ΧΡΟΝΙΚΗ ΔΙΗΓΗΣΙΣ ΤΟΥ ΧΩΝΙΑΤΟΥ ΚΥΡ ΝΙΚΗΤΑ ΑΡΧΟΜΕΝΗ
ΑΠΟ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ ΚΑΙ ΛΗΓΟΥΣΑ
ΜΕΧΡΙ ΤΗΣ ΑΛΩΣΕΩΣ ΤΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

NICETAS CHONIATES Hist., Scr. Eccl. et Rhet.
vel Nicetas Acominatus
(A.D. 12-13: Choniates, Constantinopolitanus)

Historia (= Χρονικὴ διήγησις), ed. J. van Dieten, Nicetae
Choniatae historia, pars prior [Corpus fontium historiae Byzantinae
11.1. Series Berolinensis. Berlin: De Gruyter, 1975]: 1-635, 637-655.

Praefatio: pp. 1-4.
John II Comnenus: pp. 4-47.
Manuel I Comnenus: pp. 48-222.
Alexius II Comnenus: pp. 223-274.
Andronicus I Comnenus: pp. 275-354.
Isaac II Angelus: pp. 355-452.
Alexius III Angelus: pp. 453-548.
Isaac II (iterum) + Alexius IV Angelus: pp. 549-564.
Alexius V Ducas: pp. 565-582.
τὰ μετὰ τὴν ἅλωσιν: pp. 583-635, 637-655.
(Cod: 163,659: Hist.)


ΠΡΟΟΙΜΙΟΝ

Αἱ ἱστορίαι δὲ ἄρα κοινωφελές τι χρῆμα τῷ βίῳ ἐφεύρηνται, εἴπερ ἐκ τούτων οὐκ ὀλίγα ἔστι ξυλλέγειν τὰ βελτίω τοῖς ᾑρημένοις. εἰδυῖαι γὰρ τὰ ἀρχαῖα καὶ ἔθη αὗται διατρανοῦσιν ἀνθρώπεια καὶ πολυπειρίαν ὑποτιθέασιν ὁπόσοι τῶν ἀνθρώπων μεγαλογνώμονες καὶ τοῦ καλοῦ αὐτόφυτον τρέφοντες ἔρωτα· καὶ κακία δὲ παρ᾿ αὐταῖς κωμῳδουμένη καὶ ἀγαθοπραξία ἐξαιρομένη μετρίους ὡς τὰ πολλὰ καὶ ἐπιδιδόντας τοὺς παρ᾿ ἑκάτερα τιθέασι ῥέποντας, ὅσοι τέως οὐχ ὑπ᾿ αἰσχίστης συνηθείας καὶ φαυλοτέρας τῆς ἕξεως ἀνεπιστρόφως ἔχουσι τοῦ πολυεράστου χρήματος ἀρετῆς, ἐπεὶ καὶ ἀθανάτοις ἐοίκασι δήπουθεν θνητοὶ καὶ ἐπίκηροι γεγονότες καὶ πάλαι τὸ ζῆν ἐκτοξεύσαντες ὅσους παρειλήφει τὸ ἱστορεῖν· ὀρθῶς γὰρ ἢ τοὐναντίον φαύλως βεβιωκότες εὖ τε καὶ ὡς αἰσχρῶς ἀκούουσι. καὶ τοῦ μὲν ἐς ᾅδου βέβηκεν ἡ ψυχή, πρὸς δὲ τὰ ἐξ ὧν ἡρμόσθη τὸ σῶμα ἐπαλινδρόμησε· τὰ δὲ παρ᾿ αὐτοῦ βεβιωμένα, κἂν ὅσια εἴη, κἂν δίκαια, κἂν ἀθέμιτα, κἂν ἐφύβριστα, κἂν ἐβίω εὐδαιμόνως, κἂν κακοπραγῶν ἀνεχρέμψατο τὴν ψυχήν, ἡ ἱστορία διαπρυσίως βοᾷ. ὥστε καθ᾿ ἕτερόν τινα τρόπον καὶ λόγον καὶ βίβλος ζώντων ἡ ἱστορία κληθήσεται καὶ σάλπιγξ περίτρανος τὰ γραφόμενα, τοὺς πάλαι τεθνεῶτας οἷον τῶν σημάτων ἐξανιστῶσα καὶ ὑπ᾿ ὄψιν τιθεῖσα τοῖς βουλομένοις.

Ἀλλὰ τοιάδε μὲν ἡ ἱστορία, ὡς ἐπιτρέχοντά με εἰπεῖν, αὐτοῖς δὲ τοῖς ἐπιοῦσιν οὐμενοῦν οὐδαμῶς χαρίεσσα; μὴ οὕτω μανείη τις ὡς ἥδιον ἡγεῖσθαί τι ἕτερον ἱστορίας· ἃ γὰρ οἱ πολυετεῖς τῶν ἀνθρώπων καὶ Τιθωνοῦ παλαίτεροι καὶ τρικόρωνοι, εἰ τῷ βίῳ ἔτι περιῆσαν, ᾔδεσαν ἂν καὶ ἐξηγοῦντο τοῖς φιλακροάμοσι, τὰ τῆς μνήμης ἐμπυρεύοντες καὶ τὰς τῶν πράξεων ῥυσσὰς ἀνασκάλλοντες, ταῦτα δήπου προθείη καὶ ὁ φιλίστωρ, κἂν οὐδέπω παρηλλάχει τὸν μείρακα.

Διὰ ταῦτ᾿ οὖν καὶ αὐτὸς τὰ τοῖς κατ᾿ ἐμὲ χρόνοις γεγενημένα καὶ ἀνόπιν ἔτι βραχύ, μνήμης καὶ διηγήσεως ἄξια ὄντα καὶ τοσαῦτα τὸ πλῆθος καὶ τοιαῦτα τὸ μέγεθος, οὐκ ἔγνων δεῖν σιγῇ παρελθεῖν. οὐκοῦν καὶ διὰ τῆσδέ μου τῆς ξυγγραφῆς δῆλα ταῦτα τοῖς ἔπειτα καθιστῶ.

Ἐπεὶ δέ, ὡς καὶ ἄλλοι τε ξυμβαλεῖν ἔχουσι καὶ αὐτὸς δὲ συνορῶν οὐχ ἥκιστά εἰμι, τὰ τοῦ ἱστορεῖν τὸ τῆς διηγήσεως ἀσαφὲς καὶ περιβολαῖς καὶ περιόδοις ἐπεστραμμένον ὡς μὴ συνᾷδον αὐτοῖς οὐ προσίενται, φιλοῦσι δὲ τὸ σαφὲς ὡς οὐ μόνον κατὰ τὸν εἰπόντα σοφόν, ἀλλὰ καὶ συμβαῖνόν σφισι μάλιστα, οὐδὲ τούτου ἔξωθεν τοῦ καλοῦ πίπτοντ᾿ ἂν εὑρήσει τις τὰ γραφόμενα, οἷα καὶ ἡμῶν μὴ τὸ κομπηρὸν καὶ δυσφραδὲς καὶ κρημνώδεσιν ἀποδιειλημμένον λέξεσιν ὡς ἐπίπαν ἀσπασαμένων, εἰ καὶ χαίνοντές εἰσιν εἰς τοῦτο πολλοὶ εἴτ᾿ οὖν, ἀληθέστερον εἰπεῖν, ἐκλείποντες τῶν πάλαι καὶ σήμερον καὶ ὅσα τι καὶ ἐπιτήδευμα προυργιαίτατον ἐξησκηκότες διὰ μακροῦ, ἐκ τοῦ πλείονος δὲ κἀν τούτῳ δρᾶν τῇ ἱστορίᾳ προθεμένων τὰ πρόσφορα, μηδ᾿ ὑπερβάθμιον πόδα τείνειν ἠγαπηκότων ἢ ὅλως τοὺς ἄξονας αὐτῆς ὑπεράλλεσθαι.

Ὑπὲρ γὰρ ἅπαν ἕτερον τὸ μὴ τὴν φράσιν ἁπλοῦν, ὡς ἔχω εἰπών, καὶ πρόχειρον εἰς κατάληψιν αὐτῇ διαβέβληται καὶ ἠγαπήθη ἕως σφόδρα τὸ ἄκομψον καὶ ὡς ἔχον φύσεως διηγούμενον καὶ δαιμονίως τὸ εὔληπτον περιπτύσσεται. τέλος γὰρ σκοπιμώτατον τὴν ἀλήθειαν ἔχουσα καὶ τῆς τε ῥητορικῆς δεινότητος καὶ τῆς ποιητικῆς λογοποιΐας ἀφεστῶσα κατὰ διάμετρον καὶ τὰ τούτων ἔτι διωθεῖται χαρακτηριστικά. καὶ ἄλλως δὲ κἂν οὐ βραχὺ τὸ σεμνὸν ἡ ἱστορία καὶ τὸ αἰδέσιμον ἐπισύρηται, ἐρῶσα δ᾿ ὅμως προκεῖσθαι σκαπανεῦσί τε καὶ σιδηρεῦσι καὶ πολλῆς γέμουσι τῆς ἀσβόλης καὶ συνήθης εἶναι τοῖς πρὸς ὅπλα καὶ Ἄρεα βλέπουσι, μηδὲ γυναιξὶ χερνήτισι δυσκολαίνουσα μεταλλευούσαις τὰ καθ᾿ αὑτήν, ταῖς χαριεστέραις χαίρει τῶν φράσεων καὶ τὸ φάρος τῶν ὀνομάτων εἰλικρινὲς καὶ ἀπέριττον περικεῖσθαι φιλεῖ, μήτε μὴν κεκομψευμένον καὶ ἔξαλλον.

Καὶ ἡ μὲν ἱστορία, ὡς ἔνι μάλιστα, μετὰ τοῦ σαφοῦς καὶ εἰς ἐπίτομον ἐπιτροχασθήσεται· ὁ δὲ λόγος εὐγνωμονῶν συγγνώμην αἰτεῖται παρ᾿ οἷς εἰς χεῖρας πεσεῖται, εἰ μὴ φιλοτίμως δι᾿ ἃ εἴρηται καὶ ἁβρῶς ἐκπεπόνηται, ἐπεὶ καὶ ἄλλως νῦν πρώτως ἡμεῖς τῆς ὑποθέσεως ἐπιβαίνομεν τῆσδε, οἷά τινα ἐρήμην καὶ ἀστιβῆ διιέναι ἐγχειροῦντες ὁδόν, ὃ καὶ δύσεργόν ἐστι καὶ πολλῷ ὑπερκείμενον τοῦ ἴχνεσιν ἑτέρων προωδευκότων ἐφομαρτεῖν ἢ γοῦν ὡς διὰ λείας καὶ βασιλικῆς βαδίζειν ὁδοῦ εὐθυπόρως τε καὶ ἀπλανῶς.

Ἀρχὴ δέ μοι τῆς ἱστορίας ὅσα μετὰ τὸ πέρας εὐθὺς τῆς ζωῆς ἅμα καὶ τῆς ἀρχῆς τοῦ ἐκ Κομνηνῶν ἄρξαντος πρώτως Ἀλεξίου συμβέβηκεν, ἐπεὶ καὶ ἐς τόνδε τὸν ἄνακτα τὸ λέγειν συνεπεράναντο ὁπόσοι τῶν πρὸ ἡμῶν τῇ συγγραφῇ προδήλως ἐπέβαλον, ἵν᾿ εἶεν τὰ ῥηθησόμενα παρ᾿ ἡμῶν συναφῆ πως τοῖς ὑπ᾿ ἐκείνων λεχθεῖσι καὶ ὁ λόγος οὕτω διαπλεκόμενος τρόπον τινὰ ὁλκῷ εἰκάζοιτο ῥεύματος ἐκ πηγῆς μιᾶς ἐκδιδόντι, ἢ γοῦν τὸ τῶν κρίκων ἀλληλένδετον ὑποκρίνοιτο τῇ τῶν ἀεὶ προσεχῶν ἐφάψει προϊόντων ἐς ἄπειρον. ἐν κεφαλαιώδεσι δ᾿ ἐπιτομαῖς τὰ κατὰ τὸν αὐτοκράτορα Ἰωάννην τὸ ἱστορεῖν διηγήσεται, ὃς Ἀλεξίῳ διάδοχος γεγένηται τῆς ἀρχῆς, οὐδ᾿ ἐμβραδυνεῖ ταῖς κατ᾿ αὐτὸν ἀφηγήσεσιν, ὥσπερ ἐν τοῖς ἐφεξῆς ἐργάσεται λόγοις, οἷα καὶ ἡμῶν μὴ τὰ τοῖς ὀφθαλμοῖς ἐπὶ τῷδε παρειλημμένα συγγραφομένων κἀντεῦθεν μηδ᾿ ἐπιτάδην ἐχόντων ταῦτα διεξιέναι, ἀλλ᾿ ἅπερ εἰς ἀκοὴν ὠτίου εἰλήφειμεν ἐκ τῶν ὅσοι τῶν καθ᾿ ἡμᾶς τὸν βασιλέα τουτονὶ ἐθεάσαντο καὶ συνωμάρτουν ἐκείνῳ πρὸς ἐναντίους χωροῦντι καὶ τὰς μάχας συνετολύπευον. ἄμεινον δ᾿ ἐντεῦθεν ἄρξασθαι.


ΒΑΣΙΛΕΙΑ ΚΥΡ ΙΩΑΝΝΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ

Τῷ ἄνακτι Ἀλεξίῳ τῷ Κομνηνῷ υἱεῖς τρεῖς καὶ θυγατέρες τέτταρες ἐγεγένηντο. ἦν δὲ τῶν μὲν ἀνδρῶν ὁ Ἰωάννης κατὰ γένεσιν προφερέστερος, πρωτογενὴς δ᾿ ἁπάντων τῶν ἐξ ὀσφύος τῷ Ἀλεξίῳ ἡ θυγάτηρ Ἄννα καθεωρᾶτο, ἥτις εἰς λέχος τῷ Βρυεννίῳ Νικηφόρῳ συνέζευκτο, τιμηθεῖσα καισάρισσα. ὁ βασιλεὺς καὶ τοκεὺς τοίνυν Ἀλέξιος μάλιστα τῶν ἄλλων παίδων τῷ Ἰωάννῃ προσέκειτο. ἀμέλει τοι καὶ τοῦτον ἐπικρίνας τῆς βασιλείας καταλείψειν διάδοχον ἐρυθροῦ τέ οἱ πεδίλου μεταδεδώκει καὶ βασιλέα ἐνδεδώκει ἀναγορεύεσθαι. ἡ δὲ μήτηρ καὶ βασιλὶς Εἰρήνη τῇ θυγατρὶ Ἄννῃ τὴν πᾶσαν ἐκ τοῦ ἐναντίου χαριζομένη ῥοπὴν οὐκ ἀνίει παρὰ τῷ συλλέκτρῳ Ἀλεξίῳ τὸν υἱὸν Ἰωάννην ἐνδιαβάλλουσα, προπετῆ τοῦτον ἀποκαλοῦσα καὶ ὑγρὸν τὸν βίον παλίνστροφόν τε τὸ ἦθος καὶ μηδαμῇ μηδὲν ὑγιές, καὶ τιθεμένη διὰ παντὸς ἀσχολίας πάσης ἀνώτερον σπούδασμα, ὅπως μετάθοιτο τὴν γνώμην ὁ βασιλεύς, ἣν εἶχεν ἐπ᾿ αὐτῷ κυρωσάμενος. ἐνιαχοῦ δὲ καὶ λόγου πρόφασιν τὸν Βρυέννιον παρεισφέρουσα παντοίοις αὐτὸν ἐπαίνοις κατέστεφεν ἅτε εἰπεῖν ἱκανώτατον καὶ οὐκ ἐλάττονα διαπράξασθαι καὶ μαθημάτων ἐλευθερίων μεταλαχόντα ῥυθμίζειν τὸ ἦθος εἰδότων καὶ πρὸς βασιλείαν ἀδιαλώβητον οὐ βραχέα συναιρομένων τοῖς ἄρχειν μέλλουσιν. ὁ δ᾿ Ἀλέξιος ταῦτα ἐνωτιζόμενος καὶ τὸ μητρῷον φίλτρον ἐπιστάμενος πῇ μὲν ἄλλοις ἐκ τοῦ σχεδὸν κατεπείγουσι πράγμασι χαρίζεσθαι τὸν νοῦν πλαττόμενος οὐδὲ προσέχειν ὅλως τοῖς λεγομένοις προσεποιεῖτο, πῇ δ᾿ ἐς σκέψιν ἀπολύων τὰ εἰσηγούμενα μὴ ἂν τὴν αἴτησιν αὐτῆς παραβλέψασθαι ἰσχυρίζετο. ἐνίοτε δὲ καὶ τοιοῦτόν τι παθηνάμενος εἴρηκεν „ὦ γύναι, κοινωνέ μοι λέχους καὶ βασιλείας, οὐ τὰ πρὸς χάριν παύσῃ τῆς σῆς ὑποτιθεμένη μοι θυγατρός, ἁρμονίαν τε καὶ τάξιν ἐπιχειροῦσα λύειν ἐπαινετήν, ὡς εἴπερ θεοβλαβείας μετέσχηκας; βάλ᾿ ἐς τύχην ἀγαθήν· ἢ μᾶλλον δεῦρο κοινῇ συνδιασκεψώμεθα καὶ γνωσόμεθα, τίς ἐξ ἁπάντων τῶν πρώην τὰ Ῥωμαίων σκῆπτρα παρειληφότων, υἱὸν ἔχων ἁρμόδιον εἰς ἀρχήν, τοῦτον μὲν παρεβλέψατο, γαμβρὸν δὲ ἀνθείλετο. εἰ δέ ποτε καὶ τοιόνδε τι ξυμβέβηκεν, οὐ νόμον, ὦ γύναι, τὸ σπάνιον ἡγησόμεθα. ἐπ᾿ ἐμοὶ δὲ καὶ μάλα καπυρὸν γελάσειε τὸ Πανρώμαιον, καὶ τῶν φρενῶν κριθείην ἀποπεσών, εἰ τὴν βασιλείαν οὐκ ἐπαινετῶς εἰληφώς, ἀλλ᾿ αἵμασιν ὁμογενῶν καὶ μεθόδοις Χριστιανῶν ἀφισταμέναις θεσμῶν, δεῆσαν ταύτης ἀφεικέναι διάδοχον, τὸν μὲν ἐξ ὀσφύος ἀποπεμψαίμην, τὸν δὲ Μακεδόνα εἰσοικισαίμην,” τὸν Βρυέννιον οὕτω λέγων, ἐπεὶ καὶ ἐξ Ὀρεστιάδος ὥρμητο· μία δ᾿ αὕτη τῶν εὐδαιμόνων καὶ κρατίστων παρὰ Μακεδόσι πόλεων. τοιαῦτα πρὸς τὴν βασίλισσαν Εἰρήνην ἐμβριθῶς ὁ Ἀλέξιος φάμενος, ὅμως καὶ πάλιν τὸν μηδαμῶς ἀποειπόντα ὑποκρινόμενος, διῆγε τὴν γυναῖκα σκηπτόμενος ἀεὶ τὸν σκεπτόμενον· ἦν γάρ, εἰ καί τις ἄλλος, κρυψίνους ὁ ἀνὴρ οὗτος καὶ σοφὸν ἡγούμενος ἀεὶ τὸ περίεργον, μηδὲ τὰ πολλὰ ἐξαγγελτικὸς τοῦ ποιητέου δεικνύμενος.

Ἐγγίζοντος δέ οἱ τοῦ τέρματος τῆς ζωῆς, ὁ μὲν ἔκειτο πνέων τὰ λοίσθια ἐν τοῖς κατὰ τὴν μονὴν τῶν Μαγγάνων λαμπροτάτοις οἰκοδομήμασιν, ὁ δὲ παῖς Ἰωάννης τὸν πατέρα ὁρῶν τῇ τελευτῇ πλησιάζοντα καὶ τὴν μητέρα εἰδὼς ἀποστέργουσαν καὶ τῇ ἀδελφῇ τὴν βασιλείαν μνωμένην κοινοῦται τὸ ποιητέον τοῖς ἐκ τῆς συγγενείας ἐκείνῳ φίλα φρονοῦσιν, ὧν τὰ κράτιστα ἦν ὁ ἀδελφὸς Ἰσαάκιος. καὶ δὴ λαθὼν τὴν μητέρα εἴσεισι τὸν κοιτῶνα τὸν πατρικὸν καὶ προσπεσὼν ὡς δῆθεν θρηνήσων ὑφαιρεῖται λάθρᾳ τῆς ἐκείνου χειρὸς τὸν σφραγιστῆρα δακτύλιον. εἰσὶ δ᾿ οἳ κατὰ γνώμην τοῦ πατρὸς αὐτόν φασι τόδε πεποιηκέναι, ὡς δίδωσιν ἐννοεῖν τὰ μετὰ βραχὺ ῥηθησόμενα. αὐτίκα τοίνυν ὁ Ἰωάννης τοὺς συμφράδμονας ἠθροικὼς καὶ τὸ πραχθὲν ἠγγελκὼς ἐπὶ κέλλητος μεθ᾿ ὅπλων πρὸς τὸ μέγιστον ἀρχεῖον ἐξώρμησε, κατ᾿ αὐτὴν τὴν τῶν Μαγγάνων μονὴν καὶ τὰς ἀγυιὰς ὁμοίως τῆς πόλεως ὑπὸ πλήθους τοῦ σύμφρονος καὶ τῶν κατὰ φήμην τῶν δρωμένων συναλιζομένων ἀστῶν βασιλεὺς αὐτοκράτωρ ἀνευφημούμενος.

Ἡ βασιλὶς δὲ Εἰρήνη καὶ μήτηρ τοῦ Ἰωάννου, πρὸς τῶν οὕτω γινομένων ἐκθαμβηθεῖσα, στείλασα μετεπέμπετο τὸν υἱὸν καὶ παρῄνει τῶν ἐν χερσὶν ἀποσχέσθαι. ὡς δ᾿ ἦν ὅλος τῶν δρωμένων ὁ Ἰωάννης καὶ κατ᾿ οὐδένα τρόπον τῆς μητρὸς ἐπεστρέφετο, τὸν Βρυέννιον ἐπιρρώννυσιν ἐπιθέσθαι τῇ βασιλείᾳ συναρηγούσης αὐτῆς. ὡς δ᾿ οὐδ᾿ οὕτω τὰ κατὰ σκέψιν ἑώρα προβαίνοντα, πρόσεισι τῷ ἀνδρὶ ἐπὶ κλίνης ἐρριμμένῳ καὶ βραχείαις ἀναπνοαῖς τὸν ζῶντα ὑποσημαίνοντι καὶ βαλοῦσα ἑαυτὴν τῷ σώματι καταβοᾶται λαμπρῶς τοῦ υἱέως, ὡς κρήνη μελάνυδρος τὰ δάκρυα χέουσα, ὅπως αὐτοῦ τοῖς ζῶσιν ἔτι συνταττομένου τὴν βασιλείαν οὗτος λωποδυτεῖ εἰς ἔργα βλέψας νεώτερα. ὁ δὲ οὐδέν τι πρὸς τὰ εἰρημένα παρ᾿ αὐτῆς ἀπεκρίνατο, ἄλλοις καιριωτέροις, οἷα εἰκός, τὸ τῆς ζωῆς βραβεύων λειπόμενον τῆς τε μετ᾿ οὐ πολὺ ἐκδημίας φροντίζων καὶ τοῖς ψυχαγωγοῖς ἀγγέλοις ῥέπων τὰ ὄμματα. ἐγκειμένης δὲ λιπαρεστέρως τῆς βασιλίδος καὶ μὴ ἐνεγκεῖν ὅλως ἐχούσης τὰ παρὰ τοῦ παιδὸς γινόμενα, βραχύ τι παρεμφήνας καὶ βεβιασμένον μειδίαμα ὁ Ἀλέξιος τὰς χεῖρας ἀνέσχεν εἰς οὐρανόν, ἴσως μὲν ἐπὶ τοῖς ἀφηγηθεῖσι διαχυθεὶς καὶ θύων ὑπὲρ τούτων θεῷ χαριστήρια, εἰπεῖν δὲ καὶ κέρτομον τῇ γυναικὶ καὶ σεσηρὸς ἐνιδὼν ὡς λόγους ἀνακινούσῃ περὶ ἀρχῆς, ὅτε ψυχῆς ἐφέστηκε διάστασις ἐκ τοῦ σώματος, ἢ καὶ τὸ θεῖον ἐξιλεούμενος ἐφ᾿ οἷς που καὶ παρεσφάλη τοῦ δέοντος. ἡ γυνὴ δ᾿ οὖν ἐκ τοῦ ἀναμφιλέκτου χαίρειν οἰηθεῖσα τὸν ἄνδρα δι᾿ ὅσα παρ᾿ αὐτῆς ἠνώτιστο, ὡς ἤδη τῶν προτέρων ἐλπίδων διεψευσμένη παντάπασι καὶ διασφαλεῖσα τῶν ὑποσχέσεων, βύθιον στενάξασα εἴρηκεν· „ὦ ἄνερ, καὶ ζῶν ψευδοσύναις παντοίαις ἐκέκασο ἀντίφθογγον τὴν γλῶτταν πλουτῶν τοῖς νοήμασι, καὶ νῦν δὲ ὡσαύτως τοῦ βίου ἀπαλλαττόμενος ἀμεταπτώτως ἔχεις οἷς καὶ πρώην προσέκεισο.” καὶ ταῦτα μὲν ἐφέρετο τῇδε.

Ὁ δέ γε Ἰωάννης κατὰ τὸ ἀρχεῖον γενόμενος οὐχ εὕρισκε ῥᾳδίαν τὴν εἴσοδον, οἷα τῶν φυλάκων μὴ πρὸς μόνην ὑπενδιδόντων τὴν τοῦ δακτυλίου ὑπόδειξιν, ἀλλὰ προσεπιζητούντων καὶ ἄλλο τι τεκμήριον τοῦ κατὰ κέλευσιν πατρικὴν ἐκεῖσε παραγενέσθαι. αἱ πύλαι τοίνυν τοῦ παλατίου χαλκείαις ῥάβδοις πλατείαις θάτερα τῶν ἄκρων βραχύ τι μετεωρισθεῖσαι κατὰ γῆς βάλλονται κἀντεῦθεν αὐτός τε μετὰ ῥᾳστώνης εἰσεληλύθει καὶ συνεισῄει τὸ ὁπλοφόρον καὶ συγγενές· οὐ βραχεῖς δὲ καὶ τῶν ἐκ τοῦ ξύγκλυδος ὄχλου συνομαρτούντων ἔνδον εἰσήρρησαν, οἳ καὶ διαρπάζειν τὸ προστυχὸν ἐπεβάλοντο. τῶν δὲ πυλῶν αὖθις ἐπικλιθεισῶν, οἵ τε ἐκτὸς τοῦ ἐπεισρέειν ἐπαύσαντο καὶ τὸ εἰσεφρηκὸς ἐξιέναι μὴ συγχωρούμενον ἐφ᾿ ἡμέρας συχνὰς ἐκεῖσε τῷ βασιλεῖ συνδιέτριβεν. ἦγε μὲν οὖν τότε πέμπτην καὶ δεκάτην ὁ Αὔγουστος μήν.

Νυκτὸς δ᾿ ἐπιούσης ὁ βασιλεὺς Ἀλέξιος τοῦ ζῆν ἀπενήνεκται, ἄρξας ἐνιαυτοὺς ἑπτὰ καὶ τριάκοντα καὶ ἥμισυ μηνὸς σὺν τοῖς τέσσαρσι. κατὰ δὲ τὴν ἕω εὐθὺς μεταστέλλεται ἡ μήτηρ τὸν Ἰωάννην εἰς τὴν τοῦ πατρικοῦ σκήνους ἐξιέναι πομπαίαν πρόοδον, αὐτίκα μάλα ἀρθησομένου τε καὶ ἀχθησομένου εἰς ἣν ἐκεῖνος ἐδείματο Χριστῷ τῷ Φιλανθρώπῳ μονήν. οὐκ εἶχε δ᾿ αὐτῇ καὶ πειθόμενον, ἀλλ᾿ ἦν πρὸς τὴν μετάκλησιν ἀνανεύων, οὐ θέσμια μητρὸς παρορῶν ἢ τὴν πατρικὴν τιμὴν ἀπωθούμενος, ἀλλ᾿ ὅτι τὸ νεοπαγὲς ὑπεβλέπετο τῆς ἀρχῆς καὶ τοὺς ἀντιζήλους ἐδεδίει θερμὸν ἔτι ἐγκυμονοῦντας τῆς βασιλείας ἔρωτα. ὅθεν αὐτὸς μὲν ὡς οἱ πολύποδες τῶν πετρῶν ἐξείχετο τῶν ἀρχείων, τὸ δὲ πλεῖστον τῆς μεθ᾿ ἑαυτοῦ συγγενείας διαφῆκεν εἰς τὴν πρόοδον τοῦ πατρός.

Ἡμερῶν δὲ οὐ συχνῶν διαγενομένων τὴν εἰς τὰ ἀρχεῖα πάροδόν τε καὶ ἔξοδον ἀνῆκε τῷ βουλομένῳ παντὶ τῶν τε κοινῶν πραγμάτων ἐφήπτετο, καθάπερ ᾑρεῖτο, ὡς ἤδη ἐν τῷ ἀσφαλεῖ καθεστώς. ἀλλὰ καὶ τοῖς ἐκ γένους καὶ οἰκειώσεως αὐτῷ προσεγγίζουσι κατὰ τὸ ἀνάλογον προσφερόμενος ἁρμοδίους ἑκάστῳ ἀπένεμε τὰς τιμάς. τῷ γε μὴν Ἰσαακίῳ τῷ κασιγνήτῳ προστετηκὼς συμφυὴς καὶ ὁμόπνους ἐδείκνυτο, καὶ ὡς φιλοῦντι μὲν ὑπὲρ ἅπαντας, μάλιστα δ᾿ ὡς τὰ πάντα ἢ τὰ πλείω εἰσενεγκόντι πρὸς τὴν κατάσχεσιν τῆς ἀρχῆς· τοῦτον γὰρ καθισταμένης ἔτι τῆς βασιλείας καθέδρας τε καὶ τραπέζης ἐξ ἴσου κοινωνὸν παρελάμβανε καὶ μετεδίδου τῆς ἀναρρήσεως, ὁποία ἐπιπρεπὴς τῷ τοῦ σεβαστοκράτορος ἀξιώματι, ᾧ πρὸς τοῦ πατρὸς Ἀλεξίου τετίμητο Ἰσαάκιος. καὶ φροντιστὰς δὲ τῶν δημοσίων πραγμάτων προυβάλετο ἐκ τῶν καθ᾿ αἷμά οἱ προσεγγιζόντων τὸν Κομνηνὸν Ἰωάννην, ὃν καὶ τῷ τοῦ παρακοιμωμένου τετίμηκεν ἀξιώματι, καὶ τὸν Ταρωνίτην Γρηγόριον, γεγονότα πρωτοβεστιάριον. ἀλλ᾿ ὁ μέν, ὅτι μὴ τῷ δακτύλῳ τὸ πᾶν διεπέττευε, σοβαρὰν προφαίνων ὀφρὺν καὶ φρονηματιώδης ὡς οὔ τις ἄλλος δεικνύμενος τὸν φροντιστὴν ἀπεφορτίσατο τάχιον· ὁ δέ γε Γρηγόριος τῆς προκειμένης ἐχόμενος μηδὲ μακρὰ βιβὰς ἢ γοῦν ἐπεκτείνων πόδας ὑπερβαθμίους μονιμωτέρας ἰσχύος μετείληχε. παρεζεύχθη δ᾿ ἐς ὕστερον τουτωῒ καί τις Γρηγόριος ἕτερος, ᾧ Καματηρὸς ἡ ἐπίκλησις. ὁ δ᾿ ἀνὴρ οὗτος λόγιος μέν, τὸ δὲ γένος οὐκ ἀριπρεπὴς οὐδ᾿ ἐπίπαν εὐπάρυφος, τῷ βασιλεῖ δ᾿ Ἀλεξίῳ προσληφθεὶς καὶ τοῖς ὑπογραμματευομένοις καταλεγεὶς τὰς ἐπαρχίας ἀμφεποτᾶτο κἀκ τοῦ τάσσειν φόρους ταύταις πλοῦτον τιθαιβώσσων βαθὺν ἠράσθη κατὰ κῆδος βασιλεῖ συναφθῆναι. οὐκοῦν καὶ προσπλακεὶς μιᾷ τῶν αὐτοῦ συγγενῶν λογοθέτης τῶν σεκρέτων προβάλλεται.

Ἴσχυε δ᾿ ὑπὲρ πάντας παρὰ τῷδε τῷ βασιλεῖ καὶ τὰς πρώτας ἐκαρποῦτο τιμὰς ὁ Ἀξοὺχ Ἰωάννης. ἦν δ᾿ οὗτος Πέρσης τὸ γένος, τῆς δὲ Βιθυνῶν προκαθημένης πόλεως Νικαίας ὑπὸ τῶν ἑσπερίων ἁλούσης ταγμάτων, ἡνίκα τῆς ἐς Παλαιστίνην πορείας εἴχοντο, συνέχεται καὶ αὐτὸς καὶ τῷ βασιλεῖ Ἀλεξίῳ δῶρον παρέχεται. ἧλιξ δ᾿ ὢν Ἰωάννῃ τῷ βασιλεῖ συμπαίστωρ αὐτῷ προσείληπτο καὶ τῶν οἰκιδίων καὶ προκοίτων ὁ προσφιλέστερος κρίνεται. ἐπεὶ δ᾿ ἐπέβη τῆς βασιλείας, πᾶσαν ὑπερανέβη πρεσβυτέραν παραδυνάστευσιν, μέγας τιμηθεὶς δομέστικος, ὡς καὶ πολλοὺς τῶν ἐριτίμων κατὰ γένος βασίλειον ἀποβαίνειν τοῦ ἵππου καὶ τούτῳ ἀπονέμειν προσκύνησιν κατὰ συγκυρίαν ὑπαντιάζοντας. ἦσαν δὲ τῷ ἀνδρὶ τῷδε οὐ μόνον χεῖρες δεδιδαγμέναι πρὸς πόλεμον, ἀλλὰ καὶ πρὸς εὐποιΐαν τῶν δεομένων ὀξεῖαί τινες καὶ εὐκίνητοι. ἀτὰρ τὸ εὐγενὲς τῆς γνώμης καὶ ἐλευθέριον τὸ μὴ ἔχον οὕτω τοῦ γένους τὰ πολλὰ συνεσκίαζε καὶ ποθεινὸν παρὰ πᾶσι τὸν Ἀξοὺχ ἀπειργάζετο.

Ἀλλ᾿ οὔπω ἐνιαυτὸς ἀκριβῶς τῷ βασιλεῖ διεγένετο, καὶ καττύεται τούτῳ παρὰ τῶν ἐκ γένους ἐπιβουλή, καθ᾿ ὃν οὐκ ἔχει τις τρόπον εἰπεῖν, κατ᾿ αὐτοῦ βαρυμηνιώντων καὶ ὄμμα οἱ ἐπιρριπτούντων βάσκανον. ἀμέλει τοι καὶ σύστρεμμα τεκτήναντες πονηρὸν καὶ πίστεις δόντες ἀλλήλοις τῷ Βρυεννίῳ πάντες προστίθενται καὶ παραχωροῦσι τούτῳ τῆς βασιλείας ὡς λογικῶν ἐν μεθέξει ὄντι παιδεύσεων καὶ εἶδος τυραννικὸν προφαίνοντι καὶ κατὰ κῆδος προφερεστέρῳ βασιλικόν· ὡς γὰρ φθάσαντες εἴπομεν, τῇ τοῦ βασιλέως ἀδελφῇ τῇ καισαρίσσῃ Ἄννῃ συνέζευκτο, ἥτις δὴ τῆς τῶν ἐπιστημῶν πασῶν ἐπόχου φιλοσοφίας ἐδείκνυτο μέλημα καὶ πρὸς πᾶσαν ἐρρύθμιστο μάθησιν. τάχα δ᾿ ἂν καὶ νυκτὸς ἐπέθεντο μεθ᾿ ὅπλων τῶν φονουργῶν αὐλιζομένῳ τῷ βασιλεῖ κατὰ τὸ μικρὸν ἄποθεν τῶν χερσαίων πυλῶν ἱππήλατον Φιλοπάτιον, δώροις προδιαφθείραντες ἁδροῖς τὸν ἐπὶ τῶν εἰσόδων τῆς πόλεως, εἰ μὴ τὸ εἰωθὸς ὑπόνωθρον καὶ χαλαρὸν πρὸς βασιλείας ἐπίθεσιν τῆς ἐγχειρήσεως ἔπαυσε τὸν Βρυέννιον, αὐτόν τε μένειν κατὰ χώραν παραβιάσαν τῶν ξυνθηκῶν λαθόμενον, καὶ κατασβέσαν τὸ θερμὸν τῶν συνελθόντων φρόνημα· ὅτε καὶ λέγεται τὴν καισάρισσαν Ἄνναν πρὸς τὸ χαῦνον τοῦ ταύτης ἀνδρὸς δυσχεραίνουσαν ὡς πάσχουσαν δεινὰ διαπρίεσθαι καὶ τῇ φύσει τὰ πολλὰ ἐπιμέμφεσθαι, ὑπ᾿ αἰτίαν τιθεῖσαν οὐχὶ μικρὰν ὡς αὐτῇ μὲν διασχοῦσαν τὸ ἄρθρον καὶ ἐγκοιλάνασαν, τῷ δὲ Βρυεννίῳ τὸ μόριον ἀποτείνασαν καὶ σφαιρώσασαν.

Φωραθέντων δ᾿ ἡμέρας τῶν ὀμοτῶν οὐδένες μὲν αὐτῶν ἐς τὸ σῶμα διελωβήθησαν ἢ καθυπεβλήθησαν μάστιξι, τῶν δὲ οὐσιῶν ἐστέρηνται ἁπαξάπαντες. μετὰ δέ τινα καιρὸν καὶ αὗται τοῖς πλείοσιν αὐτῶν ἀπεδόθησαν, ἐξ αὐτῆς τῆς πρωτεργάτιδος τῆς ἐπιβουλῆς Ἄννης τῆς καισαρίσσης τοῦ βασιλέως ἀρξαμένου φιλανθρωπεύεσθαι.

Ἀρχὴν δ᾿ ἔσχε τοιάνδε τὸ οὑτωσὶ γεγονέναι. τὴν ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ πλούτῳ παντοδαπῷ καὶ ποικίλοις ἐσθήμασιν οὐσίαν τῆς καισαρίσσης καθ᾿ ἕνα δόμον συνειλεγμένην ὁ βασιλεὺς Ἰωάννης ἐπιστὰς ἐθεᾶτο, ναὶ μὴν καὶ εἰπὼν ὡς „ἡ τάξις ἐπ᾿ ἐμοί πως ἀντέστραπται· τὸ μὲν γὰρ συγγενὲς πολέμιον εὕρηται, τὸ δ᾿ ἀλλότριον φίλιον· καὶ διὰ τοῦτο χρεὼν καὶ τὰ τοῦ πλούτου πρὸς τοὺς φιλοῦντας μεταρρυῆναι”, πάντα εἰληφέναι τὸν μέγαν προσετετάχει δομέστικον. ὁ δ᾿ εὐχαριστήσας ἐπὶ τούτοις τῷ βασιλεῖ φιλοδωρίαν μεγίστην μεταδιώκοντι ᾔτησεν ἐνδοθῆναί οἱ τὰ εἰκότα διαλεχθῆναι. ὡς οὖν ἔλαβε τὸ ἐνδόσιμον, „εἰ καὶ βιαίων” εἶπε „πραγμάτων καὶ πολλῆς ἀδικίας γεμόντων ἦρξεν, ὦ βασιλεῦ, ἡ σὴ ἀδελφὴ καὶ ἔργοις αὐτοῖς τὸ συγγενὲς ἀπωμόσατο, ἀλλ᾿ οὐχὶ καὶ τὴν ἐκ τῆς φύσεως κλῆσιν καθάπερ καὶ τὴν σχέσιν ἀπεβάλετο. ἀγαθοῦ τοίνυν βασιλέως καὶ εἰσέτι κασίγνητος μένουσα ἐκ μετανοίας τὸ φίλτρον αὖθις ἀνακαλέσεται, ὅπερ ἐκ παρανοίας ἄρτι ἀπώλεσε, τῇ φύσει χρησαμένη συλλήπτορι. φεῖσαι οὖν, ὦ δέσποτα, τῆς τῷ σῷ κράτει προσκεκρουκυίας ὁμογενοῦς καὶ κόλασον τῷ φιλανθρώπῳ λαμπρῶς ἤδη τῆς σῆς ἀρετῆς ἡττᾶσθαι ὁμολογοῦσαν· δὸς δὲ αὐτῇ καὶ τὰ κατ᾿ ὄψιν προκείμενα, οὐχ ὡς ὀφείλημα δίκαιον, ἀλλ᾿ ὡς δόμα ἑκούσιον, ἐπεὶ καὶ δικαιότερον ταῦτα ἐμοῦ κτήσαιτο, κλῆρον ὄντα πατρῷον κἀπὶ τὸ γένος αὖθις διαβησόμενα.” τούτοις ὁ βασιλεὺς πεισθείς, ἢ ἀληθέστερον εἰπεῖν αἰδεσθείς, σὺν προθυμίᾳ περατοῖ τὴν παραίφασιν, φάμενος ὡς „εἴην τοῦ ἄρχειν ἀνάξιος, εἰ σὺ περὶ τὸ γένος τοὐμὸν κριθείης φιλανθρωπότερος καὶ κέρδους περιττοῦ καὶ προχείρου ἀνώτερος.” ἀμέλει τοι καὶ δίδωσι πάντα τῇ καισαρίσσῃ καὶ σπένδεται.

Εἰρήνη δὲ ἡ μήτηρ καὶ βασιλὶς κατ᾿ οὐδένα τρόπον ἐλήλεγκται τῆς ἐπιβουλῆς μετέχουσα τοῦ υἱοῦ· μᾶλλον μὲν οὖν καὶ σοφόν τι λόγιον ἐσέπειτα γνωματεῦσαι λέγεται, μαθοῦσα τὰ μελετώμενα, ὡς δεῖ βασιλέα μὲν οὐχ ὑπόντα ζητεῖν, παρόντα δὲ μὴ μετακινεῖν, καὶ ὡς „οἵας μοι τὰς ὠδῖνας οἱ σφαγεῖς ἐχάλκευον τοῦ υἱοῦ, δριμυτέρας δήπουθεν ὧν ἐν τῷ τίκτειν πεπείραμαι, ὅτι καὶ πρὸς φῶς αἱ μὲν κατήπειγον τὸ κυοφορούμενον, αἱ δ᾿ ἐξ ᾅδου κευθμώνων διὰ μέσων μου τῶν σπλάγχνων χωροῦσαι λυπεῖν ἀθάνατα ἤμελλον.” Ὁ δὲ βασιλεὺς τοὺς Πέρσας ὁρῶν παρ᾿ οὐδὲν θεμένους τὰς πρὸς τὸν ἑαυτοῦ πατέρα ξυνθήκας καὶ παμπληθεὶ τῶν πόλεων καταθέοντας, ὁπόσαι περὶ Φρυγίαν καὶ ποταμὸν τὸν Μαίανδρον ἵδρυνται, ἔαρος ἐπιστάντος ἔξεισι κατ᾿ αὐτῶν καὶ συμβαλὼν μάχαις πολλάκις ἐκράτησε τήν τε Λαοδίκειαν χειρωσάμενος τείχεσι περιέβαλε καὶ τὸν Ἀλπιχαρὰν μετανάστην ἔθετο, ὃς τὴν ταύτης φρουρὰν ἐπεπίστευτο, καὶ τὰ λοιπὰ πρὸς τὸ δέον καταστησάμενος νόστου ἐμνήσατο.

Καὶ μικρόν τι τῷ Βυζαντίῳ ἐνδιατρίψας σκηνίτης γίνεται πάλιν, τῶν ἀρχείων ἀπαναστάς. ἦν γὰρ τὰς τῶν βαρβάρων ἐπιδρομὰς φυλαττόμενος καὶ ὡς ἔχον λυμαίνεσθαι τὸ ἀνέτοιμον ὑφορώμενος. ὅθεν χρονίζειν ᾑρεῖτο μᾶλλον τοῖς ἔξωθεν, δύο τὰ κάλλιστα κατορθοῦν ἐντεῦθεν οἰόμενος, τήν τε φυλακὴν τῶν οἰκείων χωρῶν, ἣν ὡς τὰ πολλὰ βραβεύει τὸ θύραυλον, καὶ τὴν εἰς τὰ πολέμια ἔργα τριβήν τε καὶ ἄσκησιν τῶν ταγμάτων ἀφισταμένων τοῦ οἰκουρεῖν καὶ ὡς βαφῇ σίδηρος τοῖς ἐκ τῆς καυστηρᾶς μάχης ἱδρῶσι παγιουμένων.

Χειρωσόμενος τοίνυν ἀπῄει τὴν κατὰ Παμφυλίαν Σωζόπολιν. ὡς δὲ δυσάλωτος ἐδόκει τις εἶναι διά τε τὸ ἐγκαθήμενον ἔνδον ὁπλιτικὸν καὶ τὸ δυσέμβολον τῆς θέσεως καὶ περίκρημνον, τοιόνδε τι μηχάνημα κατὰ θεῖον μέτεισι. δύναμιν ἱππικὴν Πακτιαρίῳ τινὶ παραδοὺς ἐντέλλεταί οἱ συνεχῶς τῇ Σωζοπόλει ἐνιππάζεσθαι κἀπὶ τοῖς τείχεσιν ἀφιέναι βέλεμνα, εἰ δ᾿ ἐπεξέλθοιεν οἱ πολέμιοι, φεύγειν ἀμεταστρεπτί, μηδ᾿ ἐφεστάναι πρὸς πόλεμον, παριέναι δ᾿ οὕτω καὶ τὰς μικρὸν ἄποθεν τῆς πόλεως συνεπτυγμένας καὶ λοχμώδεις ἀτραπούς. ὁ μὲν οὖν κατὰ τὴν βασιλικὴν παραίφασιν ἔπραττεν· ὡς δὲ ἡ ἐπιδίωξις ἐπὶ πολὺ καὶ πολλάκις πρὸς τῶν Περσῶν ἐγίνετο ἐκχεομένων τῆς Σωζοπόλεως, κατασοφίζεται τὸ ἀντίπαλον ὁ Πακτιάριος ὑποκαθίσας λόχον ἐν τοῖς στενοῖς. ἐν μιᾷ οὖν τῶν καταδρομῶν οἱ μὲν Τοῦρκοι μὴ προσκεψάμενοι τὸ ἐνέδρευμα συντονώτερον ὁμοῦ καὶ πορρώτερον ὀπίσω τῶν Ῥωμαίων ἐδίωκον, ὡς καὶ τὰς δυσχωρίας ἀπερισκέπτως παραδραμεῖν· οἱ δ᾿ ἐλλοχῶντες Ῥωμαῖοι ἐπεὶ εἶδον ἀπεριμερίμνως τοὺς Πέρσας ὀπίσω τῶν ἐκ τῆς συμμορίας αὐτῶν ἐπιόντας ἀνέτῳ παντὶ ῥυτῆρι καὶ πρὸς οὐδὲν ἕτερον ἀφορῶντας ἢ τὸ καταλήψεσθαι τοὺς ἐκδιδράσκοντας, αὐτίκα δὴ μάλα ἀναστάντες εὐθὺ τῆς Σωζοπόλεως ἵενται. μετὰ βραχὺ δὲ καὶ τῶν φευγόντων ἐπιστραφέντων, ἐν μέσῳ συλληφθέντες οἱ Τοῦρκοι καὶ μήτε τῇ πόλει προσεπεγγίσαι δυνάμενοι, μήτε διαδρᾶναι τοὺς ὄπισθεν ἐπιφανέντας ἰσχύοντες, οἱ μὲν σαγηνεύονται, οἱ δὲ καὶ ξίφους γίνονται πάρεργον, οὐ πολλοὶ δὲ καὶ τῇ τῶν ἵππων ἀρετῇ διασῴζονται. καὶ οὕτως ἥλω πρὸς Ῥωμαίων Σωζόπολις ἑνὶ βουλεύματι τοῦ βασιλέως σοφῷ. ἐκ δὲ τοῦδε τὸ φρούριον παρεστήσατο, ὃ Ἱερακοκορυφήτις ὠνόμασται, καὶ πλεῖστα ἕτερα πολίχνια καὶ ἐρύματα ὑπηγάγετο, πάλαι μὲν Ῥωμαίοις ὑπόφορα, τοῖς δὲ Πέρσαις τότε σπενδόμενα.

Περὶ δὲ τὸ πέμπτον ἔτος τῆς αὐτοῦ βασιλείας Σκυθῶν διαβάντων τὸν Ἴστρον καὶ τὰ Θρᾳκῷα μέρη ληϊζομένων καὶ τὰ ἐν ποσὶν ἀφανιζόντων τοῦ τῶν ἀκρίδων ἀκριβέστερον ἔθνους, ἔξεισι κατ᾿ αὐτῶν τὰς Ῥωμαϊκὰς ἀθροίσας δυνάμεις καὶ ὡς ἐνῆν ὁπλισάμενος γενναιότατα, οὐ διὰ τὸ πλῆθος μόνον τῶν πολεμίων μηδ᾿ ὑποπῖπτον σχεδὸν ἀριθμῷ, ἀλλὰ καὶ διὰ τὸ χρᾶσθαι μεγαλαυχίᾳ καὶ σὺν κόμπῳ τραχύτερον ἐπιέναι τὸ βάρβαρον, εἰς μνήμην ἄγον, ὡς ἔοικε, τὰ πονηθέντα οἱ πρότερον, ἡνίκα τὰ τῶν Ῥωμαίων σκῆπτρα διεῖπεν ὁ Κομνηνὸς Ἀλέξιος, ὅτε εἴχετο Θρᾴκη καὶ τὰ πλεῖστα τῆς Μακεδονίας ἠρήμωτο.

Τὰ μὲν οὖν πρῶτα στρατηγικῇ μεθόδῳ χρώμενος ὁ βασιλεὺς δι᾿ ἀποστολῆς ὁμογλώττων τοῦ τῶν Σκυθῶν ἀποπειρᾶται στρατεύματος, εἴ πως ἐς ὁμολογίας ξυμβαῖεν καὶ τοῦ διὰ μάχης χωρεῖν ἀποσταῖεν πάντες ἢ γοῦν ἔνιοι, πρὸς πλείους διῃρημένοι φυλὰς καὶ διακριδὸν στρατήγια βάλλοντες. ἐφελκυσάμενος οὖν τόνδε τὸν τρόπον τινὰς τῶν παρ᾿ αὐτοῖς τὰ πρῶτα φερόντων πᾶσαν φιλοφροσύνην ἐπ᾿ αὐτοῖς ἐπιδείκνυται, οὐ περιττὰς μόνον ἑστιάσεις αὐτοῖς παραθέμενος, ἀλλὰ καὶ σηρικοῖς καταγοητεύσας ἱματισμοῖς καὶ κυπέλλοις καὶ λέβησιν ἀργυρέοις ὑπαγαγόμενος. καὶ τοῖς δελέασι τούτοις τὰ τῶν Σκυθῶν ὑποχαυνώσας φρονήματα ἔγνω μὴ καιρὸν εἶναι μελλήσεως, ἀλλ᾿ ἐπάγειν αὐτοῖς τὰς δυνάμεις κἀκ τοῦ αὐτίκα συντάξασθαι, ἕως ἔτι τὰς γνώμας ἔχοντές εἰσιν ἀμφιβόλους καὶ ῥέπουσι πρὸς ἀμφότερα, καὶ Ῥωμαίοις μὲν διανοούμενοι σπείσασθαι διὰ τὰ σφίσιν ἐπαγγελλόμενα, θαρροῦντες δὲ καὶ τὸν πόλεμον ὡς τοῦ νικᾶν ἐθάδες πάλαι γενόμενοι.

Ἄρας τοίνυν ἐκ τῶν τῆς Βερόης μερῶν (ἐκεῖσε γὰρ ἐστρατοπεδεύετο) κνεφαῖος τοῖς Σκύθαις συρρήγνυται. γίνεται τοίνυν φρικαλέα τις συμβολὴ καὶ καταπληκτικωτέρα τῶν πώποτε μάχη συνίσταται· οἵ τε γὰρ Σκύθαι γενναίως ἐδέξαντο τὸ ἡμέτερον στράτευμα τῇ τῶν ἵππων ἐπελάσει καὶ τῇ τῶν τοξευμάτων ἐπαφέσει καὶ ταῖς βοαῖς ἐν ταῖς ἐμβολαῖς δυσαντίβλεπτοι δεικνύμενοι, καὶ Ῥωμαῖοι καθάπαξ ἐν τῷ ἀγῶνι γενόμενοι ὡς ἡττήσοντες ἢ θανούμενοι προύθεντο μάχεσθαι. καὶ αὐτὸς δὲ βασιλεύς, τοὺς ἑταίρους ἔχων μεθ᾿ ἑαυτοῦ καὶ ὅσον περὶ τὴν τοῦ σώματος φυλακὴν ἀποτέτακτο, ἀεί πως ἐπεβοήθει τοῖς κάμνουσι μέρεσιν.

Αὐτὸ μέντοι τὸ Σκυθικὸν κατὰ τόνδε τὸν πόλεμον καὶ τοιοῦτόν τι ἐκακοτέχνησεν ἐκ προσκέψεως, ποριζούσης αὐτῷ τῆς ἀνάγκης τὰ δέοντα. συναγαγὸν δὴ πᾶσαν ἅμαξαν εἰς σχῆμα περιφερὲς αὐτὰς διατίθησι· καὶ τούτων ἄνωθεν στήσαντες μοῖραν οὐκ ὀλίγην ἐκ τοῦ σφῶν στρατεύματος ὅσα καὶ χάρακι ἐχρῶντο τῷ μηχανήματι καὶ πολλὰς δι᾿ αὐτῶν ἐγκαρσίους παρόδους ῥυμοτομήσαντες, βιαζόμενοι μὲν ὑπὸ Ῥωμαίων καὶ τὰ νῶτα πρὸς τὴν τάξιν τῶν προσώπων μετατιθέμενοι, ὥσπερ τεῖχος ἐχυρὸν τὰς ἁμάξας εἰσέτρεχον καὶ διετίθουν οὕτω τὴν φυγὴν πρὸς τὸ εὖ, εἶτ᾿ αὖθις ἐκεῖθεν μετ᾿ ἀνοχὴν ὡσεὶ διὰ πυλῶν ἀνακλινομένων ἐκπίπτοντες ἔργα χειρὸς ἀνδρείας ἐδείκνυον. καὶ ἦν τὸ γινόμενον τοῦτο τειχομαχία τις ἀκριβὴς ἐν μέσῃ πεδιάδι σχεδιασθεῖσα παρὰ Σκυθῶν, ὡς συμβαίνειν ἐκ τοῦδε τὰ τῶν Ῥωμαίων ἐπ᾿ ἀτελέστοις μογεῖν.

Ἦν οὖν τηνικαῦτα τὸν Ἰωάννην ὁρᾶν σοφόν τι χρῆμα τοῖς ὑπ᾿ αὐτὸν καθιστάμενον· οὐ γὰρ ἀγαθὸς μόνον καὶ ποικίλος τὸ ἦθος ἐδείκνυτο σύμβουλος, ἀλλὰ καὶ πρῶτος παρεῖχε πέρατι ὁπόσα στρατηγοῖς καὶ τάγμασιν ὑπετίθετο. τὸ δὲ δὴ καινὸν καὶ πολλὴν ἐκείνῳ μαρτυροῦν τὴν εὐσέβειαν, ὁπότε τῶν Ῥωμαίων αἱ φάλαγγες ἔκαμνον ἐπιβριθόντων τῶν πολεμίων καὶ συμπιπτόντων παραβολώτερον, τὴν τῆς θεομήτορος εἰκόνα παρεστῶσαν ἔχων, μετ᾿ οἰμωγῆς ἐμβλέπων, ἐλεεινοῖς τοῖς σχήμασι θερμότερα τῶν ἐναγωνίων ἱδρώτων κατέλειβε δάκρυα. καὶ ἦν οὔκουν εἰς κενὸν διαπραττόμενος οὑτωσί, ἀλλ᾿ ἐκ τοῦ μάλα αὐτίκα τὴν ἐξ ὕψους θωρακιζόμενος δύναμιν τὰς Σκυθικὰς ἐτροποῦτο παρεμβολάς, ὡς Μωϋσῆς πρότερον τῇ τῶν χειρῶν ἐκτάσει τὰς Ἀμαληκίτιδας ἴλας ἐνέκλινεν.

Ἀναλαβὼν δὲ καὶ τοὺς ὑπασπιστάς, οἳ περιμήκεσιν ἀσπίσι καὶ πέλυξιν ἑτεροστόμοις φράγνυνται, ὡσεὶ τεῖχος ἄρρηκτον τοῖς Σκύθαις ἀντιπροβάλλεται. ἀμέλει καὶ ὑπ᾿ αὐτῶν διαλυθέντος τοῦ ἐκ τῶν ἁμαξῶν ἕρματος καὶ εἰς χεῖρας οὕτω τοῦ πολέμου συνερχομένου, γίνεται τῶν ἐναντίων τροπὴ καὶ φυγὴ ἀκλεὴς καὶ Ῥωμαίων εὐθαρσὴς ἐπιδίωξις. κατὰ χιλιοστύας τοίνυν πίπτει τὸ ἁμαξόβιον καὶ διαρπάζονται χάρακες· τὸ δὲ συλληφθὲν δορυάλωτον καὶ ἀριθμοῦ κρεῖττον ὁρᾶται, ὥσπερ καὶ τὸ προσρυὲν αὐτόμολον τῷ πόθῳ τῶν ζωγρηθέντων ὁμογενῶν, ὡς ἐκ τούτου καὶ κώμας συνοικισθῆναι καθ᾿ ἑσπέριόν τινα λῆξιν Ῥωμαϊκήν, ὧν καὶ εἰσέτι σμικρὰ οὐχὶ πάνυ ἐμπυρεύματα σώζονται, οὐκ ὀλίγους δὲ καὶ εἰς σπείρας καταλεγῆναι συμμαχικάς, ἀποδοθῆναι δὲ καὶ μοίρας πλείονας συνειλημμένας τῇ στρατιᾷ.

Τοιαύτην νίκην περιφανῆ κατὰ Σκυθῶν ὁ Ἰωάννης ἀράμενος καὶ μέγιστον στήσας τρόπαιον τὰς εὐχὰς θεῷ ἀποδίδωσι, τὴν τῶν Πετζινάκων λεγομένην ἐς ἡμᾶς τελετὴν εἰς ἀναμνηστήρια τῶν πεπραγμένων ἀποτάξας καὶ χαριστήρια.

Μικρῷ δὲ ὕστερον καὶ κατὰ τοῦ τῶν Τριβαλλῶν ἔθνους (εἴποι δ᾿ ἄν τις ἕτερος Σέρβων), κακουργοῦντος καὶ τὰς σπονδὰς συγχέοντος, στρατείαν ἐκήρυξε, καὶ συμβολῆς γενομένης, κατὰ κράτος ἡττήσας καὶ τοῦτο τὸ βάρβαρον πρὸς σπονδὰς ὑπηγάγετο, μηδ᾿ ἄλλως δεικνύμενον ἀξιόμαχον, οἷα καθυποκύπτον ἀεὶ ταῖς ἐκ γειτόνων ἀρχαῖς. καὶ λείαν ἐκεῖθεν ἐλάσας οὐ σταθμητὴν καὶ πλείστων ὠφελειῶν ἐμπλήσας τὸ στράτευμα ἐς τὴν ἕω διαβιβάζει τὸ τοῦ πλήθους αἰχμάλωτον. καὶ κατὰ τὴν Νικομήδους ἐπαρχίαν ἀποτάξας αὐτῷ τὴν κατοίκησιν καὶ γῆν διαρκεστάτην ἀποδασάμενος, τὸ μὲν τοῦ δορυκτήτου λεὼ τοῖς στρατεύμασιν ἐγκατέμιξε, τὸ δὲ παρῆκεν εἰς δασμοφόρησιν.

Καὶ πατὴρ δὲ ἀρρένων παίδων ὁ βασιλεὺς οὗτος φανεὶς τῷ μὲν προήκοντι κατὰ γένεσιν (Ἀλέξιος τῷδε τὸ ὄνομα) πορφυρίδος μετέδωκε καὶ πεδίλοις ἐρυθροῖς ὑποδεῖσθαι διαφῆκε τὰ βάθρα τοῦ σώματος καὶ συνευφημεῖσθαί οἱ παρεῖχεν, ὁπηνίκα Ῥωμαίων αὐτοκράτωρ ἐκεῖνος ὑπὸ τῶν συνειλεγμένων ὄχλων ἀνηγορεύετο· τὸν δὲ μετ᾿ αὐτὸν Ἀνδρόνικον Ἰσαάκιόν τε τὸν ἐπὶ τῷδε καὶ τὸν ἐφεξῆς καὶ τέταρτον Μανουὴλ σεβαστοκρατορικαῖς ὑπεξαίρει τιμαῖς.

Φασὶ δὲ ὡς κατ᾿ ὄναρ ὁ βασιλεὺς Ἰωάννης θεάσαιτο τὸν νεοστεφῆ υἱὸν τὸν Ἀλέξιον θηρίῳ ἔποχον λέοντι καὶ τοῦτον ἐκ τῶν ὤτων ἡνιοχεῖν, μηδενὸς ἑτέρου ὑπόντος ἐπιτηδείου πρὸς διεξαγωγὴν τοῦ θηρός. ἦν δὲ ἡ σύγκρισις τοῦ ἰνδάλματος, ὡς μέχρι καὶ προσρήματος ψιλοῦ καὶ γυμνῆς πραγμάτων ἀνακηρύξεως ἐπιτευξεῖται τῆς βασιλείας ὁ παῖς, τῆς δὲ μείζονος ἀποπεσεῖται κυριαρχήσεως, ὃ καὶ μικρῷ συμβέβηκεν ὕστερον· θανάτῳ γὰρ τὴν ἐξ ἀνθρώπων ἐστείλατο.

Περὶ δὲ θέρειον ὥραν τὸν Ἴστρον διαβάντες οἱ Οὖννοι τήν τε Βρανίτζοβαν ἐξεπόρθησαν, κατερείψαντες τὰ τείχη καὶ τοὺς λίθους μετενεγκάμενοι εἰς τὸ Ζεύγμινον, καὶ τὴν Σαρδικὴν ἐληΐσαντο, τὰς ἐπὶ φιλίᾳ τῇ πρότερον ὁμολογίας ἀποσεισάμενοί τε καὶ διαξάναντες. ἦν δὲ ἡ μὲν ἐνδόμυχος αἰτία ταυτησὶ τῆς διαφορᾶς τὸ τὸν Ἀλμούζην παρὰ βασιλέα ἐλθεῖν καὶ προσδεχθῆναι παρ᾿ αὐτοῦ ἀσμενέστατα, κασίγνητον ὄντα Στεφάνου τοῦ τῶν Οὔννων κατάρχοντος, ἡ δ᾿ εὐπρόσωπός τε ἅμα καὶ πρόδηλος ἀφορμὴ τὸ τοὺς οἰκήτορας Βρανιτζόβης λῃστρικῶς ἐπιτίθεσθαι τοῖς παραβάλλουσιν ἐκεῖθι Οὔννοις κατ᾿ ἐμπορίαν καὶ δρᾶν ἐπ᾿ αὐτοῖς τὰ χείριστα.

Ἅτε δ᾿ ἀπροόπτως τοῦ κακοῦ τοῦδε ξυνενεχθέντος, τότε μὲν τῇ κατὰ Φιλιππούπολιν ἐνδημίᾳ τὰ τῆς προμηθείας ὁ βασιλεὺς ἐπεμέτρησεν, Οὔννους ἐκεῖθεν μετανάστας θέμενος· τῷ δ᾿ ἐπιόντι καιρῷ πρὸς παρασκευὴν τῶν οἰκείων καὶ ἄμυναν τῶν πολεμίων χρησάμενος τὰς δυνάμεις συνήθροισε καὶ νῆας ταχυναυτούσας ἡτοίμασε καὶ ταύτας εἰς τὸν Ἴστρον διὰ τοῦ Πόντου κατακολπίσας ὑδραῖος ὁμοῦ καὶ χερσαῖος τοῖς ἀντιπάλοις ἐφίσταται. διελθὼν δὲ τὸν ποταμὸν μετὰ τῆς στρατηγίδος τριήρους καὶ τὸν στρατὸν καταστησάμενος ἐς τὸ πέραν ἱππομαχίᾳ καὶ δοράτων ἀγκοινήσει τὸ συνελθὸν Οὐννικὸν διεσκέδασε.

Χρονίσας δὲ τῇ πολεμίᾳ καὶ καρτερικώτατος φανεὶς ἑαυτοῦ τοῦ τε Φραγγοχωρίου ἐκράτησεν, ὅπερ ἐστὶ τῆς τῶν Οὔννων γῆς τὸ πιότατον, ἐς πεδία ὑπτιάζον ἱππήλατα, μεταξὺ τῶν ποταμῶν Σαούβου καὶ Ἴστρου ἀναπεπταμένον, καὶ τὸ Ζεύγμινον παρεστήσατο καὶ κατ᾿ αὐτὸν ἐλάσας τὸν Χράμον λείαν πλείστην περιεβάλετο. ἔπειτα καὶ τῷδε τῷ γένει μεθ᾿ ἑτέρας συμπλοκὰς σπεισάμενος τά τε πρὸς εἰρήνην διαθέμενος καὶ τὸ λοιπὸν βαρβαρικόν, ὁπόσον καθ᾿ ἑσπέραν Ῥωμαίοις ἄγχουρον, ἐς φιλίαν ἆκον ὑπαγαγόμενος, ἐν οἷς πολλάκις εὐρόησε κατὰ πόλεμον, δεῖν ᾠήθη καὶ τὰ ὑπερόρια φῦλα, καθ᾿ ὃν ἂν καὶ δύναιτο τρόπον, ὑποποιήσασθαι, καὶ τούτων ὁπόσα μάλιστα τῇ ἐμπορίᾳ καὶ ἀγυρτείᾳ προσκείμενα μετὰ πλοίων ἐς τὴν Κωνσταντίνου καταίρουσιν. οὐκοῦν καὶ εἶχεν οἰκειωσάμενος τὴν παράλιον Ἰταλίαν ὅλα λαίφη διαπετῶσαν ἐς τὴν βασιλίδα τῶν πόλεων.

Ἠρεμησάντων δ᾿ οὕτω τῶν καθ᾿ ἑσπέραν γενῶν, ἐς τὴν ἕω διαβιβάσας τὸ στράτευμα τοῖς τὴν Κασταμόνα κατέχουσι Περσαρμενίοις ἐπιθέσθαι ἔγνωκεν. ὅθεν διὰ τῆς τῶν Βιθυνῶν καὶ Παφλαγόνων ἐπαρχίας ἐλάσας ἐκεῖσέ τε παραγίνεται καὶ κλίμαξιν ὅτι πλείσταις χρησάμενος καὶ κύκλῳ περιστήσας τὰς ἑλεπόλεις αὐτῆς τε τῆς Κασταμόνος κρατεῖ καὶ τὸν ταύτης σατραπεύοντα Περσαρμένιον ἀπειπόντα περὶ τῶν ὅλων φυγάδα δείκνυσιν. οὐκ ὀλίγον δὲ πλῆθος Περσῶν ἐκεῖθεν ἀπαγαγὼν αἰχμάλωτον πρὸς τὸ Βυζάντιον ἐπανέζευξε.

Τοίνυν καὶ κηρύξας ἐπὶ τῷ τροπαίῳ τουτωῒ θρίαμβον ἅρμα διειλημμένον ἀργύρῳ παγῆναι προσετετάχει· καὶ ἦν τὸ ἅρμα θαυμάσιον οἷον γενόμενον καὶ λίθοι τῶν μὴ πάνυ τιμαλφῶν ἐνιαχοῦ αὐτὸ ἤγαλλον. ἐνστάσης δὲ τῆς ἡμέρας, καθ᾿ ἣν ἡ πρόοδος ὥριστο, ἅπας πέπλος τὰς ἀγυιὰς κατηγλάϊζε χρυσοϋφής τε καὶ περιπόρφυρος. οὐδὲ τὰ τοῦ Χριστοῦ καὶ τῶν ἁγίων ἀπῆν ἐκεῖθεν εἰκάσματα, ὁπόσα ἱστουργικὴ χεὶρ ἐπίπλοις ἐνετυπώσατο, ἃ καὶ εἴρηκεν ἄν τις ἔμψυχα, οὐκ ἐνυφαντά. ἦν δὲ τοῦ ἄγασθαι ἄξια καὶ τὰ περὶ τὴν πάροδον ἑκατέρωθεν πρὸς ὑποδοχὴν τῶν θεωμένων διὰ ξύλων πήγματα καὶ ἴκρια. χῶρος δὲ τῆς πόλεως ἦν, ὃς οὑτωσὶ διεσκεύαστο, ὁ διήκων ἐκ τῶν ἑῴων πυλῶν τῆς πόλεως ἐς αὐτὸ τὸ μέγα παλάτιον. καὶ δὴ τὸ μὲν τέτρωρον εὐτρεπὲς καὶ εἷλκον τοῦτο πίσυρες ἵπποι καλλίτριχες χιόνος λευκότεροι. ὁ δὲ βασιλεὺς τὴν τοῦ ἅρματος ἐπίβασιν παρεικὼς τὴν τῆς θεομήτορος εἰκόνα τούτῳ ἐπανεβίβασεν, ἐφ᾿ ᾗπερ ἦν γεγηθὼς καὶ τὴν ψυχὴν ἐκλείπων αὐτήν· καὶ τὰς νίκας ὡς συστρατηγέτιδι ἀμάχῳ ἐπιγραφόμενος καὶ δοὺς ἄγειν τὰ χαλινὰ τοὺς παρ᾿ ἐκείνῳ δυναμένους τὰ μέγιστα καὶ τοῖς ἐκ γένους ἐγγίζουσιν ἀμφιπονεῖσθαι τὸ ἅρμα ἐνδοὺς προῆγεν αὐτὸς σταυρικὸν σημεῖον χειριζόμενος καὶ ποσὶ τὴν πορείαν ποιούμενος· καὶ τὸν ἐκ τῆς τοῦ Θεοῦ Σοφίας παρωνυμούμενον νεὼν εἰσιὼν καὶ τὴν ἐπὶ τοῖς κατωρθωμένοις ἀνθομολόγησιν Κυρίῳ τῷ θεῷ ἀπονείμας τοῦ λεὼ παντὸς ἐνώπιον τῷ ἀρχείῳ οὕτως παρέβαλεν.

Οὐ πολλοῦ δὲ διαλιπόντος καιροῦ, ἀλλ᾿ ὥστε καὶ αὐτὸν ἐποφθῆναι τοῖς ὑπηκόοις καὶ θεάτροις διαχυθῆναι, προσειπεῖν δὲ καὶ τὸν στρατιώτην τὰ οἴκοι χρόνιον καὶ διαναπαῦσαι τὸν ἵππον καὶ τὴν λόγχην ἀκέσασθαι, αὖθις κατὰ Κασταμόνος ἐστράτευσεν. ὁ γὰρ τὸν καιρὸν ἐκεῖνον τῆς Καππαδοκῶν χώρας κρατῶν Περσαρμένιος Τανισμάνιος μετ᾿ ἰσχύος μείζονος ἐπιὼν τειχομαχίᾳ τὴν πόλιν εἷλε καὶ τῷ ξίφει κατὰ τῶν φυλάκων Ῥωμαίων ἐχρήσατο. βασιλεὺς τοίνυν ἐκεῖσε παραγενόμενος τὸν μὲν Τανισμάνιον ἐξ ἀνθρώπων εὗρε γεγενημένον, Μουχούμετ δέ τινα τὴν Κασταμόνα διέποντα, διάφορον τῷ τῆς Ἰκονίου πόλεως ἀρχηγῷ Μασούτ. συμφόρῳ γοῦν τῷ καιρῷ πρὸς σύναρσιν τῶν καθ᾿ αὑτὸν πραγμάτων ὁ βασιλεὺς χρώμενος σπένδεται τῷ Μασοὺτ καὶ συμμαχίαν εἰληφὼς ἐκεῖθεν ἔπεισι τῷ Μουχούμετ. ὁ δὲ πρὸς ἀμφίστομον στράτευμα οὔκουν ἑαυτὸν εἰδὼς ἀξιόμαχον ὕπεισι τὸν ὁμόφυλον Μασοὺτ καὶ καταλύσας τὴν ἔχθραν ἄλλοις τε οἷς ἐκείνῳ διὰ γραμμάτων ἐσήμανεν, ἀλλὰ δὴ καὶ τῷ εἰπεῖν ὡς προσρυεὶς τῷ βασιλεῖ Ῥωμαίων, εἰ μὴ καταλλαγεῖεν αὐτοί, κακῶς διάθοιτο τὰ Περσῶν, πείθει τὸν Ἰκονιέα Μασοὺτ ἀποσχέσθαι μὲν βασιλέως, ἐκείνῳ δὲ προσρέψαι καὶ λῦσαι τὴν συμμαχίαν. οὗ μετὰ βραχὺ συμβάντος καὶ νυκτὸς οἰχομένων τῶν τῷ βασιλεῖ παρὰ τοῦ σουλτὰν ἐκπεμφθέντων ἐπικούρων Περσῶν, οὐκ εὔοδα τὸ ἐκ τοῦδε Ῥωμαίοις τὰ τῆς προκειμένης ἐκστρατείας γεγόνασιν. ὅθεν ἀναχασάμενος ἐκεῖθεν καὶ κατὰ τὸ πόλισμα ἐναυλισάμενος, ὃ περὶ τὸν Ῥυνδακὸν ποταμὸν αὐτὸς ἐδείματο, αὖ πάλιν τῆς κατὰ τοῦ Μουχούμετ ἀκμαιότερον ἥψατο καὶ Ῥωμαίοις ἐπανασωσάμενος Κασταμόνα οὐδὲ τῆς Γάγγρας ἀπέσχετο. μία δέ ἐστιν αὕτη τῶν περιφανῶν καὶ μεγίστων Ποντικῶν πόλεων, οὔπω πρώην Πέρσαις καθυποκύψασα.

Ταύτῃ τοι καὶ νόμῳ πολέμου τὰ περὶ τὴν πόλιν ταύτην ὑπαγαγόμενος πρότερον, ἔπειτα καὶ χάρακα ἔβαλεν ἐπ᾿ αὐτήν. τοῦ δ᾿ ἐντὸς Περσικοῦ μηδὲν μέτριον φρονοῦντος ἢ καθ᾿ ὁμολογίαν τε καὶ σπονδὰς βασιλεῖ συγχωροῦντος τὴν εἴσοδον, τὸ τεῖχος ὁ στρατὸς περιβάλλει, εἶτα τειχομαχίαις χρησάμενος, ᾗπερ ἦν ἐπίμαχος ὁ περίβολος, συνεχῶς ἔτυπτε τοῦτον. μὴ προχωροῦντος δὲ τοῦ ἔργου διὰ τὴν τῶν ἐπάλξεων ὀχυρότητα καὶ τὸ ἐπὶ πολὺ ἐκθύμως ὑπέχειν τοὺς ἐναντίους, βάλλειν τὰ τείχη παρεὶς κατὰ τῶν οἰκιῶν ἐγνώκει διασφενδονᾶν τοὺς λίθους, προφαινομένων ἐκ τῶν ἔξωθεν κολωνῶν, ἐφ᾿ ὧν Ῥωμαῖοι κατεστρατοπεδεύοντο. οἱ γοῦν ἐπὶ τῶν μηχανῶν λίθους στρογγύλους καὶ κούφους διὰ τὸ εὐσύνοπτον ἐς ὅτι πορρωτάτω διαφιέντες, ὡς δοκεῖν ἵπτασθαι τούτους, οὐκ ἀπὸ μηχανημάτων προΐεσθαι, τοὺς δόμους κατέσειον· οἱ δ᾿ ἐπὶ γόνυ κλινόμενοι καὶ τοὺς ὀρόφους διαλυόμενοι τὸ ἐνοικοῦν πλῆθος ἀπώλλυον, ὡς ἐντεῦθεν εἶναι καὶ τὴν ἐν ταῖς ἀμφόδοις ἐπισφαλῆ πάροδον καὶ τὸ ἔνδον ἡσυχῇ καθῆσθαι πάντῃ ἀσύμφορον.

