[400b] Σωκράτης
καλῶς ἄρα ἂν τὸ ὄνομα τοῦτο ἔχοι τῇ δυνάμει ταύτῃ ἣ φύσιν ὀχεῖ καὶ ἔχει “φυσέχην”
ἐπονομάζειν. ἔξεστι δὲ καὶ “ψυχὴν” κομψευόμενον λέγειν.
Ἑρμογένης
πάνυ μὲν οὖν, καὶ δοκεῖ γέ μοι τοῦτο ἐκείνου τεχνικώτερον εἶναι.
Σωκράτης
καὶ γὰρ ἔστιν: γελοῖον μέντοι φαίνεται ὡς ἀληθῶς ὀνομαζόμενον ὡς ἐτέθη.
Ἑρμογένης
ἀλλὰ δὴ τὸ μετὰ τοῦτο πῶς φῶμεν ἔχειν;
Σωκράτης
τὸ σῶμα λέγεις;
Ἑρμογένης
ναί.
Σωκράτης
πολλαχῇ μοι δοκεῖ τοῦτό γε: ἂν μὲν καὶ σμικρόν [400c] τις παρακλίνῃ, καὶ πάνυ. καὶ
γὰρ σῆμά τινές φασιν αὐτὸ εἶναι τῆς ψυχῆς, ὡς τεθαμμένης ἐν τῷ νῦν παρόντι: καὶ
διότι αὖ τούτῳ σημαίνει ἃ ἂν σημαίνῃ ἡ ψυχή, καὶ ταύτῃ “σῆμα” ὀρθῶς καλεῖσθαι. δοκοῦσι
μέντοι μοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα, ὡς δίκην διδούσης τῆς ψυχῆς
ὧν δὴ ἕνεκα δίδωσιν, τοῦτον δὲ περίβολον ἔχειν, ἵνα σῴζηται, δεσμωτηρίου εἰκόνα:
εἶναι οὖν τῆς ψυχῆς τοῦτο, ὥσπερ αὐτὸ ὀνομάζεται, ἕως ἂν ἐκτείσῃ τὰ ὀφειλόμενα,
[τὸ] “σῶμα,” καὶ οὐδὲν δεῖν παράγειν οὐδ' ἓν γράμμα.
[400d] Ἑρμογένης
ταῦτα μέν μοι δοκεῖ ἱκανῶς, ὦ Σώκρατες, εἰρῆσθαι: περὶ δὲ τῶν θεῶν τῶν ὀνομάτων,
οἷον καὶ περὶ τοῦ “Διὸς” νυνδὴ ἔλεγες, ἔχοιμεν ἄν που κατὰ τὸν αὐτὸν τρόπον ἐπισκέψασθαι
κατὰ τίνα ποτὲ ὀρθότητα αὐτῶν τὰ ὀνόματα κεῖται;
Σωκράτης
ναὶ μὰ Δία ἡμεῖς γε, ὦ Ἑρμόγενες, εἴπερ γε νοῦν ἔχοιμεν, ἕνα μὲν τὸν κάλλιστον τρόπον,
ὅτι περὶ θεῶν οὐδὲν ἴσμεν, οὔτε περὶ αὐτῶν οὔτε περὶ τῶν ὀνομάτων, ἅττα ποτὲ ἑαυτοὺς
καλοῦσιν: δῆλον γὰρ ὅτι ἐκεῖνοί γε τἀληθῆ καλοῦσι. [400e] δεύτερος δ' αὖ τρόπος
ὀρθότητος, ὥσπερ ἐν ταῖς εὐχαῖς νόμος ἐστὶν ἡμῖν εὔχεσθαι, οἵτινές τε καὶ ὁπόθεν
χαίρουσιν ὀνομαζόμενοι, ταῦτα καὶ ἡμᾶς αὐτοὺς καλεῖν, ὡς ἄλλο μηδὲν [401a] εἰδότας:
καλῶς γὰρ δὴ ἔμοιγε δοκεῖ νενομίσθαι. εἰ οὖν βούλει, σκοπῶμεν ὥσπερ προειπόντες
τοῖς θεοῖς ὅτι περὶ αὐτῶν οὐδὲν ἡμεῖς σκεψόμεθα--οὐ γὰρ ἀξιοῦμεν οἷοί τ' ἂν εἶναι
σκοπεῖν--ἀλλὰ περὶ τῶν ἀνθρώπων, ἥν ποτέ τινα δόξαν ἔχοντες ἐτίθεντο αὐτοῖς τὰ ὀνόματα:
τοῦτο γὰρ ἀνεμέσητον.
Ἑρμογένης
ἀλλά μοι δοκεῖς, ὦ Σώκρατες, μετρίως λέγειν, καὶ οὕτω ποιῶμεν.
[401b] Σωκράτης
ἄλλο τι οὖν ἀφ' Ἑστίας ἀρχώμεθα κατὰ τὸν νόμον;
Ἑρμογένης
δίκαιον γοῦν.
Σωκράτης
τί οὖν ἄν τις φαίη διανοούμενον τὸν ὀνομάσαντα Ἑστίαν ὀνομάσαι;
Ἑρμογένης
οὐ μὰ τὸν Δία οὐδὲ τοῦτο οἶμαι ῥᾴδιον εἶναι.
Σωκράτης
κινδυνεύουσι γοῦν, ὠγαθὲ Ἑρμόγενες, οἱ πρῶτοι τὰ ὀνόματα τιθέμενοι οὐ φαῦλοι εἶναι
ἀλλὰ μετεωρολόγοι καὶ ἀδολέσχαι τινές.
Ἑρμογένης
τί δή;
Σωκράτης
καταφαίνεταί μοι ἡ θέσις τῶν ὀνομάτων τοιούτων [401c] τινῶν ἀνθρώπων, καὶ ἐάν τις
τὰ ξενικὰ ὀνόματα ἀνασκοπῇ, οὐχ ἧττον ἀνευρίσκεται ὃ ἕκαστον βούλεται. οἷον καὶ
ἐν τούτῳ ὃ ἡμεῖς “οὐσίαν” καλοῦμεν, εἰσὶν οἳ “ἐσσίαν” καλοῦσιν, οἳ δ' αὖ “ὠσίαν.”
πρῶτον μὲν οὖν κατὰ τὸ ἕτερον ὄνομα τούτων ἡ τῶν πραγμάτων οὐσία “Ἑστία” καλεῖσθαι
ἔχει λόγον, καὶ ὅτι γε αὖ ἡμεῖς τὸ τῆς οὐσίας μετέχον “ἔστιν” φαμέν, καὶ κατὰ τοῦτο
ὀρθῶς ἂν καλοῖτο “Ἑστία”: ἐοίκαμεν γὰρ καὶ ἡμεῖς τὸ παλαιὸν “ἐσσίαν” καλεῖν τὴν
οὐσίαν. ἔτι δὲ καὶ κατὰ τὰς θυσίας ἄν τις [401d] ἐννοήσας ἡγήσαιτο οὕτω νοεῖν ταῦτα
τοὺς τιθεμένους: τὸ γὰρ πρὸ πάντων θεῶν τῇ Ἑστίᾳ πρώτῃ προθύειν εἰκὸς ἐκείνους οἵτινες
τὴν πάντων οὐσίαν “ἐσσίαν” ἐπωνόμασαν. ὅσοι δ' αὖ “ὠσίαν,” σχεδόν τι αὖ οὗτοι καθ'
Ἡράκλειτον ἂν ἡγοῖντο τὰ ὄντα ἰέναι τε πάντα καὶ μένειν οὐδέν: τὸ οὖν αἴτιον καὶ
τὸ ἀρχηγὸν αὐτῶν εἶναι τὸ ὠθοῦν, ὅθεν δὴ καλῶς ἔχειν αὐτὸ “ὠσίαν” ὠνομάσθαι. καὶ
ταῦτα [401e] μὲν δὴ ταύτῃ ὡς παρὰ μηδὲν εἰδότων εἰρήσθω: μετὰ δ' Ἑστίαν δίκαιον
Ῥέαν καὶ Κρόνον ἐπισκέψασθαι. καίτοι τό γε τοῦ Κρόνου ὄνομα ἤδη διήλθομεν. ἴσως
μέντοι οὐδὲν λέγω.
Ἑρμογένης
τί δή, ὦ Σώκρατες;
Σωκράτης
ὠγαθέ, ἐννενόηκά τι σμῆνος σοφίας.
Ἑρμογένης
ποῖον δὴ τοῦτο;
[402a] Σωκράτης
γελοῖον μὲν πάνυ εἰπεῖν, οἶμαι μέντοι τινὰ πιθανότητα ἔχον.
Ἑρμογένης
τίνα ταύτην;
Σωκράτης
τὸν Ἡράκλειτόν μοι δοκῶ καθορᾶν παλαί' ἄττα σοφὰ λέγοντα, ἀτεχνῶς τὰ ἐπὶ Κρόνου
καὶ Ῥέας, ἃ καὶ Ὅμηρος ἔλεγεν.
Ἑρμογένης
πῶς τοῦτο λέγεις;
Σωκράτης
λέγει που Ἡράκλειτος ὅτι “πάντα χωρεῖ καὶ οὐδὲν μένει,” καὶ ποταμοῦ ῥοῇ ἀπεικάζων
τὰ ὄντα λέγει ὡς “δὶς ἐς τὸν αὐτὸν ποταμὸν οὐκ ἂν ἐμβαίης.”
Ἑρμογένης
ἔστι ταῦτα.
[402b] Σωκράτης
τί οὖν; δοκεῖ σοι ἀλλοιότερον Ἡρακλείτου νοεῖν ὁ τιθέμενος τοῖς τῶν ἄλλων θεῶν προγόνοις
“Ῥέαν” τε καὶ “Κρόνον”; ἆρα οἴει ἀπὸ τοῦ αὐτομάτου αὐτὸν ἀμφοτέροις ῥευμάτων ὀνόματα
θέσθαι; ὥσπερ αὖ Ὅμηρος “Ὠκεανόν τε θεῶν γένεσίν” φησιν “καὶ μητέρα Τηθύν:” οἶμαι
δὲ καὶ Ἡσίοδος. λέγει δέ που καὶ Ὀρφεὺς ὅτι
Ὠκεανὸς πρῶτος καλλίρροος ἦρξε γάμοιο,
[402c] ὅς ῥα κασιγνήτην ὁμομήτορα Τηθὺν ὄπυιεν.4
ταῦτ' οὖν σκόπει ὅτι καὶ ἀλλήλοις συμφωνεῖ καὶ πρὸς τὰ τοῦ Ἡρακλείτου πάντα τείνει.
Ἑρμογένης
φαίνῃ τί μοι λέγειν, ὦ Σώκρατες: τὸ μέντοι τῆς Τηθύος οὐκ ἐννοῶ ὄνομα τί βούλεται.
Σωκράτης
ἀλλὰ μὴν τοῦτό γε ὀλίγου αὐτὸ λέγει ὅτι πηγῆς ὄνομα ἐπικεκρυμμένον ἐστίν. τὸ γὰρ
διαττώμενον καὶ [402d] τὸ ἠθούμενον πηγῆς ἀπείκασμά ἐστιν: ἐκ δὲ τούτων ἀμφοτέρων
τῶν ὀνομάτων ἡ “Τηθὺς” τὸ ὄνομα σύγκειται.
Ἑρμογένης
τοῦτο μέν, ὦ Σώκρατες, κομψόν.
Σωκράτης
τί δ' οὐ μέλλει; ἀλλὰ τί τὸ μετὰ τοῦτο; τὸν μὲν Δία εἴπομεν.
Ἑρμογένης
ναί.
Σωκράτης
τοὺς ἀδελφοὺς δὴ αὐτοῦ λέγωμεν, τόν τε Ποσειδῶ καὶ τὸν Πλούτωνα καὶ τὸ ἕτερον ὄνομα
ὃ ὀνομάζουσιν αὐτόν.
Ἑρμογένης
πάνυ γε.
Σωκράτης
τὸ μὲν τοίνυν τοῦ Ποσειδῶνός μοι φαίνεται ὠνομάσθαι [402e] [τοῦ πρώτου ὀνομάσαντος],
ὅτι αὐτὸν βαδίζοντα ἐπέσχεν ἡ τῆς θαλάττης φύσις καὶ οὐκέτι εἴασεν προελθεῖν, ἀλλ'
ὥσπερ δεσμὸς τῶν ποδῶν αὐτῷ ἐγένετο. τὸν οὖν ἄρχοντα τῆς δυνάμεως ταύτης θεὸν ὠνόμασεν
“Ποσειδῶνα,” ὡς “ποσίδεσμον” ὄντα: τὸ δὲ Ε ἔγκειται ἴσως εὐπρεπείας ἕνεκα. τάχα
δὲ οὐκ ἂν τοῦτο λέγοι, ἀλλ' ἀντὶ τοῦ σῖγμα [403a] δύο λάβδα τὸ πρῶτον ἐλέγετο, ὡς
πολλὰ εἰδότος τοῦ θεοῦ. ἴσως δὲ ἀπὸ τοῦ σείειν “ὁ σείων” ὠνόμασται: πρόσκειται δὲ
τὸ πεῖ καὶ τὸ δέλτα. τὸ δὲ Πλούτωνος, τοῦτο μὲν κατὰ τὴν τοῦ πλούτου δόσιν, ὅτι
ἐκ τῆς γῆς κάτωθεν ἀνίεται ὁ πλοῦτος, ἐπωνομάσθη: ὁ δὲ “Ἅιδης,” οἱ πολλοὶ μέν μοι
δοκοῦσιν ὑπολαμβάνειν τὸ ἀιδὲς προσειρῆσθαι τῷ ὀνόματι τούτῳ, καὶ φοβούμενοι τὸ
ὄνομα “Πλούτωνα” καλοῦσιν αὐτόν.
