μάρτυρος Γοβδελαᾶ, υἱοῦ Σαβωρίου Βασιλέως Περσῶν. Μνήμη τῶν σὺν τῷ Γοβδελαᾷ ἀθλησάντων Δάδα, Κασδόου, Κασδόας, θυγατρὸς τοῦ αὐτοῦ βασιλέως Σαβωρίου.
Ἐν ταῖς ἡμέραις Σαβωρίου βασιλέως Περσῶν,
πατρὸς τοῦ Ἁγίου Γοβδελαᾶ, ἦν τις Δάδας ὄνομα, χριστιανός, πρῶτος τοῦ
παλατίου, προσφιλέστατος καὶ συγγενὴς τοῦ βασιλέως· καὶ ἀποσταλεὶς ἄρχειν
εἰς τὰς ὑπ᾿ αὐτὸν χώρας, ἐσέβετο τὸν Χριστὸν ἐν φανερῷ· καὶ διαβληθέντα
πρὸς τὸν βασιλέα παρά τινος, ἐπεὶ ἀπεστάλη πρὸς αὐτὸν Ἀδραμέλεχ, ὁ πρῶτος
τῶν αὐτοῦ μεγιστάνων, μαθεῖν τὸ ἀληθές, εὗρεν αὐτὸν ἐν ἀληθείᾳ τὸν Χριστὸν
σεβόμενον καὶ ἔγραψε τῷ βασιλεῖ περὶ τούτου. Ὁ δὲ βασιλεὺς δι᾿ ἀντιγραφῆς
αὑτοῦ δέδωκεν αὐτῷ ἐξουσίαν κατὰ παντὸς χριστιανοῦ. Ταύτην τὴν ἀντιγραφήν
ἀπέστειλε διὰ Γοβδελαᾶ τοῦ υἱοῦ αὐτοῦ· ἣν καὶ δεξάμενος, συνεδριάζοντος
αὐτῇ τοῦ Γοβδελαᾶ, ἤρξατο ποιεῖν τὴν ἐξέτασιν. Ἀνακρίναντες δὲ αὐτὸν ἐπιμελῶς καὶ τὰ συντείνοντα πρὸς τὸν σκοπὸν αὑτῶν ὁμιλήσαντες, εὗρον τὸν Ἅγιον ὁλοψύχως εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πιστεύοντα καὶ ὑπὲρ αὐτοῦ προθύμως ἀποθανεῖν βουλόμενον. Τότε κάμινον λαυροτάτην ἀνάψαντες, ἐν αὐτῇ τὸν Ἅγιον βληθῆναι προσέταξαν. Ἀναφθείσης δὲ αὐτῆς ἐπὶ πολὺ καὶ εἰς ὕψος ἀρθείσης τοσοῦτον, ὡς καταπλήττειν τοὺς βλέποντας, ἀγαγόντες τὸν ἅγιον Δάδαν, πρὸς τὸ ἐναποῤῥιφῆναι ταύτῃ μὴ πειθόμενον, ὡς ἤδη πλησίον ἡ κάμινος τοῦτον εἶχε καὶ τὸ σημεῖον τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ ἐδέξατο, ἐσβεσμένην ταύτην ἰδόντες καὶ ὕδωρ ἀντὶ φλογὸς βλύσασαν, ἐξέστησαν ἐπὶ τῷ παραδόξῳ τούτῳ θαύματι. Ὁ τοῦ βασιλέως οὖν υἱὸς Γοβδελαᾶς, Προσφιλέστατε Δάδα, εἶπε, τίς σε τὰς τοιαύτας μαγείας ἐδίδαξεν; Ὁ δὲ πρὸς αὐτόν· Εἴθε καὶ αὐτὸς παρὰ τοῦ ἐμοῦ Διδασκάλου ἠξιώθης μαθεῖν. Καὶ ὁ Γοβδελαᾶς, Ἐὰν