Διὰ ταῦτα τοίνυν καὶ τὴν τοῦ βασιλέως δὲ προσεδρείαν οὐχ ἧττον, ἐπὶ δὲ μάλιστα τὴν ὀλίγῳ πρότερον μαλακῷ θανάτῳ ἐξ ἀνθρώπων ἀφάνισιν τοῦ τῆς Γάγγρας ἐπιστατοῦντος Τανισμανίου ἑαυτοὺς καὶ τὴν πόλιν τῷ αὐτοκράτορι ἐνεχείρισαν. ὁ δὲ αὐτὴν εἰσιὼν καὶ τὸ πολὺ τῶν Περσῶν ἐκεῖθεν ἀπαγαγὼν καὶ δισχιλίους ὁπλίτας Ῥωμαίους φρουροὺς τῇ Γάγγρᾳ ἐγκαταστήσας τὴν βασιλεύουσαν εἴσεισι.

Πλὴν οὐδὲ ταυτηνὶ τὴν πόλιν ἐφ᾿ ἡλίοις ἡ Κωνσταντίνου μακροῖς ἔβλεψεν ὑπ᾿ αὐτὴν κληρουμένην καὶ ταῖς λοιπαῖς ἐνταττομένην ὑπηκόοις πόλεσιν· ἀλλ᾿ ἐπιβρῖσαν τὸ Περσικὸν μεῖζον τοῦ προτέρου καὶ λίαν ἐπικρατέστερον καὶ βαλὸν χάρακα λιμῷ παρεστήσατο, ἄλλοις καιρίοις ἐπισπωμένου τοῦ βασιλέως καὶ τούτοις τὸν νοῦν προσέχοντος.

Τὸ δ᾿ ἀπὸ τοῦδε στρατείαν κατὰ τῆς Κιλίκων ἐκήρυξε, τὸν Λεβούνην, ὃς Ἀρμενίας ἦρχε, μετιέναι ποθῶν, ὡς ἄλλα τε κατήκοα Ῥωμαίοις πολίσματα χειρωσάμενον, ἀλλὰ δὴ καὶ Σελευκείας ἐπιβῆναι πειρώμενον. ἀγηοχὼς τοίνυν τὰς οὔσας δυνάμεις καὶ νεοσυλλέκτους ἄλλας αὐταῖς προσθέμενος καὶ τὰ ἐφόδια ἱκανὰ πρὸς χρονίαν ἐκδημίαν ἐνθέμενος ταῖς Κιλικίαις πύλαις ἐφίσταται· καὶ ταύτας ἀμαχεὶ παρελθὼν Ἀδάνης ἐπέβη καὶ κρατεῖ τῆς Ταρσοῦ. οὐ μέχρι δὲ τούτου περιγράψας τὸ πρόθυμον περὶ τῆς ὅλης Ἀρμενίας διαγωνίζεται, ὅθεν πῇ μὲν ὁμολογίᾳ χειρούμενος τὰ τῶν φρουρίων ἐπικαιρότατα, πῇ δὲ διὰ μάχης αὐτὰ ὑπαγόμενος, ἐγκρατὴς ἁπάσης τῆς χώρας γίνεται.

Ἐπιστὰς δὲ σὺν ἄλλοις καὶ ἀποτόμῳ τινὶ ἐρύματι, ὅπερ Βακὰ ὀνομάζεται, ἐπεὶ μὴ χεῖρας προύτεινον αὐτῷ οἱ ἐντός, οὔτε μὴν προυχώρουν εἰς εἰρηναίας ξυμβάσεις, διαλαμβάνει τοῦτο παντὶ τῷ στρατεύματι βαλὼν χάρακα, μὴ ἂν ἐκεῖθεν ἀπᾶραι τὸ παράπαν ἰσχυριζόμενος, εἰ μὴ τοῦ πολίσματος ἐγκρατὴς ὀφθήσεται, κἂν εἰ πολιωθῆναί οἱ ξυμβαίη τῇ προσεδρείᾳ τὴν κεφαλὴν καὶ ταῖς χιόνων παλυνθῆναι πολλάκις καταφοραῖς, εἰς νοῦν ἄγων ἅμα τοῖς πολιορκουμένοις ὅσα μὲν πάθοιεν εὖ παρ᾿ αὐτοῦ ὑπενδόντες καὶ ὑπεκστάντες αὐτῷ τοῦ ἐρύματος, οἵοις δ᾿ αὖ χειρίστοις ὑποβληθεῖεν πολέμου νόμῳ ἑαλωκότες καὶ τὴν στρατιὰν ἰδόντες εἰσρυεῖσαν ἔνδοθεν. ἦν δ᾿ ἀσπίσι ταῦτα ἐπᾴδων ἑκοντὶ κωφευούσαις πρὸς τὰ ὑποψαλλόμενα παρὰ σοφοῦ φαρμακοῦ καὶ σμήχων ἄντικρυς διηλέγχετο τὸν Αἰθίοπα.

Οἱ γὰρ τοῦ φρουρίου Βακὰ τὴν ἐπιστασίαν πεπιστευμένοι καὶ πάντες μὲν ἀκαταπλήκτως εἶχον πρὸς τὸν ἀγῶνα, Κωνσταντῖνος δέ τις μάλιστα, τοῦ τῶν Ἀρμενίων γένους τὰ πρῶτα κληρούμενος καὶ τῶν πολλῶν ὑπερφέρων χειρὸς γενναιότητι· οὐ μόνον τὸ ἐνοικοῦν πλῆθος ἐπισυνίστη καὶ διανίστη πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον, ἀλλὰ καὶ αὐτὸς τοῦ φρουρίου πολλάκις προοπτανόμενος κἀπὶ τοῦ γηλόφου μεθ᾿ ὅπλων ἱστάμενος, ἐφ᾿ οὗπερ ἡ μὲν φύσις τὴν πέτραν ἀνέδωκεν, ἡ δὲ τέχνη τείχεσιν αὐτὴν περιέβαλε καὶ ἐκράτυνεν, ὕβρεσι τὸν βασιλέα Ἑλληνίδι ἔπλυνε γλώττῃ, ἔς τε τὴν ἄκοιτιν καὶ τὰς θυγατέρας ὁ στόμαλγος ἐρεσχελῶν καὶ λόγους ἀπρεπεῖς ἀφιείς. βασιλεὺς μὲν οὖν συλλαβεῖν τὸν αἰσχρορρήμονα βάρβαρον καὶ δίκας λαβεῖν ἐξ ἐκείνου ἐγλίχετο· ὁ δὲ τῇ σφετέρᾳ πεποιθὼς ῥώμῃ καὶ μέγα τῷ δραστηρίῳ κομπάζων τῆς φύσεως ἔτι καὶ τὴν βασιλέως κατεμωκᾶτο παράταξιν καὶ προυκαλεῖτο ἀνέδην τὸν ἐπιλέγδην ἐκείνῳ συμπλακησόμενον.

 Ἀμέλει καὶ βασιλεὺς ἐπιτάττει τοῖς ταξιάρχαις ἐκ τοῦ αὐτίκα τῶν ἀλκίμων τινὰ στρατιωτῶν ἀντιτάξαι τῷ Ἀρμενίῳ ἀντίμαχον ἀξιόμαχον. ὡς οὖν Εὐστράτιός τις ἐκ τοῦ τῶν Μακεδόνων ἐπεκρίθη τάγματος, ἀσπὶς αὐτῷ ἐς ἀνδρόμηκες κατιοῦσα δίδοται καὶ σπάθη νεόσμηκτος ἐγχειρίζεται. οὕτω δ᾿ ὁπλισθεὶς Εὐστράτιος ἀφίσταται μὲν τῶν Ῥωμαϊκῶν ἰλῶν, περὶ δὲ τοῦ γηλόφου τὰ κράσπεδα ἐπιστὰς ὑποκαταβῆναι βραχὺ τὸν Ἀρμένιον προυκαλεῖτο, ὅπως ἐν ἰσοπέδῳ διαγωνίσωνται, εἴπερ ἀληθῶς τὴν μοναθλίαν αἱρεῖται καὶ μὴ ἐπὶ πλεῖστον ἐμπληξίας ἰὼν εἰκῇ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο σοβαρεύεται. εἰς ὕβριν τοίνυν οἰκείαν ὁ Κωνσταντῖνος τὰ τοῦ Μακεδόνος λογισάμενος ῥήματα ὡς καταιβάτης πρηστὴρ ἢ δορκὰς ὀρεσίτροφος θάμνων διαλλομένη τῷ Εὐστρατίῳ προσρήγνυται οὕτω μὲν τηλίκος τὸ τοῦ σώματος μέγεθος ὤν, οὕτω δὲ θαρσαλέος πολεμιστής, ἀσπίδα προβεβλημένος ἴσην πάντοθεν καὶ λευκήν, χάραγμα σταυρικὸν περὶ τὸ μέσον ἔχουσαν. οὐκοῦν καὶ τὴν δεξιὰν ξιφηφοροῦσαν τονώσας ἐπ᾿ εὐθείας τε καὶ ἐγκαρσίως ἐς τὴν ἀσπίδα πλήττων καὶ καταπλήττων οὐκ ἀνίει τὸν Μακεδόνα, οἰστρώδει προπετείᾳ χρώμενος, καὶ ἦν ἀεὶ προσδόκιμος μέγα τι κακὸν τὸν ἄνδρα ἐργάσασθαι. καὶ βασιλεὺς παντάπασιν ἀπεγνώκει, μὴ μόνον τῶν χρηστοτέρων ἐλπίδων ἀποβουκολούμενος, ἀλλὰ καὶ τὸ μὴ τεθνάναι τὸν Μακεδόνα λαμπρῶς ἀπειπάμενος.

Καὶ τοιῷδε μὲν οὖν ὁρμήματι ῥοθίῳ τοῦ Κωνσταντίνου ἐπικειμένου, ὅμως τὸν Εὐστράτιον φωναῖς ὑπήλειφον οἱ Ῥωμαῖοι καὶ ἀντιπλήττειν αὐτὸν ὑπεφώνουν. ὁ δὲ πολλάκις ἀνατείνας τὴν χεῖρα καὶ δόκησιν παρασχόμενος, ὡς πλήξειε τὸν ἀντίπαλον, ὑπεστέλλετο παρὰ δόξαν, οἷά τινος Τελχῖνος τὴν δεξιὰν ἐκείνῳ τοῦ πλήττειν ἀπάγοντος καὶ πρὸς τὸ δρᾶν ἐκτεινομένην ἐπέχοντος. ὀψὲ δέ ποτε μετὰ πολλὴν τοῦ ξίφους ταλάντευσιν τὴν χεῖρα κατενεγκὼν ὁ Μακεδὼν διχῇ τὸν Κωσταντίνου θυρεὸν διαιρεῖ, χρῆμά τι πέλωρον ὄντα καὶ ἀτεχνῶς Ἑκτόρειον· πρὸς ὅπερ Ῥωμαῖοι μὲν ἐπηλάλαξαν μετὰ πλείστης δὴ τῆς ἐκπλήξεως, ὁ δ᾿ Ἀρμένιος τὸ φυλακτήριον ὅπλον οὕτως ἀέλπτως ἀποβαλόμενος, μηκέτι μένειν ἐπὶ τοῦ μεταιχμίου δυνάμενος, ποσὶ τὴν σωτηρίαν ἐπρίατο, ἐπαναδραμὼν εἰς τὸ γήλοφον ὡς τὸν περὶ ψυχῆς τρέχων σὺν ὀξυτέρῳ ὁρμήματι. τοῦ δὲ λοιποῦ κατὰ χώραν μένων οὔτε Ῥωμαίων κατεφρυάττετο, οὔτε μὴν ἐς τὸν ἄνακτα καὶ τὸ γένος θρασυστομῶν σαπρολογίας ἱέναι προσέθετο βέλεμνα ἐν τῷ τὰ χείλη τείνειν κατὰ νευρὰν καὶ τοὺς ὀδόντας ὡσεὶ τόξον διατιθέναι κέρασιν ἁρμοζόμενον.

Ἐρωτηθεὶς δὲ πρὸς τοῦ βασιλέως ὁ Μακεδών, ὅ τι δρῶν καὶ διανοούμενος τὴν μὲν χεῖρα πολλάκις ἀνέτεινεν ὡς πλήξων τὸν ἀνθιστάμενον, τὸ δὲ ξίφος ἅπαξ κατήνεγκε, σκοπὸν εἶναί οἱ διὰ μιᾶς ἔφατο τοῦ ξίφους καταφορᾶς τὴν ἀσπίδα καὶ τὸν αὐτὴν ἀνέχοντα διελεῖν Ἀρμένιον· ὡς δ᾿ ἐπιτελὲς οὐκ εἶχε τὸ ἐννοούμενον διὰ τὸ μὴ ἐν χρῷ τὸν διάφορον τὸν θυρεὸν ἀνέχειν, ἀλλὰ προβεβλῆσθαι κατὰ πολὺ τοῦ σώματος ἀφεστῶτα, ἔγνω μὴ ἐλινύειν διακενῆς, τοῦ δ᾿ οὖν ὅπλου καὶ μάλα καθικέσθαι καιρίως, εἶθ᾿ οὕτως μετελθεῖν τὸν πολέμιον ἄτερ ἀσπίδος γενόμενον. θαυμάσας τοίνυν ἐπὶ τοῖς εἰρημένοις τούτοις ὁ βασιλεὺς δωρεαῖς μεγίσταις ἠμείψατο τὸν Εὐστράτιον.

Οὐ πολλαὶ δ᾿ ἡμέραι παρίππευσαν, καὶ ὑποκύπτει τῷ βασιλεῖ καὶ βίᾳ ἐνδίδωσι καὶ τοῦτο τὸ φρούριον καὶ συλληφθεὶς ὁ Κωνσταντῖνος ἀπάγεται δορυάλωτος, σιδήρῳ τοὺς πόδας ἀσφαλισθείς. ἔπειτα δὲ καὶ ναῦς τριήρης τοῦτον εἰσδέχεται καταχθέντα εἰς θάλασσαν· ἥτις μετὰ μικρὸν τὰ ἀπόγεια λύσασα ἤμελλε διακομίσαι τὸν δεσμώτην ἐς τὸ Βυζάντιον. τολμητίας δ᾿ ὢν καὶ θερμουργὸς ὁ Ἀρμένιος τοῖς φύλαξι νυκτὸς ἐπιθέμενος πλείστους ὅσους διαχειρίζεται καὶ τῶν δεσμῶν ἀνεθεὶς ὑπὸ τῶν συνόντων ἐκείνῳ θεραπευτήρων φυγὰς οἴχεται. ἀλλ᾿ οὔπω νεωτέροις ἐπεφύη πράγμασι, καὶ συσχεθεὶς αὖθις καταπροδίδοται βασιλεῖ.

Οὐ μόνον δὲ κατὰ τὴν ἅλωσιν τοῦ Βακὰ μετ᾿ ἐργωδίας ὁ βασιλεὺς ἐκονίσατο, ἀλλὰ καὶ κατὰ τὴν Ἀνάζαρβαν πρότερον τὰ πλεῖστα ἐμόγησεν. ἡ γὰρ πόλις αὕτη, κουροτρόφος οὖσα καὶ πολυάνθρωπος, ἐρυμνοῖς διείληπται τείχεσι καὶ πετρῶν ἀποτόμων ὕπερθεν ἵδρυται, τότε δὲ μᾶλλον ἀσφαλεστέρα γεγένηται παρὰ τῶν εἰς αὐτὴν ὡς εἰς κρησφύγετον συνελθόντων, ἁπάντων ὄντων φρακτῶν καὶ κρατίστων, ἐπιτειχίσματα προσειληφυῖα καὶ μηχαναῖς παντοίαις διαληφθεῖσα. βασιλεὺς μὲν οὖν μέρος τῆς αὐτοῦ στρατιᾶς προπέπομφεν εἰς αὐτήν, καὶ τοῦτο Περσικοῖς κατειλεγμένον τέλεσιν, ὧν ηὐμοίρησε πρότερον τὴν Γάγγραν παραστησάμενος, πεῖραν λαβεῖν ἐντεῦθεν τῆς τῶν Ἀρμενίων γνώμης βουλόμενος καὶ ἀκριβῶς γνῶναι πρὸς οἷς εἰσιν. οἱ δὲ πρὸς τὴν θέαν τούτων θυμῷ ὑπερζέσαντες, ὡς ἀπολουμένων αὐτίκα καὶ μηδὲ τὴν πρώτην αὐτῶν ὑποστησομένων ὁρμὴν τὰς πύλας ἀνακλίναντες κατ᾿ αὐτῶν ἐξερρύησαν, καὶ συμβολῆς γενομένης ἡττῶσί τε τούτους τὰ νῶτα στρέψαντας καὶ ἐπὶ πλεῖστον καταδιώκουσι. συστάντων δὲ μετὰ βραχὺ τῶν φευγόντων ἐν τῷ τὴν ὄψιν μεταβαλεῖν οἷα καὶ Ῥωμαϊκῶν αὐτοῖς ἐπαρηξάντων ταγμάτων, ἡ μάχη παλίνστροφος γίνεται καὶ ἄκοντες εἰς τὸ τεῖχος ἐγκλείονται οἱ Ἀρμένιοι.

Μικρῷ δὲ ὕστερον καὶ τοῖς τείχεσιν αἱ μηχαναὶ προσάγονται. καὶ οἱ λίθοι ἐκσφενδονῶνται σφαιροειδεῖς καὶ τὰς βάρεις βάλλουσιν. ἀλλ᾿ οὐδὲ τὸ βάρβαρον ἐπὶ τούτοις ἤρεμον ἦν, τῶν δ᾿ ἐπάλξεων ἄνωθεν ἐξ ἀντιπάλου στῆσαν καὶ αὐτὸ μηχανήματα βάρη τε λίθων ἠκόντιζεν ἐς τὸ στράτευμα καὶ σιδήρια σπινθηρακίζοντα ἐξετίνασσε καὶ ἦν κατὰ τοῦτο Ῥωμαίων ὡς ἐπίπαν ἐπικρατέστερον. ὅθεν τὰ μὲν πρῶτα πλεῖστοι τῶν Ῥωμαίων ἐσίνοντο· εἶτα καὶ εἰς παράλογον ὡς εἰπεῖν καὶ συώδη ὁρμὴν ὑποθήξαντες ἑαυτοὺς οἱ Ἀρμένιοι ἐξιόντες καταπιμπρῶσι τὰς ἑλεπόλεις, εὐφυᾶ πρὸς ἁφὴν εὑράμενοι τοῦ πυρὸς τὰ ἐκ δονάκων ἐπισυνθέματά τε καὶ πήγματα, ἃ πρὸς ἔρυμα τῶν μηχανῶν προετέτατο. τὰ δ᾿ ἐπὶ τούτοις καγχασμοὶ τῶν ἀντιπάλων καὶ βρασμοὶ σώματος πρὸς διάχυσιν καὶ Ῥωμαίων παλίγλωσσοι χλευασμοὶ καὶ στομφασμοὶ κατὰ βασιλέως καὶ λῆροι μακροί.

Ἀνοχῆς δὲ γενομένης καὶ τῆς μάχης ληξάσης ἐπὶ βραχύ, τά τε πετροβόλα ἐπισκευάζονται ὄργανα καὶ τὰ τούτων προταθέντα παραπετάσματά τε καὶ ἱμαντώματα ἐκ πηλίνων πλίνθων συντίθενται καὶ οὕτω τῇ ἑξῆς τὰ τείχη πάλιν ἐτύπτετο. ἀμέλει καὶ ὡς τὰ ἐκτινασσόμενα φλογερὰ σιδήρια κατὰ μηδὲν τὰς μηχανὰς ἐλυμαίνοντο, εἰς κενὸν συνέβαινε σχάζειν τὰ τῶν Ἀρμενίων διανοήματα καὶ εἰς κοπετὸν μεταπίπτειν τὸν πρὶν κατάγελων. ὁ γὰρ σφενδονούμενος ἐκ τῶν ἔσωθεν μύδρος εἰ καὶ ἦν ἀντήρης καὶ πρὸς τὰς πληγὰς ἀνένδοτος, ἀλλ᾿ οὖν ἐπεγχρίπτων τῷ μανῷ καὶ πλαδῶντι διακένῳ τε καὶ γηΐνῳ καὶ σομφώδει προβλήματι ἄπρακτος ἠκοντίζετο· εἶχε μὲν γὰρ ὑποχαλᾶν τὸ βαλλόμενον, σβεννύμενος δ᾿ οὖν ὅμως ἔδρα οὐδὲν ὧν ἕνεκα διηφίετο. ὅθεν κατὰ πολλὰ μέρη διαρραγέντος τοῦ περιβόλου τῆς πόλεως εὐέφοδα τὰ ἔνδον γίνεται καὶ τῷ τρόπῳ τούτῳ ὑποκλίνεται βασιλεῖ τὸ πρὶν ἀναιδὲς καὶ βρέμον τῷ κόμπῳ πολέμιον καὶ τὴν πόλιν Ἀνάζαρβαν ἀνάγκῃ μᾶλλον ἢ γνώμῃ αὐτῷ παραδίδωσιν, οὐκ ἐκ τοῦ παραχρῆμα δέ, ἀλλὰ μετὰ πεῖραν δευτέραν καὶ τὴν πολλάκις ἀντίταξιν καὶ τὴν ἐς τὸ προσεχὲς ἕτερον τεῖχος ἀναχώρησιν καὶ τὴν αὖθις ἐκ τοῦδε καθάπερ ἀπὸ τοῦ πρώτου μεθ᾿ αἵματος ἔκκρουσίν τε καὶ ἀποσάλευσιν.

Ὁμοίως δὲ καὶ τὰ παρακείμενα ταύτῃ τῇ πόλει φρούρια μετελθὼν ἐς τὴν Κοίλην Συρίαν ἄπεισι καὶ τὴν καλλίπολιν Ἀντιόχειαν εἰσιών, ἣν δίεισιν Ὀρόντης καὶ περιβομβεῖ Ζέφυρος ἄνεμος, ὑπτίαις χερσὶ παρά τε τοῦ πρίγκιπος Ῥαϊμούνδου καὶ τοῦ πλήθους παντὸς τῶν ἀστῶν προσδέχεται. ἐφ᾿ ἱκαναῖς δ᾿ ἡμέραις τῇ πόλει ἐνδιατρίψας καὶ λίζιον ἑαυτῷ τὸν πρίγκιπα δείξας, σὺν αὐτῷ δὲ καὶ τὸν Τριπόλεως κόμητα, ἔγνω προσβαλεῖν ταῖς περὶ τὴν Ἀντιόχου ἱδρυμέναις καὶ παρ᾿ Ἀγαρηνῶν κατεχομέναις Συροφοινίσσαις πόλεσι.

Τοίνυν καὶ τῷ ποταμῷ προσεγγίσας Εὐφράτῃ ἀφικνεῖται εἴς τι πολίχνιον ἐγχωρίως Πιζὰ καλούμενον, ἔνθα καὶ πολλὴν ἐνδειξαμένων τῶν πολεμίων περὶ τὴν συμβολὴν γενναιότητα ὑπονοστεῖ τὸ Ῥωμαϊκὸν καὶ μέχρι τινὸς καταδίωξις γίνεται μέρους τοῦ προελάσαντος μὴ ἀντισχεῖν ἔχοντος πρὸς πάθος μανικὸν καὶ φορὰν παράλογον τῶν βαρβάρων. μετ᾿ οὐ πολὺ δ᾿ ἐγγυτέρω τοῦ βασιλέως φανέντος, ἐκ τῆς περὶ αὐτὸν φάλαγγος συχνοὶ τοῖς ἀντιπάλοις συμμίγνυνται· οἱ δὲ μὴ ἐνεγκόντες τὴν κατ᾿ αὐτῶν ἐπέλευσιν τῶν Ῥωμαίων συγκλείονται εἴσω τοῦ τειχισμοῦ καὶ οὐκέτι ἐπεκτρέχειν προέθεντο. τεῖχος μὲν οὖν καὶ περίτειχος ὑπῆν τῷ πολίσματι καὶ βαθεῖα τάφρος ἐν μέρει τοῦτο περιεζώννυε καὶ λίθος αὐτοφυὴς ἐνιαχοῦ κατεφράγνυε· πολλὰ δὲ τῶν πυργωμάτων ὑπενδόντα ταῖς τῶν λίθων νιφάσι καὶ πρὸς γῆν καταρρεύσαντα τῶν ἐκ τῆς Ἄγαρ καθεῖλε τὸ φρόνημα. ἐντεῦθεν οἱ τολμητίαι καὶ φυσῶντες τὰ ἄμετρα, εἰς δειλίαν τεθειμένων αὐτοῖς τῶν ὀχυρωμάτων, ὑπέρ τε τῆς οἰκείας ἀντιβολοῦσι ζωῆς καὶ τῶν ἐνόντων πάντων αὐτὴν ἀλλάσσονται, βασιλεῖ τὰς χεῖρας προτείναντες.

Ἐκ δὲ τούτου μοῖραν διαφεὶς στρατεύματος κατὰ τῶν ἐπέκεινα τοῦ Εὐφράτου πόλεων καὶ φρουρίων πλῆθος λαφύρων συνέλεξε καὶ τὸ Πιζὰ τῷ τῆς Ἐδέσσης δωρησάμενος κόμητι, τὸ Βέμπετζ παραλλάξας ὡς εὐκαταγώνιστον κριθὲν κἀπὶ πεδίου κείμενον ὑπτιάζοντος, κατὰ τοῦ Χάλεπ καὶ τοῦ Φέρεπ ἐξώρμησε, τοῦτο αἰτησαμένου τοῦ τῆς Ἀντιοχείας πρίγκιπος, ἐπεὶ καὶ οὗτος τῷ βασιλεῖ συνεστράτευεν. ἐπιστὰς δὲ τῷ Χάλεπ (τὸ δέ ἐστιν ἡ πάλαι λεγομένη Βέρροια) ὁρᾷ πολυάνθρωπον πόλιν καὶ στέγουσαν ἔνδον πλεῖστον ὅσον ὁπλιτικόν· οἳ καὶ ἐξιόντες τοῦ τείχους ἅμα θέᾳ Ῥωμαίων συμπλέκονται μετὰ ῥύμης τοῖς περὶ τὸν βασιλέα στρατεύμασι. τὸ δὲ ἧττον ἀπενεγκάμενοι τὸν περίβολον ὑπεισῄεσαν. οὐχ ἅπαξ δέ, ἀλλὰ κατὰ τὸ πάλιν καὶ πάλιν ἐπεκδρομὰς θέμενοι κατ᾿ οὐδεμίαν τὸ κράτος ἤραντο· ἐνίοτε δὲ καὶ αὐτῷ τῷ βασιλεῖ περιιόντι τὴν πόλιν καὶ κατασκοποῦντι τὸ τεῖχος δι᾿ ἑκηβόλων λάθρα ἐπιβουλεύσαντες καὶ τῆς προθέσεως ταύτης ἐξέπεσον. οὐδὲν δέ τι δράσειν ἐξ ὑπογυίου δυνάμενος καὶ διὰ τὴν ὀχυρότητα μὲν ταυτησὶ τῆς πόλεως καὶ τὴν ἔνδον εὔιππον καὶ εὔοπλον στρατιάν, οὐχ ἧττον δὲ καὶ τὸ ἐπιλιπεῖν τὰ ἐφόδια καὶ τὴν πυρὸς ὁμοῦ καὶ ὕδατος ὑποσπάνισιν, ἐκεῖθεν μεθίσταται. καὶ τὸ Φέρεπ ἐξ ἐφόδου παραστησάμενος καὶ τοῦτο κόμητί τινι τῆς Ἀντιοχέων ἀποχαρισάμενος πόλεως πρὸς ἑτέραν πόλιν μεταχωρεῖ κατὰ φράσιν ἐγχώριον Καφαρδὰ λεγομένην. μεγίστης δὲ χώρας αὕτη προκαθέζεται καὶ περὶ αὐτὴν αὐχεῖ καθυπείκοντα οὐκ ἐλάχιστα φρούρια, στερρότητι τειχέων κομπάζουσα. ἀλλὰ καὶ ταύτην διὰ βραχέος χειρωσάμενος μεταβαίνει πρὸς τὰ πορρώτερα. καὶ τῆς πρὸς τὸ Σέζερ πορείας ἁπτόμενος στρατοπεδεύει περὶ τὸ Νίστριον (πόλις δὲ καὶ τοῦτο τῆς Μέσης τῶν ποταμῶν) ἄποθεν μικρῷ τοῦ Σέζερ κείμενον καὶ τοῖς πᾶσι κατεσκευασμένον ἄριστα. ὁδοῦ δὲ πάρεργον καὶ τούτου διαφθαρέντος καὶ πρὸς ἁρπαγὴν διαφεθέντος τοῖς στρατιώταις, καὶ τούτων μάλιστα τοῖς ἐκ καταλόγων τῶν Σκυθικῶν, ὑφ᾿ ὧν ἑάλωκεν, ἐκεῖθεν ἀπαναστὰς τῷ Σέζερ πρόσεισιν.

Οἱ δ᾿ ἐκ τοῦ ἄστεος τούτου, καὶ τῶν πέριξ σατραπῶν συνελθόντων, πλείστους ὅσους τοὺς ὁπλιτεύοντας συνειλόχασιν· ὅθεν καὶ πρὸς ἕνα συνασπισμὸν συνιόντες καὶ ὁμαιχμίαν κρατυνάμενοι μίαν προσυπήντων τὸν ἐκεῖσε περικλώμενον ποταμὸν διαβάντες, ἀλλὰ καὶ δοράτια ἐκ καλάμων κραδαίνοντες ταῖς τοῦ βασιλέως συμπλέκονται φάλαγξιν ἵπποις ὠκύποσιν ἐποχούμενοι. καὶ συρρήξεως γενομένης πολλάκις τὴν νίκην ὁ βασιλεὺς ἀποφέρεται καὶ οἱ μὲν τῶν πολεμίων κατὰ τοῦ ὕδατος ἀκοντίζονται, οἱ δ᾿ ἐμπείρονται δόρασιν, οὐδαμῶς ἐπαρκεσάντων σφίσι τῶν ἐνσειομένων δονάκων, ἀλλ᾿ ἀσθενῆ καὶ λεπτὴν ἐπικουρίαν καὶ τὸ ὅλον εἰπεῖν καλαμίνην παρεχομένων αὐτοῖς. ἐντεῦθεν εἰς τὸ τεῖχος ἀναχωρήσαντες οὐκέτι ἐπεξόδους εἰργάζοντο, ἐκ δὲ τῶν γηΐνων ὀρόφων προφαινόμενοι καὶ πολλὴν ἐντεῦθεν τὴν σύναρσιν ἔχοντες Ῥωμαίοις ἀντεφέροντο, τὴν ἑαυτῶν χώραν ἀνέντες εἰς τὸ ἀδεῶς ἐκπορθεῖσθαι καὶ ληΐζεσθαι καὶ χειροῦσθαι τὰ φρούρια.

Οὕτω δὲ τούτων πραττόντων, ὁ βασιλεὺς τὰς φάλαγγας διηυκρινηκὼς καὶ κατὰ γένος καὶ φατρίας διῃρηκώς, ὡς φῦλα φύλοις ἀρήγωσιν, εἰς μίαν μοῖραν τὸν Μακεδόνα καθίστησιν, ἑτέραν τὸ ἐκ Κελτῶν, ἄλλην τὸ Σκυθικόν, ἐπὶ δὲ τὸ ἐκ Περσίδος ὁρμώμενον καὶ προσχωρῆσαν Ῥωμαίοις κατὰ πολέμους τοὺς πρότερον. καὶ τῷ ἀμιγεῖ καὶ πολυμερεῖ τῷδε τῶν στρατευμάτων, διαφόρους προφαινόντων τὰς ὁπλίσεις, φόβῳ πλείονι ληφθὲν τὸ πολέμιον τῆς ἄγαν ἐνστάσεως καθυφίησι καὶ τὸν ἐκτὸς προέμενον τειχισμὸν πρὸς περίβολον τὸν ἔνδον μεθίσταται.

Ἐπὶ πολλαῖς οὖν ἡμέραις ἀγχέμαχοι συνέβαινον συμπλοκαὶ καὶ πεῖραι καὶ διαμάχαι καὶ μονομαχίαι τῶν ἀρίστων καὶ περιφυγαὶ καὶ ὑποχωρήσεις καὶ καταδιώξεις ἐξ ἑκατέρων. ἀλλ᾿ ἀεὶ τὰ μὲν Ῥωμαίων ἐπικρατέστερα κατεφαίνετο, τὸ δ᾿ ἐναντίον κἂν ἔπιπτεν ἀπὸ ξίφους πλειόνως κἂν ἐκ τόξων εἰς θάνατον ὕπνωττε κἂν τοῖς ἐκ μηχανῶν λίθοις εἰς μέρη διῄρητο καὶ πρὸς γῆν τὰ τείχη καὶ τὰ τούτων καθῃρεῖτο θωράκια, ὅμως ἔμενεν ἔτι ἀκράδαντον ἐς μυριοπληθὲς ἀριθμούμενον, ἄλλως τε καὶ ὑπὲρ αὐτῶν τῶν ψυχῶν καὶ τέκνων καὶ γυναικῶν καὶ πλούτου πολλοῦ, καὶ τούτου παντοδαποῦ, διαγωνιζόμενον.

Καὶ τάχ᾿ ἂν ἥλω καὶ ἡ πόλις ἥδε καὶ βασιλεῖ καθυπέκυψε καὶ παντὸς τοῦ πλούτου κεκένωτο καὶ Ῥωμαῖοι τῇ ταύτης χειρώσει κλέος ἤραντο τῶν πρώην ἐπικυδέστερον, εἰ μὴ ἀγγελίαι τινὲς ἀπαίσιοι καὶ ἄκοντα ἐκεῖθεν τὸν βασιλέα μεθείλκυσαν, αἳ τὴν Ἔδεσσαν ᾖδον κυκλωθῆναι παρὰ Περσῶν καὶ κινδυνεύειν παθεῖν τὰ χείριστα, μὴ βασιλέως αὐτῇ τὴν ταχίστην ἀρήξαντος. οὐκοῦν ἐκ τῶν πολιορκουμένων δῶρα μεγαλοπρεπῆ κομισάμενος, καὶ ταῦτα ἐξ ὕλης τιμαλφεστέρας τῶν ἁπασῶν, καὶ ἵππους ἐριαύχενας εὐγενεῖς καὶ νήματα σηρικὰ διαπλεχθέντα χρυσῷ καὶ τράπεζαν ἀξιοθέατον, πρὸ δὲ τούτων σταυρὸν εἰς χεῖρας δεξάμενος πάγκαλόν τι χρῆμα καὶ ξενίζον τῇ θέᾳ, λυχνίτῃ λίθῳ κεκολαμμένον, ἐν ᾧπερ αὐτοφυῶς ἡ τέχνη διύφανε γράμματα εἰς κάλλος φιλόνεικον τοῦ θείου εἰκάσματος καὶ ὀφθαλμῶν ἀτεχνῶς τρυφήν, λύει τὴν πολιορκίαν, τῆς πρὸς Ἀντιόχειαν ἁψάμενος. ἔφασκον δὲ οἱ κατὰ τὸ Σέζερ Σαρακηνοὶ πάλαι ποτὲ τοὺς προγόνους αὐτῶν ἐκ τῶν προσενεχθέντων δώρων τῷ βασιλεῖ δορύκτητα σχεῖν τόν τε ἐκ λίθου ἀκτινώδους σταυρὸν καὶ τὴν πολυτελῆ καὶ οἵαν ἐκπλῆξαι τράπεζαν, ἡνίκα Ῥωμανὸν εἷλον τὸν Διογένην τὴν αὐτοκράτορα Ῥωμαίων ἀρχὴν χειρίζοντα τήν τε βασίλειον ἐκείνῳ σκηνὴν ἐσκύλευσαν καὶ τοῦ χάρακος κεκρατηκότες τὰ ἐνόντα διείλοντο.

Ἐν δὲ τῇ ἐκ τοῦ Σέζερ ἀπάρσει τοῦ βασιλέως Ῥωμαίοις κατ᾿ οὐρὰν ἐπιτίθενται τὰ τοῦ Ζακῆ καί τινων ἀρχηγῶν ἄλλων διασήμων Περσικὰ στρατεύματα, θρυπτικώτατα τοῖς μικροῦ ποδηνέμοις ὀχήμασι προδεικνύμενα καὶ Ῥωμαίων ὀλιγωρότατα τύφῳ ἐμπλήκτῳ βαρβαρικῷ. τῶν γε μὴν ἐλπίδων διαμαρτόντα οὐχ ὅπως οὐδέν τι γενναῖον ἔπραξαν, ἀλλὰ καὶ τοῦ κόμπου καὶ τῆς μεγαληγορίας δίκην ἀμοιβὸν ὑπὸ τῆς θείας τίσαντες δίκης καὶ δύο τῶν ἡγεμόνων ζωγρίας προσαπεβάλοντο· ἦσαν δ᾿ οὗτοι ὁ υἱὸς τοῦ Ἀτάπακα καὶ ὁ τοῦ Σαμοὺχ Ἀμηρᾶ κασίγνητος.

Εἰσιὼν δ᾿ ὁ βασιλεὺς τὴν Ἀντιόχου εὐδαίμονα πόλιν τὸ ἀστικὸν πλῆθος ὅλον ἑαυτοῦ ἀνηρτήσατο, ὡς καὶ μεθ᾿ ἱερῶν ἐκτύπων καὶ πλείστης ὅτι φιλοκαλίας τῶν ἀγυιῶν λαμπρὸν ἐκείνῳ σχεδιάσαι τὸν εἰσιτήριον. ἐκ δὲ ταύτης μετὰ φωνῶν εὐσήμων καὶ προπέμψεων αἰνεσίμων εἰς τὰ τῆς Κιλικίας ὅρια παραβαλὼν κἀκεῖθεν ἐξορμήσας τῆς πρὸς τὸ Βυζάντιον φερούσης ἅπτεται. καὶ γοῦν κατὰ τάξιν προϊὼν καὶ τῆς αὑτοῦ στρατηγίας ἐχόμενος στέλλει κατὰ τῶν Ἰκονιέων Περσῶν ἀπόμοιράν τινα τοῦ στρατεύματος· οὗτοι γάρ, ὁπότε τῆς Συρίας ἐπέβαινε βασιλεύς, τῷ καιρῷ χρησάμενοι πρὸς ἐπίθεσιν ἐκδρομῶν κατὰ Ῥωμαίων ἐδράξαντο. τοῦτό τοι καὶ τοῦ δυσμενοῦς στίφους περιγενόμενος ἔκειρε τὴν πολεμίαν, ἅλωσιν ἀνθρώπων καὶ ζώων ἔλασιν παντοίων, ὁπόσα ὑπὸ ζυγὸν καὶ ὄχησιν, ἐργασάμενος.

Καὶ τοιοῦτοι μὲν οἱ πρὸς ἀνίσχοντα ἥλιον ἀγῶνες τοῦ Ἰωάννου δι᾿ ἐκστρατείας μιᾶς πᾶσαν μὲν γλῶσσαν, πᾶσαν δὲ γνώμην ἐς αὐτοὺς ἐφελκύσαντες, ἐν ᾗ καὶ τριετὴς χρόνος ἐξίκετο.

Τότε δὲ προσερρύη τῷ βασιλεῖ τῷδε καὶ ὁ σεβαστοκρατορῶν κασίγνητος Ἰσαάκιος, ὃν φθάσαν εἴρηκε τὸ λέγειν συνάρασθαί οἱ τὰ περιττὰ εἰς τὴν τῆς βασιλείας κατάσχεσιν. κατὰ γὰρ μικρολυπίαν τοῦ ὁμογνίου διαζευχθεὶς καὶ φυγὰς ἀπάρας ἐκ τῆς Ῥωμαίων, συνέκδημον καὶ συμπλανήτην ἔχων τὸν Ἰωάννην τὸν τῶν παίδων πρωτότοκον (ἀνὴρ δ᾿ οὗτος ὁπλιτοπάλας καὶ πολεμόκλονος, φυήν τ᾿ ἀρίστην καὶ εἶδος προφαίνων ἀξιοθέατον), πλείστοις μὲν καὶ ἄλλοις προσέμιξεν ἔθνεσι, σὺν αὐτοῖς δὲ καὶ τῷ τῆς Ἰκονιέων σατραπεύοντι μητροπόλεως. καὶ ἦν μὲν ὁ Ἰσαάκιος οὗτος ὁρμαίνων ἀεὶ χώραις ἐπιθέσθαι Ῥωμαϊκαῖς καὶ Σατὰν γενέσθαι τῷ Ἰωάννῃ, χρημάτων δὲ ἀπορῶν καὶ τὸν βασιλέα Ἰωάννην ὁρῶν ταῖς κατὰ πόλεμον πράξεσι διὰ παντὸς περικλέϊστον οὐδένα εὕρισκε τοῖς κατὰ σκοπὸν ἐκείνῳ συμβαίνοντα. μᾶλλον μὲν οὖν καὶ πάντας εἶχεν ἀποπηδῶντας καὶ πρὸς τὴν πρώτην τῆς ἀντιστασίας ἐνήχησιν δυσχεραίνοντας καὶ τὴν ἐπιχείρησιν ἀπαγορεύοντας ὡς ἀσύμφορον κἀκείνῳ καὶ μηδ᾿ αὐτοῖς ἐφικτὴν ὁπωσοῦν. ὅθεν τοὺς τοπάρχας περιιὼν καὶ παρ᾿ οἷς κατέλυε δι᾿ αἰδοῦς ἀγόμενος ὡς τὸ εἶδος τυραννικώτατος καὶ τὸ γένος ἐπισημότατος, ὀψὲ συνεὶς ὡς διακενῆς τῆς συγγενείας ἀποδιίσταται βίον ἀντλῶν πόνηρον, πρὸς τὸν ὁμόσπορον ἐπανέλυσε. καὶ βασιλεὺς ἀσμένως τε αὐτὸν καὶ τὸν υἱέα προσβλέπει καὶ ὄψιν καὶ λόγους ἀμφοῖν δίδωσι καὶ χαριέντως προσπλέκεται. ἰσχυρὸν γάρ τι χρῆμα πόθος συγγενείᾳ διυφαινόμενος, κἂν ἀπορραγείη μικρόν τι τῆς συμφυΐας, ταχέως φιλυπόστροφος γίνεται. ἀμέλει καὶ τὸ πρώην φίλτρον διατηρήσας ἀλώβητον οὐδέν τι παλίγκοτον ὑπέτυφεν ἐν ψυχῇ, ὁποῖα οἱ ἐν ἀρχαῖς φιλοῦσι τεχνάζεσθαι, τὸν χόλον ἐνθάπτοντες καὶ ἐναύοντες εἰς τὴν κατὰ καιρὸν φρυκτώρησιν καὶ κατάπρησιν· τὴν δὲ Κωνσταντίνου σὺν αὐτῷ εἰσιὼν οὐ πλεῖον τῷ τῆς νίκης περιόντι ἢ τῇ τοῦ κασιγνήτου ἐπανόδῳ ἠγαλλιᾶτο. καὶ τὸ ὑπήκοον δὲ κατεκίρνα πως τὰ ἐγκώμια τῷ τοῦ βασιλέως τουτωῒ προμηθεύματι, οὐ μόνον τοῖς αὐτοῦ τροπαίοις καλλωπιζόμενον καὶ θῦον θεῷ χαριστήρια τῷ καὶ πορεύσαντι τοῦτον καὶ νικητὴν ἀνασώσαντι, ἀλλὰ καὶ τῇ τοῦ ἀδελφοῦ ἀφίξει ἐπευφραινόμενον.

Μὴ πολυωρήσας δὲ τῷ Βυζαντίῳ, τῶν Περσῶν ἐσβαλόντων τοῖς κατὰ τὸν ποταμὸν τὸν Σαγγάριον ἐπιδρόμοις τόποις, ὑπεριδὼν καχεξίας σώματος ὡς εἶχεν ἐξώρμησεν· ὅθεν τοὺς πολεμίους διαθροήσας τῇ παρουσίᾳ καὶ θρεμμάτων ἀγέλας ἐλάσας παντοδαπῶν ἐπανῆλθεν εἰς τὸ Λοπάδιον. μετ᾿ οὐ πολὺ δὲ καὶ τῆς γυναικωνίτιδος ἐξιούσης τὴν πόλιν τὰς Ὀχυρὰς ἐδείματο, τὴν ἐκ τῶν πολεμίων ἐκεχειρίαν εἰς τὸ μὴ πάντῃ ἀξύμφορον Ῥωμαίοις διατιθείς. ἐμβραδῦναι δὲ τοῖς τόποις τούτοις διασκοπούμενος τὴν στρατιὰν ἀθροισθῆναι διετετάχει. καὶ ἡ μὲν ἐκ θεσπισμάτων βασιλείων συνήγετο, αὐτὸς δὲ κατὰ τοῦτο τὸ ἔργον ὡς οὐδέποτε τοῖς στρατευομένοις ἀσυγγνώμων ἔδοξε καὶ βαρὺς καὶ τὸ πλέον μηδὲ μέτρα ἐκστρατείας εἰδώς, ὡς εἴπερ ἐλάθετο ἢ οὐκ ἐνόησεν ὡς τρισσὸν ἔτος ἐν τοῖς ἑῴοις πολέμοις Ῥωμαῖοι διήνεγκαν. τὸ δὲ πρὸς ἄρρητον ἔχθος ἔτι μᾶλλον ἐκμῆναν, ὅτι πολλοὶ τῶν εἰς Συρίαν συναναβάντων ἐκείνῳ μήπω τὰ οἴκοι βλέψαντες, ἀλλὰ νόσῳ σώματος καὶ σπάνει τῶν ἀναγκαίων καὶ φθορᾷ τῶν ὀχημάτων ἐν τῇ ὁδοιπορίᾳ χρονίσαντες, ἠναγκάζοντο μὴ τῶν πατρίδων βαίνειν εὐθύ, ἀλλ᾿ ἔνθα κατασκηνοῖ βασιλεὺς μεταβαίνειν ὑπὸ τῶν ἐπιμελῶς τὰς ὁδοὺς τηρούντων καὶ τὰς θαλαττίους περαιώσεις ἐπισκοπούντων. ὁ δὲ μὴ ἀγνοεῖν ἔχων τὸ τοῦ γογγυσμοῦ αἴτιον, τὸν οὐκ εἰδότα πλαττόμενος, ἵνα μὴ λέγοιμι τὸν μηδαμῶς ἐμπαζόμενον ὑποκρινόμενος, ἐκείνους μὲν εἴα κενοφωνεῖν, αὐτὸς δὲ τῆς προθέσεως εἴχετο, βούλεσθαι λέγων ἔχειν τοὺς στρατιώτας συσπουδαστὰς καὶ μηδαμῶς ταῖς συνεχέσιν ἐκδημίαις ἀπαυδοῦντας καὶ ἀποκναίοντας.

Προθέμενος δὲ μετελθεῖν τοὺς κατὰ τὸ θέμα τῶν Ἀρμενιακῶν παρεισφθαρέντας βαρβάρους, ἅμα δὲ καὶ Κωνσταντῖνον τὸν Γαβρᾶν κατασχεῖν χρόνον ἤδη συχνὸν τὴν Τραπεζοῦντα ὑποποιησάμενον καὶ ἤθεσι τυραννικοῖς αὐτὴν διεξάγοντα, διὰ τῆς τῶν Παφλαγόνων συναγκείας τὴν πορείαν τίθησιν ἀεὶ τῶν τοῦ Πόντου παράλων βαδίζων ἐχόμενα, δυοῖν ἕνεκα, τοῦ τ᾿ ἐκ τῆς οἰκείας χώρας τὴν στρατιάν οἱ πορίζεσθαι τὰ βιώσιμα, καὶ εἰ δεήσει συρρῆξαι πόλεμον, κατὰ μίαν μοῖραν ἔχειν αὐτὸν ἐπικείμενον, ἀλλ᾿ οὐκ ἐξ ἑκατέρων μερῶν προσφυόμενον κἀντεῦθεν πρὸς περικύκλωσιν ἐπιτήδειον. ἦν γὰρ ὁ τῆς Καισαρείας τότε κρατῶν Μουχούμετ, περὶ οὗ εἰπεῖν ἔφθημεν, πλείστην ὅτι περιβεβλημένος ἰσχύν, μέρος τε τῆς Ἰβηρίας ὑπαγαγόμενος καὶ ἔνια τῆς τῶν ποταμῶν Μέσης παραστησάμενος, τὸ μὲν ἄνωθεν γένος ἐς τοὺς Ἀρσακίδας συναλειφόμενος, τὸ δὲ προσεχὲς ἐκ Τανισμανίων καταγόμενος· ἦσαν δ᾿ οὗτοι τολμητίαι καὶ ἀνδρισταὶ καὶ τῶν χειρωσαμένων τὰς ἑῴας πόλεις Ῥωμαίων οἱ μάλιστα κράτιστοί τε καὶ ἀναιδέστατοι.

Ἔαρος μὲν οὖν ὑπολήγειν ἀρξαμένου τοῦ Λοπαδίου βασιλεὺς ἀπανίσταται, τὴν δὲ θέρειον πᾶσαν ὥραν καὶ τοῦ μετοπώρου τὸ εὐκραὲς ἐν τῇ ὁδοιπορίᾳ τῇδε κατατριψάμενος περὶ τροπὰς ἐνηυλίσατο χειμερίους πόλει Ποντικῇ τῇ Κιντῇ. τῇ πολεμίᾳ δ᾿ ἔκτοτε προσβαλὼν ἐν πολλοῖς ἐδυσπράγησεν. ἔστι μὲν γὰρ καὶ ἄλλως ἡ Καππαδοκῶν χώρα κρυμώδης πᾶσα καὶ τὸ κλίμα τοῦτο ψυχεινὸν καὶ δριμύτατον, τότε δὲ καὶ χειμῶνος ἐπιγενομένου ἀήθους πολυτρόποις κακοῖς προσεπάλαισε. τά τε γὰρ πρὸς δίαιταν ἐπιτήδεια σχεδὸν εἰς τέλος ἐξέλιπον καὶ τῶν ζώων ὁπόσα σκευοφόρα τε καὶ πολεμιστήρια διεφθάρη παντάπασι. κἀκ τοῦδε τὸ ἀλλόθρουν πλειόνως ἀναθαρρῆσαν, ἐπεὶ καὶ ἄφθεγκτόν ἐστι τῇ φήμῃ μηδὲν ἀνεξερεύνητόν τε καὶ ἀνεξέλεγκτον, ἐφόδοις ἀκηρύκτοις ἐχρῆτο συχναῖς, καὶ λῃστρικοῖς ἐπιτιθέμενον κλέμμασιν, ἐνιαχοῦ δὲ καὶ προδήλως διαμιλλώμενον κατὰ μάχην ἐνώπιον, ἀεὶ τὰς τῶν Ῥωμαίων ἐλυμαίνετο φάλαγγας· κατὰ γὰρ νέφος συνεχὲς τὴν σύστασιν ἐφιστάμενον ἐκ τοῦ αὐτίκα, τῇ ποδωκείᾳ πεποιθὸς τῶν ἵππων, τῆς ὁμαιχμίας ἀφίστατο, ὡς εἴπερ ἀνέμων πνοαῖς ἐξῄρετο. βασιλεὺς δὲ τὸ τῶν ἵππων μεθοδεύων ἀτύχημα, περιιὼν τὸ στράτευμα τὰ εὐγενῆ τῶν ὀχημάτων συνέλεγε καὶ ταῦτα διδοὺς καὶ Ῥωμαίοις μέν, ὁπόσοι κοντοφορεῖν ᾔδεσαν, τοῖς δ᾿ ἐκ τῶν Λατίνων μάλιστα δεξιοστροφεῖν ἐπισταμένοις δοράτια, ἀνθίστα τούτους τοῖς πολεμίοις καὶ παρεῖχε γενναίως ἀντιμαχεῖν. οἱ δὲ τὰς μετὰ ξυστῶν ἐπελάσεις τούτων ἐνεγκεῖν οὐκ ἔχοντες πρὸς φυγὴν μεθηρμόζοντο. ἱκανῶς μὲν οὖν διὰ τῶν τοιῶνδε μεθόδων καὶ τοῦ πλείστους ὅτι μάλιστα τῶν πεζῶν σημαίας ἀνέχειν εἰς ἔμφασιν πλείονος ἱππικοῦ τὰς Περσικὰς ἀναστείλας φορὰς ἐπὶ Νεοκαισαρείαν ἵετο.

Πολλαὶ δὲ καὶ περὶ αὐτὴν μεταξὺ Περσῶν καὶ Ῥωμαίων ἐτολυπεύθησαν συμπλοκαί. καὶ τῶν τοῦ βασιλέως υἱῶν ὁ νεώτερος (Μανουὴλ ὄνομα τούτῳ) δόρυ διαβαστάσας καὶ ἱκανῶς προελθών, τοῦ πατρὸς εἰδότος μηδέν, τοῖς πολεμίοις ἐνέβαλε· καὶ τὸ ἔργον τοῦτο τοῦ μείρακος παρωρμήκει σχεδὸν ἅπαν τὸ στράτευμα καὶ ὑπὲρ ἰσχὺν ἀγωνίσασθαι, τινῶν μὲν ἐς τὸν ὅμοιον ζῆλον διαναστάντων, τῶν δ᾿ ἄλλων ἁπάντων δεισάντων περὶ τῷ παιδὶ καὶ βασιλεῖ χαριεῖσθαι τὰ μέγιστα οἰηθέντων, εἰ συναραμένων αὐτῶν οὐδαμῶς τι πρὸς τῶν πολεμίων ἐσεῖται πεπονθὼς ἀηδές. ἀλλὰ τότε μὲν ὁ πατὴρ ἐπαίνοις τὸν παῖδα προδήλως ἠμείψατο· ὕστερον δὲ τὴν σκηνὴν εἰσιὼν πρηνῆ ταθέντα διὰ λύγου ἔτυψεν ὡς θρασύτερον μᾶλλον ἢ εὐτολμότερον, μηδ᾿ ἐπιτρέψαντος αὐτοῦ συμπλακέντα τοῖς ἐναντίοις.

Ἴσως δ᾿ ἂν καὶ τῆς Νεοκαισαρέων ἐκράτησε βασιλεύς, εἰ μὴ κατὰ συγκυρίαν ἀπρόοπτον αὐτῷ προσέστη τῦφος ἄλογος αὐτοθελὴς καὶ θυμὸς παντάπασιν ἀκυβέρνητος τοῦ ἀδελφιδοῦ Ἰωάννου, ὃν ὁ σεβαστοκράτωρ ἐγείνατο Ἰσαάκιος. μάχης γὰρ ἐνισταμένης μετὰ Περσῶν, ἱππότην ἐπίσημον ἐξ Ἰταλίας ὁρμώμενον ἄνιππον θεασάμενος ἐκέλευσε παρεστῶτι τῷ ἀνεψιῷ ἀποβῆναι τοῦ Ἀραβίου ἵππου, ᾧ ἦν ἔποχος, καὶ δοῦναι τοῦτον τῷ Ἰταλῷ, μὴ χατίζοντα ἵππων τὸν ἀνεψιὸν ἐπιστάμενος. ὁ δὲ φρονηματίας ὢν καὶ γαῦρος πλέον τοῦ δέοντος τῷ τοῦ βασιλέως ἀντέστη κελεύσματι, ἐμβριθεστέραν, ἵνα μὴ λέγοιμι ἀναιδεστέραν, τὴν ἀντίρρησιν ποιησάμενος· καὶ τὸν Λατῖνον ἐξουθενῶν προυκαλεῖτο εἰς ἀντιμάχησιν ὡς τὸν ἵππον, εἰ περιγένοιτο, δικαίως ἀποληψόμενον. μὴ ἐπὶ πολὺ δ᾿ ἔχων ἀνθίστασθαι τῷ θείῳ καὶ βασιλεῖ (ἑώρα γὰρ πρὸς ὀργὴν ἐπιφρίσσοντα) τὸν ἵππον δίδωσιν ἄκων. μετακελλητίσας δ᾿ εἰς ἕτερον ἀθυμίας πλήρης τὸ δόρυ ἀγκοινησάμενος κατὰ τῆς τῶν πολεμίων παρατάξεως φέρεται. μικρὸν δέ τι προβὰς τὸν λογχήρη κοντὸν εἰς τοὐπίσω ἀντέστρεψε καὶ τῷ νώτῳ ἐπαναθέμενος πρὸς Πέρσας αὐτόμολος γίνεται, τὸ κράνος τῆς κεφαλῆς ἀφελόμενος.

Ἀμέλει καὶ Ἰωάννης μὲν ἡδέως τοῖς βαρβάροις ὁρᾶται καὶ ἀσμένως προσδέχεται καὶ ὡς πάλαι μὲν συνήθης αὐτοῖς καθιστάμενος, ἡνίκα τῷ πατρὶ συνεπλάζετο, καὶ ὡς τότε δὲ τῇ παρουσίᾳ τὰ κατ᾿ αὐτοὺς ἀναρρώσων πράγματα. ὁ δ᾿ αὐτὸς μικρῷ ὕστερον καὶ τὰ Χριστιανῶν ἐξομοσάμενος ὄργια τὴν τοῦ Ἰκονιέως Πέρσου θυγατέρα ἐγήματο. ὁ δὲ βασιλεὺς ἐπὶ τοῖς συμβεβηκόσι τούτοις ἔκθαμβος γεγονὼς οὐκ ἀγαθαῖς ἐλπίσι διεστροβεῖτο, οἰόμενος ὡς οὐδὲν ἄφθεγκτον ἐσεῖται παραλελοιπὼς ὁ ἀνεψιὸς τῶν τὴν Ῥωμαϊκὴν περικλονούντων στρατιάν, ἀλλ᾿ ἀχαλινώτῳ καὶ εὐδρόμῳ γλώττῃ ἀναγγελεῖ τῶν ἵππων τὸν σπανισμόν, τὴν τῶν βιωσίμων στέρησιν, καὶ πᾶν ἕτερον καχέκτημα τῆς παρεμβολῆς. ὑποκλέπτων τοίνυν τὴν ἐπανάλυσιν κατὰ βραχύ πως ἐκεῖθεν μεθίστατο. πλὴν οὐδ᾿ οὕτω δρῶν εἶχε λεληθέναι ὁλοσχερῶς τὸ πολέμιον· τοῖς γὰρ τελευταίοις ἐπικείμενον τοῦ στρατεύματος μέχρι πλείστου παρηκολούθει καὶ διενοχλοῦν τὴν οὐραγίαν ἐνέλιπεν οὐδαμῶς. διὰ ταῦτα τοίνυν τῆς παραλίας λαβόμενος ἐν τῷ ἀσφαλεῖ καθειστήκει καὶ τὸ βάρβαρον μηκέτι ἐπιέναι ἔχον παλίσσυτον γίνεται.

Εἰδοὶ μὲν οὖν Ἰαννουάριοι τὸν βασιλέα ἔβλεψαν Ἰωάννην ἐκ τῶν Περσικῶν καμάτων τὴν πόλιν ἐπεισιόντα, αἱ δὲ τοῦ ἦρος τροπαὶ τὸ ξίφος εἶχον αὖθις περιζωσάμενον καὶ πρὸς τὸ περὶ τὸν Ῥυνδακὸν ποταμὸν ἀφιγμένον πόλισμα. ἐπεὶ δὲ ἡ μὲν θέρειος ὥρα παρεληλύθει, ὁ δὲ χειμὼν ἤδη παρεισιὼν τοῖς αἰθριάζουσιν ἐδυσκόλαινεν, ἀνέμων βόμβοις παραφοβῶν καὶ ἀμβλύτερα πρὸς ἀντιπάλαισιν ψύχους τιθεὶς τὰ σώματα, ἐπάνεισιν εἰς Βυζάντιον, τῷ ψυχεινῷ τοῦ καιροῦ ὑπενδοὺς ὡσεὶ καὶ χερμάδια τὰς νιφάδας καὶ δοράτια τὰς πηγυλίδας προβαλλομένῳ. ὑπομειδιᾶν δ᾿ ἀρχομένου τοῦ ἔαρος τῶν ἀνακτόρων ἀπανίσταται. τῷ τοι καὶ τὰς ἐξ ὀσφύος αὐτοῦ προσειπών, ὅσα καὶ Ἡλιάδας ἐπ᾿ αὐτῷ ἀφιείσας ἠλεκτρῶδες δάκρυον, τὴν Φρυγίαν παρελθών, τὴν δ᾿ Ἀττάλου λαμπροτάτην πόλιν καταλαβὼν χρονοτριβεῖν ἐκεῖσε προέθετο, ὅπως τὰς πέριξ ταύτης χώρας μᾶλλόν τι πρὸς τὸ εὖ διάθοιτο.

Ἤδη γὰρ καὶ τούτων ἔνιαι τοῖς Τούρκοις ὑπέκυψαν, ἐν αἷς ἦν καὶ ἡ τοῦ Πουσγούση καλουμένη λίμνη. αὕτη γὰρ εἰς ἀχανῆ καὶ μικροῦ θαλασσίαν χύσιν ἐκτεινομένη ἐν πολλοῖς νησῖδας ἀνίσχει προβεβλημένας τείχεσιν ἐρυμνοῖς. ᾤκουν μὲν οὖν ταύτας τηνικάδε καιροῦ Χριστιανῶν ἐσμοί, οἳ καὶ διὰ λέμβων καὶ ἀκατίων τοῖς Ἰκονιεῦσι Τούρκοις ἐπιμιγνύμενοι οὐ μόνον τὴν πρὸς ἀλλήλους φιλίαν ἐντεῦθεν ἐκράτυναν, ἀλλὰ καὶ τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐν πλείοσι προσεσχήκασιν. ἀμέλει καὶ ὡς ὁμοροῦσιν αὐτοῖς προστιθέμενοι Ῥωμαίους ὡς ἐχθροὺς ὑπεβλέποντο· οὕτω χρόνῳ κρατυνθὲν ἔθος γένους καὶ θρησκείας ἐστὶν ἰσχυρότερον. ὅθεν οἱ μὲν ὡς ἀντίπαλον τὸν βασιλέα κακῶς ἔφασκον, μηδ᾿ ὑποκύψαι ὅλως τοῖς αὐτοῦ θεσμοῖς ἀπηυθαδιάζοντο τῷ ὑγρῷ φυσῶντες ζωστῆρι τῆς λίμνης καὶ ἃ οὐκ ἂν ᾠήθησαν φρονοῦντες, ταῦθ᾿ ὡς παραφρονοῦντες διεννοούμενοι. ὁ δὲ μεθίστασθαι παρῄνει τῆς λίμνης ὡς παλαιοῦ Ῥωμαίων κτήματος καὶ καθαρῶς προσχωρεῖν τοῖς Πέρσαις, εἰ τοῦτο βούλοιντο· εἰ δὲ μὴ οὕτω δρῷεν, οὐκ ἂν ἀνασχέσθαι ὅλως διισχυρίζετο αὐτούς τε καὶ τὴν λίμνην ἀπεξενῶσθαι Ῥωμαίων ἐπὶ μακρόν. μὴ προχωρούντων δὲ τῶν ῥημάτων, ἔργων πολεμίων ἥπτετο· ὅθεν ἁλιάδας καὶ ἀκάτια σχεδιάσας καὶ ζεῦγμα διὰ τούτων ἐργασάμενος τὰς ἑλεπόλεις ἐπέστησεν ἄνωθεν καὶ προσεπῆγεν οὕτω τοῖς ἐπὶ τῆς λίμνης ἐρύμασιν. αὐτὰ μὲν οὖν ἐξελέσθαι ἴσχυσε, πλὴν οὐχὶ καὶ Ῥωμαῖοι κακῶν ἀπείρατοι διεξέπλευσαν τὸν τότε πόλεμον, ἀλλ᾿ ἐνίοτε τὴν λίμνην ἀνέμου διακυκήσαντος καὶ εἰς φλοῖσβον αὐτὴν ἀνοιδήσαντος τῶν ὁλκαδίων πολλὰ παρηνέχθησαν καὶ τὸν φόρτον ἐπανατραπέντα διαφῆκαν τῷ βυθῷ καὶ τοῖς κύμασιν.

Ἐν δὲ τοῖς καιροῖς τοῖσδε τὸν βίον μετήλλαξεν ὁ πρωτότοκος υἱὸς τοῦ βασιλέως Ἀλέξιος, ᾧ καὶ μετέδωκεν οὗτος ἐρυθροῦ πεδίλου καὶ φοινικίδος βασιλικῆς. τῶν δ᾿ ὀξέων ἦν καὶ μὴ χρονίων τὸ νόσημα, τὸ δὲ εἶδος πυρετὸς ἐπαιγίζων καὶ ὡς ἀκροπόλει τῇ κεφαλῇ ἐπιθέμενος. ἀλλὰ καὶ ὁ μετ᾿ αὐτὸν Ἀνδρόνικος, βραχύ τι ἐπιβιοὺς καὶ ὅσον ἐπικωκῦσαι τῷ κασιγνήτῳ ἐξ ἀνθρώπων ἀπάραντι, τὸ λαχὸν καὶ αὐτὸς μέρος τῆς ζωῆς ἐξετόξευσε.

Καίπερ δὲ συμφοραῖς τηλίκαις καὶ καλλίστων παίδων ἀφιλοσοφήτοις ἀποβολαῖς κατακαμφθεὶς ὁ βασιλεὺς τὴν ψυχήν, ἵνα μὴ λέγοιμι καὶ οἰωνοὺς ἀπαισίους τῆς ὑπερέκεινα πορείας τοὺς θανάτους τῶν φιλτάτων ἔχων πρὸ ὀφθαλμῶν, ὅμως οὐδέν τι καὶ πέπονθε μαλακὸν ἢ καθυφῆκέ τι βραχὺ τῆς προθέσεως ἢ παλίμπους ἐπανῆκεν εἰς τὸ Βυζάντιον, ἔτους ἤδη τελείου ἐπὶ τοῖς ἠθλημένοις τούτοις παριππευκότος, ἀλλ᾿ ἐς Ἰσαυρίαν ἀφιγμένος καὶ τὰ ἐκεῖθι πρὸς τὸ δέον καταστησάμενος τῆς ἀνόπιν καὶ πρὸς Συρίαν ὁδοῦ εἴχετο, ἐφεπόμενον ἔχων αὐτῷ τὸν ὑστερότοκον παῖδα τὸν Μανουήλ.

Ἦν δὲ ἡ μὲν πρόδηλος τῆς στρατείας ταυτησὶ πρόφασις ἡ τῆς Ἀρμενίας ἐπὶ τὸ κρεῖττον μεθάρμοσις καὶ πρὸς βεβαίαν κατάστασιν συνοχὴ τῶν πόλεων καὶ φρουρίων, ὧν ἐγκρατὴς γεγένητο κατὰ τὴν προτέραν αὐτοῦ ἀνάβασιν· ἡ δ᾿ ἀνέκφορος πρὸς τὸ στράτευμα λαθραία τε καὶ ἐνδόμυχος καὶ ἐκ περισκέψεως κίνησις αὕτη ἦν· ἀεὶ δι᾿ ἔρωτος εἶχε συνάψαι τὴν Ἀντιόχου τῇ Κωνσταντίνου κἀκ τοῦδε τοῖς θεοστιβέσι τόποις ἐπιφοιτῆσαι καὶ δώροις μὲν φιλοτίμοις καταστέψαι τὸν τοῦ Κυρίου τάφον τὸν ζωοπάροχον, τὸ δὲ κύκλῳ βαρβαρικὸν ἀνακαθᾶραι. ὅθεν καὶ πᾶσαν ἦν μετιὼν μηχανήν, εἴ πως ὑπεκσταῖεν ἑκόντες αὐτῷ οἱ Λατῖνοι τῆς κυριαρχίας τῆς λογίμης Ἀντιοχείας, ἢ εἰ μὴ οὗτοι πείθοιντο (ἠπίστατο γὰρ τὴν Λατινικὴν κόρυζαν καὶ τὸ τοῦ φρονήματος αὐτῶν ἀταπείνωτον), οἱ δέ γε Κίλικες καὶ Σύροι προσρέψαιεν ἐκείνῳ.

Γράφων τοίνυν κατὰ τήνδε τὴν ἄνοδον καὶ τὴν αὐτοῦ προσημαίνων τοῖς Ἀντιοχεῦσιν ἄφιξιν οὐδαμῶς ἀνίει, ὥστε καὶ μήπω τῶν ὁρίων ἐπιβὰς τῆς Συρίας πρεσβείαν ἐφειλκύσατο ἐκεῖθεν μάλα ἀγαθὰς αὐτῷ τὰς ἐλπίδας ἐπὶ τοῖς μέλλουσιν ὑποβάλλουσαν. ἐπεὶ δὲ τῇ Ἀντιόχου προσήγγισεν, ἀλλοίους εὕρατο τὰς γνώμας τοὺς Ἰταλούς, τῆς φήμης προαγγειλάσης ὁπόσα ἐνδόμυχα καὶ τῶν χειλέων τοῦ βασιλέως ἀπρόϊτα. μὴ γοῦν ῥᾳδίαν εὑρίσκων καὶ τῇ γνώμῃ συμβαίνουσαν τὴν εἰς τὴν Ἀντιόχου πάροδον, ἀλλ᾿ ἔνορκον ὁρῶν συγχωρουμένην αὐτῷ τὴν εἰσέλευσιν καὶ τὸ ὅλον ἀπᾴδουσαν οἷς ὥρμαινε κατὰ ψυχήν, καὶ ὡς εἴπερ εἰσελεύσεται, πρὸς ἡμέρας ἐνσκηνησάμενος καὶ προσκυνηθεὶς καὶ τιμηθεὶς τὰ εἰκότα πάλιν ἐξελεύσεται μηδέν τι νεοχμώσας ἐπὶ τοῖς κατ᾿ αὐτὴν πράγμασιν ἤ τι μετακινήσας τῶν καθεστώτων ἐθῶν, ἀχθεσθεὶς ἐφ᾿ οἷς ἐξηπάτητο, τὴν μὲν εἴσοδον οὐ δέον κέκρικεν εἰσβιάζεσθαι, τὸν μετὰ Χριστιανῶν πόλεμον παντάπασιν ἐκτρεπόμενος, ἐναυλισάμενος δὲ τοῖς προαστείοις τῆς πόλεως κείρειν ἐνδίδωσι ταῦτα τῇ στρατιᾷ καὶ ἀπάγειν ἅπαν τὸ ταῖς χερσὶν εὔληπτον. καὶ ἦν ἐκ τοῦδε τοῦ παραγγέλματος, πρόφασιν τὴν τῶν ἀναγκαίων ὑποσπάνισιν ἔχοντος, μηδὲ τὰ καρποφόρα τῶν δένδρων ἀσινῆ παρεώμενα, ἀλλὰ καὶ ταῦτα τῷ πυρὶ τῆς διαίτης παραδιδόμενα. κἀπὶ τούτοις ἐκμετρήσας λεληθότως τὴν ἄμυναν πρὸς τὰ τῶν Κιλίκων παρενέκλινεν ὅρια.

Ἐν δ᾿ εὐρυτάτῃ στρατοπεδευσάμενος φάραγγι, καθ᾿ ἣν ὄρη δικόρυμβα ἐπὶ πολὺ τοῦ ἀέρος ἀνέβαινον, ἅπερ λόγος αἱρεῖ Κοράκων φωλεοὺς κικλήσκεσθαι, εἰς κυνηγέσιον ἔξεισι. καὶ συῒ προσυπαντήσας μοναδικῷ τὴν μὲν αἰχμὴν τῷ στέρνῳ τοῦ θηρίου ἐνήρεισε· πλείονι δὲ ὠθισμῷ τοῦ συὸς χρησαμένου καὶ ὅλον τὸν σίδηρον εἰσδεξαμένου τοῖς σπλάγχνοις, ἡ κατέχουσα χεὶρ τὸ ἀκόντιον ὑποναρκᾷ τε καὶ ὑπενδίδωσι πρὸς τὸ ἄγαν τῆς τοῦ θηρὸς ἀντωθήσεως κἀντεῦθεν τοῦ εὐθέος παρενεχθεῖσα ἐγχρίπτει τῷ γωρυτῷ, ὃς παρὰ πλευρὸν τοῦ βασιλέως ἐξήρτητο πλάγιος, στέγων ἔσωθεν ἰοβόλα βέλεμνα. ὅθεν τῆς φαρέτρας ἀνατραπείσης, εἷς τῶν διεκχυθέντων ἀτράκτων πλήττει τὸν βασιλέα κατὰ τὸ μεσεῦον δέρμα τῶν ὑστάτων δακτύλων τῆς χειρός. ἀεὶ τοίνυν τοῦ φαρμάκου νεμομένου τὰ πρόσω καὶ διατρέχοντος καὶ περὶ αὐτὰ τὰ καίρια παρενσκήπτοντος καὶ κατὰ μικρὸν ἀπονεκροῦντος ταῦτα καὶ ἀποψύχοντος, μετὰ καιρὸν τοῦ βίου μεθίσταται. τότε δ᾿ οὖν ὁ βασιλεὺς παρ᾿ οὐδὲν θέμενος τὸ ξέσμα τοῦ δέρματος ὑμένος ἠκέσατο ἐπιθέματι, ἥν φασιν ἐκδοράν, ἐκ τοῦ τῶν ποδῶν ἀποσυρέντος καττύματος, σφαλερῶς ἐντεῦθεν πειρώμενος τὸν προϊόντα ἐπισχεῖν ὕφαιμον ἰχῶρα τοῦ τραύματος.

Ἐπανελθὼν οὖν πρὸς ἑσπέραν καὶ ἀριστήσας τὴν μὲν νύκτα μετὰ ῥᾳστώνης διήνεγκε· τὴν δὲ μετὰ ταύτην ἡμέραν οἰδαίνειν καὶ σφύζειν ἀρξαμένου τοῦ τραύματος, περιωδυνίαις ἐβάλλετο καὶ τίθησιν ἔκπυστον τοῖς ἰατροῖς τὸ συμβάν. οἱ δὲ τὸν τῆς χειρὸς ὄγκον ἰδόντες καὶ τὸ πρὸς ἄκεσιν τεθὲν περιεργασάμενοι αὐτὸ μὲν ὡς μὴ κατὰ θεσμοὺς νοσοκομίας παραληφθὲν ἀπήνεγκαν τῆς χειρός, φαρμάκοις δ᾿ ἄλλοις ἐχρήσαντο καταλεαίνειν δυναμένοις τὰ τῶν τραυμάτων φλεγμαίνοντα. ἐπεὶ δ᾿ εἰς οὐδὲν ἀνύσιμον ἀπετελεύτα τὰ φαρμακεύματα, πρὸς χειρουργίαν οἱ Ἀσκληπιάδαι βλέπουσι. τμηθέντος οὖν τοῦ οἰδήματος, οὐδ᾿ οὕτω καταστολή τις καὶ ὑποχάλασις τοῦ πάσχοντος μέρους ἐγίνετο, ἀλλ᾿ ὅ τε ὄγκος ἀεὶ ἐπὶ μεῖζον ᾔρετο, ἐπὶ δακτύλῳ τε δάκτυλον καὶ καρπὸν ἐπὶ παλάμῃ, εἶτα πῆχυν, ἐπὶ δὲ τούτῳ βραχίονα ἐπενέμετο τὸ δεινόν, καὶ βασιλεὺς τῶν χρηστοτέρων ἐλπίδων ἀπήγετο. ἀμέλει καὶ τοῖς μὲν ἰατροῖς ἠπορημένοις παντάπασιν ἐδόκει τὴν χεῖρα τοῦ βασιλέως ἀποτεμεῖν, ἐς μηρὸν ἀνδρεῖον ἁδρυνθεῖσαν τῇ φλεγμονῇ, κατ᾿ ἀμφήριστον μέντοι καὶ τότε τοῦ πάσχοντος μέλους ἴασιν· βασιλεὺς δὲ καὶ τὴν προτέραν τομὴν αἰτίαν τοῦ ξύμπαντος κακοῦ ξυνορώμενος οὐδ᾿ ὅλως τοῖς λεγομένοις ἐπένευεν, ἀλλ᾿ ἔκειτο κάμνων, τὸ τῆς θεραπείας παριδὼν ἀμφίλογον.