[403b] Ἑρμογένης
σοὶ δὲ πῶς φαίνεται, ὦ Σώκρατες;
Σωκράτης
πολλαχῇ ἔμοιγε δοκοῦσιν ἅνθρωποι διημαρτηκέναι περὶ τούτου τοῦ θεοῦ τῆς δυνάμεως
καὶ φοβεῖσθαι αὐτὸν οὐκ ἄξιον <ὄν>. ὅτι τε γάρ, ἐπειδὰν ἅπαξ τις ἡμῶν ἀποθάνῃ, ἀεὶ
ἐκεῖ ἐστιν, φοβοῦνται, καὶ ὅτι ἡ ψυχὴ γυμνὴ τοῦ σώματος παρ' ἐκεῖνον ἀπέρχεται,
καὶ τοῦτο πεφόβηνται: τὰ δ' ἐμοὶ δοκεῖ πάντα ἐς ταὐτόν τι συντείνειν, καὶ ἡ ἀρχὴ
τοῦ θεοῦ καὶ τὸ ὄνομα.
Ἑρμογένης
πῶς δή;
[403c] Σωκράτης
ἐγώ σοι ἐρῶ ἅ γέ μοι φαίνεται. εἰπὲ γάρ μοι, δεσμὸς ζῴῳ ὁτῳοῦν ὥστε μένειν ὁπουοῦν,
πότερος ἰσχυρότερός ἐστιν, ἀνάγκη ἢ ἐπιθυμία;
Ἑρμογένης
πολὺ διαφέρει, ὦ Σώκρατες, ἡ ἐπιθυμία.
Σωκράτης
οἴει οὖν τὸν Ἅιδην οὐκ ἂν πολλοὺς ἐκφεύγειν, εἰ μὴ τῷ ἰσχυροτάτῳ δεσμῷ ἔδει τοὺς
ἐκεῖσε ἰόντας;
Ἑρμογένης
δῆλα δή.
Σωκράτης
ἐπιθυμίᾳ ἄρα τινὶ αὐτούς, ὡς ἔοικε, δεῖ, εἴπερ τῷ μεγίστῳ δεσμῷ δεῖ, καὶ οὐκ ἀνάγκῃ.
Ἑρμογένης
φαίνεται.
Σωκράτης
οὐκοῦν ἐπιθυμίαι αὖ πολλαί εἰσιν;
Ἑρμογένης
ναί.
[403d] Σωκράτης
τῇ μεγίστῃ ἄρα ἐπιθυμίᾳ τῶν ἐπιθυμιῶν δεῖ αὐτούς, εἴπερ μέλλει τῷ μεγίστῳ δεσμῷ
κατέχειν.
Ἑρμογένης
ναί.
Σωκράτης
ἔστιν οὖν τις μείζων ἐπιθυμία ἢ ὅταν τίς τῳ συνὼν οἴηται δι' ἐκεῖνον ἔσεσθαι ἀμείνων
ἀνήρ;
Ἑρμογένης
μὰ Δί' οὐδ' ὁπωστιοῦν, ὦ Σώκρατες.
Σωκράτης
διὰ ταῦτα ἄρα φῶμεν, ὦ Ἑρμόγενες, οὐδένα δεῦρο ἐθελῆσαι ἀπελθεῖν τῶν ἐκεῖθεν, οὐδὲ
αὐτὰς τὰς Σειρῆνας, [403e] ἀλλὰ κατακεκηλῆσθαι ἐκείνας τε καὶ τοὺς ἄλλους πάντας:
οὕτω καλούς τινας, ὡς ἔοικεν, ἐπίσταται λόγους λέγειν ὁ Ἅιδης, καὶ ἔστιν, ὥς γ'
ἐκ τοῦ λόγου τούτου, ὁ θεὸς [οὗτος] τέλεος σοφιστής τε καὶ μέγας εὐεργέτης τῶν παρ'
αὐτῷ, ὅς γε καὶ τοῖς ἐνθάδε τοσαῦτα ἀγαθὰ ἀνίησιν: οὕτω πολλὰ αὐτῷ τὰ περιόντα ἐκεῖ
ἐστιν, καὶ τὸν “Πλούτωνα” ἀπὸ τούτου ἔσχε τὸ ὄνομα. καὶ τὸ αὖ μὴ ἐθέλειν συνεῖναι
τοῖς ἀνθρώποις ἔχουσι τὰ σώματα, ἀλλὰ τότε συγγίγνεσθαι, [404a] ἐπειδὰν ἡ ψυχὴ καθαρὰ
ᾖ πάντων τῶν περὶ τὸ σῶμα κακῶν καὶ ἐπιθυμιῶν, οὐ φιλοσόφου δοκεῖ σοι εἶναι καὶ
εὖ ἐντεθυμημένου ὅτι οὕτω μὲν ἂν κατέχοι αὐτοὺς δήσας τῇ περὶ ἀρετὴν ἐπιθυμίᾳ, ἔχοντας
δὲ τὴν τοῦ σώματος πτοίησιν καὶ μανίαν οὐδ' ἂν ὁ Κρόνος δύναιτο ὁ πατὴρ συγκατέχειν
αὑτῷ ἐν τοῖς δεσμοῖς δήσας τοῖς αὐτοῦ λεγομένοις;
Ἑρμογένης
κινδυνεύεις τὶ λέγειν, ὦ Σώκρατες.
[404b] Σωκράτης
καὶ τό γε ὄνομα ὁ “Ἅιδης,” ὦ Ἑρμόγενες, πολλοῦ δεῖ ἀπὸ τοῦ ἀιδοῦς ἐπωνομάσθαι, ἀλλὰ
πολὺ μᾶλλον ἀπὸ τοῦ πάντα τὰ καλὰ εἰδέναι, ἀπὸ τούτου ὑπὸ τοῦ νομοθέτου “Ἅιδης”
ἐκλήθη.
Ἑρμογένης
εἶεν: τί δὲ Δήμητρά τε καὶ Ἥραν καὶ Ἀπόλλω καὶ Ἀθηνᾶν καὶ Ἥφαιστον καὶ Ἄρη καὶ τοὺς
ἄλλους θεούς, πῶς λέγομεν;
Σωκράτης
Δημήτηρ μὲν φαίνεται κατὰ τὴν δόσιν τῆς ἐδωδῆς διδοῦσα ὡς μήτηρ “Δημήτηρ” κεκλῆσθαι,
Ἥρα δὲ ἐρατή [404c] τις, ὥσπερ οὖν καὶ λέγεται ὁ Ζεὺς αὐτῆς ἐρασθεὶς ἔχειν. ἴσως
δὲ μετεωρολογῶν ὁ νομοθέτης τὸν ἀέρα “Ἥραν” ὠνόμασεν ἐπικρυπτόμενος, θεὶς τὴν ἀρχὴν
ἐπὶ τελευτήν: γνοίης δ' ἄν, εἰ πολλάκις λέγοις τὸ τῆς Ἥρας ὄνομα. “Φερρέφαττα” δέ:
πολλοὶ μὲν καὶ τοῦτο φοβοῦνται τὸ ὄνομα καὶ τὸν “Ἀπόλλω,” ὑπὸ ἀπειρίας, ὡς ἔοικεν,
ὀνομάτων ὀρθότητος. καὶ γὰρ μεταβάλλοντες σκοποῦνται τὴν “Φερσεφόνην,” καὶ δεινὸν
αὐτοῖς φαίνεται: τὸ δὲ μηνύει [404d] σοφὴν εἶναι τὴν θεόν. ἅτε γὰρ φερομένων τῶν
πραγμάτων τὸ ἐφαπτόμενον καὶ ἐπαφῶν καὶ δυνάμενον ἐπακολουθεῖν σοφία ἂν εἴη. “Φερέπαφα”
οὖν διὰ τὴν σοφίαν καὶ τὴν ἐπαφὴν τοῦ φερομένου ἡ θεὸς ἂν ὀρθῶς καλοῖτο, ἢ τοιοῦτόν
τι--δι' ὅπερ καὶ σύνεστιν αὐτῇ ὁ Ἅιδης σοφὸς ὤν, διότι τοιαύτη ἐστίν--νῦν δὲ αὐτῆς
ἐκκλίνουσι τὸ ὄνομα εὐστομίαν περὶ πλείονος ποιούμενοι τῆς ἀληθείας, ὥστε “Φερρέφατταν”
αὐτὴν καλεῖν. ταὐτὸν δὲ καὶ περὶ τὸν [404e] Ἀπόλλω, ὅπερ λέγω, πολλοὶ πεφόβηνται
περὶ τὸ ὄνομα τοῦ θεοῦ, ὥς τι δεινὸν μηνύοντος: ἢ οὐκ ᾔσθησαι;
Ἑρμογένης
πάνυ μὲν οὖν, καὶ ἀληθῆ λέγεις.
Σωκράτης
τὸ δέ γ' ἐστίν, ὡς ἐμοὶ δοκεῖ, κάλλιστα κείμενον πρὸς τὴν δύναμιν τοῦ θεοῦ.
Ἑρμογένης
πῶς δή;
Σωκράτης
ἐγὼ πειράσομαι φράσαι ὅ γέ μοι φαίνεται: οὐ γὰρ [405a] ἔστιν ὅτι ἂν μᾶλλον ὄνομα
ἥρμοσεν ἓν ὂν τέτταρσι δυνάμεσι ταῖς τοῦ θεοῦ, ὥστε πασῶν ἐφάπτεσθαι καὶ δηλοῦν
τρόπον τινὰ μουσικήν τε καὶ μαντικὴν καὶ ἰατρικὴν καὶ τοξικήν.
Ἑρμογένης
λέγε δή: ἄτοπον γάρ τί μοι λέγεις τὸ ὄνομα εἶναι.
Σωκράτης
εὐάρμοστον μὲν οὖν, ἅτε μουσικοῦ ὄντος τοῦ θεοῦ. πρῶτον μὲν γὰρ ἡ κάθαρσις καὶ οἱ
καθαρμοὶ καὶ κατὰ τὴν ἰατρικὴν καὶ κατὰ τὴν μαντικὴν καὶ αἱ τοῖς ἰατρικοῖς [405b]
φαρμάκοις καὶ αἱ τοῖς μαντικοῖς περιθειώσεις τε καὶ τὰ λουτρὰ τὰ ἐν τοῖς τοιούτοις
καὶ αἱ περιρράνσεις, πάντα ἕν τι ταῦτα δύναιτ' ἄν, καθαρὸν παρέχειν τὸν ἄνθρωπον
καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν: ἢ οὔ;
Ἑρμογένης
πάνυ μὲν οὖν.
Σωκράτης
οὐκοῦν ὁ καθαίρων θεὸς καὶ ὁ ἀπολούων τε καὶ ἀπολύων τῶν τοιούτων κακῶν οὗτος ἂν
εἴη;
Ἑρμογένης
πάνυ μὲν οὖν.