πιστεύσω, ἔφη, τῷ Χριστῷ σου, δυνήσομαι κἀγὼ τοιαῦτα ποιεῖν; Ὁ Δάδας εἶπεν· Οὐ μόνον ταῦτα ποιήσεις, ἀλλὰ καὶ συμβασιλεύσεις αὐτῷ. Καὶ προστάξας ἀναφθῆναι κάμινον ὁ Γοβδελαᾶς, ἐπικαλεσάμενος τὸ τοῦ Χριστοῦ ὄνομα εὐθέως κατέσβεσεν αὐτὴν καὶ προσπεσὼν τῷ Ἁγίῳ, ἐπίστευσε τῷ Χριστῷ. Ταῦτα ἰδὼν ὁ Ἀδραμέλεχ, ἀπελθὼν ἀνήγγειλε πάντα τῷ βασιλεῖ. Ὁ δὲ βασιλεύς, ἀκούσας, ὅτι ὁ υἱὸς αὐτοῦ Γοβδελαᾶς χριστιανὸς γέγονε, ῥάβδους ἀκανθώδεις κοπῆναι προσέταξε καὶ ὑπὸ τεσσάρων τοῦτον στρατιωτῶν τύπτεσθαι· τούτων δὲ ἀτονησάντων, ἕτεροι ἀντ᾿ αὐτῶν εἰσήχθησαν. Ὁ δὲ Ἅγιος τυπτόμενος καθ᾿ ὅλου τοῦ σώματος, ὑπομονὴν δοθῆναι αὐτῷ σιωπηλῶς προσηύχετο τῷ Θεῷ· καὶ Ἄγγελος αὐτῷ φανείς, ἐνίσχυσε λέγων· Θάρσει, μετὰ σοῦ γάρ εἰμι. Καὶ καθειρχθείς, διεβίβασεν ἐν τῇ φυλακῇ ἡμέρας πέντε. Εἶθ᾿ οὕτω, Γαργάλου τινὸς ἐκ τοῦ βασιλέως κατά τε τοῦ Ἁγίου τὴν ἐξουσίαν λαβόντος καὶ κατὰ πάντων τῶν χριστιανῶν, τῆς φυλακῆς ἐξαχθεὶς καὶ τοῖς βουνεύροις τυπτόμενος ὁ Ἅγιος, προσηύχετο, ἀναθεματίζων τὸ πάτριον σέβας. Τότε ὁ Γάργαλος δύο λώρους προσέταξεν ἐκβληθῆναι ἀπὸ τῶν ποδῶν τοῦ Ἁγίου ἄχρι τῆς κεφαλῆς αὐτοῦ, εἰπών· Πάντως ἐλθὼν ὁ Χριστός σου ἀποκαταστήσει σε ὑγιῆ. Καὶ τούτου γενομένου, δήσας αὐτὸν ἀσφαλῶς ἐναπέθετο τῇ εἱρκτῇ. Λυθέντων δὲ αὐτομάτως τῶν δεσμῶν καὶ τοῦ Ἁγίου ἀθρόον ὑγιοῦς ἀποκαταστάντος, ὥσπερ πρότερον ἦν, ἰδὼν αὐτὸν ὁ Γάργαλος ἐξέστη· καὶ ἀπελθὼν ἀπήγγειλε τῷ βασιλεῖ. Ὁ δὲ πρὸς αὐτόν, Ἀπόκτεινον, ἔφη, τὸν δυσσεβῆ· οὐ γὰρ υἱός μού ἐστιν, ἀλλ᾿ ἐπίβουλος, ἐπεὶ ἐπίστευσεν εἰς Χριστόν. Ἐμβαλὼν οὖν σούβλαν πεπυρωμένην εἰς τὸ οὖς αὐτοῦ καὶ διαβιβάσας εἰς τὸ ἕτερον, ἀπέθετο ἐν τῇ φυλακῇ. Προσευχομένου δὲ αὐτοῦ, ἐλθὼν Ἄγγελος Κυρίου, ᾖρε τὴν σούβλαν καὶ ἰάσατο αὐτόν. Ἰδὼν δὲ ὁ Γάργαλος, ἐπὶ βουνεύροις τοῦτον