Ἐπιστάσης δὲ τῆς πανευσήμου ἡμέρας τῆς Χριστοῦ ἀναστάσεως τῶν θείων μυστηρίων ἐν μεθέξει γίνεται καὶ πρὸς τὸ δεῖπνον ἀναπεσὼν ἀνῆκε τὴν αὐλαίαν πᾶσι τοῖς εἰσιέναι καὶ δεηθῆναι θέλουσι. καὶ τὴν ἐφεξῆς δὲ ἡμέραν τὸν αὐτὸν διαπραξάμενος τρόπον ὑποθήκῃ τοῦ μεγάλου δομεστίκου Ἰωάννου καὶ τὰ παρατεθέντα βρώματα τοῖς παρεστῶσι διανειμάμενος καθ᾿ ἑαυτὸν ἔκτοτε ἰδιάσας περὶ τοῦ διαδόχου τῆς βασιλείας ἐγνώκει σκέπτεσθαι. ὑετοῦ δὲ κατενεχθέντος ῥαγδαίου καὶ τῆς κοιλάδος καταρρύτου γενομένης, ἐφ᾿ ἧς ἐστρατοπεδεύετο, ἥ τε βασίλειος κλίνη μετεφέρετο πρὸς τὸ καθαρεῦον ὕδατος μέρος καὶ αὐτὸς ἦν ἐπὶ στόματος ἔχων τὸ φάσκον οὑτωσὶ χρησμῴδημα „τόποις δ᾿ ἐν ὑγροῖς καὶ παρ᾿ ἐλπίδα πέσῃς.” οἱ δὲ τὰς τῶν βασιλέων διαδοχὰς καὶ μεταθέσεις φιλοκρινοῦντες καὶ τοῦτο πέρας εἰληφέναι ἔλεγον „ὢ πῶς γενήσῃ βρῶμα δεινῶν κοράκων,” πῇ μὲν ἐς τὰ μέλανα καὶ σίζοντα σιδήρια τὸ παλαίφατον λόγιον ἀφορᾶν ἰσχυριζόμενοι, δι᾿ ὧν ὁ καυτὴρ τῇ χειρὶ τοῦ βασιλέως ἐπενήνεκται, πῇ δ᾿ ἐς τὸ τῶν βουνῶν προσώνυμον, ἐφ᾿ ὧν ἐκεῖνος κατεσκηνώκει, τὸ προφοίβασμα ἀπολύοντες.

Ἐκκλησιάσας δ᾿ ἔπειτα τὸ συγγενὲς καὶ φίλιον καὶ ὁπόσον ἐν ὑπεροχαῖς τε καὶ ἀξιώμασιν ἦν καὶ παραστησάμενος τὸν ὑστερογενῆ παῖδα τὸν Μανουὴλ τοιάδε ἔλεξεν· „Οὐκ ἐπ᾿ ἐλπίσι μὲν ταῖς ὁρωμέναις, ἄνδρες Ῥωμαῖοι, Συρίαν κατέλαβον, ἀλλ᾿ ᾤμην τῶν προτέρων εὐκλεέστερα ἔργα ἐνδείξασθαι καὶ λούσασθαι μὲν ἀδεέστερον ἐν Εὐφράτῃ καὶ τῶν τούτου ναμάτων πλησμίως ἀρύσασθαι, ἰδέσθαι δὲ καὶ Τίγριδα ποταμὸν καὶ διαθροῆσαι τοῖς ὅπλοις τὸ ἀνθιστάμενον, ὅσον τε προσρέπει τοῖς Κίλιξι καὶ ὅσον τοῖς ἐκ τῆς Ἄγαρ προσνένευκε, διαπτέσθαι δὲ καὶ ὡς οἱ βασιλεῖς τῶν ὀρνίθων, εἰ καὶ μέγα τοῦτο εἰπεῖν ἐστι, πρὸς Παλαιστίνην αὐτήν, ὅπου τὸ τῆς ἡμετέρας φύσεως πτῶμα πεσὼν ἀνήγειρεν ὁ Χριστός, ἐπὶ σταυροῦ τὰς χεῖρας διεὶς καὶ μικραῖς ῥανίσι κόσμον ὅλον εἰς ἕνωσιν ἀγαγών, ἀναβῆναι δὲ καὶ εἰς τὸ ὄρος Κυρίου, κατὰ τὸν ψάλλοντα, καὶ στῆναι ἐν τόπῳ ἁγίῳ αὐτοῦ, μετελθεῖν δὲ πολέμου νόμῳ καὶ τὸ κύκλῳ πολέμιον, ὅπερ ὡς τὴν πάλαι κιβωτὸν οἱ ἀλλόφυλοι τὴν τοῦ Κυρίου σορὸν πολλάκις εἷλε δορύκτητον.

Ἐπεὶ δὲ οἷς τρόποις τὸ θεῖον ἐπίσταται οὔκουν δέδεκται πέρας τὰ προσδοκώμενα, ἀντιστῆναι μὲν ὅλως οὐκ ἔστιν, οὐδ᾿ ἐπὶ τοῖς ὁρωμένοις χρεὼν ἀντειπεῖν. τίς γὰρ Θεοῦ σοφώτερος; ἢ τίς μεταλλεύσει νοῦν Κυρίου καὶ μεταμείψει τὰ τούτου κρίματα, ὑφελέσθαι ἢ προσθεῖναι τούτοις δεδυνημένος; σφαλεραὶ μὲν γὰρ αἱ τῶν ἀνθρώπων ἐπίνοιαι, ἡ δὲ τοῦ Κυρίου βουλὴ ἀνεπιποίητός τε καὶ ἀμετάπτωτος. ἐν πολλοῖς δ᾿ ὅσοις εὐχάριστος ἔχων δείκνυσθαι τῷ τὰ κατ᾿ ἐμὲ συμφερόντως οἰκονομήσαντι, ἃ καὶ ἀριθμὸν ὑπερπέπαικε σύμπαντα, τῷ τέως ἀνθομολογούμενος ἐφ᾿ οἷς ἐμεγάλυνε τοῦ ποιῆσαι μεθ᾿ ἡμῶν ἔλεος ἐπ᾿ ἀκροαταῖς ὑμῖν καὶ τῶν λεγομένων εἰδήμοσι τάδε φημί.

Ἐκ πατρὸς βασιλέως ἔφυν, ἀρχῆς γεγένημαι τῆς ἐκείνου διάδοχος, οὐδὲν ἀπεβαλόμην ὧν εἰς χεῖράς μοι παραδέδωκεν. εἰ δὲ κατ᾿ εὐγνώμονα καὶ πιστὸν ὑπηρέτην ἐπεξειργασάμην τὸ παρασχεθέν μοι θεόθεν τῆς βασιλείας τάλαντον, ἄλλοις σκοπεῖν καὶ λέγειν ἀφίημι· καὶ αὐτὸς δὲ ἀνεπαχθῶς διηγησαίμην ἄν, οὐκ ἐναβρυνόμενος, ἀλλὰ τὰ περὶ ἐμὲ θαυμάσια τοῦ Θεοῦ διηγούμενος. ἕως με καὶ δυσμὴ μαχόμενον ἔβλεψε, τὰ πρὸς ἄμφω τὰς ἠπείρους ἔθνη μετῆλθον. ὀλίγα τοῖς ἀνακτόροις προσέμεινα· ὁ βίος σχεδόν μοι ἅπας ἐπὶ σκηνῆς καὶ τὸ αἰθριάζειν ἀεί μοι περιεσπούδαστο. ἡ γῆ αὕτη, ἐφ᾿ ἧς νῦν στρατοπεδευόμεθα, δίς με ἤδη προσέβλεψε καὶ ἣν μακρὸς ἐξ οὗ χρόνος ὀφθαλμοῖς οὐκ εἶδον στρατιὰν Ῥωμαίων Πέρσαι καὶ Ἄραβες, ταύτην ἔτρεσαν ἄρτι ἐφ᾿ ἡγεμόνι θεῷ καὶ ὑποστρατήγῳ ἐμοί· καὶ πολλῶν πόλεων ἡμῖν ὑπεξέστησαν, ὧν ἐς δεῦρο κύριοι καθεστήκαμεν, αἳ καὶ ζῶσι κατὰ τὰ ἡμῶν προστάγματα. καὶ δοίη Κύριος ὁ θεὸς ἐμοὶ μὲν ὑπερηγεμονεύσαντι τοῦ τῶν Χριστιανῶν πληρώματος κλῆρον ἐκεῖ καὶ μερίδα ἀΐδιον, ἣν οἱ πραεῖς καὶ εὐάρεστοι αὐτῷ ἀπολήψονται, ὑμῶν δ᾿ ἔτι κραταιώσαι τὰς χεῖρας καὶ ἐνισχύσαι κατὰ τῶν τοὺς πολέμους ἐθελόντων ἐθνῶν καὶ παρ᾿ οἷς οὐδαμῶς ἐπικέκληται τὸ ἅγιον καὶ ὑπὲρ πᾶν ὄνομα τοῦ Θεοῦ ἡμῶν ὄνομα. ἐσεῖται δὲ ταῦτα, εἰ καὶ ὑμεῖς τῆς δεξιᾶς τοῦ ὑψίστου καὶ τοῦ ὑψηλοῦ βραχίονος ἐξαρτᾶτε τὸ κατορθούμενον καὶ ἡγεμὼν ὑμῖν θεόθεν δοθήσεται μὴ δημοβόρος καὶ τὴν κλῆσιν ψευδόμενος ἢ τὸ ἦθος ἀνώμαλος καὶ περὶ τράπεζαν κεκυφὼς καὶ ὀχῶν ἀεὶ τοῖς δακτύλοις τὸν κύαθον καὶ τῶν ἀνακτόρων μηδαμῶς ἀποσπώμενος, ὅσα καὶ οἱ ἐν τοῖς τοίχοις διὰ ψηφίδων καὶ χρωμάτων εἰκονιζόμενοι, ὅτι καὶ φιλεῖ πως τῇ κατὰ τὸν ἄνθρωπον διαθέσει συνδιατίθεσθαι τὰ πάντα καὶ ἕπεσθαι· ἅτε γὰρ δι᾿ αὐτὸν ἀρχῆθεν γενόμενα, κακυνομένου μὲν τοῦδε, καὶ αὐτὰ μεταβάλλεται, ἀγαθυνομένου δέ, πάλιν πρὸς τὴν ἐναντίαν φορὰν ἐπανίασιν, ὡς τοῦ Θεοῦ κατὰ τὸν Δαυὶδ τοῖς ἀγαθοῖς καὶ εὐθέσιν ἀγαθύνοντος, τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς μετὰ τῶν ἐργαζομένων τὴν πονηρίαν ἀπάγοντος.

Ἐπεὶ δὲ καὶ περὶ τοῦ διαδεξομένου τὴν ἀρχὴν μετὰ τὴν ἐμὴν ἐκβίωσιν, ἥτις δὴ καὶ ἐφέστηκεν ἤδη ἀνυπεξάλυκτος, εἰπεῖν τι προάγομαι, χρεὼν τοῖς εἰρημένοις προσσχεῖν. ὅτι μὲν γὰρ ὡς πατρῷος κλῆρος εἰς ἐμὲ τὸ βασιλεύειν ἐπικαταβέβηκεν, οὐ δέομαι λέγειν, ὡς οὐδέ τις ἕτερος λαμπτῆρα τῆς ἡμέρας ἀποφαίνειν τὸν ἥλιον. ὁρῶν δὲ τὴν ἐπ᾿ ἐμοὶ τηρηθεῖσαν πρὸς πατρὸς τάξιν κἀπὶ τοὺς ἐξ ὀσφύος μου προελθόντας διαβῆναι προθυμουμένους ὑμᾶς καὶ ὑφ᾿ ἑνὸς τῶν ἔτι τῷ βίῳ περιόντων μοι παίδων (Ἰσαάκιος οὗτοι καὶ Μανουήλ) ἄρχεσθαι γλιχομένους καὶ μηδ᾿ αὐτὴν τὴν ἐπιλογὴν ἑαυτοῖς, τῇ δὲ ἐμῇ ψήφῳ ἀνατιθέντας, φημὶ δὴ ὡς ἡ μὲν φύσις τοῖς πρωτοτόκοις παισὶ τῇ τάξει ἐμμένουσα τὰ πρωτεῖα βραβεύειν εἴωθε, παρὰ δὲ θεῷ οὐχ οὕτως ἐν ταῖς τῶν προβλήσεων μεγίσταις ἀεί πως φιλεῖ γίνεσθαι. ἀναλογίσασθε τὸν Ἰσαὰκ τοῦ Ἰσμαὴλ κατὰ γέννησιν δευτερεύοντα, τὸν Ἰακὼβ μετὰ τὸν Ἠσαῦ νηδύος ἐκθορόντα τῆς μητρικῆς, τὸν Μωσῆν τοῦ Ἀαρὼν ὕστερον, τὸν Δαυὶδ αὐτὸν μικρὸν ἐν τοῖς ἀδελφοῖς ὄντα κἀν τῷ πατρικῷ οἴκῳ νεώτερον, καὶ ἑτέρους δὲ ὡς πλείστους. οὐ γὰρ τὸ θεῖον ἐς πρόσωπον κατ᾿ ἄνθρωπον ἀφορᾷ καὶ βραβεύει χρόνῳ τὰ τίμια, πολιαῖς καὶ ἡλικίαις προσκείμενον, ἀλλ᾿ εὐγενείᾳ χαῖρον ψυχῆς ἐπὶ τὸν πρᾶον βλέπει καὶ ἥμερον καὶ τὸν αὐτοῦ φυλάττοντα τὰ ἐντάλματα. κατὰ ταῦτα τοιγαροῦν καὶ αὐτὸς οὐ τῇ δικαστρίᾳ φύσει τὰ πολλὰ χαριζόμενος, ἀλλὰ τοὺς θεσμοὺς αὐτῆς ὅσα καὶ γυναικὸς σμικρογνώμονος διαβούλια ἐν τοῖς καιρίοις παρακρουόμενος πράγμασι, μιμεῖσθαι μᾶλλον προάγομαι τὸν προσωποληψίας πάσης ἀνώτερον.

Εἰ μὲν οὖν κατὰ τὸ ἀναμφίλογον ἐς τὸν καθ᾿ ἡλικίαν προήκοντα παῖδά μοι τὸν Ἰσαάκιον μετέβαινεν ἡ ἀρχή, κατ᾿ οὐδὲν ἄν μοι λόγων ἐδέησεν εἰς παράστασιν τῆς ἀμφοῖν μοι τοῖν παίδοιν φύσεως· ἐπεὶ δὲ πρὸς τὸν ὑστερότοκον Μανουὴλ ἡ βασιλεία μᾶλλον προσνένευκεν, ἐκκλίνων τὸ καχύποπτον τῶν πολλῶν καὶ τὸ δόξαι παρά τισιν ὡς φίλτρῳ μᾶλλον, οὐκ ἀρετῇ προστιθέμενος τοῦ προτέρου παιδὸς τὸν ὑστερότοκον προτετίμηκα, ἀναγκαίως τὰ εἰκότα ῥηθήσεται.

Οὐ μία τίς ἐστι τῷ γένει τῶν ἐπιθυμιῶν ὁδός, ἀλλ᾿ εἰς ἀτραποὺς παμπόλλας διέσχισται, ὥσπερ καὶ τὰ τῶν σωμάτων μορφώματα, εἰ καὶ τὴν αὐτὴν ἄνθρωποι φύσιν ἐκληρωσάμεθα. ἄλλαις γὰρ ὀρέξεσιν ἄλλοι προσπάσχομεν, οὐδὲ χαίρομεν ἅπαντες ὁμοθυμαδὸν ταῖς αὐταῖς. εἰ γὰρ τοῦτο ἦν, εἴχομεν ἂν καὶ πρὸς Θεοῦ καὶ πρὸς ἀλλήλων τὸ ἀνεπέγκλητον ὡς ταῖς αὐταῖς ἡδοναῖς τε καὶ γνώμαις ἀναγκαστῶς ἐπιχαίνοντες.

Καὶ τῶν υἱέων μοι γοῦν ἡ δυάς, εἰ καὶ πατρὸς ἑνὸς προελήλυθεν, εἰς γνώμας διαφόρους ἀπομερίζεται. καλοὶ μὲν γὰρ καὶ ἀμφότεροι καὶ ῥώμῃ σώματος καὶ εἴδους σεμνότητι καὶ φρενῶν βαθύτητι διαπρέποντες· καλλίων δέ μοι ὡς μάλιστα διαδείκνυται περὶ τὴν τῆς ἀρχῆς κυβέρνησιν ὁ ὑστερογενὴς Μανουήλ. ὁ μὲν γὰρ Ἰσαάκιος ἀκρόχολος πολλάκις παρέστη μοι καὶ ἀφ᾿ ἧς ἔτυχε προφάσεως παροξυνόμενος ἐν τῷ νοσεῖν ἀμετρίαν θυμοῦ, ὃς ἀπόλλυσι καὶ σοφοὺς καὶ δι᾿ ὃν μετ᾿ ἀβουλίας οἱ πλεῖστοι πράσσουσιν· ὁ δὲ σὺν τῷ λοιπῷ τῶν ἀρετῶν ὁρμαθῷ, ὧν οὐδ᾿ Ἰσαάκιος ἀπεξένωται, οὐδὲ τοῦ καλοῦ χρήματος ἀπῴκισται τῆς πραότητος, εὐμαρῶς ἐνδιδοὺς πρὸς τὸ χρήσιμον καὶ πειθήνιος λόγῳ δεικνύμενος. ἐπειδὴ τοίνυν ἀκακίᾳ μᾶλλον καρδίας, ᾗ καὶ Δαυὶδ ὁ βασιλεὺς καὶ προφήτης ἐκέκαστο, ἢ χειρὶ ψηλαφώσῃ τὸ ξίφος καὶ γνώμῃ λεπτουργούσῃ τὰ τῶν ἀρχομένων πλημμελήματα φιλοῦμεν ὑπάγεσθαι ἄνθρωποι, τὸν Μανουὴλ ἐς βασιλέα κατὰ τόδε προκέκρικα.

Δέξασθε τοίνυν τὸν μείρακα καὶ ὡς θεόχριστον ἄνακτα καὶ ὡς δι᾿ ἐπιψηφίσεως ἐμῆς βασιλεύοντα. ὅτι δὲ καὶ θεὸς αὐτὸν εἰς βασιλέα προώρισε καὶ προκέκρικε, τεκμήριον αἱ πολλαὶ προρρήσεις καὶ τὰ τῶν θεοφιλῶν ἀνδρῶν προθεσπίσματα, ἃ πάντα βασιλέα Ῥωμαίων τὸν Μανουὴλ προκατήγγελλον. τὸ δὲ καὶ τοὺς παρ᾿ ἐμοῦ προκριθέντας πρότερον εἰς τὸ ἄρχειν υἱέας μοι τεθνηκέναι, ἀπεῖναι δὲ καὶ τὸν κατὰ γένεσιν μετ᾿ ἐκείνους εἰς τὴν βασιλείαν καλούμενον Ἰσαάκιον, ποῦ θήσει τις; ἢ πάντως καὶ ταῦτα σύμβολα εἴποιμεν ἂν ἐναργέστατα τοῦ τὸν θεὸν οὐχ ἕτερον βούλεσθαι, τὸν δὲ Μανουὴλ τὰ σκῆπτρα τῶν Ῥωμαίων χειρίζεσθαι. εἰ δέ τις ἐθέλει σκοπεῖν, οὐδ᾿ ἐμὲ τὸν πατέρα ἐπόψεται δῶρον παντάπασι τῷ παιδὶ τὴν βασιλείαν βραβεύοντα καὶ τῇ διαδοχῇ τοῦ γένους τὸ ὅλον προσρέποντα, ἀλλὰ καὶ ἆθλον ἀρετῆς τὴν προχείρισιν αὐτῷ παρεχόμενον. ἴστε γάρ, ἴστε ὅσα καὶ παρ᾿ ἡλικίαν ἐν Νεοκαισαρείᾳ ἠρίστευσε καὶ τὴν κατὰ Περσῶν γενναίαν ἐκείνην ἐμβολὴν δι᾿ ἣν ὁ μὲν πατὴρ ἔγωγε ἠγωνίων περὶ τῷ φιλτάτῳ παιδὶ τὰ μέγιστα δεδιώς, τὰ δὲ Ῥωμαίων ἀνερρώσθη πράγματα.” Ταῦτα ὁ μὲν βασιλεὺς Ἰωάννης ἐφθέγξατο. ἡ δ᾿ ἐκκλησία ἐπικωκύσασα τοῖς εἰρημένοις τὸν Μανουὴλ ὡσεὶ κληρωτὸν εἴτε καὶ χειροτονητὸν ἀσμένως εἰς βασιλέα ἐδέξατο. ἔπειτα δὲ τὸν λόγον πρὸς τὸν παῖδα μετενεγκὼν ὁ πατὴρ καὶ τούτῳ παραινέσας τὰ σύμφορα ταινίᾳ διαδεῖ τῇ βασιλικῇ καὶ τὴν χλαμύδα ἐπενδύει τὴν περιπόρφυρον. ἐπὶ δὲ τούτοις συναθροισθέντα κατὰ πρόσκλησιν τὰ στρατεύματα βασιλέα Ῥωμαίων ἀνεῖπον τὸν Μανουήλ, ἑκάστου τῶν μεγιστάνων μετὰ τῆς οἰκείας τάξεως διακριδὸν ἐφισταμένου καὶ διατρανοῦντος τὴν εὐφημίαν τῷ νέῳ ἄνακτι. ἐφεξῆς δὲ καὶ τῶν θείων προτεθέντων λογίων, ἐπ᾿ αὐτῶν ἐμπεδοῦνται τῷ Μανουὴλ τὰ τῆς εὐνοίας καὶ πίστεως πρὸς παντός. ἦν δὲ ὁ τῶν δρωμένων τούτων εἰσηγητής τε ἅμα καὶ τελετάρχης ὁ μέγας δομέστικος, ἐκλῦσαι διανοούμενος ἐντεῦθεν καὶ διαχαλάσαι τοῦ μετεωρισμοῦ καὶ τῆς τάσεως τὰς τῶν φιλάρχων ἐφέσεις καὶ τὰς τῶν πλείστων ἀμβλῦναι συνδρομὰς πρὸς ἐνίους τῶν πρὸς γένους τῷ βασιλεῖ, οἳ τὴν πρεσβυγένειαν ὡς μέγα τι καὶ αἰδέσιμον προβαλλόμενοι καὶ τὸ κῆδος μεγεθύνοντες τὸ βασίλειον ἑαυτοῖς τὸ ἄρχειν ὡς ἀξιωτέροις ἀπένεμον.

Τούτων δ᾿ οὑτωσὶ τελεσθέντων ὁ βασιλεὺς Ἰωάννης μεθ᾿ ἡμέρας τὸν βίον ἐκλέλοιπε, βασιλεύσας ἔτη τέσσαρα πρὸς τοῖς εἴκοσι καὶ μῆνας ὀκτώ, ἀνὴρ καὶ τὴν ἀρχὴν ἄριστα διῳκηκὼς καὶ θεῷ εὐαρέστως βεβιωκὼς καὶ τὰ πρὸς ἦθος οὐκ ἔκλυτος οὐδ᾿ ἀκόλαστος κἀπὶ ταῖς δωρεαῖς τε καὶ δαπάναις μεταδιώξας μεγαλοπρέπειαν· καὶ δηλοῦσιν αἵ τε διὰ χρυσίνων πρὸς τοὺς τῆς πόλεως οἰκήτορας συχναὶ διαδόσεις καὶ τῶν ναῶν ὁπόσους καλλίστους καὶ μεγίστους ἐκ βάθρων ἐδείματο. ἀλλὰ καὶ δόξης ἐραστὴς ὑπὲρ ἄλλον ἅπαντα γεγονὼς τοῦ καταλιπεῖν ἐν τοῖς ἔπειτα μέγιστον ἑαυτοῦ ὄνομα τὰ πάντα τιμώμενος ἦν. τοσοῦτον δὲ καὶ τῆς τῶν οἰκείων εὐσχημοσύνης καὶ τοῦ αἰδήμονος τρόπου ἐξείχετο, ὡς καὶ κουρὰν περιεργάζεσθαι τριχὸς καὶ τὸ τοῦ ποδὸς σκύτος περιαθρεῖν, εἰ κατὰ λόγον καὶ πρὸς τὸ τοῦ ὑποδουμένου σχῆμα ὑπέρραπται. ἀργολογίαν δὲ καὶ σαπρολογίαν τὴν ἐπὶ κοινῆς ἀκροάσεως καὶ τὸ ἐν ἱματισμοῖς καὶ διαίταις ἄσωτον ὅσα καὶ λύμην τινὰ βιοφθόρον τῶν ἀνακτόρων ἀπεσάρωσε καὶ τὸν ἐμβριθῆ χαρακτηρίζων σωφρονιστὴν καὶ μιμητὰς ἑαυτοῦ τοὺς ὑπὸ χεῖρα εἶναι γλιχόμενος πᾶσαν ἀρετῆς ἰδέαν μετιὼν οὐκ ἀνίει. οὐ μὴν ταῦτά γε πράττων χαρίτων ἀπείχετο καὶ δυσξύμβλητος ἦν καὶ δυσπρόσιτος καὶ στυγνὸς τὴν ὄψιν καὶ συννεφὴς τὴν ὀφρὺν καὶ ἀεί πως ὑποσκυζόμενος· ἑαυτὸν δ᾿ ἐν τῷ προδήλῳ πάσης πράξεως ἀρίστης πίνακα προτιθείς, ἄγων σχολὴν τῶν ἐκτὸς καὶ τὸ περιορᾶσθαι ὑπὸ πλείστων ὅσα καὶ κώδωνα φλύαρον καὶ λάλον ἀποτρεπόμενος, καὶ κομψείαν σεμνὴν εἰσῳκίζετο καὶ τὸν εὐτράπελον οὐ παρέτρεχεν, οὐδ᾿ ἐπεῖχεν ἐπίπαν καὶ ἦγχε τὸν γέλωτα. ὀλίγα οὖν τοῦ ἐς ἄκρον ἀποσφαλεὶς ἐγκρατοῦς τε καὶ ἀσφαλοῦς καὶ τῶν πρὸς ἐντελῆ ἀκρίβειαν βραχέα διεκπεσὼν καὶ μηδένα διὰ ξυμπάσης αὐτῷ τῆς ἀρχῆς ἢ ψυχῆς στερήσας ἢ ἐς τὸ σῶμα ὁσονοῦν λυμηνάμενος ἐπαινετὸς ἐς δεῦρο παρὰ πᾶσι λελόγισται καὶ κορωνὶς ὡς εἰπεῖν τῶν ὅσοι Ῥωμαίων ἐκ τοῦ τῶν Κομνηνῶν γένους ὑπερεκάθισαν, ἵνα μὴ λέγοιμι ὡς καὶ πολλοῖς τῶν ἀνόπιν ἀρίστων τοῖς μὲν ἡμιλλήσατο, τοὺς δὲ καὶ παρήνεγκεν.


ΒΑΣΙΛΕΙΑ ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ
ΕΝ ΤΟΜΟΙΣ ΕΠΤΑ ΘΕΩΡΟΥΜΕΝΗ ΤΟΜΟΣ ΠΡΩΤΟΣ

Ἀναρρηθεὶς οὖν ὁ Μανουὴλ αὐτοκράτωρ εὐθέως τὸν μέγαν δομέστικον, ᾧ κλῆσις ἦν Ἰωάννης, Ἀξοῦχος δὲ ἡ ἐπίκλησις, ἐς τὴν βασιλίδα πόλιν ἐξέπεμψε, σὺν αὐτῷ δὲ καὶ τὸν χαρτουλάριον Βασίλειον τὸν Τζιντζιλούκην, εὖ μὲν καὶ τὰ κατὰ τὴν νέαν διαθήσοντας βασιλείαν καὶ προομαλίσοντας τὴν εἰσέλευσιν καὶ κατασκευασομένους ἔμπροσθεν αὐτῷ τὰ εἰσόδια, μετελευσομένους δὲ καὶ τὸν σεβαστοκράτορα Ἰσαάκιον τὸν ἐκείνου ταυτόαιμον. τὸν γὰρ αὐτοκράτορα δέος ὑπέθραττε, μήπως οὗτος τὸν τοῦ πατρὸς καὶ βασιλέως ἐνωτισάμενος θάνατον καὶ τὴν εἰς τὸν ἀδελφὸν τὸν νεώτερον τῶν σκήπτρων ἀκηκοὼς μετάθεσιν εἰς ἐναντίαν μοῖραν ἀποκριθῇ καὶ περὶ τοῦ τῶν ὅλων αὐτὸς εἶναι κύριος διαμιλληθῇ, ἅτε ἀπὸ γενέσεως εἰς τὴν διαδοχὴν τῆς βασιλείας καλούμενος καὶ κατὰ τὴν βασιλίδα πόλιν τότε παρὼν καὶ τῶν ἀνακτόρων ἐντὸς αὐλιζόμενος, ἔνθα τῶν χρημάτων αἱ σωρεῖαί εἰσιν ἀποκείμεναι καὶ τὰ τῶν κρατούντων γνωριστικὰ περιβλήματα.

Ὁ Ἰωάννης τοίνυν καταταχήσας τὴν πόλιν εἴσεισι καὶ τὸν Ἰσαάκιον ἀγνῶτα ἔτι ὄντα τῶν γενομένων αἱρεῖ καὶ τῇ μονῇ τοῦ Παντοκράτορος εἵργνυσιν, ἣ τὸν βασιλέα Ἰωάννην ἔσχε δομήτορα. καὶ ὁ μὲν μετὰ τὴν κατάσχεσιν τὴν τοῦ πατρὸς ἀναμαθὼν τελευτὴν καὶ τὴν τοῦ ἀδελφοῦ ἀνάρρησιν ἐνηχηθεὶς οὐκ εἶχεν ὅ τι καὶ διαπράξαιτο, δεινὰ πάσχειν λέγων καὶ πέρα δεινοῦ ξύμπαντος, καὶ ὡς ἐπαινετέα ἡ τάξις, ὑφ᾿ ἧς διακρατεῖται τὸ πᾶν. „ἀπῆλθέ” φησιν „Ἀλέξιος θανάτῳ πεσών, ὁ τῶν ἀδελφῶν πρωτότοκος καὶ τῆς πατρῴας ἀρχῆς κληροῦχος· ἐπηκολούθησε τούτῳ Ἀνδρόνικος τῷ προτέρῳ ὁ δεύτερος καὶ τὸν νεκρὸν εἰσάγων τοῦ ἀδελφοῦ διαπόντιον μετὰ βραχὺ καὶ οὗτος τὸν βίον μετήλλαξεν.” εἰς ἑαυτὸν τοίνυν τὰ τῶν Ῥωμαίων σκῆπτρα ὁρᾷ καὶ τῷ δικαίῳ αὐτός ἐστιν ἐγκρατὴς τῆς ἀρχῆς.

Ἀλλ᾿ ὁ μὲν τοιαῦτα μάτην ἐξετραγῴδει καὶ εἰκαίως ἦν πτερυγίζων κατὰ σαγηνευθὲν πτηνάριον· ὁ δὲ δὴ μέγας δομέστικος τῆς τῶν βασιλείων φυλακῆς ἐπιμεληθεὶς καὶ τῆς τοῦ βασιλέως Μανουὴλ παρὰ τοῖς ἀστοῖς ἀναγορεύσεως γράμμα ἐρυθροσήμαντον σφραγῖδί τε χρυσείᾳ καὶ σηρικῷ νήματι ἔμπεδον, κόγχης ἀναδεδευμένῳ αἵματι, τῷ κλήρῳ τοῦ Μεγάλου Νεὼ ἐπιδίδωσι, τυποῦν αὐτοῖς ἀργύρεα ἐτήσια κέρματα εἰς μνᾶς δὶς ἑκατὸν κορυφούμενα. ἐλέγετο δὲ καὶ ἑτέραν ἠρυθροδανωμένην βασίλειον γραφὴν ἐπιφέρεσθαι τὸν Ἀξοῦχον, διὰ χρυσίνων ταῦτα βραβεύουσαν· ἐπειδὴ γὰρ ὑπόνοιά τις τὸν κρατοῦντα ὑπέτρεχεν οὐκ ἀνεύλογος, μήπως ἢ αὐτὸς Ἰσαάκιος τῷ δῆθεν δικαιότερος εἶναι πρὸς τὴν ἀρχὴν ἐκ γενέσεως τὰ κατὰ τὴν πόλιν διαστασιάσειε πράγματα πατρῷον θάνατον καὶ ξυναίμου ὑστερογενοῦς ἐνωτισάμενος ἀναγόρευσιν, εἴτ᾿ οὖν ἡ ταῖς τῶν βασιλέων προβλήσεσί τε καὶ μεταθέσεσιν ἀεί πως ἐπεισερχομένη φιλοτάραχος καὶ νεωτεροποιὸς τῶν πλείστων ἔφεσις οὐκ εὔοδά οἱ τῷ νέῳ ἄνακτι καὶ ἀκίνδυνα τὰ κατὰ τὴν βασιλείαν διάθοιντο, διὰ τοῦτο πρὸς ἀμφιρρεπῆ κατάστασιν τοῦ καιροῦ διπλᾶ τῷ Ἰωάννῃ φιλότιμα θεσπίσματα ἐγχειρίζεται. τὸ δὲ κατὰ ῥοῦν προβῆναι τὰ τῆς ἀποστολῆς καὶ ὡς οὐκ ἦν τῷ πεπομφότι καὶ ἀφιγμένῳ διανοήσασθαι κάλλιον ἢ ἐπεύξασθαι συνέσχε μὲν τὸ βραβεῦον τὰ χρύσεα, ἐξέφερε δὲ τὸ χορηγοῦν τὰ ἀργύρεα.

Καὶ οἱ μὲν οὕτω τὴν βασιλικὴν προπαρεσκεύασαν εἴσοδον. ὁ δὲ βασιλεὺς τὰ ὅσια τῷ πατρὶ ἐκτελέσας καὶ ταῖς ναυσὶ τὸ σῶμα ἐνθέμενος, αἳ τῷ Πυράμῳ ποταμῷ ἐνωρμίζοντο, ὃς Μοψουεστίαν λιπαίνων θαλάσσῃ προσπλέκεται, τά τε κατ᾿ Ἀντιόχειαν, ὡς ὁ καιρὸς ἐνεδίδου, καταστησάμενος, ἀπάρας τῆς τῶν Κιλίκων διὰ τῆς ἄνω καλουμένης Φρυγίας ἐπεπορεύετο· ὅτε καὶ ὑπὸ Περσῶν ἑάλωσαν καὶ πρὸς τὸν Ἰκονίου τηνικαῦτα κρατοῦντα Μασοὺτ ἀπηνέχθησαν ὅ τε πρὸς πατρὸς τῷ Μανουὴλ ἐξάδελφος, ὁ Κομνηνὸς δηλονότι Ἀνδρόνικος (οὗτος δὲ καὶ ὕστερον Ῥωμαίων κατετυράννευσε), καὶ ὁ Δασιώτης Θεόδωρος, ᾧ εἰς γαμετὴν Μαρία ἥρμοστο, ἣν ὁ τοῦ Μανουὴλ κασίγνητος ὁ σεβαστοκράτωρ Ἀνδρόνικος ἔτεκε. κατὰ γὰρ θήραν ἀγρίων τῆς ὁδοῦ ἐκτραπόμενοι, ἧς τὸ στράτευμα εἴχετο, ἔλαθον ἐμπεσόντες πολεμίων χερσί, καὶ θηρᾶν ἐπιβαλόμενοι κνώδαλα θηρευταῖς ἀνθρώπων περιπεπτώκασι. τότε μὲν οὖν ὁ βασιλεὺς μὴ πράξεσιν ἑτέραις τὸν νοῦν ἐφιστᾶν δυνάμενος, ἀλλὰ τῆς προκειμένης ἅπας γινόμενος καὶ ταύτης καὶ βραχύ τι γοῦν ἀποσχέσθαι κρίνων ἀσύμφορον, οὐδὲ τῶν κατὰ τοὺς ἄνδρας τούτους ὡς ἔδει πεφρόντικεν ἢ βασιλικῶς αὐτοῖς ἐπήμυνε· μετέπειτα μέντοι ζωαγρίων ἄνευ ἐλύσατο καὶ τὸ πόλισμα τὴν Πρακάναν, ὃ δὴ τῆς Σελευκείας ἐχόμενα ἵδρυται, Ῥωμαίοις ἐπανεσώσατο παρὰ Περσῶν πορθηθέν.

Ὡς δὲ τὴν βασιλίδα πόλιν ἐπεφθάκει ὁ Μανουήλ, ἀσμένως παρὰ τῶν ταύτης οἰκητόρων προσδέχεται, τοῦτο μὲν ὡς τὴν πατρῴαν βασιλείαν παρειληφώς, τοῦτο δ᾿ ὅτι καὶ παρὰ πᾶσιν ἀσπάσιος ἦν, ἐπεὶ κἀν τῷ οὔπω ἀκριβῶς μείρακι τὴν σύνεσιν ἔσωζε τῶν καταγηρασάντων ἐν τοῖς πράγμασι πλείονα, πολεμικός τις καὶ φιλοκίνδυνος κἀν τοῖς δεινοῖς ἀκατάπληκτος καὶ μεγαλόφρων δεικνύμενος καὶ πρὸς μάχας τελῶν ὀξύρροπος. ἐπέπρεπε δὲ καὶ χάρις ἐπὶ τοῦ προσώπου τῷ νεανίᾳ καὶ τῷ τῆς ὄψεως ὑπομειδιῶντι τὸ ἐπαγωγὸν ἐπεσύρετο, εὐμήκης ὢν τὴν ἡλικίαν, κἂν ἐπένευέ τι τοῦ ἰθυτενοῦς μέτριον. τὴν δὲ χροιὰν οὔτε κατὰ τοὺς σκιατραφουμένους λευκὸς ἦν καὶ χιονώδης, οὔτε μὴν ἄγαν καπνηρός, ὡς οἱ πολὺν τὸν ἥλιον ἐπὶ τοῦ προσώπου δεξάμενοι καὶ οὓς παρέβλεψαν ἀκτῖνες θερμότεραι, ἀλλὰ τῆς λευκῆς θέας ἀναχωρῶν, τῷ δὲ μέλανι προσεγγίζων χρώματι εὐπρεπείας καὶ οὕτως εἴχετο.

Διὰ ταῦτα τοίνυν ὑπτίαις ἀγκάλαις περιχυθέντων τῶν πολιτῶν, εἴσεισιν ἀσμένως τὰ βασίλεια πλατέσι καὶ ἀνεωγόσι περικροτούμενος στόμασιν. ἐν δὲ τῷ παριέναι μεθ᾿ ἵππου Ἄραβος ἐριαύχενος τὰ ἀνάκτορα καὶ μέλλειν εἰσιέναι διὰ τῆς πύλης, μεθ᾿ ἣν ἡ ἐκ τῆς ἕδρας ἀπόβασις ἐφεῖται μόνοις τοῖς αὐτοκράτορσιν, ὁ ἵππος, ὃς ἦν τὸν βασιλέα ὀχῶν, ἐς ἀκουστὸν χρεμετίσας καὶ συχνὰ κόψας ἄκραις ὁπλαῖς τὸ δάπεδον εὐήνιά τε προποδίσας καὶ περιδινηθεὶς ἀγέρωχα ὑπερέβη ὀψέ ποτε τὸν οὐδόν. ἀγαθὸν οὖν ἔδοξε τοῦτο τοῖς συνιοῦσι κομψοῖς ἐπεισόδιον, καὶ τούτων μάλιστα οἳ περικεχήνασιν οὐρανόν, τὰ δ᾿ ἐν ποσὶ μόλις ἔχουσι διορᾶν, καὶ διὰ τῶν ἱππείων σχηματισμῶν καὶ συχνῶν περιελιγμάτων μακραίωνα περιτελλομένην ζωὴν τῷ αὐτοκράτορι ἀπεφοίβαζον.

Θύσας οὖν τὰ ἀναγορευτήρια θεῷ καὶ ἐπιβατήρια σκέπτεται περὶ τοῦ τὸν πατριαρχικὸν κληρωσομένου θρόνον καὶ τοὺς τῆς ἐκκλησίας χειρισομένου οἴακας καὶ ταινιώσοντος αὐτὸν ἐπὶ νεὼ Κυρίου τῷ αὐτοκρατορικῷ στεφανώματι· ὁ γὰρ Στυπῆς Λέων θανάτῳ ἐξ ἀνθρώπων ἐγένετο. κοινοῦται οὖν τὰ τῆς γνώμης τοῖς ἐκ τοῦ καθ᾿ αἷμά οἱ σεμνώματος καὶ τοῖς ἐκ τῆς συγκλήτου βουλῆς καὶ ὅσοι τοῦ βήματος ἔντροφοι· καὶ πολλῶν εἰς τὴν μεγίστην ἀρχιερατείαν ἐγκρινομένων, ἡ νικῶσα ψῆφος καὶ τῶν ἁπάντων σχεδὸν πρὸς τὸν ἀπὸ τῆς μονῆς τῆς Ὀξείας ῥέπει μοναχὸν Μιχαήλ· οὗτος γὰρ καὶ ἀρετῇ περιώνυμος ἦν καὶ τῆς ἡμετέρας ἐν μεθέξει παιδεύσεως.

Προβληθεὶς οὖν ὁ Μιχαὴλ πατριάρχης ἐξ αὐτῆς τὸν χρίσαντα χρίει τὰ ἱερὰ ἐσαφικόμενον μέλαθρα. συμβαίνει δὲ τῷ βασιλεῖ καὶ ὁ ἀδελφὸς Ἰσαάκιος καὶ ὑπὲρ δόξαν τὴν τῶν πολλῶν ἀντεδίδοσαν ἀλλήλοις τὼ ἀδελφὼ τὴν εὔνοιαν. ἦν δὲ ὁ Ἰσαάκιος διὰ τὸ εἰς χόλον εὐέμπτωτον καὶ τὸ ἐκ μικρᾶς πολλάκις αἰτίας ἐς κολάσεις ὑπερόγκους διαρριπίζεσθαι δυσξύμβλητος τοῖς πολλοῖς. ἔτρεφε δὲ καὶ τὸ ψοφοδεὲς ἀγεννές, καὶ ταῦτα τηλίκος ὤν, καὶ ἀνδράσιν ἀνόμοιον. ἦν οὖν ὁ βασιλεύτατος Ἰωάννης ὁ τούτου πατὴρ καὶ κατὰ τοῦτο παρὰ πᾶσι μακαριστὸς καὶ τῆς ἀοιδίμου λήξεως καὶ δι᾿ εὐφήμου κείμενος μνήμης, ὅτι τὸν Μανουὴλ εἰς τὸ κρατεῖν καὶ βασιλεύειν ὑπὲρ αὐτὸν ἐδικαίωσεν.

Τοῦ δὲ Μασοὺτ τὰ πρὸς ἕω ληϊζομένου καὶ κατατρέχοντος, ἔξεισιν ὁ Μανουὴλ κατ᾿ αὐτοῦ. καὶ δὴ γεγονὼς κατὰ τὰ Μελάγγεια τοὺς ἐκεῖσε Πέρσας μετῆλθε· πρὸς δὲ τῆς τῶν Μελαγγείων φυλακῆς τε καὶ ἀνακτίσεως ἐπιμεληθεὶς εἰς τὴν βασιλεύουσαν ἐπάνεισι πόλιν, νόσῳ προσπαλαίσας πλευρίτιδι.

Ἀλλὰ καὶ τὸν τῆς Ἀντιοχείας πρίγκιπα Ῥαϊμοῦνδον μετιέναι δεῖν οἰηθείς, ταῖς Κιλικίαις ἐπιφυόμενον πόλεσιν, αἳ Ῥωμαίοις ἦσαν κατήκοοι, στρατιὰν ἔπεμψεν, ἡγεμόνας αὐτῇ ἐπιστήσας τοὺς ἀδελφόπαιδας Κοντοστεφάνους, τόν τε Ἰωάννην καὶ τὸν Ἀνδρόνικον, καί τινα Προσοὺχ οὐκ ἄϊδριν τὰ πολέμια· καὶ νῆας δὲ προσεπεπόμφει μακράς, ὧν ἡγεῖτο Δημήτριος ὁ Βρανᾶς.

Ἀμέλει καὶ τῶν κακῶς ἐκεῖσε πασχόντων πόλεων καὶ φρουρίων δεούσης ἐπικουρίας τετυχηκότων, κατὰ Περσῶν ἐκστρατεύειν αὖθις προέθετο· ἤδη γὰρ οὗτοι τὰ περὶ τὸν Πιθηκᾶν ἐρύματα ὑπαγαγέσθαι σπεύδοντες καὶ τῷ θέματι τῶν Θρᾳκησίων ἐμβάλλοντες τὰ ἐν ποσὶν ἐληΐζοντο. ὑπερβὰς τοίνυν Λυδίαν καὶ ταῖς κατὰ Φρυγίαν καὶ Μαίανδρον ποταμὸν ἐπιστὰς πόλεσιν αὐτάς τε τῶν ἐπηρτημένων κινδύνων ἀπήλλαξε καὶ τοὺς Πέρσας φοβήσας ἐδίωξε. γενόμενος δὲ κατὰ τὸ Φιλομίλιον κἀκεῖσε τοῖς Τούρκοις προσέμιξεν· ἔνθα καὶ τὸν τοῦ ποδὸς ἐτοξεύθη ταρσὸν παρὰ Πέρσου τινὸς καταβληθέντος μὲν ὑπὸ βασιλέως τῷ δόρατι, ἐν δὲ τῷ ἀνατραπῆναι τὸ βέλος ἐπαφέντος κατὰ τοῦ πέλματος. δόξας δὲ παρ᾿ αὐτοῖς φοβερὸς εἶναι τὰς πράξεις καὶ εὔτολμος καὶ τοῦ πατρὸς Ἰωάννου φιλοκινδυνότερος οὐχ ᾑρεῖτο γενέσθαι παλίνστροφος, οὐδ᾿ ἐπείθετό οἱ τοῖς συμβουλεύουσι μνησθῆναι καὶ νόστου ποτέ, μήπως ἐπισυστάντες οἱ Πέρσαι ὡς ἤδη περὶ τῶν ὅλων ἀπογινώσκοντες κακῶς τὸ καθ᾿ αὑτὸν διάθωνται στράτευμα.

Ἀμέλει καὶ τὸ πρόθυμον ἐπιτείνας ἐς αὐτὸ τὸ Ἰκόνιον ἤλασεν. αὐτὸς μὲν οὖν ὁ Μασοὺτ μεταναστεύσας ἐκεῖθεν παρενέβαλεν εἰς τὰ Τάξαρα, ἅ ἐστιν ἡ πάλαι λεγομένη Κολώνεια· τῶν δὲ θυγατέρων αὐτοῦ μία τῶν τειχῶν ἄνω ἐκκύπτουσα, ἥτις καὶ συνῳκηκέναι ἐλέγετο τῷ ἐξαδέλφῳ τοῦ βασιλέως Ἰωάννῃ τῷ Κομνηνῷ, ὃν ὁ σεβαστοκράτωρ ἐγείνατο Ἰσαάκιος, κατὰ δὲ μικρολυπίαν τοῦ θείου καὶ βασιλέως Ἰωάννου τοῦ Κομνηνοῦ ἀποδρὰς τῷ Μασοὺτ προσερρύη, ὑπὲρ τοῦ πατρὸς καὶ σουλτάνου πιθανὸν ἐτίθετο τὸν ἀπόλογον. βασιλεὺς δὲ ἀγχοῦ τῶν περιβόλων τοῦ Ἰκονίου γενόμενος καὶ τὰ τείχη τῷ στρατῷ διαζώσας τόξα τε τείνειν ἐπὶ τὰς ἐπάλξεις τῇ νεολαίᾳ ἐνδοὺς καὶ τοῖς νεκροδόχοις σήμασιν ἐνυβρίζειν οὕτως ἐκεῖθεν ἐξώρμησε καὶ παλίμπους ἐφέρετο. ἐν δὲ τῇ ἀπάρσει λόχους ὑποκαθισάντων τῶν πολεμίων καὶ τὰ ἀμφιλαφῆ χωρία προειληφότων μείζους τῶν προτέρων ἀνερράγησαν πόλεμοι. ἐναγωνίως δὲ καὶ τούτων διῳκημένων ἐς τὴν βασιλεύουσαν πόλιν ἀνέζευξεν.

Ἠγάγετο δὲ γυναῖκα ὁ βασιλεὺς οὗτος ἐξ Ἀλαμανῶν, γένους τῶν ἐπὶ δόξης καὶ πάνυ λαμπρῶν. αὕτη μέντοι οὐ τοσοῦτον τοῦ σωματικοῦ κάλλους ἐφρόντιζεν, ὅσον τοῦ ἔνδον καὶ περὶ ψυχὴν ἐπεμέλετο. οὐκοῦν ἐξομνυμένη τὰ ἐκ τῶν κόνεων ἐπιτρίμματα καὶ τοὺς τῶν ὀφθαλμῶν ὑπογραμμοὺς καὶ τὸν πλάστην τὸν κάτωθεν καὶ τὸ τεχνικὸν ἀλλ᾿ οὐ φυσικὸν ἔρευθος καὶ ταῖς ἄφροσι τῶν γυναικῶν αὐτὰ ἐπιρρίπτουσα ταῖς ἀρεταῖς προσανεῖχε καὶ ὡραΐζετο. εἶχε δὲ τὸ μὴ ἐπικλινὲς ἐθνικὸν καὶ τὸ τῆς γνώμης ἐκέκτητο δυσμετάθετον. ὅθεν οὐδ᾿ ὁ βασιλεὺς προσεῖχεν αὐτῇ τὰ πολλά, ἀλλὰ τιμῆς μὲν καὶ δορυφορίας καὶ τῆς λοιπῆς λαμπροφορίας βασιλικωτάτης μετεῖχε, τὰ δ᾿ ἐς τὴν κοίτην ἠδίκητο. νέος γὰρ ὢν ὁ Μανουὴλ καὶ ἐρωτικὸς τῷ τε ἀνειμένῳ βίῳ καὶ ταῖς τρυφαῖς προσανέκειτο καὶ συσσιτίων καὶ κώμων ἐξείχετο καὶ ὅσα τὸ νεοτήσιον ἄνθος ὑπέβαλλε καὶ ἐμύουν οἱ πάνδημοι ἔρωτες διεπράττετο. καὶ πρὸς τὰς μίξεις ἀκάθεκτος ὢν καὶ πολλαῖς θηλυτέραις ἐπιθορνύμενος ἔλαθε καὶ δι᾿ ὁμογνίου τρυμαλιᾶς ἀθεμίτως ἐμπερονῶν. καὶ ἦν ἐκείνῳ μόλυσμα τὸ πραχθέν, διαλωβοῦν καὶ καταχέον ἀπρέπειαν, ὅσα καὶ ὄψεως χαριέσσης ἐκφυεῖσά που τοῦ προσώπου ἀκροχόρδων ἢ ἀλφῶν ἐξανθήματα.

Ἐμέλησε δὲ καὶ τῶν κοινῶν τῷ βασιλεῖ τῷδε πράξεων. καὶ τῶν μὲν δημοσίων εἰσφορῶν φροντιστὴν καὶ λογιστὴν μέγιστον τὸν ἐκ Πούτζης Ἰωάννην προβάλλεται καὶ αὐτός, ὥσπερ ὁ πατὴρ ἐκείνῳ καὶ βασιλεὺς πρότερον, ὄντα καὶ τοῦ δρόμου πρωτονοτάριον, μελεδωνὸν δὲ μεσεύοντα καὶ τῶν οἰκείων ὑποδρηστῆρα διαταγμάτων τὸν Ἁγιοθεοδωρίτην τίθησιν Ἰωάννην. καὶ ἦν ὁ μὲν τῷ προσώπῳ τοῦ βασιλέως ἀεὶ ὀπτανόμενος καὶ τὰ τούτου ἐντάλματα ὅσα καὶ ἐμφάσεις ἐκ κρείττονος μοίρας δεχόμενος, ὑπουργοῖς δὲ οὐκ ὀλίγοις τῶν γραφομένων καὶ λεγομένων ἐκέχρητο λογίοις ἀνδράσιν, ὅσοις ἡ αὐλὴ ἐνέβριθεν ἡ βασίλειος, πρὸ πάντων δὲ τῷ Στυππειώτῃ Θεοδώρῳ, περὶ οὗ δηλώσομεν ἐν τοῖς ἐφεξῆς.

Ἦν δὲ ὁ ἐκ Πούτζης Ἰωάννης δεινότατος τὰ δημόσια, φορολογίας παιπάλημα καὶ ἐπίτριμμα, καὶ τῶν μὲν ὄντων δασμοφορημάτων συζητητὴς ἀκριβέστατος, τῶν δὲ οὐκ ὄντων εὑρετὴς ἀπαράμιλλος. ἐξήσκητο δὲ καὶ τὸ ἦθος ὑπὲρ πάντας ἀδυσώπητον καὶ ἀμείλικτον. εὐκοπώτερον γὰρ ἄν τις ἀμειδῆ καὶ ἀγέλαστον πέτραν ἐμάλθαξεν, ἢ ἐκεῖνον ἐν τοῖς ἀβουλήτοις ὑπέκλινεν. ὃ δὲ τούτου θαυμασιώτερον, οὐ μόνον οὐκ ἦν δακρύοις ἄτεγκτος, σχήμασι δεητηρίοις ἀπροσκλινής, ἀργυρίου ἀτίνακτος ἑλεπόλεσι καὶ χρυσίου ἀγοήτευτος φαρμακεύμασιν, ἀλλ᾿ εἶχε καὶ τὸ δυσέντευκτον ὡς ἀπάνθρωπον. τὸ δὲ τοῖς τότε θυμαλγὲς καὶ δυσύποιστον, οὐδ᾿ ἀπόλογος ἦν παρ᾿ αὐτῷ καθαρῶς ἐφ᾿ οἷς ὁ προσιὼν προετίθετο, ἀλλὰ χαίρων τὰ πλεῖστα τῇ ἀφασίᾳ, ἐνιαχοῦ καὶ ἀπροσήγορον παρῄει τὸν παραβάλλοντα. τοσαύτην δ᾿ ἐκ βασιλέως ἰσχύν τε καὶ ἐξουσίαν περιεζώννυτο, ὡς ἃ μὲν ἠβούλετο τῶν βασιλικῶν θεσπισμάτων ἀποπέμπεσθαι καὶ διαρρηγνύειν, ἔνια δὲ καὶ τοῖς δημοσίοις ἐγγράφειν κώδιξιν.

Ὑποθήκῃ δὲ τοῦ ἀνδρὸς τούτου χρῆμά τι κοινωφελὲς καὶ ταῖς νήσοις πάσαις σωτήριον καὶ τοῖς πρώην βασιλεῦσι συντηρηθὲν ἀπαράβατον ὁ βασιλεὺς Ἰωάννης ἀξυμφόρως κατήργησε. τὰ γὰρ ἐκ τῶν πλευστικῶν ἐρανιζόμενα στρατειῶν, διαδιδόμενα πάλαι τῷ ναυτικῷ, εἰς τὸ ταμιεῖον οὗτος παρειπάμενος μετωχέτευσε καὶ τὰς ἀπὸ τῶν νήσων ἐκ τύπου παρεχομένας τριήρεις αὐτάνδρους μικροῦ κατεπόντωσε παραφάμενος. ὑποθέμενος γὰρ ὡς τὸ μὲν τῶν τριηρέων χρῆμα οὐκ ἀεὶ τῇ πολιτείᾳ καὶ τῷ κοινῷ ἐπιτήδειον, τὰ δ᾿ ὑπὲρ τούτων ἀναλώματα οὐκ εὐάγκαλα καὶ ἐπέτεια, καὶ δεῖν αὐτὰ μὲν τὸ ταμιεῖον ἐγκολπίζεσθαι, χρείας δ᾿ ἐνισταμένης ἐκ τῶν βασιλικῶν θησαυρισμάτων τὸν ὀψωνιασμὸν παρέχεσθαι τῷ ναυτικῷ, ἔδοξεν εἶναι ἀνδρῶν ὁ βέλτιστος καὶ τὴν φύσιν τῶν πραγμάτων ἠκριβωκὼς ὁ καταποντιστοῦ σκέμμα εἰσενεγκάμενος. τοῖς γὰρ ἁδροῖς τὸν βασιλέα ἐν τῷ ταῦτα εἰσηγεῖσθαι παρακέκρουκε δαπανήμασι καὶ αὖθις τῷ μετρίῳ τῆς καταβολῆς διακέχυκε. καὶ νῦν ἐκ τῆς κακοβουλίας ταύτης εἴτ᾿ οὖν σμικροπρεπείας θαλασσοκρατοῦσιν οἱ πειραταὶ καὶ κακῶς πεπράγασι ταῖς λῃστρίσιν αἱ παραθαλαττίδιοι Ῥωμαίων χῶραι καὶ ὡς ἂν κατεύξαιντο οἱ διάφοροι. εἰ δὲ καὶ τὸν στάχυν ἴσμεν τοῦ σπείραντος, ἀλλὰ καὶ τὸν ἀμήσαντα προσεπαιτιώμεθα, καὶ εἰ ὁ ἐμπρησμὸς τοῦ ἀνάψαντος, ἀλλὰ καὶ τοῦ κατασβέσαι δυναμένου, δρᾶσαι δέ τι τοιοῦτον ὅλως μὴ βουληθέντος.

Ἀλλ᾿ ἕως τότε φιλοδημόσιος λογιστὴς καὶ δεινὸς καὶ φειδωλὸς οἰκονόμος καὶ ὀβολοστατῶν ἀτεχνῶς δασμολόγος ὁ Ἰωάννης ἐδείκνυτο, ἕως ἀκαθαίρετον εἶχε τὴν δυναστείαν καὶ τὸ ποιεῖν ὅσα καὶ πρὸς βουλῆς ἀνεξέλεγκτον καὶ ὅσα βουλητὰ τούτῳ καὶ δυνατά. ἐπειδὴ δὲ μεθαρμοζόμενόν οἱ ἑώρα τὸ δύνασθαι καὶ τὸ εὐπαρρησίαστον παραιρούμενον καὶ ὑπορρέουσαν κατὰ βραχὺ τὴν ἰσχύν, οἷα καὶ ἑτέρων κρατυνομένων παρὰ βασιλεῖ κἀκ τοῦ ἄγαν ἐκκρουόντων καὶ περιτρεπόντων αὐτόν, μετῆρεν ἅπερ ἦν θέμενος ὅρια, καὶ δραπέτης τῷ καιρῷ καὶ τοῖς πράγμασι προσφυεὶς ἀμφοτέραις τούτων ἔχεταί τε καὶ περιέχεται. οὐκοῦν καὶ πρός τινα τῶν συνήθων εἰπὼν „ἄγε πλουτήσωμεν” ἑτεροίας γνώμης παντάπασιν γίνεται· καὶ τὴν ἐναντίαν ἐκ τοῦ παραυτίκα τραπόμενος λημματισμοῖς προσανεῖχεν ὡς ἄλλος τῶν τότε οὐδείς. καὶ ἐμβλέψας ἱλαρὸν τοῖς ὡς αὐτὸν ἀπαντῶσι καὶ εὐπροσηγόρως αὐτοὺς προσφθεγξάμενος, εἰ φέρουσι χρυσίον ἐγκόλπιον, περιεργότερον κατεσκέπτετο. καὶ γυναῖκα τῶν ἀπερριμμένων καὶ ἀπηνθηκυιῶν εὐγενῶν ἁρμοσάμενος καὶ παίδων ἀκούσας πατὴρ διένειμε τούτοις πλοῦτον βαθὺν καὶ ἀρκετὸν εἰς ἡδονάς. κίμβιξ δὲ ὢν εἰς ἄκρον καὶ γνίφων καὶ δυσγρίπιστος οὐδ᾿ ἄνω ἆραι τὰ βλέφαρα, πειρώμενον ἀναβλέψαι καὶ εἰς πτωχοὺς ἀτενίσαι, παρῆκε τὸν πλοῦτον, ἀλλὰ πεδήτην εἶχε διὰ παντὸς δεσμοῖς ἀρρήκτοις ἀλύτοις τε καὶ ἀπρόϊτον δήπου, ὅσα καὶ Δανάην ὁ πάλαι Ἀκρίσιος. καὶ σμικρολογίαν νοσῶν καὶ γλισχρότητα καὶ τὰ πεμπόμενα πολλάκις τῶν ἐδωδίμων ἀνέπεμπεν εἰς τὸ πωλητήριον· καὶ δεῖγμα, ὡς ἰχθύας σύακα καὶ λάβρακα, ὡς μὲν μεγίστους ὡς δὲ πίονας, παρά τινων αὐτῷ πεμφθέντας, τρισσάκις ἀπέδοτο καὶ τοσαυτάκις ἐναλλὰξ ἐωνημένους κατὰ χρείαν παρ᾿ ἑτέρων εἰσηνέγκατο. καὶ ἦσαν ἄντικρυς ἁλιεῖς οἱ ἰχθύες, ὃ πεπόνθασι δρῶντες, ὡς μὲν ἄγκιστρον χαλῶντες τὸ μέγεθος, περιτιθέντες δὲ τὴν πιμελὴν ὡς δελήτιον, καὶ οὕτω κατασπῶντες τοὺς παριόντας εἰς τὴν ἐκείνων εἰσοίκησιν.

Ἄλλοτε δὲ διημερεύσας ἐς τὰ ἐν Βλαχέρναις ἀνάκτορα κἀκεῖθεν πρὸς ὀψίαν ἐπαναλύων, ἐπεὶ θεάσαιτο παρὰ ταῖς καπηλίσι προβεβλημένην ἐνόδιον ἐδωδήν, ἣν ἡ κοινὴ διάλεκτος ἁλμαίαν ὠνόμασεν, ἠράσθη ζωμοῦ ἐμφορηθῆναι καὶ τῆς τοῦ λαχάνου σχίδακος ἀποτραγεῖν. εἰπόντος δέ τινος τῶν ὑπηρετουμένων, ὃς Ἀνζᾶς ὠνομάζετο, ὡς νῦν μὲν χρεὼν ἀνασχέσθαι καὶ κολάσαι τὴν ἔφεσιν, εὑρήσει δὲ καὶ κατ᾿ οἶκον γενόμενος ὃ ζητεῖ ὄψον παρατεθειμένον αὐτῷ εὐτρεπές, δριμὺ καὶ τιτανῶδες ἐμβλέψας πολὺς ἐνέκειτο σχέδην ἀποπλῆσαι τὸν ἔρωτα. ἀμέλει καὶ τὸ τρύβλιον ἁρπαλέως περιχυθεὶς ταῖς χερσὶ τῆς πωλητρίας ὀχούμενον, ὅπερ ἔστεγεν ἔνδον τὸ ἐκείνῳ ἐράσμιον ἔδεσμα, ἐγκύψας ἀμυστὶ καὶ χανδὸν ἐνεφορεῖτο τοῦ ζωμιδίου καὶ τῷ λαχάνῳ πολλάκις ἐνέχανε. καὶ οὕτως στατῆρα χάλκεον τοῦ κόλπου ἐξενεγκών τινι τῶν ὑπὸ χεῖρα παρέσχετο, ἐπισκήψας ἀναλῦσαι τοῦτον ἐς τέτταρας ὀβολούς, καὶ δύο μὲν καταθέσθαι τῇ ὀψοπώλιδι, τοὺς δὲ λοιποὺς ταχέως εἰσκομίσαι αὐτῷ.

Ἔστι δ᾿ ὅτε λαμπρὸς λαμπρῶς τὴν ἀγορὰν διϊὼν καὶ ὡς εἴθιστο γεραρώτερον καὶ πολυοχλίαν ἐπισυρόμενος ἱππείας ὁπλῆς ὠξυδέρκησε σιδήριον, ὃ δὴ ἐπὶ τριόδου παρέρριπτο. ἐπιστὰς τοίνυν ὡς εἶχε τῆς φαντασίας καὶ τοῦ τῶν πολλῶν κρότου ὁ ἶσα καὶ θεῷ κυδαινόμενος ἐπιτρέπει τινὶ τὴν τοῦ σιδήρου ἀνάληψιν. ἦν δὲ τοῦτο οὐκ ἐκκρουσθὲν ἱππείας ὁπλῆς, οὐδ᾿ εἰκῇ πως παρερριμμένον, ἀλλ᾿ ὑπὸ παιδίων ἀθυρόντων κατ᾿ ἀγορὰν καὶ τοὺς παριόντας διακινούντων ἐς γέλωτα πυρὶ κατανθρακωθὲν καὶ τῷ δαπέδῳ ἐνερεισθέν. ἀποβὰς οὖν ὁ ὑπηρέτης ἐξ ἐπιτάγματος τοῦδε τοῦ ἀνδρὸς καὶ τοῦ σιδήρου λαβόμενος διωλύγιόν τι ἀνεβόησε, κακῶς ἐς τὰς χεῖρας παθών. τὰ δ᾿ ἐπὶ τούτοις οἱ μὲν παῖδες ἦσαν ἐν καγχασμοῖς συμβρασσόμενοι τῷ παντὶ σώματι, οἱ δὲ συνοδοιπόροι ἐν μωκείᾳ καὶ θαύματι, εἰ οὕτω κἀπὶ τοῖς λεπτεπιλέπτοις γλισχρεύεται ὁ δυσγρίπιστος.

Οὐ καινὸν οὖν, εἰ θανὼν ὁ ἐς τοσοῦτον ἐρασιχρήματος οὐ μόνον οὐχ εὑρέθη χρημάτων ἀποθήκαις ἐνευθηνούμενος, ἀλλὰ καὶ γραμματέων καλαμῖδας ταμιουλκῶν στικτὰς χρώμασιν.

Εὐρόει δὲ καὶ τῷ Ἁγιοθεοδωρίτῃ Ἰωάννῃ τὰ διαβούλια, πλὴν τούτῳ ἡ ταχύπους τῶν πραγμάτων φορὰ καὶ ἀγχίστροφος ὑποσκελιστὴν ἐνδέξιον τὸν Στυππειώτην ἐφιστᾷ Θεόδωρον, ὃς συντρέχων ἢ ἀντιτρέχων τῷ Ἰωάννῃ καὶ μετὰ τοῦτον ἔχων τὰ δεύτερα οὐκ ἠνείχετο οὐδ᾿ ἠγάπα τοῖς παροῦσιν ἐφ<ικτ>οῖς, ἀλλὰ τῆς κορυφαίας γλιχόμενος καὶ περὶ τὴν ἀκρώρειαν λιχνευόμενος ὅλον πρὸς τὸ ἀνώτατον τὸν δρόμον ἐπέτεινε. καὶ δὴ καιροῦ λαβόμενος, καθ᾿ ὃν οὐκ ὀλίγα ξυνέπεσε τὰ διάφορα μεταξὺ ἀνδρὸς εὐγενοῦς, τοῦ Παλαιολόγου φημὶ Μιχαήλ, καὶ τοῦ Βαλσαμὼν Ἰωσήφ, ὃς γαμβρὸς ἦν τοῦ Ἁγιοθεοδωρίτου ἐπ᾿ ἀδελφῇ, ἐπέθετο κραταιότερον καὶ συντείνας ἐξοστρακίζει τοῦτον τῶν ἀνακτόρων ὡς ἀπὸ σκοπιᾶς οὐρανίου καὶ ὡς εἰς χῶρον ἐκσφενδονᾷ μυχαίτατον τὴν πραιτωρίαν ἀρχὴν τῆς Ἑλλάδος καὶ τῆς τοῦ Πέλοπος, εὖ τὰ ἐκεῖ διαθήσοντα καὶ τὰς τῶν εἰρημένων ἀνδρῶν διαλυσόμενον ἔριδας. οὐκοῦν ὁ μὲν ἐσκευαγώγει τὰ πρὸς τὴν ἔξοδον. ἡ δὲ τύχη μηδὲ καθαρῶς τὴν τούτου μετάβασιν ἀναμείνασα πρὸς τὸν Στυππειώτην μετεσκευάσατο καὶ προσπλακεῖσα, πῶς ἂν εἴποι τις, ἀσμένως καὶ χαριέστατα ταῖς καθ᾿ ὥραν ἐκλέϊζεν ἀναβάσεσι καὶ τὴν ἐκ δόξης εἰς δόξαν παρεῖχεν ὕψωσιν. καὶ τέλος τὸν μὲν εἰς τὴν τοῦ ἐπὶ τοῦ κανικλείου προβιβάζει μεγαλοπρεπῆ τιμὴν καὶ τὴν παρὰ τῷ βασιλεῖ μεγίστην οἰκείωσιν καὶ μείζοσιν ἑτέραις κατακυδροῖ προκοπαῖς, τὸν δ᾿ ἀγνωμονοῦσα καὶ βλωμοῦ ἄρτου τίθησι προσδεᾶ. καὶ οὐκέτι τὰ δεδογμένα μετήμειψεν ἢ ὅλως ἐσέπειτα μετηλλοίωσεν, ἀλλ᾿ ἔμεινεν ἡ ἀκροσφαλὴς ἐπὶ ταὐτοῦ τὸ καινότατον. τὸ δ᾿ ἀπὸ τοῦδε ἦγε τὰ πράγματα ὁ ἀνὴρ ὅδε ὡς ἠβούλετο, βαθυγνώμων ὢν καὶ πεπνυμένος καὶ ἐπίχαρις τὸ ἦθος καὶ πτηνὸς τὴν φρόνησιν. ᾑρεῖτο δὲ ὅσα ἐπέταττε βασιλεύς, ἐπέταττε δ᾿ οὗτος ὅσα ἐκεῖνος ἠβούλετο.

Ἦν δὲ τῷ τότε καὶ βασιλεὺς λημμάτων αἰσχρῶν ἐλεύθερος, θάλασσα φιλοδωρίας, ἐλέους ἄβυσσος, τῷ προσηνεῖ τοῦ ἤθους εὐέντευκτος καὶ τὴν βασίλειον ἀρετὴν ἀπαράμιλλος, ψυχὴν εἰσέτι ἄτεχνον ἔχων καὶ γνώμην ἀπερίεργον. ὡς γὰρ ἀπήγγελλον ἡμῖν οἱ τὴν ἡλικίαν προήκοντες, ἐπὶ τὰς πλαγίῳ λόγῳ ᾀδομένας χρυσᾶς ἔννας οἱ τότε ἦσαν παλινδρομήσαντες ἄνθρωποι καὶ σμήνει ἐῴκεσαν μελισσῶν ἐκ πέτρης γλαφυρῆς βομβηδὸν ἱπταμένων ἢ οὐδὲν τῶν ἐπ᾿ ἀγορᾶς εἱλουμένων διενηνόχασιν ὅσοι τοὺς βασιλικοὺς χρυσῶνας εἰσῄεσαν, ὁποίου δή τινος φιλοτιμήματος ἀπολαύσοντες, ὡς τοὺς περὶ ταῖς πύλαις συνθλίβεσθαι καὶ πράγματα παρέχειν καὶ λαμβάνειν ἀμοιβαδόν, τοὺς μὲν ἐπειγομένους εἰσιέναι, τοὺς δὲ τὴν ἔξοδον ἐπισπέρχοντας. ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν.

Ἦν δὲ καὶ ἄλλως τὰ κοινὰ ταμιεῖα τὸ κατ᾿ ἐκεῖνο καιροῦ ἐκ τούτου εἰς τοῦτο ἐξερευγόμενα καὶ κατὰ τὰς συναγωγὰς τῶν ὑδάτων πλημμύροντα καὶ παραπτύειν τι τῶν ἔνδον πρὸς τοὺς ἐκτὸς καὶ πενομένους ἐθέλοντα, ὅσα καὶ γαστὴρ ἐγγίζουσα τοῦ τεκεῖν καὶ βαρουμένη τῷ ὑπερτελείῳ τοῦ ἀχθοφορήματος· ἡ γὰρ μερίδα τῷ θεῷ καὶ τῷ δικαίῳ διδοῦσα φορολογία τοῦ βασιλέως καὶ πατρὸς τῷ βασιλεῖ Μανουὴλ καὶ τὸ μὴ τῶν δαπανημάτων ἄσωτον καὶ ἀκόλαστον εἰς σωρείας τὰ χρήματα ἐπεστοίβασε καὶ ὡς κάχληκας αὐτὰ συναγήοχεν. ἦν δ', ὡς ἔοικε, καὶ τὸ θεῖον ἐπευλογοῦν καὶ πληθῦνον αὐτὰ κατὰ τὸ τοῦ ἐπαγγέλματος ἀδιάπτωτον, ὃ καὶ λῆψιν οὐρανίου εἰσηγεῖται μισθοῦ καὶ τὴν εἰς τὸ πολλαπλάσιον ἀνταπόδοσιν.

Ἀλλ᾿ οὐ μόνιμα τῷ βασιλεῖ Μανουὴλ τὰ τῆς ἀρίστης ταύτης προθέσεως, ἀλλὰ βραχύχρονα καὶ ἐπίκηρα· ἐς γὰρ ἄνδρας ἐλάσας ἀρχικώτερόν τε ἥψατο τῶν πραγμάτων, τοῖς ὑπὸ χεῖρα οὐχ ὡς ἐλευθέροις, ἀλλ᾿ ὡς κληρωτοῖς θεράπουσι προσφερόμενος, καὶ τὴν τῆς φιλοδωρίας συνέστειλεν ἔκροιαν, ἵνα μὴ λέγοιμι ὡς εἰς τὸ παλίρρουν αὐτὴν ἐβιάσατο καὶ τὸν ἀναδασμὸν ἔστιν ὅτε καὶ ἐφ᾿ οἷς ἐδικαίωσεν, οὐκ ἐκ τοῦ γνωμικοῦ δ᾿ οἶμαι τοσοῦτον αἰτίου (χρὴ γὰρ ἐν τοῖς ἀδήλοις ῥέπειν πρὸς τὸ φιλάνθρωπον), ὅσον ἐκ τοῦ μὴ κοτύλης δεῖσθαι ψηγμάτων, ἀλλ᾿ ἄντικρυς πελάγους Τυρσηνικοῦ ἃς εἶχε διευρύνας ἐξόδους τῶν δαπανῶν, ὡς προϊὸν δηλώσει τὸ λέγειν μοι.

Ἀλλ᾿ οὕτω διακυβερνωμένῳ τὴν βασιλείαν τῷ αὐτοκράτορι νέφος πολεμίων ἐκ τῶν ἑσπερίων κλιμάτων ἐπισυστάν, τετριγὸς δεινὸν καὶ ὀλέθριον, ἐς τὰ Ῥωμαίων ἐνέσκηψεν ὅρια, ἡ τῶν Ἀλαμανῶν φημι κίνησις καὶ ἡ τούτοις συνεξάρασα μοῖρα ὁμογενῶν ἑτέρων ἐθνῶν· οἷς καὶ θήλειαι κατελέγοντο ὡς ἄρρενες ἐφιππάζουσαι καὶ ταῖς ἐφεστρίσιν οὐ συμβάδην τὼ πόδε διαχαλῶσαι, ἀλλὰ περιβάδην ἀναίδην ἐποχούμεναι καὶ κοντοφόροι καὶ ὁπλοφόροι κατ᾿ ἄνδρας ὁρώμεναι καὶ ἀνδρείαν στολὴν περικείμεναι, αἳ καὶ ὅλως ἀρεϊκὸν ἔβλεπον καὶ ὑπὲρ τὰς Ἀμαζόνας ἠρρένωντο. μία δὲ καὶ ὑπεξῄρετο παρ᾿ ἐκείναις καθάπερ ἄλλη τις Πενθεσίλεια, ἥτις ἐκ τοῦ στίζοντος χρυσοῦ καὶ περιτρέχοντος τὰς ὤας καὶ τὰ λώματα τοῦ ἐσθήματος Χρυσόπους παρωνομάζετο.

Αὐτὸ δὲ τὸ τῆς κινήσεως αἴτιον πρόφασιν τὸ κυριακὸν παρεῖχε κενήριον καὶ ἡ πρὸς τὰ εὐθέα τῶν σκολιῶν καὶ ἐπιβούλων παρόδων ἑτοιμασία τοῖς ἐκ τοῦ γένους ἐκείνοις εὐθὺ τῶν Ἱεροσολύμων ἐθέλουσιν ἵεσθαι. ἔφασκον δὲ καὶ κατὰ τὴν ἔξοδον ἐκείνην μηδέν τι περιττὸν ἐπισύρεσθαι, ἀλλ᾿ ἢ τὰ πρὸς ἐξομάλισιν τῶν τρίβων ἀναγκαιότατα καὶ μόνα ἐπάγεσθαι. διὰ τούτων δὲ παρυπέφαινον οὐ πτύα καὶ τύκια καὶ σκαπάνας, θυρεοὺς δὲ καὶ θώρακας καὶ φάσγανα καὶ εἴ τι ἄλλο πρὸς πόλεμον ἐπιτήδειον. καὶ τοῦτο μὲν τὸ παρορμῆσαν ἐκεῖνοι προυβάλλοντο καὶ διώμνυντο. καὶ ἦν, ὡς ἐκ τῶν ὕστερον ἔδειξαν, οὐ κατεψευσμένα τὰ ὑπ᾿ ἐκείνων λεγόμενα.