Σωκράτης
κατὰ μὲν τοίνυν τὰς ἀπολύσεις τε καὶ ἀπολούσεις, [405c] ὡς ἰατρὸς ὢν τῶν τοιούτων,
“Ἀπολούων” ἂν ὀρθῶς καλοῖτο: κατὰ δὲ τὴν μαντικὴν καὶ τὸ ἀληθές τε καὶ τὸ ἁπλοῦν--
ταὐτὸν γάρ ἐστιν--ὥσπερ οὖν οἱ Θετταλοὶ καλοῦσιν αὐτόν, ὀρθότατ' ἂν καλοῖτο: “Ἄπλουν”
γάρ φασι πάντες Θετταλοὶ τοῦτον τὸν θεόν. διὰ δὲ τὸ ἀεὶ βολῶν ἐγκρατὴς εἶναι τοξικῇ
“Ἀειβάλλων” ἐστίν. κατὰ δὲ τὴν μουσικὴν δεῖ ὑπολαβεῖν [ὥσπερ τὸν ἀκόλουθόν τε καὶ
τὴν ἄκοιτιν] ὅτι τὸ ἄλφα σημαίνει πολλαχοῦ τὸ ὁμοῦ, καὶ ἐνταῦθα τὴν ὁμοῦ πόλησιν
καὶ περὶ τὸν οὐρανόν, οὓς δὴ “πόλους” καλοῦσιν, καὶ [τὴν] περὶ [405d] τὴν ἐν τῇ
ᾠδῇ ἁρμονίαν, ἣ δὴ συμφωνία καλεῖται, ὅτι ταῦτα πάντα, ὥς φασιν οἱ κομψοὶ περὶ μουσικὴν
καὶ ἀστρονομίαν, ἁρμονίᾳ τινὶ πολεῖ ἅμα πάντα: ἐπιστατεῖ δὲ οὗτος ὁ θεὸς τῇ ἁρμονίᾳ
ὁμοπολῶν αὐτὰ πάντα καὶ κατὰ θεοὺς καὶ κατ' ἀνθρώπους: ὥσπερ οὖν τὸν ὁμοκέλευθον
καὶ ὁμόκοιτιν “ἀκόλουθον” καὶ “ἄκοιτιν” ἐκαλέσαμεν, μεταβαλόντες ἀντὶ τοῦ “ὁμο‐”
“ἀ‐,” οὕτω καὶ “Ἀπόλλωνα” ἐκαλέσαμεν [405e] ὃς ἦν “ὁμοπολῶν,” ἕτερον λάβδα ἐμβαλόντες,
ὅτι ὁμώνυμον ἐγίγνετο τῷ χαλεπῷ ὀνόματι. ὅπερ καὶ νῦν ὑποπτεύοντές τινες διὰ τὸ
μὴ ὀρθῶς σκοπεῖσθαι τὴν δύναμιν τοῦ ὀνόματος φοβοῦνται αὐτὸ ὡς σημαῖνον φθοράν τινα:
τὸ [406a] δὲ [πολύ], ὥσπερ ἄρτι ἐλέγετο, πασῶν ἐφαπτόμενον κεῖται τῶν τοῦ θεοῦ δυνάμεων,
ἁπλοῦ, ἀεὶ βάλλοντος, ἀπολούοντος, ὁμοπολοῦντος. τὰς δὲ “Μούσας” τε καὶ ὅλως τὴν
μουσικὴν ἀπὸ τοῦ μῶσθαι, ὡς ἔοικεν, καὶ τῆς ζητήσεώς τε καὶ φιλοσοφίας τὸ ὄνομα
τοῦτο ἐπωνόμασεν. Λητὼ δὲ ἀπὸ τῆς πρᾳότητος τῆς θεοῦ, κατὰ τὸ ἐθελήμονα εἶναι ὧν
ἄν τις δέηται. ἴσως δὲ ὡς οἱ ξένοι καλοῦσιν-- πολλοὶ γὰρ “Ληθὼ” καλοῦσιν--ἔοικεν
οὖν πρὸς τὸ μὴ τραχὺ τοῦ ἤθους ἀλλ' ἥμερόν τε καὶ λεῖον “Ληθὼ” [406b] κεκλῆσθαι
ὑπὸ τῶν τοῦτο καλούντων. “Ἄρτεμις” δὲ <διὰ> τὸ ἀρτεμὲς φαίνεται καὶ τὸ κόσμιον,
διὰ τὴν τῆς παρθενίας ἐπιθυμίαν: ἴσως δὲ ἀρετῆς ἵστορα τὴν θεὸν ἐκάλεσεν ὁ καλέσας,
τάχα δ' ἂν καὶ ὡς τὸν ἄροτον μισησάσης τὸν ἀνδρὸς ἐν γυναικί: ἢ διὰ τούτων τι ἢ
διὰ πάντα ταῦτα τὸ ὄνομα τοῦτο ὁ τιθέμενος ἔθετο τῇ θεῷ.
Ἑρμογένης
τί δὲ ὁ “Διόνυσός” τε καὶ ἡ “ἀφροδίτη”;
Σωκράτης
μεγάλα, ὦ παῖ Ἱππονίκου, ἐρωτᾷς. ἀλλὰ ἔστι γὰρ καὶ σπουδαίως εἰρημένος ὁ τρόπος
τῶν ὀνομάτων τούτοις [406c] τοῖς θεοῖς καὶ παιδικῶς. τὸν μὲν οὖν σπουδαῖον ἄλλους
τινὰς ἐρώτα, τὸν δὲ παιδικὸν οὐδὲν κωλύει διελθεῖν: φιλοπαίσμονες γὰρ καὶ οἱ θεοί.
ὅ τε γὰρ Διόνυσος εἴη ἂν ὁ διδοὺς τὸν οἶνον “Διδοίνυσος” ἐν παιδιᾷ καλούμενος, οἶνος
δ', ὅτι οἴεσθαι νοῦν ἔχειν ποιεῖ τῶν πινόντων τοὺς πολλοὺς οὐκ ἔχοντας, “οἰόνους”
δικαιότατ' ἂν καλούμενος. περὶ δὲ ἀφροδίτης οὐκ ἄξιον Ἡσιόδῳ ἀντιλέγειν, ἀλλὰ [406d]
συγχωρεῖν ὅτι διὰ τὴν <ἐκ> τοῦ ἀφροῦ γένεσιν “ἀφροδίτη” ἐκλήθη.
Ἑρμογένης
ἀλλὰ μὴν οὐδ' Ἀθηνᾶς Ἀθηναῖός γ' ὤν, ὦ Σώκρατες, ἐπιλήσῃ, οὐδ' Ἡφαίστου τε καὶ Ἄρεως.
Σωκράτης
οὐδὲ εἰκός γε.
Ἑρμογένης
οὐ γάρ.
Σωκράτης
οὐκοῦν τὸ μὲν ἕτερον ὄνομα αὐτῆς οὐ χαλεπὸν εἰπεῖν δι' ὃ κεῖται.
Ἑρμογένης
τὸ ποῖον;
Σωκράτης
“Παλλάδα” που αὐτὴν καλοῦμεν.
Ἑρμογένης
πῶς γὰρ οὔ;
Σωκράτης
τοῦτο μὲν τοίνυν ἀπὸ τῆς ἐν τοῖς ὅπλοις ὀρχήσεως [406e] ἡγούμενοι τεθῆναι ὀρθῶς
ἄν, ὡς ἐγᾦμαι, ἡγοίμεθα: τὸ γάρ που ἢ αὑτὸν ἤ τι ἄλλο μετεωρίζειν ἢ ἀπὸ τῆς γῆς
ἢ ἐν ταῖς [407a] χερσὶν “πάλλειν” τε καὶ “πάλλεσθαι” καὶ ὀρχεῖν καὶ ὀρχεῖσθαι καλοῦμεν.
Ἑρμογένης
πάνυ μὲν οὖν.
Σωκράτης
“Παλλάδα” μὲν τοίνυν ταύτῃ.
Ἑρμογένης
καὶ ὀρθῶς γε. ἀλλὰ δὴ τὸ ἕτερον πῶς λέγεις;
Σωκράτης
τὸ τῆς Ἀθηνᾶς;
Ἑρμογένης
ναί.
Σωκράτης
τοῦτο ἐμβριθέστερον, ὦ φίλε. ἐοίκασι δὴ καὶ οἱ παλαιοὶ τὴν Ἀθηνᾶν νομίζειν ὥσπερ
οἱ νῦν περὶ Ὅμηρον [407b] δεινοί. καὶ γὰρ τούτων οἱ πολλοὶ ἐξηγούμενοι τὸν ποιητήν
φασι τὴν Ἀθηνᾶν αὐτὸν νοῦν τε καὶ διάνοιαν πεποιηκέναι, καὶ ὁ τὰ ὀνόματα ποιῶν ἔοικε
τοιοῦτόν τι περὶ αὐτῆς διανοεῖσθαι, ἔτι δὲ μειζόνως λέγων θεοῦ νόησιν ὡσπερεὶ λέγει
ὅτι “ἁ θεονόα” ἐστὶν αὕτη, τῷ ἄλφα ξενικῶς ἀντὶ τοῦ ἦτα χρησάμενος καὶ τὸ ἰῶτα καὶ
τὸ σῖγμα ἀφελών. ἴσως δὲ οὐδὲ ταύτῃ, ἀλλ' ὡς τὰ θεῖα νοούσης αὐτῆς διαφερόντως τῶν
ἄλλων “Θεονόην” ἐκάλεσεν. οὐδὲν δὲ ἀπέχει καὶ τὴν ἐν τῷ ἤθει νόησιν ὡς οὖσαν τὴν
θεὸν ταύτην “Ἠθονόην” μὲν [407c] βούλεσθαι προσειπεῖν: παραγαγὼν δὲ ἢ αὐτὸς ἤ τινες
ὕστερον ἐπὶ τὸ κάλλιον ὡς ᾤοντο, “Ἀθηνάαν” ἐκάλεσαν.
Ἑρμογένης
τί δὲ δὴ τὸν Ἥφαιστον, πῇ λέγεις;
Σωκράτης
ἦ τὸν γενναῖον τὸν “φάεος ἵστορα” ἐρωτᾷς;
Ἑρμογένης
ἔοικα.
Σωκράτης
οὐκοῦν οὗτος μὲν παντὶ δῆλος “Φαῖστος” ὤν, τὸ ἦτα προσελκυσάμενος;
Ἑρμογένης
κινδυνεύει, ἐὰν μή πῄ σοι, ὡς ἔοικεν, ἔτι ἄλλῃ δόξῃ.
Σωκράτης
ἀλλ' ἵνα μὴ δόξῃ, τὸν Ἄρη ἐρώτα.
Ἑρμογένης
ἐρωτῶ.
[407d] Σωκράτης
οὐκοῦν, εἰ μὲν βούλει, κατὰ τὸ ἄρρεν τε καὶ κατὰ τὸ ἀνδρεῖον “Ἄρης” ἂν εἴη: εἰ δ'
αὖ κατὰ τὸ σκληρόν τε καὶ ἀμετάστροφον, ὃ δὴ “ἄρρατον” καλεῖται, καὶ ταύτῃ ἂν πανταχῇ
πολεμικῷ θεῷ πρέποι “Ἄρη” καλεῖσθαι.
Ἑρμογένης
πάνυ μὲν οὖν.
Σωκράτης
ἐκ μὲν οὖν τῶν θεῶν πρὸς θεῶν ἀπαλλαγῶμεν, ὡς ἐγὼ δέδοικα περὶ αὐτῶν διαλέγεσθαι:
περὶ δὲ ἄλλων <ὧν> τινων βούλει προβαλλέ μοι, “ὄφρα ἴδηαι οἷοι” Εὐθύφρονος “ἵπποι.”
[407e] Ἑρμογένης
ἀλλὰ ποιήσω ταῦτα, ἔτι γε ἓν ἐρόμενός σε περὶ Ἑρμοῦ, ἐπειδή με καὶ οὔ φησιν Κρατύλος
Ἑρμογένη εἶναι. πειρώμεθα οὖν τὸν “Ἑρμῆν” σκέψασθαι τί καὶ νοεῖ τὸ ὄνομα, ἵνα καὶ
εἰδῶμεν εἰ τὶ ὅδε λέγει.
Σωκράτης
ἀλλὰ μὴν τοῦτό γε ἔοικε περὶ λόγον τι εἶναι ὁ “Ἑρμῆς,” καὶ τὸ ἑρμηνέα εἶναι καὶ
τὸ ἄγγελον καὶ τὸ [408a] κλοπικόν τε καὶ τὸ ἀπατηλὸν ἐν λόγοις καὶ τὸ ἀγοραστικόν,
περὶ λόγου δύναμίν ἐστιν πᾶσα αὕτη ἡ πραγματεία: ὅπερ οὖν καὶ ἐν τοῖς πρόσθεν ἐλέγομεν,
τὸ “εἴρειν” λόγου χρεία ἐστί, τὸ δέ, οἷον καὶ Ὅμηρος πολλαχοῦ λέγει, “ἐμήσατό” φησιν,
τοῦτο δὲ μηχανήσασθαί ἐστιν. ἐξ ἀμφοτέρων οὖν τούτων τὸν τὸ λέγειν τε καὶ τὸν λόγον
μησάμενον--τὸ δὲ λέγειν δή ἐστιν εἴρειν--τοῦτον τὸν θεὸν ὡσπερεὶ ἐπιτάττει [408b]
ἡμῖν ὁ νομοθέτης: “ὦ ἄνθρωποι, ὃς τὸ εἴρειν ἐμήσατο, δικαίως ἂν καλοῖτο ὑπὸ ὑμῶν
εἰρέμης”: νῦν δὲ ἡμεῖς, ὡς οἰόμεθα, καλλωπίζοντες τὸ ὄνομα “Ἑρμῆν” καλοῦμεν. [καὶ
ἥ γε Ἶρις ἀπὸ τοῦ εἴρειν ἔοικεν κεκλημένη, ὅτι ἄγγελος ἦν.]
Ἑρμογένης
νὴ τὸν Δία, εὖ ἄρα μοι δοκεῖ Κρατύλος λέγειν τὸ ἐμὲ μὴ εἶναι Ἑρμογένη: οὔκουν εὐμήχανός
γέ εἰμι λόγου.
Σωκράτης
καὶ τό γε τὸν Πᾶνα τοῦ Ἑρμοῦ εἶναι ὑὸν διφυῆ ἔχει τὸ εἰκός, ὦ ἑταῖρε.
[408c] Ἑρμογένης
πῶς δή;
Σωκράτης
οἶσθα ὅτι ὁ λόγος τὸ πᾶν σημαίνει καὶ κυκλεῖ καὶ πολεῖ ἀεί, καὶ ἔστι διπλοῦς, ἀληθής
τε καὶ ψευδής.
Ἑρμογένης
πάνυ γε.
Σωκράτης
οὐκοῦν τὸ μὲν ἀληθὲς αὐτοῦ λεῖον καὶ θεῖον καὶ ἄνω οἰκοῦν ἐν τοῖς θεοῖς, τὸ δὲ ψεῦδος
κάτω ἐν τοῖς πολλοῖς τῶν ἀνθρώπων καὶ τραχὺ καὶ τραγικόν: ἐνταῦθα γὰρ πλεῖστοι οἱ
μῦθοί τε καὶ τὰ ψεύδη ἐστίν, περὶ τὸν τραγικὸν βίον.
Ἑρμογένης
πάνυ γε.
Σωκράτης
ὀρθῶς ἄρ' <ἂν> ὁ πᾶν μηνύων καὶ ἀεὶ πολῶν [408d] “Πὰν αἰπόλος” εἴη, διφυὴς Ἑρμοῦ
ὑός, τὰ μὲν ἄνωθεν λεῖος, τὰ δὲ κάτωθεν τραχὺς καὶ τραγοειδής. καὶ ἔστιν ἤτοι λόγος
ἢ λόγου ἀδελφὸς ὁ Πάν, εἴπερ Ἑρμοῦ ὑός ἐστιν: ἀδελφῷ δὲ ἐοικέναι ἀδελφὸν οὐδὲν θαυμαστόν.
ἀλλ' ὅπερ ἐγὼ ἔλεγον, ὦ μακάριε, ἀπαλλαγῶμεν ἐκ τῶν θεῶν.
Ἑρμογένης
τῶν γε τοιούτων, ὦ Σώκρατες, εἰ βούλει. περὶ τῶν τοιῶνδε δὲ τί σε κωλύει διελθεῖν,
οἷον ἡλίου τε καὶ σελήνης καὶ ἄστρων καὶ γῆς καὶ αἰθέρος καὶ ἀέρος καὶ πυρὸς [408e]
καὶ ὕδατος καὶ ὡρῶν καὶ ἐνιαυτοῦ;
Σωκράτης
συχνὰ μέν μοι προστάττεις, ὅμως δέ, εἴπερ σοι κεχαρισμένον ἔσται, ἐθέλω.
Ἑρμογένης
καὶ μὴν χαριῇ.
Σωκράτης
τί δὴ οὖν πρῶτον βούλει; ἢ ὥσπερ εἶπες τὸν ἥλιον διέλθωμεν;
Ἑρμογένης
πάνυ γε.
Σωκράτης
ἔοικε τοίνυν κατάδηλον γενόμενον ἂν μᾶλλον εἰ [409a] τῷ Δωρικῷ τις ὀνόματι χρῷτο--
“ἅλιον” γὰρ καλοῦσιν οἱ Δωριῆς-- “ἅλιος” οὖν εἴη μὲν ἂν κατὰ τὸ ἁλίζειν εἰς ταὐτὸν
τοὺς ἀνθρώπους ἐπειδὰν ἀνατείλῃ, εἴη δ' ἂν καὶ τῷ περὶ τὴν γῆν ἀεὶ εἱλεῖν ἰών, ἐοίκοι
δ' ἂν καὶ ὅτι ποικίλλει ἰὼν τὰ γιγνόμενα ἐκ τῆς γῆς: τὸ δὲ ποικίλλειν καὶ αἰολεῖν
ταὐτόν.
Ἑρμογένης
τί δὲ ἡ “σελήνη”;
Σωκράτης
τοῦτο δὲ τὸ ὄνομα φαίνεται τὸν Ἀναξαγόραν πιέζειν.
Ἑρμογένης
τί δή;
Σωκράτης
ἔοικε δηλοῦντι παλαιότερον ὃ ἐκεῖνος νεωστὶ ἔλεγεν, [409b] ὅτι ἡ σελήνη ἀπὸ τοῦ
ἡλίου ἔχει τὸ φῶς.
Ἑρμογένης
πῶς δή;
Σωκράτης
τὸ μέν που “σέλας” καὶ τὸ “φῶς” ταὐτόν.
Ἑρμογένης
ναί.
Σωκράτης
νέον δέ που καὶ ἕνον ἀεί ἐστι περὶ τὴν σελήνην τοῦτο τὸ φῶς, εἴπερ ἀληθῆ οἱ Ἀναξαγόρειοι
λέγουσιν: κύκλῳ γάρ που ἀεὶ αὐτὴν περιιὼν νέον ἀεὶ ἐπιβάλλει, ἕνον δὲ ὑπάρχει τὸ
τοῦ προτέρου μηνός.
Ἑρμογένης
πάνυ γε.
Σωκράτης
“Σελαναίαν” δέ γε καλοῦσιν αὐτὴν πολλοί.
Ἑρμογένης
πάνυ γε.
Σωκράτης
ὅτι δὲ σέλας νέον καὶ ἕνον ἔχει ἀεί, “Σελαενονεοάεια” [409c] μὲν δικαιότατ' ἂν [τῶν]
ὀνομάτων καλοῖτο, συγκεκροτημένον δὲ “Σελαναία” κέκληται.
Ἑρμογένης
διθυραμβῶδές γε τοῦτο τοὔνομα, ὦ Σώκρατες. ἀλλὰ τὸν μῆνα καὶ τὰ ἄστρα πῶς λέγεις;
Σωκράτης
ὁ μὲν “μεὶς” ἀπὸ τοῦ μειοῦσθαι εἴη ἂν “μείης” ὀρθῶς κεκλημένος, τὰ δ' “ἄστρα” ἔοικε
τῆς ἀστραπῆς ἐπωνυμίαν ἔχειν. ἡ δὲ “ἀστραπή,” ὅτι τὰ ὦπα ἀναστρέφει, “ἀναστρωπὴ”
ἂν εἴη, νῦν δὲ “ἀστραπὴ” καλλωπισθεῖσα κέκληται.
Ἑρμογένης
τί δὲ τὸ πῦρ καὶ τὸ ὕδωρ;
[409d] Σωκράτης
τὸ “πῦρ” ἀπορῶ: καὶ κινδυνεύει ἤτοι ἡ τοῦ Εὐθύφρονός με μοῦσα ἐπιλελοιπέναι, ἢ τοῦτό
τι παγχάλεπον εἶναι. σκέψαι οὖν ἣν εἰσάγω μηχανὴν ἐπὶ πάντα τὰ τοιαῦτα ἃ ἂν ἀπορῶ.
Ἑρμογένης
τίνα δή;
Σωκράτης
ἐγώ σοι ἐρῶ. ἀπόκριναι γάρ μοι: ἔχοις ἂν εἰπεῖν πῦρ κατὰ τίνα τρόπον καλεῖται;
Ἑρμογένης
μὰ Δί' οὐκ ἔγωγε.
Σωκράτης
σκέψαι δὴ ὃ ἐγὼ ὑποπτεύω περὶ αὐτοῦ. ἐννοῶ γὰρ [409e] ὅτι πολλὰ οἱ Ἕλληνες ὀνόματα
ἄλλως τε καὶ οἱ ὑπὸ τοῖς βαρβάροις οἰκοῦντες παρὰ τῶν βαρβάρων εἰλήφασιν.
Ἑρμογένης
τί οὖν δή;
Σωκράτης
εἴ τις ζητοῖ ταῦτα κατὰ τὴν Ἑλληνικὴν φωνὴν ὡς εἰκότως κεῖται, ἀλλὰ μὴ κατ' ἐκείνην
ἐξ ἧς τὸ ὄνομα τυγχάνει ὄν, οἶσθα ὅτι ἀποροῖ ἄν.
Ἑρμογένης
εἰκότως γε.
[410a] Σωκράτης
ὅρα τοίνυν καὶ τοῦτο τὸ ὄνομα τὸ “πῦρ” μή τι βαρβαρικὸν ᾖ. τοῦτο γὰρ οὔτε ῥᾴδιον
προσάψαι ἐστὶν Ἑλληνικῇ φωνῇ, φανεροί τ' εἰσὶν οὕτως αὐτὸ καλοῦντες Φρύγες σμικρόν
τι παρακλίνοντες: καὶ τό γε “ὕδωρ” καὶ τὰς “κύνας” καὶ ἄλλα πολλά.
Ἑρμογένης
ἔστι ταῦτα.
Σωκράτης
οὐ τοίνυν δεῖ ταῦτα προσβιάζεσθαι, ἐπεὶ ἔχοι γ' ἄν τις εἰπεῖν περὶ αὐτῶν. τὸ μὲν
οὖν πῦρ καὶ τὸ ὕδωρ ταύτῃ [410b] ἀπωθοῦμαι: ὁ δὲ δὴ ἀὴρ ἆρά γε, ὦ Ἑρμόγενες, ὅτι
αἴρει τὰ ἀπὸ τῆς γῆς, “ἀὴρ” κέκληται; ἢ ὅτι ἀεὶ ῥεῖ; ἢ ὅτι πνεῦμα ἐξ αὐτοῦ γίγνεται
ῥέοντος; οἱ γὰρ ποιηταί που τὰ πνεύματα “ἀήτας” καλοῦσιν: ἴσως οὖν λέγει, ὥσπερ
ἂν εἰ εἴποι πνευματόρρουν, “ἀητόρρουν” [ὅθεν δὴ βούλεται αὐτὸν οὕτως εἰπεῖν, ὅτι
ἐστὶν ἀήρ]. τὸν δὲ αἰθέρα τῇδέ πῃ ὑπολαμβάνω, ὅτι ἀεὶ θεῖ περὶ τὸν ἀέρα ῥέων “ἀειθεὴρ”
δικαίως ἂν καλοῖτο. γῆ δὲ μᾶλλον σημαίνει ὃ βούλεται ἐάν τις [410c] “γαῖαν” ὀνομάσῃ:
γαῖα γὰρ γεννήτειρα ἂν εἴη ὀρθῶς κεκλημένη, ὥς φησιν Ὅμηρος: τὸ γὰρ “γεγάασιν” γεγεννῆσθαι
λέγει. εἶεν: τί οὖν ἡμῖν ἦν τὸ μετὰ τοῦτο;
Ἑρμογένης
ὧραι, ὦ Σώκρατες, καὶ ἐνιαυτὸς καὶ ἔτος.
Σωκράτης
αἱ μὲν δὴ ὧραι Ἀττικιστὶ ὡς τὸ παλαιὸν ῥητέον, εἴπερ βούλει τὸ εἰκὸς εἰδέναι: ΗΟΡΑΙ
γάρ εἰσι διὰ τὸ ὁρίζειν χειμῶνάς τε καὶ θέρη καὶ πνεύματα καὶ τοὺς καρποὺς τοὺς
ἐκ τῆς γῆς: ὁρίζουσαι δὲ δικαίως ἂν “ὅραι” καλοῖντο. [410d] ἐνιαυτὸς δὲ καὶ ἔτος
κινδυνεύει ἕν τι εἶναι. τὸ γὰρ τὰ φυόμενα καὶ τὰ γιγνόμενα ἐν μέρει ἕκαστον προάγον
εἰς φῶς καὶ αὐτὸ ἐν αὑτῷ ἐξετάζον, τοῦτο, ὥσπερ ἐν τοῖς πρόσθεν τὸ τοῦ Διὸς ὄνομα
δίχα διῃρημένον οἱ μὲν Ζῆνα, οἱ δὲ Δία ἐκάλουν, οὕτω καὶ ἐνταῦθα οἱ μὲν “ἐνιαυτόν,”
ὅτι ἐν ἑαυτῷ, οἱ δὲ “ἔτος,” ὅτι ἐτάζει: ὁ δὲ ὅλος λόγος ἐστὶν τὸ “ἐν ἑαυτῷ ἐτάζον”
τοῦτο προσαγορεύεσθαι ἓν ὂν δίχα, ὥστε δύο ὀνόματα γεγονέναι, “ἐνιαυτόν” τε καὶ
[410e] “ἔτος,” ἐξ ἑνὸς λόγου.
Ἑρμογένης
ἀλλὰ δῆτα, ὦ Σώκρατες, πολὺ ἐπιδίδως.
Σωκράτης
πόρρω ἤδη οἶμαι φαίνομαι σοφίας ἐλαύνειν.
Ἑρμογένης
πάνυ μὲν οὖν.
Σωκράτης
τάχα μᾶλλον φήσεις.
[411a] Ἑρμογένης
ἀλλὰ μετὰ τοῦτο τὸ εἶδος ἔγωγε ἡδέως ἂν θεασαίμην ταῦτα τὰ καλὰ ὀνόματα τίνι ποτὲ
ὀρθότητι κεῖται, τὰ περὶ τὴν ἀρετήν, οἷον “φρόνησίς” τε καὶ “σύνεσις” καὶ “δικαιοσύνη”
καὶ τἆλλα τὰ τοιαῦτα πάντα.
Σωκράτης
ἐγείρεις μέν, ὦ ἑταῖρε, οὐ φαῦλον γένος ὀνομάτων: ὅμως δὲ ἐπειδήπερ τὴν λεοντῆν
ἐνδέδυκα, οὐκ ἀποδειλιατέον ἀλλ' ἐπισκεπτέον, ὡς ἔοικε, φρόνησιν καὶ σύνεσιν καὶ
γνώμην καὶ ἐπιστήμην καὶ τἆλλα δὴ ἃ φῂς πάντα ταῦτα τὰ [411b] καλὰ ὀνόματα.