καταξάνας, καθεῖρξε. Καὶ τῇ ἑξῆς πάλιν ῥοΐναις ῥάβδοις ἔτυψεν. Εἶθ᾿ οὕτως, ὀγγίνοις σιδηροῖς τὰς πλευρὰς αὐτοῦ καταξαίνων ἀφειδῶς, ἔλεγεν· Ἴδωμεν, εἰ ἔλθῃ ἄρτι ὁ Χριστός σου καὶ ἰάσεταί σε· καὶ ὡς μόνον προσηύξατο ἐν τῇ φυλακῇ ὤν, παρευθὺς τὴν ἴασιν ἔλαβε, δοξάζων καὶ εὐλογῶν τὸν Θεόν. Ἰδόντες δὲ αὐτὸν οἱ ἐν τῇ φυλακῇ οὕτως ἔχοντα, ἐξέστησαν λέγοντες· Μέγας ὁ Θεὸς τῶν χριστιανῶν. Ὁ δὲ ἄρχων, θυμωθεὶς ἐκέλευσεν ὀγκίνους σιδηροῦς βληθῆναι κατὰ τῶν ὤμων αὐτοῦ, καὶ κρεμασθῆναι ἀπὸ ὥρας τρίτης μέχρις ἐνάτης. Καὶ τούτου γενομένου, ὁ Ἅγιος καὶ ἀπῃωρημένος ὤν, προσηύχετο καθ᾿ ἑαυτόν· καταχθεὶς δὲ ἐκεῖθεν, τῇ φυλακῇ καὶ αὖθις κατησφαλίσθη. Ἡ οὖν μήτηρ καὶ ἡ ἀδελφὴ αὐτοῦ ἐπεθύμουν αὐτὸν θεάσασθαι, ἀλλ᾿ ἐφοβοῦντο τὸν βασιλέα. Ὑπομνησθεὶς δὲ ὁ βασιλεύς, λέγει τῷ Γαργάλῳ· Ἔτι ζῇ ὁ Γοβδελαᾶς ὁ μάγος; Ὁ δέ, Ναὶ βασιλεῦ, ἔφη· πολλὰ μὲν ἐνεδειξάμην δεινὰ εἰς αὐτόν, ἔτι δὲ ζῇ. Τότε ὁ βασιλεὺς προσέταξεν ἀποσπασθῆναι τὸ δέρμα τῆς κεφαλῆς αὐτοῦ ἀπὸ τοῦ τένοντος, καὶ καλύψαι τὴν ὄψιν αὐτοῦ· καὶ πάλιν ῥιφθεὶς ἐν τῇ φυλακῇ, ἐδόξαζε τὸν Θεόν. Τῇ δὲ ἑξῆς μαθὼν ὅτι ζῇ, τοὺς ὄνυχας τῶν χειρῶν καὶ ποδῶν αὐτοῦ ἐκριζώσας καὶ τοὺς τέσσαρας γομφίνους μύλωνας τῶν ὀδόντων αὐτοῦ ἔῤῥιψεν αὐτὸν ἐν τῇ φυλακῇ ὡς κύνα τεθνηκότα, προστάξας μὴ δοθῆναι αὐτῷ ὕδωρ, μηδέ τινα εἰσελθεῖν πρὸς αὐτόν. Ἀφίκετο δὲ πρὸς αὐτὸν ἡ ἀδελφὴ αὐτοῦ καὶ δέδωκεν αὐτῷ ὕδωρ, εἰποῦσα τῷ δεσμοφύλακι· Εἰ τὸ γεγονὸς κατάφωρόν τινι ποιήσῃς, τὴν κεφαλὴν ἀποτμηθήσῃ. Καὶ μέχρι μὲν τούτου τὰς ἰάσεις ἐδέχετο, ὡς μὴ πεπαγιωμένης οὔσης καὶ στερεᾶς τῆς αὐτοῦ ψυχῆς. Παγιωθείσης δὲ τῆς πίστεως αὐτοῦ, ἰάσεις μὲν οὐκ ἐδέχετο, ὑπομονὴν δὲ καὶ παῤῥησίαν καὶ προθυμίαν ἐν ταῖς βασάνοις λαμβάνων, τῇ τοῦ Ἁγίου Πνεύματος ἐπιλάμψει τετραυματισμένος ὤν, ἔχαιρε