Πέμψαντες δὲ πρεσβευτὰς ὡς διὰ φιλίας ᾐτοῦντο τὸν βασιλέα τὴν τῶν Ῥωμαίων παρελθεῖν καὶ ἀγορὰς αὐτοῖς παροδίους προτίθεσθαι, ἐξ ὧν ὠνήσονται καὶ ὅσοις ἄνθρωποι τρέφονται καὶ ἵπποις ξυμβέβληνται. ὁ δὲ βασιλεύς, ὡς εἰκός, ἐκ τοῦ παραχρῆμα διαταραχθεὶς τὴν ψυχὴν τῷ ἀέλπτῳ τοῦ πράγματος οὐκ ἀνῆκεν ὅμως τῶν συνοισόντων ἐπιμελόμενος· τοῖς τε πρέσβεσι διειλέχθη μετὰ προσηνείας τὰ πρόσφορα καὶ ἐπαινεῖν ὑπερβαλλόντως τὸ δρώμενον ὑπεκρίνετο καὶ ἄγασθαι αὐτοὺς τῆς εὐσεβοῦς προσεποιεῖτο προθέσεως. κἀκ τοῦ αὐτίκα δὴ μάλα ἑτοιμάσασθαι τὰ πρὸς διέλευσιν ἐπηγγέλλετο ἄφθονά τε εὐτρεπίσειν καὶ ἕτοιμα οὕτως λαβεῖν τὰ ὤνια ἰσχυρίζετο, ὡς εἴπερ οὐ δι᾿ ἀλλοτρίας, ἀλλὰ διὰ τῆς οἰκείας παρώδευον, ἂν δώσουσι μόνον ὅρκια πιστά, ὡς θεοφιλὴς αὐτοῖς ἡ δίοδος ἀληθῶς καὶ ὡς ἀμαχητὶ τὰ Ῥωμαίων ὅρια ὑπερβήσονται.

Ταῦτ᾿ οὖν, ὡς εἰκὸς ἦν, καταστησάμενος, ἁπανταχῇ διεκπέμπει βασίλεια διατάγματα προεκκεῖσθαι τὰ ζωαρκῆ τῶν ὁδῶν, καθ᾿ ἃς οἱ ἐξ ἑσπέρας στρατοὶ διελεύσονται· καὶ τῷ λόγῳ τὸ ἔργον ἐπηκολούθει. ὑποβλεπόμενος δὲ καὶ διεννοῶν, μή πως ἐν δέρματι προβάτων λυκιδεῖς ἔρχωνται ἢ ὄνῳ ὑποκρύπτωνται λέοντες ἀπεναντίας τῷ μυθικῷ διηγήματι ἢ τὴν λεοντῆν ξυνέχωσι τῇ ἀλωπεκῇ, τὰς Ῥωμαϊκὰς ἀθροίζει δυνάμεις, συνδιασκέπτεται κοινῇ περὶ τῶν κοινῶν, τὸ πλῆθος τῶν παρελευσομένων στρατῶν διέξεισι, τῆς ἵππου τὸ πολὺ καταλέγει, τὸ ὁπλιτικὸν ὅσον διασαφεῖ, τῆς πεζεταίρας μοίρας παρίστησι τὸ μυρίανδρον, τὸ πάγχαλκον περιλαλεῖ καὶ τὸ φόνιον, τὸ πῦρ τῶν ὀμμάτων ἅπαντας βλέπειν καὶ τοῖς αἵμασιν ἐπαγάλλεσθαι ὡς οὐδὲ ῥαντισμοῖς ὑδάτων ἕτεροι. οὐ ταῦτα δὲ μόνον τῇ γερουσίᾳ καταγγέλλει καὶ τοῖς τέλεσι καὶ στρατεύμασιν, ἀλλὰ καὶ ὅσα ὁ ἐκ Σικελίας τύραννος, ὥσπερ θὴρ ἐνάλιος, κατὰ τῶν παραθαλαττίων χωρῶν διαπράττεται, τὴν ἅλμην τύπτων τοῖς ἐρετμοῖς καὶ ταῖς Ῥωμαϊκαῖς ἐνορμιζόμενος κωμοπόλεσι καὶ κείρων τὰ ἐν ποσὶ κατὰ πολλὴν τοῦ ἐπαμύνοντος ἐρημίαν. καὶ δὴ τὰς μὲν πυργοβάρεις ἐπισκευάζει τῆς πόλεως καὶ τίθησιν εὐερκέα τὴν ὅλην τοῦ περιβόλου περίμετρον, τῇ δὲ στρατιᾷ χιτῶνας φολιδωτοὺς χορηγεῖ κοντοῖς τε καθοπλίζει χαλκήρεσι καὶ ἵπποις δρομικοῖς διεγείρει τὸ φρόνημα καὶ χρημάτων ἐπιρρώννυσι διαδόσεσιν, ἃ νεῦρα τῶν πραγμάτων ἀρίστως τῶν πάλαι τις κατωνόμασε.

Καὶ οὕτω σὺν θεῷ συλλήπτορι καὶ τῇ πολιούχῳ μητροπαρθένῳ ὡς ἐνῆν δυσμαχώτατα θέμενος τὰ στρατεύματα, τὰ μὲν εἰς ἔρυμα συνέχει τῆς καλλιπόλεως καὶ τοῖς τείχεσιν ἐφιστᾷ, τοῖς δ᾿ ἐπισκήπτει τῇ στρατιᾷ παρέπεσθαι τῶν Ἀλαμανῶν, μὴ ἀφισταμένοις ἐπὶ πολύ, κἀκ τοῦδε εἴργειν τοὺς ἐκ τῶν Ἀλαμανῶν ἐς ἁρπαγὰς παρεξιόντας καὶ προνομάς, εἰρηνικῶς μέντοι καὶ μὴ πολεμικῶς.

Κατὰ μὲν οὖν τὴν ἀπωτέρω πορείαν οὐδέν τι ξυνηνέχθη ἀξιαφήγητον ἀμφοῖν τοῖς στρατεύμασιν. ὡς δ᾿ εἰς Φιλιππούπολιν οἱ Ἀλαμανοὶ παρενέβαλον, οὐδὲ κατὰ τὸν ἐκεῖσε μὲν σταθμὸν ἐς διαφορὰν ἀπεῖδον τὰ τάγματα· ὁ γὰρ τῆς χώρας ἀρχιερεὺς (ἦν δ᾿ οὗτος ὁ Ἰταλικὸς Μιχαήλ, ὁ καὶ λόγῳ πολὺς καὶ σοφίας ὁποίας εἴποι τις μέλημα κἀν ταῖς ὁμιλίαις τὸ ἦθος ἐπαγωγότατος καὶ λίθος ἄντικρυς Μάγνησσα) οὕτως ὑπηγάγετο τὸν ῥῆγα ταῖς τῶν λόγων ἐκθηλύνας ἴυγξι καὶ τῷ μέλιτι τῆς γλώττης κατεγοήτευσεν, ἀντιστρόφως μὲν οἷς ἐφθέγγετο, τοῖς δὲ Ῥωμαίοις ἐπωφελῶς τὴν γνώμην μεταμείβων καὶ κατὰ τὸν Φάριον Πρωτέα δραστηρίως μεταβαλλόμενος, ὡς ἐκ τῶν ὤτων ἀναρτῆσαι κατὰ τοὺς τῶν ἀμφορέων διακένους τὸν ὑψηλόφρονα καὶ σύσσιτον παραλαμβάνειν καὶ μεταδιδόναι προπόσεων· ὃς καὶ μετῄει ὠμοτάτως, αὐτῷ χαριζόμενος, τοὺς ἄνευ καταθέσεως ἀργυρίου τὰ σῖτα ὁθενοῦν παρεισάγοντας.

Ἐν δὲ τῷ μεθίστασθαι ἐκεῖθεν καὶ προβῆναι τὸν ῥῆγα τοῖς ἔμπροσθεν ἐκ τῶν κατ᾿ οὐρὰν Ἀλαμανῶν καὶ Ῥωμαίων δίκη μὲν τὰ πρῶτα παρρησιάζεται ὡς δῆθεν κακῶς πασχόντων τινῶν. εἶτα ἐξωθεῖ ταύτην ἡ φιλοτάραχος τῶν πολλῶν ἔνστασις καὶ τραχύνεται ταῖς βοαῖς. ταύταις ἐφομαρτεῖ τὸ παρρησιαστικὸν καὶ φιλόνεικον. ὁπλίζει τοῦτο τὰς χεῖρας εἰς πόλεμον. ἡ Ἐνυὼ ἐφέπεται καὶ τῆς Φυλόπιδος ξυλλαβομένης ἡ μάχη λαμπρῶς ἐκορθύετο. φιλαυξὴς δὲ οὖσα αὕτη καὶ ἀεὶ τῶν ἄνω ἐφιεμένη μικροῦ δεῖν ἐστήριξεν ἂν τὸ κάρη ἐς οὐρανόν, χαμαιβάμων οὖσα τὰ πρῶτα καὶ χθόνιος, εἰ μὴ ὁ ῥηθεὶς προφθάσας ἀρχιερεὺς τὸν ῥῆγα γινόμενον ἤδη παλίνστροφον καὶ πόλεμον πνέοντα τοῖς οἰκείοις θελκτηρίοις ἐμάλθαξε καὶ ἠρεμεῖν ἀνέπεισε παρὰ δόξαν ὅσα καὶ θῆρα βασιλικόν, ᾧ οὐχ ἕωλον τὸ ἑστίαμα, τῇ ἀλκαίᾳ ὑπονυσσόμενον καὶ πρὸς ἅλματα ἐξᾳττόμενον.

Ἐπεὶ δὲ καὶ κατὰ τὸ εὐερκὲς Ἀδριανοῦ πόλισμα τὰ στρατεύματα ξυνελέγησαν, ὁ μὲν ῥὴξ διὰ τῆς πόλεως ἐλάσας τῆς προκειμένης εἴχετο, νοσηλείᾳ δέ τις σώματος τῶν ἐξ αἵματος ἐκείνῳ περιπεσὼν κατὰ τὴν Ἀδριανοῦ ἐνηυλίζετο. Ῥωμαίων δέ τινες ἀνάρσιοι καὶ τὰς χεῖρας οὐκ εἰς ὁπλισμόν, λημματισμὸν δὲ μᾶλλον δεδιδαγμένοι, νυκτὸς ἐπιθέμενοι τῇ καταγωγῇ πῦρ τε ὑφάπτουσι καὶ τὸν ἄνδρα τοῖς ἐνοῦσι συγκαταφλέγουσι. τοῦτο μαθὼν ὁ Κορράδος (οὕτω γὰρ ὁ ῥὴξ ὠνομάζετο) ἐπιτρέπει τὰ τῆς ἀμύνης τῷ ἀδελφιδῷ Φρεδερίχῳ. ὁ δὲ καὶ ἄλλως ὢν φρονηματίας, τότε δὲ καὶ τῷ πάθει νενικημένος, ἐπαναστραφεὶς τό τε ἱερὸν σεμνεῖον τίθησι πυρὸς παρανάλωμα, ἐν ᾧ κατέλυεν ὁ Ἀλαμανός, καὶ τοὺς συλλαμβανομένους ὑπεδίκαζε θανάτῳ, ἐξέτασιν περὶ τῶν ἀπολωλότων χρημάτων ποιούμενος. καὶ τοῦτο μάχης παραίτιον γίνεται. ἀλλ᾿ ἐπεγέλασε καὶ πάλιν κουροτρόφος εἰρήνη τις, καὶ ἄλλων μὲν ἐκ τῶν ἐν τέλει Ῥωμαίων κατασβεσάντων τὸν πόλεμον, μάλιστα δὲ τοῦ Προσοὺχ ἐξηνυκότος τὸ πᾶν. οὗτος γὰρ τοῖς ποταμοῖς τὸν ἵππον ἀφείς, ᾧ ἔποχος ἦν, οἳ σύντρεις διὰ τῆς ἐκεῖσε λιθίνης γεφύρας διαυλωνίζονται, ὡς τὸν Φρεδερίχον παραγενόμενος ὀργίλως τε τοῦτον ἔχοντα κατεπράϋνε καὶ τῆς γνώμης μετακινεῖ.

Πάλιν οὖν σταθμοί τε ἦσαν εἰρηναῖοι καὶ παρασάγγαι φιλήσυχοι καὶ ἡ ἐς τὰ πρόσω δίοδος εὐδιάλλακτος.

Εἶχε τοίνυν μεθ᾿ ἡμέρας αὐτοὺς ἡ τῶν Χοιροβάκχων πᾶσα ἱππήλατος πηγνύντας στρατόπεδον, οὐ μὴν καὶ βάλλοντας χάρακα· τοῦτο γὰρ δι᾿ ὅλων ἦν αὐτοῖς τῶν σταθμῶν, πισύνοις οὖσι τοῖς παρὰ Ῥωμαίων ὅρκοις καὶ ταῖς ξυμβάσεσι. παραρρεῖ δὲ ταῖς ἐκεῖσε πεδιάσι ποταμὸς οὐ πλατὺς τὸ ῥεῖθρον, οὐ βαθὺς τὴν περαίωσιν, Μέλας τοὔνομα. ἀλλ᾿ οὗτος θέρους μὲν λειψυδρῶν ἐς χαράδραν συνάγεται τεναγώδη, ὅτι μηδὲ διὰ ψαμμώδους πρόεισι γῆς, ἀλλ᾿ ἐριβώλακος ἁπάσης καὶ μέλανος καὶ εἰς βαθεῖαν σχιζομένης ἀρόταις βουσὶν αὔλακα· χειμῶνος δ᾿ ἐφεστῶτος ἢ ῥαγδαίων ὑετῶν κατενεχθέντων ἐκ μικροῦ μέγιστος γίνεται καὶ προβὰς ἐς βαθυδίνην ἐκ πονηροῦ καὶ λακκαίου ἀνοιδαίνεται ὕδατος καὶ θαλάσσαις θέλων συνεξετάζεσθαι καὶ ποταμὸς οὐκέτ᾿ ἀνεχόμενος εἶναι εἰς φλοῖσβον τραχύνεται καὶ πλωτὸς ἐκ βατοῦ γίνεται καὶ διεκχεῖται εἰς πλάτος. ἀμέλει καὶ διαρριπιζόμενος πνεύμασιν εἰς κῦμα μετεωρίζεται κἀντεῦθεν ἄχνην ἀποπτύων καὶ τῇ γείτονι χέρσῳ ὑβριστὴς προσαράσσων πόνους παρασύρει γεωργῶν, ὁδοιπόρους ἐπέχει τῆς ὁδοῦ, καὶ ὡς ἐπίπαν εἰς χρῆμα ἐπάρατον σχεδιάζεται.

Τότε τοίνυν οὗτος ὁ χειμάρρους ἐξ ὑετοῦ πολὺς καὶ κατακλύζων φανεὶς καὶ νυκτὸς ἐκ τοῦ αἰφνηδὸν ὑπερπλημμύρας, ὡς εἴπερ αὐτῷ οἱ καταρράκται ἀνεῴγεσαν οὐρανοῦ, ἀπάγει τῆς παρεμβολῆς τῶν Ἀλαμανῶν οὐ μόνον ὅπλα καὶ ἵππεια φάλαρα καὶ ἐσθήματα καὶ εἴ τι ἕτερον αὐτοῖς ἐσκευαγώγει τὰ ὑποζύγια, ἀλλὰ καὶ ἵππους καὶ ὀρέας καὶ ἄνδρας ἱπποκορυστάς. καὶ ἦν τὸ θέαμα ἐλεεινὸν καὶ θέλον ἀτεχνῶς δάκρυα, ἄνευ πολέμου πίπτοντες, ἄνευ διώκοντος ἀναιρούμενοι. οὐδὲ τὸ τῆς ἡλικίας σταδιαῖον μικροῦ καὶ πελώριον, οὐδ᾿ ἡ μάχης ἀκόρητος δεξιὰ εἰς ἀποφυγὴν ἐπήρκεσεν αὐτοῖς τοῦ κακοῦ, ἀλλ᾿ ἔπιπτον ὡσεὶ χόρτος καὶ ὡσεὶ φορυτὸς εἰληθερὴς καὶ πόκος ἐρίου κοῦφος παρεσύροντο, καὶ ψαλμικῶς εἰπεῖν, τὰς τούτων ἀπῆρεν ὁ ποταμὸς οὗτος φωνὰς βαρβαρικῶς ἀλαλαζόντων καὶ μέλος ἐνδιδόντων ταῖς σκοπιαῖς καὶ τοῖς γηλόφοις, δι᾿ ὧν παρεσύροντο, ἄγριον ὁμοῦ καὶ ἀνήμερον καὶ οὐχ οἷον τὰ μελιχρὰ τῶν ποιμένων αὐλήματα, ὡς συλλογίζεσθαι τοὺς ὁρῶντας τὸ τηνικαῦτα συμβὰν μῆνιν ἀπὸ Θεοῦ ἄντικρυς εἰς τὸ τῶν Ἀλαμανῶν στρατόπεδον ἐπενσκήψασαν, εἰ οὕτως ἀθρόον ὕδατι κατεπόθησαν, ὡς μηδὲ τὰ ἑαυτῶν ἐκσώσασθαι δυνηθῆναι σώματα. ὕπνωσαν τοίνυν κατ᾿ ἐκείνην τὴν νύκτα οἱ μὲν εἰς θάνατον, οἱ δὲ ὧν εἶχον ἀφανισμὸν καὶ ἀπώλειαν. ὁ δέ γε ῥὴξ κατώδυνος ἐπὶ τῷ συμβάντι τούτῳ γενόμενος, καθυφεὶς δέ τι καὶ τοῦ κόμπου καὶ θαυμάσας, εἰ καὶ τὰ στοιχεῖα Ῥωμαίοις ὑπείκουσι καὶ θελήσασι μόνον ὑπενδιδόασι καὶ αἱ ὧραι παρὰ τούτοις ὅσα καὶ ὑπηρέτιδες δεῆσαν τὰ ἀλλήλων ἀντιπαρέχουσιν, ἄρας ἐκεῖθεν διεπορεύετο.

Ὡς δὲ καὶ εἰς τὴν πόλιν ἠγγίκει τὴν βασιλεύουσαν, εὐθὺς τὴν στρατιὰν εἰς τὸ ἀντιπέραν διαπορθμεύειν ἠναγκάζετο, κἂν ὑπερεφρόνει τὰ πρῶτα καὶ βλακευόμενος ἀπηναίνετο τὴν περαίωσιν, παρὰ τῇ ἑαυτοῦ κεῖσθαι γνώμῃ λέγων τὸ οὕτω δρᾶσαι καὶ μή, τῇ Περαίᾳ ἐναυλιζόμενος, ἥτις τοῦ Πικριδίου κατονομάζεται. ὅθεν ἅπας μὲν ἐρέτης, ἅπαν δὲ πορθμεῖον καὶ ἁλιὰς ξύμπασα καὶ ναῦς ἱππαγωγὸς τὴν τῶν Ἀλαμανῶν ἀμφεπονεῖτο διάβασιν. ὁ δὲ βασιλεὺς καὶ τοῦ πλήθους τῆς στρατιᾶς ἀπογραφέας ἐφίστησιν, ἀνὰ πᾶσαν ἀποτάξας ἀναγωγὴν τοὺς ἐκείνῳ σημανοῦντας τὴν κατ᾿ ἄνδρα περαίωσιν. ἀλλ᾿ ἦν τὸ πλῆθος ὑπερπεπαικὸς τὴν ἀπογραφήν, καὶ διὰ τοῦτο οἱ τῇ ὑπουργίᾳ ταύτῃ ἐφεστηκότες, ἀπειπόντες πρὸς τὸ πλῆθος, ἄπρακτοι ἐπανέλυσαν.

Οὕτως τοίνυν ἀγαπητῶς τοῖς Ῥωμαίοις ὡσεί τινος οὐρανίου δείματος ἀπαισίου τοῦ ῥηγὸς εἰς τὴν ἑῴαν λῆξιν διαβάντος, ἐφομαρτησάντων δὲ τούτῳ μετὰ βραχὺ καὶ ὅσοι τῶν ἐκ τοῦ γένους τῶν Φράγγων αὐτῷ συνανέβησαν, ὁ βασιλεὺς καὶ πάλιν τῆς αὐτῆς εἴχετο τῶν οἰκείων χωρῶν προμηθείας, ἧς καὶ πρώην ἐξήρτητο. οὐκ ἠμέλει δὲ καὶ οἷς οὗτοι τραφήσονται, ἀλλ᾿ ἐφ᾿ ὁδοῦ τὰ ὤνια καὶ αὖθις προυβέβληντο. ἐν μέντοι τοῖς τῶν χωρίων ἐπικαίροις καὶ ταῖς τῶν παρόδων στεναῖς λόχοι παρὰ Ῥωμαίων ἐφίζανον, δόξαν οὕτω τῷ Μανουήλ, καὶ οὐκ ὀλίγους ἐκ τῶν στρατοπέδων τούτων κατέκαινον. ἀλλὰ καὶ τὰς πύλας τῶν πόλεων ἐπιζυγοῦντες οἱ ἀστοὶ οὐκ ἀγορῶν τοῖς Ἀλαμανοῖς μετεδίδοσαν, σχοίνους δὲ τοῦ τείχους ἀποκρεμῶντες ἀνεῖλκον πρότερον τὸ ὑπὲρ τοῦ ἀποδιδομένου κατατιθέμενον τίμημα, ἔπειτα διαχαλῶντες ὅσον ἠβούλοντο, εἴτε ἄρτος ἦν τὸ πωλούμενον, εἴτε τι βιώσιμον ἕτερον, εἴων ἄθεσμα δρῶντες κατ᾿ αὐτῶν ἐπαρωμένους τὸν παντέφορον ὀφθαλμὸν ὡς μὴ χρωμένων σταθμοῖς δικαίοις μηδ᾿ οἰκτειρόντων αὐτοὺς ὡς ἐπήλυδας, μήτε τι κατατιθεμένων ὡς ὁμοπίστοις οἴκοθεν, μᾶλλον μὲν οὖν καὶ προσαφαρπαζόντων ἐκ τοῦ σφῶν φάρυγγος ὅσα πρὸς σύστασιν σώματος. οἱ δὲ χείριστοι τῶν οἰκητόρων καὶ ὅσοις τὸ ἀπάνθρωπον περιεσπούδαστο οὐδὲ τὸ βραχύτατον γοῦν διεχάλων, ἀλλὰ τὸ χρυσίον ἀναρειψάμενοι ἢ τὸ ἀργύριον ἀνιμησάμενοι καὶ τῷ κόλπῳ ἐνθέμενοι ἀφανεῖς ἦσαν, οὐκέτι ἐν τοῖς μεσοπυργίοις ἐποπτανόμενοι. εἰσὶ δ᾿ οἳ καὶ τοῖς ἀλφίτοις ἐμφύροντες τίτανον ἐποίουν τὰ σῖτα ὀλέθρια.

Τοῦτο δὲ εἰ μὲν ἀληθῶς ὁ βασιλεὺς ἐπέταττεν, ὡς ἐλέγετο, ἀκριβῶς οὐκ ἴσημι· παρηνομεῖτο δ᾿ οὖν ὅμως καὶ ἀνοσίως ἐπράττετο. ὃ δὲ τοῦ βασιλέως βούλευμα ἦν οὐκ ἀμφίλογον οὐδὲ ψεύδους παραπετάσματι σκιαζόμενον, ἀργύριον ἀδόκιμον εἰς νόμισμα κόπτεται καὶ τοῦτο προβάλλεται τοῖς ἐκ τοῦ τῶν Ἰταλῶν στρατεύματος ἀποδόσθαι τι θέλουσι. καὶ συντόμως εἰπεῖν, οὐδὲν ἀπῆν τῶν δεινῶν, ὃ οὐκ ἦν αὐτὸς ἐπιτεχνώμενος βασιλεὺς καὶ τοῖς ἄλλοις δρᾶν διακελευόμενος, ὡς ἂν εἴη ταῦτα καὶ τοῖς ἐξ αὐτῶν ὀψιγόνοις μνημεῖα δήπουθεν ἀνεξάλειπτα καὶ δέους σπέρματα τὴν κατὰ Ῥωμαίων ἐκτρέποντα κίνησιν.

Παρόμοια δὲ καὶ τοῖς Τούρκοις ἐπῆλθε ποιεῖν κατὰ τῶν Ἀλαμανῶν, τοῦ Μανουὴλ αὐτοὺς ἐπαλείφοντος γράμμασι καὶ διανιστῶντος εἰς πόλεμον. τοίνυν περὶ τὸν Βαθὺν ὑπερτερήσαντες, Μαμπλάνου τινὸς ἡγουμένου τοῦ σφῶν στρατεύματος, πολλοὺς διέφθειραν. ἐπεὶ δὲ καὶ τῇ μοίρᾳ ἐπέθεντο, ἣ τὴν Φρυγίαν παρώδευεν, εἰς κενὸν αὐτοῖς τὸ βούλευμα ἔσχασε καὶ τὸν ὄλεθρον ἑκουσίως κατὰ τῶν κεφαλῶν αὐτῶν, καὶ πόρρωθεν ὄντα, μετάπεμπτον ἀτεχνῶς ἐποιήσαντο καὶ εἰς βόθυνον κατώλισθον, ὃν ταῖς οἰκείαις χερσὶν ἐβάθυναν. τῷ τοι καὶ δέον ὂν μηδὲν παρενοχλοῦντας οὐχὶ λυπεῖν μηδ᾿ ἀναγκάζειν τὸ τοῦ θυμοῦ θηρίον ἀφυπνίζειν τῷ τέως κοιμώμενον ἢ πρὸς ἀνδροκτασίας διαρρενοῦν, οἱ δὲ εἰς φάλαγγας πυκνωθέντες καὶ ταῖς ὄχθαις ἐφεστῶτες τοῦ ποταμοῦ (Μαίανδρος οὗτος ἦν) οὐκ εἴων ὅλως τὰ Λατινικὰ στρατεύματα διελθεῖν. ἔστι δ᾿ οὗτος καὶ τὸν ἕτερον μὲν ἅπαντα χρόνον οὐ ῥᾴδιος ἁπανταχῇ τὴν περαίωσιν, τότε δὲ καὶ τέλεον ἦν ἄπορος, εἰς δίνας ἑλιττόμενος καὶ μεταχωρῶν εἰς στροφάλιγγας. ὅτε κἀκ τῶν πραγμάτων αὐτῶν αἱ δυσμικαὶ δυνάμεις ὑπέδειξαν ὡς αὐτῶν ἀνεχομένων αἱ φάλαγγες Ῥωμαίων εἰς προνομὴν οὐκ ἐξέκειντο καὶ αἱ τούτων πόλεις ἀδήωτοι παριππεύοντο οὐδὲ βοσκημάτων δίκην οἱ τούτων οἰκήτορες ἀναιρούμενοι ἐσφακέλιζον· ὡς γὰρ τῇ ὄχθῃ τοῦ ποταμοῦ προσάγοντος τοῦ ῥηγὸς οὔτε νῆες παρῆσαν ποτάμιαι, οὔτε γέφυρα πρὸς διάβασιν ἔζευκτο καὶ οἱ Τοῦρκοι ἀναμὶξ πεζοὶ καὶ ἱππεῖς ἐς τὸ ἀντιπέραν φαινόμενοι δῆλοι ἦσαν ἀκροβολίζοντες καὶ τὰ τοξεύματα διικνεῖτο τῶν παριόντων τὸν ποταμὸν καὶ ἐνέπιπτον εἰς τὸ τῆς φάλαγγος μέτωπον, τότε μὲν ὀλίγον ἐπαναγαγὼν ἀπὸ τῆς ὄχθης τοῦ ποταμοῦ στρατοπεδεύεται, ὅσον μὴ εἶναι βέλους ἐντός, καὶ ἐπιτάττει πάντας δειπνοποιήσαντας ἱπποκορυστὰς γενέσθαι καὶ τῶν ἁρμάτων αὐτῶν ἐπιμεληθῆναι ὡς ἐς νέωτα τοῖς Τούρκοις πολεμησείοντας πρωϊαίτερον.

Σκοταῖος τοίνυν διαναστὰς καὶ τοῦ ἡλίου μήπω τὸ ἅρμα ζεύξαντος αὐτός τε ὡς πρὸς πόλεμον ἔσταλτο καὶ ἡ λοιπὴ τὰ ὅπλα ἐνεδέδυτο στρατιά. καὶ οἱ βάρβαροι ὁμοίως διαπραττόμενοι καὶ αὐτοὶ παρετάττοντο τούς τε τοξότας τῇ ὄχθῃ παρέτεινον καὶ τὸ ἱππικὸν ὡς αὐτοῖς ἐδόκει παρεσκευάζετο καὶ τοῦ ἀκροβολίζειν εἴχοντο, εἴ ποτε προυχώρουν οἱ Ἰταλοὶ κατὰ τὸν ποταμόν· ὅτε καὶ τὰς τάξεις ἐπιπαριὼν ὁ ῥὴξ καὶ παρακλήσεις τοῖς σφετέροις ποιούμενος τοιάδε ἔφασκεν· „Ὅτι μέν, ὦ συστρατιῶται, ἡ ἡμετέρα αὕτη κίνησις διὰ Χριστὸν καὶ ὡς εἱλόμεθα τὴν προκειμένην μὴ τὴν ἐξ ἀνθρώπων ἀλλ᾿ ἐκ Θεοῦ δόξαν θηρώμενοι, ἴστε δήπουθεν καὶ ὑμεῖς ἅπας σαφῶς, πῶς γὰρ οὔ; οἳ τούτου ἕνεκα τοῖς μὲν ἐπ᾿ οἴκου ἐνευπαθεῖν ἀπειπάμεθα καὶ τῶν οἰκείων ἑκουσίως ἀπεξενώμεθα καὶ διὰ τῆς οὐκ ἐνδαπῆς παροδεύοντες θλίψεσι προσομιλοῦμεν, κινδύνοις παραβαλλόμεθα, λιμῷ τηκόμεθα, κρύει πηγνύμεθα, θαλπωρῇ ἐκλυόμεθα, κλιντῆρα ἔχομεν τὴν γῆν, στέγην τὸν οὐρανόν, οἱ εὐγενεῖς, οἱ εὐπάρυφοι, οἱ ἐπὶ δόξης καὶ πλούτου καὶ πολλῶν ἐθνῶν κυριεύοντες, τὰς δὲ πολεμικὰς σκευὰς ἐς ἀεὶ περικείμεθα ὥσπερ ἀκούσια δεσμὰ καὶ κάμνομεν αὐτὰς ἀνέχοντες ὡς ὁ τῶν ὀπαδῶν Χριστοῦ μέγιστος Πέτρος τὸ παλαιὸν ἁλύσεσι διτταῖς κακουχούμενος καὶ τέσσαρσι στρατιωτῶν τετραδίοις φρουρούμενος. ὅτι δὲ καὶ οἱ ὡς ἐν μεταιχμίῳ τῷ πορθμῷ τούτῳ ἀποδιιστάμενοι ἡμῶν βάρβαροι ἐχθροί εἰσι τοῦ σταυροῦ τοῦ Χριστοῦ, οἷς πάλαι νόμῳ πολέμου συμβαλεῖν ἐγλιχόμεθα καὶ ὧν τοῖς αἵμασι Δαυιτικῶς ἐπηγγελλόμεθα νίψασθαι, οὐδὲ τοῦτο φιλοκρινεῖν ἐθελήσει τις, εἰ μὴ προδήλως παρακοπεὶς τὸ φρονεῖν ὁρῶν ἄντικρυς οὐχ ὁρᾷ καὶ ἀκούων οὐδαμῶς ἐνωτίζεται.

Εἴπερ οὖν τῆς εὐθὺ τῶν ἀθανάτων μονῶν πορείας μέλον ὑμῖν (οὐδὲ γὰρ ἄδικος ὁ θεός, ὡς μὴ τὸ τῆς ὁδοῦ ταύτης ὁρᾶν αἰτιώμενον, μηδ᾿ ἀκηράτων μεταδιδόναι λειμώνων καὶ σκιερῶν ἐν τῇ Ἐδὲμ καταπαύσεων οἳ τὰ οἴκοι καταλιπόντες ἀνθειλόμεθα τοῦ ζῆν τὸ ὑπὲρ αὐτοῦ θανεῖν) καὶ εἰ μνήμη δέ τις ὑμᾶς ὑπεισέρχεται ἃ καθ᾿ ὥραν οἱ ἀπερίτμητοι οὗτοι τὴν καρδίαν εἰς τοὺς ἐκ τοῦ γένους παροινοῦσιν ἡμῶν καὶ οὓς αὐτοῖς ἐπιτρίβουσι κονδύλους ταῖς φρεσὶν ἀναφέρετε καὶ τοῦ ἐκκεχυμένου ἀνευθύνως αἵματος μαλάσσει τις ἔλεος, στῆτε γενναίως ἄρτι καὶ ἐρρωμένως διαγωνίσασθε. μηδέ τι δέος ἐκπλῆσσον ἐκκρουέτω τοῦ καθηκόντως ἀμύνεσθαι. γνώτωσαν ἀληθῶς οἱ ἀλλόφυλοι ὡς, ὅσον Χριστὸς ὁ καθηγητὴς ἡμῶν καὶ διδάσκαλος ὑπέρκειται προφήτου λαοπλάνου καὶ μυοῦντός σφας τὰ ἀπόβλητα, τοσοῦτον καὶ ἡμεῖς αὐτῶν κατὰ πάνθ᾿ ὑπερφέρομεν.

Ἐπεὶ οὖν παρεμβολὴ ἁγία ἡμεῖς καὶ στρατὸς θεόλεκτος, μὴ δὴ φιλοψυχήσωμεν ἀγεννῶς πρὸς φιλόχριστον καὶ ἀείμνηστον τελευτήν. εἰ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, πόσῳ ἡμεῖς τεθνάναι δι᾿ αὐτόν ἐσμεν δικαιότεροι; ἀγαθῆς ταυτησὶ πορείας ἀγαθὸν ἔστω καὶ τέλος ἐφομαρτοῦν. μαχεσώμεθα μετὰ τῆς ἐν Χριστῷ πεποιθήσεως καὶ τοῦ εὖ εἰδέναι ὡς τοὺς ἐχθροὺς τροπωσόμεθα, ὅτι μηδὲ δυσχερὴς ἡ νίκη γένοιτο οἷα μηδένων ὑποστησομένων τὴν προσβολήν, ἀλλὰ πάντων ἐνδωσόντων καὶ πρὸς τὴν πρώτην ὁρμήν. εἰ δ', ὅπερ ἀπείη, πεσούμεθα, καλὸν ἐντάφιον τὸ ὑπὲρ Χριστοῦ τελευτᾶν. βαλέτω με τοξότης Πέρσης ὑπὲρ Χριστοῦ· ἀφυπνωτέον μετ᾿ ἐλπίδων χρηστοτέρων εἰς θάνατον καὶ ὅσα ὀχήματι τῷ βέλει χρηστέον πρὸς τὴν ἐκεῖ κατάπαυσιν, ἀλλὰ μὴ θανὴ προαρπασάτω ἴσως ἀκλεὴς καὶ ἐφάμαρτος.

Ἤδη ποτὲ τισώμεθα τούτους, ὧν οἱ καθ᾿ αἷμά τε καὶ ὁμόπιστοι ποσὶ κεχραμένοις ὡς εἰς κοινὸν εἰσεληλύθασι τόπον τὸν ἱερόν, ἐν ᾧ νεκροῖς ὁμόσκηνος γέγονεν ὁ σύγχρονος πατρὶ καὶ ὁμόθρονος. ἡμεῖς ἐσμεν οἱ δυνατοὶ καὶ διεσπασμένοι πάντες ῥομφαίαν καὶ ὡς κλίνην περιέποντες Σολομώντειον τὸν ζωοδόχον τάφον καὶ θεοδέγμονα. τοὺς ἐκ τῆς Ἄγαρ τοίνυν τῆς δουλίδος ἐκποδὼν οἱ ἐλεύθεροι ποιησώμεθα καὶ ὡς λίθους προσκόμματος τῆς ὁδοῦ ἐξάρωμεν τοῦ Χριστοῦ, οὓς οὐκ οἶδ᾿ ὅπως Ῥωμαῖοι ὡς ἐπισφάγια ἑαυτοῖς ἐκτρέφουσι λυκιδεῖς καὶ τοῖς οἰκείοις ἀγεννῶς πιαίνουσιν αἵμασι, δέον ἀλκὴν ἀναλαβόντας καὶ λογισμὸν ἔμφρονος ἀνδρός, ὡς θῆρας ἐκ ποιμνίων, τῶν οἰκείων ἀπελάσαι χώρων καὶ πόλεων.

Ἐπειδὴ δὲ καὶ ὁ ποταμὸς οὗτος, ὡς ἔστιν ὁρᾶν, οὐκ ἄλλως περάσιμος, εἰ μὴ καινοτέραν ἀνοίξει τις πάροδον, αὐτὸς ἐγὼ καὶ τὸ κατὰ τοῦτον εἰσηγήσομαι γενησόμενον καὶ τοῦ εἰσηγηθέντος πρῶτος κατάρξομαι. ἐς ὁμαιχμίαν μίαν φραξάμενοι καὶ ταῖς χερσὶ δόντες τὰ δόρατα διεξιππασώμεθα σὺν ῥύμῃ τοῦ ποταμίου τοῦδε ῥεύματος καὶ ἐς αὐτὸ ἐμβάλωμεν μεθ᾿ ὁρμῆς· καὶ στήσεται, οἶδα σαφῶς, τὸ ὕδωρ ἀναχασθὲν καὶ τοῦ κατ᾿ εὐθυωρίαν ἀνακοπήσεται προρρέειν ὥσπερ ἐπαναστραφέν, καθὰ καὶ πάλαι ῥοῦς Ἰορδάνειος τῷ Ἰσραὴλ πεζευόμενος. καὶ εἴη ἂν τὸ ἔργον τοῦτο καὶ διανόημα τοῖς ὀψιγόνοις ἀοίδιμον, χρόνῳ μὴ διακοπτόμενον, οὐ λήθης ἐξίτηλον ῥεύματι, καὶ κατάγελως πλατὺς τῶν Περσῶν, ὧν τὰ κῶλα περὶ τουτονὶ πεσοῦνται τὸν ποταμὸν ἐς κολωνὸν αἰρόμενα καὶ ὡς τρόπαιον προφαινόμενα εἰς κλέος ἡμῶν αὐτῶν ἀθάνατον.” Τοιαῦτα παρακελευσάμενος καὶ τὰ σημεῖα τῆς μάχης ἀναδείξας αὐτός τε τὸν ἵππον ἐφῆκε, συχνὰ μυωπίζων τε καὶ ἐγκελευόμενος ὡς τὸν ποταμὸν μετὰ ῥύμης διαβησόμενος, καὶ οἱ λοιποὶ δὲ παιανίσαντες καὶ τὸ σύνηθες ἀλαλάξαντες ἐχώρουν ὁμόσε, πυργηδὸν ταξάμενοι καὶ πυκνώσαντες ἑαυτοὺς καὶ ἀθρόοι ἐξιππαζόμενοι, ὡς τοῦ ποταμίου χεύματος τὸ μὲν ἐς τὴν χέρσον ἐκτιναχθῆναι ταῖς τῶν ἵππων χηλαῖς, τὸ δὲ διακοπῆναι καὶ τῆς πρόσω στῆναι φορᾶς, ὡς εἴπερ εἰς ἀνάρρουν παρὰ φύσιν ἀνέλυεν ἢ καὶ εἰς τοὐπίσω ἀνεστοιβάζετο, αὐτοὺς δὲ ὡς διὰ ξηρᾶς ὑγροποροῦντας παρὰ δόξαν τοῖς Πέρσαις ἐπεισπεσεῖν. ὅτε καὶ μὴ ἔχον τὸ βάρβαρον φυγῇ τὴν σωτηρίαν ὑποκλέψαι γοῦν (διωκόμενοι γὰρ κατελαμβάνοντο, μηδὲ τῶν ἵππων αὐτοῖς ἐπαμυνόντων, κἂν ἦσαν ὠκύποδες καὶ ἐπ᾿ ἄκρων ἀνθερίκων μικροῦ θέοντες) ἢ ὁμόσε χωρεῖν τοῖς Ἀλαμανοῖς κατὰ μάχην ἀγχέμαχον, ἐκρεανομοῦντο ποικίλως καὶ ἐπ᾿ ἄλλῳ ἄλλος ἔπιπτον ὡς ἀστάχυες, εἴτ᾿ οὖν ὡς ῥᾶγες αἷμα τὸ ζωτικὸν ἀπεθλίβοντο τοῖς λογχηφόροις ληνοβατούμενοι. οἱ μὲν γὰρ δόρασι διηλαύνοντο, οἱ δὲ τοῖς τῶν ξιφῶν ἐπιμήκεσιν ἀπεχώρουν διχῇ διαιρούμενοι, καὶ μάλιστα τὸ ψιλὸν αὐτῶν καὶ γυμνὸν τοῦ στρατοῦ, οἱ δὲ τοῖς ξιφιδίοις παρασταδὸν οὐταζόμενοι ἀνετρέποντο, τὰς χολάδας τοῦ χαλκοῦ διεκχέοντος, ὡς τοὺς πεσόντας Πέρσας τὰ ἐκεῖσε καλύψειν πεδία τοῖς πτώμασιν ἀκριβῶς καὶ ὑπεράντλους τὰς φάραγγας θεῖναι τοῖς αἵμασι, τῶν δὲ Ἰταλῶν βληθῆναι μὲν ἀπὸ τόξων πολλούς, καταβληθῆναι δὲ καὶ ἀφυπνῶσαι βραχεῖς εἰς θάνατον.

Καὶ μαρτυροῦσι τὸ τῶν πεσόντων ἐς δεῦρο πολύποσον οἱ τῶν ὀστέων σωροὶ οὕτω συχνοὶ καὶ μετέωροι ὄντες καὶ κατὰ τὰ ἀνεστηκότα γήλοφα ἐπαιρόμενοι, ὡς θαῦμα κεῖσθαι καὶ ἄλλοις μὲν ὁπόσοι τῆς ἐκεῖσε φερούσης ἥψαντο, κἀμοὶ δὲ τῷ ταῦτα συγγράφοντι. ὁποῖαι μὲν οὖν ἦσαν τῶν θριγγῶν αἱ περίμετροι, οἳ τῶν Κίμβρων τοῖς ὀστέοις τὰς τῶν Μασαλιητῶν ἀμπέλους περιεφράγμωσαν Μαρίου τοῦ Ῥωμαίου τοὺς βαρβάρους καταστρεψαμένου, εἰδεῖεν ἂν σαφέστατα ὅσοι τὸ καινὸν ἐκεῖνο ἔργον ὀφθαλμοῖς διειλήφεσαν καὶ τοῖς λοιποῖς εἰς ἀκοὴν ὠτίου παρέπεμψαν· τὸ δὲ νῦν τοῦτο καὶ ὑπὲρ ἐκεῖνο δήπουθεν, εἴγε μὴ μεγαλοφωνία ἦν τὰ κατὰ Κίμβρους ἱστορικὴ τὴν φύσιν ὑπερφωνοῦσα καὶ εἰς μῦθον ἐκπίπτουσα.

Τὸ δ᾿ ἐκ τούτου ἀπόλεμος αὐτοῖς ἦν ἡ πορεία, οὐδένα τῶν βαρβάρων εἰς προὖπτον ἀντίπαλον φαίνουσα.


ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ

Καὶ τοιούτοις μὲν οἱ τῶν Ἰταλῶν παῖδες ἀγῶσιν ἐγγυμνασάμενοι τὴν Κοίλην Συρίαν κατέλαβον. ἐν ᾧ δὲ τὴν ἐπὶ τῶν Ἱεροσολύμων οὗτοι ἐβάδιζον, παρημειφότες μὲν τὰ Ῥωμαίων ὅρια, τῆς δ᾿ ἄνω Φρυγίας ἁπτόμενοι Λυκαονίας τε καὶ Πισιδίας, αἳ πάλαι μὲν Ῥωμαίοις ὑπέκειντο, νυνὶ δὲ ἀνεῖνται βαρβάροις καὶ δορύκτητοι παρ᾿ αὐτῶν καρπίζονται μαλακίᾳ πάντως καὶ οἰκουρίᾳ τῶν τὰ Ῥωμαίων διεπόντων πράγματα, μὴ περὶ πλείστου τιθεμένων μογεῖν καὶ προκινδυνεύειν ὧν ὑπερκάθηνται, ὁ αὐτοκράτωρ Μανουὴλ διεσκοπεῖτο, πῶς ἂν τοὺς Σικελοὺς μετελεύσεται, δίκην πραξάμενος ὧν ἀπανθρώπως εἰς Ῥωμαίους ἔπραξαν, τήν τε Κερκυραίων ἄκραν, ἣ νῦν ἐπικέκληται Κορυφώ, τῆς ἐκ τούτων ἀπαλλάξῃ φρουρᾶς.

Ὁ γὰρ δὴ τῆς Σικελίας τότε κρατῶν Ῥογέριος, εἴτε καθ᾿ ὁμολογίαν μετὰ τοῦ τῶν Ἀλαμανῶν προβᾶσαν ῥηγός, ὡς ἐλέγετο, εἴτε αὐθαιρέτως ὁρμώμενος, σύνδρομον ποιεῖται διὰ ταχυναυτουσῶν νηῶν τῇ τῶν Ἀλαμανῶν κινήσει τὴν τῶν παρακτίων Ῥωμαϊκῶν χώρων καταδρομήν. ἀπάρας τοίνυν ἐκ Βρεντησίου στόλος τῇ τῶν Κερκυραίων προσέχει καὶ ἀμαχεὶ καὶ ἐξ ἐφόδου ταύτην αἱρεῖ. τὸ δ᾿ αἴτιον οἱ τῆς χώρας οἰκήτορες, καὶ τούτων μάλιστα ὁ τὴν σύνεσιν ὑπέρου ψιλότερος, Γυμνὸς τὴν ἐπίκλησιν. οὗτοι γὰρ βαρύν, ὡς ἔφασκον, καὶ δυσύποιστον φορολόγον οὐ στέγοντες, μηδὲ τὰς ἐκ τούτου παροινίας ἐπὶ πλεῖον ἐνεγκεῖν ἔχοντες, βουλὴν βουλεύονται πονηρὰν εἰς ἀποστασίαν ἀπιδόντες λαμπράν. καθ᾿ ἑαυτοὺς δὲ οὐχ οἷοί τε ὄντες αὐτὴν κρατύνασθαι ὡς ἕρμαιον ἁρπάζουσι τὸν καιρὸν καὶ προσιόντες τῷ τοῦ στόλου ἡγεμόνι καὶ τῇ τούτου αἱμύλῳ γλώσσῃ προσεσχηκότες καὶ ἴχνεσι προβάντες ἀλώπεκος ἐπὶ ῥηταῖς ὁμολογίαις εἴσω δέχονται Σικελιῶτιν φρουράν, εἰς χιλίους ἀριθμουμένην φρακτούς. καὶ οἱ μὲν καπνὸν φορολογίας ἀποδιδράσκοντες ἔλαθον ὑπὸ χαυνότητος νοῦ τῷ τῆς δουλείας ἐμπεσόντες πυρὶ καὶ Ῥωμαίοις εἰσενεγκόντες πόλεμον οἱ χαλίφρονες χρόνιον ὁμοῦ καὶ βαρύτατον· ὁ δὲ τὸ φρούριον κρατυνάμενος καὶ ὡς εἶχεν αὐτὸ ποιήσας δυσαλωτότερον καὶ οἷον ἀπροσμαχώτερον ἐκεῖθεν ἀναχθεὶς τῇ Μονεμβασίᾳ προσίσχει, ἐλπίσι θαλπόμενος ὡς λήψεται καὶ ταυτηνὶ τὴν ἄκραν ἀναιμωτὶ ὥσπερ πρὸ τρίτης τὴν Κέρκυραν. ἀλλ᾿ ἀνδράσιν ἐντυχὼν νῷ διοικουμένοις καὶ τὴν τῆς ἐλευθερίας οὐκ ἠγνοηκόσι Παφίαν ἀπεκρούσθη, ὡς εἰ καὶ προβόλῳ προσέβαλεν ἀτινάκτῳ, καὶ πρύμναν κρουσάμενος ἐκεῖθεν ἀνάγεται ἄπρακτος.

Ὑπερβὰς δὲ τὸν ἐπὶ Μαλέαν πλοῦν ἀντιπνοίας γέμοντα πάσης, περὶ οὗ καὶ ταῦτα παροιμιάζεται „Μαλέαν δ᾿ ἐπικάμψας ἐπιλάθου τῶν οἴκαδε,” τὸν ἐσέχοντα πορθμὸν ἀναλέγεται καὶ τὰ τούτου ἑκατέρωθεν ἐπιὼν οὐ τὰ εὐχείρωτα μόνον κατέδραμε λείαν τιθέμενος, ἀλλὰ καὶ τὰ ἄλλως ἐπικαιρότατα καὶ δυσάλωτα, τὰ μὲν ὁμολογίᾳ χειρούμενος, τὰ δὲ πολέμῳ δουλούμενος· Ἀκαρνᾶνάς τε καὶ Αἰτωλοὺς καὶ ὅσα πάραλα ἀμαυρῶν τὸν Κορινθιακὸν κόλπον ἐσέπλευσε. καὶ τῷ Κρισσαίῳ λιμένι καθορμισθεὶς τοῖς ἐν μεσογείῳ θαρρεῖ προσβαλεῖν, οὐδένα ἔχων ἀντίπαλον ἰσοστάσιον.

Ἀμέλει καὶ ὁ τοῦ στόλου ἀρχηγὸς τὸ ὁπλιτεῦον καὶ ψιλὸν τοῦ στρατοῦ εἰς τάξεις διειληφὼς καὶ χερσαῖος φανεὶς ὁ τέως θαλάττιος κατὰ τῶν κητῶν τὰ ἀμφιβοσκόμενα τῇ Καδμείᾳ γῇ παρενέβαλε καὶ τὰς ἐν μέσῳ κωμοπόλεις ὁδοῦ πάρεργον ληϊσάμενος ταῖς ἑπταπύλοις Θήβαις προσέβαλεν, ὧν καὶ γενόμενος ἐγκρατὴς ἀπανθρώπως τοῖς ἐκεῖ προσηνέχθη. κατὰ γὰρ παλαιὰν φήμην τῆς πόλεως ὡς πλουσίους τρεφούσης οἰκήτορας, εἰς χρημάτων ἀπληστίαν ὑπονυττόμενος καὶ μηδένα κόρον φιλοπλουτίας εἰδώς, ἀλλ᾿ ὅρον τιθεὶς τῆς ἐφέσεως τὸ καὶ εἰς τρίτον ζωστῆρα τῇ ὁλκῇ τῶν χρημάτων τὰς πάσας ἢ τὰς πλείους νῆας βαπτίζεσθαι, τούς τε χειρώνακτας ἐξεπίεσε καὶ περὶ τοῦ ῥύπου τῶν ὀβολῶν πολυπράγμων γινόμενος τοὺς δυνατοὺς καὶ λαμπροὺς τὸ γένος καὶ σεμνοὺς τὴν ἡλικίαν καὶ περιφανεῖς κατ᾿ ἀξίωσιν διαφόροις κακώσεσι καθυπέβαλε, μηδενὸς λαμβάνων αἰδὼ καὶ φειδώ, μὴ δυσωπούμενος τὴν δυσώπησιν, μὴ τὴν Ἀδράστειαν εὐλαβούμενος αὐτοῦ που λαβοῦσαν ἀρχὴν ἢ τὴν Καδμείαν λεγομένην νίκην ὑποβλεπόμενος. τέλος δὲ τὰ ἱερὰ προθεὶς γράμματα ἠνάγκαζεν ἕκαστον, τὴν ὀσφὺν ὑπεζωσμένον εἰσιόντα, τὴν οἰκείαν οὐσίαν οἷς ἐνθεωρεῖται μεθ᾿ ὅρκου διασαφεῖν καὶ ταύτην ἐξομνύμενον ἀπιέναι. καὶ οὕτω πάντα χρυσόν, ἄργυρον πάντα διεκφορήσας καὶ τὰς χρυσοϋφεῖς ὀθόνας ταῖς ναυσὶν ἐνθέμενος οὐδὲ τῶν σωμάτων αὐτῶν τῶν ὑπ᾿ αὐτοῦ καλαμωθέντων ἀπέσχετο, ἀλλὰ καὶ τούτων ἀριστίνδην τὸ προῦχον συλλαβὼν τῶν τε γυναικῶν ἀποκρίνας ὅσαι τὸ εἶδος καλαὶ καὶ βαθύζωνοι καὶ τοῖς νάμασι πολλάκις τῆς καλλικρούνου Δίρκης λουσάμεναι καὶ τὰς κόμας διευθετισάμεναι καὶ τὴν ἱστουργικὴν κομψότητα καλῶς ἐπιστάμεναι οὕτως ἐκεῖθεν ἀνάγεται.

Κατὰ ῥοῦν δὲ τῶν πραγμάτων αὐτῷ προχωρούντων καὶ μηδένα τοῦ καιροῦ ἀντίμαχον ἄγοντος, οὐ κατὰ χέρσον, οὐ κατὰ θάλατταν, τοῦ πρὸς Κόρινθον ἔχεται πλοῦ, πόλιν ἀφνειὸν καὶ κειμένην πρὸς τῷ Ἰσθμῷ καὶ ὀλβιζομένην ὑπὸ λιμένων δυοῖν, ὧν ὁ μὲν τοὺς ἐξ Ἀσίας ναυλοχεῖ καταίροντας, ὁ δὲ τοὺς ἐξ Ἰταλῶν εἰσπλέοντας, καὶ ῥᾳδίους τὰς ἑκατέρωθεν εἰσαγωγάς τε καὶ ἐξαγωγὰς τῶν φορτίων ἔχουσαν καὶ τὰς πρὸς ἀλλήλους ποιουμένην ἀμοιβάς. καὶ δὴ τὸ ἐμπόριον εὑρὼν ἔρημον, ὅπερ ἡ κάτω πόλις ἐπονομάζεται, ὡς ἁπάντων ἀνασκευασαμένων εἰς τὸν Ἀκροκόρινθον καὶ συνηθροικότων εἰς αὐτὸν ὄψον πᾶν, ὄλβον ἅπαντα, ὅσος τε ἰδιώταις ᾠκείωτο καὶ ὅσος θεῷ ἀφιέρωτο, ἔγνω δεῖν καὶ αὐτοῦ τοῦ Ἀκροκορίνθου πειραθῆναι καὶ τοῦτον, εἰ οἷόν τε, ἐξελεῖν.

Ἔστι δὲ ὁ Ἀκροκόρινθος τῆς μὲν πάλαι πόλεως Κορίνθου ἀκρόπολις, νυνὶ δὲ φρούριον ὀχυρόν, αὐτὸ δὲ ὄρος ὑψηλόν, εἰς ὀξεῖαν τελευτῶν κορυφήν, αὕτη δὲ εἰς τραπεζῶδες χωρίον ἀποτελευτῶσα ἐπίπεδον, τετειχισμένον ἀσφαλῶς. ἔνδοθεν δέ εἰσι ποτίμου καὶ διαυγοῦς ὕδατος οὐκ ὀλίγα φρεάτια καὶ ἡ Πειρήνη κρήνη, ἧς ἐν ῥαψῳδίᾳ Ὅμηρος μέμνηται. ἀσφαλῆ δ᾿ οὕτω καὶ ἀνεπιχείρητον ὄντα τὸν Ἀκροκόρινθον (καὶ φύσις γὰρ καὶ θέσις τοῦ τόπου καὶ περίβολος ἀρραγὴς συνδραμόντα δυσάλωτον ἢ ἀνάλωτον ἀπειργάσαντο) οἱ Σικελοὶ ἀπονητὶ τὸ πλέον εἰσῄεσαν, βραχὺν ἀναλωκότες καιρὸν εἰς τὴν παράστασιν τοῦ ἐρύματος. καὶ καινὸν οὐδὲν τὸ συμβάν, οὐδὲ θαυμάζεσθαι ἄξιον· οὐ γὰρ ἐπήρκεσεν ἂν αὐτὸ ἑαυτῷ τὸ φρούριον, κἂν ἦν ἀπροσμάχητον καθ᾿ αὑτό, οὐδὲ τοὺς ἐπιόντας ἐχθροὺς ἀπετρέψατο μὴ ἔνδον ἔχον φρουροὺς καὶ τὸ φυλακικὸν ἀξιόμαχον. ἀλλ᾿ εἶχε μὲν ἀριθμῷ καὶ τούτους πολλούς, εἰς ἄνδρα δ᾿ οὐδένα συναλειφομένους ἀγαθὸν προφύλακα πόλεως· οἵ τε γὰρ ἐκ βασιλέως ἀφιγμένοι ἔνδον προσέμενον μετὰ τοῦ σφῶν ἀρχηγοῦ (ἦν δ᾿ οὗτος ὁ Χαλούφης Νικηφόρος) καὶ τῶν Κορινθίων οἱ προύχοντες κἀκ τῶν πέριξ κωμοπόλεων οὐ βραχεῖαι μοῖραι ὡς εἰς καιριωτάτην τοῦ πολέμου ἀλεωρὴν εἰσεληλύθασι τὸν Ἀκροκόρινθον. ὁ τοίνυν τριηράρχης ἔνδον τοῦ φρουρίου γενόμενος καὶ τὴν φύσιν τούτου κατασκεψάμενος, ἁπανταχόθεν οὖσαν ἀνεπιχείρητον, σὺν θεῷ πολεμῆσαι ἔφη καὶ θεὸν εἶναι τὸν τοιοῦτον αὐτῷ χῶρον κατασχεῖν παρασχόμενον, κακῶς φάσκων τοὺς ἔνδον καὶ πλύνων ὀνείδεσιν ὡς ἀγεννεῖς τὰ πολέμια, μάλιστα δὲ τὸν Χαλούφην, ὃν καὶ γυναικὸς ὠνόμαζε μαλακώτερον μηδὲν ἐπισταμένης πλέον τῆς ταλασιουργοῦ γυναικωνίτιδος.

Ὡς δὲ καὶ τὸν ἐκεῖσε πλοῦτον ἐνέθετο ταῖς τριήρεσι καὶ τοὺς γένει λαμπροτάτους τῶν Κορινθίων ἐδουλαγώγησεν, ἐξῃχμαλώτισε δὲ καὶ τῶν γυναικῶν ὅσαι κάλλισται καὶ βαθύκολποι, μηδ᾿ αὐτῆς τῆς εἰκόνος τοῦ ἐν μάρτυσι μεγίστου καὶ διαβοήτου ἐν θαύμασι Θεοδώρου τοῦ Στρατηλάτου ἀποσχόμενος, ἀλλὰ καὶ ταύτην τῷ αὐτοῦ τεμένει ἀνακειμένην ἀνελόμενος, οὐρίῳ καὶ φορῷ χρησάμενος ἀνήγετο πνεύματι, ὡς εἶχε, καὶ τὴν Κερκυραίων ἄκραν ἐν τῷ διάπλῳ ἐς τὸ ἀσφαλέστερον καταστησάμενος· ὅτε καὶ τὰς Σικελιώτιδας τριήρεις ἰδών τις εἶπεν ἂν σκοπιμώτατα μὴ νῆας εἶναι πειρατικάς, ἀλλὰ μυριοφόρους φορταγωγούς, πολλῶν καὶ καλῶν χρημάτων οὔσας ὑπερβριθεῖς καὶ τῆς ἄνω εἰρεσίας ἐγγύς που βαπτομένας τῷ ῥεύματι.

Ταῦτά τε οὖν ἐν ὠσὶν ἔνηχα ὄντα ἐλύπει τὸν αὐτοκράτορα Μανουὴλ καὶ Δία ἐποίει τὸν Ὁμηρικὸν ἀτεχνῶς συχνὰ τὸ ποιητέον ταῖς φρεσὶ μερμερίζοντα ἢ τὸν Νεοκλέους Θεμιστοκλῆν ἀεὶ ἐπὶ συννοίας ὁρώμενον καὶ ἀΰπνους νύκτας ἰαύοντα καὶ πρὸς τοὺς πυνθανομένους ἀποκρινόμενον ὡς καθεύδειν οὐκ ἐῴη Μιλτιάδου τὸ τρόπαιον. ξυνεκάλει τοίνυν εἰς τὴν τοῦ γενησομένου βουλὴν πάντα τῶν τακτικῶν ἐπιστήμονα καὶ δημηγόρον εἰδότα λέγειν τῶν νιφάδων πυκνότερον. μία οὖν ἐκ πολλῶν ὡς ἀρίστη δέδοκτο βουλὴ καὶ τῷ αὐτοκράτορι ἐπεψήφιστο, μετελεύσεσθαι πολέμῳ τοὺς Σικελοὺς κατά τε ξηρὰν συγκροτηθέντι κατά τε θάλατταν, ὅτι καὶ ὁ ἀγὼν οὐ τὰς ἐλπίδας ἀγαθὰς ὑπετείνετο, οὐδ᾿ ὑπέβαλλε βραχέα τὰ προσιστάμενα, μέγιστος ἀναφαινόμενος καὶ τοῖς πάλαι ἀπειρημένος Ῥωμαίων ἄναξι.

Συλλέγεται οὖν τὰ ἑῷα καὶ ἑσπέρια τάγματα. αἱ μὲν ἐπισκευάζονται τῶν τριηρέων, αἱ δὲ νεωστὶ πήγνυνται καὶ πρὸς τὸν πλοῦν ἀρτίωσιν δέχονται. αἱ πυρφόροι τὸ ὑγρὸν εἰσδέχονται πῦρ τῷ τέως ἠρεμοῦν ἀδιέκχυτον. ἀθροίζονται πεντηκόντοροι, ἀγείρονται μυοπάρωνες. αἱ ἱππαγωγοὶ ἀσφαλτοῦνται, αἱ φορταγωγοὶ πληροῦνται τῶν ἐδωδίμων, οἱ ἐπακτροκέλητες εὐτρεπίζονται. πάντα δὲ τὰ σκάφη τοῖς ἱστίοις πτερωθέντα ἐκ τῆς ᾐόνος ἀνάγονται, ἐφ᾿ ἧς ἦσαν σαλεύοντα. συγκεκρότητο γοῦν ὁ στόλος ἀγχοῦ που τῶν χιλίων πλοίων, αἱ δὲ πεζικαὶ δυνάμεις ἐς μυριάδας ἠθροίσθησαν. ἔφριξαν ἂν καὶ Γίγαντες, εἰ παρῆσαν, τοιαύτην παρεμβολήν, ἐπεὶ καὶ εὐανδροῦσα ἦν ἡ Ῥωμαίων πᾶσα τῷ τότε καιροῦ καὶ τρέφουσα ἄνδρας ἡρωϊκὴν ἐνδεικνυμένους ἀλκὴν καὶ τὸ ὁπλιτικὸν οὐκ ἦν ἀγεννές, ἀλλὰ τὴν ὁρμὴν λεοντῶδες καὶ ἀνυπόστατον. ὁ γὰρ βασιλεύτατος τῷ ὄντι καὶ στρατηγικώτατος Ἰωάννης, ὁ τοῦ Μανουὴλ τοκεύς, οὐδὲ τἆλλα μὲν ἐσχεδίαζεν, ὅσα κοινὴν εἰσέφερε λυσιτέλειαν, τῶν δὲ στρατιωτικῶν καταλόγων διαφερόντως ἐφρόντιζε μάλιστα συχνοῖς τε πιαίνων φιλοδωρήμασι καὶ ταῖς καθ᾿ ὥραν γυμνασίαις ὑπαλείφων πρὸς ἔργα πολέμια.

Οὕτω τοίνυν καί, ὡς ᾤετο, καλῶς τὰ κατὰ τὸν Σικελικὸν πόλεμον παρασκευασάμενος ἀνάγεσθαι μὲν κελεύει τὸν στόλον τοῖς ἐρέταις καὶ κελευσταῖς λύσασι τὰ καρχήσια, μέγαν δούκαν προβαλόμενος τὸν ἐπ᾿ ἀδελφῇ γαμβρὸν τὸν Κοντοστέφανον Στέφανον, ἀπαίρειν δὲ καὶ τὴν πεζὴν στρατιὰν ὑπ᾿ ἀρχηγοῖς ἑτέροις, ἀλλὰ δὴ καὶ Ἰωάννῃ τῷ μεγάλῳ δομεστίκῳ, περὶ οὗ φθάσαντες ἐν πλείστοις παρεδηλώσαμεν.

Εἶχε τοίνυν τὰς τριήρεις ἡ τῶν Φαιάκων πάραλος, ἣν καὶ διαμερίζονται πρὸς ἐνόρμισιν αἵ τε τῶν Οὐεντανῶν συμμαχίδες νῆες καὶ αἱ Ῥωμαϊκαὶ αὐταί, ἵν᾿ εἶεν οὕτως οἱ ναύσταθμοι τοῖς γένεσιν ἀμφοτέροις ἄμικτοι καὶ τῶν ἐκ τῆς ἀναμὶξ ἀναστροφῆς ἄγευστοι διαφορῶν. μετὰ βραχὺ δὲ καὶ βασιλεὺς αὐτὸς ἔξεισι μετὰ τῆς στρατιᾶς. ἐξ ἐφόδου δὲ τοὺς Σκύθας διαθροήσας, οἳ τὸν Ἴστρον διαβάντες τὰ περὶ τὸν Αἷμον ἐσίνοντο, ἄρας ἐκ τῆς Φιλίππου τὴν εὐθὺ Κεφαλήνων ἐβάδιζεν.

Ἔστι δὲ ἡ Κερκυραίων ἄκρα αἰγίλιψ πᾶσα καὶ ἀγχινεφής, ἑλικοειδὴς τὴν θέσιν καὶ ὑψικόρυμβος, προσνενευκυῖα ἐς τὸ βάθιστον τῆς θαλάσσης. πέτραι δὲ περιερρώγεσαν αὐτὴν ἀμφίκρημνοι καὶ ἀπότομοι, τὸ δ᾿ ὕψος ὑπὲρ τὴν ᾀδομένην Ἄορνιν. τείχη δὲ ἀρραγῆ τὴν πόλιν περιείληφε πᾶσαν καὶ πύργων περιεστᾶσιν ὑψώματα, ἃ καὶ ποιοῦσι τὴν ταύτης παραλογωτέραν ἅλωσιν.

Αἱ μὲν δὴ ναυτικαὶ δυνάμεις τὴν ἄκραν περιστεψάμεναι παγχάλκοις περιείλουν ὅπλοις· πρὸ δὲ τοῦ πολέμῳ ἐπιβαλεῖν ἔγνω δεῖν ὁ βασιλεὺς δι᾿ ὁμογλώττων καὶ ὁμοφώνων πειραθῆναι τῶν ἔνδον, εἴ πως ὑπεκσταῖεν αὐτῷ τοῦ φρουρίου ἀμαχητί. ὡς δὲ τῶν λεγομένων ἀκουοὶ γεγονότες οὐδ᾿ ὅλως ὑπενεδίδοσαν, ἀλλὰ τέλεον ἀπηναίνοντο καὶ τὰς πύλας δὲ ἐπικλεισάμενοι καὶ ὀχεῦσιν αὐτὰς ἀσφαλισάμενοι φραξάμενοί τε ὡς εἶχον τὰ τείχη τοξόταις καὶ παντοίοις μηχανήμασι περιστέψαντες δῆλοι ἦσαν ἀκροβολιζόμενοι, τότε καὶ βασιλεὺς ἐφῆκε τοῖς τάγμασι τὰ ὅμοια δρᾶν καὶ παντοίως ἀμύνεσθαι τὸ ἀντίπαλον.

Ἐντεῦθεν Ῥωμαῖοι μὲν ὅσα καὶ εἰς οὐρανὸν ἠκόντιζον βέλεμνα, οἱ δ᾿ ὡς νιφετὸν κατέχεον τὰ τοξεύματα. οἱ μὲν τοὺς ἐξ ἀφετηρίων ἱεμένους λίθους ἀνώθουν, ἢ ἀνήρειπτον εἰπεῖν οἰκειότερον, οἱ δὲ χαλαζηδὸν αὐτοὺς ἐπηφίεσαν, ὡς συμβαίνειν τοὺς μὲν ἐξ ὑπερδεξίων καὶ ἀφ᾿ ὕψους βάλλοντας ἀπονητὶ καὶ ἐνεργὰ ἐπαφιέναι τὰ βέλεμνα, τοὺς δὲ ὡς ἀπὸ γῆς μαχομένους πρὸς τοὺς ἐν τῇ τῆς ἄκρας ὑπερβολῇ βραχέα ἢ οὐδὲν τὸ ἀντιπῖπτον λυπεῖν. ὡς δὲ πάλιν καὶ πάλιν τὰ αὐτὰ καὶ ἐπὶ πολὺ δρώμενα Ῥωμαίοις μὲν οὐκ ἦν ἐς ἐντελὲς ἀνύσιμα, εἰς δὲ θάνατον μάλιστα βλέποντα, τοῖς δ᾿ ἐντὸς ὡς ἀπαθέσιν οὖσιν ἀσπάσια, καινότερον ἀεί τι παρὰ τῶν κακῶς πασχόντων προσεφευρίσκετο, φιλοτιμουμένων ἐπ᾿ ὄψεσι βασιλέως καὶ ἔργα χειρὸς ἀκμαίας ἐνδεικνυμένων καὶ καρτερίαν ἐν τοῖς δεινοῖς, ἔτι δὲ μεθόδους ἐν τοῖς ἀπόροις πολλὴν βαθυγνωμοσύνην ἐκείνων κατηγορούσας καὶ ἐμπειρίαν τῶν τακτικῶν. ἀλλ᾿ ἠλέγχοντο τῶν ἀνεφίκτων ἐρῶντες καὶ τοῖς ἀνηνύτοις ἐγχειροῦντες παντάπασι διακενῆς καὶ τὰ πρὸς χάριν καὶ εὐκταία δρῶντες μᾶλλον τοῖς πολεμίοις, οἷς ἄντικρυς πρὸς οὐρανὸν αὐτὸν διεφέροντο, ἢ γοῦν ἀεροβάμοσι διημιλλῶντο πτηνοῖς τὰς καλιὰς πηξαμένοις ἐπί τινος σκοπιᾶς καὶ ἐπετόξευον νέφεσι. τέλος δὲ καὶ αὐτὸς ὁ μέγας προσαπόλλυται δοὺξ λιθιδίῳ κατὰ τοῦ κενεῶνος πέτρας ἀπορραγέντι βληθείς, ἥνπερ ἐπαφῆκεν ὑψόθεν ἀφετήριον πολέμιον ὄργανον.

Καὶ ὁ μὲν ἔκειτο ὀλιγοδρανέων κάρη βάλλων θ᾿ ἑτέρωσε, μετὰ μικρὸν δὲ καὶ ἐξ ἀνθρώπων ἐντεῦθεν ἐγένετο. πέρας δὲ ἡ ἐπ᾿ αὐτῷ πρόρρησις εἴληφε τοῦ πατριάρχου Κοσμᾶ τοῦ Ἀττικοῦ, ὃς μετὰ τὸν Ὀξείτην Μιχαὴλ τοὺς τῆς ἐκκλησίας ἐγχειρίζεται οἴακας ὑπεκστάντα τῆς ὑπερτάτης τῷ βουλομένῳ καθέδρας καὶ πρὸς τὴν νῆσον τὴν Ὀξεῖαν ἀποφοιτήσαντα, καθ᾿ ἣν τὸν ἄσκευον βίον καὶ ἀπέριττον ἐκ παιδὸς ἐπανῄρητο· ἔνθα καὶ τὸν οἰκεῖον ἀποδοχμώσας αὐχένα πρὸς τῇ εἰσόδῳ τοῦ προνάου πατεῖν παρεῖχε τῷ εἰσιόντι παντὶ μοναχῷ, λέγων ἀξυμφόρως ἑαυτῷ τὴν ἡλικιώτιδα καὶ φίλην ἡσυχίαν παρώσασθαι καὶ ἐπ᾿ οὐδενὶ ξυνοίσοντι τὸν θρόνον ἀναβῆναι τὸν ὑπερύψηλον.

Ὁ δὲ Κοσμᾶς ἦν μὲν τοῖς διακόνοις ἐνάριθμος, εἶχε δὲ πατρίδα τὴν Αἴγιναν, σοφίας δ᾿ ἁπάσης μεταλαχὼν ἐκ τοῦ τῶν ἀρετῶν ὁρμαθοῦ πλέον ηὔχει τοὐπίσημον. μάλιστα δὲ τῷ πολλῷ τῆς ἐλεημοσύνης ἐκέκαστο, ἥτις ὡς ἐν περιδερραίῳ κόσμῳ πολυτελεῖ προσπεπηγυῖα τῇ ποικιλίᾳ τῶν ἀρετῶν δίκην ἀκτινώδους λίθου ἐπάμφαινεν· οὕτω γὰρ τὸν εἰς ἀνθρώπους ἔλεον ἔρρωτο, ὡς καὶ τὸν ἐπενδύτην αὐτὸν καὶ τὸν χιτῶνα ἐνιαχοῦ τοῦ σώματος καὶ τὴν ὀθονοσκεπῆ καλύπτραν τῆς κεφαλῆς διαδιδόναι πένησι καὶ πράγματα παρέχειν τοῖς ἀφ᾿ ἑστίας μὴ διφῶσι μόνον αὐτά, ἀλλὰ καὶ πρὸς εὐπορίαν ἄλλων τυρβαζομένοις.

Διὰ ταῦτα καὶ παρὰ πᾶσι μὲν ἦν αἰδέσιμος ὁ ἀνήρ, ὁ δὲ σεβαστοκράτωρ Ἰσαάκιος, ὁ τοῦ βασιλέως Μανουὴλ αὐθόμαιμος, μόνον οὐκ ἐπέθυεν ὡς θεῷ, ἐκεῖνο θεοφιλὲς καὶ πρακτέον οἰόμενος, ὅπερ ἦν ὁ πατριάρχης ὑποτιθέμενος, κἀκεῖνο αὖθις θεομισὲς καὶ ἀπώμοτον, ὅπερ οὑτοσὶ ἀπηγόρευεν. ἡ γοῦν φατρία τῶν τότε ἀντιδόξων τῆς ἀρετῆς ἀρχιερέων καὶ τοῦ ἐργάτου ταύτης ἀντίθετος μοῖρα ἐνδιαβάλλουσι τὸν ἄνδρα τῷ βασιλεῖ ὡς τῷ ἀδελφῷ Ἰσαακίῳ τὴν βασιλείαν μνώμενον, λαθραίας τὰς προόπτους εἰς τὸ ἱερὸν ἀρχεῖον ἀνόδους τοῦ σεβαστοκράτορος ὀνομάζοντες καὶ κρυφιώδεις συσκευὰς τὰ οὐκ ἐν μυχῷ γῆς καὶ παραβύστῳ ἀλλ᾿ ἐφ᾿ ἡλίῳ συλλαλούμενα μάρτυρι.

Ὁ τοίνυν Μανουὴλ νέος ὢν ἔτι καὶ αὐτάρεσκος καὶ ἄλλως ὑποβλέπεσθαι τὸν ἀδελφὸν ὑπὸ τῶν τοῦ πατριάρχου κατηγόρων ὡς βασιλειῶντα ἐναγόμενος ἀνατρέψαι τοῦτον τοῦ θρόνου ἐζήτει. κἀπειδὴ ἅπτεται Μῶμος καὶ τῶν ἀψαύστων, ὡς οἴδαμεν, καὶ ἅπας, ὡς καὶ τοῦτο ἴσμεν, εἰς τὸ κακόν τι δρᾶν προσκλινέστερος, καθαιρέσει καθυποβάλλεται ὡς τῷ μοναχῷ δήπουθεν Νίφωνι συμφρονῶν. ἦν δὲ ὁ Νίφων συνήθης μὲν τῷ πατρὶ καὶ πολλάκις ἐκ τῆς αὐτῆς τραπέζης ἑστιαθεὶς καὶ στέγης ὁμοίως μετειληχώς, διεβέβλητο δὲ ὡς οὐκ ὀρθὸς εἴη τὰ ἐς πίστιν, διὸ καὶ τὴν σχοινοτενῆ γένυν ἐκέκαρτο καὶ δεσμωτηρίῳ ἐνείρχθη παρὰ τοῦ πατριάρχου Μιχαήλ. ἦν οὖν ὁ Κοσμᾶς δι᾿ αὐτὸν ὑπ᾿ αἰτίαν ὡς ὁμόφρων τε καὶ ὁμόδοξος καὶ οἱ ἀντίδοξοι τῷ Κοσμᾷ εὐπροσώπου ταύτης ἀφορμῆς λαβόμενοι κατέτρεχον ἤδη καὶ λαμπρῶς ἐπέκειντο, κατὰ κράτος αἱρήσειν καὶ ὅλαις καθελεῖν ψήφοις αὐτὸν ἐπειγόμενοι. κρινόμενος οὖν, ἢ μᾶλλον κατακρινόμενος καὶ ἃ οὐκ ἐγίνωσκεν ἐρωτώμενος καὶ διὰ ταῦτα ἐξοστρακιζόμενος ζήλου πίμπλαται καὶ τὸ συνέδριον ἐκεῖνο περισκεψάμενος τῇ μὲν μήτρᾳ τῆς βασιλίδος ἐπιτιμᾷ μὴ παῖδα τεκεῖν ἄρρενα, ἀφορίζει δὲ καὶ τῶν περὶ τὸν βασιλέα τινὰς καὶ τὴν τότε συνελθοῦσαν εἰς αὐτοῦ καθαίρεσιν σύνοδον ὡς βασιλείους θύρας ἐκτρίβουσαν καὶ πρόσωπα λαμβάνουσαν κἀκ τούτου μὴ κανονικῶς ἀλλ᾿ ἀθέσμως καὶ θρόνου καὶ ποίμνης αὐτὸν ἀπελαύνουσαν.