Ἑρμογένης
πάνυ μὲν οὖν οὐ δεῖ ἡμᾶς προαποστῆναι.
Σωκράτης
καὶ μήν, νὴ τὸν κύνα, δοκῶ γέ μοι οὐ κακῶς μαντεύεσθαι, ὃ καὶ νυνδὴ ἐνενόησα, ὅτι
οἱ πάνυ παλαιοὶ ἄνθρωποι οἱ τιθέμενοι τὰ ὀνόματα παντὸς μᾶλλον, ὥσπερ καὶ τῶν νῦν
οἱ πολλοὶ τῶν σοφῶν ὑπὸ τοῦ πυκνὰ περιστρέφεσθαι ζητοῦντες ὅπῃ ἔχει τὰ ὄντα εἰλιγγιῶσιν,
κἄπειτα αὐτοῖς φαίνεται περιφέρεσθαι τὰ πράγματα καὶ πάντως [411c] φέρεσθαι. αἰτιῶνται
δὴ οὐ τὸ ἔνδον τὸ παρὰ σφίσιν πάθος αἴτιον εἶναι ταύτης τῆς δόξης, ἀλλὰ αὐτὰ τὰ
πράγματα οὕτω πεφυκέναι, οὐδὲν αὐτῶν μόνιμον εἶναι οὐδὲ βέβαιον, ἀλλὰ ῥεῖν καὶ φέρεσθαι
καὶ μεστὰ εἶναι πάσης φορᾶς καὶ γενέσεως ἀεί. λέγω δὴ ἐννοήσας πρὸς πάντα τὰ νυνδὴ
ὀνόματα.
Ἑρμογένης
πῶς δὴ τοῦτο, ὦ Σώκρατες;
Σωκράτης
οὐ κατενόησας ἴσως τὰ ἄρτι λεγόμενα ὅτι παντάπασιν ὡς φερομένοις τε καὶ ῥέουσι καὶ
γιγνομένοις τοῖς πράγμασι τὰ ὀνόματα ἐπίκειται.
Ἑρμογένης
οὐ πάνυ ἐνεθυμήθην.
[411d] Σωκράτης
καὶ μὴν πρῶτον μὲν τοῦτο ὃ πρῶτον εἴπομεν παντάπασιν ὡς ἐπὶ τοιούτων ἐστίν.
Ἑρμογένης
τὸ ποῖον;
Σωκράτης
ἡ “φρόνησις”: φορᾶς γάρ ἐστι καὶ ῥοῦ νόησις. εἴη δ' ἂν καὶ ὄνησιν ὑπολαβεῖν φορᾶς:
ἀλλ' οὖν περί γε τὸ φέρεσθαί ἐστιν. εἰ δὲ βούλει, ἡ “γνώμη” παντάπασιν δηλοῖ γονῆς
σκέψιν καὶ νώμησιν: τὸ γὰρ “νωμᾶν” καὶ τὸ “σκοπεῖν” ταὐτόν. εἰ δὲ βούλει, αὐτὸ ἡ
“νόησις” τοῦ νέου ἐστὶν ἕσις, τὸ δὲ νέα εἶναι τὰ ὄντα σημαίνει [411e] γιγνόμενα
ἀεὶ εἶναι: τούτου οὖν ἐφίεσθαι τὴν ψυχὴν μηνύει τὸ ὄνομα ὁ θέμενος τὴν “νεόεσιν.”
οὐ γὰρ “νόησις” τὸ ἀρχαῖον ἐκαλεῖτο, ἀλλ' ἀντὶ τοῦ ἦτα εἶ ἔδει λέγειν δύο, “νοέεσιν.”
“σωφροσύνη” δὲ σωτηρία οὗ νυνδὴ ἐσκέμμεθα, [412a] φρονήσεως. καὶ μὴν ἥ γε ἐπιστήμη
μηνύει ὡς φερομένοις τοῖς πράγμασιν ἑπομένης τῆς ψυχῆς τῆς ἀξίας λόγου, καὶ οὔτε
ἀπολειπομένης οὔτε προθεούσης: διὸ δὴ ἐμβάλλοντας δεῖ τὸ εἶ “ἑπεϊστήμην” αὐτὴν
ὀνομάζειν. “σύνεσις” δ' αὖ οὕτω μὲν δόξειεν ἂν ὥσπερ συλλογισμὸς εἶναι, ὅταν δὲ
συνιέναι λέγῃ, ταὐτὸν παντάπασιν τῷ ἐπίστασθαι συμβαίνει λεγόμενον: συμπορεύεσθαι
γὰρ λέγει [412b] τὴν ψυχὴν τοῖς πράγμασι τὸ “συνιέναι.” ἀλλὰ μὴν ἥ γε “σοφία” φορᾶς
ἐφάπτεσθαι σημαίνει. σκοτωδέστερον δὲ τοῦτο καὶ ξενικώτερον: ἀλλὰ δεῖ ἐκ τῶν ποιητῶν
ἀναμιμνῄσκεσθαι ὅτι πολλαχοῦ λέγουσιν περὶ ὅτου ἂν τύχωσιν τῶν ἀρχομένων ταχὺ προϊέναι
“ἐσύθη” φασίν. Λακωνικῷ δὲ ἀνδρὶ τῶν εὐδοκίμων καὶ ὄνομα ἦν “Σοῦς”: τὴν γὰρ ταχεῖαν
ὁρμὴν οἱ Λακεδαιμόνιοι τοῦτο καλοῦσιν. ταύτης οὖν τῆς φορᾶς ἐπαφὴν σημαίνει ἡ σοφία,
ὡς φερομένων τῶν ὄντων. [412c] καὶ μὴν τό γε “ἀγαθόν,” τοῦτο τῆς φύσεως πάσης τῷ
ἀγαστῷ βούλεται τὸ ὄνομα ἐπικεῖσθαι. ἐπειδὴ γὰρ πορεύεται τὰ ὄντα, ἔνι μὲν ἄρ' αὐτοῖς
τάχος, ἔνι δὲ βραδυτής. ἔστιν οὖν οὐ πᾶν τὸ ταχὺ ἀλλὰ τὶ αὐτοῦ ἀγαστόν. τοῦ θοοῦ
δὴ τῷ ἀγαστῷ αὕτη ἡ ἐπωνυμία ἐστίν, “τἀγαθόν.”
“δικαιοσύνη” δέ, ὅτι μὲν ἐπὶ τῇ τοῦ δικαίου συνέσει τοῦτο κεῖται τὸ ὄνομα, ῥᾴδιον συμβαλεῖν: αὐτὸ δὲ τὸ “δίκαιον” χαλεπόν. καὶ γὰρ δὴ καὶ ἔοικε μέχρι μέν του ὁμολογεῖσθαι [412d] παρὰ πολλῶν, ἔπειτα δὲ ἀμφισβητεῖσθαι. ὅσοι γὰρ ἡγοῦνται τὸ πᾶν εἶναι ἐν πορείᾳ, τὸ μὲν πολὺ αὐτοῦ ὑπολαμβάνουσιν τοιοῦτόν τι εἶναι οἷον οὐδὲν ἄλλο ἢ χωρεῖν, διὰ δὲ τούτου παντὸς εἶναί τι διεξιόν, δι' οὗ πάντα τὰ γιγνόμενα γίγνεσθαι: εἶναι δὲ τάχιστον τοῦτο καὶ λεπτότατον. οὐ γὰρ ἂν δύνασθαι ἄλλως διὰ τοῦ ὄντος ἰέναι παντός, εἰ μὴ λεπτότατόν τε ἦν ὥστε αὐτὸ μηδὲν στέγειν, καὶ τάχιστον ὥστε χρῆσθαι ὥσπερ ἑστῶσι τοῖς ἄλλοις. ἐπεὶ δ' οὖν ἐπιτροπεύει τὰ [412e] ἄλλα πάντα διαϊόν, τοῦτο τὸ ὄνομα ἐκλήθη ὀρθῶς “δίκαιον,” εὐστομίας ἕνεκα τὴν τοῦ κάππα δύναμιν προσλαβόν. μέχρι μὲν οὖν ἐνταῦθα, ὃ νυνδὴ ἐλέγομεν, παρὰ πολλῶν ὁμολογεῖται [413a] τοῦτο εἶναι τὸ δίκαιον: ἐγὼ δέ, ὦ Ἑρμόγενες, ἅτε λιπαρὴς ὢν περὶ αὐτοῦ, ταῦτα μὲν πάντα διαπέπυσμαι ἐν ἀπορρήτοις, ὅτι τοῦτό ἐστι τὸ δίκαιον καὶ τὸ αἴτιον--δι' ὃ γὰρ γίγνεται, τοῦτ' ἔστι τὸ αἴτιον--καὶ “Δία” καλεῖν ἔφη τις τοῦτο ὀρθῶς ἔχειν διὰ ταῦτα. ἐπειδὰν δ' ἠρέμα αὐτοὺς ἐπανερωτῶ ἀκούσας ταῦτα μηδὲν ἧττον: “τί οὖν ποτ' ἔστιν, ὦ ἄριστε, δίκαιον, εἰ τοῦτο οὕτως ἔχει;” δοκῶ τε ἤδη μακρότερα τοῦ προσήκοντος ἐρωτᾶν καὶ ὑπὲρ τὰ ἐσκαμμένα [413b] ἅλλεσθαι. ἱκανῶς γάρ μέ φασι πεπύσθαι [ἀκηκοέναι] καὶ ἐπιχειροῦσιν, βουλόμενοι ἀποπιμπλάναι με, ἄλλος ἄλλα ἤδη λέγειν, καὶ οὐκέτι συμφωνοῦσιν. ὁ μὲν γὰρ τίς φησιν τοῦτο εἶναι δίκαιον, τὸν ἥλιον: τοῦτον γὰρ μόνον διαϊόντα καὶ κάοντα ἐπιτροπεύειν τὰ ὄντα. ἐπειδὰν οὖν τῳ λέγω αὐτὸ ἅσμενος ὡς καλόν τι ἀκηκοώς, καταγελᾷ μου οὗτος ἀκούσας καὶ ἐρωτᾷ εἰ οὐδὲν δίκαιον οἶμαι εἶναι ἐν τοῖς ἀνθρώποις ἐπειδὰν [413c] ὁ ἥλιος δύῃ. λιπαροῦντος οὖν ἐμοῦ ὅτι αὖ ἐκεῖνος λέγει αὐτό, τὸ πῦρ φησιν: τοῦτο δὲ οὐ ῥᾴδιόν ἐστιν εἰδέναι. ὁ δὲ οὐκ αὐτὸ τὸ πῦρ φησιν, ἀλλ' αὐτὸ τὸ θερμὸν τὸ ἐν τῷ πυρὶ ἐνόν. ὁ δὲ τούτων μὲν πάντων καταγελᾶν φησιν, εἶναι δὲ τὸ δίκαιον ὃ λέγει Ἀναξαγόρας, νοῦν εἶναι τοῦτο: αὐτοκράτορα γὰρ αὐτὸν ὄντα καὶ οὐδενὶ μεμειγμένον πάντα φησὶν αὐτὸν κοσμεῖν τὰ πράγματα διὰ πάντων ἰόντα. ἐνταῦθα δὴ ἐγώ, ὦ φίλε, πολὺ ἐν πλείονι ἀπορίᾳ εἰμὶ ἢ πρὶν ἐπιχειρῆσαι μανθάνειν [413d] περὶ τοῦ δικαίου ὅτι ποτ' ἔστιν. ἀλλ' οὖν οὗπερ ἕνεκα ἐσκοποῦμεν, τό γε ὄνομα τοῦτο φαίνεται αὐτῷ διὰ ταῦτα κεῖσθαι.
Ἑρμογένης
φαίνῃ μοι, ὦ Σώκρατες, ταῦτα μὲν ἀκηκοέναι του καὶ οὐκ αὐτοσχεδιάζειν.
Σωκράτης
τί δὲ τἆλλα;
Ἑρμογένης
οὐ πάνυ.
Σωκράτης
ἄκουε δή: ἴσως γὰρ ἄν σε καὶ τὰ ἐπίλοιπα ἐξαπατήσαιμι ὡς οὐκ ἀκηκοὼς λέγω. μετὰ
γὰρ δικαιοσύνην τί ἡμῖν λείπεται; ἀνδρείαν οἶμαι οὔπω διήλθομεν. ἀδικία μὲν γὰρ
[413e] δῆλον ὅτι ἐστὶν ὄντος ἐμπόδισμα τοῦ διαϊόντος, ἀνδρεία δὲ σημαίνει ὡς ἐν
μάχῃ ἐπονομαζομένης τῆς ἀνδρείας--μάχην δ' εἶναι ἐν τῷ ὄντι, εἴπερ ῥεῖ, οὐκ ἄλλο
τι ἢ τὴν ἐναντίαν ῥοήν--ἐὰν οὖν τις ἐξέλῃ τὸ δέλτα τοῦ ὀνόματος τῆς ἀνδρείας, αὐτὸ
μηνύει τὸ ἔργον τὸ ὄνομα ἡ “ἀνρεία.” δῆλον οὖν ὅτι οὐ πάσῃ ῥοῇ ἡ ἐναντία ῥοὴ ἀνδρεία
ἐστίν, ἀλλὰ τῇ παρὰ [414a] τὸ δίκαιον ῥεούσῃ: οὐ γὰρ ἂν ἐπῃνεῖτο ἡ ἀνδρεία. καὶ
τὸ “ἄρρεν” καὶ ὁ “ἀνὴρ” ἐπὶ παραπλησίῳ τινὶ τούτῳ ἐστί, τῇ ἄνῳ ῥοῇ. “γυνὴ” δὲ γονή
μοι φαίνεται βούλεσθαι εἶναι. τὸ δὲ “θῆλυ” ἀπὸ τῆς θηλῆς τι φαίνεται ἐπωνομάσθαι:
ἡ δὲ “θηλὴ” ἆρά γε, ὦ Ἑρμόγενες, ὅτι τεθηλέναι ποιεῖ ὥσπερ τὰ ἀρδόμενα;
Ἑρμογένης
ἔοικέν γε, ὦ Σώκρατες.
Σωκράτης
καὶ μὴν αὐτό γε τὸ “θάλλειν” τὴν αὔξην μοι δοκεῖ ἀπεικάζειν τὴν τῶν νέων, ὅτι ταχεῖα
καὶ ἐξαιφνιδία γίγνεται. [414b] οἷόνπερ οὖν μεμίμηται τῷ ὀνόματι, συναρμόσας ἀπὸ
τοῦ θεῖν καὶ ἅλλεσθαι τὸ ὄνομα. ἀλλ' οὐ γὰρ ἐπισκοπεῖς με ὥσπερ ἐκτὸς δρόμου φερόμενον
ἐπειδὰν λείου ἐπιλάβωμαι: ἐπίλοιπα δὲ ἡμῖν ἔτι συχνὰ τῶν δοκούντων σπουδαίων εἶναι.
Ἑρμογένης
ἀληθῆ λέγεις.
Σωκράτης
ὧν γ' ἔστιν ἓν καὶ “τέχνην” ἰδεῖν ὅτι ποτὲ βούλεται εἶναι.
Ἑρμογένης
πάνυ μὲν οὖν.
Σωκράτης
οὐκοῦν τοῦτό γε ἕξιν νοῦ σημαίνει, τὸ μὲν ταῦ [414c] ἀφελόντι, ἐμβαλόντι δὲ οὖ μεταξὺ
τοῦ χεῖ καὶ τοῦ νῦ καὶ <τοῦ νῦ καὶ> τοῦ ἦτα;
Ἑρμογένης
καὶ μάλα γε γλίσχρως, ὦ Σώκρατες.
Σωκράτης
ὦ μακάριε, οὐκ οἶσθ' ὅτι τὰ πρῶτα ὀνόματα τεθέντα κατακέχωσται ἤδη ὑπὸ τῶν βουλομένων
τραγῳδεῖν αὐτά, περιτιθέντων γράμματα καὶ ἐξαιρούντων εὐστομίας ἕνεκα καὶ πανταχῇ
στρεφόντων, καὶ ὑπὸ καλλωπισμοῦ καὶ ὑπὸ χρόνου. ἐπεὶ ἐν τῷ “κατόπτρῳ” οὐ δοκεῖ [σοι]
ἄτοπον εἶναι τὸ ἐμβεβλῆσθαι τὸ ῥῶ; ἀλλὰ τοιαῦτα οἶμαι ποιοῦσιν οἱ τῆς μὲν [414d]
ἀληθείας οὐδὲν φροντίζοντες, τὸ δὲ στόμα πλάττοντες, ὥστ' ἐπεμβάλλοντες πολλὰ ἐπὶ
τὰ πρῶτα ὀνόματα τελευτῶντες ποιοῦσιν μηδ' ἂν ἕνα ἀνθρώπων συνεῖναι ὅτι ποτὲ βούλεται
τὸ ὄνομα: ὥσπερ καὶ τὴν Σφίγγα ἀντὶ “φικὸς” “σφίγγα” καλοῦσιν, καὶ ἄλλα πολλά.
Ἑρμογένης
ταῦτα μὲν ἔστιν οὕτως, ὦ Σώκρατες.
Σωκράτης
εἰ δ' αὖ τις ἐάσει καὶ ἐντιθέναι καὶ ἐξαιρεῖν ἅττ' ἂν βούληταί τις εἰς τὰ ὀνόματα,
πολλὴ εὐπορία ἔσται καὶ πᾶν ἂν παντί τις ὄνομα πράγματι προσαρμόσειεν.
[414e] Ἑρμογένης
ἀληθῆ λέγεις.
Σωκράτης
ἀληθῆ μέντοι. ἀλλὰ τὸ μέτριον οἶμαι δεῖ φυλάττειν καὶ τὸ εἰκὸς σὲ τὸν σοφὸν ἐπιστάτην.
Ἑρμογένης
βουλοίμην ἄν.
Σωκράτης
καὶ ἐγώ σοι συμβούλομαι, ὦ Ἑρμόγενες. ἀλλὰ μὴ [415a] λίαν, ὦ δαιμόνιε, ἀκριβολογοῦ,“μή
μ' ἀπογυιώσῃς μένεος.”5 ἔρχομαι γὰρ ἐπὶ τὴν κορυφὴν ὧν εἴρηκα, ἐπειδὰν μετὰ τέχνην
μηχανὴν ἐπισκεψώμεθα. “μηχανὴ” γάρ μοι δοκεῖ τοῦ ἄνειν ἐπὶ πολὺ σημεῖον εἶναι: τὸ
γὰρ “μῆκός” πως τὸ πολὺ σημαίνει: ἐξ ἀμφοῖν οὖν τούτοιν σύγκειται, “μήκους” τε καὶ
τοῦ “ἄνειν,” τὸ ὄνομα ἡ “μηχανή.” ἀλλ', ὅπερ νυνδὴ εἶπον, ἐπὶ τὴν κορυφὴν δεῖ τῶν
εἰρημένων ἐλθεῖν: “ἀρετὴ” γὰρ καὶ “κακία” ὅτι βούλεται τὰ ὀνόματα [415b] ζητητέα.
τὸ μὲν οὖν ἕτερον οὔπω καθορῶ, τὸ δ' ἕτερον δοκεῖ μοι κατάδηλον εἶναι. συμφωνεῖ
γὰρ τοῖς ἔμπροσθεν πᾶσιν. ἅτε γὰρ ἰόντων τῶν πραγμάτων, πᾶν τὸ κακῶς ἰὸν “κακία”
ἂν εἴη: τοῦτο δὲ ὅταν ἐν ψυχῇ ᾖ, τὸ κακῶς ἰέναι ἐπὶ τὰ πράγματα, μάλιστα τὴν τοῦ
ὅλου ἐπωνυμίαν ἔχει τῆς κακίας. τὸ δὲ κακῶς ἰέναι ὅτι ποτ' ἔστιν, δοκεῖ μοι δηλοῦν
καὶ ἐν τῇ “δειλίᾳ,” ὃ οὔπω διήλθομεν ἀλλ' [415c] ὑπερέβημεν, δέον αὐτὸ μετὰ τὴν
ἀνδρείαν σκέψασθαι: δοκοῦμεν δέ μοι καὶ ἄλλα πολλὰ ὑπερβεβηκέναι. ἡ δ' οὖν δειλία
τῆς ψυχῆς σημαίνει δεσμὸν εἶναι ἰσχυρόν: τὸ γὰρ “λίαν” ἰσχύς τίς ἐστιν. δεσμὸς οὖν
ὁ λίαν καὶ ὁ μέγιστος τῆς ψυχῆς ἡ δειλία ἂν εἴη: ὥσπερ γε καὶ ἡ ἀπορία κακόν, καὶ
πᾶν, ὡς ἔοικεν, ὅτι ἂν ἐμποδὼν ᾖ τῷ ἰέναι καὶ πορεύεσθαι. τοῦτ' οὖν φαίνεται τὸ
κακῶς ἰέναι δηλοῦν, τὸ ἰσχομένως τε καὶ ἐμποδιζομένως πορεύεσθαι, ὃ δὴ ψυχὴ ὅταν
ἔχῃ, κακίᾳ μεστὴ γίγνεται. εἰ δ' ἐπὶ τοιούτοις ἡ “κακία” ἐστὶν τοὔνομα, τοὐναντίον
τούτου ἡ “ἀρετὴ” ἂν εἴη, σημαῖνον πρῶτον [415d] μὲν εὐπορίαν, ἔπειτα δὲ λελυμένην
τὴν ῥοὴν τῆς ἀγαθῆς ψυχῆς εἶναι ἀεί, ὥστε τὸ ἀσχέτως καὶ τὸ ἀκωλύτως ἀεὶ ῥέον ἐπωνυμίαν
εἴληφεν, ὡς ἔοικε, τοῦτο τοὔνομα, <ὃ> ὀρθῶς μὲν ἔχει “ἀειρείτην” καλεῖν, [ἴσως δὲ
αἱρετὴν λέγει, ὡς οὔσης ταύτης τῆς ἕξεως αἱρετωτάτης,] συγκεκρότηται δὲ καὶ καλεῖται
“ἀρετή.” καὶ ἴσως με αὖ φήσεις πλάττειν: ἐγὼ δέ φημι, εἴπερ ὃ ἔμπροσθεν εἶπον ὀρθῶς
ἔχει, ἡ “κακία,” [415e] καὶ τοῦτο τὸ ὄνομα τὴν “ἀρετὴν” ὀρθῶς ἔχειν.
[416a] Ἑρμογένης
τὸ δὲ δὴ “κακόν,” δι' οὗ πολλὰ τῶν ἔμπροσθεν εἴρηκας, τί ἂν νοοῖ τοὔνομα;
Σωκράτης
ἄτοπόν τι νὴ Δία ἔμοιγε δοκεῖ καὶ χαλεπὸν συμβαλεῖν. ἐπάγω οὖν καὶ τούτῳ ἐκείνην
τὴν μηχανήν.
Ἑρμογένης
ποίαν ταύτην;
Σωκράτης
τὴν τοῦ βαρβαρικόν τι καὶ τοῦτο φάναι εἶναι.
Ἑρμογένης
καὶ ἔοικάς γε ὀρθῶς λέγοντι. ἀλλ' εἰ δοκεῖ, ταῦτα μὲν ἐῶμεν, τὸ δὲ “καλὸν” καὶ [τὸ]
“αἰσχρὸν” πειρώμεθα ἰδεῖν πῇ εὐλόγως ἔχει.
Σωκράτης
τὸ μὲν τοίνυν “αἰσχρὸν” καὶ δὴ κατάδηλόν μοι [416b] φαίνεται ὃ νοεῖ: καὶ τοῦτο γὰρ
τοῖς ἔμπροσθεν ὁμολογεῖται. τὸ γὰρ ἐμποδίζον καὶ ἴσχον τῆς ῥοῆς τὰ ὄντα λοιδορεῖν
μοι φαίνεται διὰ παντὸς ὁ τὰ ὀνόματα τιθείς, καὶ νῦν τῷ ἀεὶ ἴσχοντι τὸν ῥοῦν τοῦτο
τὸ ὄνομα ἔθετο <τὸ> “ἀεισχοροῦν”: νῦν δὲ συγκροτήσαντες “αἰσχρὸν” καλοῦσιν.
Ἑρμογένης
τί δὲ τὸ “καλόν”;
Σωκράτης
τοῦτο χαλεπώτερον κατανοῆσαι. καίτοι λέγει γε αὐτό: ἁρμονίᾳ μόνον καὶ μήκει τοῦ
οὖ παρῆκται.
Ἑρμογένης
πῶς δή;
Σωκράτης
τῆς διανοίας τις ἔοικεν ἐπωνυμία εἶναι τοῦτο τὸ ὄνομα.
Ἑρμογένης
πῶς λέγεις;
[416c] Σωκράτης
φέρε, τί οἴει σὺ εἶναι τὸ αἴτιον κληθῆναι ἑκάστῳ τῶν ὄντων; ἆρ' οὐκ ἐκεῖνο τὸ τὰ
ὀνόματα θέμενον;
Ἑρμογένης
πάντως που.
Σωκράτης
οὐκοῦν διάνοια ἂν εἴη τοῦτο ἤτοι θεῶν ἢ ἀνθρώπων ἢ ἀμφότερα;
Ἑρμογένης
ναί.
Σωκράτης
οὐκοῦν τὸ καλέσαν τὰ πράγματα καὶ τὸ καλοῦν ταὐτόν ἐστιν τοῦτο, διάνοια;
Ἑρμογένης
φαίνεται.
Σωκράτης
οὐκοῦν καὶ ὅσα μὲν ἂν νοῦς τε καὶ διάνοια ἐργάσηται, ταῦτά ἐστι τὰ ἐπαινετά, ἃ δὲ
μή, ψεκτά;
Ἑρμογένης
πάνυ γε.