καὶ ἑτέρους ἐθεράπευε καὶ πάντες ἐθαύμαζον ἐπὶ τούτοις. Γάργαλος δέ τις ἕτερος μάγος, ἐν τῷ δεσμωτηρίῳ ὢν χάριν πολλῶν κακῶν, ὧν διεπράξατο, ἰδὼν τὴν ὑπομονὴν τοῦ Ἁγίου καὶ τὰ παρ᾿ αὐτοῦ γινόμενα ἔνδοξά τε καὶ ἐξαίσια ἐν τῇ φυλακῇ, ἔπεσε παρὰ τοὺς πόδας αὐτοῦ, λέγων· Δέομαί σου, δοῦλε τοῦ Θεοῦ, μνήσθητί μου ἐνώπιον τοῦ Χριστοῦ σου. Ὁ Ἅγιος εἶπε· Πίστευσον εἰς αὐτὸν καὶ ῥύσεταί σε ἐκ πάντων τῶν κακῶν σου. Ὁ Γάργαλος εἶπε· Πιστεύω εἰς σέ, Κύριε Ἰησοῦ Χριστέ· καὶ προσεκολλήθη τῷ Γοβδελαᾷ. Καὶ τῇ ἑξῆς καθήσας ὁ ἄρχων, παρέστησεν ἀμφοτέρους· καὶ ἀποδύσας τὸν Γάργαλον, προσέταξε τύπτεσθαι ῥάβδοις. Τυπτόμενος δὲ καὶ εἰς οὐρανὸν ἀποβλέπων, Κύριε Ἰησοῦ Χριστέ, ἔλεγε, διὰ τὸ ὄνομά σου πάσχω, ἐνδυνάμωσόν με. Καὶ ταῦτα εἰπών, παρέθετο τὴν ψυχὴν τῷ Κυρίῳ. Τὸν δὲ ἅγιον Γοβδελαᾶν βαλὼν εἰς τεκτονικὸν κοχλίαν, κατέθλασε τοὺς πόδας αὐτοῦ. Εἶθ᾿ οὕτω σφαίρας σιδηρᾶς ἐκπυρώσας, τὰς μασχάλας αὐτοῦ κατέκαυσεν. Ἐμβληθέντος δὲ αὐτοῦ εἰς τὴν φυλακήν, οἱ δέσμιοι χριόμενοι ἐκ τῶν ἰχώρων τῶν σαρκῶν αὐτοῦ, ἐθεραπεύοντο ἐκ τῶν πληγῶν, ὧν ἐπεφέροντο ἐκ τῶν μαστίγων· ἀλλὰ καὶ ἀσθενεῖς εἰσερχόμενοι, ῥῶσιν ἐλάμβανον, καὶ ἐδόξαζον τὸν Θεόν. Ἀκούων δὲ ὁ ἄρχων ἠπίστει· καὶ μετὰ πεντεκαίδεκα ἡμέρας ἐξαγαγὼν αὐτὸν τῆς φυλακῆς εὗρεν αὐτὸν ὁλόκληρον, σῶον καὶ ὑγιῆ καὶ ἰδὼν ἐξέστη. Καὶ βαλὼν εἰς λέβητα πίσσαν καὶ τέαφον καὶ ἐκκαύσας αὐτὸν σφοδρῶς, προσέταξεν ἐν τούτῳ βληθῆναι τὸν Ἅγιον. Ὁ δὲ Ἅγιος, ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ προσευξάμενος, ἐβλήθη ἐν τῷ λέβητι. Τούτου δὲ διαῤῥαγέντος, ἐξῆλθεν ὁ Ἅγιος ὑγιής, μηδοπωσοῦν μολυνθεὶς παρ᾿ αὐτοῦ. Τότε σκεψάμενος μετὰ τῶν σὺν αὐτῷ ὁ Γάργαλος ἐσταύρωσε τὸν Ἅγιον ἐπὶ ξύλου γυμνὸν καὶ ἐτόξευον αὐτὸν ἐπὶ ὥρας πολλὰς πλῆθος λαοῦ πολύ. Καὶ ἦν ἰδεῖν πρᾶγμα παράδοξον· οὐ μόνον γὰρ ὁ Ἅγιος ἄτρωτος ἔμενεν, ἀλλὰ καὶ τὰ πεμπόμενα κατ᾿ αὐτοῦ βέλη ἐν τῷ ἀέρι ἀπῃώρηντο· τοῦτο πάντας ἐξέπληξεν. Ὁ τὴν βουλὴν δὲ ταύτην δούς, ἐπεί, τείνας τὸ τόξον κατὰ τοῦ Ἁγίου, τοῦ βέλους ἀνακάμψαντος, τὸν δεξιὸν αὐτοῦ ὀφθαλμὸν ἐτρώθη, δεδήλωκεν αὖθις τῷ βασιλεῖ πάντα. Ὁ δὲ βασιλεύς, ταῦτα μαθών, ἀπέστειλε Κασδόαν τὴν θυγατέρα αὑτοῦ, κατηχῆσαι τὸν Γοβδελαᾶν· ἣ καὶ ἀπελθοῦσα καὶ ὑπὸ τοῦ ἀδελφοῦ κατηχηθεῖσα, γέγονε χριστιανή. Θυμωθεὶς δὲ ὁ βασιλεὺς ἐπὶ τούτῳ, προσέταξε ταθῆναι τὴν θυγατέρα αὑτοῦ καὶ ῥάβδοις τύπτεσθαι· οὗ γενομένου, ἔῤῥιψεν αὐτὴν ἐν τῷ δεσμωτηρίῳ. Ἡ δὲ Κασδόα, κειμένη ἐν τῇ φυλακῇ καὶ ὀδυνωμένη ἀπὸ τῶν προσενεχθεισῶν αὐτῇ μαστίγων, φησὶ πρὸς τὸν Ἅγιον· Εὖξαι ὑπὲρ ἐμοῦ, ὅτι οὐ δύναμαι ὑπενεγκεῖν τὰς βασάνους. Ὁ δὲ Ἅγιος· Ἡ πρὸς Θεόν σου πίστις μὴ ἐκλίπῃ καὶ ἐλπίζω εἰς τὸν Χριστόν, εἰς ὃν ἐπίστευσας, ὅτι οὐ μή σου ἅψηται βάσανος, οὐδ᾿ οὐ μὴ πειραθῇς ἑτέρων βασάνων. Ἐξαγαγὼν δὲ ὁ βασιλεὺς τὸν ἅγιον Γοβδελαᾶν, προσέταξε δεθῆναι τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ καὶ ῥιφῆναι εἰς τοὺς μύλωνας ἵππους, ὅπως καταπατηθῇ ὑπ᾿ αὐτῶν δι᾿ ὅλης τῆς νυκτός· οὗ γενομένου, ἀβλαβὴς διεφυλάχθη εὐλογῶν τὸν Θεόν. Πρωίας δὲ εὑρεθεὶς σῶος καὶ τῶν δεσμῶν λελυμένος, ἐξέστησεν ἅπαντας. Τότε σούβλας πυρώσας, κατέκαυσεν αὐτόν· εἶθ᾿ οὕτω, δύο ὀγκίνους κελεύει βληθῆναι εἰς τὰς χεῖρας αὐτοῦ καὶ κρεμασθῆναι εἰς δύο ξύλα, ἀπέχοντα ἀλλήλων ἀπὸ πηχῶν τριῶν. Ὁ δὲ Ἅγιος, καὶ ἀπῃωρημένος ὤν, προσηύχετο. Δαδιὴς δὲ καὶ Αὐδιής, χριστιανοὶ ὄντες, παρειστήκεισαν ἀπογραφόμενοι τὰ τοῦ Μάρτυρος ἆθλα ἐν τῷ κρυπτῷ διὰ τὸν φόβον τοῦ βασιλέως· πρὸς οὓς ὁ Ἅγιος εἶπεν· Εἰ δυνατὸν ὑμῖν, ἀγάγετέ μοι ὕδωρ καὶ ἔλαιον πρὸς τὸ βαπτισθῆναί με· εἰ δὲ ἀδυνάτως