Τότε τοίνυν ὁ Κοντοστέφανος, εἷς ὢν τῶν κυκλούντων θρόνον τὸν ἀνακτορικὸν τῶν ἐγγιζόντων τε βασιλεῖ καὶ προσδιαλεγομένων θαρραλεώτερον, δεινὰ πάσχοντι ἐῴκει διὰ τὴν τῆς δεσποινικῆς νηδύος ἐπιτίμησιν καὶ τὸν ζηλωτὴν ἐπὶ τούτοις ὑπὲρ τοὺς παρεστῶτας πάντας παρακαιρίως ὑποκρινάμενος ἐφίσταται τῷ πατριάρχῃ βράττων θυμῷ καὶ πὺξ πατάξαι τοῦτον διανοούμενος, κἂν ἐπέσχεν ἑαυτὸν τῆς ὁρμῆς. τοῦτο δὲ οὔτε τῷ βασιλεῖ ἐχέφρονος ἔργον ἔδοξε καὶ ἔδειξεν, οἷς ἠγανάκτησε, βαρέως ἐνεγκὼν τὸ γενόμενον· καὶ οἱ καθ᾿ αἷμα δὲ τῷ βασιλεῖ συναπτόμενοι καὶ τὸ ξυμπαρεστὼς γερούσιον ὡς ἀνόσια δρῶντι τῷ Κοντοστεφάνῳ ἐπέπληττον, μήτε μὴν πεφρικότι τὴν εὐρὺ μάλα τοῖς τὰ τοιαῦτα παρανομοῦσιν ἐπιχαίνουσαν γῆν. αὐτὸς δὲ ὁ πατριάρχης πραείᾳ οὑτωσί πως ἔφησε τῇ φωνῇ „ἄφετε αὐτόν, ὅσον οὔπω τὴν οἰκείαν πετραίαν ληψόμενον”, τὸν ἐκείνου μόρον ὅτῳ ξυμβαίη τρόπῳ γριφολογῶν ὧδε καὶ αἰνιττόμενος.

Εἰ δὲ καὶ ἡ βασιλὶς διὰ ταυτηνὶ τὴν ἐπιτίμησιν τοῦ πατρὸς οὐκ ἤκουσε μήτηρ παιδὸς ἄρρενος, τοῦ Θεοῦ τιμῶντος τὸν αὐτοῦ θεράποντα καὶ θηλυτεκοῦσαν ἐκτελοῦντος καθ᾿ ὅλον τὸν ταύτης βίοτον, αὐτὸς μὲν σαφῶς οὐκ ἴσημι· ὅ γε μὴν βασιλεὺς εὐγνωμονῶν, ὡς ἔδειξε, καὶ τῷ ἔνδον καὶ οἰκείῳ κριτηρίῳ πληττόμενος, οἷς ἄνδρα δίκαιον θεοσεβῆ τε καὶ ἄμεμπτον καὶ μηδέν τι καθαιρέσεως διαπραξάμενον ἄξιον παρέλυσε τῆς ἀρχῆς, αἰτίαν ταύτην οὐχ ἑτέραν τῆς υἱοτοκίας διετείνετο στέρησιν.

Πεσόντος δ᾿ ὡς ἔφημεν τοῦ Κοντοστεφάνου, ὁ μέγας δομέστικος Ἰωάννης τῆς τριηραρχίας ἐπιλαμβάνεται, οὐχ ὥστε καὶ μέγας δοὺξ ὀνομάζεσθαι, ἀλλ᾿ ὅσον τοῦ στόλου ἐξηγεῖσθαι καὶ τοῖς γινομένοις ἐπιστατεῖν ὡς στρατηγίᾳ διαπρέπων ἀνὴρ καὶ κατὰ χεῖρα γενναῖος καὶ νοῦν ἡγεμονίας ἐπιστάτην πλουτῶν ἀξιώτατον. ὁ δὲ βασιλεὺς κατατρίβειν ἐπιεικῶς τὸν καιρὸν εἰκῇ ἐν δεινῷ τιθέμενος καὶ τὰς ἡμέρας εἰς οὐδὲν ἀγαθὸν ἀναλίσκειν οὔκουν βουλόμενος, ὡς ὁ Κεφαλήνων βασιλεὺς Ὀδυσσεὺς τὰς ἡλίου πρότερον βοῦς, εἰς νῆα ἐνέβη τὴν στρατηγίδα καὶ κύκλῳ τὴν Κερκυραίων πᾶσαν κατωπτευκώς, οἷ προσβάλοι, ἐπιμελῶς κατεσκέπτετο (ἐς γὰρ μῆνας τρεῖς ἡ πολιορκία παρεξετείνετο), ὅτι μηδ᾿ εἶχε τὴν Ὄσσαν ἀνασπᾶν ἢ τὸν Ἄθων ἐπικυλίνδειν καὶ ἀνατιθέναι τὰ ὄρη ἐπάλληλα καὶ τὴν ἄκραν οὕτως ποιεῖν ἁλώσιμον. ταῦτα γὰρ μεγαλουργία μυθικὴ καὶ ἀπίθανος.

Ὡς δὲ πάντοθεν ἦν ἀπορούμενος, ἔδοξε κατά τινα φάραγγα, εὐέφοδα καὶ προσιτὰ τιθεῖσαν τὰ ἔνδοθεν, βαλέσθαι ξυλίνην κλίμακα, ἐς σχῆμα πύργων τεκτονηθεῖσαν κύκλωθεν. ἡρμόττοντο οὖν ναυπηγήσιμα ξύλα καὶ ἱστοὶ μεγάλων νηῶν συνεπήγνυντο καὶ οἱ μὴ ἐξικνούμενοι τοῦ ὕψους βλῆτρα ἐδέχοντο. ὡς δὲ ἔδει ποτὲ ἀρθῆναι καὶ παρὰ τὴν ἄκραν τεθῆναι τὴν πυργοειδῆ ταύτην κλίμακα, ἡ μὲν κορυφὴ αὐτῆς ῥαχίᾳ πέτρας καὶ πάγῳ προσήγγιζεν ὀκριόεντι, ὅθεν ὁ τῆς πόλεως τειχισμὸς ἀρχόμενος βάσιν ἐνεδίδου τοῖς ἀποβαίνειν ἐκ τῆς κλίμακος μέλλουσι καὶ πρὸς τοὺς ἐπὶ τοῦ τείχους ἀντιφέρεσθαι, ἡ δ᾿ ὑποβάθρα πλοίοις ἐπανέκειτο εὖ ἀραρυῖα καὶ πεπηγυῖα πρὸς τὸ ἔμπεδον καὶ ἀκράδαντον.

Ἐπιλέγδην οὖν οἱ ἐπ᾿ αὐτῆς ἀναβησόμενοι ἐπεκρίνοντο καὶ οἱ ἁπάντων ἔξοχοι ἄλλων καὶ ἄλκιμοι κατὰ πόλεμον, ὅτι καὶ „ὁ τὸν βασιλέα φιλῶν καὶ φιλότιμος ἐν δεινοῖς ἀναβαινέτω” βασιλεὺς αὐτὸς προεκήρυττεν. οὐδένα μὲν οὖν συνηγηόχει τὸ τοιοῦτον διακηρύκευμα, ἀλλὰ πάντες ἀνένευον πρὸς τὴν ἄνοδον τὸ τοῦ κινδύνου μέγεθος εὐλαβούμενοι, ἕως Πετραλίφαι τινὲς αὐτάδελφοι τέσσαρες, ἐκ τοῦ τῶν Φράγγων γένους ὁρμώμενοι καὶ κατὰ τὸ Διδυμότειχον τὴν οἴκησιν ἔχοντες, ἐπέβησαν πρῶτοι τῆς κλίμακος τῷ βασιλεῖ πειθαρχήσαντες. τούτων γὰρ ἀποτεθαρρηκότων πρώτως τὴν ἄνοδον, μάλιστα δὲ πρὸ αὐτῶν τοῦ Πουπάκη, ὃς δορυφορῶν τὸν μέγαν δομέστικον ὅλως ἦν ἐνθεάζων πρὸς τὸ ἔργον τότε καὶ προαλλόμενος, καὶ ἕτεροι οὐκ ὀλίγοι κατὰ ζῆλον ἐπηκολούθησαν. πάντας μὲν οὖν ἀγάμενος ἦν τῆς προθυμίας καὶ τοῦ ταχέος ὁρμήματος ὁ κρατῶν, ἀφορίσας δὲ οὓς ᾔδει παρ᾿ ἀσπίδα πολλάκις ἐνιδρωκότας καὶ ἄντικρυς Ἄρεα πνέοντας καὶ ἐς τετρακοσίους ἠριθμηκὼς ἀναβαίνειν διαφῆκε, πολλὰ πρότερον ἐς ἀνδρείαν παρακαλοῦντα τούτοις διαλεχθεὶς καὶ αὐτοῖς καὶ τέκνοις αὐτῶν ἁδρὰ γέρα καὶ ἀμοιβαίαν ἐπαγγειλάμενος εὔνοιαν.

„Εἴτε γάρ” φησι „τοῖς ζῶσι σύνεστε, τὸν ἐφεστῶτα κίνδυνον διαδράντες καὶ ἀρίστως ἀγῶνα τὸν προκείμενον ἀεθλεύσαντες, εὑρήσετέ με καὶ ὑπὲρ δόκησιν ἀντὶ δεσπότου καὶ βασιλέως πατέρα κηδόμενον· εἴτε τὸ ζῆν καταλύσετε, πατρίδι τιμὴν καὶ κλέος αὐτοῖς ἀρνύμενοι, οὐδ᾿ οὕτως τῶν εἰς δόξαν καὶ κειμένων ὑμῶν ἀφεξοίμην, ἀλλ᾿ οὕτως εὖ διαθήσομαι τὰ κατ᾿ οἶκον καὶ τέκνα καὶ ὁμολέκτρους ὡς ζηλωτέα τοῖς ἔτι περιοῦσι καὶ μακαριστέα δοκεῖν, καὶ αὐτοῖς δὲ ὑμῖν ὑπαπιοῦσι καθ᾿ ᾅδην ἀσπάσια, εἴ τις τέως καὶ ἐν νεκροῖς αἴσθησις, μηδὲ τὸ τῆς λήθης ποτὸν ἐγχεόμενον οὐ μόνον τὴν τῶν προλαβόντων ἀπαλείφει μνήμην, ἀλλὰ καὶ τὰ κατὰ τὸν βίον ἐπιγινόμενα οὔκουν ἐς ᾅδου ἐπεισρέειν ἀφίησιν, ὅπως τοῖς θανοῦσιν εἴησαν γνώριμα.” Πρῶτος οὖν ὁ Πουπάκης, ὡς ἔφην, τὸ σημεῖον τοῦ σταυροῦ διατυπώσας ἐν ἑαυτῷ τῆς ἀναβάσεως ἄρχεται καὶ μετ᾿ αὐτὸν οἱ Πετραλίφαι κασίγνητοι καὶ καθεξῆς ἕτεροι, ἕως πάντας ἡ κλῖμαξ ἐδέξατο. οὐδεὶς οὖν τῶν θεωμένων ἦν, ὃς ἐπὶ τῷ πραττομένῳ τούτῳ ἔργῳ οὐκ ἀνωλόλυξεν ὡς ἐπὶ καινῷ καρδιαλγήσας θεάματι, οὐδὲ δακρύων ὑποπλησθεὶς καὶ πατάξας τὸ στῆθος ἐθεοκλύτησε. καὶ ἦν γὰρ ἀληθῶς τὸ ὁρώμενον καταπλῆττον τὸν θεατὴν ὀφθαλμόν. οἱ μὲν γὰρ τοὺς θυρεοὺς ὑπὲρ κεφαλῆς ἐς τὸ ἀσφαλὲς ἀνατείναντες καὶ τὰ ξίφη σπασάμενοι τοῖς ἐκ τοῦ φρουρίου προσηγγικότες ἐκθύμως διημιλλῶντο, οἱ δὲ πάσαις κατ᾿ αὐτῶν ἐχρῶντο βολαῖς καὶ λίθους ἀπερρίπτουν χειροπληθεῖς. ἀλλ᾿ οὐδὲν ἤνυον· οὗτοι γάρ, ὅσα καὶ ἄκμονες ῥαϊστῆρσι, παντοίοις τυπτόμενοι βλήμασιν ἀκάμαντες ἦσαν καὶ ἀπερίτρεπτοι καὶ τὴν ἰσχὺν ἀνένδοτοι κἀπὶ τοῖς παροῦσι δεινοῖς ἀκατάπληκτοι. κἂν κάλλιστον εἰλήφει τέλος τὰ τοῦ ἀγῶνος τοῦδε καὶ Ῥωμαίοις ἐγεγόνει πάνυ κυδαντικά, νῦν δὲ ἀλλ᾿ ἡ ταῖς τῶν πράξεων μεγίσταις ἐπεισερχομένη ἀγεννὴς περίπτωσις καὶ τὸ ἄγαν ἀεί πως παρακολούουσα, ἀρχὴν ἀρίστην ὑποθεῖσα τῷ ἔργῳ καὶ τῇ προθέσει κατὰ βραχὺ ὑποθάλπουσα, περὶ τὸ πέρας ἠγνωμόνησε τὸ ἐπέραστον. ἤδη γὰρ τοῦ Πουπάκη τῆς κλίμακος ἀποβάντος καὶ τὼ πόδε ταῖς πέτραις ἐνερείσαντος, ὅθεν καὶ τοῖς ἐκ τῶν τειχῶν διεφέρετο, ἡ κλῖμαξ ἀποκαυλίζεται. καὶ οἱ μὲν ἄλλοι πάντες κύμβαχοι ἐπὶ βρεχμόν τε καὶ ὤμους ἐλεεινὸν ἐπανετρέποντο θέαμα καὶ ἄπιστος ὄψις οἰκτίρμοσιν ὀφθαλμοῖς, καὶ κακῶς παραπώλλυντο τοῖς τῶν κυμάτων διαύλοις φερόμενοι καὶ πέτραις καὶ νηῶν προσαρασσόμενοι καταστρώμασι κἀκ τῶν ὑψόθεν λίθοις καταχωννύμενοι, ὡς βραχεῖς ἀπ᾿ ἐκείνων δὴ τῶν πολλῶν τὸν κίνδυνον διεκφυγεῖν· ὁ δέ γε Πουπάκης τοὺς ἐν τοῖς τείχεσι διασοβήσας καὶ πυλίδα ἀναπεπταμένην εὑρὼν δι᾿ αὐτῆς ἐξέθορεν εἰς τὸ στράτευμα. καὶ ἦν τοῦτο οὐ Ῥωμαίοις μόνον καὶ βασιλεῖ δι᾿ ἐκπλήξεως, ἀλλὰ καὶ τοῖς ὑπεναντίοις αὐτοῖς διὰ θαύματος, οἳ καὶ τὸ ἀπάνθρωπον ὀνειδισθέντες καὶ τὸ τῆς γνώμης ἀνήμερον ἐπεγκληθέντες, οἷς καταλιθοῦντες ἦσαν τοὺς ἀνατραπέντας ἐκ τῆς κλίμακος, ἀπέσχοντο τοῦ δρᾶν οὑτωσί, τοὺς ἄνδρας αἰδεσθέντες τῆς γενναιότητος.

Ἀλλ᾿ οὔπω ἀκριβῶς τὸ ἀτύχημα τοῦτο Ῥωμαίοις διεθρηνήθη καὶ τὴν ἐπ᾿ αὐτῷ τοῦ βασιλέως λύπην ὁ πάντα μαραίνων χρόνος διαφορήσας ἐλέανε, καὶ ἄλλη τις ἐπισυμπλέκεται συμφορὰ χείρων τῆς πρώτης καὶ κακὸν ἐπεισκωμάζει ἀξιοπένθητον ἕτερον. διαστασιάζονται Ῥωμαῖοι καὶ Οὐεντανοὶ κατὰ μέσην τὴν ἀγορὰν καὶ ἡ στάσις οὐκ ἐρεσχελίαι παρ᾿ ἑκατέρων πίπτουσαι τῶν γενῶν, οὐδ᾿ ἔπος αἰσχρόν, ὁποῖον ἐρρέθη, τοιοῦτον ἐπακουόμενον, οὐδ᾿ ἐβωμολοχεύοντο πρὸς ἀλλήλους ἢ κερτόμοις οἱ στασιασταὶ ῥήμασιν ἐκομψεύοντο, οὐδ᾿ ἔβαλλον ὕβρεσι καὶ ἐπλύνοντο σκώμμασιν, ἀλλ᾿ αἱ χεῖρες εἶχον τὰ ὅπλα καὶ ἡ μάχη ἀγχώμαλος ἐκορθύετο. συχνοὶ οὖν οἱ κατὰ φήμην τοῦ κακοῦ μεθ᾿ ὅπλων ἑκατέρωθεν ἐπεισρέοντες καὶ τοῖς ὁμογενέσιν ἀρήγοντες, πολλοὶ δὲ καὶ οἳ ἐκεῖσε μὴ ὁπλενδυτοῦντες παρενέβαλον, γένει βασιλείῳ διαπρεπεῖς καὶ λαμπροὶ κατ᾿ ἀξίωσιν. καὶ τῶν Βενετίκων δὲ ἀφίκοντο οἱ γεραίτατοι ὡς σβέσοντες τὸ κακὸν καὶ διαλλακτῆρες ἐσόμενοι· ἀλλ᾿ οὐκ ἦν τῶν λεγομένων ἐπιστροφή, οὐδέ τις εἰσῄει τούτους αἰδὼς τῶν συνειλεγμένων μεγίστων ἀνδρῶν. ὁ γὰρ Ἄρης ἐκπάγλως ἐμαίνετο καὶ προχύσεως αἱμάτων ἐρῶν ἐπισυνίστη μάλιστα τοὺς ὁπλίτας, καὶ τούτους ἐκ τοῦ τῶν Βενετίκων πλέον στρατολογήματος, καὶ κατεῖχεν οὐδέν, οὐδ᾿ ἐπέστρεφεν. ὅσον γὰρ ὁ μέγας δομέστικος τοὺς Ῥωμαίους ἀνέκοπτε τῆς ὁρμῆς καὶ τὰς τούτων ἐπισυνδρομὰς ἐπετείχιζε, τοσοῦτον ἐβαρυμηνίων Οὐεντανοὶ τῷ θυμῷ σφαδάζοντες κἀκ τῶν τριηρέων ἐξεχέοντο. ἰδὼν τοίνυν ὁ ἀνὴρ ὡς οὐδὲν ὠφελεῖ διαλλαγὰς μετιὼν καὶ ὡς ἄγει ἀναγκαία τὰ γένη μάχῃ διακριθῆναι, τοὺς ἰδίους μεταπέμπεται δορυφόρους, οὓς ἐπὶ καιρῶν μάχης εἶχε χρησίμους ἑαυτῷ καὶ ὁπλίταις ἀγαθοῖς ἐκέχρητο, καὶ διαφίησι τοῖς Βενετίκοις. ἐξάγει δὲ καὶ μέρος τῆς στρατιᾶς. ἐπ᾿ ὀλίγον οὖν οὗτοι ἀντισχόντες τὰ νῶτα μεταβαλόντες προτροπάδην φεύγουσι καὶ ταῖς ναυσὶν ἄκοντες συνωθοῦνται, βαλλόμενοί τε καὶ ἀναιρούμενοι.

Πλὴν οὐδ᾿ οὕτω τῆς βαρβάρου γνώμης ἠρέμησαν ἢ τὰ ὅπλα μετὰ ἧτταν κατέθεντο, ἀλλὰ κατὰ τὰ δυσθάνατα τῶν θηρίων ἐφαλλόμενοί τε καὶ προσαλλόμενοι ἐν δεινῷ τίθενται ὅτι μὴ Ῥωμαίων αὐτῶν ὑπερίσχυσαν. ἀμέλει καὶ κατὰ χέρσον οὐκέτι δυνάμενοι μάχεσθαι ἀποσαλεύουσι τὰς νῆας καὶ ἐξόρμους τιθέασι· καὶ κατά τινα νῆσον ἀναχθέντες ἀμφίρρυτον (ἡ Ἀστερὶς αὕτη οἶμαί ἐστιν, ἥν φασιν οἱ πάλαι κεῖσθαι μέσον Ἰθάκης καὶ τῆς τῶν Κεφαλήνων τετραπόλεως) ἐπιτίθενται ὡς πολέμιοι τοῖς ἐκεῖσε παρορμῶσιν ἐξ Εὐβοίας πλοίοις Ῥωμαϊκοῖς καὶ τὸ ναυτικὸν κακῶς διαθέμενοι, ὃ συνεπλήρουν οἱ Εὐβοεῖς μάλιστα, τέλος καὶ αὐτὰ τὰ σκάφη πῦρ ἐμβαλόντες ᾐθάλωσαν.

Τῷ κακῷ δὲ τούτῳ καὶ ἕτερον ἀτοπώτερον ἐπιφέροντες τὴν βασιλίδα νῆα κλοποφοροῦσι καὶ παρ᾿ ἑαυτοῖς θέμενοι πρῶτα μὲν τὰς ἐν αὐτῇ βασιλικὰς διαιτήσεις κοσμοῦσι πέπλοις χρυσοϋφέσι καὶ ἁλουργοῖς τάπησιν, ἔπειτα δ᾿ αὐτῇ ἐμβιβάσαντες ἀνδράριον ἐπίτριπτον, κελεχρῶτά τινα Αἰθίοπα, εὐφήμουν ὡς βασιλέα Ῥωμαίων περιάγοντες μετὰ λαμπρᾶς στεφανηφορίας καὶ προπομπῆς, τὰ τῆς βασιλείας σεμνὰ διαπαίζοντες καὶ καταμωκώμενοι τὸν ἄνακτα Μανουὴλ ὡς μὴ ξανθίζοντα τὴν κόμην ὡς θέρος, ἀλλ᾿ ὑπομελαινόμενον τὴν μορφὴν κατὰ τὴν τοῦ ᾄσματος νύμφην τὴν λέγουσαν „μέλαινά εἰμι καὶ καλή, ὅτι παρέβλεψέ με ὁ ἥλιος”.

Ἀλλ᾿ εἶχε μὲν ἀξίαν ἐπιθεῖναι δίκην τοῖς βαρβάροις ἐκ τοῦ παραυτίκα ὁ βασιλεύς, δείσας δέ, μὴ ἐμφυλίου κινηθέντος πολέμου εἰς πλεῖον προχωρήσῃ τὰ ἄτοπα, πέμψας τῶν ἐξ οἰκείου γένους τινὰς ἀμνηστίαν δίδωσι τοῖς Βενετίκοις ὧν τε εἰς αὐτὸν ἠνομήκασι καὶ ὧν εἰς Ῥωμαίους ὡς δυσμενεῖς ἐκακούργησαν, ἐπεὶ τὰ τῆς ἀμύνης ἑώρα πως οὐκ ἀκίνδυνα, πρὸς ἄλλα τοῦ καιροῦ ῥέπειν ἐπείγοντος. πλὴν εἰ καὶ τὸν χόλον αὐτῆμαρ κατέπεψεν, ἀλλ᾿ ὡς ἐν σποδιᾷ ἔναυσμα τὸν κότον ἐνέθαλπε τῇ ψυχῇ, ἕως τῶν πραγμάτων ἐνδιδόντων αὐτὸν ἐξεπύρσευσεν, ὡς κατὰ καιρὸν τὸν οἰκεῖον ῥηθήσεται.

Τότε γοῦν φιλιωθέντων αὖθις ἀμφοτέρων τῶν στρατευμάτων, εἰς πολιορκίαν ἐξάγει τὰς φάλαγγας, καὶ κατὰ θάλασσαν, ἐν οἷς παρείκοι, τὸ πόλισμα κυκλωσάμενος παντοῖος ἐγίνετο, ὥσπερ πρὸς ἑαυτὸν ἁμιλλώμενος ἐνεργότερος δείκνυσθαι, εἴ πως παραστήσασθαι δυνηθείη τοῦτο καὶ ἐξελεῖν. ἔκ τε οὖν τῶν πετροβόλων ὀργάνων τὰ βάρη τῶν λίθων ἠφίετο συνεχέστερα καὶ οἱ τοξόται παρὰ μαζὸν ἀεὶ πελάζοντες τὰς νευρὰς καὶ ἕως τῶν γλυφίδων ἕλκοντες νιφάδεσσιν ἐοικότα χειμερίῃσι κατὰ τῶν ἐπὶ τοῦ τείχους τὰ βέλη ἔπεμπον. ἦσαν δὲ κατὰ πολλὰ μέρη τοῦ ἐρύματος καὶ οἳ διὰ τῶν φαράγγων δίκην αἰγάγρων ἐκρημνοβάτουν· ἐπεραίνετο δὲ οὐδὲν ἀλλ᾿ ἢ ὅσον μὴ ἀεργὸν ὁρᾶσθαι τὴν στρατιάν. οἱ γὰρ ἔνδον καὶ αὐτοὶ γενναίως ἀπεμάχοντο, ὑποκατιέναι μὲν καὶ συστάδην ἀντιπλέκεσθαι Ῥωμαίοις οὐμενοῦν οὐδαμῶς δοκιμάζοντες, ἀπὸ δὲ τῶν τειχῶν παντοδαπῶς ἀμυνόμενοι καὶ βέλεσι καὶ λίθων ἀφέσεσι κακοῦντες τὸ ἀνθιστάμενον.

Ὡς ἔγνω τοίνυν ἀδυνάτοις ἐπιχειρῶν, μεταναστεῦσαι μὲν ἐκεῖθεν καὶ τὴν πολιορκίαν ἀφεικέναι ἀτέλεστον οὐκ ἔκρινε δεῖν καὶ ἀδοξίας ἑαυτῷ παραίτιον ὑπετόπαζεν, εἰ πολλὰ καμὼν καὶ οὐκ ὀλίγας ἴλας ἀπολωλεκὼς στρατιώτιδας οὐχ ἕξοι φρούριον ἓν ἐξελεῖν, καὶ τοῦτο πρότριτα Ῥωμαίοις ὑπόφορον, βόσκοι δὲ καὶ ἐπὶ τῆς οἰκείας χιλίους λῃστὰς ὁρμητήριον παρεὶς καὶ νεώσοικον ταῖς Σικελιώτισι τριήρεσι κατὰ Ῥωμαίων τὰ Κέρκυρα. ἐπεβάλετο τοίνυν χρονοτριβεῖν· ἄλλη γὰρ οὐδεμία τις ἐλπὶς ὑπελείπετο τοῖς χρηστοτέροις αὐτὸν ὑποσαίνουσα, διὰ δὲ τῆς πολυημέρου προσεδρείας συμπείσειν ἄκοντας ᾤετο τοὺς ἐπὶ τῆς φρουρᾶς καταπροδοῦναί οἱ τὸ φρούριον καὶ σφᾶς προσαναθήσειν αὐτῷ. ὅθεν οὐδὲ τοῦ καλοῦ τῆς προσδοκίας ταύτης ἐκπέπτωκεν, οὔτε μὴν διήμαρτε τοῦ σκοποῦ.

Ἡμέρας γὰρ διαλιπόντες τινὰς διαπρεσβεύονται καὶ δέονται καιρὸν αὐτοῖς ὑποχωρήσεως ἐνδοθῆναι, ὡς ὅπλων καὶ τῶν ἄλλων ἦσαν ἔχοντες. ὡς γὰρ ἑώρων βασιλέα μὲν οὐκ ἂν αὐτοὺς ἐπὶ χώρας μένειν ἀνήσοντα, τὰς δ᾿ ἐλπίδας σχαζούσας εἰς κενόν, αἷς ἐβουκολοῦντο καθ᾿ ὥραν τὴν ἀπὸ τοῦ ῥηγὸς ἐπικουρίαν προσδεχόμενοι, ἅμα δὲ καὶ τὸν λιμὸν αὐτοὺς ἠρέμα ἐπιβοσκόμενον, τὴν εἰρημένην ἐτράποντο. ἐνῆγε δὲ πρὸς τὸ τοιοῦτον μάλιστα ἔργον ὁ καστελάνος Θεόδωρος, ὃς τῆς φρουραρχίας προΐστατο, οὐκ ὢν αἱμάτων ἀνήρ, ἀλλὰ τῆς ἀγέλης πλέον Χριστοῦ καὶ προτιθεὶς εἰρήνην τῆς διαστάσεως καὶ φιλορώμαιος, ὡς ἔδειξεν ὕστερον.

Βασιλεὺς τοίνυν ὠσὶν ἑστῶσιν ἀκούσας τὴν ἀγγελίαν ἐζήτει θεάσασθαι καὶ πέρας αὐτίκα τὸ ἐφετόν. πρὸ δὲ τοῦ τὰς ἀποκρίσεις ἱλαρὰς ἀποδοῦναι ἑαυτὸν εἰδωλοποίει τραχὺν καὶ ὑπερορίοις ἀπειλαῖς ἐκέχρητο, εἰ μὴ δρῷεν ὅσα ἡ πρεσβεία κατεπαγγέλλεται. ὡς οὖν ὀψὲ προσερρύησαν, οὐδὲ τότε ὁμοῦ πάντες, ἀλλὰ κατὰ βραχεῖς, καὶ πεῖραν τοῖς ἐπιμένουσιν οἱ ἐξιόντες διδόντες, ὡς οὐχ ὑπερόπτης ὁ βασιλεύς, οὐδέ τι τῶν ἀέλπτων ἐπιτελῶν, ἀλλ᾿ εὐμενῶς αὐτοὺς προσιέμενος μετὰ φιλοφροσύνην καὶ δεξίωσιν ἱκανὴν αὐτοὺς ἑλέσθαι τὸ ποιητέον καὶ τὸ δοκοῦν ὠφέλιμον ἐγκελεύεται· ἑαυτῷ γὰρ μὴ εἶναι πρὸς τρόπου, μηδ᾿ ἄλλως κρίνειν βασιλικόν τε καὶ ἐλευθέριον ἢ μένειν ἐθέλοντας ἀπελαύνειν ἢ ἀπιέναι βουλομένοις προσίστασθαι. πολλοὶ μὲν οὖν συμπαρέμειναν βασιλεῖ καὶ πρὸ πάντων ὁ καστελάνος Θεόδωρος, οἱ δὲ λοιποὶ πρὸς τὴν πατρίδα Σικελίαν ἀνήχθησαν.

Βασιλεὺς δὲ παριὼν εἴσω τῆς πόλεως καὶ τὴν ἄκραν καταπλαγεὶς ὡς ὅπλοις οὐδ᾿ ὅλως ἁλώσιμον καὶ φρουρὰν ἐπιστήσας ἀκριβεστάτην ἐκ Γερμανῶν ἄρας ἐκεῖθεν μεθ᾿ ἁπάσης ὡς εἶχε τῆς στρατιᾶς εἰς τὸν Αὐλῶνα μετασκηνοῖ· ἔνθα ἱκανὰς ἡμέρας ἐναυλισάμενος τὴν εἰς Σικελίαν κυροῖ περαίωσιν, γνωματεύων ἤρεμον εἶναι τὸν μαχόμενον καὶ εἰρήνης τὸν πόλεμον πρύτανιν κἀκείνας εὐδαιμονεῖν τῶν πόλεων, ὅσαι μὴ τοῖς τείχεσι, τοῖς δ᾿ ἔγχεσι φράγνυνται, ὡς τούς γε δι᾿ εἰρήνην τὸν πόλεμον ἀλυσκάζοντας λεληθέναι ἄντικρυς ἔφασκεν ἑαυτοὺς ὅτι πλείονες ἐντεῦθεν ὡς ἐκ πολύχοος γηδίου φύονται οἱ διάφοροι, ἣν ἔχουσιν ἀρχὴν περικόπτοντες καὶ σταθερᾶς εἰρήνης οὐδαμῶς ἀπολαύοντες. ἀλλὰ „δειλοί” φησιν ὁ Δαυὶδ „οἱ τῶν ἀνθρώπων εἰσὶ διαλογισμοὶ καὶ ἐπισφαλεῖς αἱ τούτων ἐπίνοιαι, ἡ δὲ βουλὴ τοῦ Κυρίου βεβαία καὶ ἀμετάπτωτος, οὐδ᾿ ἔστιν ὅστις τῶν ἁπάντων αὐτὴν παρακρούσεται”.

Τότε τοίνυν τὸν Μανουὴλ στηρίξαντα τὴν εἰς Σικελίαν κέλευθον καὶ πρὸς τὴν νῆσον κατάραντα, ἥτις Ἀειρρονήσιον ἐπικέκληται, τοῦ ἐγχειρήματος ἐπέσχον διακυκήσασαι τὸ πέλαγος λαίλαπες καὶ καταποντιστικὰ τοῦτο διαταράξαντα πνεύματα βροντῶν τε μυκήματα ἐξαισίων καὶ ἀστραπῶν ἐκπυρηνίσματα τερατώδη καὶ ἀνάμματα φοβερώτατα. καὶ αὖθις δ᾿ ἐπιβαλλομένῳ καὶ τὴν περαίωσιν ἐπισπεύδοντι οὐχ ὑπέθηκεν ἑαυτὴν ἡ θάλασσα ταῖς ναυσίν, ἀλλ᾿ ἀνεπήδα καὶ ἀνεβράσσετο κάτωθεν. ὡς οὖν ἀντέστησαν αἱ ἀντίπνοιαι διαλύσασαι τὰ σκάφη γνόφῳ βαθεῖ, μόλις μὲν τῇ χέρσῳ τινὰ τούτων προσώκειλαν, καὶ αὐτὸς δὲ βασιλεὺς διεξέπλευσε βραδέως τὸν κίνδυνον, τὰ δὲ λοιπὰ διεσπάρη ἄλλα ἄλλοθι καὶ πάρεργον ἐγεγόνει κλύδωνος.

Τῷ τοι τὴν δι᾿ ἑαυτοῦ πρὸς Σικελίαν περαίωσιν ὡς ἀσύμφορον παρωσάμενος ἀπαίρει μὲν ἐκ τοῦ Αὐλῶνος ὡς ἔχων ἦν τῶν δυνάμεων, εἰς δὲ Πελαγονίαν ἀφιγμένος καὶ καταστήσας ὡς ξυνοῖσόν οἱ ἐδόκει τὰ πράγματα κατὰ Σέρβων ἔγνω μεταθέσθαι τὸ πρόθυμον. οὗτοι γάρ, ἕως μὲν τὰ τῆς ἀρχῆς ἠρέμει τῷ αὐτοκράτορι, εὔνουν ἐπλάττοντο πρόσωπον καὶ τὴν γλῶτταν ἐπλούτουν πρὸς τὰ ἐν μυχῷ τῆς καρδίας ἀντίφθογγον· ἐπειδὴ δὲ κατά τε γῆν κατά τε θάλατταν ἐπεισήρρηκεν ὅσα ἐπετέμετο ἡ ἀφήγησις, ἀνεθάρσησάν τε παρὰ τὸ δέον, καταχρησάμενοι τῷ καιρῷ, καὶ κατὰ Ῥωμαίων ὅπλα ἤραντο καὶ κακῶς διέθεντο τὰς ὑπὸ Ῥωμαίους ὁμόρους αὐτοῖς χώρας. καὶ δὴ τὸ εὔοπλον ἀπολαβὼν τοῦ στρατεύματος καὶ ἀποτάξας αὐτὸ πρὸς τὸ εὔζωνον τὴν Σερβίαν εἴσεισι, τὸν δὲ ταύτης σατράπην οὐ διέδραμεν ἡ κατ᾿ αὐτοῦ βασίλειος ἐπέλευσις, κἂν ἠπείγετο λήσειν ὁ βασιλεύς· οὐκ ἔχων δ᾿ ὅ τι καὶ διαπράξαιτο, μηδὲ συνορῶν ἑαυτὸν ἀγωνιστὴν πρὸς τὰς Ῥωμαϊκὰς δυνάμεις ἀνανταγώνιστον, ἀφίσταται μὲν τῶν πεδινῶν, εἰς δὲ τὰ ὄρη αἴρει τοὺς ὀφθαλμούς, ὅθεν προσεδόκα ἥξειν αὐτῷ τὴν βοήθειαν. τὰς δὲ τῶν οἰκείων πληθῦς, ὅσα καὶ θρεμμάτων ἀγέλας τὰ χλωρὰ δρεπομένων τῆς ὕλης, ἀφῆκε τοῖς ἐπιοῦσιν εἰς διασκόρπισιν καὶ ἀναίρεσιν ἐπιτρέψας ἑκάστῳ τὴν διὰ φυγῆς εὕρασθαι σωτηρίαν καὶ πρίασθαι ποσὶ τὴν ζωὴν ὡς παράδειγμα αὐτὸν ἀποβλέπουσι. καὶ ὁ μὲν Σερβάρχης οὕτω διενοήθη καὶ διεπράξατο καὶ ταῦτα ἦν τοῖς ὑπ᾿ αὐτὸν ὑποθέμενος· βασιλεὺς δὲ ὡς λέων ἀλκῇ πίσυνος βουκόλια βοῶν ἢ αἰγῶν αἰπόλια τὰ τῶν βαρβάρων κείρας συστήματα καὶ πολλὰς μὲν συγκτήσεις πυρὶ παραδούς, οὐκ ὀλίγων δὲ σωμάτων ἐγκρατὴς γεγονὼς ἐκεῖθεν ἐπάνεισι.

Καὶ γράμμα εὐθὺς εὐάγγελον ἐχαράττετο τοῖς τῆς πόλεως σημαῖνον οἰκήτορσι τὰ ἐξ ὑπογυίου ταυτὶ κατορθώματα· καὶ ὁ τοῦτο ἀποκομίζων διαγγελεὺς ὁ μέγας ἦν δομέστικος. μετὰ βραχὺ δὲ καὶ ὁ τῶν ἀνδραγαθημάτων ἐπιφθάνει πατήρ, καὶ καταγαγὼν ἐπὶ τοῖς τελεσθεῖσι τούτοις περιφανῆ θρίαμβον καὶ παρὰ τοῦ δήμου καὶ τῆς συγκλήτου πάσης εὐφημηθεὶς καὶ τῇ τῶν κρότων ὑψηγορίᾳ διαχυθεὶς εἰς ἁμίλλας ἵππων ἀπεῖδε καὶ θέατρα.

Ἄρτι δὲ τοῦ ἔαρος ὑποφαίνοντος τὴν Πελαγονίαν αὖθις κατέλαβε. καὶ ἐπείπερ ἡ πρὸς Σικελίαν ἄφιξις αὐτῷ ἀπηγόρευτο, χρήμασιν ἐφοδιάσας πολλοῖς ἄνδρα δραστήριον, τῶν ἐπισήμων ἕνα καὶ εὐγενῶν, τὸν Παλαιολόγον φημὶ Μιχαήλ, καὶ στρατιὰν αὐτῷ παραδοὺς ἱκανὴν καὶ χεῖρα συχνὴν ἐγχειρίσας ἐκεῖσε ἐξέπεμψεν. ὁ δὲ κατὰ τὸ βασιλεῖ δοκοῦν εἰς Βενετίαν ἀφίκετο πρότερον καὶ μισθοφορικὸν ἐκεῖθεν ἀγηοχὼς κἀκ τῶν Ἰταλιωτίδων χωρῶν στρατολογήσας ἁδρὸν κοντοφορικὸν καὶ γενόμενος ἤδη μεγαλοδύναμος πρὸς τὴν Λογγιβαρδίαν κατέπλευσε καὶ συμμίξας ταῖς ἐκεῖσε δυνάμεσι τοῦ ῥηγὸς τροπαιοφορεῖ κατ᾿ αὐτῶν καὶ νίκαις ἀναδεῖται λαμπραῖς, ἔχων ἐπὶ πᾶσι συγκροτοῦντά οἱ καὶ συναντιλαμβανόμενον καί τινα κόμητα Ἀλέξανδρον, ἐκ ταὐτοῦ μὲν ἀπορρύεντα αἵματος τῷ ῥηγί, προσκεχωρηκότα δὲ προσφάτως Ῥωμαίοις δι᾿ ἃς ὑπέστη παρ᾿ αὐτοῦ συμφοράς. καὶ ὁ μὲν Παλαιολόγος ἀεί πως ἐνεπλατύνετο καὶ σπείρων φιλοτίμως οὐ διαδιδοὺς τὰ χρήματα ἐλύπει καιρίως τὸν ῥῆγα καὶ ἐσέτι δράσων ἐκεῖνον ἐπίδοξος ἦν τὰ ἀνήκεστα, πλείστας τῶν ἐκεῖθι πόλεων τὰς μὲν ὁμολογίᾳ χειρούμενος, τὰς δὲ καὶ καταστρέφων.

Ἀλλὰ καὶ λίθων μετενεχθέντων ἐκεῖθεν καί τινων ἀναπεμφθέντων αἰχμαλώτων τῷ βασιλεῖ, πόλις κατὰ τὴν τῶν Αἰγαιοπελαγιτῶν χώραν τειχίζεται, Βάρη καὶ Αὐλωνία παρωνύμως ἐσέτι ὠνομασμένη.

Βασιλεὺς δὲ αὐτὸς αὖθις μαθὼν κακουργεῖν τὸν Σερβίας δυναστεύοντα οὔρεσιν καὶ χείρονα δρᾶν τῶν προτέρων, ὡς καὶ σπείσασθαι κατὰ Ῥωμαίων τοῖς γείτοσι Παίοσι, δισσεύει κατ᾿ αὐτῶν ὡς μὴ ἀξιομάχων ἀφροντιστῶν. οἱ δὲ καὶ ὑπὲρ δόξαν χεῖρας ἀντῆραν καὶ τὸν κατ᾿ ὀφθαλμὸν ἐθάρρησαν πόλεμον πλεῖστον συμμαχικὸν Οὐννικὸν ἐπαγόμενοι. ὅτε καὶ ὁ Καντακουζηνὸς Ἰωάννης συμπλακεὶς τοῖς βαρβάροις καὶ μέχρι τοῦ δοῦναι καὶ λαβεῖν ἐγκαρτερήσας πληγὰς δακτύλους τῶν χειρῶν ἀπεβάλετο, πολλῶν ἐπιβρισάντων αὐτῷ Σέρβων. καὶ βασιλεὺς δὲ αὐτὸς κατὰ μονομαχίαν τῷ ἀρχιζουπάνῳ Βακχίνῳ προσέμιξεν, ἡρωϊκὸν προφαίνοντι σῶμα καὶ αὐτουργοὺς χεῖρας ἐξ ὤμων φύοντι· καὶ ὁ μὲν κατὰ τῶν προσώπων πλήττει τὸν βασιλέα καὶ διαθλᾷ τὸ ἐκ τοῦ κράνους κατακεχυμένον τῶν ὄψεων ἐκείνου σιδήρεον παραπέτασμα, ὁ δὲ τὴν χεῖρα τούτου τῷ ξίφει διήλασε καὶ ἀπόλεμον ἔδειξε καὶ ζωγρίαν ἐκ τοῦδε συνείληφεν.

Ὡς δὲ καὶ οὕτω τοῖς Ῥωμαίοις αἰθρία νίκης ἐπέλαμψε, τῶν βαρβάρων διαλυθέντων δίκην νεφῶν, κἀκ τῶν ἐπαριστέρων ἀρχῶν εἰς τέλος ἀπήντησεν ὁ πόλεμος δεξιώτατον, κατὰ τῶν Οὔγγρων ὁρμᾷ, μήπω τὴν τῆς μάχης κόνιν ἐκ τῶν προσώπων ἀπομορξάμενος, ἀλλ᾿ ἔτι θερμοῖς ἱδρῶσι σταζόμενος, ἐπίκλημα φέρων τὴν τῶν Σέρβων ἐπικουρίαν καὶ τὴν ἀπουσίαν ἁρπάζων τοῦ ἐπαρήξοντος· ὁ γὰρ τῶν Οὔγγρων ῥὴξ οὐκ ἦν κατὰ χώραν τοῖς γειτνιῶσι Ῥὼς συμπλεκόμενος.

Καὶ δὴ τὸν Σάουβον διαβὰς ποταμὸν καὶ τῷ Φραγγοχωρίῳ ἐμβαλὼν (ἔστι δὲ τόδε τμῆμα τῆς Οὐγγρίας οὐ τὸ ἐλάχιστον ἀλλ᾿ ἱκανῶς πολυάνθρωπον, μεταξὺ Ἴστρου καὶ Σαούβου τῶν ποταμῶν ἀναπεπταμένον, καθ᾿ ὃ καὶ φρούριον ἐρυμνότατον ἔκτισται, ὃ Ζεύγμινον ἐπικέκληται) χειρίστως τὰ ἐκεῖ διέθετο. τότε καί τις Παίων, μεγέθει μέγιστος καὶ ἀνδρεῖον προφαίνων ψυχῆς παράστημα, τῶν ἄλλων ἀποδιαστὰς ἐς αὐτὸν βασιλέα θυμῷ φέρεται, ὁ δὲ τοῦτον ὑποστὰς ἐς τὸν ὀφθαλμὸν τὸ ξίφος διελᾷ καὶ ἀφίστησι τῆς ζωῆς. πολλοὺς τοίνυν ζωγρίας λαβὼν καὶ πραγμάτων οὐκ ὀλίγων γενόμενος ἐγκρατὴς πρὸς τὴν βασιλίδα πόλιν ἐπάνεισιν.

Ἐς δ᾿ ὅσον πλεῖστον ἀπομηκύνας τὸν θρίαμβον λαμπρότατα ὡς ἐνῆν διὰ τῶν τῆς πόλεως ἀμφόδων ἐπόμπευσεν. ὑπεξῆραν δὲ τὴν τηνικαῦτα κομψότητα τῆς πομπῆς τῶν Οὔγγρων οἱ νεαλεῖς καὶ τῶν Σέρβων οἱ δορυάλωτοι στολὰς ἐνησθημένοι λαμπρὰς καὶ ὑπὲρ τύχην ὁρωμένας αἰχμάλωτον, βασιλέως αὐτὰς παρασχομένου, ὡς ἂν εἴη καὶ ἐντεῦθεν ἡ νίκη περίδοξος καὶ τοῖς πολίταις αὐτοῖς διὰ θαύματος καὶ ὅσοι μὴ ἐνδαποί, ὡς ἀνδρῶν κεχειρωμένων κατὰ τὸν πόλεμον τῶν ἐκ γένους ἐπισήμου καὶ ἀξίων τοῦ περιβλέπεσθαι. θαυμαστὴν δ᾿ ἐποίει τὴν τότε πομπαίαν πανήγυριν καὶ τὸ μὴ παριέναι ἀθρόους τοὺς αἰχμαλώτους, ἀλλὰ κατὰ συμμορίας καὶ ἐκ διαλειμμάτων ἀφεστῶτας ἀλλήλων, ὡς κλέπτεσθαι τὴν ὄψιν ἐντεῦθεν τῶν θεωμένων καὶ ὑπὲρ τοὺς ὄντας τοὺς παριόντας φαντάζεσθαι.

Ἐν τούτῳ δὲ καὶ Σκυθῶν τὸν Ἴστρον διαπεραιωσαμένων καὶ τὰ περὶ τὸν ποταμὸν τοῦτον ληϊζομένων Ῥωμαϊκὰ φρούρια, στέλλεται κατ᾿ αὐτῶν Καλαμάνος τις. ἀλλ᾿ οὗτος μὴ δεξιῶς διαστρατηγήσας τὸν κατὰ Σκυθῶν πόλεμον ἡττήθη τε ὑπ᾿ αὐτῶν κατὰ κράτος, ὡς αἱ τάξεις ἐρρώγεσαν, καὶ ἄνδρας ἀγαθοὺς ἀπεβάλετο καὶ αὐτὸς δὲ καιρίας ἐς τὸ σῶμα δεξάμενος τὸ ζῆν μετήλλαξεν. οἱ δὲ Σκύθαι κατὰ τὸν αὐτοῖς εἰωθότα τρόπον λείαν τὰ ἐν ποσὶ θέμενοι καὶ ἀναθέμενοι τοῖς ἵπποις τὰ λάφυρα νόστου ἐμνήσαντο.

Ῥᾴων δὲ αὐτοῖς ἡ τοῦ Ἴστρου περαίωσις, εὐχερεστέρα δὲ καὶ ἡ κατὰ προνομὴν ἐπέλευσις, οὐ κοπηρά τε καὶ ἐργώδης ἡ ἀναχώρησις. ὁπλισμὸς γὰρ αὐτοῖς γωρυτὸς ἐπὶ τῆς ἰξύος ἐξηρτημένος πλάγιος καὶ καμπύλα τόξα καὶ ἄτρακτοι. εἰσὶ δ᾿ οἳ καὶ δοράτια κραδαίνουσι περιελίσσουσί τε κατὰ τὸν πόλεμον. ὁ δ᾿ αὐτὸς ἵππος καὶ τὸν Σκύθην ὀχεῖ, διὰ μαχησμοῦ φέρων τοῦ πολυάϊκος, καὶ τροφὴν χορηγεῖ σχαζομένης φλεβός, ὡς δέ φασι, καὶ ὀχευόμενος τὴν ἄλογον ἀφροδίτην τοῦ βαρβάρου ἀποκενοῖ. σχεδιάζει δὲ τοῖς Σκύθαις τοῦ ποταμοῦ τὴν διάβασιν κάρφης πλήρης διφθέρα, λίαν ἐς τὸ ἀκριβὲς σύσπαστος, ὡς μηδὲ βραχὺ λιβάδιον ἐπεισρέειν ἔνδοθι. οὐκοῦν ταύτην περιβὰς ὁ Σκύθης, ἱππείας ἐξημμένην οὐρᾶς, καὶ τὴν ἀστράβην ἐπαναθεὶς καὶ ὅσα τοῦ πολέμου ὄργανα διαπλωΐζεται, οἷα σκάφος λαίφει τῷ ἵππῳ χρώμενος, καὶ τὸ τοῦ Ἴστρου διανήχεται πέλαγος.

Καὶ ὧδε μὲν εἶχε ταυτί. ὁ δέ γε Παλαιολόγος τὸν φιλοπράγμονα αἰτίαν ἀπειληφὼς καὶ τὸν δαπανηρὸν Ῥωμαίοις ἀξυντελῶς, ἐξ ὅτου Καλαβρίας ἐπέβη, τῆς στρατηγίας παραλύεται, στέλλεται δ᾿ ἀντ᾿ αὐτοῦ ὁ Κομνηνὸς Ἀλέξιος, ὁ τοῦ Βρυεννίου καίσαρος υἱός, ἐξάδελφος ὢν τῷ βασιλεῖ πρὸς μητρὸς καὶ τὴν τοῦ μεγάλου δουκὸς τιμὴν ἄρτι πρώτως περιζωσάμενος. συνεκπέμπεται δέ οἱ καὶ ὁ Δούκας Ἰωάννης, ἀνὴρ ἑρμαϊκὸς ὁμοῦ καὶ ἀρεϊκός, οἷα παιδευμάτων ἐλευθερίων οὐκ ἄκρῳ λιχανῷ γεγευμένος καὶ γένους εὖ ἔχων καὶ μεθόδων ἴδρις στρατηγικῶν.

Οὗτοι οὖν ἐς Σικελίαν τὸν πλοῦν θέμενοι συνέμιξαν ταῖς δυνάμεσι τοῦ ῥηγὸς καὶ μεγάλαις ναυμαχίαις πολλάκις αὐτὸν κατεπάλαισαν, ὡς τάς τε νῆας τούτου διαρρυῆναι, ἐγγὺς δὲ πολιορκίας καὶ αὐτὸ γεγονέναι τὸ Βρεντήσιον. ἀλλ᾿ οὔπω ἡ τύχη τοῖς λαμπροῖς τοῖσδε καθαρῶς ἐπεμειδίασεν ἀγωνίσμασιν, οὔτε μὴν ὁ βασιλεὺς ὡς ἔδει ταῖς καλλίσταις ἐνεώρτασεν ἀγγελίαις, καὶ ὁ ῥὴξ δύναμιν ἀθροίσας μείζονα καὶ ξενικὸν ἐπαμησάμενος οὐ βραχὺ τὴν ἧτταν ἐπῆλθεν ἀναμαχούμενος καὶ συμβαλὼν περιγίνεται τῶν ἀνδρῶν καὶ συλλαβὼν δεσμώτας εἵργνυσιν ἀμφοτέρους, ἐν ἀκαρεῖ καιροῦ ἀνατρέψας ὅσα πόνῳ καὶ δαπάναις μεγίσταις ὑπὸ Ῥωμαίων εὐημερήθησαν.

Τοιούτοις οὖν ὁ Μανουὴλ ἀκούσμασι καὶ ἀγγέλμασι τὴν πρότριτα θυμηδίαν ἀποκλυσάμενος ὅσα τε ἀψινθιώδεσι κεράσμασιν ἐμπικρανθεὶς τὴν ψυχήν, ὡς εἰκὸς μέν, οὐκ ἤνεγκε τὸ γεγονὸς φορητῶς, ἀλλ᾿ ἱκανῶς ἐπαθήνατο. οὐκ ὢν δὲ ψοφοδεής, μηδ᾿ ἀναπίπτων ἐν τοῖς δεινοῖς συναντήμασιν, οὔτε μὴν τῷ οὔρῳ τῶν πραγμάτων παρ᾿ ὃ δεῖ κουφιζόμενος, οὐδ᾿ αὖ πάλιν ἀγεννῶς ταῖς τούτων καταιγίσιν ὑποκλινόμενος, ὡς πρὸς τὴν τότε τύχην ἀγνωμονοῦσαν ἀντιπράττων διημιλλᾶτο. ἔνθεν τοι καὶ ἑτέραν ἐξαρτύσας ναυτικὴν δύναμιν ἐφίστησιν ἡγεμόνα ταύτης Κωνσταντῖνον τὸν Ἄγγελον, ὃς ἐκ μὲν Φιλαδελφείας ὥρμητο καὶ γένους ἦν οὐκ εὐπαρύφου πάνυ καὶ εὐγενοῦς, εὖ δ᾿ ἔχων τῆς σωματικῆς φυῆς κἀπὶ τοῦ προσώπου λειμῶνα κάλλους κηπεύων τὴν Θεοδώραν πρὸς γάμον ἠγάγετο, ἣν Ἀλέξιος ὁ βασιλεὺς ὁ προπάτωρ τῷ Μανουὴλ ἐγείνατο, τὸ κάλλος εὐτυχήσας προμνήστριαν.

Δοξάζων δ᾿ ὁ Μανουὴλ οὐκ ἐπαινετῶς ὡς πρὸς τὰς τύχας συναίρονται καὶ τὰ κατὰ τὸν ἀνθρώπινον βίον συναντήματα οἱ τῶν ἀστέρων ἀναποδισμοὶ καὶ προποδισμοὶ καὶ αἱ θέσεις αὗται καὶ τὰ τοιάδε τῶν πλανήτων σχήματα, οἱ πλησιασμοί τε καὶ ἀποστάσεις, καὶ τὰ λοιπὰ ὅσα οἱ ἀστρολέσχαι φασὶν τῆς θείας προνοίας καταψευδόμενοι καὶ λεληθότως τὸ „εἵμαρτο” καὶ „τὰ δεδογμένα τῇ ἀνάγκῃ ἀναλλοίωτά τε καὶ ἀνεπίκλωστα” παρεισάγοντες, ὡραίαν τῷ Ἀγγέλῳ τὴν ἔξοδον ἀπακριβοῖ.

Καὶ εἶχε μὲν τῷ Κωνσταντίνῳ τὰ ἐξιτήρια συνταξάμενος. ἀλλὰ τί; οὔπω εἰς ὀψίαν ἐνειστήκει ὁ ἥλιος, καὶ παλίμπους ἐπιτάσσοντος βασιλέως ὁ Κωνσταντίνος γίνεται. τὸ δ᾿ αἴτιον ἡ τῆς ἐξόδου ἀκαιρία καὶ τὸ τῆς ὁδοῦ τὸν Ἄγγελον ἅψασθαι οὐχ ὡς οἱ ἀγαθοὶ σχηματισμοὶ τῶν ἀστέρων ἐκέλευον ἢ γοῦν ἡ ἀκρίβεια παρεῖχε τῶν τῆς ἀστρονομουμένης σφαίρας κανόνων, ἀλλ᾿ ὡς οἱ φλήναφοι, ἐνεδίδοσαν, κακῶς φάσκοντες καὶ παχέως τοῖς λεπτοῖς ἐπιβάλλοντες κἀντεῦθεν περὶ τὴν τῆς ὡραίας ὥρας σφαλλόμενοι εὕρεσιν. πάλιν τοίνυν θεμάτιον διετίθετο καὶ οἱ κανόνες ἀπηκριβοῦντο. καὶ οὕτω μετὰ πολλὴν τῶν ἄστρων ἔρευναν καὶ σκέψιν καὶ περισκόπησιν ὁ Ἄγγελος ἔξεισι, ταῖς τῶν ἀγαθοποιῶν ἀστέρων συνεξωρμηκὼς κινήσεσιν.

Ἐς τοσοῦτον δὲ ἄρα τὰ τῶν Ῥωμαίων ὤνησε πράγματα ἡ τῆς ὥρας ἀσφάλεια ἢ τὰ τῶν πρώην ἀρχηγῶν ἀνώρθωσε πταίσματα καὶ εἴ τι ἀντίξουν συμβέβηκε μετεσκεύασεν, ὡς ἐκ τοῦ παραυτίκα χερσὶν ἁλῶναι τῶν πολεμίων τὸν Κωνσταντῖνον. ἀπερισκέπτως γὰρ ἐς Σικελίαν τὸν πλοῦν ποιούμενος συνελήφθη ταῖς θαλασσοφυλακούσαις Σικελικαῖς τριήρεσι καὶ ἤχθη παρὰ τὸν ῥῆγα αἰχμάλωτος. ὁ δὲ τῆς ἄγρας ἐπαινέσας τοὺς συλλαβόντας καὶ ὡς καλῶν κάλλιστον εἰπὼν τὸ θήραμα εἶχε καὶ τοῦτον δεσμώτην ἔμφρουρον.

Βασιλεὺς δὲ καὶ μετὰ δευτέραν ταύτην πληγὴν διηρευνᾶτο τὰ τῆς ἀμύνης ἀνάλογα. ὁρῶν δὲ τὸν διὰ πολέμων αὖθις τρόπον δύσεργον καὶ ἀξύμφορον καὶ τὸ τῶν ἀναλωμάτων ἁδρὸν καὶ ἐπάλληλον ὑπειδόμενος οἷά τινα νόσον γάγγραιναν τὰ τῶν θησαυρῶν κατὰ βραχὺ ταμιεῖα νεμόμενον (ἐγγὺς γάρ που τριακοσίων κεντηναρίων χρυσίον ἀνάλωκε) δέον εἶναι διενοήθη σπείσασθαι τῷ ῥηγί. τοίνυν δεξάμενος οὐκ ἀηδῶς τὴν τοῦτο ἐπισκήπτουσαν πρεσβείαν τοῦ τῆς πρεσβυτέρας Ῥώμης προέδρου καὶ ὡς ἄγγελον εὐξύμβολον ἀσπασάμενος στέλλει κατὰ τὸν Ἀγκῶνα τὸν πρωτοστράτορα Ἀλέξιον, ὃς ἦν πρεσβύτερος τῶν υἱέων τοῦ μεγάλου δομεστίκου, πρὸς ἀμφότερα μερίσας τὸ σκέμμα τε καὶ τὸ βούλευμα, δηλαδὴ καὶ πρὸς ἑτοιμασίαν ὅπλων καὶ ξενικοῦ στρατεύματος ξυλλογὴν ἀπὸ τῶν Ἰταλιωτίδων χωρῶν, εἰ τούτου δεήσειε, καὶ πρὸς τὴν τοῦ ῥηγὸς φιλίαν, εἰ προχωροῦν ὁρῴη τὸ τῆς ξυμβάσεως.

Ἔνθεν τοι καὶ ὁ Ἀλέξιος ἐκεῖσε γενόμενος, δραστήριος ὢν καὶ πᾶσαν ἐξησκηκὼς αὐτουργίαν πολεμικήν, νοΐ τε τὴν γλῶτταν ἔχων ἀνθάμιλλον καὶ χεῖρας ἀντεριζούσας ταῖς ἀρχικαῖς μεθοδεύσεσι καὶ τὸ εἶδος αὐχῶν σεμνόν, στρατολογεῖν εὐθὺς ἐπεβάλετο, κατασεῖσαι τὴν γνώμην τῇ ἀκοῇ βουλόμενος τοῦ ῥηγός, καὶ συχνὴν ξυνέλεγεν ἵππον ὡς ἐς Καλαβρίαν μέλλων παρεμβαλεῖν. ἐν δὲ τῷ μέρει καὶ τοῦ τῶν σπονδῶν ἐπεμελεῖτο καθήκοντος καὶ ὡς ἀλλήλοις λήξωσι πολεμοῦντες ὅ τε βασιλεὺς καὶ ὁ ῥὴξ γραμμάτιά τε πέμπων ἐς Μάϊον καὶ δεχόμενος, ὃς ἐναυάρχει τότε τοῦ στόλου τῶν Σικελῶν.

Πρεσβείαν οὖν ἐκ Σικελίας ἐπισπασάμενος ἀναπέμπει ταύτην τῷ βασιλεῖ καὶ δεῖται προσσχεῖν οἷς λέγειν οἱ πρέσβεις ἔχουσιν (αἰτοῦνται δέ, ὡς πυνθάνεται, οὐχ ὑπερόρια οὐδ᾿ ὑπέρογκα) καὶ αὐτῷ παραστήσειν, εἰ προβαίνουσι καὶ περατοῦνται τὰ τῆς καταλλαγῆς πρὸ τοῦ εἰς ὦτα διαβῆναι πολλῶν, ἵνα μὴ ἀηδὲς αὐτῷ τι λάθοι διαπραξάμενος, ὄντι παρ᾿ ἀνδράσιν, οὓς αὐτὸς ἐκ τῶν φίλων χωρῶν τῷ ῥηγὶ τῶν Ἀλαμανῶν χρησταῖς ἐλπίσιν ἠνδραποδίσατο καὶ ὧν τὴν γνώμην κατὰ Ῥωμαίων πλεῖστα φλεγμαίνουσαν κατὰ τοῦ Σικελίας ῥηγός, ὡς εἶχε, μετέθετο. ὡς οὖν ἐπέστη τις ἐκ βασιλέως τὴν ἀγγελίαν Ἀλεξίῳ τῶν σπονδῶν διαφέρων, λάθρᾳ τῶν ἐκεῖ τὰ χρήματα μετατίθησι καὶ συνεκπέμπει ταῦτα τοῖς πιστοτάτοις ἑαυτῷ ἀνδράσι· τὰ δὲ κιβώτια καταλείπει τούτων κενὰ σφραγῖδάς τε τούτοις ἐπιβαλὼν τοῖς κατὰ χώραν μέγα δυναμένοις παρέθετο, ἐπισκήψας ἀσυλίαν ἐπὶ τούτοις ἅπασαν εἶναι καὶ μηδένα μεταλλᾶν τὰ ἔνδον, μήτε μὴν ἄλλως διαλῦσαι τὰ σημεῖα, εἰ μὴ αὐτὸς ἐς βασιλέα ἀφιγμένος ἐκεῖθεν ἐπανελεύσεται.

Καὶ Ἀλέξιος μὲν οὕτως ἐκ τοῦ Ἀγκῶνος ἀπενόστησε, βασιλέως δὲ καὶ ῥηγὸς εἰρηνικὰ φρονησάντων καὶ βλεψάντων πρὸς τὰς σπονδάς, ἢ τἀληθὲς εἰπεῖν, οὐ καθαρῶς ὁμονοησάντων, λυκοφιλίαν δὲ σχηματισαμένων, ὤναντο τῆς τούτων ὁποιασοῦν ἑνώσεως οἱ αἰχμάλωτοι λυθέντες ἀνάποινοι, οὐ μόνον οἱ λαμπροὶ τὸ γένος καὶ βασιλείῳ τιμήεντες αἵματι, ἀλλὰ καὶ οἱ τοῖς στρατιωτικοῖς καταλόγοις ταττόμενοι, πλὴν τῶν ἐκ Κορίνθου καὶ Θήβηθεν ὁρμωμένων, καὶ τούτων ὅσοι τὴν τύχην ἀφανεῖς καὶ οἳ τὰς εὐητρίους ὀθόνας ὑφαίνειν ἔλαχον καὶ τῶν γυναικῶν αἱ καλαὶ καὶ βαθύζωνοι καὶ τὴν αὐτὴν ἀνδράσι τέχνην ἐκμελετήσασαι. καὶ νῦν ἔξεστιν ἰδεῖν τοὺς ἐς Σικελίαν καταίροντας Θηβαίων παῖδας καὶ Κορινθίων ἱστῷ προσανέχοντας τῶν ἑξαμίτων καὶ χρυσοπάστων στολῶν ὡς Ἐρετριεῖς πάλαι παρὰ Πέρσαις δουλεύοντας, ὅτι πολέμων ἦρξαν Δαρείῳ στρατείαν καθ᾿ Ἑλλάδος ἐλάσαντι.

Ἀλλ᾿ οὔπω μακρὸς διαλελοίπει καιρός, καὶ αὖθις ἑκάτεροι ὡς ἀχανεῖς ἀμπώτιδες καὶ σύρτεις, αἳ κῦμα ὀρθὸν ἐπαιγίζουσιν, εἰς τὰς μάχας ἐπωγκοῦντο καὶ ὠροθύνοντο. καὶ βασιλεὺς μὲν ἀνέσειε τῷ ῥηγὶ τοὺς μέγα δυναμένους ἀστυγείτονας δυνάστας χρημάτων ἐπαίρων αὐτοὺς ὑποσχέσεσιν, ὁ ῥὴξ δὲ τῷ κόμητι τοῦ στόλου Μαΐῳ διακελεύεται νῆας τετταράκοντα ταχυναυτούσας πάσας καθελκύσαι τῶν νεωρίων καὶ φραξάμενον κραταιότερον τὴν Κωνσταντίνου καταλαβεῖν καὶ αὐτὸν μὲν ἐπ᾿ ἀκροάσει τῶν ἀστυπόλων ἀναγορεῦσαι Σικελίας καὶ Ἀκυλίας Καπύης τε καὶ Καλαβρίας καὶ τῶν μεταξὺ τούτων χωρῶν καὶ νήσων ὅλων κύριόν τε καὶ βασιλέα, βασιλέα δ᾿ ἐκφαυλίσαι Ῥωμαίων καὶ κακῶς εἰπόντα ἐπανελθεῖν.

Ἀμέλει τοι καὶ τὰ ἐντεταλμένα πληρῶν Μαΐος, Μαλέαν ἐπικάμψας καὶ τὸν Αἰγαῖον κόλπον παραλλάξας καὶ παρημειφὼς Ἑλλήσποντον, τῇ βασιλίδι πόλει προσώκειλε. καὶ πρῶτα μὲν τὸν ἐσέχοντα πορθμὸν διαπλεύσας καὶ τοῖς ἐν Βλαχέρναις βασιλείοις κατακολπίσας βέλη κατ᾿ αὐτῶν ἀφῆκεν ἀργυρέους ἔχοντα τοὺς ἀτράκτους ἀληλιμμένους ἐς βάθος χρυσῷ· ἐν δὲ τῷ ἐκεῖθεν τὸν αὐτὸν ἐπαναμετρεῖν πλοῦν ἀπέναντι τοῦ μεγάλου παλατίου τὰς κώπας σχάσας τὸν οἰκεῖον ῥῆγα ταῖς εὐφημίαις διατρανοῖ, συνεπηχοῦντος τοῦ ναυτικοῦ πληρώματος καὶ θορυβώδη τελοῦντος τὴν ἀνακήρυξιν. καὶ ὁ μὲν οὕτω τὸν πλοῦν ἐπιταχύνας τῆς πάλαι ᾀδομένης Ἀργοῦς πτηνότερον Σηστοῦ καὶ Ἀβύδου ὡς ἄλλων Συμπληγάδων ἐξέθορε, πολὺς δὲ ἀνὰ τὴν πόλιν ἐπεκύμαινε τάραχος, βασιλέως μὴ παρόντος ἐντός. καὶ ἦν καὶ τοῦτο καύχημα τῷ Σικελίας ῥηγὶ καὶ εἰς μέγιστον ἀνεγράφετο τροπαιούχημα. ὁ δὲ Μανουὴλ εἰς παίγνιον τὸ γεγονὸς ἀναφέρων τὸν τοιαύτας ἑαυτῷ τιμὰς μνηστευόμενον ῥῆγα, ἢ τό γε ἀληθέστερον εἰπεῖν λῃστεύοντα, διακενῆς ἀφῆκε βρενθύεσθαι καὶ φυσᾶν ἐπ᾿ οὐδενὶ χρηστῷ κατορθώματι.


ΤΟΜΟΣ ΤΡΙΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ

Τοιοῦτον μὲν εἰλήφει πέρας τὰ κατὰ Σικελίαν τε καὶ Καλαβρίαν τοῦ βασιλέως Μανουὴλ ἀγωνίσματα, λαμπρὰ μὲν καὶ πλεῖστα τῶν χρημάτων ἐκεῖσε μετηγγικότα, εἰς οὐδὲν δὲ τέλος εὔχρηστον Ῥωμαίοις κατηντηκότα ἢ εὐσπούδαστον τοῖς ὕστερον αὐτοκράτορσιν. ἀλλὰ τί πρὸς τὸν ἠγωνισμένον εἴπῃ τις ἂν καὶ οὕτω προθύμως ἡμιλλημένον, ὡς εἴη παραστησάμενος τὸ ἀλλόφυλον; Ἀλλ᾿ οὗτος αὖθις κατὰ Παιόνων, οὓς καὶ Οὔννους φασί, στρατείαν ἐκήρυξε καὶ τοῖς κατὰ δυσμὴν ἔχουσι τὰς οἰκήσεις ὁπλίταις ἁμάξας ἐπέταξεν ἄγειν εἰς τὸ στρατόπεδον, δι᾿ ὧν καὶ οὗτοι ἐφοδιάσονται τὰ βιώσιμα καὶ τῷ λοιπῷ δὲ οὕτω συναροῦνται στρατεύματι, ὅσοι τοιούτων σκευαγωγημάτων σπανίζειν ἤμελλον. ὡς οὖν εἰς ἓν συνήθροιστο τὰ στρατεύματα, εἶχε καὶ αὐτὸν παρόντα τὸν βασιλέα πόλις ἡ Σαρδική, ἣ νῦν Τριάδιτζα ὀνομάζεται. καιρὸν δ᾿ οὐχὶ πολὺν προσμείνας, ἐπεὶ ἵκετο πρεσβεία ἐκ τῶν Παιόνων καὶ λόγοι συμβατικοί, ἑτέραν τραπόμενος πρὸς τὸν τῶν Σέρβων μεταβαίνει σατράπην· καὶ διαθροήσας τοῦτον ὁδοῦ πάρεργον καὶ πείσας αὐτὸν μόνον εἰδέναι βασιλέα καὶ δεδιέναι, τῶν δὲ μετὰ τῶν Οὔννων ἀφεστάναι σπονδῶν, πρὸς μὲν τὰ οἰκεῖα ἤθη τὸ πολὺ τῆς στρατιᾶς διαφῆκεν, αὐτὸς δὲ τὴν τῶν Θεσσαλῶν καταλαβὼν ἐπαρχίαν κακεῖσε διατρίψας, ἐφ᾿ ὅσον αὐτῷ ἐδόκει καίριον, τὴν βασιλίδα εἴσεισι πόλιν.

Ἡλίου δ᾿ ἄρτι τὰς χειμερινὰς τροπὰς παρελαύνοντος εἰς Πελαγονίαν ἔξεισιν αὖθις, ὁρμητήριον αὐτὴν κρίνων ἱκανὸν ὑποδέξασθαι στρατόπεδον, εἰς πεδία ἱππήλατα ὑπτιάζουσαν, καὶ πρὸς τὰς πεύσεις εὖ ἔχειν καὶ τὴν τῶν δρωμένων κατάληψιν ὑπὸ τῶν ἐθνῶν, μεθ᾿ ὧν ἀντεπαλαμᾶτο καὶ διεφέρετο. ἔτι γὰρ τὰ κατὰ Σικελίαν μεθεῖλκον αὐτὸν καὶ ὑπέθραττον, μήπω κατασιγασθέντα τέλεον, καὶ ὁ τῶν Οὔννων κατάρχων πρὸς ξιφουλκίαν ἔβλεπεν, ὡς ἔδειξεν ἐξ ὧν ἔδρασεν. ἐπειδὴ γὰρ παρελύθη τῆς δουκικῆς ἀρχῆς Βρανιτζόβης καὶ Βελεγράδων ὁ Κομνηνὸς Ἀνδρόνικος, ὁ καὶ ὕστερον τυραννήσας Ῥωμαίων, κρύβδην κατὰ Ῥωμαίων τοῖς Παίοσι συντιθέμενος καὶ περὶ τοῦ παραλυθῆναι μὲν τὸν Μανουὴλ τῆς ἀρχῆς, αὐτὸν δ᾿ ἐπιβήτορα ταύτης τῷ βασιλεῖ ἐπαναστάντα γενέσθαι τῷ τούτων κοινολογούμενος ἄρχοντι, καὶ μετάπεμπτον εἶχε τοῦτον εὐθὺς ἡ Πελαγονία κἀκεῖθεν ἡ πόλις ἀναπεμπόμενον δέσμιον καὶ ἐν μιᾷ τῶν τοῦ μεγάλου παλατίου φρουρῶν καθειργνύμενον, τὸν κατὰ Ῥωμαίων εὐθὺς ὁ Οὐννάρχης ἐξέφερε πόλεμον. καὶ ἦν πολιορκῶν Βρανίτζοβαν καὶ κατατρέχων τὰ ἐκεῖ πάντα λεηλατῶν τε καὶ ἄγων, ὡς ᾕρητο.

Στέλλεται γοῦν παρὰ βασιλέως στρατηγὸς κατ᾿ αὐτοῦ ὁ χαρτουλάριος Βασίλειος ὁ Τζιντζιλούκης. καὶ ὃς τὰς συνειλεγμένας δυνάμεις παραλαβὼν καὶ εἰς τάξεις καταστήσας καὶ φάλαγγας καὶ δόξας ἀξιόνικον ἔχειν στρατόπεδον τοῖς Οὔννοις συμπλέκεται· καταγωνισθεὶς δὲ πρὸς τῶν Παιόνων τὸ τῆς στρατιᾶς διέφθειρεν ὑπερήμισυ, νῶτα στρέψαν τοῖς ἀντιπάλοις καὶ καταδιωχθὲν μέχρι πολλοῦ καὶ καταστρατευθέν. βασιλεὺς τοίνυν ἐνωτισάμενος ταῦτα τὴν ἐκεῖσε πορείαν ἐπέτεινεν, εἴ πως οἱ Παίονες πρὸς τὴν αὐτοῦ διαταραχθέντες ἄφιξιν τῶν ἐκεῖθι χώρων ἀπανασταῖεν· ὃ καὶ ἦσαν διαπραξάμενοι. αὐτὸς δὲ ὡς εἶχε τὰ κατὰ Βρανίτζοβαν καὶ Βελέγραδα καταστησάμενος πράγματα, εἰς τὴν βασιλίδα πόλιν μετασκηνοῖ.