[416d] Σωκράτης
τὸ οὖν ἰατρικὸν ἰατρικὰ ἐργάζεται καὶ τὸ τεκτονικὸν τεκτονικά; ἢ πῶς λέγεις;
Ἑρμογένης
οὕτως ἔγωγε.
Σωκράτης
καὶ τὸ καλοῦν ἄρα καλά;
Ἑρμογένης
δεῖ γέ τοι.
Σωκράτης
ἔστι δέ γε τοῦτο, ὥς φαμεν, διάνοια;
Ἑρμογένης
πάνυ γε.
Σωκράτης
ὀρθῶς ἄρα φρονήσεως αὕτη ἡ ἐπωνυμία ἐστὶν τὸ “καλὸν” τῆς τὰ τοιαῦτα ἀπεργαζομένης,
ἃ δὴ καλὰ φάσκοντες εἶναι ἀσπαζόμεθα.
Ἑρμογένης
φαίνεται.
[416e] Σωκράτης
τί οὖν ἔτι ἡμῖν λοιπὸν τῶν τοιούτων;
Ἑρμογένης
ταῦτα τὰ περὶ τὸ ἀγαθόν τε καὶ καλόν, συμφέροντά [417a] τε καὶ λυσιτελοῦντα καὶ
ὠφέλιμα καὶ κερδαλέα καὶ τἀναντία τούτων.
Σωκράτης
οὐκοῦν τὸ μὲν “συμφέρον” ἤδη που κἂν σὺ εὕροις ἐκ τῶν πρότερον ἐπισκοπῶν: τῆς γὰρ
ἐπιστήμης ἀδελφόν τι φαίνεται. οὐδὲν γὰρ ἄλλο δηλοῖ ἢ τὴν ἅμα φορὰν τῆς ψυχῆς μετὰ
τῶν πραγμάτων, καὶ τὰ ὑπὸ τοῦ τοιούτου πραττόμενα “συμφέροντά” τε καὶ “σύμφορα”
κεκλῆσθαι ἀπὸ τοῦ συμπεριφέρεσθαι ἔοικε, τὸ δέ γε “κερδαλέον” ἀπὸ τοῦ [417b] κέρδους.
“κέρδος” δὲ νῦ ἀντὶ τοῦ δέλτα ἀποδιδόντι ἐς τὸ ὄνομα δηλοῖ ὃ βούλεται: τὸ γὰρ ἀγαθὸν
κατ' ἄλλον τρόπον ὀνομάζει. ὅτι γὰρ κεράννυται ἐς πάντα διεξιόν, ταύτην αὐτοῦ τὴν
δύναμιν ἐπονομάζων ἔθετο τοὔνομα: δέλτα <δ'> ἐνθεὶς ἀντὶ τοῦ νῦ “κέρδος” ἐφθέγξατο.
Ἑρμογένης
“Λυσιτελοῦν” δὲ τί δή;
Σωκράτης
ἔοικεν, ὦ Ἑρμόγενες, οὐχὶ καθάπερ οἱ κάπηλοι αὐτῷ χρῶνται, ἐὰν τὸ ἀνάλωμα ἀπολύῃ,
οὐ ταύτῃ λέγειν [417c] μοι δοκεῖ τὸ “λυσιτελοῦν,” ἀλλ' ὅτι τάχιστον ὂν τοῦ ὄντος
ἵστασθαι οὐκ ἐᾷ τὰ πράγματα, οὐδὲ τέλος λαβοῦσαν τὴν φορὰν τοῦ φέρεσθαι στῆναί τε
καὶ παύσασθαι, ἀλλ' ἀεὶ λύει αὐτῆς ἄν τι ἐπιχειρῇ τέλος ἐγγίγνεσθαι, καὶ παρέχει
ἄπαυστον καὶ ἀθάνατον αὐτήν, ταύτῃ μοι δοκεῖ ἐπιφημίσαι τὸ ἀγαθὸν λυσιτελοῦν: τὸ
γὰρ τῆς φορᾶς λύον τὸ τέλος “λυσιτελοῦν” καλέσαι. “ὠφέλιμον” δὲ ξενικὸν τοὔνομα,
ᾧ καὶ Ὅμηρος πολλαχοῦ κέχρηται, τῷ “ὀφέλλειν”: ἔστι δὲ τοῦτο τοῦ αὔξειν καὶ †ποιεῖν
ἐπωνυμία.
[417d] Ἑρμογένης
τὰ δὲ δὴ τούτων ἐναντία πῶς ἔχει ἡμῖν;
Σωκράτης
ὅσα μὲν ἀπόφησιν αὐτῶν, ὥς γέ μοι δοκεῖ, οὐδὲν δεῖ ταῦτα διεξιέναι.
Ἑρμογένης
ποῖα ταῦτα;
Σωκράτης
“ἀσύμφορον” καὶ “ἀνωφελὲς” καὶ “ἀλυσιτελὲς” καὶ “ἀκερδές.”
Ἑρμογένης
ἀληθῆ λέγεις.
Σωκράτης
ἀλλὰ “βλαβερόν” γε καὶ “ζημιῶδες.”
Ἑρμογένης
ναί.
Σωκράτης
καὶ τὸ μέν γε “βλαβερὸν” τὸ [417e] βλάπτον τὸν ῥοῦν εἶναι λέγει: τὸ δὲ “βλάπτον”
αὖ σημαίνει βουλόμενον ἅπτειν: τὸ δὲ “ἅπτειν” καὶ δεῖν ταὐτόν ἐστι, τοῦτο δὲ πανταχοῦ
ψέγει. τὸ βουλόμενον οὖν ἅπτειν ῥοῦν ὀρθότατα μὲν ἂν εἴη “βουλαπτεροῦν,” καλλωπισθὲν
δὲ καλεῖσθαί μοι φαίνεται “βλαβερόν.”
Ἑρμογένης
ποικίλα γέ σοι, ὦ Σώκρατες, ἐκβαίνει τὰ ὀνόματα. καὶ γὰρ νῦν μοι ἔδοξας ὥσπερ τοῦ
τῆς Ἀθηνάας νόμου προαύλιον στομαυλῆσαι, τοῦτο τὸ ὄνομα προειπὼν τὸ [418a] “βουλαπτεροῦν.”
Σωκράτης
οὐκ ἐγώ, ὦ Ἑρμόγενες, αἴτιος, ἀλλ' οἱ θέμενοι τὸ ὄνομα.
Ἑρμογένης
ἀληθῆ λέγεις: ἀλλὰ δὴ τὸ “ζημιῶδες” τί ἂν εἴη;
Σωκράτης
τί δ' ἂν εἴη ποτὲ “ζημιῶδες”; θέασαι, ὦ Ἑρμόγενες, ὡς ἐγὼ ἀληθῆ λέγω λέγων ὅτι προστιθέντες
γράμματα καὶ ἐξαιροῦντες σφόδρα ἀλλοιοῦσι τὰς τῶν ὀνομάτων διανοίας, οὕτως ὥστε
σμικρὰ πάνυ παραστρέφοντες ἐνίοτε τἀναντία [418b] ποιεῖν σημαίνειν. οἷον καὶ ἐν
τῷ “δέοντι”: ἐνενόησα γὰρ αὐτὸ καὶ ἀνεμνήσθην ἄρτι ἀπὸ τοῦδε ὃ ἔμελλόν σοι ἐρεῖν
ὅτι ἡ μὲν νέα φωνὴ ἡμῖν ἡ καλὴ αὑτηὶ καὶ τοὐναντίον περιέτρεψε μηνύειν τὸ “δέον”
καὶ τὸ “ζημιῶδες,” ἀφανίζουσα ὅτι νοεῖ, ἡ δὲ παλαιὰ ἀμφότερον δηλοῖ ὃ βούλεται τοὔνομα.
Ἑρμογένης
πῶς λέγεις;
Σωκράτης
ἐγώ σοι ἐρῶ. οἶσθα ὅτι οἱ παλαιοὶ οἱ ἡμέτεροι τῷ ἰῶτα καὶ τῷ δέλτα εὖ μάλα ἐχρῶντο,
καὶ οὐχ ἥκιστα [418c] αἱ γυναῖκες, αἵπερ μάλιστα τὴν ἀρχαίαν φωνὴν σῴζουσι. νῦν
δὲ ἀντὶ μὲν τοῦ ἰῶτα ἢ εἶ ἢ ἦτα μεταστρέφουσιν, ἀντὶ δὲ τοῦ δέλτα ζῆτα, ὡς δὴ μεγαλοπρεπέστερα
ὄντα.
Ἑρμογένης
πῶς δή;
Σωκράτης
οἷον οἱ μὲν ἀρχαιότατοι “ἱμέραν” τὴν ἡμέραν ἐκάλουν, οἱ δὲ “ἑμέραν,” οἱ δὲ νῦν “ἡμέραν.”
Ἑρμογένης
ἔστι ταῦτα.
Σωκράτης
οἶσθα οὖν ὅτι μόνον τούτων δηλοῖ τὸ ἀρχαῖον ὄνομα τὴν διάνοιαν τοῦ θεμένου; ὅτι
γὰρ ἁσμένοις τοῖς [418d] ἀνθρώποις καὶ ἱμείρουσιν ἐκ τοῦ σκότους τὸ φῶς ἐγίγνετο,
ταύτῃ ὠνόμασαν “ἱμέραν.”
Ἑρμογένης
φαίνεται.
Σωκράτης
νῦν δέ γε τετραγῳδημένον οὐδ' ἂν κατανοήσαις ὅτι βούλεται ἡ “ἡμέρα.” καίτοι τινὲς
οἴονται, ὡς δὴ ἡ ἡμέρα ἥμερα ποιεῖ, διὰ ταῦτα ὠνομάσθαι αὐτὴν οὕτως.
Ἑρμογένης
δοκεῖ μοι.
Σωκράτης
καὶ τό γε “ζυγὸν” οἶσθα ὅτι “δυογὸν” οἱ παλαιοὶ ἐκάλουν.
Ἑρμογένης
πάνυ γε.
Σωκράτης
καὶ τὸ μέν γε “ζυγὸν” οὐδὲν δηλοῖ, τὸ δὲ τοῖν [418e] δυοῖν ἕνεκα τῆς δέσεως ἐς τὴν
ἀγωγὴν ἐπωνόμασται “δυογὸν” δικαίως: νῦν δὲ “ζυγόν.” καὶ ἄλλα πάμπολλα οὕτως ἔχει.
Ἑρμογένης
φαίνεται.
Σωκράτης
κατὰ ταὐτὰ τοίνυν πρῶτον μὲν τὸ “δέον” οὕτω λεγόμενον τοὐναντίον σημαίνει πᾶσι τοῖς
περὶ τὸ ἀγαθὸν ὀνόμασιν: ἀγαθοῦ γὰρ ἰδέα οὖσα τὸ δέον φαίνεται δεσμὸς εἶναι καὶ
κώλυμα φορᾶς, ὥσπερ ἀδελφὸν ὂν τοῦ βλαβεροῦ.
Ἑρμογένης
καὶ μάλα, ὦ Σώκρατες, οὕτω φαίνεται.
Σωκράτης
ἀλλ' οὐκ ἐὰν τῷ ἀρχαίῳ ὀνόματι χρῇ, ὃ πολὺ [419a] μᾶλλον εἰκός ἐστιν ὀρθῶς κεῖσθαι
ἢ τὸ νῦν, ἀλλ' ὁμολογήσει τοῖς πρόσθεν ἀγαθοῖς, ἐὰν ἀντὶ τοῦ εἶ τὸ ἰῶτα ἀποδιδῷς,
ὥσπερ τὸ παλαιόν: διϊὸν γὰρ αὖ σημαίνει, ἀλλ' οὐ δέον, τἀγαθόν, ὅπερ δὴ ἐπαινεῖ.
καὶ οὕτω οὐκ ἐναντιοῦται αὐτὸς αὑτῷ ὁ τὰ ὀνόματα τιθέμενος, ἀλλὰ “δέον” καὶ “ὠφέλιμον”
καὶ “λυσιτελοῦν” καὶ “κερδαλέον” καὶ “ἀγαθὸν” καὶ “συμφέρον” καὶ “εὔπορον” τὸ αὐτὸ
φαίνεται, ἑτέροις ὀνόμασι σημαῖνον τὸ διακοσμοῦν καὶ ἰὸν πανταχοῦ ἐγκεκωμιασμένον,
[419b] τὸ δὲ ἴσχον καὶ δοῦν ψεγόμενον. καὶ δὴ καὶ τὸ “ζημιῶδες,” ἐὰν κατὰ τὴν ἀρχαίαν
φωνὴν ἀποδῷς ἀντὶ τοῦ ζῆτα δέλτα, φανεῖταί σοι κεῖσθαι τὸ ὄνομα ἐπὶ τῷ δοῦντι τὸ
ἰόν, ἐπονομασθὲν “δημιῶδες.”