ἔχετε, εὔξασθε, ἵνα τοῦτο γένηται. Ταῦτα λέγοντος αὐτοῦ, ἰδοὺ νέφος μικρόν, ὡς ὁμίχλη, ἐπεσκίασε τὸν Ἅγιον καὶ ἐξέχεε κατὰ τῆς κεφαλῆς αὐτοῦ ἔλαιον καὶ ὕδωρ κρουνηδὸν καὶ ἤκουσε φωνῆς λεγούσης αὐτῷ· Ἰδού, ἐδέξω τὸ ἅγιον Βάπτισμα δοῦλε τοῦ Θεοῦ Γοβδελαᾶ· καὶ ἐφάνη τὸ πρόσωπον αὐτοῦ ὡς φῶς καὶ εὐωδία γέγονεν οὐκ ὀλίγη. Ἀκούσας δὲ ὁ Ἅγιος τῆς φωνῆς ἐν τῷ ξύλῳ κρεμάμενος, προσηύξατο πρὸς τὸν Θεόν, εὐχαριστῶν καὶ δοξάζων αὐτόν. Καταγαγὼν δὲ τοῦτον ὁ Γάργαλος ἐκ τῆς τιμωρίας ταύτης, ὀξύνας καλάμους, προσέταξεν ἅπαν τὸ σῶμα αὐτοῦ κατακεντηθῆναι ἀπὸ ποδῶν ἄχρι κεφαλῆς. Ὁ δὲ ἅγιος Μάρτυς ἐπὶ πολλὰς τὰς ὥρας κατακεντούμενος καὶ πρὸς Θεὸν εὐχόμενος, παρέδωκε τὴν ψυχήν. Τότε ὁ Γάργαλος, δήσας τοὺς πόδας αὐτοῦ ἐν σπαρτίῳ καὶ ἵπποις ἀγρίοις τοῦτο προσδήσας, ἐκέλευσε γυμνὸν τὸ σῶμα ἕλκεσθαι εἰς τραχεῖς καὶ πετρώδεις τόπους, ὅπως αἱ σάρκες αὐτοῦ πᾶσαι διαμερισθῶσι τῇ γῇ καὶ ταῖς πέτραις· ὃ καὶ γέγονε. Τὸ δὲ περιλειφθὲν αὐτοῦ σῶμα κόψας εἰς τρεῖς μερίδας, διεσκόρπισεν· ὅπερ λαβόντες πολλοῦ τιμήματος οἱ προμνημονευθέντες ἄνδρες χριστιανοί, οἳ καὶ πρεσβύτεροι ὑπῆρχον, Δαδιὴς καὶ Αὐδιὴς καὶ Ἀρμαζαδὰκ ὁ διάκονος, ἀπήγαγον ἐν τοῖς οἴκοις αὐτῶν καὶ ἀρώμασι καὶ σινδόσιν εἱλίσαντες, κατέθεντο ἐπιμελῶς. Τὸν δὲ ἅγιον Δάδαν τὸν ἐνδοξότατον, τὸν καὶ συγγενῆ τοῦ βασιλέως, πρότερον πολυειδῶς καὶ πολυτρόπως βασανίσαντες, κατέκοψαν μεληδόν· καὶ οὕτω καὶ αὐτὸς ἐν Κυρίῳ ἐτελειώθη. Φιλόθεοι δέ τινες, λαβόντες αὐτοῦ τὰ συγκοπέντα λείψανα καὶ κηδεύσαντες, κατέθεντο ἐν ἐπισήμῳ τόπῳ. Ψαλλόντων δὲ καὶ τῶν προμνημονευθέντων τριῶν ἀνδρῶν δι᾿ ὅλης τῆς νυκτός, περὶ τὸ μεσονύκτιον εὑρέθη καὶ ὁ ἅγιος Γοβδελαᾶς ἐν τῷ μέσῳ αὐτῶν, καὶ φησίν· Ἐνδυναμοῦσθε ἐν Κυρίῳ, ἀδελφοί, καὶ στῆτε ἑδραῖοι καὶ ἀμετακίνητοι, καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Οἱ δέ, ὡς εἶδον αὐτόν, ἐχάρησαν. Εἶπε δὲ αὐτοῖς πάλιν· Καὶ δῴη ὑμῖν Κύριος τὸν μισθὸν ὑπὲρ ὧν μοι πεποιήκατε. Εἶτα κλίνας τὴν κεφαλὴν αὐτοῦ πρὸς τὸν Δαδιῆ, λέγει· Λάβε τὸ κέρας τοῦ ἐλαίου καὶ τοῦ ἁγίου Σώματος τοῦ Χριστοῦ καὶ εἴσελθε εἰς τὸν περίβολον τοῦ βασιλέως καὶ χρῖσον Κασδόαν τὴν ἀδελφήν μου, καὶ μετάδος αὐτῇ τοῦ ἁγίου Σώματος. Ὁ δέ, λαβὼν αὐτά, ἐπορεύθη. Καὶ ὡς κατέλαβε τὴν θύραν, ὤφθη αὐτῷ Ἄγγελος Κυρίου καὶ εἰσῆλθε σὺν αὐτῷ· καὶ βαπτίσας αὐτὴν ὁ ἱερεὺς καὶ μεταδοὺς αὐτῇ τοῦ Δεσποτικοῦ Σώματος, εἶπεν· Ἄπελθε καὶ κάθευδε ἕως τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ εὐθέως λαβὼν ὁ Ἄγγελος τὴν ψυχὴν αὐτῆς, ἀπῆλθε πρὸς οὐρανούς. Πρωίας δὲ εἰσελθοῦσα ἡ μήτηρ αὐτῆς καὶ εὑροῦσα ταύτην τελειωθεῖσαν, ἀπῆλθε πρὸς τὸν βασιλέα καὶ λέγει αὐτῷ· Τοῦ λοιποῦ, βασιλεῦ, χαῖρε, σὺ καὶ ἡ βασιλεία σου· ὁ υἱός μου, ὡς μυρίων φονευτῶν ἐγκλήματα μόνος ἔχων, μυριοπλασίως τιμωρηθείς, τοῦ ζῆν παρὰ σοῦ ἀπηλλάγη. Ἰδοὺ νῦν καὶ ἡ θυγάτηρ μου, ὡς φονεύτρια τοῦ ἰδίου πατρός, γυμνὴ ὥσπερ λῃστὴς ταῖς ἀκανθώδεσι ῥάβδοις καταξανθεῖσα, καὶ αὐτὴ ἐτελεύτησε. Ταῦτα ἀκούσας ὁ ἀνάλγητος ἐκεῖνος καὶ αἱμοβόρος βασιλεύς, οὐδοπωσοῦν ἐκάμφθη πρὸς οἶκτον. Ἡ δὲ βασίλισσα, λαβοῦσα ἀρώματα πολυειδῆ καὶ ἡδύπνοα, ἐμύρισε τὸ λείψανον τῆς Ἁγίας αὑτῆς θυγατρός, καὶ πορφύρᾳ βασιλικῇ εἱλίσασα, κατέθετο μετὰ Γοβδελαᾶ τοῦ υἱοῦ αὐτῆς, εἰς δόξαν τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου Θεοῦ ἡμῶν, ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. |
νεοελληνικὴ ἀπόδοση
|
Στίχοι.Ὁ Γοβδελαᾶς πείρεται τοῖς καλάμοις, Ξίφει μεληδὸν σῶμα πᾶν τετμημένος, Ἀθλοῦσιν ἄμφω Κασδόος καὶ Κασδόα, |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.