Οὐκοῦν καὶ τῶν δυσμικῶν ἐχθρῶν ἠρεμησάντων ἐπὶ βραχὺ δι᾿ ὁμολογίας καὶ φιλιώσεως, καὶ οὐδένα ἔχων τῷ τέως ἀνθέλκοντα ἐξ ἑσπέρας ἀντίμαχον ἀξιόμαχον κυροῖ τὴν εἰς Ἀρμενίαν ἀνάβασιν. ἀπάρας οὖν ἐς Ταρσὸν καὶ ἀφιγμένος εἰς Ἄδαναν καὶ ὅσα τῇ κάτω Ἀρμενίᾳ πρόσχωρα, καὶ ταῦτα κακοδαιμονοῦντα ὑπὸ τοῦ Τορούση, διαθάλψας καὶ ἀσφαλείας τῆς δεούσης ἠξιωκὼς καὶ καταπλήξας τῇ παρουσίᾳ τὸν οὐχ ἁπλοῦν τὴν γνώμην ἀλλὰ κρυψίνουν καὶ ὕφαλον Ἀρμένιον σχάζει τὸ πρόθυμον, οὐδὲ περὶ τῆς ὅλης Ἀρμενίας διαγωνίζεται τὸν οἰκεῖον πατέρα ἐζηλωκώς, ἢ γοῦν, ὅσα ἐκεῖνος ὑπηγάγετο φρούρια πολεμῶν, ταῦτα ὡς ἐκ φάρυγγος λύκου ποιμὴν λοβὸν ἥπατος προσαπαιτῶν καὶ λαμβάνων ἐκ τοῦ τῶν Ἀρμενίων κατάρχοντος, ἀλλὰ τῇ διπλόῃ τῶν λόγων τοῦ Τορούση φενακισθεὶς καὶ τῇ αἱμυλίᾳ τῶν συνθηκῶν ἁπαλυνθεὶς τὰ χαλινὰ μεταστρέψας εἰς Ἀντιόχειαν παραγίνεται, τὴν τῆς ἁπάσης Συρίας προκαθημένην καλλίπολιν.

Ὄντι δὲ κατὰ Ταρσὸν τῷ βασιλεῖ Μανουὴλ ἡ τοῦ ἐξαδέλφου τούτῳ Ἀνδρονίκου ἐκ τῆς εἱρκτῆς φυγὴ καταγγέλλεται, ἧς τὸ αἴτιον ἦν καὶ ὅσα μὲν ἐρρέθη ἄνωθεν, οὐδὲν δὲ ἧττον τὸ ἐλευθεροστομεῖν ἀεὶ καὶ τὸ τῇ ῥώμῃ τῶν πολλῶν διαφέρειν καὶ ἡ εὖ ἔχουσα πλάσις τοῦ σώματος ἀξία οὖσα τοῦ τυραννεῖν καὶ τὸ τοῦ φρονήματος ἀταπείνωτον, ἃ δὴ πάντα πεφύκασιν οἱ κρατοῦντες ὑποβλέπεσθαι καὶ κνίζοντα ἔχειν καὶ ἕως καρδίας αὐτῆς βάλλοντα διὰ τὸ κατὰ τὴν βασιλείαν περιδεές. διὰ ταῦτα τοίνυν, ἀλλὰ δὴ καὶ τὸ ἐν ταῖς μάχαις ἐνδέξιον καὶ τὸ τοῦ γένους ἐπίσημον (ἐκ γὰρ τοῦ αὐτοῦ πατρὸς Ἀλεξίου τοῦ τῷ Μανουὴλ προπάτορος ὅ τε τούτου πατὴρ ὁ βασιλεὺς Ἰωάννης καὶ ὁ τοῦ Ἀνδρονίκου γενέτης ὁ σεβαστοκράτωρ προήλθοσαν Ἰσαάκιος) ὀφθαλμοβολούμενος ἦν καὶ ὕποπτος μάλιστα.

Συνέβη δέ τι καὶ ἕτερον, δι᾿ ὃ τοῦτον ἐν φρουρᾷ συνεῖχεν ὁ Μανουήλ. τῷ βασιλεῖ τούτῳ τρεῖς ἦσαν ὁμαίμονες, Ἀλέξιος, Ἀνδρόνικος καὶ ὁ πολλάκις ῥηθεὶς Ἰσαάκιος. τούτων οἱ μὲν δύο τὸ ζῆν μετήλλαξαν ἔτι τοῖς ζῶσι κατειλεγμένου τοῦ πατρὸς αὐτοῖς καὶ βασιλέως Ἰωάννου τοῦ Κομνηνοῦ, ἐσάλευε δὲ τὰς τοῦ γένους διαδοχὰς ὁ μὲν Ἀλέξιος ἐπὶ μιᾷ θυγατρί, ἣν καὶ εἰς γαμετὴν γυναῖκα ἡρμόσατο ὁ τοῦ μεγάλου δομεστίκου Ἰωάννου υἱὸς Ἀλέξιος, ὧν πέρι καὶ εἰπόντες ἔφθημεν, τῷ δ᾿ Ἀνδρονίκῳ θυγατέρες ἐγεγόνεισαν τρεῖς, Μαρία, Θεοδώρα καὶ Εὐδοκία, καὶ υἱεῖς δύο, Ἰωάννης τε καὶ Ἀλέξιος. τῶν θηλειῶν τοίνυν ἡ Εὐδοκία τὸν ἐκ παρθενίας ὁμευνέτην ἀποβαλοῦσα θανάτῳ ἀνοσίως Ἀνδρονίκῳ συνήρχετο, οὐ κρύβδην, ἀλλ᾿ ἀνέδην. καὶ τοῖς ἐπιτιμῶσιν Ἀνδρονίκῳ διὰ τὸ τῆς συνουσίας ἀθέμιτον ἡ ἀφ᾿ ἑστίας μίμησις πρόχειρος εἰς ἀπόλογον ἦν, καὶ χαριεντιζόμενος ἀνθυπέφερεν ὡς φιλεῖ τὸ ἀρχόμενον ἐξομοιοῦσθαι τῷ ἄρχοντι καὶ τὰ τῆς αὐτῆς ὁμοστοιχεῖ καὶ συνᾴδει πως κεραμείας, εἰς τὸν ἐξάδελφον ἀποσκώπτων ταῦτα καὶ βασιλέα τὸν Μανουὴλ ὡς ὁμοιοπαθέσιν ὑποκύπτοντα πάθεσιν ἢ γοῦν καὶ χείροσιν ἁλισκόμενον, εἴπερ ὁ μὲν ἀδελφοῦ θυγατρὶ συνουσίαζεν, ὁ δ᾿ Ἀνδρόνικος ἐξαδέλφου παιδὶ συγκατέκειτο.

Τὸ γοῦν τοιοῦτον οὔτε τῷ Μανουὴλ ἥνδανε καὶ τοὺς ἐκ γένους τῆς γυναικὸς μαίνεσθαι ἐποίει κατ᾿ Ἀνδρονίκου καὶ διαπρίεσθαι ἀτεχνῶς, ἐκ τοῦ πλείονος δὲ τὸν τῆς Εὐδοκίας ὁμαίμονα Ἰωάννην, ὃς τῇ τοῦ πρωτοσεβαστοῦ καὶ πρωτοβεστιαρίου ἐκυδροῦτο τιμῇ, καὶ τὸν ἐπ᾿ ἀδελφῇ τῇ Μαρίᾳ ὡσαύτως γαμβρὸν τὸν Καντακουζηνὸν Ἰωάννην. πολλαὶ μὲν οὖν, ὡς εἰκός, ἐπιβουλαὶ κατὰ τοῦ Ἀνδρονίκου αἱ μὲν ἐνδόμυχοι ἦσαν καὶ σκότιοι τυρευόμεναι, αἱ δὲ καὶ προδήλως τολυπευόμεναι· ἀλλὰ διέλυε ταύτας ὡς ἱστὸν ἀράχνης Ἀνδρόνικος καὶ ὡς παιδίων ἐπὶ ψάμμου ἀθύρματα διεσκέδαζεν, ἀνδρείᾳ τε τῇ σφετέρᾳ πίσυνος ὢν καὶ κατὰ σύνεσιν τῶν ἐναντίων ὑπερφέρων ἐπὶ πολὺ καὶ ὅσον αἱ ἄλογοι φύσεις τῶν λογικῶν ἥττηνται, ὥστε καὶ συμβὰν οὕτω πολλάκις προσπλακεὶς ἐτρέψατο τούτους, τὰ φίλτρα τῆς Εὐδοκίας γέρας ἀρνύμενος.

Ἦν δ᾿ ὅτε καὶ αὐτὸς μὲν ἐπὶ σκηνῆς τῇ γυναικὶ κατὰ Πελαγονίαν συνεπλέκετο, οἱ δὲ καθ᾿ αἷμα τῇ Εὐδοκίᾳ προσήκοντες περιστάντες, ὡς τοῦτο ἔγνωσαν, μετὰ συχνῶν ὁπλοφόρων ἐτήρουν τὴν ἔξοδον ὡς αὐτίκα μάλα τοῦτον διαχειρισόμενοι. οὐκ ἔλαθε ταῦτα τὴν Εὐδοκίαν, καίπερ ἐφ᾿ ἑτέροις τὸν νοῦν ἔχουσαν, εἴτε διαγγελθέντα παρά του τῶν ἐκ τοῦ γένους, εἴθ᾿ ἑτέρως τὸν κατὰ τοῦ φθορέως αὐτῆς λόχον γνωρισάσης· ἦν δὲ κἀκείνῃ δραστήριον τὸ φρονεῖν, οὐμενοῦν κατὰ γυναῖκας πλουτούσῃ τὴν σύνεσιν. διασαφεῖ τοίνυν τὴν ἐπιβουλὴν ξυγκατακειμένῳ τῷ Ἀνδρονίκῳ. ὁ δὲ διαθροηθεὶς ἐπὶ τῷδε τῷ ῥήματι ἐξανέθορέ τε αὐτίκα τῆς κλίνης καὶ τὴν ἐπιμήκη διαζωσάμενος μάχαιραν διεσκοπεῖτο τὸ ποιητέον. ἡ μὲν οὖν ὑπετίθει τῷ ἐρωμένῳ γυναικείαν ὑποδῦναι στολὴν κἀν τῷ ἐπιτάξαι αὐτήν τινι τῶν προκοίτων καὶ κατευναστριῶν γυναικῶν λαμπτῆρα εἰσενεγκεῖν τῇ σκηνῇ πρὸς ὄνομα καλέσασαν καὶ οὕτως εἰς ἐξάκουστον, ὡς καὶ τοῖς ἐλλοχῶσι τὴν ταύτης ἐνηχηθῆναι φωνήν, εὐθέως ἐξελθεῖν καὶ λαθεῖν. τῷ δὲ οὐκ ἤρεσκεν ἡ παραίφασις, ἐκτρεπομένῳ μὲν καὶ τὸ ἁλῶναι κἀπὶ τὸν βασιλέα ἐπισπώμενον τῆς κόμης ἄγεσθαι ἀγεννῶς, καὶ θάνατον δὲ οὐχ ἧττον ὑφορωμένῳ τὸν γυναικώδη καὶ ἀκλεᾶ. οὐκοῦν τὸ ξίφος γυμνώσας καὶ δοὺς τοῦτο τῇ δεξιᾷ ἐφάλλεται τὴν σκηνὴν ἐγκαρσίως διατεμὼν καὶ ἐν ἑνὶ πηδήματι Θετταλῷ ἄντικρυς ὑπερβαίνει τόν τε ξυγκείμενον τῇ σκηνῇ τυχὸν οὕτω θριγγὸν καὶ ὅσον ἐπεῖχον οἱ πάσσαλοι καὶ οἱ σχοῖνοι χῶρον, ὡς ἀχανεῖς γενέσθαι τοὺς ἐνεδρεύοντας καὶ τὸ ἐκ τοῦ διαδρᾶναι σφᾶς τὸ θήραμα τραῦμα εἰς θαῦμα μετενεγκεῖν.

Ταῦτά τε οὖν ἀκουόμενα τὸν αὐτοκράτορα ὑπέθραττε Μανουὴλ καὶ αἱ διαβολαὶ δὲ ὅσα καὶ ῥανίδες ἐνδελεχεῖς ἐκοίλαινον ἐς ὑποδοχὴν τῶν κατὰ τοῦ ἐνδιαβαλλομένου ἐπιχεομένων τὴν τοῦ ἐνηχουμένου ψυχὴν καὶ ἀπῆγον κατὰ βραχὺ οὗ εἶχεν οὗτος εἰς τὸν ἄνδρα ζωπύρου φιλίας καὶ ὡς ἀληθῆ ἐνῆγον τὰ λεγόμενα παραδέχεσθαι· μηδὲ γὰρ πάμπαν τὴν φήμην ἀπόλλυσθαι, μηδὲ εἰκῇ λύουσαν τὸ πτίλον ἀμφιπεριτροχάζειν τοιάδε τὰ κατ᾿ Ἀνδρόνικον. ὡς ἄρα οὐδέν τι διαβόλου γλώττης χείριστον ἐνέφυ τοῖς ἀνθρώποις ἕτερον κακόν, εἰκότως οὖν καὶ Δαυὶδ ὁ φιλῳδὸς καὶ φιλόψαλμος ἐν πλείστοις τῶν αὐτοῦ θεοπλόκων καὶ ἡδυφραδῶν εἰδυλλίων διασύρει ταύτην καὶ κωμῳδεῖ, στηλογραφῶν ἀτεχνῶς τὴν ἐξ ἐρήμης ταύτης ἰσχὺν καὶ ῥυσθῆναι τῶν ἑλίκων αὐτῆς ἐπευχόμενος. τῷ τοι καὶ ὁ Μανουὴλ ὡς ἄρκυσι ληφθεὶς οἷς ἦσαν τοῦ Ἀνδρονίκου πολλάκις οἱ πρὸς γένους αὐτῷ κατεπᾴδοντες ἑκὼν ἀέκοντί γε θυμῷ τίθησιν αὐτὸν ἐν φρουρᾷ καὶ ποδοκάκαις σιδηραῖς ἀσφαλίζεται ἀρρήκτοις ὡς ἐνῆν καὶ ἀλύτοις.

Ἔμενεν οὖν ἐφ᾿ ἱκανὸν χρόνον τῇ φυλακῇ κακουχούμενος. θερμουργὸς δὲ ὢν καὶ ἀνθρώπων πολυτροπώτατος κἀν τοῖς ἀπόροις ποριστικὸς καὶ εὐμέθοδος παλαίτατον κατανοήσας ὑπόνομον καθ᾿ ὃν εἵργνυτο οἰκίσκον (πύργος δὲ οὗτος ἦν ἐκ πλίνθου ἅπας ὀπτῆς) ὕπεισι τοῦτον, ταῖς χερσὶ πρότερον ὡς ἀμάλαις ἢ σκαλίσι διαμησάμενος τὰ πρὸς τὴν εἴσοδον καὶ τὴν ἔξοδον, ὡς εἶεν ἀνύποπτα. ἐνστάσης τοίνυν ὥρας ἀρίστου, αἱ θύραι τοῦ δεσμωτηρίου παρὰ τῶν φρουρῶν ἀνεῴγεσαν καὶ τὸ δεῖπνον εὐτρεπὲς παρεισήγετο, οὐδαμοῦ δὲ φαινόμενος ἦν ὁ δαιτυμών. περιεβλέπετο γοῦν τοῖς φύλαξιν ἡ φρουρά, μή που τι ταύτης ἀποθραύσας ἢ διατορήσας ὁ πολύμητις Ἀνδρόνικος ᾤχετο. ὡς δ᾿ οὐδ᾿ ὅλως ἦν οὐδὲν λυμανθέν, οὐ θαιρός, οὐ φλιά, οὔτε μὴν οὐδὸς τῶν πυλῶν, οὐκ ὄροφος, οὐκ ὀπισθόδομος, οὐδ᾿ ἡ σιδηρόδετος ἀναφωτίς, οὐκ ἄλλο τῶν πάντων οὐθέν, ἀνῴμωζον διωλύγιον, τὴν ὄψιν ὄνυξιν ἔδρυπτον, ὡς ὃν ἐφρούρουν οὐκ ἔχοντες, μηδὲ τὸν τρόπον ἢ τὸν τόπον κατανοοῦντες, καθ᾿ ὅν ἐστιν ἀποδράς.

Δῆλα ταῦτα τῇ βασιλίσσῃ καὶ τοῖς ἐν τέλει καὶ ὅσοι τὴν βασιλικὴν ἀμφεπονοῦντο ποιοῦσιν αὐλήν. οὐκοῦν ὁ μὲν ὡς φυλάξων τὰς αἰγιαλίτιδας πύλας ἐστέλλετο, τῷ δὲ ἡ τῶν χερσαίων ἐπετέτραπτο φυλακή, ἄλλος τοὺς λιμένας διηρευνᾶτο, ἕτερος ἄλλο τι μέρος τῆς πόλεως ἀπολαβὼν ἀνεζήτει τὸν δραπέτην Ἀνδρόνικον. οὐδὲ αἱ ἄμφοδοι ἦσαν ἀδιασκόπητοι, οὐδ᾿ ἀφύλακτοι αἱ τρίοδοι. συχνὰ δὲ καὶ κατὰ πᾶσαν χώραν τὰ βασίλεια διίπτατο γράμματα ἄφαντον ἀπαγγέλλοντα τὸν Ἀνδρόνικον καὶ σχολὴν ἐπίμονον ἐπιτάττοντα, ὅπως ἁλοὺς ἐπαναπεμφθῇ.

Ἐπὶ δὴ τούτοις καὶ ἡ τούτου συλληφθεῖσα γυνὴ ὡς τῆς φυγῆς συνίστωρ τῷ δεσμωτηρίῳ παραρριπτεῖται, ἐν ᾧπερ καθεῖρκτο Ἀνδρόνικος, ὡς ἐκεῖσε τίνῃ δίκας τῆς φιλανδρίας, ἔνθα ὁ ταύτης συνείληπτο σύζυγος, ᾧ ὑπέθετο τὴν δραπέτευσιν. ἐλάνθανον δὲ ἄρα καὶ Ἀνδρόνικον πεδήτην ὡς πρότερον ἔχοντες καὶ μάτην εἰς γυναῖκα ταλαίπωρον τὸν χόλον ἐκχέοντες καὶ τὰ πρὸς χάριν Ἀνδρονίκῳ ποιοῦντες· ἐξαναδὺς γὰρ οὗτος τῆς γῆς καὶ τὸν ὑπόνομον ἀπολελοιπὼς τῇ γυναικὶ ἐντυγχάνει, δόξας ὅσα καὶ δαίμων τὰ πρῶτα ὑποταρτάριος ἢ νεκύων ἀμενηνὸν ἴνδαλμα καὶ διαταράξας τῷ ἀέλπτῳ τῆς θέας τὴν ἄνθρωπον. καὶ προσπλακεὶς ἐδάκρυσε μέν, πλὴν οὐχ ὅσον ἤθελον αἱ συμφοραὶ καὶ τὰ τότε δυσαχθῆ συναντήματα φειδοῖ τοῦ μὴ τὸν θρῆνον ἀναβῆναι εἰς ὦτα τοῖς δεσμοφύλαξι. καὶ δὴ ἐφ᾿ ἱκανὸν συγγεγονὼς τῇ εὐνέτιδι κατὰ τὴν φρουρὰν καὶ ἐγκύμονα ταύτην ἐκ τῆς τότε συνουσίας ἀπεργασάμενος, ἐξ ἧς καὶ παιδὸς ἄρρενος ἀκούσοι πατήρ, τὸν Ἰωάννην λέγω, ᾧ καὶ βασιλείας Ἀνδρόνικος μετέδωκεν ἔπειτα, ὡς ὁ λόγος εἴπῃ κατὰ καιρόν, ἐκεῖθεν ἀναχωρεῖ, οἷα τῶν φυλάκων μηκέτι κἀπὶ τῇ γυναικὶ οἵαν καὶ ἐπ᾿ αὐτῷ τῆς φρουρᾶς παρεχομένων ἀκρίβειαν.

Γενόμενος δὲ κατὰ τὰ Μελάγγεια συλλαμβάνεται παρά του στρατιώτου, ὅτῳ ἦν Νικαίας ἐπίκλησις· καὶ εἶχε πάλιν αὐτὸν κουστωδία μείζων καὶ χείρων τῆς προτέρας φρουρὰ καὶ ποδοπέδαι σιδηραῖ διπλαῖ.

Ταῦτα οὖν ὡς ἠγγέλη τῷ Μανουὴλ κατ᾿ Ἀρμενίαν ἔτι στρατοπεδεύοντι, στέλλεται ὁ λογοθέτης τοῦ δρόμου Ἰωάννης ὁ Καματηρός, καὶ τὴν τοῦ ἄνακτος μὲν ὅσον οὐδέπω παρουσίαν εὐαγγελισόμενος καὶ τὰ συμβάντα δὲ κρειττόνως διασκεψόμενος καὶ παραδηλώσων βασιλεῖ σαφέστερον.

Οἱ δ᾿ Ἀντιοχεῖς τὴν ἄφιξιν τοῦ βασιλέως τὰ πρῶτα μὲν ἀγαπητῶς οὐκ ἐδέχοντο, ἀλλὰ καὶ λίαν βαρέως ἔφερον καὶ ὅπως ἐσκέπτοντο ἀποπέμψαιντο· ὡς δὲ κωλύειν οὐκ ἦν, οὐδ᾿ ἀναλύειν ὅλως τὰ δεδογμένα ἐκείνῳ, οὐ μόνον τῶν πυλῶν διεκχυθέντες μετὰ δουλικοῦ σχήματος καὶ φρονήματος ὑπηντίαζον, ἀλλὰ καὶ τὴν εἴσοδον αὐτῷ ἐς τὸ πομπικώτερον διεσκεύασαν, τάς τε ἀγυιὰς καὶ ἀμφόδους ἐπίπλοις καὶ τάπησι διεκόσμουν καὶ δένδρων νεοδρέπτοις κλωσὶ κατηγλάϊζον, τὰς τῶν λειμώνων καὶ ἀνθέων χάριτας ἐς τὸ ἄστυ μέσον μετακηπεύοντες καὶ φιλότιμον αὐτῷ τὴν πρόοδον σχεδιάζοντες, οὐχ ὁ μέν, ὁ δ᾿ οὔ, ἀλλ᾿ οἰκήτωρ ἅπας ἁπαξαπλῶς, ὡς παρεῖναι καὶ Σύρον ὀψοφάγον καὶ λῃστὴν Ἴσαυρον καὶ πειρατὴν Κίλικα καὶ ἱππότην κοντοφόρον Ἰταλιώτην, ὁμοῦ καὶ ἵππον ὑψαύχενα καὶ ὑπέραυχον φρόνημα παρωσάμενον καὶ βάδην παριόντα τὸν θρίαμβον.

Ὁρῶν δὲ τὸ ἐκ τῶν Λατίνων ἐκεῖσε στρατιωτικὸν μέγα τῷ δόρατι ἐγκαυχώμενον καὶ τῷ τούτου ἐνδεξίῳ φυσῶν ἀγκωνίσματι παιδιᾶς ἡμέραν συνθηματίζεται δι᾿ ἀσιδήρων δορατισμῶν.

Ὡς οὖν ἡ προθεσμία ἐνειστήκει, ἀριστίνδην τῶν Ῥωμαϊκῶν ἐξάγει καταλόγων τοὺς περὶ τὸ κραδαίνειν δόρατα εὐφυεῖς καὶ ὅσοι πρὸς αὐτὸν τὸ γένος ἀνέφερον. ἔξεισι δὲ καὶ αὐτός, ὑποσεσηρὼς βραχὺ καὶ πρὸς τὸ σύνηθες μειδίαμα ὑγραινόμενος, ἐς πεδίον ὑπτιάζον καὶ ἱκανὸν ἀντιτάξαι δισχιδεῖς ἱππότιδας φάλαγγας, τὸ δόρυ μετεωρίζων, χλαμύδα ἠσθημένος ἀστειοτέραν περὶ τὸν δεξιὸν ὦμον περονουμένην καὶ ἀφιεῖσαν ἐλευθέραν τὴν χεῖρα κατὰ τὸ πόρπημα. ὤχει δὲ αὐτὸν ἵππος πολεμιστήριος καλλίθριξ καὶ χρυσοφάλαρος, ὃς ἠρέμα ὑπογυρῶν τὸν αὐχένα καὶ ὑποσκαίρων τὼ πόδε, ὡς δρόμων ἐρωτιῶν, οἷον ἀνθημιλλᾶτο τῇ τοῦ ἱππότου λαμπρότητι. καὶ ἑκάστῳ δὲ τῶν συγγενῶν καὶ ὅσοι διαγωνίζεσθαι ἄλλοι τοῖς Ἰταλοῖς ἐπεκρίθησαν λαμπροφορεῖν ἐπέταξεν ὡς ἐνῆν.

Ἐξῆλθε δὲ καὶ ὁ πρίγκιψ Γεράλδος λευκοτέρῳ χιόνος ἔποχος ἵππῳ, ἀμπισχόμενος χιτῶνα διάσχιστον ποδηνεκῆ καὶ πῖλον ἀνέχων ἐπὶ κεφαλῆς κατὰ τιάραν ἐπικλινῆ χρυσῷ κατάπαστον. συνεξίασι δὲ καὶ οἱ ἀμφ᾿ αὐτὸν ἱππόται, πάντες ἀρεϊκοὶ τὴν ἰσχύν, εὐμήκεις τὰ σώματα.

Ὡς δ᾿ ἔφριξεν ἐγχείῃσιν ἡ μάχη αἵματος ἄγευστος, συνεπλέκοντο ἐκθύμως ἐξ ἀμφοῖν ἱκανοὶ ἀλλήλους διαδορατίζοντες καὶ τοὺς κατ᾿ αὐτῶν ἀκοντισμοὺς ὑπεκκλίνοντες. ὅτε καὶ ἦν ἰδεῖν κατὰ τὸν ἄχαλκον ἐκεῖνον Ἄρεα πῇ μὲν κύμβαχον ἐπὶ βρεχμόν τε καὶ ὤμους ἀνατρεπόμενον, ἄλλοσε ἱππείας ἀστράβης ἐκσφαιριζόμενον, ἄλλον πρηνῆ, ἐξυπτιάζοντα ἕτερον, ἄλλον μεταβαλόντα τὰ νῶτα καὶ προτροπάδην φεύγοντα. ὁ μὲν ἐχλώριζεν ὑπὸ δέους τὸν ἀκοντίζοντα δεδιὼς καὶ τῷ σάκει πᾶς ἐνεθάπτετο, ὁ δὲ ἀνθηρὸς ἦν τὸν ἀνταγωνιστὴν κατεπτηχότα ὁρῶν. τὸ δὲ τοῦ ἀέρος ῥόθιον τῇ ὁρμῇ τῶν ἵππων τεμνόμενον ἠνέμου τὰς σημαίας καὶ λιγυρὸν ὑπεσύριττεν. εἶπεν ἄν τις οὐκ ἀκόμψως, πρὸς τὴν τηνικαῦτα διάχυσιν ἀπιδών, Ἀφροδίτην Ἄρεϊ συνελθεῖν, τῇ δ᾿ Ἐνυοῖ προσπλέκεσθαι Χάριτας· οὕτω τὰ τότε παίγνια μῖγμα ποικίλου καλοῦ ἐτύγχανεν ὄντα. ἐποίει δ᾿ ἁμιλλᾶσθαι καὶ παραλογώτερον Ῥωμαίους μὲν τὸ ὑπερφέρειν βούλεσθαι τῶν Λατίνων καὶ κατὰ τὴν τῶν δοράτων ἀγκοίνησιν καὶ βασιλέως αὐτοῦ ὀφθαλμοὶ ἀγωνοθέται τῶν δρωμένων γινόμενοι, Ἰταλοὺς δὲ ὁ ἀεὶ ὀρθὸς αὐχὴν καὶ τὸ ὑβρίζον φρόνημα, ἔτι γε μὴν τὸ μηδ᾿ ὅλως ἀνέχεσθαι Ῥωμαίους κρατεῖν τὸν διὰ κοντῶν πόλεμον.

Βασιλεὺς δὲ αὐτὸς σύνδυο ἱππότας προσούδισε, καθ᾿ ἑνὸς μὲν ἐπελάσας τὸν ἵππον καὶ τὸ δόρυ κραδάνας, ἐκείνου δὲ συγκαταβαλόντος τὸν σύνεγγυς τῇ ῥύμῃ τοῦ διακοντίζοντος.

Πλήσας οὖν ἐπ᾿ ἀνδρείᾳ τοὺς Ἀντιοχεῖς θαύματος, ὄψεσι παρειληφότας ἅπερ ἀκοαῖς ἐνηχοῦντο πρότερον, ἔγνω παλινῳδίαν ᾆσαι πρὸς τὴν Κωνσταντίνου τραπόμενος. ἔνθεν τοι καὶ ὡς διὰ φιλίας μέλλων ἰέναι διαφίησι τὸ στρατόπεδον, ὅπῃ φίλον ἑκάστῳ μεθίστασθαι. τοῦτο δὲ μὴ καθ᾿ ἡγεμόνα, ὁποῖος ἦν, αὐτὸς βουλευσάμενος ἔλαθε παραπολέσας τὸ πολὺ τοῦ στρατοῦ καὶ κακῶς τὸ κατ᾿ οὐρὰν διαθέμενος· ἡ γὰρ πρὸς πορείαν ὀξεῖα τούτου ῥοπὴ καὶ ἡ πρὸς τὰ οἰκεῖα ἤθη τῶν στρατιωτῶν ἀχαλίνωτος ἄπαρσις καὶ ἀλόγιστος οὐκ ὀλίγα τῶν ταγμάτων διαλυθέντα παρελυμήνατο, τῶν Τούρκων ἐπεισπεσόντων ἀθρόως αὐτοῖς, ὡς πείρᾳ γνῶναι τῷ τότε πολλούς, οἷον ἀγαθὸν ἡ προμήθεια, τὴν δ᾿ ὑστεροβουλίαν πρᾶγμα ἀνόνητον καὶ ἀξύμφορον, καὶ ὡς κρεῖσσον τὸ μεθ᾿ ἡμέραν, εἰ σώζει καὶ δίδωσιν εὔκλειαν, τοῦ κατασπῶντος αὐτίκα εἰς θάνατον, κἂν ὑποσαίνῃ χρηστότητι. τάχα δ᾿ ἂν καὶ εἰς χείριστον προέβη τὰ οἴκτιστα, εἰ μὴ βασιλεὺς ἐπαναστραφεὶς τῶν Τούρκων ἀνέστειλε τὴν φορὰν καὶ προύπεμψε τὰ στρατόπεδα μεθ᾿ οἵας ἔδει συντάξεως πρότερον· ὅτε καὶ λέγεται τοῖς τῶν πεσόντων ἐπιστάντα πτώμασι καὶ τὸ πλῆθος τῶν διαφθαρέντων ὅσον κατανοήσαντα πλῆξαί τε τῇ χειρὶ τὸν μηρὸν ἀχθόμενον καὶ περιψοφῆσαι τὰ χείλη πυκνὰ καὶ ἀνοιμῶξαι βύθιον καὶ δακρῦσαι (ταῦτα δὴ τὰ τῶν παθαινομένων σημαντικὰ ἐπὶ τοῖς ὁρωμένοις ἢ καὶ ἐνωτιζομένοις ἀλγεινοῖς θεάμασι καὶ ἀκούσμασι) καὶ ὁρμῆσαι μὲν τὸ ἐν ὀφθαλμοῖς ἀναμαχέσασθαι ὄνειδος, γενναῖον δέ τι ἐξ ὑπογυίου δρᾶσαι μὴ ἔχοντα ὁδοῦ τῆς προκειμένης αὖθις ἔχεσθαι.

Ὁ δὲ μὴ τοῖς ὑψηλοῖς μόνον καὶ ἐθνῶν καὶ πόλεων δυνάσταις λοξὸν ἀεὶ ἐνορῶν φθόνος καὶ τοὺς ἐπιβούλους τρέφων ἀεὶ ἐγγύς, ἀλλὰ καὶ τοῖς μετριωτέροις ἐπιφυόμενος, οὗτος οὐδὲ τὸν Στυππειώτην Θεόδωρον τῆς παρὰ βασιλεῖ παρρησίας εἴασεν ἀμετάθετον, ἀλλὰ πνεύσας καταιγιδῶδες καὶ ἄγριον ὁ δυσπάλαιστος πολλάκις μὲν τοῦ στασίμου στυφελίξας μετήνεγκε, τέλος δὲ καὶ ἀνέτρεψε καὶ εἰς πτῶμα κατήνεγκεν οἴκτιστον.

Παρενείρω δὲ καὶ τὰ τοιάδε τῇ ἱστορίᾳ δεικνὺς τοῖς ἀναγινώσκουσιν, ὡς κἂν ἀσυλλόγιστόν τι πρᾶγμα καὶ δυσφύλακτον ἡ πονηρία, χρῆναι γοῦν ὡς ἐξὸν ὑποβλέπεσθαι τῶν ἀντιτέχνων ὁπόσοι τὸν μὲν τρόπον οὐκ ἐλεύθεροι, τὸ δὲ ἦθος ὑποκαθήμενοι καὶ τὴν γλῶτταν τῇ καρδίᾳ πλουτοῦντες ἀντίφθογγον, πρὸ πάντων δὲ τιθέναι τῷ στόματι φυλακὴν καὶ μὴ ἐᾶν τὴν γλῶτταν προπετῶς ἐκπηδᾶν τοῦ ἕρκους τῶν ὀδόντων καὶ τοῦ τῶν χειλέων ἐπιτειχίσματος, ἅπερ οἷα διπλοῦν περίβολον ἡ φύσις ταύτῃ περιεγύρωσεν.

Ὁ γάρ τοι τότε λογοθέτης τοῦ δρόμου ὁ Καματηρὸς Ἰωάννης οὐχ οἷός τε ὢν στέγειν τὴν ἐς τὸν Στυππειώτην τῆς τύχης εὐμένειαν καὶ τὴν ἀκροτάτην τοῦ βασιλέως ῥοπὴν καὶ τὸ τῷ μὲν ἅπαντα τὸν χρόνον τῆς ἐς τὸν κρατοῦντα παρρησίας τε καὶ παρουσίας εἶναι καιρὸν καὶ ἐξεῖναι δακτύλῳ μεταφέρειν πάντα καὶ νεύματι, αὐτῷ δὲ κατὰ τακτὰς ὥρας τὴν ἐς αὐτὸν ἀνεῳγέναι πυλαίαν καὶ τἆλλα, ὅσα τῷ μὲν Στυππειώτῃ καὶ μόνον βουληθέντι ἀνύσιμα, τῷ δὲ οὐδ᾿ ὄναρ διὰ τοῦ φανταστικοῦ ἐφιπτάμενα καὶ διὰ τοῦτο τοῦ φθόνου γινόμενα ὑπεκκαύματα καὶ ἕως τοῦ ταμείου πλήττοντα τῆς καρδίας, σκαιωρεῖ κατὰ τοῦ ἀνδρὸς τὰ οἰκτρότατα. καὶ δεινὸς ὢν καττῦσαι δόλους καὶ δικρόαν εὐτυχῶν γλῶτταν, ὁποίαν ὄφις ὁ ψίθυρος καὶ ἀρχέκακος, φιλίᾳ ὑποκλέπτει τὸν ἄνδρα καλῷ πράγματι συσκιάζων ἄτοπα διαβούλια καὶ δηλητηρίου σκύφον περιχειλῆ ἀγάπης μέλιτι περιχρίων. ἀμέλει τοι καὶ ἄλλα λέγων καὶ διανοούμενος ἕτερα καὶ χείλεσι μὲν τιμῶν τῇ δὲ καρδίᾳ πόρρω πλαζόμενος ἐλελήθει τὸν κατὰ τοῦτο μόνον ἀρχαῖον καὶ ἁπλοϊκὸν Στυππειώτην.

Ἐνδιαβάλλει τοίνυν ὡς μαγγανευτὴν τοῦτον καὶ δολιόφρονα καὶ γράφεται προδοσίας, τὰ κατὰ Σικελίαν λέγων ἀναταράττειν πράγματα. ἀπαιτηθεὶς οὖν ὑπὸ τοῦ βασιλέως πίστεις τῶν λεγομένων, τῇ Κιλικίᾳ ἔτι ἐνδιατρίβοντος, αὐτὸν μὲν ἐφίστησι παραπετάσματι, τὸν δὲ Στυππειώτην ἀπολαβὼν ὡς ἔχων τι μόνος μόνῳ προσδιαλέξασθαι ἄγει ὅπου ἦν ὁ βασιλεὺς ἑστηκὼς καὶ λόγους ἀνακινήσας ἑτέρους εἶτα καὶ τοῖς κατὰ Σικελίαν δολίως ἐνέβαλε καὶ διδοὺς αὐτὸς ἀφορμὰς τοῦ μεμψιμοιρεῖν, μήτε μὴν ἀσπάζεσθαι τὸν Στυππειώτην ὅσα ὁ βασιλεὺς εἶχεν ἐπὶ τοῖς κατὰ Σικελίαν διαπραξάμενος πράγμασιν, οὕτω διαλύει τὴν ἐντυχίαν. καὶ τοιοῦτον ἐνθάψας σπινθῆρα τῇ τοῦ βασιλέως ψυχῇ καὶ κατὰ τοῦ Στυππειώτου ἀφεὶς ὑποτύφεσθαι ἐσκέπτετο καὶ φορυτοῦ εὐπορήσειν ἑτέρων συκοφαντήσεων, δι᾿ ὧν προχειροτάτη τοῦ σπινθῆρος ἐσεῖται ἡ κίνησις.

Οὐκοῦν κατὰ καρδίας ἑτέραν ἀνταίαν πληγὴν εἰληφὼς ὁ Καματηρὸς ἐκ τοῦ τῷ Στυππειώτῃ ἐγχειρισθῆναι δοχεῖον ἐρυθροδάνου διάλιθον χρύσεον καὶ τοῖς ὅρκοις τοῦτον ἐπιστατῆσαι κατὰ τὸν ἐν Βλαχέρναις μέγαν νεών, οἳ τὴν τοῦ κράτους διαδοχὴν ἐνεπέδουν Ἀλεξίῳ τε τῷ ἐξ Οὐγγρίας καὶ τῇ θυγατρὶ τοῦ βασιλέως Μαρίᾳ, ἃ τῷ λογοθετικῷ δήπουθεν ὀφφικίῳ ἦσαν ἁρμόδια, συνθέσθαι λέγεται χάρτην λήρων ἔμπλεων, παρὰ τοῦ Στυππειώτου δῆθεν τῷ τῆς Σικελίας ῥηγὶ σταλησόμενον, καὶ τοῦτον ἀναφύρας τοῖς τοῦ Στυππειώτου τόμοις καὶ γράμμασι πεῖσαι τὸν βασιλέα στεῖλαι τοὺς κατὰ ζήτησιν τοῦ πρὸς τὸν ῥῆγα γράμματος τὴν τοῦ Στυππειώτου σκηνὴν ἐρευνήσοντας· οὗ καὶ γενομένου ὁ αὐτοκράτωρ οἷα πυρσὸν αἰθέριον τὴν κατὰ τοῦ ἀνδρὸς ὀργὴν ἀνέκαυσε. καὶ τὸ ἐντεῦθεν ἐκκοπεὶς τὰς κόρας ἀδίκως τυφλὸς ἦν, μὴ βλέπων τὸν ἥλιον.

Ὦ πάντ᾿ ἐφορῶν ὀφθαλμὲ τῆς δίκης ἀλάθητε, πῶς ἐπιμύεις πολλάκις ἐπὶ τηλίκοις παρανομήμασιν ἢ καὶ μείζοσιν ἑτέροις ἀνθρώπων κακοπραγήμασιν, οὐδ᾿ ἐπάγεις εὐθὺς τοὺς πρηστῆρας καὶ τὸ κεραύνιον ἄναμμα, ἀλλ᾿ ὑπερτιθέμενος ἐπέχεις τὴν κόλασιν. ἀνεξιχνίαστόν σου τὸ κρίμα, καὶ ἀνθρώπων λογισμοῖς ἀνεπίβατον. πλὴν εἶ σοφός, ναί, καὶ γνώμων ἀκριβὴς τοῦ συνοίσοντος, κἂν ἡμᾶς τοὺς σμικρογνώμονας λέληθας.

Ἤδη μὲν οὖν τις θηρητὴρ ὄφιν δαφοινὸν ἢ λέοντα λασιαύχενα εἰσορῶν καὶ ἀΐων ἐν ὄρεσιν εὐθέως ἐξέκλινεν· ἀλλὰ καὶ κακοεργός, ὅστις δὴ παραιτητός ἐστι, δάκρυσι καὶ λιταῖς παρυπάγεται. ἄνδρα δὲ κακὰ τῷ πλησίον βυσσοδομεύοντα καὶ ἄλλα μὲν ἐν φρεσὶ κεύθοντα ἕτερα δὲ βάζοντα σοφίας δεῖ πολλῆς ἐκφυγεῖν καὶ χρεία τῆς ἀπὸ τοῦ Κρείττονος ἐφάψεως.

Ἦν δὲ ὁ Καματηρὸς οὗτος, ἵνα καὶ ἔτι μικρὸν παρακινήσω τῆς ἱστορίας μοι τὸν εἱρμόν, μαθημάτων μὲν ὑψηλοτέρων ἄκρῳ λιχανῷ γεγευμένος καὶ τῆς ὑπερσέμνου φιλοσοφίας οὐκ ἀκριβὴς ἐραστής, οὐδ᾿ εὐμαθὴς ὁπαδός, κράτιστος δὲ τῇ φυᾷ καὶ τῷ ἀμελετήτῳ χαίρων τῆς φράσεως, ῥέων τε τῷ λόγῳ κατὰ πηγάδα καλλίρειθρον διεκδιδοῦσαν τῶν πρανῶν, ἐκ τοῦδε κλέος ἀπηνέγκατο μέγιστον. ἀνθρώπων δὲ ὀψοφαγώτατος ὢν καὶ οἰνοφλύγων ὁ κράτιστος πρὸς λύριον ἔψαλλε καὶ πρὸς κιθάραν μετερρυθμίζετο καὶ κόρδακα ὠρχεῖτο καὶ τὼ πόδε πολλάκις παρενεσάλευε. χανδὸν δὲ τῶν οἴνων ἐμφορούμενος καὶ κατὰ τοὺς θαλαττίους χόας καὶ τὰς σπογγιὰς συχνάκις τὸ ποτὸν ἀνιμώμενος οὐ κατεπόντου τὸν νοῦν τῇ ἀρδείᾳ, μήτε παρασφαλλόμενος ὡς οἱ ἔξοινοι, μήτε τὸ κάρη βάλλων ἑτέρωσε ὡς ὑπὸ μέθης ἐπικλυζόμενος, ἀλλ᾿ ἔλεγέ τι σοφόν, ἀναφλέγων τε καὶ ἄρδων ἐν τῷ πίνειν τὸ λογιζόμενον, καὶ πρὸς βλάστην λόγων μᾶλλον ἐπερρωννύετο. διώκων δὲ τὰ συμπόσια οὐ βασιλεῖ μόνον πλεῖστα κεχάριστο, ἀλλὰ καὶ δυνάσταις μάλα πεφίλητο τῶν ἐθνῶν, ὁπόσοι τοὺς κώμους περιεσπούδαζον. κατὰ γὰρ πρεσβείαν αὐτοῖς παραβάλλων τοὺς μὲν ὑπερέβαλεν ἐν τοῖς πότοις καὶ πρὸς τὴν ὀψὲ κατήνεγκε τῆς μέθης ἀνάνηψιν καὶ τοῦ κάρου ἀνάνευσιν, τοῖς δὲ καὶ ἰσοφάρισεν· οὗτοι δὲ ἦσαν, οἳ πιθάκνας ὅλας ἐς τὴν γαστέρα μετήγγιζον καὶ ἀμφορέας ὤχουν τοῖς δακτύλοις ὡς κύλικας καὶ τὸν σκύφον εἶχον ἀεὶ ἐπιδείπνιον τὸν Ἡράκλειον.

Ἐπεὶ δὲ εἰς τοὺς περὶ τοῦ ἀνδρὸς τούτου λόγους καθάπαξ ἐνεπεπτώκειν, δεδόσθω κἀκεῖνα τῇ ἱστορίᾳ μνήμης ὄντα καὶ διηγήσεως ἄξια. συνέθετό ποτε τῷ βασιλεῖ Μανουὴλ ὕδατος πλησθεῖσαν διεκροφῆσαι τὴν πορφύρεον λεκανίδα, ἣν εἶχε μὲν πρότερον ἡ αἰθριώδης τοῦ κοιτῶνος αὔλειος τοῦ βασιλέως Νικηφόρου τοῦ Φωκᾶ, ἡ καὶ ἄνωθεν τοῦ Βουκολέοντος ὑπτιάζουσα, νυνὶ δὲ ὁ παρὰ τοῦ εἰς ἱστορίαν προκειμένου βασιλέως οἰκοδομηθεὶς χρυσόπαστος μέγιστος ἀνδρών. βασιλεὺς δ᾿ ἐν θαύματι θέμενος τὸ λεχθὲν καὶ πρὸς αὐτὸν „ὑπέρευγε, λογοθέτα” φάμενος, ὀθόνας εὐανθεῖς καὶ χρυσίου μνᾶς ἱκανὰς ξυνέθετό οἱ καταβαλέσθαι δρῶντι ὡς ἔφησεν, ἢ μὴν ταὐτὰ τοῦτον καταθέσθαι μὴ περατοῦντα τὰ ξυγκείμενα. ὡς δὲ τὸν λόγον ἀσμένως ὁ Καματηρὸς ἠνωτίσατο, ἡ μὲν λεκανὶς ἦν ὑπερχειλὴς ὕδατος, κεχαδυῖα περὶ χόας δύο, ὁ δὲ κύψας ὡς βοῦς τὸ ἄγγος ἐκένωσεν, ἅπαξ ἀνακόψας τὸ συνεχὲς τῆς πόσεως καὶ τότε ὡς τὸ πνεῦμα πλεῖον συλλέξειε, καὶ εἶχεν εὐθὺς τὰ ἐκ συμφώνου πρὸς βασιλέως ἀποδιδόμενα.

Ἥττων δὲ ὢν τῆς τῶν χλωρῶν κυάμων ἑστιάσεως οὐκ ἀπὸ ῥινός, ὅ φασιν, ἀλλ᾿ ἐξ ὀδόντων τῷ θαλῷ τούτων εἵλκετο. ὅλας οὖν ἀρούρας κατεδαπάνα καὶ θωὸς ἀκριβέστερον ἐπεξήρχετο. καὶ τότε παρὰ τὸν ποταμὸν ἐνσκηνησάμενος, ἐπειδήπερ εἰς τὴν περαίαν κυάμων θεάσαιτο γήδιον, ἐξ αὐτῆς καὶ τὸν ἔσχατον χιτῶνα ἀποδυσάμενος διενήξατο καὶ τὸ πλεῖον ἀποτραγὼν οὐδ᾿ οὕτως ἀπέσχετο, ἀλλ᾿ ἐς δεσμὰς τὸ μὴ κατεδηδομένον ξυνενεγκὼν ἐπὶ νώτου τε ἀράμενος διέβη τε τὸν ποταμὸν αὐτίκα δὴ μάλα καὶ ἐπὶ δαπέδου τῆς σκηνῆς καθιζήσας ἀνελέγετο τοὺς κυάμους ἡδέως, ὡς εἰ νῆστις ἦν ἐπὶ μακρὸν καὶ ἀπόσιτος.

Ἡρωϊκοῦ δὲ σώματος μετέχων καὶ εἰς ἀρίστην ἡλικίας ἀνατείνων ἀναδρομὴν οὐκ ἀπόμαχος ἦν, ἀλλ᾿ ἔβλεπε γενναῖον καὶ τοῦ αἵματος ἄξιον, ἐξ οὗ τὸ πρὸς μητρὸς ἐκείνῳ γένος καθείλκετο.

Τελευτῶν δὲ τὸν βίον καὶ πλῆττον ἔχων αὐτὸν τὸ οἰκεῖον κριτήριον ἐφ᾿ οἷς εἰς τὸν Στυππειώτην ἐξήμαρτε μετάπεμπτον ποιεῖται τὸν ἄνδρα καὶ συγγνώμην μετὰ δακρύων αἰτεῖται. ὁ δὲ βραβεύων ἀμνησικάκως ἄφεσιν καὶ σωτηρίαν ψυχῆς προσεπηύξατο. καὶ ταῦτα μὲν οὕτω καὶ οὐ κατὰ διήγησιν, οἶμαι, ἀλυσιτελῆ τοῖς πολλοῖς οὐδ᾿ ἀκαλλῆ τε καὶ ἀχαρίτωτον.

Ὁ δὲ Μανουὴλ ἀποβαλόμενος θανάτῳ τὴν ἐξ Ἀλαμανῶν ξύνευνον ἐκόψατο μέν, τὸν ἐκείνης μόρον διασπασμὸν οἰηθεὶς σώματος, καὶ ὡς λέων θρηνῶδες ἠρεύξατο, ταφῆς δὲ ἠξιωκὼς μεγαλοπρεποῦς καὶ τῷ σκήνει ἐπιτελέσας τὰ ὅσια ἐν τῇ τοῦ Παντοκράτορος πατρῴᾳ μονῇ καὶ καιρὸν ὃν ἐδοκίμασε παριππεύσας ἡμιθανὴς καὶ ἡμίτομος πρὸς μνῆστρα δεύτερα ἔβλεψε, πατὴρ ἀκοῦσαι παιδὸς γλιχόμενος ἄρρενος.

Πολλαχόθεν μὲν οὖν ἐπεφοίτων αὐτῷ καὶ γράμματα καὶ προμνώμενοι ἐκ βασιλέων, ἀπὸ ῥηγῶν καὶ δυναστῶν ἁπάσης τῆς γῆς· ὁ δὲ προέκρινεν ἁπασῶν μίαν τῶν θυγατέρων τοῦ τῆς Ἀντιοχείας σατραπεύοντος Πετεβίνου, ταύτην λέγω τὴν τῆς Κοίλης Συρίας προκαθημένην, ἣν Ὀρόντης ποτίζει καὶ καταπνέει ζέφυρος ἄνεμος. ἦν δὲ ὁ Πετεβῖνος οὗτος Ἰταλιώτης μὲν τὸ γένος, ἱππότης δ᾿ ἀκράδαντος καὶ ὑπὲρ τὸν Πρίαμον ἐκεῖνον εὐμέλιος. στείλας οὖν ἐκ τῶν τῆς γερουσίας καὶ τὸ γένος ἐπισήμους ἄνδρας εἰσοικίζεται τὴν κόρην καὶ θύσας εἶχε τὰ γαμοδαίσια. ἦν δὲ καλὴ τὸ εἶδος ἡ γυνή, καὶ καλὴ λίαν, καὶ ἕως σφόδρα καλὴ καὶ τὸ κάλλος ἀξύμβλητος, ὡς μῦθον εἶναι ἀτεχνῶς πρὸς αὐτὴν Ἀφροδίτην τὴν φιλομειδῆ καὶ χρυσῆν, Ἥραν τὴν λευκώλενον καὶ βοῶπιν, καὶ τὴν δολιχόδειρον καὶ καλλίσφυρον Λάκαιναν, ἃς οἱ πάλαι διὰ τὸ κάλλος ἐθέωσαν, καὶ τὰς λοιπὰς δὲ ἁπάσας, ὅσας βίβλοι καὶ ἱστορίαι διαπρεπεῖς τὴν θέαν παραδεδώκασιν.

Ὁ δὲ λόγος τὰ κατὰ τοὺς Τούρκους μέλλων αὖθις διεξιέναι ἅτε εἰς ἀρχὴν καθιστάμενος καί τινα τῶν ἄνωθεν σαφηνείας ἕνεκα δοίη ἂν εἰς ἀφήγησιν. τῷ κατάρχοντι τῶν Τούρκων Μασοὺτ πολλοὶ μὲν υἱεῖς καὶ θυγατέρες ἐγεγόνεισαν· ἐν δὲ τῷ μέλλειν ἐξ ἀνθρώπων γίνεσθαι καὶ ταῖς ἐκεῖθεν κολάσεσιν ὡς ἀσεβὴς παραπέμπεσθαι διανέμει τοῖς ἐκείνου παισὶ τὰς ποτὲ μὲν Ῥωμαίων ὅροις κληρουχουμένας, τότε δὲ ὑπ᾿ ἐκείνῳ ταττομένας πόλεις καὶ χώρας, καὶ ἄλλοις μὲν εἰς κλῆρον πατρῷον κατέλιπεν ἕτερα, τὴν δὲ Ἰκονιέων μητρόπολιν καὶ ὅσα τετάχαται ὑπ᾿ αὐτὴν τῷ Κλιτζασθλὰν ἀπομερίζει υἱῷ. τῶν δὲ γαμβρῶν Ἰαγουπασὰν μὲν Ἀμάσειαν καὶ Ἄγκυραν ἐκληροῦτο καὶ τὴν Καππαδοκῶν εὐδαίμονα χώραν καὶ ὅσα ταῖς πόλεσι ταύταις προσόμορα, Δαδούνῃ δὲ ἀπονενέμηνται πόλεις εὐδαίμονές τε καὶ μέγισται Καισάρεια καὶ Σεβάστεια.

Ἀλλ᾿ ἕως τίνος τὸν οἰκεῖον παρόψει κλῆρον, Κύριε, εἰς ἀπαγωγὴν ἐκκείμενον καὶ προνομὴν μακραίωνα καὶ κίνησιν κεφαλῆς λαῷ μωρῷ καὶ οὐχὶ σοφῷ καὶ πόρρωθεν ἀπεσχοινισμένῳ τῆς εὐσεβοῦς περὶ σὲ δόξης καὶ πίστεως; μέχρι τίνος ἀφ᾿ ἡμῶν ἀποστρέφεις τὸ οἰκεῖον πρόσωπον, ὁ φιλάνθρωπος, καὶ τῆς πτωχείας ἡμῶν ἐπιλανθάνῃ, οὐδ᾿ ἐνωτίζῃ τοὺς στεναγμούς, ὁ ταχὺς τῶν θλιβομένων ἐπακουός, οὐδὲ δίκην ἐπιτίθης, ὁ τῶν ἐκδικήσεων Κύριος; ἕως πότε παραλλὰξ ἕρποντα ἐσεῖται τὰ ἄτοπα καὶ οἱ μὲν τῆς δουλίδος Ἄγαρ ἀπόγονοι κατακυριεύσουσι τῶν ἐλευθέρων ἡμῶν ἀπολοῦσί τε καὶ ἀποκτενοῦσι τὸ σὸν ἅγιον ἔθνος, ὃ τὸ ὑπὲρ πᾶν ὄνομα τὸ σὸν ἅγιον ἐπικέκληται ὄνομα, τοῦτο δὲ χρονίαν ὑπηρεσίαν ὑπομενεῖ καὶ τοὺς ὀνειδισμοὺς ὑποίσει καὶ τοὺς κονδυλισμοὺς τῶν ἐπιτρίπτων τούτων ἀλλογενῶν; εἰσελθέτω ἐνώπιόν σου ὀψέ ποτε, φιλάγαθε δέσποτα, τῶν ἐν πέδαις ἡ συνοχή. βοησάτω πρὸς σὲ καὶ νῦν τὸν φίλοικτον τὸ ἐκχεόμενον αἷμα τῶν σῶν οἰκετῶν, ὡς τὸ τοῦ Ἄβελ πρότερον. ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειαν ἡμῶν, καὶ κραταιώσας ὃν αὐτὸς αἱρετίσῃ ἄνδρα καὶ ἐφ᾿ ὃν εὐδοκήσειας. ἀπόδος τοῖς πονηροῖς γείτοσιν ἡμῶν εἰς τὸ ἑπταπλάσιον ὅσα ἐπονηρεύσαντο κατὰ τῆς κληρονομίας σου· καὶ πόλεις καὶ χώρας ἐπανασώσας ἡμῖν ἐν ἀνδρείᾳ, ἃς ἀφείλοντο οἱ ἀλλόφυλοι, ὅρια στήσαις τοῖς ἐκ τοῦ σοῦ καλουμένοις ὀνόματος ἀνίσχοντος ἡλίου καὶ δυομένου πρώτας καὶ ὑστάτας αὐγάς.

Ἀλλὰ ταῦτα μὲν ἴσως οὐκ ἀκαίρως οὐδὲ μάτην ἐξετοξεύσαμεν, θεῷ τι μικρὸν προσλαλήσαντες καὶ κενώσαντες τῆς λύπης βραχὺ ἐξ ὑπεράντλου ταύτῃ ψυχῆς. οἱ δ᾿ οὖν τοῦ Μασοὺτ τριχῇ δασάμενοι τὰ κεφαλαιώδη τῆς ἀρχῆς ὁρίσματα, ἢ τὸ νητρεκὲς εἰπεῖν τὰ τῶν Ῥωμαίων σχοινίσματα, παῖδες παρὰ πατρὸς ἐς αὐτοὺς καταβάντα διαδεξάμενοι, ὀλίγα μὲν εἰρήνῃ καὶ τοῖς τῆς συγγενείας θεσμοῖς ἐπέθυσαν, τὰ δὲ πλεῖστα εἰς διαφορὰς οἰκείας ἀπεῖδον καὶ προσέσχον ταῖς διαστάσεσιν.

Αὐτίκα γὰρ ὁ τοῦ Ἰκονίου σουλτὰν τῷ τῆς Καππαδοκίας τοπάρχῃ σκαιόν τι καὶ ἄγριον ἐπωφθάλμισε, καὶ οὗτος αὖ ἐκείνῳ βλέμμα ὀλέθριον ἔρριψε. καὶ ἦν τὰ κατ᾿ ἀλλήλων πονηρὰ διαβούλια οὐχ ὑπὸ σκότον καὶ κρύφα τελούμενα, ἀλλ᾿ ἔκπυστα καὶ βασιλεῖ καὶ ἔκφορα ὑπ᾿ αὐτῶν. ὁ δὲ ἐπαρώμενος ἀμφοῖν πανώλειαν ἠγάπα μὴ μόνον μέχρι τοῦ ἐριθεύειν ἀπονεύειν ἀλλήλων καὶ ἀποσχίζεσθαι, ἀλλὰ καὶ ὅπλα ἄραντας εἰς μοῖραν διαστῆναι ἀντίθετον, ἵν᾿ ἄγων ἠρεμίαν αὐτὸς τοῖς ἐκείνων ἐπιχαίρῃ κακοῖς ὡς ἀλλοφύλων καὶ ἀσεβῶν. καὶ πέμπων λάθρᾳ ἀγγέλους θάτερον θατέρῳ ἐνῆγεν εἰς πόλεμον. ἐκ δὲ τοῦ προδήλου τῷ Ἰαγουπασάνῃ προσέκειτο καί οἱ τοῦ Ἄρεος συνεθίγγανεν οἷς ἐδωρεῖτο, μυσαττόμενος τὸν σουλτὰν ὡς ὑποκαθημένην ἀεὶ τὴν γνώμην ἔχοντα καὶ ὕπουλον τὸ φρονεῖν καὶ περίστροφον καὶ μὴ μόνον δολοπλοκοῦντα τοῖς ἐκ γένους ἐκείνῳ καὶ αἵματος τὰ ἀνήκεστα, ἀλλὰ καὶ Ῥωμαίων ἀεὶ κατὰ λῃστείαν τὸ γειτονοῦν ἐκτρίβοντα.

Πεποιθὼς τοίνυν Ἰαγουπασάνης τῷ αὐτοκράτορι ἐκφέρει κατὰ τοῦ σουλτὰν πόλεμον καὶ οὗτος αὖθις ἀντέξεισι κατ᾿ αὐτοῦ καὶ συρραγέντες πολλάκις ἐμάχοντο. ὀψὲ δὲ καὶ μεθ᾿ αἵματα ἐξ ἑκατέρων ῥεύσαντα τῶν στρατῶν πρὸς Ἰαγουπασάνην ἔβλεψε τὸ νικᾶν. καὶ πρὸς καιρὸν τὰ ὅπλα καταθέμενοι, ὁ μὲν ἐπέμενε κατὰ χώραν, ὁ δὲ σουλτὰν τῷ βασιλεῖ πρόσεισιν ἄρτι πρὸς πόλιν τὴν βασιλεύουσαν ἐκ τῶν δυσμικῶν ἐπανιόντι μερῶν. καὶ φιλοφρόνως προσδεχθεὶς καὶ ἐντίμως οὐχ ἧττον ἐπ᾿ αὐτῷ βασιλέα διαχυθῆναι πεποίηκεν, ἤπερ αὐτὸς ἐπὶ τῷ τῆς ξενίας ἐνευφράνθη ἀπροσδεεῖ. οὐκ ἐλπίσι γὰρ μόνον χρηστοτέραις ὑπεσαίνετο Μανουήλ, ὡς εὖ τὰ κατὰ τὴν ἕω διάθοιτο διὰ τῆς τοῦ σουλτὰν παρουσίας καὶ τοῦ κεχαρισμένου τῆς ξενίας δυναμένου γοητεῦσαι φιλοχρήματον βάρβαρον, ἀλλὰ καὶ δόξαν αὐτῷ τῆς βασιλείας τὸ συμβὰν ᾤετο.

Εἰσιὼν τοίνυν ἅμα τῷ σουλτὰν τὴν Κωνσταντίνου κηρύττει θρίαμβον. καὶ ἦν εὐπρεπὴς ὁ θρίαμβος, καλλίστοις καὶ τιμήεσι πέπλοις παμφαίνων καὶ τῷ τοῦ κόσμου πολυειδεῖ δαίδαλος· καὶ ἤμελλε βασιλεὺς διὰ τοῦ θριάμβου προϊέναι πρὸς αὐτῶν τῶν ἀστῶν κροτούμενος καὶ μέρος εἶναι τῆς τότε δορυφορίας τε καὶ λαμπρότητος καὶ τῶν κυδρούντων τὸν αὐτοκράτορα καὶ σουλτὰν αὐτὸς ἐπιπαριών. θεὸς δ᾿ ἠκύρωσε τὰ τῆς ἡμέρας ἐκείνης λαμπρά· ἥ τε γὰρ γῆ κλονηθεῖσα πολλὰς ἐπικαταβεβλήκει λαμπροτάτας οἰκήσεις καὶ ὁ ἀὴρ ταραχώδης ἦν ἐπιεικῶς καὶ ἀνώμαλος καὶ ἕτερ᾿ ἄττα ἐπισυμβάντα δείματα ἐκείνοις οὐ θριάμβοις ἠναγκάκει προσέχειν τὸν νοῦν καὶ τὸ τῆς ψυχῆς ἐκύμαινε λογιζόμενον. ἔφασκον δὲ οἱ τοῦ θείου νεὼ καὶ τοῦ βήματος (καὶ αὐτὸς βασιλεὺς οὐκ ἀγαθὰς κλῃδόνας ἐδέχετο τὰ λεγόμενα) μηνίειν τὸ θεῖον καὶ μηδ᾿ ὅλως ἀνέχεσθαι προκύψειν ὅλως εἰς θρίαμβον μὴ θεοσεβείας ἄνδρα μετεσχηκότα, ὃν κοσμοῦσιν ἔπιπλα παναγῆ καὶ ἁγίων ἔκτυπα διειλήφασι καὶ χαρακτὴρ καθαγιάζει Χριστοῦ. καὶ οὕτω μὲν εἰκαίως ὁ θρίαμβος ἐσχεδίαστο, μηδαμῶς αὐτῷ προσεσχηκότος τοῦ αὐτοκράτορος οὐδ᾿ ἐς ὅσον τὸ ἔθος ἀφοσιώσασθαι.

Ἐς ἱκανὸν δὲ ὁ σουλτὰν τῷ βασιλεῖ συνδιέτριψε χρόνον καὶ ἵππων σταδιοδρόμων ἁμίλλαις τὸν ὀφθαλμὸν καθειστίακεν, ὅτε καί τις ἀνὴρ τῆς Ἄγαρ ἀπόγονος, ὡς ἐδόκει τὰ μὲν πρῶτα, θαυματοποιός, ὡς δ᾿ ὕστερον ἔδειξε, ταλάντατος ἀνθρώπων καὶ αὐτοέντης ἄντικρυς, ἐπὶ τὸν κατὰ τὸ θέατρον πύργον ἀναλάμενος, οὗ κάτωθεν μὲν αἱ τῶν ἐπὶ σταδίου θεόντων ἀφετηρίαι εἰς ἁψῖδας παραλλήλους κεχήνασιν, ἄνωθεν δ᾿ ἵπποι χαλκήλατοι πεπήγασι πίσυρες χρυσῷ ἠληλιμμένοι, τοὺς αὐχένας ὑπόγυροι, ἀντιβλέποντες ἀλλήλοις καὶ δρόμον καμπτῆρος πνέοντες, διαπτῆναι τὸ στάδιον ἐπηγγέλλετο. εἱστήκει οὖν ὡς ἐφ᾿ ὕσπληγγος τοῦ πύργου ἠμφιεσμένος ποδηρέστατον εὐρέα χιτῶνα. λευκὸς δὲ ἦν ὁ χιτών, λύγοι δὲ εἰς κύκλον περιαχθέντες ἐποίουν κολπῶδες τὸ ἄμφιον. ἦν δὲ σκοπὸς τῷ Ἀγαρηνῷ ὥσπερ ἱστίῳ πτερωθῆναι τῷ πέπλῳ, ταῖς τούτου κοιλότησι τοῦ πνεύματος ἐμφωλεύοντος. πᾶς οὖν ἐπέστραπτο ἐπ᾿ αὐτὸν ὀφθαλμὸς καὶ ἐμειδία τὸ θέατρον· καὶ πυκνὰ ἐκραύγαζον οἱ θεώμενοι „πέτασον” καὶ „ἕως τίνος Σαρακηνὲ τὰς ψυχὰς ἡμῶν αἴρεις ταλαντεύων ἐκ τοῦ πύργου τὸν ἄνεμον;” βασιλεὺς δὲ πέμψας διεκώλυεν αὐτὸν τοῦ ὁρμήματος. θεατὴς δ᾿ ὢν τῶν δρωμένων καὶ σουλτὰν αὐτὸς ἐπ᾿ ἀμφιβόλῳ τῷ ἀποτελέσματι ἀνεκήκιέ τε καὶ ἐσεσήρει μετέωρος ὢν τὴν γνώμην καὶ δεδιὼς περὶ τῷ ὁμογενεῖ. ὁ δὲ περιχάσκων τὸν ἀέρα συχνὰ καὶ τὸ πνεῦμα διακριβούμενος τὰς τῶν θεατῶν ἐλπίδας ὑπέκλεπτε. καὶ πολλάκις διάρας τὰς χεῖρας καὶ σχηματίσας ταύτας ὡς πτέρυγας εἰς κίνησιν πτήσεως ὑπεστείλατο τὸ πνεῦμα μεταπεμπόμενος. ἐπεὶ δέ ποτε φορὸν παρεῖναι καὶ οὔριον δέδοκτο, διατινάσσεται πτηνοῦ δίκην, ἀεροβατεῖν οἰηθείς. ἀλλ᾿ ἦν οὐρανοδρόμος Ἰκάρου ἐλεεινότερος. καὶ ὡς σῶμα κεντροβαρὲς χαμαιρριφής, οὐχ ὡς κοῦφος ἱπτάμενος, τέλος δὲ καταπεσὼν διέρρηξε τὴν ψυχήν, γαστροκνημῖδας καὶ χεῖρας καὶ ὅσα τοῦ σώματος ὀστώδη διαθρυβείς.

Ἦν τοίνυν ὁ ἐκπετασμὸς οὗτος εἰς μωκίαν καὶ γέλωτα τῶν μετὰ τοῦ σουλτὰν Τούρκων τοῖς ἀστυπολίταις διαθρυλλούμενος, οὐδ᾿ ἦν ἐπ᾿ ἀγορᾶς ἀκαταγελάστους αὐτοὺς παριέναι, τῶν ἀργυροκόπων ἀγοραίων τὰ τῶν τραπεζῶν διαψοφούντων σιδήρια. ὡς δ᾿ ἠνωτίζετο ταῦτα ὁ βασιλεύς, διεχεῖτο μὲν ὡς εἰκός, τὸ στωμύλον καὶ φιλοπαῖγμον τῶν ἐπὶ τῶν τριόδων εἰδώς, σουλτὰν δὲ χαριζόμενος (κατὰ βραχὺ γὰρ τὴν τοῦ βαρβάρου ψυχὴν ὑπεισερχόμενα ἔδακνε τὰ βωμολοχεύματα) ἐπλάττετο τὸν τὸ ἐκείνων ἐλευθερόστομον ἀναστέλλοντα.

Μετὰ δὲ τὴν ἀξιάγαστον φιλοφροσύνην δῶρα πολλὰ καὶ λαμπρὰ ἐκ τῶν βασιλικῶν χρυσώνων ὁ σουλτὰν ἀπαρυσάμενος, ἐφ᾿ οἷς καὶ ἔκθαμβος ἐγεγένητο καὶ διαπορούμενος ἦν, εἰ καὶ ἑτέρων τοσούτων τὸ πλῆθος καὶ τηλίκων τὸ μέγεθος εὐπορεῖ βασιλεύς, χαίρων ἐπανέζευξεν ἔμφορτος. ὁ γὰρ αὐτοκράτωρ εἰδὼς μὲν καὶ ὅτι βάρβαρος ἅπας λημμάτων ἥττηται, λαμπρυνόμενος δὲ μάλιστα καὶ ἐκπλῆξαι θέλων τὸν Κλιτζασθλάνην ἐπὶ τοῖς πολυταλάντοις τῶν θησαυρῶν, οἷς ἡ βασιλεία Ῥωμαίων περιερρέετο, ἐν ἑνὶ τῶν κατὰ τὸ ἀρχεῖον λαμπροτάτων ἀνδρώνων ἑξῆς διατέθεικεν ὅσα τούτῳ παρασχέσθαι δῶρα προέθετο. ἦν δὲ ταῦτα χρυσός τε καὶ ἄργυρος κεκομμένος εἰς νόμισμα καὶ τρυφῶσα ἐσθὴς ἀργύρεά τε ἐκπώματα καὶ Θηρίκλεια χρύσεα καὶ ὀθόναι τῶν ἐξ ὑπερηφάνου ὑφῆς ἄλλοι τε κόσμοι ἐξαίρετοι, Ῥωμαίοις μὲν καὶ πάνυ εὐπόριστοι, σπάνιοι δὲ παρὰ βαρβάροις αὐτοῖς καὶ τὰ πολλὰ μηδὲ θεατοί. εἰσιὼν δὲ ὁ βασιλεὺς τὸν ἀνδρῶνα καὶ τὸν σουλτὰν ἐκεῖσε μεταπεμψάμενος ἤρετο, εἰ δωρηθῆναί οἱ τοῦ παρόντος βούλοιτο θησαυροῦ. τοῦ δὲ εἰπόντος ὡς αἱρεῖται ὅσοις αὐτὸν δωρήσεται βασιλεύς, αὖθις ἐπήγαγεν, εἴ τις τῶν ἀντιπάλων Ῥωμαίοις, αὐτοῦ ταῦτα κενωσαμένου εἰς ξενικὸν καὶ ἐνδαπὸν στράτευμα, ὑπενέγκοι ἂν ὅλως τὴν κατ᾿ ἐκείνου τῶν Ῥωμαίων ὁρμήν. τοῦ δὲ ἀγαμένου καὶ εἰπόντος, ὡς εἰ δεσπόζων ἦν τοσούτων χρημάτων, εἶχεν ἂν πάλαι τὸ κύκλῳ πολέμιον εἰς ὑπήκοον αὐτῷ μεταθέμενος, „φιλοτιμοῦμαί σε τούτοις πᾶσί” φησι βασιλεύς, „ἵνα καὶ τοὐμὸν εἰδείης φιλόδωρόν τε ἅμα καὶ μεγαλόδωρον καὶ ὅσων ἐστὶ κύριος χρημάτων ὁ τόσοις ἕνα δωρούμενος.” ὁ δὲ ἥσθη τε καὶ ἐξέστη τῇ ἀπομαγδαλίᾳ τῶν χρημάτων, τυφλώττων πρὸς κέρδος, καὶ βασιλεῖ τὴν Σεβάστειαν καὶ τὴν ταύτης χώραν παρασχέσθαι κατεπαγγέλλεται. ὁ Μανουὴλ δὲ τὴν ὑπόσχεσιν ταύτην ἀσμένως δεξάμενος καὶ ἕτερα δώσειν ξυνέθετο χρήματα, εἰ τοὺς λόγους τοῖς ἔργοις πιστώσαιτο.

Καὶ αὐτὸς μὲν τὴν τοῦ βαρβάρου προφθάνων ῥοπὴν καί, ἕως ἔτι ὁ σίδηρος ἐν ἀκμῇ, ἐνεργῷ χρήσασθαι τούτῳ βουλόμενος διεπεπράχει, ὡς εἰρήκει, μετὰ καιρόν· στείλας γὰρ τὸν Γαβρᾶν Κωνσταντῖνον ἐξέπεμψεν αὐτῷ φιλοτιμήματα ἄλλα ἄττα συχνὰ καὶ παντοδαποὺς ὁπλισμούς· ὁ δὲ ἀπατεὼν ὢν καὶ μηδὲ τί ἐστιν ὅλως ἀλήθεια ἐγνωκώς ποτε τῶν τε συνθηκῶν ἐπελάθετο ἀπελθὼν ἐς Ἰκόνιον καὶ τὴν Σεβάστειαν ἐκπορθήσας καὶ τὰ ὑπ᾿ αὐτὴν χειρωσάμενος γέγονε τῶν ὅλων αὐτὸς ἐγκρατής.

Ἐπειδὴ δὲ καὶ τὸν Δαδούνην τῆς οἰκείας ἀρχῆς παρέλυσεν, ἐκεῖνον μὲν δραπέτην καὶ πλανήτην εἰργάσατο, τῆς δὲ Καισαρείας αὐτὸς λαβόμενος καὶ τὸν λοιπὸν μετήρχετο ξύμφυλον, τὸν Ἰαγουπασάνην φημί, νοσήσας κἀπὶ τῇ τούτου ἔρωτα χώρᾳ καὶ τὸν ἄνδρα διψῶν ἀνελεῖν. ὁ δὲ καὶ αὐτὸς τὸ οἰκεῖον συγκροτῶν ἐν τῷ μέρει στρατόπεδον καὶ ὡς πρὸς ἀνταγωνιστὴν ἤδη μείζονα περιβαλλόμενον δύναμιν παραταττόμενος φθάνει θανάτῳ τὴν προθυμίαν διακοπείς. Δαδούνης δὲ ὡς εἰς ἐρήμην δυνάστου τὴν τῶν Ἀμασέων σατραπείαν παρεισιὼν ἐκεῖθέν τε ἀποκρούεται καὶ τῇ μεταπεμψαμένῃ τοῦτον τοῦ Ἰαγουπασάνη συνεύνῳ θανάτου αἴτιος γίνεται· οἱ γὰρ Ἀμασεῖς ἐπαναστάντες αὐτήν τε ὡς λάθρᾳ τῷ Δαδούνῃ μνηστεύουσαν τὴν ἀρχὴν ἠμύναντο τελευτῇ καὶ Δαδούνην ἀδοξήσαντες ἄρχοντα μακρὰν ἀπεώσαντο.

Ἀλλ᾿ οὐχὶ καὶ τοῦ Κλιτζασθλὰν γεγόνασιν ἰσχυρότεροι· ἀλλ᾿ οὗτος αὐτῶν φανεὶς δυνατώτερος, ὡς εἶχε πρώην Καππαδοκίαν, οὕτως καὶ Ἀμάσειαν εἴληφεν ὕστερον, ὀξείᾳ καὶ ἐπιτυχεῖ τύχῃ πρὸς τὰ πράγματα χρώμενος, ἄνθρωπος οὐκ εὐφυὴς τὴν διαρτίαν τοῦ σώματος, ἀλλ᾿ ἠκρωτηριασμένος ἐν οὐκ ὀλίγοις τῶν καιρίων μερῶν. αὐτίκα γὰρ αἱ χεῖρες τούτῳ ἐξήρθρωντο καὶ τὼ πόδε ὑποσκάζοντε ἦσαν καὶ τὰ πολλὰ ἐφ᾿ ἁρμαμάξης τὴν πορείαν πεποίητο. ὅθεν καὶ τὰς ἀρχὰς τῶν κατ᾿ αὐτοῦ σκωμμάτων ἐξ αὐτοῦ δὴ Ἀνδρόνικος ἐσέπειτα ποριζόμενος Κουτζασθλάνην τοῦτον ὠνόμαζε, φιλολοίδορος ὢν εἴπερ τις ἄλλος καὶ καθάψασθαι ἀνθρώπων δεινότατος καὶ λόγοις Κερκώπων ἁπαλοῖς τοῖς οὐ καλῶς πεπραγμένοις τῶν ἔργων ἢ τοῖς ἀηδῶς τοῦ σώματος ἔχουσι μῶμον προστρίψασθαι ἱκανώτατος.