Ἑρμογένης
τί δὲ δὴ “ἡδονὴ” καὶ “λύπη” καὶ “ἐπιθυμία” καὶ τὰ τοιαῦτα, ὦ Σώκρατες;
Σωκράτης
οὐ πάνυ χαλεπά μοι φαίνεται, ὦ Ἑρμόγενες. ἥ τε γὰρ “ἡδονή,” ἡ πρὸς τὴν ὄνησιν ἔοικε
τείνουσα πρᾶξις τοῦτο ἔχειν τὸ ὄνομα--τὸ δέλτα δὲ ἔγκειται, ὥστε “ἡδονὴ” [419c]
ἀντὶ “ἡονῆς” καλεῖται--ἥ τε “λύπη” ἀπὸ τῆς διαλύσεως τοῦ σώματος ἔοικεν ἐπωνομάσθαι
ἣν ἐν τούτῳ τῷ πάθει ἴσχει τὸ σῶμα. καὶ ἥ γε “ἀνία” τὸ ἐμποδίζον τοῦ ἰέναι. ἡ δὲ
“ἀλγηδὼν” ξενικόν τι φαίνεταί μοι ἀπὸ τοῦ ἀλγεινοῦ ὠνομασμένον. “ὀδύνη” δὲ ἀπὸ τῆς
ἐνδύσεως τῆς λύπης κεκλημένῃ ἔοικεν. “ἀχθηδὼν” δὲ καὶ παντὶ δῆλον ἀπεικασμένον τὸ
ὄνομα τῷ τῆς φορᾶς βάρει. “χαρὰ” δὲ τῇ διαχύσει καὶ εὐπορίᾳ τῆς ῥοῆς τῆς ψυχῆς ἔοικε
κεκλημένῃ. [419d] “τέρψις” δὲ ἀπὸ τοῦ τερπνοῦ: τὸ δὲ “τερπνὸν” ἀπὸ τῆς διὰ τῆς ψυχῆς
ἕρψεως πνοῇ ἀπεικασθὲν κέκληται, ἐν δίκῃ μὲν ἂν “ἕρπνουν” καλούμενον, ὑπὸ χρόνου
δὲ “τερπνὸν” παρηγμένον. “εὐφροσύνη” δὲ οὐδὲν προσδεῖται τοῦ διότι ῥηθῆναι: παντὶ
γὰρ δῆλον ὅτι ἀπὸ τοῦ εὖ τοῖς πράγμασι τὴν ψυχὴν συμφέρεσθαι τοῦτο ἔλαβε τὸ ὄνομα,
“εὐφεροσύνην” τό γε δίκαιον: ὅμως δὲ αὐτὸ καλοῦμεν “εὐφροσύνην.” οὐδ' “ἐπιθυμία”
χαλεπόν: τῇ γὰρ ἐπὶ τὸν θυμὸν ἰούσῃ [419e] δυνάμει δῆλον ὅτι τοῦτο ἐκλήθη τὸ ὄνομα.
“θυμὸς” δὲ ἀπὸ τῆς θύσεως καὶ ζέσεως τῆς ψυχῆς ἔχοι ἂν τοῦτο τὸ ὄνομα. ἀλλὰ μὴν
“ἵμερός” γε τῷ μάλιστα ἕλκοντι τὴν ψυχὴν ῥῷ [420a] ἐπωνομάσθη: ὅτι γὰρ ἱέμενος ῥεῖ
καὶ ἐφιέμενος τῶν πραγμάτων, καὶ οὕτω δὴ ἐπισπᾷ σφόδρα τὴν ψυχὴν διὰ τὴν ἕσιν τῆς
ῥοῆς, ἀπὸ ταύτης οὖν πάσης τῆς δυνάμεως “ἵμερος” ἐκλήθη. καὶ μὴν “πόθος” αὖ καλεῖται
σημαίνων οὐ τοῦ παρόντος εἶναι [ἱμέρου τε καὶ ῥεύματος] ἀλλὰ τοῦ ἄλλοθί που ὄντος
καὶ ἀπόντος, ὅθεν “πόθος” ἐπωνόμασται ὃς τότε, ὅταν παρῇ οὗ τις ἐφίετο, “ἵμερος”
ἐκαλεῖτο: ἀπογενομένου δὲ ὁ αὐτὸς οὗτος “πόθος” ἐκλήθη. “ἔρως” δέ, ὅτι εἰσρεῖ ἔξωθεν
καὶ οὐκ οἰκεία ἐστὶν ἡ ῥοὴ [420b] αὕτη τῷ ἔχοντι ἀλλ' ἐπείσακτος διὰ τῶν ὀμμάτων,
διὰ ταῦτα ἀπὸ τοῦ ἐσρεῖν “ἔσρος” τό γε παλαιὸν ἐκαλεῖτο-- τῷ γὰρ οὖ ἀντὶ τοῦ ὦ ἐχρώμεθα--νῦν
δ' “ἔρως” κέκληται διὰ τὴν τοῦ ὦ ἀντὶ τοῦ οὖ μεταλλαγήν. ἀλλὰ τί ἔτι σὺ λέγεις ὅτι
σκοπῶμεν;
Ἑρμογένης
“δόξα” καὶ τὰ τοιαῦτα πῇ σοι φαίνεται;
Σωκράτης
“δόξα” δὴ ἤτοι τῇ διώξει ἐπωνόμασται, ἣν ἡ ψυχὴ διώκουσα τὸ εἰδέναι ὅπῃ ἔχει τὰ
πράγματα πορεύεται, ἢ τῇ ἀπὸ τοῦ τόξου βολῇ. ἔοικε δὲ τούτῳ μᾶλλον. ἡ [420c] γοῦν
“οἴησις” τούτῳ συμφωνεῖ. “οἶσιν” γὰρ τῆς ψυχῆς ἐπὶ πᾶν πρᾶγμα, οἷόν ἐστιν ἕκαστον
τῶν ὄντων, δηλούσῃ προσέοικεν, ὥσπερ γε καὶ ἡ “βουλή” πως τὴν βολήν, καὶ τὸ “βούλεσθαι”
τὸ ἐφίεσθαι σημαίνει καὶ <τὸ> “βουλεύεσθαι”: πάντα ταῦτα δόξῃ ἑπόμεν' ἄττα φαίνεται
τῆς βολῆς ἀπεικάσματα, ὥσπερ αὖ καὶ τοὐναντίον ἡ “ἀβουλία” ἀτυχία δοκεῖ εἶναι, ὡς
οὐ βαλόντος οὐδὲ τυχόντος οὗ τ' ἔβαλλε καὶ ὃ ἐβούλετο καὶ περὶ οὗ ἐβουλεύετο καὶ
οὗ ἐφίετο.
[420d] Ἑρμογένης
ταῦτα ἤδη μοι δοκεῖς, ὦ Σώκρατες, πυκνότερα ἐπάγειν.
Σωκράτης
τέλος γὰρ ἤδη θέω. “ἀνάγκην” δ' οὖν ἔτι βούλομαι διαπερᾶναι, ὅτι τούτοις ἑξῆς ἐστι,
καὶ τὸ “ἑκούσιον.” τὸ μὲν οὖν “ἑκούσιον,” τὸ εἶκον καὶ μὴ ἀντιτυποῦν ἀλλ', ὥσπερ
λέγω, εἶκον τῷ ἰόντι δεδηλωμένον ἂν εἴη τούτῳ τῷ ὀνόματι, τῷ κατὰ τὴν βούλησιν γιγνομένῳ:
τὸ δὲ “ἀναγκαῖον” καὶ ἀντίτυπον, παρὰ τὴν βούλησιν ὄν, τὸ περὶ τὴν ἁμαρτίαν ἂν εἴη
καὶ ἀμαθίαν, ἀπείκασται δὲ τῇ κατὰ τὰ [420e] ἄγκη πορείᾳ, ὅτι δύσπορα καὶ τραχέα
καὶ λάσια ὄντα ἴσχει τοῦ ἰέναι. ἐντεῦθεν οὖν ἴσως ἐκλήθη “ἀναγκαῖον,” τῇ διὰ τοῦ
ἄγκους ἀπεικασθὲν πορείᾳ. ἕως δὲ πάρεστιν ἡ ῥώμη, μὴ ἀνιῶμεν αὐτήν: ἀλλὰ καὶ σὺ
μὴ ἀνίει, ἀλλὰ ἐρώτα.
[421a] Ἑρμογένης
ἐρωτῶ δὴ τὰ μέγιστα καὶ τὰ κάλλιστα, τήν τε “ἀλήθειαν” καὶ τὸ “ψεῦδος” καὶ τὸ “ὂν”
καὶ αὐτὸ τοῦτο περὶ ὧν νῦν ὁ λόγος ἡμῖν ἐστιν, “ὄνομα,” δι' ὅτι τὸ ὄνομα ἔχει.
Σωκράτης
μαίεσθαι οὖν καλεῖς τι;
Ἑρμογένης
ἔγωγε, τό γε ζητεῖν.
Σωκράτης
ἔοικε τοίνυν ἐκ λόγου ὀνόματι συγκεκροτημένῳ, λέγοντος ὅτι τοῦτ' ἔστιν ὄν, οὗ τυγχάνει
ζήτημα <ὄν>, [τὸ] “ὄνομα.” μᾶλλον δὲ ἂν αὐτὸ γνοίης ἐν ᾧ λέγομεν τὸ “ὀνομαστόν”:
ἐνταῦθα γὰρ σαφῶς λέγει τοῦτο εἶναι ὂν οὗ μάσμα ἐστίν. [421b] ἡ δ' “ἀλήθεια,” καὶ
τοῦτο τοῖς ἄλλοις ἔοικε [συγκεκροτῆσθαι]: ἡ γὰρ θεία τοῦ ὄντος φορὰ ἔοικε προσειρῆσθαι
τούτῳ τῷ ῥήματι, τῇ “ἀληθείᾳ,” ὡς θεία οὖσα ἄλη. τὸ <δὲ> “ψεῦδος” τοὐναντίον τῇ
φορᾷ: πάλιν γὰρ αὖ λοιδορούμενον ἥκει τὸ ἰσχόμενον καὶ τὸ ἀναγκαζόμενον ἡσυχάζειν,
ἀπείκασται δὲ τοῖς καθεύδουσι: τὸ ψεῖ δὲ προσγενόμενον ἐπικρύπτει τὴν βούλησιν τοῦ
ὀνόματος. τὸ δὲ “ὂν” καὶ ἡ “οὐσία” ὁμολογεῖ τῷ ἀληθεῖ, τὸ ἰῶτα ἀπολαβόν: ἰὸν γὰρ
[421c] σημαίνει, καὶ τὸ “οὐκ ὂν” αὖ, ὥς τινες καὶ ὀνομάζουσιν αὐτό, “οὐκ ἰόν.”
Ἑρμογένης
ταῦτα μέν μοι δοκεῖς, ὦ Σώκρατες, ἀνδρείως πάνυ διακεκροτηκέναι: εἰ δέ τίς σε ἔροιτο
τοῦτο τὸ “ἰὸν” καὶ τὸ “ῥέον” καὶ τὸ “δοῦν,” τίνα ἔχει ὀρθότητα ταῦτα τὰ ὀνόματα--
Σωκράτης
“τί ἂν αὐτῷ ἀποκριναίμεθα;” λέγεις; ἦ γάρ;
Ἑρμογένης
πάνυ μὲν οὖν.
Σωκράτης
ἓν μὲν τοίνυν ἄρτι που ἐπορισάμεθα ὥστε δοκεῖν τὶ λέγειν ἀποκρινόμενοι.
Ἑρμογένης
τὸ ποῖον τοῦτο;
Σωκράτης
φάναι, ὃ ἂν μὴ γιγνώσκωμεν, βαρβαρικόν τι τοῦτ' [421d] εἶναι. εἴη μὲν οὖν ἴσως ἄν
τι τῇ ἀληθείᾳ καὶ τοιοῦτον αὐτῶν, εἴη δὲ κἂν ὑπὸ παλαιότητος τὰ πρῶτα τῶν ὀνομάτων
ἀνεύρετα εἶναι: διὰ γὰρ τὸ πανταχῇ στρέφεσθαι τὰ ὀνόματα, οὐδὲν θαυμαστὸν [ἂν] εἰ
ἡ παλαιὰ φωνὴ πρὸς τὴν νυνὶ βαρβαρικῆς μηδὲν διαφέρει.
Ἑρμογένης
καὶ οὐδέν γε ἀπὸ τρόπου λέγεις.
Σωκράτης
λέγω γὰρ οὖν εἰκότα. οὐ μέντοι μοι δοκεῖ προφάσεις ἀγὼν δέχεσθαι, ἀλλὰ προθυμητέον
ταῦτα διασκέψασθαι. ἐνθυμηθῶμεν δέ, εἴ τις ἀεί, δι' ὧν ἂν λέγηται τὸ [421e] ὄνομα,
ἐκεῖνα ἀνερήσεται τὰ ῥήματα, καὶ αὖθις αὖ δι' ὧν ἂν τὰ ῥήματα λεχθῇ, ἐκεῖνα πεύσεται,
καὶ τοῦτο μὴ παύσεται ποιῶν, ἆρ' οὐκ ἀνάγκη τελευτῶντα ἀπειπεῖν τὸν ἀποκρινόμενον;
Ἑρμογένης
ἔμοιγε δοκεῖ.
[422a] Σωκράτης - Συνέχεια
πότε οὖν ἀπειπὼν ὁ ἀπαγορεύων δικαίως παύοιτο ἄν;