Ὁ μὲν οὖν, ὁποῖος ἂν καὶ ἦν τὴν πλάσιν τοῦ σώματος (εἶχε δὲ ὡς αὐτόν, οἶμαι, ἡ πλάστρια φύσις ἐπαλαμήσατο), μεγάλην ἀρχὴν εἰληχὼς καὶ τοσαύτας δυνάμεις περιβαλόμενος οὐχ εἵλετο ἐντεῦθεν βίοτον ἤρεμον, ἀλλὰ φύσει ταραχώδης ὢν καὶ ἀκαταστόρεστος ὥσπερ τις κόλπος θαλάττιος Ῥωμαίοις ἐν οἷς εἶχε λυπεῖν ἀκηρυκτὶ διεφέρετο καὶ ἀνέγκλητον πολλάκις ἐπῆγε τὸν πόλεμον, σὺν οὐδενὶ λόγῳ θεσμὰ παρατρέχων καὶ συγχέων σπονδάς, τῇ οἰκείᾳ δ᾿ ἐφέσει ταλαντεύων τὸ πραχθησόμενον. οὐδ᾿ αὐτῆς ἀπέσχετο τῆς Μελιτηνῆς, ἀλλὰ καὶ τὸν ταύτης ἔχων καθελεῖν ἀμηρᾶν, μήτε τὸ τῆς θρησκείας ταὐτὸν ὑπειδόμενος ἢ τὸ μηδὲν ἔχειν ἐπεγκαλεῖν ἀλγεινόν, αὐτὸς ἀνεπικαλύπτως αἰτίαν πλασάμενος καὶ γραψάμενος ἐκεῖθεν αὐτὸν ἐξήλασεν. ἔπειτα δὲ καὶ τὸν οἰκεῖον ὑφέρπων κασίγνητον μετανάστην κἀκεῖνον ἔθετο. οἱ δὲ φυγάδες πρὸς τὸν αὐτοκράτορα ἵκοντο.

Καὶ ταῦτα μὲν συμβέβηκεν ὕστερον. τότε δὲ πολυδύναμος γεγονὼς τὸ πρὸς τὸν βασιλέα αἰδῆμον ἀπεξύσατο καὶ ἣν αὐτὸς θεραπείαν προσῆγε ταῖς τῶν πραγμάτων δυσκολίαις ἀγχόμενος, ταύτην ἐξῃτεῖτό οἱ παρέχειν τὸν αὐτοκράτορα, βαρβαρικῶς μεταλλοιούμενος τῷ καιρῷ καὶ δεῆσαν ὑπὲρ τὸ δέον ὑποστελλόμενος, καὶ πτεροῦ αὖθις ἐλαφριζόμενος εὐπετέστερον, ἂν τῇ ἑτέρᾳ πλάστιγγι ῥοπὴν ἡ τύχη παρείχετο τοῖς παλινστρόφοις βραβεύουσα πράγμασι. παττάλῳ δ᾿ ὑπεκκρουόμενος πάτταλος ἐξομαλίζων ἦν τὸν βασιλέα καὶ θεραπεύων ἐνιαχοῦ, οὐ μὴν ὑπ᾿ ἐκείνου θηροκομούμενος διεδείκνυτο καὶ δόξαν ἀπονέμων πατρὸς υἱοθεσίας τιμὴν ἐλάμβανε· καὶ ἦν τὰ παρ᾿ ἀλλήλων χαραττόμενα γράμματα πατέρα βασιλέα καὶ σουλτὰν υἱὸν καταγγέλλοντα.

Πλὴν οὐδ᾿ οὕτως ἐς φιλίαν ἀκραιφνῆ συνηρμόζοντο ἢ γοῦν τὰς σπονδὰς οὐ ξυνέχεον. ὅθεν ὁ μὲν κατὰ χειμάρρουν πληθύνοντα ἢ κατὰ πολλὰ ἐδηδοκότα φάρμακα δράκοντα κατέκλυζέ τε καὶ παρέσυρε τὸ προστυχὸν καὶ συχνὰ τῶν ἡμετέρων πολιχνίων κατέχασκε τὸν τῆς κακίας ἀποπτύων ἰόν· ὁ δὲ περιεφράγμου τούτῳ τὰς διεξόδους καὶ εἰς ἀνάρρουν τὸ ῥεῦμα ὑπανεστοίβαζε θριγγίῳ ἀρραγεῖ στρατοπέδων, ἢ ὁλκῇ χρυσίου ἐφολκοῦ κατεκοίμιζε πρὸς εἰρήνην τὸ τούτου βλέφαρον καὶ ἣν τέως εἰς λῃστείαν ἐπηγρίαινε λοφιὰν καὶ τὸν ὁλκόν, ὃν ὑπεσύρετο τοῦ στρατεύματος, κατασιγάζων ἐπράϋνεν.

Ἐνίοτε δὲ τοὺς ὡς πώεα πλατέα διεκκεχυμένους τοῖς Ῥωμαϊκοῖς σχοινίσμασι Τούρκους ἀναστέλλων τοῖς περὶ τὴν Πεντάπολιν ἐπιτίθεται καὶ σωμάτων ἀνθρωπίνων καὶ ζώων πολλῶν γενόμενος ἐγκρατής, μηδ᾿ εἰς χεῖρας δεξαμένων αὐτὸν τῶν Περσῶν, τροπαιοφόρος ἀνέζευξεν. ὁπηνίκα καὶ Σολυμᾶς, ὁ τῶν παρὰ τῷ σουλτὰν τὰ μέγιστα δυναμένων κορυφαιότατος, τῷ βασιλεῖ ἐποφθεὶς πολλὰ μὲν ὑπερηγόρει τοῦ σουλτὰν ἀποτρέπων τῆς ἐκείνου γνώμης τὰ παρὰ τῶν Τούρκων πραττόμενα καὶ σοφιστικῶς οἷς διεξῄει καταχαριζόμενος, ἀσύμφωνα δ᾿ ὅμως τοῖς πράγμασι φθεγγόμενος ἡλίσκετο ψευδολογίας ἐγκλήματι· πλὴν οὐδ᾿ οὕτω τι πρὸς βασιλέως πέπονθεν ἄχαρι Σολυμᾶς. θεραπεύων δὲ καὶ ὑπὲρ τὸ ἀληθές, ὡς ἔθος τοῖς βαρβάροις, τὸν ἄνακτα καὶ τὰ ἐς ἀπάτην τεχναζόμενος ἵπποις αὐτὸν ὠκύποσιν ἐκολάκευσεν, οὓς τὸ ἐκείνου ἐσίτευεν ἱπποστάσιον· ὁ δὲ βασιλεὺς τοὺς ἵππους δεξάμενος καὶ Σολυμᾶν τῆς εὐγνωμοσύνης ἀποδεξάμενος, εἰ καὶ μὴ τῆς ἐκείνου γνώμης ἴδιον ἦν, τοῦ δὲ καιροῦ ὑπῆρχε δῶρον τὸ φιλοφρόνημα, πρὸς τὸν σουλτὰν ἀπέστειλεν ἐξηγησόμενον ἐκείνῳ ἃ οὐκ ἦν ἀγνοῶν καὶ ἐς αὐτὸ τοῦ τρόπου ἀποσκώψοντα τὸ παλίμβολον τὸ ἄπιστόν τε καὶ τὸ κακόηθες, κἂν οὐκ ἦν αὐτὸν ἠρεμήσειν ἐπὶ τούτοις ἢ γοῦν καθυπερθέσθαι Ῥωμαίοις τὴν ἀντιπάθειαν.

Ἐκλώπευε γοῦν ταῖς συνήθεσι λῃστείαις χρώμενος. στείλας δὲ καὶ φάλαγγας ἐπιλέκτους τὴν κατὰ Φρυγίαν ἐκπορθεῖ Λαοδίκειαν, οὐκέτι οὖσαν συνοικουμένην ὡς νῦν ἑώραται, οὐδ᾿ εὐερκέσι φραγνυμένην τείχεσι, κατὰ δὲ κώμας ἐκκεχυμένην περὶ τὰς ὑπωρείας τῶν ἐκεῖσε βουνῶν. ἤλασε δ᾿ ἐκεῖθεν βαρεῖαν λείαν ἀνθρώπων καὶ ζώων πλῆθος οὐ σταθμητόν· οὐ μετρίους δὲ καὶ κατέκτανεν, ἐν οἷς καὶ τὸν ἀρχιερέα Σολομῶντα, ἐκτομίαν μὲν ἄνθρωπον, χαρίεντα δ᾿ ἄλλως τὸ ἦθος καὶ θεῷ δι᾿ ἀρετῆς προσεγγίζοντα. εἰρωνευόμενος δ᾿ ἔφασκε πρὸς τοὺς οἰκείους, ὡς ὅσῳ ἂν μείζω δράσειε Ῥωμαίους δεινά, τοσούτῳ μείζω ὑπὸ βασιλέως ἀγαθὰ πείσεται· „ᾧ γὰρ πάρεστί” φησι „τὸ κρατεῖν, τούτῳ καὶ αἱ δωρεαὶ φιλοῦσιν ἐπιξενίζεσθαι, ἵνα μὴ πλεῖον ᾖ τὸ νικᾶν, ἐπειδὴ καὶ τὰ φλεγμαίνοντα τῶν νοσημάτων τὰς νοσοκομίας ἐπισπῶνται πλείονας, ἵνα ἀντισπῶνται καὶ σταῖεν τὰ πρόσω νεμόμενα.” Οὐδ᾿ ὁ Μανουὴλ μέντοι ἐπὶ τούτοις ἡσυχίαν ἠσπάσατο, ἀλλὰ πρῶτα μὲν διὰ τοῦ Τζικανδήλη Βασιλείου, εἶτα καὶ διὰ τοῦ Ἀγγέλου Μιχαὴλ τοῖς Τούρκοις ἐπέθετο, ὅσοι πολυθρέμμονες ὄντες ἀναδιφῶσι πόας τὰς λειμωνίτιδας καὶ τούτων ἕνεκα τῶν οἰκείων ἠθῶν ἀπανιστάμενοι παγγενῆ τὰ Ῥωμαίων ἐπεισίασιν ὅρια. οὗτοι γὰρ ἐς λόχους τὸ τῶν στρατοπέδων συντάξαντες εὔζωνον καὶ μεθ᾿ ἑαυτῶν παραλαβόντες ἐξῄεσαν. ἀμείνω δὲ τὴν νύκτα κρίναντες εἰς τὴν τῶν ἐναντίων ἐπίθεσιν, σύνθημα δεδώκασι τῷ στρατῷ ἐν τῷ κατὰ σκότον συμπλέκεσθαι τοῖς Τούρκοις ἀναφωνεῖν „σίδηρος”, ὡς εἴη αὐτοῖς οὕτως ἀντιπαρέρχεσθαι μὲν τὸ ὁμόφυλον ὡς ὁμόφωνον, τὸ δὲ σιγῇ ἐπιὸν καίνοιεν ὡς ἀλλόγλωττον. καὶ τοῦτο δι᾿ ὅλης τῆς τότε συμπλοκῆς ἐπιφωνούμενον διέστελλε τὰ γένη καί, τὸ τοῦ Δαυίδ, ὡς σίδηρος τὰς τῶν Περσῶν ψυχὰς διήρχετο. μετὰ δὲ πολὺν ὀψέ ποτε φόνον οἱ Τοῦρκοι συνέντες, ὃ βούλεται τὸ ἀνὰ στόμα Ῥωμαίοις κείμενον, ξυνῳδὰ καὶ αὐτοὶ ἐφθέγγοντο, ἕως τῆς νυκτὸς διαγενομένης ἀπ᾿ ἀλλήλων διέστησαν τὰ στρατεύματα.

Πολλαὶ μὲν οὖν ἐκδρομαὶ τὸ τηνικαῦτα καιροῦ τῷ βασιλεῖ τούτῳ κατὰ τῶν Τούρκων ἐγένοντο καὶ παρὰ τούτων αὖθις Ῥωμαίοις ἐπιξυνέστησαν· παρῆκα δὲ τούτων ὅσαι σὺν τῷ μὴ ἀξιαφήγητόν τι κεκτῆσθαι καὶ κόρον τοῖς φιληκόοις ἐμποιήσειν ἤμελλον, οἷα τὰ πολλὰ εἰς ταὐτὰ τὴν ἱστορίαν ἐπαναστρέφουσαι καὶ μηδέν τι παρεξηλλαχὸς εἰς τὴν διήγησιν ἔχουσαι.


ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ

Ἐπάνειμι δ᾿ αὖθις ἐπὶ τὰ Παιονικά, σαφηνείας δ᾿ ἕνεκα τοῦ ἱστορεῖν προαναβαλοῦμαι ταυτί. τῷ τότε ἄρχοντι τῶν Οὔννων Ἰατζᾷ δύο ἦσαν ὁμαίμονες, Στέφανός τε καὶ Βλαδίσθλαβος, καὶ παῖδες Στέφανος καὶ Βελᾶς. τῶν ἀδελφῶν τοίνυν ὁ Στέφανος τὰς ὁμογνίους ἐκφυγὼν χεῖρας κατ᾿ αὐτοῦ φονώσας τὴν Κωνσταντίνου κατέλαβε, καὶ προσδεχθεὶς ἀσπασίως τῷ αὐτοκράτορι Μανουὴλ ἄλλης τε φιλοφροσύνης ὡς πλείστης ηὐμοίρησεν, ἀλλὰ δὴ καὶ Μαρίαν ἔγημε τὴν τούτου ἀνεψιάν, ἣν ὁ σεβαστοκράτωρ ἐφύτευσεν Ἰσαάκιος. μετὰ δὲ βραχὺ καὶ ὁ τῶν ἀδελφῶν τρίτος Βλαδίσθλαβος κατ᾿ ἴχνια βαίνων τῷ Στεφάνῳ τῷ Μανουὴλ προσεχώρησεν, οὐ τοσοῦτον Ἰατζᾶ καταγνοὺς ὡς μὴ φιλοῦντος ὅσον εἰκὸς ἢ ἐξ ἐκείνου ἐπιβουλὴν πτοηθείς, ὅσον τῇ τοῦ ἀδελφοῦ Στεφάνου φήμῃ γοητευθεὶς καὶ πρὸς αὐτὸν τὴν πορείαν τεινάμενος. τῷ τοι οὐδ᾿ αὐτὸς ἐξέπεσε τῶν ἐλπίδων ἢ ἀναξίως τοῦ γένους τῷ βασιλεῖ προσείληπται, ἀλλὰ πάντα οἱ ἀπηντήκει κατὰ σκοπόν. καὶ γυναῖκα δὲ ἣν ἠβούλετο ἀγαγέσθαι, καὶ ταύτην ἐκ βασιλείου ἔγημεν ἂν αἵματος, ἀλλὰ γάμου μὲν ἀπέσχετο, ἵνα μὴ τῆς ἐς πατρίδα λαθόμενος ἐπανόδου τὰ οἴκοι διαφθερεῖ, τῷ λωτῷ τῆς γυναικὸς προσηλούμενος.

Ἀλλ᾿ οἷα τὰ ἐπὶ τούτοις; τελευτᾷ ὁ τῶν Οὔννων ῥὴξ Ἰατζᾶς, καὶ ὁ θάνατος ἥμερος, τῆς φύσεως ὃ ἐνέτεινε βάρβιτον ὑποχαλασάσης τῆς ἁρμονίας καὶ λυσάσης πρὸς ἃ καὶ ἐξ ὧν συντέθειται. ἡ δ᾿ ἀρχὴ ἐπὶ τὸν ἐκείνου διαβαίνει παῖδα τὸν Στέφανον. ὁ δὲ βασιλεὺς ὡς ἐκ ῥίζης ἀνομοίου φυέν τι κάλλιστον τὸ γεγονὸς ἡγησάμενος, καὶ κατὰ νοῦν ἀναπολήσας, ὡς εἰ πρὸς τὸν ἐπ᾿ ἀνεψιᾷ γαμβρὸν Στέφανον, ὡς δῆθεν εἰς ἀρχὴν δικαιούμενον, ἡ τῶν Οὔννων μεταβαίη σατράπευσις, σχοίη ἂν τὰ πρῶτα κλέος αὐτός, ἔπειτα ἡ βασιλεία Ῥωμαίων μέρος ἴσως ἐκεῖθεν δασμοῦ, ἐκ τοῦ ἀναντιρρήτου δ᾿ οὖν ἀσφαλῆ τὴν τοῦ Φραγγοχωρίου καὶ τοῦ Ζευγμίνου κατάσχεσιν, συντείνει τὸ πρόθυμον πρὸς τὴν τῶν σκοπουμένων ἐκπλήρωσιν.

Καὶ εἶχεν εὐθὺς τοὺς μὲν πρέσβεις ἡ τῶν Οὔγγρων χώρα, οἵτινες αὐτοῖς καταστάντες ἤμελλον ξυνδιαθέσθαι Στεφάνῳ τὸν τῆς ἀρχῆς στέφανον, μετὰ βραχὺ δὲ αὐτὸν ἡ Σαρδική. Οὖννοι μὲν οὖν καὶ πρὸς τὴν πρώτην ἀκοὴν ἀπεπήδησαν τοῦ Στεφάνου καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν τὴν τούτου προσηγορίαν, καὶ δι᾿ ἄλλα μὲν ἀποπέμπεσθαι, τοῦτον φάσκοντες, μάλιστα δὲ διὰ τὸ γῆμαι παρὰ Ῥωμαίοις· αὐτοῖς δὲ ἀσύμφορον ὅλως εἶναι προσέσθαι ἄνδρα κατὰ κῆδος τῷ βασιλεῖ Ῥωμαίων συναπτόμενον· ὑποβλέπεσθαι γὰρ μή πως Οὖννοι μὲν ὑπ᾿ αὐτοῦ βασιλεύωνται, αὐτὸς δὲ ὑπὸ τοῦ τῶν Ῥωμαίων ἄρχηται βασιλεύοντος. διὰ ταῦτα τοίνυν οὔτε τῷ Στεφάνῳ ἐκεῖσέ πῃ ἀφικομένῳ προσέκειντο καὶ τοὺς κατάγοντας αὐτὸν ἐκ βασιλέως ἀπράκτους ἠφίεσαν.

Ἔνθεν τοι καὶ διὰ μείζονος ἰσχύος ἐπιβοηθῆσαι τῷ Στεφάνῳ δεῖν ὁ βασιλεὺς κεκρικὼς αὐτός τε τῆς Σαρδικῆς ἀπάρας ἀφικνεῖται πρὸς τὰ Παρίστρια, λέγω δὴ τὰ κατὰ Βρανίτζοβαν καὶ Βελέγραδα, καὶ τὸν ἀδελφιδοῦν Ἀλέξιον τὸν Κοντοστέφανον συνεκπέμπει τῷ Στεφάνῳ μετὰ ἰσχύος· οἳ καί, ὡς τὸν Χράμον κατέλαβον, ὡς ἐνῆν τὰ πρὸς ἀρχὴν διεπράττοντο, ὑποποιούμενοί τε δώροις τοὺς μέγα παρὰ Παίοσι δυναμένους καὶ κολακείᾳ ὑποφθείροντες καὶ ὑποσχέσεσι μεγίσταις ἐπαίροντες· ἐπέραινον δὲ οὐδὲν ἢ ὅσον τὸν Βλαδίσθλαβον Οὔννους εἰς ἄρχοντα δέξασθαι. ἀλλὰ καὶ τούτου βραχύν τινα χρόνον ἐπιβιώσαντος τῇ ἀρχῇ ἐς τὸν τοῦ Ἰατζᾶ υἱὸν Στέφανον οἱ Οὖννοι πάλιν προσέρρεψαν. ἀλλ᾿ οὔτε βασιλεὺς πράως ἤνεγκε τὸ γεγονός, καὶ ὁ τοῦ Ἰατζᾶ κασίγνητος Στέφανος βασιλέως συναιρομένου πάντα ἦν μηχανώμενος, εἴ πως τῆς ἀρχῆς ἐπιτεύξεται.

Πολλῶν οὖν ἕνεκα τούτων συμβεβηκότων πολέμων καὶ τοῦ βασιλέως τὸν τοῦ Ἰατζᾶ υἱὸν τὸν Βελᾶν εἰς γαμβρὸν ἀνελομένου ἐπὶ τῇ θυγατρὶ ἐκείνου Μαρίᾳ, οἱ τῶν Οὔννων ἀντικαθιστάμενοι τῷ Στεφάνῳ τὰς πρώτας τῶν ἐλπίδων ἐκριζοῦντες βλάστας καὶ ἀποτέμνοντες τὸ ἐκ περιόδων τε ἐκείνῳ καὶ κύκλων μακρῶν ἀντιπράττειν ἀπολιπόντες καὶ ἑαυτοὺς πραγμάτων ἀλλοτριοῦντες ἔγνων ἐκποδὼν ποιήσασθαι δόλῳ τὸν ἀπεχθῆ Στέφανον. διὰ ταῦτα τὴν φαρμακοποσίαν ἐπῃνεκότες ὡς πρόχειρον ζωῆς κατευνάστριαν περιεσκόπουν τὸν τὴν θανατηφόρον κύλικα τῷ Στεφάνῳ τοῖς δακτύλοις ὀχήσοντα. ὡς δ᾿ εὗρον ὑποδρηστῆρά τινα τοῦ Στεφάνου, Θωμᾶν λεγόμενον, ἔστησαν τὸν μισθόν. οὕτω δ᾿ ἦν ἐκεῖνος ὀξύτατος καὶ δεινότατος ἀνθρώπου καταλῦσαι ζωὴν καὶ σώματος ἀποστῆσαι ψυχήν, πονηρῷ κέρδει χεῖρα ὑποσχών, ὡς καὶ οἴκοθεν προσεφευρεῖν ἑτέραν μέθοδον, δι᾿ ἧς εἰς ᾅδου τάχιον καταχθήσεται Στέφανος. ἀμέλει καὶ ἐν τῷ ἐξαιματοῦσθαι τὴν φλέβα τῷ Στεφάνῳ ἐγχρίεται φαρμάκῳ τὸ ἐπίθεμα τῆς τομῆς· τὸ δὲ ὅλῳ περιχυθὲν τῷ σώματι καὶ διαδραμὸν καὶ τοῖς καιριωτέροις ἐνσκῆψαν μέρεσιν ἀπάγει τοῦ ζῆν τὸν ἄνθρωπον, πράγμασιν αὐτοῖς σαφῶς πιστωσάμενον τὰς τῶν ἀνθρώπων ἐπινοίας ἀκροσφαλεῖς καὶ δειλὰς καὶ ὡς εἰκῇ καὶ μάτην τοῖς ἀκιχήτοις ἐγχειροῦσί τινες ἐφετοῖς καὶ διαπονοῦνται τοῖς οἰκείοις ἐπιτηδεύμασι, μὴ καὶ θεϊκῆς συνεφαπτομένης χειρὸς ἄνωθεν καὶ τοῖς πραττομένοις ἐπευδοκούσης καὶ κατευθυνούσης τὰ τούτων διαβούλιά τε καὶ διαβήματα. καὶ ὁ μὲν ἔκειτο οὕτως καὶ ἦν ὁ νεκρὸς αὐτοῦ ὑβριζόμενος καὶ ὁσίας ἄμοιρος καὶ τὸ Ζεύγμινον ὑπὸ Οὔννων ὁμολογίᾳ ἑάλωκε. ταῦτα ὡς ἠνώτιστο βασιλεύς, κατὰ τῶν Οὔννων κηρύσσει πόλεμον.

Ὅτε καὶ Ἀνδρόνικος πάλιν ἀποδρὰς καὶ παραγενόμενος εἰς Γάλιτζαν ἐκεῖθεν ἐπανέζευξεν. ἔστι δὲ ἡ Γάλιτζα μία τῶν παρὰ τοῖς Ῥὼς τοπαρχιῶν, οὓς καὶ Σκύθας Ὑπερβορέους φασίν. ὁ δὲ τρόπος τῆς φυγῆς ἦν οὗτος. πλάττεται τὸν νοσοῦντα καὶ προκοίτου παιδὸς εἰς τὰς σωματικὰς ὑπηρεσίας ηὐμοιρηκὼς ἀλλοεθνοῦς, καὶ τούτου καὶ τὰ πολλὰ τῆς ἡμετέρας διαλέκτου παραγραμματίζοντος, ἐπισκήπτει τούτῳ, ἐπεὶ καὶ μόνῳ ἀπὸ πάντων ἡ πρὸς τὴν φρουρὰν ἀνεῖτο εἴσοδος, ὑφελέσθαι λάθρᾳ τὰς κλεῖς τῶν τοῦ πύργου πυλῶν, ὁπότε πρὸς ἡμερινὸν ὕπνον οἱ φύλακες τράποιντο δαψιλεστέρῳ χρησάμενοι τῷ ποτῷ, καὶ κηρῷ ἐκμάξασθαι ταύτας εἰς τὸ εὐτύπωτον, ὡς τῷ ἀρχετύπῳ εἶναι τὸ ἐκμαγεῖον κατὰ πᾶν ἐμφερὲς καὶ εἰκασμένον πρὸς ἴνδαλμα ἀπαράλλακτον. δρᾷ τὸ ἀνδράποδον τὰ προσταχθέντα, εἰσάγει Ἀνδρονίκῳ τὰ τῶν κλείθρων ἴχνη. ὁ δὲ τῷ παιδαρίσκῳ ὑποτίθησιν ἐμφανίσαι ταῦτα τῷ οἰκείῳ υἱῷ τῷ Μανουὴλ καὶ εἰπεῖν ὡς δεῖ τὴν ταχίστην τοιαῦτα χαλκεύσασθαι, οὐ ταῦτα δὲ μόνον, ἀλλὰ κἀν τοῖς ἀμφορεῦσι τῶν οἴνων, οἵπερ αὐτῷ τὸ τοῦ ἀρίστου στέγουσι πόμα, παραβύειν ἐκ λίνου νενησμένα καλώδια καὶ ἀγαθῖδας καὶ κρόκας καὶ μηρίνθους λεπτάς. ὡς δ᾿ εἶχε πέρας τὰ βουλευθέντα, ἀναπτύσσονται τὰ κλεῖθρα νυκτός, τὸ δεσμωτήριον ἀπραγμόνως ἀναπετάννυται· ὁ παῖς ὑπουργεῖ τῷ ἔργῳ παρ᾿ Ἀνδρονίκου λαβὼν τὸ ἐνδόσιμον· ὁ Ἀνδρόνικος ἔξεισι τὰ λίνα φέρων ἐν ταῖν χεροῖν. γίνεται οὖν αὐτῷ τὸ κατάντημα τῆς τότε νυκτὸς χόρτος ἀμφιλαφὴς περί που τὰ ἄβατα μέρη τῶν ἀνακτόρων φυεὶς καὶ εἰς ὕψος ἀναδραμών. καὶ περὶ δευτέραν δὲ καὶ τρίτην ἡμέραν ταῖς πόαις ἐνειλημένος τοὺς διώκτας ἐλάνθανεν. ὡς δ᾿ ἅλις εἶχον οἱ διφῶντες τῆς κατὰ τὰ ἀρχεῖα ἐρεύνης, διατίθησιν Ἀνδρόνικος τὰς στάλικας εἰς κλίμακας, καὶ διὰ μεσοπυργίου χαλασθεὶς ἀκάτιον εἴσεισιν ἐκ συνθήματος περὶ τὰς ἀκτὰς σαλεῦον καὶ τοὺς προβλῆτας, οἳ τὸ πάραλον τεῖχος τῆς πόλεως διειλήφασι, τὰς τῶν κυμάτων ἀποθραύοντες ἐμβολάς. ἦν δὲ τοὐπίκλην Χρυσοχοόπωλος ὁ τῇ ἁλιάδι Ἀνδρόνικον εἰσδεξάμενος. ἀλλ᾿ οὔπω ἀκριβῶς ἀνάγεσθαι ἤρξαντο, καὶ συνέχονται παρὰ τῶν κατὰ τὸν Βουκολέοντα προφυλάκων, οἳ πᾶσαν νύκτα σκοπεύουσι καὶ τῶν ἀνακτόρων οὐκ ἐῶσιν ἐχόμενα ἐνίας νῆας διαπλωΐζεσθαι. ἐξ ἐκείνου δὲ τὰ τῆς σκοπιᾶς ταύτης ἤρξατο, ἐξ ὅτουπερ ὁ Τζιμισχῆς Ἰωάννης τῷ Φωκᾷ Νικηφόρῳ νυκτὸς ἐπέθετο διὰ σαργάνης ἀνιμηθείς. παρὰ βραχὺ γοῦν ἦν ἂν καὶ πάλιν Ἀνδρόνικος χείροσι δεσμοῖς ἐνισχημένος καὶ φυλακαῖς ἢ καὶ ξίφος τοῦ ζῆν αὐτὸν ὑπεξήγαγε τὰς πολλὰς ἐσέπειτα πλάνας ὑποτεμόμενον, νῦν δὲ ἡ οἰκεία εὐτραπελία ἐρρύσατο καὶ τότε τὸν βαθυγνώμονα, ἐκ τῶν ἑαυτῆς ῥιζοτομήσασα κήπων τὰ τῷ καιρῷ προσφυῆ φάρμακα, ὥσπερ καὶ Δαυὶδ ἐξέσωσε πρότερον ἡ ἐν Γὲθ τοῦ προσώπου ἀλλοίωσις ἐπιψόφησίς τε τοῦ τυμπάνου καὶ ἡ μανικὴ τῶν ποδῶν παρενσάλευσις. οἰκέτου γὰρ οἰκότριβος ὑποδὺς προσωπεῖον χρόνια δεσμὰ ἐκδιδράσκοντος ἐδεῖτο τῶν συλλαβόντων μὴ παριδεῖν αὐτὸν οὐκ ὀλίγα πρὸς τοῦ δεσπότου πεπονθότα πάλαι δεινὰ καὶ τότε δὲ δίκας εἰσπραττόμενον τῆς φυγῆς. ἐκάλει δ᾿ οὕτω τὸν Χρυσοχοόπωλον, μεταρρυθμίζων ἅμα πρὸς τὴν βάρβαρον φωνὴν τὴν Ἑλληνίδα διάλεκτον, καὶ μηδ᾿ ἐπαΐειν τὰ πλεῖστα ταυτησὶ πλαττόμενος. καὶ αὐτὸς δὲ ὁ Χρυσοχοόπωλος δώροις παρακρουσάμενος τοὺς σκοποὺς ἴσχυσεν Ἀνδρόνικον ἐξελεῖν, ὡς δραπέτην ἑαυτοῦ δοῦλον αἰτησάμενος καὶ λαβών. ἀμέλει καὶ παρὰ δόξαν Ἀνδρόνικος εἰς τὸν οἰκεῖον οἶκον παρελθών, ὃς τοῦ Βλάγγα ἐπικέκληται, ὁμοῦ τε προσεῖπε τοὺς φιλτάτους τὰ εἰσιτήρια ἐποφθεὶς καὶ προσεφθέγξατο τὰ ἀπόδημα, τοὺς πόδας τῶν σιδήρων ἀπολυθείς. καὶ τὸ Μελίβοτον καταλαβὼν καὶ τῶν ἐκεῖσε ἵππων ἐπιβάς, οἳ πρὸς ἀπόδρασιν αὐτῷ ἡτοιμάσθησαν, τὴν εὐθὺ τῆς Ἀγχιάλου ἵεται. ἔνθα δὴ γεγονὼς καὶ τῷ Πουπάκῃ ἑαυτὸν ἐμφανίσας, ὃς πρῶτος, ὡς ἤδη ἐρρέθη μοι, τὴν κατὰ Κορυφὼ ἐσανέβη κλίμακα, καὶ παρ᾿ ἐκείνου λαβὼν τὰ ἐφόδια καὶ ἡγεμόνων ὁδοῦ εὐπορήσας τὴν ἐς Γάλιτζαν ἐπορεύετο.

Ἀλλ᾿ ὅτε τοῦ δειμαίνειν ἀπεῖχεν Ἀνδρόνικος ὡς ἤδη τὰς χεῖρας τῶν διωκόντων λαθὼν καὶ τῶν τῆς Γαλίτζης ὁρίων λαβόμενος, πρὸς ἣν ὡς εἰς σῶζον κρησφύγετον ὥρμητο, τότε θηρευτῶν ἐμπίπτει ταῖς ἄρκυσι· συλληφθεὶς γὰρ παρὰ Βλάχων, οἷς ἡ φήμη τὴν αὐτοῦ φθάσασα φυγὴν ὑφηγήσατο, ἐς τοὐπίσω πρὸς βασιλέα πάλιν ἀπήγετο.

Μὴ ἔχων οὖν τὸν σώζοντα καὶ λυτρούμενον, οὐ φίλον παρόντα παρήγορον, οὐχ ὑπασπιστήν, οὐ θεράποντα, ἀρωγῷ τῇ οἰκείᾳ αὖθις δολοφροσύνῃ κέχρηται ὁ πολύφρων. τῷ τοι καὶ πρὸς ἀπάτην τῶν ἀγόντων ῥύσιν γαστρὸς πλασάμενος συχνάκις τοῦ ἵππου ἀποκατέβαινε καὶ ἐξέκλινεν εἰς ἀπόπατον παρασκευαζόμενος καὶ καθ᾿ ἑαυτὸν ἀφιστάμενος καὶ ἰδιάζων, ὡς δῆθεν ἐνοχλούσης ἀποκενώσεως. τοῦτο οὖν πολλάκις τοῦ νυχθημέρου τελῶν λανθάνει κατασοφισάμενος τοὺς ἐφομαρτοῦντας. τὸν γὰρ σκίπωνα, ᾧ ἦν βακτηρευόμενος ὡς καχεξίᾳ δῆθεν παλαίων, σκοταῖος ἀναστὰς τῇ γῇ προσήρεισε καὶ τῇ μὲν χλαμύδι τοῦ σώματος περιείλησε τὸν λύγον, τὸν δ᾿ ἐπὶ κρατὸς πῖλον ἐπέθηκεν ἄνωθεν καὶ ἀνθρωπόμορφόν τι τὸ γόνυ κάμπτον καὶ ἀφοδεῦον τεκτηνάμενος τοὺς μὲν φυλάσσοντας τὸ ὑποκρινόμενον αὐτὸν ἀνδρείκελον ἐκλείπει περιαθρεῖν, αὐτὸς δὲ τὸν ἐκεῖσε λοχμώδη χῶρον καθυποδὺς ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὄρνις ἐκ παγίδος ῥυσθεὶς ἐφέρετο. ὡς δ᾿ ὀψέ ποτε τὸν δόλον ἐκεῖνοι ἔγνωσαν, οἱ μὲν συνέτεινον τὸν δρόμον ἐπὶ τὰ ἔμπροσθεν οἰόμενοι καὶ πάλιν Ἀνδρόνικον ἐκείνης ἧς καὶ πρότερον ἔχεσθαι, ὁ δὲ παλίμπους γενόμενος δι᾿ ἄλλης εἰς Γάλιτζαν ᾤχετο.

Τὸν δὲ Πουπάκην ὁ βασιλεὺς συλλαβὼν ἔξανε πολλαῖς διὰ λώρων δημοσίᾳ κατά τε τοῦ νώτου καὶ τῶν ὤμων. μετὰ δὲ προάγων αὐτὸν ὁ κήρυξ ἐκ τοῦ τραχήλου σχοινόδετον ἐπεβόα οὑτωσὶ τρανότερον „ὅστις τὸν ἐχθρὸν τοῦ βασιλέως προσιόντα οἱ εἰσοικίζεται καὶ διδοὺς ἐφόδια ἐκπέμπει, οὕτω καὶ μαστίζεται καὶ πομπεύεται.” ὁ δὲ πρὸς τοὺς συνιόντας ἀτενὲς ὁρῶν διακεχυμένῳ προσώπῳ „αὕτη μοι αἰσχύνη πρὸς τοῦ βουλομένου ἤτω παντός”, ἐπεφθέγγετο „μὴ ἐπιστάντα τὸν εὐεργέτην καταπροδόντι ἢ ἐμβριθῶς ἀποπεμψαμένῳ, ἀλλ᾿ ὡς ἐξῆν τεθεραπευκότι καὶ προεκπέμψαντι χαίροντα.” Τότε δ᾿ οὖν ὑπτίαις ἀγκάλαις πρὸς τοῦ τῆς Γαλίτζης ἐπιτροπεύοντος Ἀνδρόνικος προσδεχθεὶς ἔμεινε παρ᾿ ἐκείνῳ χρόνον συχνόν. οὕτω δὲ πρὸς τὸν ἑαυτοῦ πόθον ὅλον ἐκεῖνον Ἀνδρόνικος ἀνηρτήσατο, ὡς καὶ συνθηρεύειν καὶ συνθακεύειν ἐκείνῳ ὁμέστιός τε εἶναι καὶ σύσσιτος.

Ἀλλὰ τὴν τοῦ ἐξαδέλφου φυγὴν καὶ τὴν ἐκ τῆς ἐνεγκαμένης ἀπαλλοτρίωσιν οἰκεῖον ὄνειδος κρίνων ὁ βασιλεὺς Μανουήλ, καὶ ἄλλως δὲ ὑφορώμενος τὸ τούτου ἐπὶ πλεῖστον ἀπόδημον, ἐπεὶ καὶ ᾔδετο παλεύειν μυρίαν Σκυθίδα ἵππον, ὡς ἐς τὰ Ῥωμαίων ὅρια ἐσβαλεῖ, ἔργον, ὅ φασι, τίθησιν ἀσχολίας ἀνώτερον ἐπανελθεῖν Ἀνδρόνικον. οὐκοῦν μετάπεμπτον ἐκεῖθεν ποιεῖται, πίστεις δοὺς καὶ λαβών, καὶ τοῦ πλάνου τοῦτον ἐναγκαλίζεται, καθ᾿ ὅν, ὡς ἔφην, καιρὸν οἱ Παίονες τὰς σπονδὰς ἀθετήσαντες τὴν Παρίστριον Ῥωμαίων κατέτρεχον ἐπικράτειαν.

Συμβαλόντες δὲ καὶ τοῖς στρατηγοῖς τῷ τε Γαβρᾷ Μιχαὴλ καὶ τῷ Βρανᾷ Μιχαὴλ κατὰ κράτος τούτους ἐτρέψαντο καὶ λείαν ὅτι πλείστην ἤλασαν. ἦν δὲ ὁ Γαβρᾶς οὗτος νεωστὶ θύσας τὰ γαμοδαίσια μετὰ τῆς Κομνηνῆς Εὐδοκίας, ᾗ Ἀνδρόνικος ἐπλησίαζεν, ὡς ἤδη φθάσαντες ἐδηλώσαμεν. οὐκοῦν καὶ τῶν προσγενῶν Εὐδοκίας συνιστᾶν αὐτὸν θελόντων τῷ αὐτοκράτορι, πολὺς ἦν ἐπὶ βασιλέως ὁ τούτου κρότος καὶ ἔπαινος καὶ ἐρρωμένως αὐτὸν ἐν τῇ κατὰ τῶν Οὔννων μάχῃ διαγωνίσασθαι ἰσχυρίζοντο καὶ παρῆγον τῶν λεγομένων μάρτυρα τὸν συστράτηγον αὐτῷ Μιχαὴλ τὸν Βρανᾶν. ὁ δὲ πρὸς τοῦ βασιλέως ἐπιταχθείς, ὅρκον τὴν οἰκείαν κεφαλὴν ἐπαγαγόντος, ἀληθῶς εἰπεῖν ὃ περὶ τοῦ Γαβρᾶ γενναῖον σύνοιδεν ἔργον, τῷ τέως μὲν ὑπερέθετο τὸν ἀπόλογον, πρὸς δὲ τὸν Γαβρᾶν στραφεὶς ἤρετο τοῦτον, εἰ καὶ αὐτὸς ἀνδρεῖόν τι καὶ ἀξιέπαινον ἐνεδείξατο, εἴτε μὴν ὡς στρατηγὸς τὰ λῴονα διεπράξατο, ὅτε συμπεσόντες μετὰ τῶν Οὔγγρων, Διονυσίου στρατηγοῦντος, ἐμάχοντο. καὶ ταῦτα καθομολογοῦντα σχὼν τὸν Γαβρᾶν καὶ ὡς οὐκ ἄλλον ὄντως τῷ τότε αὐτὸν ἀνδρίσασθαι μαρτυροῦντα ἐπήγαγεν ὡς οὐκ ἔχων βασιλέως ἐνώπιον παρανοσφίζεσθαι τὴν ἀλήθειαν, εἰς τὴν οἰκείαν κεφαλὴν αὐτὸν ἐξορκίζοντος, φησὶ μηδαμῶς ὑποστῆναι τὴν τῶν ἐναντίων ἐμβολὴν τὸν Γαβρᾶν, ἀλλ᾿ ἐκ πρώτης προσβολῆς ἀποδειλιάσαντα οἴχεσθαι φεύγοντα, αὐτοῦ καὶ ταῦτα πολλάκις ἀνακαλεσαμένου τοῦτον καὶ „στῆθι ὦ φίλος” εἰπόντος μετ᾿ ἐκβοήσεως.

Ἀτὰρ καὶ σπεύδων ὁ βασιλεὺς αὐτό τε τὸ Ζεύγμινον Ῥωμαίοις ἐπανασώσασθαι καὶ δίκας τοὺς Οὔννους εἰσπράξασθαι ὧν εἰς Στέφανον πεπαρῳνήκεσαν τοῖς ἐκεῖσε παρενέβαλε μέρεσιν. οἱ δὲ βάρβαροι παρὰ τὰς ὄχθας Ἴστρου τοῦ ποταμοῦ ὡς εἰς πόλεμον διαταξάμενοι διεκώλυον τῆς στρατιᾶς τὴν περαίωσιν παντοῖα βέλη ἐπαφιέντες καὶ τὰς ἐκβολὰς προκαταλαμβάνοντες, κἂν ἦσαν οὐδὲν περαίνοντες· οἱ γὰρ ἑκηβόλοι Ῥωμαῖοι καὶ τὸ ἄλλο ἅπαν ὁπλιτικὸν ὠσάμενοι τούτους ἐξέκρουσαν τῶν παρακτίων μερῶν. βασιλεὺς δὲ σὺν παντὶ τῷ στρατεύματι κατὰ τὸ Ζεύγμινον ἀφικόμενος ἐκεῖ που στρατήγιον βάλλεται.

Ἔστι δὲ τοῦτο κατὰ μεσημβρίαν ἀπρόσβατον γηλόφῳ περιήκοντι καὶ ποταμίῳ τειχιζόμενον ῥεύματι. ᾤετο μὲν οὖν αὐτοβοεὶ αἱρήσειν τὸ πόλισμα οἷα τῶν ἔνδον καὶ πρὸς τὴν πρώτην αὐτοῦ θέαν καταπλαγέντων καὶ τὰς πύλας ἀνακλινάντων καὶ δεξαμένων αὐτὸν ἔνδοθι· ὡς δ᾿ οὗτοι τὰς εἰσόδους παντάπασιν αὐτῷ ἐπεζύγωσαν τά τε τείχη παντοίοις ὅπλοις καὶ ἀφετηρίοις ὀργάνοις ἐκράτυναν, ἀλλὰ καὶ φαινόμενοι ἄνωθεν τὰς γλώσσας ἔθηγον ὡσεὶ ὄφεως, οὐκ ἀπὸ χειρῶν μόνον ἀφιέντες βέλη θανάσιμα, ἀλλὰ κἀκ τοῦ τῶν ὀδόντων ἕρκους αἰσχρορρημοσύνας τοξεύοντες ἰῷ ἀσπίδων τῷ ὑπὸ τὰ χείλη χριστάς, οὐδ᾿ οἱ Ῥωμαῖοι τὸ ἀπὸ τοῦδε χερσὶ κεναῖς αὐτοῖς προσεφέροντο, ἀλλὰ τοῦ κακορρημονεῖν ὡς ἀγεννοῦς ὅπλου καὶ γυναικείου ἀφιστάμενοι σιδήρῳ μάλιστα κακῶς διετίθεσαν.

Πρῶτος τοίνυν ὁ βασιλεὺς τῷ τῆς μιμήσεως ὁμοίῳ διερεθίζων τοὺς ὑπ᾿ ἐκεῖνον κατὰ τῶν τῆς πόλεως πυλῶν τὸν ἵππον ἐφίησι καὶ μέσον αὐτῶν τὸ δόρυ ἤλασεν. ἐπὶ δὲ τούτοις τὴν τάφρον ἐμπλήσας ἀφυσγετοῦ διὰ τὴν τῶν λίθων στέρησιν τάς τε πετροβόλους μηχανὰς περιστήσας (τέσσαρες δ᾿ ἦσαν αὗται) τὰ τείχη κατασείειν ἐπέταττεν. ἐνεργεῖς μὲν οὖν ἅπασαι ἦσαν καὶ οἱ πέτροι ταλαντιαῖοι ἀφιέμενοι τὰς τῶν τειχῶν παρέλυον ἁρμογάς· μία δ᾿ ἐξ αὐτῶν μάλιστα, ἧς ἀρχιτέκτων ἦν Ἀνδρόνικος, αὐτὸς τὴν σφενδόνην τόν τε στρόφαλον καὶ τὸν λύγον διατιθέμενος, πλειόνως διεσάλευε τὸν περίβολον, ὡς καὶ τὸ μεσοπύργιον, καθ᾿ ὃ τὰ βάρη τῶν πετρῶν ἠκοντίζοντο, ὑποχαλᾶν ἤδη καὶ μεθίστασθαι τοῦ κεῖσθαι ὀρθόν, ἄλλως τε καὶ ὀρυκτῆρσιν ὑπομοχλευόμενον. τότε τοίνυν κατά τινα τῶν νυκτῶν τινες τῶν μεγιστάνων Παιόνων μίαν εἰσιόντες τῶν ἐκκρεμῶν τοῦ τείχους καὶ προνευουσῶν ἔξωθεν μηχανῶν (ἄρκλας οἶδε ταύτας ἡ κοινὴ καὶ πάνδημος φράσις καλεῖν) τῶν κουλεῶν τὰς σπάθας εἵλκυσαν καὶ γυμνὰς αὐτὰς ἀνατείνοντες διηπειλοῦντο Ῥωμαίοις ὑπέραυχα καὶ τῷ τέως βάπτειν μὴ ἔχοντες τὰ ξίφη αἵμασι σχήμασι τὸν ἀέρα ἔπληττον καὶ φωνῶν ἐγέμιζον κεκραγότες ὅσον ἐχώρουν αἱ κεφαλαί. ἀλλὰ κατὰ πόδας ἡ δίκη μέτεισι τούτους· τιτήνας γὰρ κατὰ τῆς ἀνεχούσης αὐτοὺς μηχανῆς τὸ βλῆμα Ἀνδρόνικος οὕτω διαφῆκεν ἐπιτυχὲς ὡς διαλυθῆναι μὲν αὐτίκα τοῦ τείχους τὸ προεκκρεμάμενον ἐκεῖνο ξύλινον σύνθεμα, ἐπικαταβληθῆναι δὲ καὶ τούτους ἐκτὸς ἐς ᾅδου στόμιον κατωκάρα πίπτοντας καὶ κυβιστῆρας ὁρωμένους ἐλεεινούς, διανηχομένους ἀθλίως Ἀχέροντα.

Μετὰ βραχὺ δὲ καὶ αὐτὸ τὸ τεῖχος ὑπέκυπτε, καὶ διὰ κλιμάκων εἶχε Ῥωμαίους ἀνιόντας καὶ τὴν πόλιν εἰσιόντας. πολλοὶ μὲν οὖν βληθέντες εἰς θάνατον κατεβλήθησαν, οὐκ ὀλίγοι δὲ καὶ προσκεχωρηκότες τοῖς ἤδη κρατοῦσιν ἐσώθησαν· εἰσὶ δ᾿ οἳ καὶ ἀποδράντες σωτηρίαν ἐντεῦθεν εὕραντο. εἷς δὲ τῶν οἰκητόρων ἐκείνης τῆς πόλεως, καὶ οὗτος οὐ τῶν συγκλύδων καὶ τῶν συρφάκων ἀλλὰ τῶν πλούτῳ λαμπρῶν καὶ γένει ἐπισήμῳ διαπρεπῶν, ἀστεῖον τὸ εἶδος ηὔχει γύναιον καὶ σφόδρα καλὸν τὴν μορφήν. ὁρῶν δὲ παρά του τῶν Ῥωμαίων εἰς ὕβριν ἑλκόμενον καὶ μὴ ἔχων ἐπαμῦναι τυραννουμένῳ ἢ βίᾳ τὴν βίαν ὠθῆσαι καὶ στῆσαι τὸν ἄδικον ἐκεῖνον ἔρωτα βουλεύεται βουλὴν οὐχ ἥκιστα γενναίαν ἢ τολμηρὰν καὶ ἀθέμιτον καὶ τῷ τῆς τύχης ἐνεστῶτι κατάλληλον· διελαύνει τῶν σπλάγχνων τῆς φιλτάτης ὃν ἔφερεν ἀκινάκην. οὐκοῦν ὁ μὲν τῇ γυναικὶ ἐπιμαινόμενος ἄθεσμος ἐκεῖνος ἐραστὴς τὴν ἄλογον ἐμάρανεν ἔφεσιν οὐκέτι ὄντος τοῦ ὑπεκκαύματος, τὴν δὲ σχετλίαν τῷ ὄντι ἐρωμένην τὸ ἦμαρ ἔλιπε τὸ εὐφρόσυνον.

Φεῦ πραγμάτων ἀναγκαίας ἐπιπλοκῆς καὶ φθονεροῦ Τελχῖνος καὶ ἐπιβούλου, τοιαύτας τραγῳδίας σκηνοποιοῦντος ἐπὶ θεάτρου πολυπληθοῦς. ὢ δύο ἀντιφερομένων ἐρώτων ἐπ᾿ ἄθλῳ ἑνί, ἐπιλήπτου καὶ σώφρονος, καὶ τοῦ μὲν ἐπ᾿ ἀθεμίτοις λέκτροις σώζειν ἐθέλοντος, τοῦ δὲ φθάνοντος τὸ αἶσχος καὶ νεκροῦντος καινότερον καὶ πάθει πάθος ἐκκρούοντος.

Συνήραντο δὲ τοῖς Ῥωμαίοις εἰς τὴν τοῦ Ζευγμίνου ἐκπόρθησιν καὶ οὐκ ὀλίγοι τῶν ἔνδοθι, τὰ Ῥωμαίων φρονοῦντες καὶ τὰ τούτων ὡς εἶχον διανιστῶντες φρονήματα· οὗτοι γὰρ ἀτράκτοις ἀσιδήροις βιβλία προσδέοντες καὶ ταῦτα πρὸς τὸ Ῥωμαϊκὸν στράτευμα νυκτὸς ἐκτοξεύοντες παρίστων δι᾿ αὐτῶν ὅσα τε οἱ βάρβαροι ἐβουλεύοντο καὶ ὅση τούτων ἰσχὺς ἀκμάζουσα ἦν.

Ἤγετο δὲ τῶν Παιόνων τις τηνικαῦτα αἰχμάλωτος ἔτι τὸν ἐγχώριον πῖλον ἐπὶ κεφαλῆς ἔχων καὶ τὴν λοιπὴν ἠμφιεσμένος πάτριον στολήν. ἀλλὰ τοῦτον Ῥωμαῖός τις ἐπιπαριὼν σιδήρῳ πλήττει καὶ θανατοῖ, καὶ τὸ τῆς κεφαλῆς ἐκείνου ἑαυτῷ περιτίθησι κάλυμμα, καὶ ἦν ἀνύων οὑτωσὶ τὴν ὁδόν. τῆς δὲ δίκης ἐφεπομένης ἀψόφῳ ἐμβάδι, καὶ ὃ ἄλλῳ τέτευχε κακὸν οὑτοσὶ καθ᾿ ἑαυτοῦ ἀγχωμάλως ἀναστρεφούσης, ἐφίσταταί οἱ τομώτερος ἕτερος ξιφήρης ἐκ τῶν ὄπισθεν Ῥωμαίων καὶ παίει καιρίαν κατὰ τοῦ τένοντος ὡς ζωγρίαν Παίονα καὶ τοῦ ζῆν ἐκ τοῦ σχεδὸν μεθίστησιν.

Ἀλλ᾿ οὕτω μὲν ἑάλω τὸ Ζεύγμινον, ὡς ἐπιτρέχοντά με εἰπεῖν, οὐκ ἐμβραδύνοντα ταῖς διηγήσεσι. καὶ βασιλεὺς ἐκεῖθεν ἀπονοστήσας πρὸς τὰ Ῥωμαίων ὅρια μεταβέβηκε, τὸν δὲ αὐτοῦ θεῖον, τὸν ἀπὸ Φιλαδελφείας λέγω Κωνσταντῖνον τὸν Ἄγγελον, ἐπιτειχιστὴν εἴασε τοῦ Ζευγμίνου, σὺν αὐτῷ δὲ καὶ τὸν Τρίψυχον Βασίλειον. καὶ οὗτοι τὰ ἐντεταλμένα περατοῦντες τό τε Ζεύγμινον ἠρτίωσαν ὅσαι κατηρείποντο τύρσεις ἐπισκευάσαντες καὶ τῆς ἄλλης ὁμοίως φρουρᾶς πεφροντίκασι, καὶ τὰ ἐν Βελεγράδοις δὲ πολίχνια πλείστης ὅσης ἐπιμελείας ἠξίωσαν αὐτόν τε τὸν Νίσον τείχεσι περιέβαλον καὶ τὴν Βρανίτζοβαν συνῴκισαν. καὶ τὰ λοιπὰ πρὸς τὸ εὖ διαθέμενοι ἔνθα διάγων ἦν ἀφίκοντο βασιλεύς.

Οὗτος δὲ τὸν Δεσὲ μετελευσόμενος, ἑαυτοῦ γενόμενον κακουργότερον, τὴν ἐς Σερβίαν ὥρμα τραπέσθαι. ἀλλ᾿ ὁ Δεσὲ καὶ πόρρωθεν ἐπιτηρῶν τὰ πραττόμενα, μάλιστα δ᾿ ὅπερ ἦν δεδιώς, μή τι ἀηδὲς πάθοι καὶ ἀπευκταῖον βασιλέως εἰς τὴν ἑαυτοῦ χώραν παρεμβαλόντος, πέμψας εἰς βασιλέα ἐνδοθῆναί οἱ καθικετεύει τὴν ἐς αὐτὸν ἀπαθῆ ἄφιξιν. ὡς οὖν εἶχεν ὃ ᾔτησεν, ἀφίκετο δορυφορίας μετέχων σατραπικῆς καὶ εἰς θέαν τῷ βασιλεῖ καταστὰς τὸ δολιόφρον τῆς γνώμης κατονειδίζεται καὶ οὕτως ὡς ἄσπονδος ἀποπέμπεται. καὶ ἐγγὺς ἐλθὼν τοῦ συλληφθῆναι διαφίεται πάλιν οἴκαδε ἀπελθεῖν, τὴν τοῦ τρόπου μεταβολὴν καὶ τὸ μηκέτι τὰ μὴ δοκοῦντα τῷ βασιλεῖ διαπράττεσθαι φρικώδεσιν ὅρκοις ἐμπεδωσάμενος, κἂν οὐκ ἦν τὸν χαμαιλέοντα πρὸς τὴν τῆς ἀληθείας μεταβαλέσθαι λευκότητα ἐφ᾿ ἑτέραν πᾶσαν χροιὰν ῥᾳδίως μετατιθέμενον. ἐξιὼν γὰρ ἀπὸ προσώπου τοῦ βασιλέως πολλοῖς ἅμα τὴν ψυχὴν ἐμερίζετο πάθεσιν. ᾐσχύνετο ἐφ᾿ οἷς τῷ βασιλεῖ προσελήλυθεν, ὠργίζετο ὧν ἕνεκα πέπονθεν, ἐπαθαίνετο οἷς τὰς τῆς γνώμης παρεκτροπὰς θριγγίοις ὅρκων ἑαυτῷ ἀπετείχισε. τέλος δὲ ὅσα τε ὀμώμοκε τῷ βασιλεῖ καὶ ξυνέθετο κατανωτισάμενος τὴν συνήθη παρδαλέην ἑαυτῷ περιέθετο, τὸ τοῦ τραγῳδοῦ ὁ βάρβαρος ἐκεῖνος ἐπαινέσας ἄντικρυς καὶ εἰπὼν „ἡ μὲν γλῶσσ᾿ ὀμώμοκεν, ἡ δὲ φρὴν ἀνώμοτος.” Καὶ εἶχε μὲν οὕτω ταῦτα. μήπω δὲ γεννήσας ὁ Μανουὴλ υἱόν, ἀλλ᾿ ἐπὶ τῇ θυγατρὶ Μαρίᾳ, ἣν αὐτῷ ἡ ἐξ Ἀλαμανῶν ἀπέτεκεν ἄλοχος, τὰς τοῦ γένους σαλεύων διαδοχάς, ὅρκοις πάντας κατενεπέδωσε μετὰ τὸν αὐτοῦ μόρον αὐτήν τε τὴν Μαρίαν καὶ τὸν μνήστορα ταύτης Ἀλέξιον, ὅς, ὡς εἰρήκειμεν, ἐξ Οὐγγρίας ὥρμητο, κληρονόμους τῆς οἰκείας ἔχειν ἀρχῆς καὶ ὡς Ῥωμαίων ἄναξί σφισι καθυπείκειν καὶ προσκυνεῖν. ἔνθα οἱ μὲν ἄλλοι πάντες τοῖς ἐπιτετραμμένοις ὑπέκυπτον καὶ τοὺς ὅρκους, ὡς ὁ κρατῶν ἐκέλευεν, ἀπεδίδοσαν· μόνος δ᾿ ἦν ἀποδυσπετῶν Ἀνδρόνικος φάσκων ὡς „ὁ βασιλεὺς εἰς δευτέρους ἀποκλίνας γάμους ἀρρενοτοκήσει δήπουθεν καὶ πιστουμένους ἡμᾶς τῷ ὑστέρῳ τόκῳ τοῦ βασιλέως τὰ τῆς ἀρχῆς δι᾿ ὅρκων ἐσέπειτα ἀνάγκη τῇ θυγατρὶ ἀρτίως ὅρκια διδόντας μὴ εὐορκεῖν.” καὶ ἄλλως δὲ „τίς ἡ τῷ βασιλεῖ θεοβλάβεια, ὡς πάντα μὲν Ῥωμαῖον τοῦ θυγατρίου κρίνειν ἀπόλεκτρον, τὸν δ᾿ ἀλλογενῆ καὶ παρέγγραπτον τουτονὶ εἰς ὄνειδος Ῥωμαίοις Ῥωμαίων βασιλεύειν προκεκρίσθαι καὶ ὑπερκαθῆσθαι ὅλων ὡς κύριον;” ἀλλ᾿ οὐκ εἶχε λέξας τὰ χρηστὰ ταῦτα τὸν βασιλέα πειθόμενον, ἀθερίζοντα τὰ λεγόμενα ὡς ἀνδρὸς ἀντιδοξοῦντος καὶ ἰσχυρογνώμονος τερετίσματα. εἰσὶ δ᾿ οἳ μετὰ τοὺς ὅρκους Ἀνδρονίκῳ γεγόνασι σύμψηφοι· καὶ οἱ μὲν αὐτόθεν τὸ δοκοῦν ἀπεφήναντο, οἱ δὲ καὶ τῷ λέγειν ἐφέντες ἀγωνιστικῶς κατεσκεύασαν μήθ᾿ ὅλως τῇ θυγατρὶ τοῦ βασιλέως, μήτε μὴν τῷ τῶν Ῥωμαίων ξυνοῖσον εἶναι πληρώματι τὸν ἐκ φυταλιᾶς ἑτεροφύλου ῥάδαμνον εἰς καλλιέλαιον μετεγκεντρίζειν πιότατον καὶ πρὸς τὸ ἀναζώσασθαι τὸ κράτος τῶν ἄλλων προτίθεσθαι.

Ὁ δὲ λόγος προσθήσει τῇ ἱστορίᾳ καί τι ἕτερον τοῦ λαθεῖν ὑπέρτερον ὄν. τῷ βασιλεῖ τούτῳ πολλή τις ἦν ἡ μελεδὼν τῶν κατὰ Κιλικίαν πόλεων καὶ φρουρίων, ὧν ἡ λαμπρὰ καὶ περιφανὴς Ταρσὸς ὡς μητρόπολις προκαθέζεται. ὅθεν πολλῶν τῶν ἐπὶ δόξης καὶ τοῦ ἐπισήμου αἵματος ἡγεμόνων ἐκεῖσε ἀφικομένων, ἐφεξῆς ἡ ψῆφος περιελήλυθεν ἐς τὸν Κομνηνὸν Ἀνδρόνικον καὶ ὡς γένει μέγαν καὶ ὡς ἐν ἀνδράσιν ἀξιοθέατον. τῷ τοι ἀφιγμένος ἐκεῖσε καὶ τὴν τῆς Κύπρου δασμολογίαν προσειληφώς, ὡς ἔχοι τὰς δαπάνας ἐκεῖθεν ἀντλεῖν, πολλάκις μὲν τῷ Τορούσῃ πρὸς μάχην ἀντικατέστη καὶ ἀνεκήρυξε πόλεμον ἐχθρά οἱ νοῶν καὶ ὑπ᾿ ἐκείνου πάλιν ἀποστυγούμενος, οὐδὲν δέ τι γενναῖον κατώρθωσε πώποτε, οὐδ᾿ ἧς ἔτρεφε πολυτρόπου πείρας περὶ πολέμους καὶ πανουργίας εἰργάσατο ἄξιον. τελευταῖον δὲ ἡττηκότος αὐτὸν αἰσχρῶς τοῦ Τορούση καὶ τρόπαιον στήσαντος, βουλεύεταί τι παραβολώτατον, ὁποῖον ὁ λόγος λέξων ἔρχεται.

Ὡς γὰρ τὰς οἰκείας δυνάμεις ἑκάτερος κατ᾿ ἀλλήλων ἐξήνεγκαν, Ἀνδρόνικος μὲν ὅσα καὶ ζῶον τὴν στρατιὰν εἰς κεφαλὴν καὶ μέρος τὸ κατόπιν καὶ μέλη ἀνάλογα τῷ παντὶ συνδιαθέμενος εἶχεν, ὁ δὲ Τορούσης εἰς πολλὰ καταδιεῖλε τμήματα καὶ διασπείρας ἦν εἰς σπείρας καὶ λόχους τὸ οἰκεῖον στρατόπεδον. ἐπεὶ δὲ συμβαλόντες ἐμάχοντο, ἡ νίκη καὶ πάλιν ἐπεφοίτα τῷ Τορούσῃ λαμπρά· τοῖς γὰρ ἀεὶ ἐπιβοηθοῦσιν ἀκμῆσι καὶ τοῖς ἐκ τῶν λόχων λαθρηδὸν ἐκπηδῶσιν Ἀρμενίοις αἱ τοῦ Ἀνδρονίκου ἐνέδωκαν φάλαγγες καὶ εἰς τροπὴν ἐνέκλιναν ἄκοσμον. διὰ ταῦτα τῇ λύπῃ καταποθεὶς Ἀνδρόνικος καὶ μὴ ἔχων, ὅπως τὴν ἧτταν ἀναμαχέσαιτο ἢ γοῦν ἐξ ὑπογυίου δράσειέ τι γενναῖον κατὰ τῶν θυόντων ἤδη πολεμίων τὰ νικητήρια, τοῖς ἐγγὺς ἀνεφίκτων ἐπιχειρεῖ. κατοπτεύσας γὰρ τὸν Τορούσην μετὰ τῶν δορυφορούντων αὐτὸν ἔτι που ἱστάμενον ἔφιππον, τὴν τῶν ταγμάτων συλλογὴν ἀναμένοντα ἐξ ἧς εἴχοντο ἐπιδιώξεως, ὅλῳ ῥυτῆρι τὸν ἵππον ἀνεὶς ἐνσείει κατ᾿ ἐκείνου τὸ δόρυ, καὶ δὴ κατὰ τοῦ θυρεοῦ βαλὼν ἀνατρέπει τοῦτον τοῦ ἵππου, καὶ διεκπαίσας τὸ περὶ ἐκεῖνον ἐπίλεκτον ὡς πτηνὸς ἱππότης ἢ ὀλισθηρά τις ἐγχέλυς τὰς τῶν ἁπάντων χεῖρας ἐξήλυξεν. ἀλλ᾿ ἕως τούτου σεμνὸν τὸ τοῦ Ἀνδρονίκου κατόρθωμα· τὸ δὲ παθεῖν τὸν Τορούσην κακῶς ἀπεκώλυσαν οἵ τε σιδήρεοι χιτῶνες, οὓς ἐνεδέδυτο, καὶ θυρεὸς ἐπιμήκης παρὰ πλευρὸν καταβαίνων τοῦ ἵππου πλάγιος.

Οὐ πολλαὶ δ᾿ ἡμέραι παρήλθοσαν ὕστερον, καὶ λογίζονται τῷ Ἀνδρονίκῳ δευτέρου λόγου καὶ πάρεργα ἀνδροκτασίαι καὶ μάχαι καὶ πόλεμοι καὶ σάλπιγξ ἠχοῦσα τὸ ἐνυάλιον Δεῖμός τε Φόβος τε καὶ Ἄρης βροτολοιγός, καὶ ἔργα πολέμια παρωσάμενος τὰ τῆς Ἀφροδίτης μέτεισιν ὄργια. ἡ δὲ Ἑλένην μὲν οὐχ ὑποβάλλει οὐδ᾿ οἷον ὑπ᾿ ὄψιν παρίστησι καθ᾿ Ἑλλάδα καὶ μέσον Ἄργος τὴν οἴκησιν ἔχουσαν καὶ διαχεῖ τῷ κάλλει καὶ ἐκμαίνει πρὸς ἔρωτα καὶ πηγνύει σκάφη καὶ ναύαρχον ἐφίστησι Φέρεκλον, ἐκ γειτόνων δὲ ὂν τὸ τῆς Φιλίππας εἶδος καθυπογράφει καὶ μαστροπεύει τῷ δυσέρωτι Ἀνδρονίκῳ· ἦν γὰρ ἐξ ἀκοῆς ἐρωτόληπτος. ῥίψας οὖν τὴν ἀσπίδα καὶ τὸ κράνος ἀποβαλόμενος καὶ τὸν ὅλον στρατιώτην ἀποσεισάμενος πρὸς τὴν ἐρωμένην αὐτομολεῖ, οὖσαν κατὰ πόλιν τὴν Ἀντιόχειαν. ἔνθα καὶ δὴ γεγονὼς καὶ τὴν Ἐρώτων ἀγλαΐαν τῆς Ἄρεος σκευῆς ἀνθελόμενος μόνον οὐκ ἔξαινεν ἔρια οὐδ᾿ ἱστῷ προσανεῖχε καὶ συνεῖρεν ἠλάκατα, ὡς Ὀμφάλῃ πρὶν Ἡρακλῆς τῇ Φιλίππᾳ δουλεύων. ἡ δ᾿ ἄρα ἦν τῆς συναφθείσης τῷ τούτου ἐξαδέλφῳ τῷ βασιλεῖ Μανουὴλ πρώην, οὔπω πάνυ πρώην, θυγατρὸς τοῦ Πετεβίνου ἀδελφή.

Καὶ ὁ μὲν τὴν Ἀντιόχου καταλαβὼν τρυφαῖς ἐκεχήνει καὶ καλλωπισμοῖς ἐπελύττα καὶ δορυφόροις ἐπ᾿ ἀγυιῶν ἀργυροτόξοις ἐπόμπευε, τὴν ἡλικίαν εὐμήκεσιν, ἰούλῳ τε πρώτῳ λαχνουμένοις καὶ κόμαις πυρσαινομένοις ξανθαῖς, καὶ ἦν ἐντεῦθεν θηρῶν τὴν θηράσασαν, ἣν καὶ εἶχε ταῖς οἰκείαις ἐρωτοδέσμαις καταγοητεύσας Ἀνδρόνικος· καὶ ὅπερ ἐπεπόνθει, τοῦτο δράσας φιλοτιμότερον, πλουτῶν μὲν καὶ ἄλλως εἶδος ἀξιάγαστον καὶ ὡς ἔρνος ἀναβαίνων ἐλάτινον, ἐπτοημένος δὲ καὶ περὶ τὰς ἐξάλλους στολάς, καὶ τούτων ὅσαι περὶ γλουτὸν καὶ μηροὺς καταβαίνουσαι διασχίζονται καὶ οἷον εἰσί πως συνυφασμέναι τῷ σώματι, καὶ τοῖς ἄλλοις τῶν τοιούτων ἡγεμὼν καθιστάμενος. οὐκοῦν τὸ μὲν βλοσυρὸν ἐκεχάλαστο καὶ τὸ ἐπὶ συννοίας εἶναι ἀεὶ καὶ τὸ τοῦ ἤθους ἐμβριθὲς καὶ φροντιστικὸν ἐνδεδώκει καὶ τὸ ἐπισκύνιον ὁ θὴρ ἀπεβάλετο· ἡ δὲ ὡς ἑάλω κατάκρας, ὑπέκυψεν εἰς εὐνήν, οἴκου καὶ πατριᾶς ἐπελάθετο, καὶ τοῦ ἐραστοῦ αὐτῆς ὀπίσω κατηκολούθησεν.

Ὁ Μανουὴλ δὲ ὡς τοῖς περὶ τούτου κατεβροντήθη ἀκούσμασι, μικροῦ καὶ ἐννεὸς ἦν καὶ πρὸς ἄμφω μεμέριστο· καὶ ὡς ἐρῶντα γὰρ ἔρον ἀξύμφυλον καὶ ὡς ἀθεμιτογαμοῦντα ἤχθαιρε τὸν Ἀνδρόνικον καὶ ὡς αὐτὸν τῶν κατ᾿ Ἀρμενίαν ἐλπίδων ψευσάμενον συλλαβεῖν ἐζήτει καὶ δίκας ἐξ ἐκείνου λαβεῖν. στέλλει τοίνυν τὸν σεβαστὸν Κωνσταντῖνον τὸν Καλαμάνον, ἄνδρα καὶ τόλμης λελογισμένης μεστὸν καὶ τὸ γενναῖον εὐτυχοῦντα στάσιμον, καὶ τοῖς κατ᾿ Ἀρμενίαν μὲν ἐπιστατήσοντα πράγμασι καὶ τῇ Φιλίππᾳ δ᾿ ὅπως συναφθείη, πειραθησόμενον. ὁ δὲ τὰ μὲν πρῶτα εἰς νυμφίον ἑαυτὸν διευθετίσας καὶ λαμπρυνάμενος, ὡς εἰκὸς καὶ καθ᾿ ὅσον ᾔδει τὴν ἐρωμένην ὑπαγαγέσθαι, τὴν Ἀντιόχειαν εἴσεισι. τοσοῦτον δὲ προσέσχεν αὐτῷ Φιλίππα καὶ οὕτως αὐτὴν τοῦ προτέρου μετέθηκεν ἔρωτος, ὡς μηδὲ βλέμματος γοῦν μεταδοῦναι ἢ προσρήματος ἀξιῶσαι τὸν Καλαμάνον, μᾶλλον μὲν οὖν καὶ προσονειδίσαι τἀνδρὶ τὸ τῆς ἡλικίας βραχὺ καὶ ἐς αὐτὸν ἀποσκῶψαι τὸν αὐτοκράτορα Μανουήλ, εἰ οὕτως ἀμαθῶς καὶ εὐήθως ᾠήθη, ὡς ἀποστατήσει μὲν Ἀνδρονίκου αὕτη τοῦ ἥρωος, οὗ τὸ κλέος εὐρὺ καὶ οὗ τὸ γένος πολύ, προσκολληθήσεται δὲ ἀνδρί, ὃς τὸ γένος ἀπεσβεσμένος καὶ χθὲς καὶ πρώην, εἰ ἔστιν ὅλως, ἐγνώρισται.

Ἐπεὶ γοῦν ὁ Κωνσταντῖνος ἀδοξοῦντας αὐτὸν ἑώρα τοὺς τῆς Φιλίππας ἔρωτας καὶ πρὸς ἄλλον λύοντας τὸ πτερὸν μηλοβολοῦντάς τε καὶ δᾳδουχοῦντας Ἀνδρόνικον, ἐκεῖθεν μεθίσταται καὶ τὴν Ταρσὸν καταλαβὼν μετὰ τῶν ἀντιπάλων Ῥωμαίοις Ἀρμενίων συνερρήγνυ πόλεμον. ὡς δέ ποτε τούτῳ ἐπέβρισαν οἱ διάφοροι, ἑάλω τε καὶ ἦν ἐν δεσμοῖς. ὁ δὲ βασιλεὺς ἐλύσατο τοῦτον ἱκανὰ ζωάγρια καταθέμενος.

Ἀνδρόνικος δὲ τὰς ἀπειλὰς τοῦ Μανουὴλ δεδιὼς καὶ πτοηθείς, μήπως συλληφθεὶς τῶν φιλοτήτων Φιλίππας τὴν πρότερον εἱρκτὴν ἀνταλλάξαιτο καὶ ὑποσταίη χρόνιον κάκωσιν, ἄρας ἐκεῖθεν τῆς ἐπὶ τῶν Ἱεροσολύμων εἴχετο, γαλῆ τὸ τοῦ λόγου πρὸς στέαρ ἐλεγχθείς, κἀπὶ τὰς πρώην ἐπαναδραμὼν δραπετεύσεις καὶ πρὸς τὰς παλαιτέρας αὐτοῦ μηχανὰς ἀπιδών.

Ἀδιαφόρως δ᾿ ἔχων τοῦ βίου καὶ ὡς ἵππος θηλυμανὴς ταῖς παραλόγοις ἐπιθορνύμενος μίξεσιν ἐγχρίπτει σαρκικῶς καὶ ἐνασελγαίνει ἀκολάστως τῇ τοῦ πρώτου ἐξαδέλφου θυγατρὶ Θεοδώρᾳ (Ἰσαάκιον φημὶ τὸν σεβαστοκράτορα, τὸν τοῦ βασιλέως Μανουὴλ ὁμαίμονα) θανάτῳ ἄρτι ἀποβαλούσῃ τὸν παρθένιον σύνευνον, ὃς ἦρχε πρὸ βραχέος τῆς Παλαιστίνης· Βαλδουῖνος ἦν οὗτος, τὸ γένος ἕλκων ἐξ Ἰταλῶν. ἑτέραν ἐπὶ τούτοις πληγὴν ὁ βασιλεὺς δέχεται Μανουὴλ καὶ πράττων ἦν πάντα καὶ διατεχνώμενος, εἴ πως εἴη συνειληφὼς Ἀνδρόνικον τῶν οἰκείων ἀμφιβλήστρων ἐντός· ὅθεν ἐρυθροδάνῳ ἐνσημανθὲν ἀφῆκε γραμμάτιον, ἐνάγον τοὺς κατὰ Κοίλην Συρίαν ἰσχύοντας Ἀνδρόνικον συσχεῖν ὡς ἀντίφρονα καὶ περὶ τὸ γένος ἀκολασταίνοντα καὶ τοῦ φάους στερῆσαι τῶν ὀφθαλμῶν.

Καὶ τάχ᾿ ἂν τοὺς ὀφθαλμοὺς ἐξ αἵματος Ἀνδρόνικος ἠρευθοῦτο ὦχρός τέ μιν εἷλε παρειὰς συνεχόμενον καὶ δεσμούμενον ἢ καὶ εἰς πορφύρεον ἐβάπτετο θάνατον, εἰ χεῖρες εἶχον ἑτέρων τὸ τῆς βασιλικῆς βαφῆς ἐκεῖνο δελτάριον· νῦν δὲ τοῦ Θεοῦ τηροῦντος αὐτόν, ὡς ἔοικεν, εἰς ἡμέραν ὀργῆς καὶ τοῖς μετόπισθεν κακοῖς ταμιεύοντος, ἅ τε παρὰ τὸ δέον εἰς τὸ ὑπήκοον ἐνεδείξατο Ῥωμαίων ἄρξας ἐκ τυραννίδος καὶ οἷς αὐτὸς ἀσυμπαθῶς ἐσέπειτα περιπέπτωκε, χερσὶ τῆς Θεοδώρας τὸ ἐπιστόλιον δίδοται. ἡ δὲ ἀναγνοῦσα τοῦτο καὶ γνοῦσα τὰ κατ᾿ Ἀνδρονίκου τυρευόμενα ἐξαυτῆς τὸν χάρτην αὐτῷ ἐγχειρίζει.

Συνεὶς οὖν Ἀνδρόνικος ὡς χωρεῖν ἐκεῖθεν δέον καὶ ἐγκονεῖν, μηδ᾿ ἕδρας εἶναι τὸ ἀπὸ τοῦδε ἀκμήν, φρίκη τε ὑφέρπεται καὶ πρὸς ἀπόδρασιν ἐνσκευάζεται. σοφιστὴς δὲ ὢν καὶ ἀπατεὼν καὶ αὐτὴν ἀποπλανᾷ Θεοδώραν, καὶ ὥσπερ Εὐρώπην πάλαι ὁ Ζεὺς τοῦ χοροῦ τῶν παρθένων ἀποβουκολήσας ἧκε φέρων ἐπὶ νώτων εἰς βοῦν ἑαυτὸν μεταμορφώσας καλλίκερων, οὕτω καὶ οὗτος ἀποστήσας τῶν οἴκοι τὴν γυναῖκα καὶ συμφοιτῆσαί οἱ σαββάτου ὁδὸν αἰτησάμενος ὡς προπέμψουσαν ἐκεῖθεν καὶ συνταξομένην ἐκείνῳ τὰ ἐξιτήρια συνέκδημον καὶ συμπλανῆτιν ἑκοῦσαν ἐπεσπάσατο ἄκουσαν.

Χώραν δ᾿ ἐκ χώρας ἀμείβων καὶ ἡγεμόσι καὶ δυνάσταις πολυπλανὴς ἐπιξενιζόμενος καὶ παρ᾿ οἷς κατέλυε τιμήεις ὢν καὶ αἰδέσιμος καὶ φιλοφροσύνης ὅτι πλείστης καταξιούμενος καὶ δωρεῶν ἁδρῶν ἐν μεθέξει γινόμενος ὀψέ ποτε καὶ μόλις παρὰ τῷ Σαλτούχῳ τῆς πλάνης ἵσταται. ἦν δ᾿ οὗτος τὰ τῇ Κολωνείᾳ τότε κληρούμενος ὅμορα καὶ ὅσα τῆς Χαλδίας πρόσοικά τε καὶ ἔγγιστα καρπιζόμενος. κἀκεῖσε ἦν ἀλύων καὶ συνὼν Θεοδώρᾳ μεθ᾿ ὧν ἀπέτεκεν αὕτη τούτῳ παίδων δυοῖν Ἀλεξίου τε καὶ Εἰρήνης, ἐπὶ δὲ καὶ Ἰωάννου, ὃν ἐκ τῶν γνησίων καὶ προτέρων οἱ σπερμάτων συνέκδημον ἐκ Βυζαντίου ἐπήγετο, ἕως τῆς ἐς αὐτὸν αὖθις τὸν αὐτοκράτορα Μανουὴλ ἐπαναλύσεως, ἣν κατὰ τὸν οἰκεῖον χρόνον καὶ πρόσφορον ὁ λόγος τῇ ἱστορίᾳ παρέξεται, ὡς εἴη συνημμένα δήπου καὶ συναφῆ τὰ ἐφεξῆς ὑπ᾿ αὐτοῦ πεπραγμένα καὶ τὰ παρ᾿ ἡμῶν αὖθις ἐπ᾿ αὐτῷ ῥηθησόμενα.

Ἐν πολλοῖς μέντοι καὶ πολλάκις ὁ Μανουὴλ τὴν Ἀνδρονίκου δεσμεύων ψυχὴν καὶ ζητῶν ταύτην λαβεῖν τοῖς ἀνηνύτοις ἐγχειρῶν διηλέγχετο· ὁ γὰρ πολύπλαγκτος οὗτος καὶ ταλασίφρων Ἀνδρόνικος τὰς καθ᾿ αὑτοῦ προσβολὰς ὅσα καὶ νηπίων βολὰς εὐμαρῶς ἀπεκρούετο καὶ τῶν θηράτρων κούφως ὑπεραλλόμενος, ἅπερ αὐτῷ πολλάκις ὑφηπλοῦτο καὶ ἐξετείνετο, ἀπαγίδευτος ἦν καὶ ἀθήρευτος.

Ἀλλὰ τίνα τὰ παρὰ πόδας; χρεὼν γὰρ μηδὲ τούτων ἀφέξεσθαι. περιδεὴς ἅπας κρατῶν καὶ καχύποπτος καὶ χαίρει διαπραττόμενος ὅσα Θάνατος καὶ Χάος καὶ Ἔρεβος ἐν τῷ τοὺς εὐπατρίδας ἀκροτομεῖν καὶ ἐκποδὼν τιθέναι πάντα ὑψηλὸν καὶ μετέωρον καὶ ἀποσκυβαλίζειν σύμβουλον ἀγαθὸν καὶ θερίζειν γενναῖον στρατηγὸν καὶ εὐπάλαμον. καὶ ἐοίκασιν ἀτεχνῶς οἱ τῆς γῆς δυναστεύοντες ὑψιτενέσι καὶ ἀκροκόμοις πίτυσιν· ὡς γὰρ αὗται καὶ βραχείαις ἀνέμων πνοαῖς τὰς τῶν κλάδων βελόνας διατινασσόμεναι ψιθυρίζουσιν, οὕτω δὴ καὶ οὗτοι καὶ τὸν πλούτῳ κομῶντα ὑποβλέπονται καὶ τὸν ἐπ᾿ ἀνδρείᾳ τῶν πολλῶν διαφέροντα κατεπτήχασι. κἂν εἴη τις τὸ κάλλος ἀγαλματίας καὶ τὴν γλῶτταν ὡς ὄρνις μουσηγέτης ἐστόμωται, κἂν τὸ ἦθος ὁρῷτο εὐτράπελος, οὐκ ἐᾷ καθεύδειν τὸν ἐπὶ τοῦ στέφους οὐδ᾿ ἠρεμεῖν, ἀλλὰ γίνεται τούτῳ τῶν ὕπνων ἐγκοπή, τῆς τρυφῆς ἀνατροπή, ἡδονῆς ὑφαίρεσις, φροντίδων ὑπόθεσις· καὶ κακῶς λέγων εὐλογεῖ τὴν φύσιν τὴν πλάστριαν, ὅτι καὶ ἑτέρους εἰς τὸ ἄρχειν ἐπιδόξους ἐπαλαμήσατο καὶ μὴ πρῶτον αὐτὸν καὶ ὕστατον κάλλιστον ἀνθρώπων ἐφύτευσεν. οὐκοῦν καὶ ἀντιστρατεύονται τὰ πολλὰ τῇ προνοίᾳ καὶ τῷ θείῳ ὑπέροπλοι γίνονται, πάντα ἀγαθὸν ἐκ τοῦ πλείονος ἐκχορδεύοντες καὶ ὡς θύματα σφαγιάζοντες, ὡς ἔχοιεν ἐφ᾿ ἡσυχίας δήπουθεν οὗτοι σπαθᾶν καὶ ὡς πατρῷον κλῆρον καθηδυπαθεῖν μονώτατοι τὰ δημόσια καὶ ὡς ἀνδραπόδοις χρᾶσθαι τοῖς ἐλευθέροις καὶ ὡς ὠνητοῖς τοῖς ἀξιωτέροις ἐνίοτε ἄρχειν προσφέρεσθαι, κακῶς εἰδότες καὶ τὸ φρονεῖν ὑπὸ τῆς ἐξουσίας ἀφῃρημένοι καὶ κακοβούλως τῶν πρότριτα λανθανόμενοι.

Καὶ ὁ Μανουὴλ τοίνυν οὐδὲν ἄχαρι ἔχων ἐπεγκαλεῖν Ἀλεξίῳ τῷ πρωτοστράτορι ἢ ὅ τι ὅλως παραλελύπηκεν ἢ παρηνώχλησεν ἢ τῆς ὀφειλομένης εὐνοίας καὶ πίστεως καθυφῆκε βραχύ τι γοῦν ἀντίρροπα δράσας ὧν ὑπ᾿ αὐτοῦ πέπονθεν εὖ καὶ ὡς ἐπὶ ζυγοῦ τὴν ἑτέραν παρήνεγκε πλάστιγγα, ἐξ ὑπονοίας δὲ μόνης ὁρμώμενος καὶ κακοσχόλων τινῶν ὑφηγήσεσιν ἐκ τοῦ τὸν ἄνδρα ὁρᾶν καὶ στρατηγοῖς καὶ στρατιώταις ἐρώμενον καὶ φιλοτίμῳ γνώμῃ καὶ χειρὶ φιλοδώρῳ πρὸς ἅπαντας χρώμενον, ἴσως δὲ καὶ τοῦ προσόντος αὐτῷ πλούτου ὑποτύφων ἔφεσιν, συλλαμβάνει τοῦτον διάγων ἐν Σαρδικῇ, μήπω ἐπιφωσκούσης ἡμέρας, τῇ οἰκείᾳ ἔτι συγκατακείμενον ὁμευνέτιδι, καὶ οὐ μόνον τῶν ὄντων ἁπάντων ἀπογυμνοῖ, ἀλλὰ καὶ εἰς μοναχὸν ἀποκείρας ἐν ἑνὶ τῶν κατὰ τὸ Παπύκιον τὸ ὄρος φροντιστηρίων παραρριπτεῖ.

Ἵνα δὲ μὴ εἴη τὸ πραχθὲν ἀπροφάσιστον καὶ προῦπτον διὰ τοῦτο τὸ βασιλικὸν ἀδίκημά τε καὶ ἀσχημόνημα, οἱ συκοφάνται παρῆσαν ἐγγύς, ὑφειμένοι παρ᾿ ὧν ὑπεβλήθησαν, καὶ γοητεῖαι κατὰ βασιλέως τὰ αἰτιάματα οὕτω πάνυ τοι πιθαναὶ καὶ δραστήριοι, ὡς ποιεῖν τὸν κεχρημένον πετόμενον καὶ μηδ᾿ ὅλως θεώμενον καθ᾿ ὧν ἂν ἐπιπτέσθαι ξιφηφόρος βούλοιτο, καὶ ἕτερ᾿ ἄττα βωμολόχα καὶ ἀκοαῖς ὑγιαινούσαις οὐκ εὐπαράδεκτα, ὁποῖα πάλαι τοῦ Περσέως λογοποιοῦντες κατηγόρευον Ἕλληνες.

Ἦν δὲ ὁ τῶν συκοφαντῶν τοῦ ἀνδρός, ὡς ᾔδετο, προχειρότατος καὶ πλάστης πρώτιστος τῶν ληρημάτων καὶ εὑρετὴς τουτωνὶ ὁ Ἀαρὼν Ἰσαάκιος, Κορινθόθεν μὲν ὁρμώμενος, τὴν δὲ Λατινίδα γλῶτταν ἄκρως ἐξησκηκὼς ἡνίκα συναπήχθη τοῖς πατριώταις εἰς Σικελίαν αἰχμάλωτος καὶ τοῖς ἐκ τῆς διαλέκτου ταύτης τῷ βασιλεῖ ἐντυγχάνουσιν ὑποβολεὺς τηνικαῦτα γινόμενος.

Ἡ δὲ τοῦ Ἀλεξίου γυνή, θυγάτηρ οὖσα τοῦ πορφυρογεννήτου Ἀλεξίου, ὃς ἐπρωτοτόκει τῶν τοῦ Μανουὴλ ἀδελφῶν, ἐφιλοτιμεῖτο μὲν ἑαυτὴν ἀνελεῖν, φιλανδρίαν καὶ σωφροσύνην ἐν ταῖς μάλιστα τῶν γυναικῶν ἀγαπήσασα καὶ τιμήσασα καὶ τῶν ἐκ τοῦ γένους θηλυτέρων καλλιστεῖον οὖσα καὶ λαμπρὸν ἐπικόσμημα καὶ περιλάλημα τοῖς πᾶσιν ἐράσμιον· τοῦ τοιούτου δ᾿ ἐγχειρήματος ἐκκρουσθεῖσα πεσοῦσα προσεκνυζᾶτο τοῖς τοῦ θείου καὶ βασιλέως ποσὶ καὶ ἐδεῖτο κοπτομένη θερμότερον, φήνης ἐλεεινότερον, δρακόντων ὀδυνηρότερον, ἀλκυόνος πολυπενθέστερον, χαρίσασθαι τὸν ἄνδρα αὐτῇ, μαρτυρομένη θεὸν καὶ εἴ τι που φρικῶδες τοῖς εὐσεβοῦσι πρᾶγμα καὶ ὄνομα ἀπαραλόγιστον εἶναι τῆς ἐκείνου βασιλείας θεράποντα καὶ ἀκαταιτίατον πάντῃ τὸν ἄκοιτιν αὐτῆς. ἀλλ᾿ οὐκ ἴσχυσε μεταθέσθαι τὴν γνώμην τοῦ αὐτοκράτορος, οὐδ᾿ ἀναλῦσαι ὅλως ἅπερ ἐκείνῳ ἤδη κεκύρωτό πως καὶ δέδοκτο, καὶ ταῦτα ἕως δακρύων αὐτὸν καὶ θέᾳ ἐλεεινῇ καὶ σχήμασιν ἱλασίμοις καὶ ῥήμασιν οἰκτροῖς ἐκθηλύνασα. ἀμέλει καὶ τὸν βίον φιλόδακρυν ἕλκουσα κατὰ τὰς φιλοσώφρονας τρυγόνας τὰ οἰκόπεδα περιέτρεχε καὶ περιέτρυζεν ὀλολύζουσα καὶ τὴν μόνωσιν ἀπωδύρετο· ὅθεν καὶ τῇ περισσοτέρᾳ λύπῃ καταποθεῖσα τὸ φρονεῖν παρακέκοπται, ἐπὶ παισὶν ἄρρεσι δυσὶ τὸ βιοῦν καταξαίνουσα καὶ ἑαυτὴν εἰς τέλος καταμαραίνουσα.

Καὶ Ἀλέξιος μὲν τὸ μέλαν ἀσπασάμενος ἄμφιον τοῖς θείοις ἐκουφίζετο ἔρωσι τοῦ ἀκροτάτου τῶν ἀρετῶν ἐφιέμενος καὶ ὡς ὑψιπέτης ἀετὸς τῶν κάτω ὑπεριπτάμενος. κρεωδαισίας δ᾿ ἄκρος ὢν ἐραστὴς καὶ καρυκείαις χαίρων βρωμάτων καὶ πανθοινίαις προσκείμενος, ὁπηνίκα πλούτῳ πολλῷ περιερρεῖτο καὶ τοῖς κατὰ κόσμον ἐνευπάθει τερπνοῖς, ὡς καὶ τὰς νηστίμους τῶν ἡμερῶν (τετράδα φημὶ καὶ παρασκευὴν) κρεωβόρον αὐτῷ παρατίθεσθαι τράπεζαν, ἢ δεσποτικῆς κατὰ ταύτας τελετῆς ἀγομένης ἢ μνήμης ἐνδόξου μάρτυρος τελουμένης ἤ τινος τῶν ὀπαδῶν τοῦ Χριστοῦ, τότε ποηφαγῶν καὶ ταῖς ὀπώραις ἐνεστιώμενος καὶ ταῖς ἀκάπνοις θύων τῶν τραπεζῶν καὶ τὸ πεινῆν πεινῶν ἀτεχνῶς, ὀψὲ δὲ καὶ ἰχθύων ἐνεορτάζων ταῖς παραθέσεσιν ἔχαιρεν ὅτι μάλιστα καὶ μνήμην τῶν προτέρων λαμβάνων ὀψαρτυμάτων καὶ τῆς περιέργου τῶν κρεῶν δαιτρεύσεως ἀκκισμὸν ἐκάλει κοιλίας καὶ ὀρέξεως μέθοδον ὅσα οἱ ἀδδηφάγοι καὶ κρεωφάγοι προτίθενται μὴ δύνασθαι λέγοντες τοῦ ἄγαν ὑποχαλᾶν· πᾶν γὰρ τὸ παρατιθέμενον εἰδέναι τὸ σωμάτιον συνιστᾶν καὶ εὐεξίας εἶναι ποιητικόν.

Τί δὲ ἡ φίλη δίκη; ἆρα πολύπους καὶ πολύχειρ οὖσα, ὀξυδερκής τε καὶ πανδερκής, καὶ μικροῦ ποδῆρες τὸ οὖς ἔχουσα, λήθεται ἢ οὐκ ἐννοεῖ ἢ τέλεον παρίησιν ἀνεκδίκητα ὅσα ἐπὶ τοῖς μὴ ἀλιτήμοσιν οἱ τῶν ἐπαινετέων κατήγοροι συρράπτουσιν ἔκδικα; οὐμενοῦν, ἀλλὰ παρυπέφηνε καὶ τότε ὡς τὰ ἐν μυχῷ γῆς διορᾷ καὶ τὰ ὑπὸ γλῶτταν ἐνωτίζεται τονθορυζόμενα.

Εἰ μὲν οὖν καὶ βασιλεῖ ἐνεμέσησε τῆς μὴ ἐνδίκου ταυτησὶ πράξεως, οὐ τοῦ παρόντος καταλέγειν καιροῦ· ἔδει δὲ σοφὸν ὄντα τὸν Μανουήλ, μηδ᾿ ἀμαθῆ τε καὶ ἀναλφάβητον, οὐχ ὡς διαδεξόμενον ἐκεῖνον καὶ τῆς ἀρχῆς παραλῦσον τὸ ἄλφα περιεργάζεσθαι, ἀλλ᾿ ἐκείνῳ τὰ τοῦ ἄρχειν ἀνάπτειν πείσματα, ὃς εἶναί φησι τὸ Α καὶ τὸ Ω, ὡς Ἰωάννης ἐν τῇ Ἀποκαλύψει διδάσκει με.

Τοὺς συκοφάντας μέντοι μετῆλθε καὶ ἄλλῳ μὲν ἄλλην δίκην ἐπέθηκε, τῷ δ᾿ Ἀαρὼν ἐπέβρισε χαλεπώτερον ταῖς οἰκείαις ἁρπεδόσι περισχοινίσασα. μετ᾿ οὐ πολὺν γάρ τινα χρόνον ἁλίσκεται μαγείαις προσανέχων καὶ προύκειτο χελώνης ἔκφορον μίμημα, ἔνδον στέγον τῆς χέλυος ἀνθρωπόμορφον εἴκασμα, πεπεδημένον ἄμφω τὼ πόδε καὶ τὸ στέρνον ἐληλαμένον ἥλῳ διαμπερές. ἑάλω δὲ καὶ βίβλον Σολομώντειον ἀνελίττων, ἥτις ἀναπτυσσομένη τε καὶ διερχομένη κατὰ λεγεῶνας συλλέγει καὶ παρίστησι τὰ δαιμόνια συχνάκις ἀναπυνθανόμενα, ἐφ᾿ ὅτῳ προσκέκληνται, καὶ τὸ ἐπιταττόμενον ἐπισπέρχοντα περατοῦν καὶ προθύμως δρῶντα τὸ κελευόμενον.

Οὐκ ἐπὶ τούτοις δὲ μόνον Ἀαρὼν συνείληπτο, ἀλλὰ καὶ βασιλέως ἐνώπιον ὑποβάλλων ἃς ἐκ τῶν δυσμόθεν ἐθνῶν ἀφικόμενοι πρέσβεις ἐκόμιζον ἀγγελίας καὶ μὴ δυσαχθοῦντας ὁρῶν πρὸς τὰ τοῦ βασιλέως θελήματα ἐπιπλήττει τούτοις ἐν μιᾷ τῶν αἰτήσεων ὡς πρὸς τὰς καταθέσεις ἑτοιμορρόποις τε καὶ εὐκόλοις καὶ ὑποτίθησιν ἀντιτεῖναι πρὸς τὸ τῶν ζητημάτων τηνικαῦτα προκείμενον καὶ μὴ ῥᾳδίως οὕτω καὶ ἐκ πρώτης καθυπενδοῦναι, ὡς ἐντεῦθεν κερδανοῦντας καὶ φιλίαν μείζω ἐκ βασιλέως κἀκ τῶν ὁμογλώττων πλείω τιμήν. καὶ τότε μὲν ἡ διάλεξις διαλέλυτο, ἀφώρατα τῷ βασιλεῖ θεμένη τὰ τοιαδὶ τοῦ Ἀαρὼν εἰσηγήματα καὶ τῷ τῆς διαλέκτου διαφόρῳ τὰ ἔκθεσμα συσκιάσασα· κατὰ μόνας δὲ τὰ προβληθέντα τῶν ζητημάτων ἡ βασιλὶς ἀναπεμπάζει φρενί, Λατινὶς οὖσα τὸ γένος καὶ τῶν λεγομένων ἀκριβῶς συνιεῖσα, καὶ ἀνακαλύπτει πάντα τῷ ἄνακτι. ὁ δ᾿ ἐπὶ τοῖς ἠκουτισμένοις ἀγανακτήσας κακῶς τὸν Ἀαρὼν τίθησι τῶν τε ὀφθαλμῶν τὸ φῶς ἀμαυρώσας καὶ τῆς οὐσίας πάσης ἀποστερήσας.

Κακοεργὸς δ᾿ ὢν Ἀαρὼν καὶ λιχνείαν φύσεως περὶ τὰ χείριστα δυστυχῶν ἐς ὕστερον ἐνῆγεν Ἀνδρόνικον τυραννήσαντα μὴ μέχρι τοῦ ἐκκόπτειν τοὺς ὀφθαλμοὺς τὴν τῶν ἀντιφρόνων ἐκείνῳ τιμωρίαν περιιστᾶν, ἀλλ᾿ ἢ θάνατον ἁπάντων καταψηφίζεσθαι ἢ βαρυτέραις ἐκμοχλεύειν κολάσεσιν, ἑαυτὸν τιθεὶς εἰς παράδειγμα κἀντεῦθεν πιστούμενος τὰ λεγόμενα, ζῶντά τε καὶ κινούμενον καὶ πνέοντα καὶ φθεγγόμενον καὶ συμφράδμονα εἶναι δυνάμενον καὶ μὴ μόνον διὰ χειρῶν ἀντιλαβῆς, ἀλλὰ καὶ διὰ γλώττης αὐτῆς ὡσεὶ καὶ μαχαίρας ὀξείας ἀποδειροτομεῖν ἰσχύοντα τὸν ἀντίδοξον, καὶ ἕτερ᾿ ἄττα φλύαρα καὶ ἀπάνθρωπα ὑφηγούμενος, δι᾿ ὧν τὸ ἀκροχολώτατον ἐκεῖνο καὶ ὑποδύσκολον τὸν τρόπον γερόντιον χαιρησιφονεῖν ἐπὶ μᾶλλον ἐπώτρυνεν. ὧν δὴ πονηρῶν διαβουλίων καὶ παραιφάσεων μικρὰν ἀποτιννὺς ἀμοιβὴν τῷ γεννήτορι Ἀαρὼν ὁ τὸν Ἀνδρόνικον ὕστερον τῆς ἀρχῆς καθελὼν Ἰσαάκιος ὁ Ἄγγελος ἐκτέμνει τὴν αὐτοῦ γλῶτταν συναφελεῖν τε καὶ ἀφανιεῖν τὸν ἐπὶ ταύτης σπεύδων ἰόν.

Ὁ δὲ βασιλεὺς Μανουὴλ ἐπέβλεψέ ποτε θυμῷ πλαγίῳ καὶ κινήσει ἐνδίκῳ κατὰ τοῦ Σκληροῦ Σὴθ καὶ τοῦ Σικιδίτου Μιχαήλ· ὅθεν καὶ προστάξει τούτου ταῖς οἰκείαις ὄψεσιν ἄμφω τὸν σίδηρον ἐδέξαντο σίζοντα, λόγῳ μὲν ἀστρονομίας ἐχόμενοι, ἔργῳ δὲ μαγγανείαις προσκείμενοι δαιμονώδεσιν.

Ὁ μὲν γὰρ Σκληρὸς ἐπιγάμου παρθένου ἤρα καὶ ἐπείρα λαμπρῶς, παρορώμενος δὲ ὑπὸ τῆς κόρης καὶ ἀδοξούμενος στέλλει ταύτῃ διὰ προαγωγοῦ τινος γυναίου μῆλον Περσικόν. ἡ δὲ παρθένος καταθεμένη τοῦτο τῷ κόλπῳ ἐκμαίνεται μάλα δὴ πρὸς ἔρωτα καὶ ἀφροδισίου ὑποπίμπλαται οἴστρου καὶ τέλος διακορεῖται παρ᾿ αὐτοῦ. οἱ δὲ τῆς παιδὸς προσγενεῖς βαρέως ἐνεγκόντες τὴν ταύτης ταπείνωσιν καταβοῶνται γενναίως μάλα τοῦ ταῖς νεάνισιν ἐφοπλίζοντος δαίμονας καὶ δίκην ὄφεως ἀρχεκάκου δι᾿ ὀπώρας τὰς παρθένους συλαγωγοῦντος καὶ τῆς σώφρονος βιοτῆς ὡς ἐξ Ἐδὲμ ἀπελαύνοντος. καὶ πικρόγαμος ἐντεῦθεν γενόμενος ἣν κακῶς ἔβλεψεν οὐδ᾿ ὅλως ἔτι ἑώρακεν.

Ὁ δὲ Σικιδίτης διά τινων ἀρρητουργιῶν καὶ δεδορκότα τῶν θεωμένων ἐσκότου τὰ βλέφαρα καὶ ἀπεπλάνα τοῦ τὰ θεατὰ ὡς ὄντα ὁρᾶν καὶ τῶν ὁρώντων τὰς ὄψεις παρέφερε κατὰ φάλαγγας ἐπισυνιστῶν τοὺς δαίμονας, οὓς ἂν ἐκπλῆξαι βούλοιτο. ἔτυχε γοῦν ποτε ἀπὸ μετεώρου τῶν βασιλείων βλέπων ἐς θάλασσαν, κατήγετο δὲ ἁλιὰς τρύβλια καὶ λοπάδας ἔχουσα τὰ ἀγώγιμα. φησὶ τοίνυν πρὸς τοὺς συνεστῶτας ὡς τίνα ἂν αὐτῷ κατάθωνται τὸν μισθόν, εἰ τὸν νηΐτην τῶν ὀρθῶν φρενῶν διεκπλεύσαντα μὴ ἂν ὀκνῆσαι παρασκευάσειεν ἀναστῆναί τε τῶν σελμάτων τὴν δικωπίαν προέμενον καὶ συντρῖψαι εἰς λεπτὰ τὰ κεράμια. τῶν δὲ εὐγνωμονεῖν εἰπόντων πρὸς ἅπαν τὸ παρ᾿ αὐτοῦ αἰτηθέν, ὁ πρωρεὺς μετὰ βραχὺ τῆς ἕδρας ἀνίσταται καὶ τὴν κώπην ἀνὰ χεῖρας λαβὼν κατέφερέ τε τῶν σκευαρίων συχνὰ καὶ οὐκ ἀνῆκεν οὕτω διαπραττόμενος, ἕως αὐτὰ εἰς κόνιν ἐλέπτυνεν. ἐκ δὲ τούτου οἱ μὲν ἄνωθεν θεώμενοι τῷ γέλωτι διερρήγνυντο τὸ γεγονὸς τιθέμενοι διὰ θαύματος· ὁ δὲ πλωτὴρ ἀμφοτέραις μετ᾿ οὐ πολὺ τῶν γενείων δραξάμενος γοερὸν ἐπωδύρετο καὶ ὡς θεοβλαβείᾳ τὰς φρένας παρακοπέντα πολλῷ ἔτι μᾶλλον ἀνανήψας τοῦ ζόφου ἑαυτὸν ὠλοφύρετο. ἐρωτώμενος δέ, ὅ τι πεπονθὼς τὸν φόρτον οὑτωσὶ διέθετο, διεξῄει περιπαθῶς ὡς ταῖς κώπαις προσανέχων αἴφνης ὄφιν ὁρᾷ δαφοινόν, πυρσώδη τὸν λόφον, ἄνω τῶν τρυβλίων ἐκτεταμένον, ἐς αὐτὸν ἀτενὲς ὁρῶντα κατὰ τοὺς τῶν δρακόντων ἀκλινεῖς τὸ ὄμμα καὶ καταπιεῖν ὀριγνώμενον, ὃς καὶ οὐκ ἔληξε τῶν ἑλίξεων πρὶν ἢ κατηλόητο τὰ κεράμια· τὸ δ᾿ ἐκ τούτου ἠφάντωται, ὥσπερ ἐκ μέσων οἱ τῶν ὀφθαλμῶν ἀποπτάς.

Καὶ τοῦτο μὲν τοιοῦτον. ἕτερον δὲ κἀκεῖνο· ἐν βαλανείῳ λουόμενος ἦν, ἐς διαφορὰν δὲ καταστὰς μετὰ τῶν τοῖς αὐτοῖς νίτροις ἁγνιζομένων εἰς τὰ ἀπόδυτρα ἔξεισι. μετὰ μικρὸν δὲ καὶ οἱ ἐν τῷ λουτρῷ φεύγοντες καὶ συμπατοῦντες ἀλλήλους ἐξῄεσαν ἐκεῖθεν περιδεεῖς, οἳ καὶ τοῖς συνειλεγμένοις πυκνὰ τὸ πνεῦμα συλλέγοντες ἔφασκον ὡς ἐκ τῆς θερμμορρόας ἐκπηδήσαντές τινες ἄνδρες πίσσης μελάντεροι ἐξῶσαν αὐτοὺς τοῦ λουτροῦ παίοντες κατὰ τῶν γλουτῶν τῷ πλατεῖ τοῦ ποδός.

Διὰ ταῦτα τοίνυν ἀμφότεροι καὶ πράξεις δὲ ἀσελγεστέρας ἑτέρας τῶν ὄψεων ἐστερήθησαν· οἱ δ᾿ αὐτοὶ ἐπιβιώσαντες, ὁ μὲν Σὴθ καὶ πάλιν τοῖς προτέροις ἐνησχόλητο, ἅτερος δὲ εἰς μοναχὸν ἀποθριξάμενος χρόνῳ ὕστερον σύγγραμμά τι περὶ τῶν θείων μυστηρίων ξυνθέμενος ἀφῆκε δι᾿ αὐτοῦ κυνῶν ὠρυγάς, ὁ τῶν θείων δωρεῶν ἀνάξιος.

Ἔργον κἀκεῖνο τοῦ βασιλέως τούτου περιφανές. αἱ Ἀσιαναὶ πόλεις, τὰ Χλιαρά, τὸ Πέργαμόν τε καὶ Ἀτραμύτιον, κακῶς ἔπασχον ὑπὸ τῶν Περσῶν· αἱ γὰρ περιοικίδες χῶραι ἀσυνοίκιστοί τε ἦσαν πρώην κἀκ τοῦ κωμηδὸν οἰκεῖσθαι εἰς προνομὴν τοῖς πολεμίοις ἐξέκειντο. καὶ αὐτὰς τοίνυν ἐκρατύνατο τείχεσι καὶ τὰ πλησίον δὲ ἱππήλατα πεδία φρουρίοις διέλαβεν ἐρυμνοῖς. οὕτω δὲ πλήθουσιν οἰκητόρων ταῦτα δὴ τὰ πολίχνια καὶ τοῖς κατὰ τὸν ἥμερον βίοτον ἐνευθηνοῦνται χρηστοῖς, ὡς ὑπερανῳκίσθαι πόλεων πολλῶν εὐδαιμόνων· ἀγροί τε γὰρ εἰς εὐφορίαν καρπῶν ἡμερωθέντες ἐπέδωκαν καὶ φυτηκόμος χεὶρ ἐρριζούχησεν ἐκεῖσε ξύλον ἅπαν καρποδοτοῦν, ὡς μεταθέσθαι, φάναι τὸ τοῦ Δαυίδ, τὴν ἔρημον εἰς λίμνας ὑδάτων καὶ εἰς οἰκήσιμον τὴν πρώην ἀοίκητον. εἴ τι οὖν κατόρθωμα μέγιστον, εἴ τι λυσιτελέστατον Αὔσοσιν ὁ Μανουὴλ διανενόηκέ τε καὶ διεπράξατο καθ᾿ ὅσους ἦρξε Ῥωμαίων ἐνιαυτούς, τοῦτο εἴη ἂν τὸ κράτιστον ὁμοῦ καὶ κοινωφελέστατον. τίς γὰρ παράγων ἐκεῖ καὶ εἰδώς, οἵαν μὲν ὁ χῶρος ἔτρεφεν ἀγριότητα, οἵους δ᾿ ἔστεγεν ἄνδρας, ἀναιδεῖς μὲν ὑπὲρ τὸν κορυνήτην Περιφήτην, ἀγριωτέρους δὲ τοῦ πιτυοκάμπου Σίνιδος καὶ τοῦ Σκίρωνος, οὓς ἀνεῖλε πάλαι Θησεύς, οὐκ ἂν τὰς χεῖρας ἀνατείνας τῷ βασιλεῖ ἐπεύξαιτο τῷδε κλῆρον ἐν Ἐδὲμ ἀΐδιον καὶ τόπον χλοερὸν καὶ ἀνώλεθρον; οὐκοῦν καὶ ἴδιον ἐπώνυμον ταυτὶ τὰ φρούρια κληρωσάμενα (Νεόκαστρα γὰρ ὀνομάζονται) οἰκεῖόν τε ἁρμοστὴν ἐκ Βυζαντίου στελλόμενον ἔχουσι καὶ εἰς τὸ βασίλειον ταμιεῖον ἐτήσια ξυμφέρουσι κέρματα.


ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ

Αὖθις δὲ τῶν Παιόνων τοὺς ὅρκους συγχεάντων ὁ κατ᾿ αὐτῶν ἐκφύεται πόλεμος καὶ πρὸς καιρὸν ἀπορρυεὶς καὶ δόξας τέλος καταλελύσθαι, ὁ δὲ κατὰ πολύχουν ἀνεθήλησε λήϊον μάκαρος ἀνδρὸς ἀκμαιοτέρους ἀμητῆρας ἐθέλον. ὡς οὖν ὑπέφαινεν ὥρα ὡραία τῇ ἐξόδῳ, ᾔει τὴν ἐπὶ Σαρδικῆς, ὅπου καὶ ταῖς δυνάμεσιν, ἃς ἄγειν ἤμελλεν ἐπὶ Παίονας, τεταγμένον ἦν αὐτῷ συμβαλεῖν.

Ἐν ᾧ δὲ τὰ στρατεύματα ξυνελέγετο, ἐνωτίζεταί οἱ ὡς ἄνωθεν τῆς ἁψῖδος, ἥτις ἔκτισται κατὰ τὸ πρὸς δυσμὰς μέρος τῆς Κωνσταντινείου ἀγορᾶς, εἰκόνες ἐκ χαλκοῦ δύο ἵδρυντο πάλαι γυναικόμορφοι, ἡ μὲν καλουμένη Ῥωμαία, θατέρα δὲ Οὔγγρισσα, νῦν δὲ ὑπὸ τοῦ τὰ πάντα μετασκευάζοντος χρόνου ἡ μὲν ἀπὸ Ῥωμαίων τὴν κλῆσιν εἰληχυῖα τῆς ὀρθίας κατήρειπται στάσεως, ἡ δὲ λοιπὴ ἐπὶ τῆς προτέρας ἥδρασται βάσεως. θαυμάσας οὖν ἐκεῖνος τὸ εἰρημένον, πέμψας εὐθὺς τὴν μὲν ἀνέστησε, τὴν δ᾿ ἀνέτρεψε καὶ κατήνεγκε, ταῖς τῶν εἰκόνων μετασκευαῖς μεταβαλεῖν καὶ μεθαρμόσειν οἰόμενος καὶ τὰ πράγματα, καὶ τὰ μὲν τῶν Ῥωμαίων οἷον μετεωρίσειν, τὰ δὲ τῶν Παιόνων καθαιρήσειν.

Συνηγμένων δὲ τῶν στρατοπέδων σκέψιν προύθηκεν, εἰ δεῖ καὶ αὐτὸν συνεκστρατεύσειν κατὰ Παιόνων, εἴτε μὴν στρατηγῷ τὰς δυνάμεις ἐπιτρέψαντα μετελθεῖν οὑτωσὶ τὸ ἀντίπαλον. ὡς οὖν πᾶσι δέδοκτο βασιλέα μὲν ἐπὶ Σαρδικῆς καθῆσθαι, τῶν δ᾿ ἡγεμόνων τοὺς γενικοὺς ἀναρρηθῆναι στρατηγοὺς τοῦ πολέμου, ὅπως αἱ τῶν πραγμάτων ἄδηλοι ἐκβάσεις εἶεν οὕτω καὶ τὸ ἐκ τῆς ἥττης αἶσχος μετριάζουσαι καὶ τὸ κατορθωθὲν μεγαλύνουσαι μᾶλλον καὶ εἰς κλέος ἐξαίρουσαι μέγιστον ὡς κἀκείνου τε καὶ τούτου ξυμβεβηκότος κατ᾿ ἀπουσίαν τοῦ αὐτοκράτορος, ἀναδείκνυται τῆς ὅλης ἀρχηγὸς στρατιᾶς ὁ τοῦ στόλου δοὺξ Ἀνδρόνικος ὁ Κοντοστέφανος.

Ἐν δὲ τῷ μέλλειν ἀπαίρειν τῆς Σαρδικῆς τὰ στρατόπεδα ἐν ἐπηκόῳ στὰς βασιλεὺς γίνεται γενναίων καὶ καλῶν λόγων καὶ πολὺ τὸ πιθανὸν ἐχόντων ἀγορητής. αὐτόν τε γὰρ τὸν Κοντοστέφανον παρεθάρρυνεν εἰς τὴν προκειμένην στρατήγησιν, οὐ μόνον μεθόδους ὑποτιθεὶς τακτικάς, ἀλλὰ καὶ καιρὸν αὐτῷ τῆς προσβολῆς ἐπισημαινόμενος εἶδός τε ὁπλίσεων καὶ σχήματα παρατάξεων· τούς τε ὑποστρατήγους καὶ τοὺς ἰλάρχας καὶ καθεξῆς ἅπαντας τοὺς ἐν ὅπλοις διανίστη πρὸς μαχησμόν, ἐνάγων εἰς μνήμην τῶν προηγωνισμένων καὶ πείθων τοῖς ὑποδείγμασι σπεῦσαι καὶ τὰ προκείμενα θαρρῆσαι δεινὰ καὶ ἀγαθὸν καὶ τούτοις σὺν θεῷ ἐπιθεῖναι τέλος καὶ μετὰ λαμπρῶν τροπαίων ἐπανελθεῖν· οὕτω γὰρ ὑπ᾿ αὐτῶν δοξασθεὶς κἀν τῷ ἀπεῖναι τοὺς βαρβάρους νικήσας ἀντικαταθήσει καὶ αὐτὸς τούτοις οὐκ εὐαγκάλους τὰς ἀμοιβάς.

Οἱ δὲ καί, ὅτε μὲν ᾔδετο ταῦτα πρὸς τοῦ κρατοῦντος, τὸ ἡδέως ἀκούειν καὶ παραδέχεσθαι προθύμως ὑπέφαινον ἐξ ὧν τὰς ἀκοὰς ὑπέκλινον καὶ σιγὴν ἐπὶ τοῖς λεγομένοις ἠσπάζοντο· ἐπεὶ δ᾿ ἐπαύσατο τοῦ λέγειν, ἔτι μᾶλλον τὴν ἔνδον διάθεσιν ὑπεσήμαινον καὶ ὃν εἶχον γάργαλον ἐν ψυχῇ τῷ μέλιτι τοῦ λόγου κατακηλούμενοι, ὑφ᾿ οὗ καὶ ἐῴκεσαν ἀτεχνῶς ἀποκλύσασθαι, εἴ τι που τούτοις εἰσήρρηκεν ἀηδὲς ἀπὸ τῆς μνήμης τῶν προτέρων πολέμων· βασιλέα τε γὰρ εὐφήμοις ἐκρότουν φωναῖς καὶ τὸ πρόθυμον καὶ ὑπὲρ ἰσχὺν ἐνδείξασθαι ἰσχυρίζοντο. ἀμέλει μηδὲ μέλλειν ἐβόων τὸν στρατηγόν, ἀλλὰ τὴν ἐπὶ τοὺς πολεμίους ἄγειν αὐτούς.

Οὕτως ἐξῃρμένων τῶν στρατευμάτων αἴφνης αἴρεται θροῦς ἐν τῷ στρατοπέδῳ συμμιγής· ἐκ γὰρ τοῦ τῶν Παιόνων τις ἔθνους τὸν ἵππον κατὰ κράτος ἐλαύνων καὶ προβαίνων εἰς ὅσον καὶ ὅσον ἐπὶ στόμα συγκατενήνεκται τῷ ὀχήματι. βασιλεὺς τοίνυν ὡς τοῦτο εἶχε πυθόμενος, αὐτός τε διεκέχυτο καὶ θαρρεῖν παρεκελεύετο πᾶσιν, τὸ μέλλον ἐντεῦθεν οἰωνιζόμενος, καὶ χαίρειν ἐνῆγεν ὡς ἐπὶ δεξιᾷ ἤδη τοῦ πολέμου τῇ τελευτῇ.

Καὶ ὁ μὲν ἐν τούτοις ἦν θεὸν σωτῆρα προηγὸν ἐπικαλούμενος τοῖς στρατεύμασιν· ὁ δ᾿ Ἀνδρόνικος τὸν στρατηγέτην ὑποζωσάμενος ἀπῆρεν ἐκεῖθεν μετὰ πασῶν τῶν δυνάμεων καὶ εἶχεν αὐτὸν ἡμερῶν τινων διαλειπουσῶν ὁ Σάουβος καὶ Δάννουβις διαπεραιούμενον καὶ τὸ Ζεύγμινον εἰσεδέχετο.

Οὐδ᾿ οἱ Παίονες ἐπὶ τούτοις ἀναπεπτώκεσαν, ἀλλὰ τὰς οἰκείας ἴλας ἀγειράμενοι καὶ συμμαχικὸν ξενολογήσαντες οὐκ ὀλίγον ἐκ τῶν ὁμορούντων σφίσιν ἐθνῶν καὶ ἐξ αὐτῶν δὲ Ἀλαμανῶν, ὡς ἐλέγετο, καὶ Διονύσιον τούτοις ἐπιστήσαντες στρατηγὸν αὐτοκράτορα, γενναῖον ἄνδρα καὶ πολλάκις τὰς ἐναντίας συγκόψαντα φάλαγγας, καὶ φρονηματισθέντες οὕτω μετὰ κόμπου ἐπῄεσαν. οὗτος δὲ ὁ Διονύσιος, ὅτε πρώτως ἠκηκόει τὸν Ἴστρον διαβῆναι Ῥωμαϊκὴν στρατιάν, γεγαυρωμένος ὢν ἐπὶ ταῖς προτέραις νίκαις, ἃς ἤρατο κατὰ Ῥωμαίων, μεγαλορρημονῶν ἔλεγεν ὡς εἰς κολωνὸν αὖθις ἐσεῖται ἀγηοχὼς τὰ τῶν εἰς πόλεμον πεσόντων Ῥωμαίων ὀστᾶ, καὶ οἷα τροπαίῳ τούτοις ὡς καὶ ἄλλοτέ ποτε χρήσαιτο, ἐπεὶ καὶ ἦν τι τοιοῦτον βαρβαρικῶς δεδρακώς, ὁπηνίκα τὸν Βρανᾶν καὶ τὸν Γαβρᾶν, ὡς ἤδη μοι ἐρρέθη, κατηγωνίσατο.

Ἐνστάσης δὲ τῆς ἑορτίου μνήμης Προκοπίου τοῦ μάρτυρος, ἐκτάσσει τὰς δυνάμεις εἰς πόλεμον ὁ Κοντοστέφανος, καὶ αὐτὸς ἐνέδυ τὸν θώρακα καὶ τὴν ἄλλην πανοπλίαν ἠμφίεστο, καὶ τοῖς λοιποῖς ὡσαύτως ἐπέταττε δρᾶν, καὶ τὴν ἑαυτοῦ ἕκαστος τάξιν ἐπεπορεύετο καὶ καθίστα πρὸς τὸ εὔτακτον. καὶ τὸ μὲν τῆς φάλαγγος μέτωπον ἀπένειμεν ἑαυτῷ, τὸ δὲ κέρας τὸ δεξιὸν Ἀνδρόνικος ἐπεῖχεν ὁ Λαπαρδᾶς, τὸ δὲ λαιὸν ἄλλοι ταξίαρχοι, οὓς ὁ στρατηγὸς συνεπήγετο. ἐξετετάχει δὲ καὶ ἄλλας φάλαγγας, μικρὸν ἄποθεν αὐτὰς διαστήσας ἑκατέρου κέρατος, ὅπως ἐπιπαριοῦσαι κατὰ καιρὸν εἴησαν ἐπαρήγουσαι τοῖς κάμνουσι τάγμασιν.

Οὕτω δ᾿ ἐκτάσσοντι τὰς δυνάμεις καὶ καθιστῶντι τῷ Ἀνδρονίκῳ ἐφίσταταί τις ἐκ βασιλέως κομίζων γράμματα ἐκείνην τὴν ἡμέραν καθυπερθέσθαι τὴν συμπλοκὴν ἐπιτάττοντα καὶ καθ᾿ ἑτέραν ἀναθέσθαι, ἣν καὶ αὐτὴν τὸ ἐπιστόλιον ἀνεδίδασκε. δεξάμενος οὖν ὁ στρατηγὸς τὸ βιβλίον εἰς τὸν οἰκεῖον καθῆκε κόλπον, μήτε τοῖς γραφομένοις προσσχών, μήτε τοῖς συνοῦσι μεγιστᾶσι δῆλα τὰ προσταττόμενα θέμενος, ἐπαινετῶς δὲ παρακρουσάμενος ἑτέρων ὑποθέσεων διηγήσεσιν. ἀπετρέπετο δὲ ὡς ἀποφρὰς ἡ τότε ἡμέρα καὶ ὅλως ἀξύμφορος πρὸς τὴν κατ᾿ Ἄρεα συμβολήν, ἐπεὶ καὶ ἦν τὰς πλείστας καὶ μεγίστας τῶν πράξεων καὶ παρὰ Θεοῦ τὸ πέρας κατ᾿ εὐδοκίαν εἴτε καὶ μὴ δεχομένας ταῖς τῶν ἄστρων οὐκ οἶδ᾿ ὅπως περιπλοκαῖς καὶ ταῖς τοιαῖσδε θέσεσι καὶ κινήσεσιν ἐπανατιθεὶς καὶ τοῖς παρὰ τῶν ἀστρολεσχούντων λεγομένοις καθυπαγόμενος ἴσα ταῖς ἐκ θρανίδος Θεοῦ ἀποφάσεσιν.

Εἰδὼς δὲ Ἀνδρόνικος ὡς μέγα τι πολλάκις ὤνησε τὸν ἀθλοῦντα καὶ βραχεῖά τις ὑποφώνησις τοῦ ἀλείφοντος πρὸς τὸν ἐν χερσὶν ἀγῶνα διανίστησι λόγοις τὸ στράτευμα „μνήσασθε”, ὑποφθεγγόμενος „ἄνδρες Ῥωμαῖοι, πολεμίου ἀλκῆς, μνήσασθε, καὶ μηδέν τι φρονήσητε τῆς δόξης καὶ τῆς τύχης τῆς ἐνούσης ἀνάξιον, εὖ εἰδότες ὡς καὶ θῆρες ὀρεινόμοι τοῖς κατ᾿ αὐτῶν εὐθαρσῶς ἐπιοῦσι δεδίασί τε προσεγχειρῆσαι καὶ διασοβηθέντες ἀπίασιν, ὅσοι δὲ αὐτοῖς ἀντιμέτωποι στῆναι πεφρίκασιν ἐς ἑτοίμην θοίνην ὠμοβορούμενοι πρόκεινται. ἀνδριστέον οὖν κατὰ τουτωνὶ τῶν θηριογνωμόνων βαρβάρων, μήπως ὑπ᾿ αὐτοῖς γενώμεθα φιλοψυχίαν ἀγεννῶς νοσήσαντες μὴ σώζουσαν ἀλλ᾿ ἀπόλλουσαν, τοῦτο δὴ ὅπερ αἱ ταῖς ἀρεταῖς ἀντίθετοι κακίαι εἰώθασι δρᾶν, εἰ καὶ παραπεπήγασιν αὐταῖς καὶ εἰσί πως ἀγχίθυροι. καὶ ἄλλως δὲ οὐχ ἡμεῖς μέν ἐσμεν καὶ βλητοὶ καὶ θνητοί, ἐκ δὲ χαλκοῦ τεχνητοὶ οἱ πολέμιοι· οὐδ᾿ οὗτοι μὲν χιτῶνας περίκεινται σιδηρέους καὶ ὠκύποσιν ἵπποις ἀνέχονται, ἡμεῖς δὲ τοὐναντίον ἅπαν καὶ σώματα γυμνὰ προβαλλόμενοι· οὐδ᾿ εὐπάλαμνον μὲν τὸ ἀντίπαλον, ἀπόμαχον δὲ τὸ ἡμέτερον· τοῖς πᾶσιν ἡ αὐτὴ διάρτισις καὶ μέλησις πολέμων καὶ ὅπλισις. ἐῶ γὰρ λέγειν ὡς ὅσῳ λόγῳ καὶ παιδείᾳ τῶν βαρβάρων διενηνόχαμεν, ὡς καὶ εἰπεῖν ἔμπειροι καὶ ξυνιδεῖν οὐκ ἄποροι, τοσοῦτον καὶ τέχναις στρατηγικαῖς καὶ στρατιωτικαῖς μεθόδοις ὑπερφέρομεν. ἤδη δὲ καὶ ἄλλοτέ ποτε συμβαλόντες διημιλλήθημεν Παίοσι, τὴν γῆν αὐτῶν ἐπιόντες καὶ κείροντες. οὕτω τοίνυν καὶ νῦν αὐτοῖς συμπλεκοίμεθα, ὡς εἰς ἕξιν τοῦ νικᾶν προελθόντες. ναὶ ἄνδρες, ναὶ συστρατιῶται, οὕτως τέκνα καὶ συλλέκτρους ἴδοιτε. ἀράτω τὰς φωνὰς τῶν βαρβάρων ὁ βαθυδίνης οὑτοσὶ Ἴστρος ἐπιτριβομένων καὶ ταῖς δίναις ἐναποψυχόντων· ἀλλὰ καὶ αἱματώδης προρρέων δι᾿ ὧν χώρων ὁλκῷ σύρεται, διατρανούτω Παίονας ἡττημένους καὶ Ῥωμαίους ἀνακηρυττέτω νικῶντας, ἐξιστῶν τοὺς θεωμένους τῷ ἀήθει τῆς προχοῆς.

Χρεὼν δὲ πρὸς τούτοις σκοπεῖν ὡς ὁ ἐκπέμψας ἡμᾶς ἐς τόνδε τὸν πόλεμον ἅπας ἡμῶν ἐξήρτηται καὶ χρησταῖς ἐλπίσιν ὑποθαλπόμενος ἐφ᾿ οἷς αὐτῷ καὶ ὑπὲρ ἰσχὺν ἀνδρίσασθαι συνεθέμεθα, μικροῦ τοὺς ζωγρίας ἀναπολεῖ καὶ τὸ τῆς νίκης φαντάζεται μέγεθος. μὴ τοίνυν κἀκεῖνον αἰσχύνωμεν καὶ ἡμᾶς αὐτοὺς κακῶς διαθώμεθα πρὸς τὸν ἐν ὄψει μαλακισθέντες κίνδυνον, οὐδὲν ὅτι μὴ θάνατον τὸ πέρας ἔχοντα. αἱ γὰρ ἀκμαὶ τῶν κακῶν οὐ φιλοῦσιν ἀνάδυσιν καὶ τὸ βραχέως ἐν τούτοις καθυπενδοῦναι καταπροδοῦναι τὸ πᾶν ἐστι.” Τοιαῦτ᾿ εἰπὼν ἐπὶ πεδίου ἀναπεπταμένου προῆγεν. ἀντεξάγει δέ οἱ καὶ Διονύσιος τὰ οἰκεῖα στρατόπεδα, χαροπὸς τῷ προσώπῳ, κροτῶν ἅμα καὶ χαίρων ὡς ἐπὶ παιδιὰν ἐξιών. ὁπόθεν καὶ τὸ τί δεῖ ποιεῖν ἐπὶ καιροῦ μὴ εἰδώς, οὔτε εἰς κέρας δεξιὸν καὶ εὐώνυμον τὴν ὑπ᾿ αὐτὸν ἐμέρισε στρατιάν, οὔτε εἰς ἴλας ἀποδιεῖλε καὶ φάλαγγας, ἀλλ᾿ εἰς ὁμαιχμίαν μίαν συνεσπειρακὼς τοσοῦτον στράτευμα καὶ πυκνώσας οἷον αὐτὸ καὶ πυργώσας κατὰ νέφος μέλαν ἐπῆγεν, οὐδὲν ἐκλείπων ὑπεροψίας ὠμῆς. ἦν δὲ καὶ ἡ σημαία μετέωρος ἐπί τινος ἠνεμωμένη παχέος καὶ ὑψιτενοῦς ἱστοῦ τέτρασιν ὑποτρόχοις ἑλκομένου βοῶν ζεύγμασιν. αὐτὴ δὲ ἡ ἀντίμαχος ὁμαιχμία φρικαλέον ὄντως καὶ δυσαντίβλεπτον ὅραμα ἦν, πᾶσα οὖσα ἱππότης καὶ λογχηφόρος. οὐ μόνον δὲ οἱ ἄνδρες μετεῖχον τοῦ ἀκριβοῦς ὁπλισμοῦ καὶ ποδηνεκοῦς, ἀλλ᾿ ἦν ὁρᾶν καὶ τῶν ἵππων αὐτῶν διαδήματα μασχαλιστῆρας προφαινόντων καὶ περικειμένων προμετωπίδια καὶ προστερνίδια τῶν βλημάτων ἐρύματα. ὁ δὲ τῶν ἵππων φριμαγμός, ἡ δὲ πρὸς ἥλιον ἀνταυγοῦσα τῶν ὅπλων στιλβηδών, ὡς ἐγγὺς ἦν τὰ στρατεύματα, καινοτέραν ἐποίει τὴν θέαν καὶ διὰ φόβου καὶ θαύματος τοῖς ἐκ τῶν στρατοπέδων ἀμφοῖν.

Ἐπεὶ δὲ προῆλθον ὡς εἰς μεταίχμιον καὶ περὶ μεσημβρίαν ἦν ἡ ἡμέρα καὶ καιρὸς ἐδόκει συρρήγνυσθαι, ὁ μὲν Κοντοστέφανος τοῖς ἐκ δεξιοῦ καὶ λαιοῦ κέρως ἄγχιστα παρακολουθοῦσι τὰ τελευταῖα τῶν βαρβάρων κόπτειν ἐφῆκε, μάλιστα δὲ τοῖς ἱπποτοξόταις θαμὰ βάλλειν παρεκελεύετο. σκοπὸς δὲ ἦν ἐντεῦθεν τῷ στρατηγῷ κατασείσειν εἴτε μὴν ἐκκρούσειν τῆς συνεχείας τὰς Παιονικὰς φάλαγγας· κατὰ γὰρ τὴν Ὁμηρικὴν καὶ τότε παράταξιν „ἀσπὶς ἀσπίδ᾿ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ᾿ ἀνήρ,” καὶ ἴσας εἶχον οἱ ἵπποι τὰς κεφαλάς, ἔφριξε δ᾿ ἡ μάχη ἐγχείῃσι φθισίμβροτος καὶ κατὰ κινούμενον δράκοντα καὶ φρίσσοντα τὰς φολίδας ἐκύμαινον οἱ στρατοί. ὁ δὲ Διονύσιος ὡς τεῖχος ἀτίνακτος προὔβαινεν ἐς αὐτόν τε τὸν Κοντοστέφανον καὶ τὸ ἀμφ᾿ αὐτὸν τεταγμένον τιταίνων τὸ ἔγχος. ὡς οὖν ἐδέξαντο τοῦτον Ῥωμαῖοι, διαδορατισμοὶ παρ᾿ ἀλλήλων ἦσαν καὶ ὠθισμοὶ καὶ ἀντωθισμοὶ μέχρι τινός· ἐπεὶ δὲ τὰ δόρατα κατεάγη καὶ ἦν τὸ μεταίχμιον ἀποσχεδιασθὲν εἰς φραγμὸν τοῖς τῶν κοντῶν στοιβασμοῖς, τὰς ἐπιμήκεις ἐσέπειτα μαχαίρας ἐσπάσαντο καὶ αὖθις συμπεσόντες ἐμάχοντο. ὡς δ᾿ ἤδη καὶ αὗται τὰ στόματα ἠμβλύνθησαν διὰ τὸ τῶν στρατευμάτων πάγχαλκον καὶ πανσίδηρον, οἱ μὲν Παίονες ἠμηχάνουν τὸ ἀπὸ τοῦδε μηδαμῶς κατὰ νοῦν θέμενοι ὡς ἐπιόντας αὐτοὺς Ῥωμαῖοι δέξονται, Ῥωμαῖοι δὲ μετὰ χεῖρας τὰς ἐκ σιδήρου κορύνας χειρισάμενοι (ἔθος δὲ αὐτοῖς καὶ τοιόνδε φέρειν ὁπλισμόν, ἡνίκα ἂν εἰς πόλεμον ἴοιεν) ἔπαιον τοὺς Παίονας δι᾿ αὐτῶν· καὶ ἦν καίριον μάλα τὸ πλῆγμα κατὰ κεφαλῆς καὶ προσώπων γινόμενον. πολλοὶ τοίνυν σκοτοδινιῶντες τῆς οἰκείας ἀνετρέποντο ἕδρας· εἰσὶ δ᾿ οἳ καὶ ἐλειφαίμουν τοῖς τραύμασι. καὶ οὕτω τοῦ ἀρραγοῦς ἐκείνου διασπασθέντος συντάγματος, οὐκ ἦν ὃς οὐκ ἦν τῶν Ῥωμαίων μὴ βάλλων καὶ καταβάλλων Παίονα ἢ μὴ σκυλεύων τὸν πεπτωκότα ἢ μὴ πανοπλίαν ἀλλοτρίαν ἐπενδυόμενος ἢ ἵππου μὴ ἐπιβαίνων, οὗ τὸν ἀναβάτην κατέκανεν.

Ἐπειδὴ δὲ περὶ ὀψίαν ἦν ἡ ἡμέρα, τὸ μὲν ἀνακλητικὸν διατόρως ἡ σάλπιγξ συνεθημάτιζε καὶ τὸ διαέριον ἐκεῖνο καθῃρεῖτο τῆς τοῦ Διονυσίου σημαίας δίαρμα, ὁ δ᾿ Ἴστρος εἶχε τὰ πορθμεῖα καθειλκυσμένα καὶ ὁ στρατὸς εἰς τὴν περαίαν ἀνήγετο. φήμη γὰρ ἀνὰ τὰ Ῥωμαϊκὰ στρατόπεδα διεφοίτα καὶ κατακρότους ἐτίθει τὰς τοῦ στρατηγοῦ μήνιγγας ὡς οἱ Παίονες οὐκ ἀγεννῆ ξενολογίαν κατὰ τὴν μετ᾿ ἐκείνην εἰσὶν ἐκδεχόμενοι. διὰ ταύτην οὖν τὴν ἀκοήν, μὴ πεφυκυῖαν ἐπίπαν ἀπόλλυσθαι, αὐτίκα μετὰ τέλος αἴσιον τοῦ πολέμου ἀπῆρεν ἐκεῖθεν Ἀνδρόνικος.

Ἀλλ᾿ οὕτω μὲν κατεστρατήγηντο Παίονες, βασιλεὺς δὲ τὴν καλλίστην ταυτηνὶ νίκην ἐνωτισάμενος θύει θεῷ χαριστήρια καὶ αὐτὸς ἦν ἐν κρότοις καὶ χαρμοναῖς. κοινούμενος δὲ τοῖς τῆς βασιλίδος οἰκήτορσι πόλεως ταῦτα δὴ τὰ εὐφρόσυνα κατορθώματα γράμματα εὐάγγελα στέλλει τὴν τροπαιουχίαν περισαλπίζοντα.

Μεθ᾿ ἡμέρας δέ τινας καὶ αὐτὸς τὴν μεγαλόπολιν εἰσιὼν κατάγει θρίαμβον ἀπὸ τῆς ἑῴας πύλης, ἥτις ἀνέῳγε κατὰ τὴν ἀκρόπολιν. οἷα δ᾿ ἐπὶ μεγίστῳ τροπαίῳ καὶ ἀκραιφνεῖ θριαμβεύσειν μεγαλοπρεπῶς προθέμενος καὶ τὰ τῆς πομπείας διασκευασθῆναι πρὸς τὸ ὑπέρογκον διατέταχεν.

ἅπας οὖν περιπόρφυρος πέπλος καὶ χρυσίῳ κατάστικτος ἀπῃώρητο καὶ οἱ ἀστυνόμοι ἄλλος ἄλλοθεν ἐπὶ τὴν πρόοδον ἐκείνην μεταρρυέντες ὡς ῥεῦμα κατὰ πρανοῦς ὀχετηγούμενον ἐξεκένωσαν ἀγορὰς οἴκους νεὼς ἐργαστήρια καὶ ἄλλο μέρος ἅπαν τῆς πολυχανδοῦς πόλεως. οὐδὲ τῆς τῶν αἰχμαλώτων συμμορίας ὁ θρίαμβος ἀπεστέρητο, ἀλλὰ καὶ τούτων πολλοὶ διῆγον τοὺς παρόντας καὶ ἐσέμνυνον τὴν πομπὴν παριόντες. αὐτὰ μέντοι τὰ καθ᾿ ἑκάτερα μέρη τῆς διόδου, καθ᾿ ἣν ἔμελλε τελεῖσθαι ὁ θρίαμβος, παρυφιστάμενα δρύφακτα εἰς διώροφά τε καὶ τριώροφα παρυψούμενα πᾶσιν ἐνεποίουν θαυμασμὸν καὶ τὰ τέγη δ᾿ οὐχ ἥκιστα μάλιστα πολλοὺς τοὺς θεωμένους καὶ πάντας ἀνέχοντα ἐκκρεμεῖς. ἐπεὶ δὲ καὶ τοῦ τὸν αὐτοκράτορα παρελθεῖν ἐνειστήκει καιρός, προηγεῖτο μὲν ἀργύρεον ἐπίχρυσον τέτρωρον ἵπποις λευκοῖς ὡς αἱ χιόνων ἀποσπάδες ἑλκόμενον, ἵδρυτο δ᾿ ἐπ᾿ αὐτοῦ ἡ εἰκὼν τῆς ἀπροσμάχου συμμάχου καὶ ἀκαταγωνίστου συστρατήγου τῷ βασιλεῖ θεομήτορος· οὐ μέγα δ᾿ ἔβραχεν ἄξων, ὅτι μηδὲ θεὰν ἦγε δεινὴν τὴν ψευδοπάρθενον Ἀθηνᾶν, ἀλλὰ τὴν ὡς ἀληθῶς παρθένον καὶ ὑπὲρ λόγον διὰ λόγου τὸν Λόγον λοχεύσασαν. μετὰ δὲ τοῦτο οἱ καθ᾿ αἷμα τῷ βασιλεῖ περιώνυμοι καὶ ὅσοι γερουσιάζοντες τὰς πολιτικὰς διεῖπον ἀρχὰς καὶ οἱ λαμπροὶ τοῖς ἀξιώμασι καὶ τῇ τοῦ βασιλέως εὐνοίᾳ περίκλυτοι. ἔπειτα δ᾿ ὁ κρατῶν προῄει αὐτός, ἵππῳ ὑψαύχενι ἔποχος, κύδιστος, μέγιστος, καὶ κόσμους τοὺς βασιλικοὺς περικείμενος. παρείπετο δέ οἱ καὶ ὁ τοῦ θριάμβου αἴτιος Κοντοστέφανος, ὑμνούμενος τῆς νίκης, τοῦ δεξιοῦ μακαριζόμενος στρατηγήματος. εἰς δὲ τὸν Μέγαν Νεὼν εἰσιὼν καὶ τοῦ παντὸς ἐνώπιον λεὼ τὴν τοῦ Κυρίου λαλήσας αἴνεσιν πρόεισιν ἐκεῖθεν εἰς τὰ βασίλεια. ὥσπερ δὲ τόξον ἀνιεὶς ἑαυτὸν τῆς ἄγαν τάσεως διεχεῖτο ἵππων ἁμίλλαις.

Καὶ τὸ ἐπιὸν δὲ ἔαρ εἰς ἄνεσιν ταμιευσάμενος σώματος, ἐπειδὴ παρίππευσε Καρκίνον καὶ παρῆλθε Λέοντα ἥλιος ὅ τε Σείριος ὑπέληγε τῶν φλογώσεων, αἱ δὲ χειμέριοι τροπαὶ ἤδη παρεσκυθρώπαζον, ἔξεισι πρὸς τὰ ἑσπέρια καὶ κατὰ τὴν Φιλίππου ἐναυλίζεται. ἠκηκόει γὰρ ὡς ὁ τῶν Σέρβων σατράπης (ἦν δὲ τότε ὁ Νεεμὰν Στέφανος) ὑπὲρ ὃ δεῖ θρασύτερος γέγονε καὶ κακόσχολος ὤν τις ἥγηται σοφὸν τὸ περίεργον καὶ τὴν ἐπιθυμίαν τρέφων ἀκόρεστον καὶ πρὸς τὰ ἐκεῖ πάντα διαπλωθῆναι φιλονεικῶν τοῖς ἐκ τοῦ αὐτοῦ φύλου βαρὺς ἐμπίπτει καὶ ξίφει τὸ γένος μέτεισι, μήτε μὴν τὰ οἰκεῖα εἰδὼς μέτρα Χορβατίαν ὑποποιεῖται καὶ πρὸς ἑαυτὸν ἐπισπᾶται τῶν Δεκατάρων τὴν κυριότητα.

Διὰ ταῦτα τοίνυν πεῖραν εἰληφέναι θέλων τοῦ ἐπὶ τούτοις τῷ Νεεμὰν βουλήματος στέλλει μετὰ δυνάμεως τὸν Παδυάτην Θεόδωρον. τῷ δὲ τοπάρχῃ Νεεμὰν οὕτως ἀναρσίου μετῆν φρονήματος, ὡς εὐθὺς ἐξενεγκεῖν ἀκήρυκτον πόλεμον καὶ Ῥωμαίοις ἐπεισπεσεῖν. βασιλέως δὲ αὐτὸν μετελθεῖν κρίναντος, ὀλίγον τῇ μάχῃ παραφανεὶς ἀπεκρύψατο τὰς τῶν ὀρῶν καὶ πάλιν ὑποδὺς καταδύσεις καὶ τὰς πέτρας θέμενος εἰς ἀποκρυβήν. ἀεὶ δέ τι περικόπτων τῆς προλαβούσης ὀφρύος καὶ ὑφαιρῶν τέλος τοῖς ἐκείνου ποσὶ τὴν οἰκείαν ὑποτέθεικε κεφαλήν, μέγας μεγαλωστὶ τεταμένος καὶ περὶ τοῦ μὴ παθεῖν κακῶς δεόμενος· ἠγωνία γάρ, μήπως αὐτὸς μὲν τῆς τῶν Σέρβων παραλυθῇ δυναστείας, τὸ δὲ κράτος μετενεχθῇ πρὸς τοὺς ἐκείνου ἄρχειν δικαιοτέρους καὶ οὓς αὐτὸς κατασπάσας εἶχε πρὸς τὴν ἀρχὴν ἀναχθείς.

Οὕτω δ᾿ εὐμαρῶς μετῄει τοῦτον καὶ πρὸς τὴν ἐκείνου πίστιν μετέστρεφεν, εἴ ποτε ἀποπλανώμενον ἑώρα τοῦ εὐθέως καὶ ἐλεύθερον βλέποντα ἢ τῷ τῶν Ἀλαμανῶν ῥηγὶ προστιθέμενον ἢ τοῖς Οὔννοις προσνεύοντα καὶ κοινὸν ἐκείνοις βαλάντιον καὶ πήραν προσκτώμενον, ὡς οὐδὲ ποιμὴν ποίμνιον εὐπερίγραπτον. οὕτω δ᾿ ἐδεδοίκει τοῦτον ὡς οὐδὲ τὸν βασιλικώτατον θῆρα τὰ κνώδαλα· ὅς γε καὶ τὰ ἱππάσιμα μόνα πολλάκις ἐπιφερόμενος καὶ τοῖς δορυφοροῦσιν εἰπὼν „ἕπεσθε” τὰ Ῥωμαίων παρήλλαττεν ὅρια καὶ κατ᾿ αὐτοῦ ἐξορμῶν πρὸς τὸ οἰκεῖον ἐφετὸν τὰ ἐκεῖθι μετήμειβε πράγματα.

Ἀλλὰ τίνα τὰ ἐπὶ τούτοις; ἐρᾷ καὶ στρατείας ὑπερορίου καὶ τὸ τῆς Αἰγύπτου ἐνωτιζόμενος πάμφορον καὶ ὅσα γεωργεῖ Νεῖλος ὁ καρποδότης καὶ εὔσταχυς, τοῖς πήχεσι μετρῶν τὸ εὔδαιμον, ἔγνω ἐν θαλάσσῃ θέσθαι χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ, εἴ πως τὰ δι᾿ ἀκοῆς ἐρώμενα Αἰγύπτια ἀγαθὰ καὶ ὀφθαλμοῖς ἐντράνοις θεάσαιτο καὶ θείη ληπτὰ ταῖς χερσίν. ἐποίει δ᾿ ἐκεῖνον ταῦτα φαντάζεσθαι τὰ ἐν ποσὶν ὑπεραλλόμενον, καὶ ταῦτα ἔτι ὠδίνοντα, καὶ τεμνόμενα μὲν καὶ κατακαιόμενα, οὐκ ἀφαντούμενα δὲ καὶ ἀμαυρούμενα, ἀλλὰ παλιμφυῆ κατὰ τὴν Ὕδραν γινόμενα, φιλοδοξία τις ἄκαιρος καὶ τὸ πρὸς βασιλεῖς ἀνθαμιλλᾶσθαι, οἷς τὸ κλέος πολὺ καὶ τὰ σχοινίσματα οὐκ ἀπὸ θαλάσσης μόνον ἕως θαλάσσης ὑφαπλούμενα πρὶν παρετέτατο, ἀλλ᾿ ἐκ τῶν ἑῴων ὁρισμάτων μέχρι τῶν ἑσπερίων διικνεῖτο στηλῶν.

Οὐκοῦν καὶ τὸ σκέμμα τῷ τῶν Ἱεροσολύμων ῥηγὶ Ἀμερρίγῳ κοινωσάμενος κἀκεῖνον εὑρὼν οὐκ ἀποπεμπόμενον τὸ ἐννόημα, μᾶλλον μὲν οὖν καὶ συλλαβέσθαι οἱ τοῦ ἐγχειρήματος ὑπισχνούμενον, στόλον καταρτύει βαρὺν κατὰ τοῦ Ταμιάθι εἰς νῆας μακρὰς διακοσίας καὶ ἔτι πρὸς ἀριθμούμενον, ἐν αἷς κατελέγοντο δέκα μὲν αἱ ἀπὸ τῆς Ἐπιδάμνου ἀναχθεῖσαι, ἓξ δὲ ταχυναυτοῦσαι πᾶσαι, ἃς ἐπλήρουν οἱ Εὐβοεῖς· ἀναδείκνυσι δὲ ναύαρχον τὸν μέγαν δοῦκα τὸν Κοντοστέφανον Ἀνδρόνικον. ἀπὸ δὲ τουτωνὶ τῶν τριηρέων ἑξήκοντα τῷ Μαυροζώμῃ παραδοὺς Θεοδώρῳ πρὸς τὸν ῥῆγα ἐξέπεμψε, προκαταγγελοῦντα μὲν καὶ τὴν ὅσον οὐδέπω τοῦ λοιποῦ στόλου ἀναγωγὴν καὶ τὴν ἐκεῖσε τοῦ Κοντοστεφάνου ἄφιξιν, διαναστήσοντα δὲ κἀκεῖνον ὡς εἴη ἑτοιμασάμενος τὰ πρὸς ἔξοδον, ἅμα δ᾿ ἀποκομίσοντα καὶ τὰ τῶν Ἱεροσολυμιτῶν ἱππέων ὀψώνια, ὅσοι συνεκστρατεύειν ἤμελλον τῷ ῥηγὶ συνεφαπτομένῳ τοῦ πολέμου καὶ κατ᾿ Αἰγυπτίων τιθεμένῳ τὴν κίνησιν, καθ᾿ ὧν ὁ στόλος ὁ Ῥωμαϊκὸς συγκεκρότητο.

Μετ᾿ οὐ πολὺ δὲ καὶ αὐτὸς ὁ Κοντοστέφανος ἔξεισιν (ἦγε δὲ τότε ὀγδόην μὴν ὁ Ἰούλιος) καὶ δὴ πρὸς τὸ Μελίβοτον καταχθεὶς καὶ παρὰ τοῦ βασιλέως ἐκεῖσε ἀφιγμένου θεατοῦ τοῦ στόλου τὰ πρὸς τὸ ἔργον ὑφηγηθεὶς μετὰ δύο ἡμέρας ἀνάγεται καὶ κατάγεται εἰς τὰ Κοῖλα, ταῦτα δὴ τὰ περὶ Σηστόν τε καὶ Ἄβυδον, καὶ ἐντίθησι ταῖς τριήρεσι τὸ ἐκ Ῥωμαϊκῶν καὶ ἐθνικῶν ἰλῶν ἀποκριθὲν καὶ παραδοθέν οἱ στράτευμα. τὸ δ᾿ ἐντεῦθεν, ὡς ἦν τὸ πνεῦμα φορὸν καὶ οὔριον, τὰ πρυμνήσια λύσας καὶ τὰ ἱστία διαπετάσας τὴν ἐς Κύπρον παρανελέγετο κέλευθον. κατὰ δὲ τὸν πλοῦν τοῦτον ἓξ ἐγκύρσας ναυσίν, ἃς ὁ τῆς Αἰγύπτου ἀμηρᾶς ἐπεπόμφει πρὸς κατασκόπησιν, τὰς μὲν δύο συλλαβὼν εἶχεν, αἱ δ᾿ ἄλλαι, αἳ καὶ μὴ ἀγχώμαλα τὸν πλοῦν ἐπεποίηντο, καταταχήσασαι διαδιδράσκουσιν.

Προσοκείλας δὲ τῇ Κύπρῳ τὴν ἄφιξιν αὐτοῦ παρίστησι τῷ ῥηγὶ καὶ πυνθάνεται, πρὸς ὅτῳ ἔχει τὸν νοῦν, εἰ προσμενεῖ αὐτὸν εἰς Κύπρον ἢ τὴν ἐπὶ Ἱεροσολύμων βαδιεῖται οὗτος. ὁ δὲ ῥὴξ κατὰ τὸν Ἐπιμηθέα, ᾧ τὸ μὲν μέλειν οὐκ εἶναί φασι τὸ δὲ μεταμέλειν καὶ μάλα, τὴν καρδίαν μέσην ἐπλήττετο, ὅτι συναρήξειν ὅλως βασιλεῖ κατένευσεν ἢ γοῦν ἐπώτρυνε τὴν κατ᾿ Αἰγυπτίων μελετῶντα κίνησιν. τῷ τοι καὶ ἀναβαλλομένῳ ἐῴκει καὶ σκεπτομένῳ πολλάκις τὸ ποιητέον. ὀψὲ δ᾿ οὖν σημαίνει τῷ Ἀνδρονίκῳ τὴν ἐπὶ Ἱεροσολύμων ἵεσθαι, ὡς ἐκεῖσε συνελθόντες συνδιασκέψωνται κοινῶς ὃ διαπράξονται.

Εἶχε τοίνυν ἡ μὲν Παλαιστίνη τὸν Κοντοστέφανον, τὸν δ᾿ Ἀμερρίγον αὖθις ἡ μέλλησις καὶ ὁ μετάμελος πολὺς ἐγκείμενος ὑπέτυφε τὴν ψυχήν. πολλὰ δὲ καὶ ἄλλα Πάτροκλον πρόφασιν προτιθεὶς οὐδὲν ἧττον ἐπὶ πᾶσι καὶ τὴν τῶν οἰκείων στρατευμάτων προυβάλλετο συλλογήν.

Ἀνδρόνικος δ᾿ ἐπὶ τούτοις ἤχθετο μὲν τοῦ καιροῦ τηνάλλως ἐκμετρουμένου, οὗπερ οὐκ ἦν εἰσαῦθις ἐπιλαβέσθαι ὡς μηδὲ κομῶντος ἐξόπισθεν, ὑπέθραττε δ᾿ αὐτὸν πλειόνως ὁ τοῦ ναυτικοῦ πληρώματος ὀψωνιασμὸς διακενῆς ἀναλούμενος. ὁ γὰρ βασιλεὺς τριῶν μηνῶν τῷ στόλῳ σιτηρέσιον ἐπεμέτρησεν ἐκ τοῦ Αὐγούστου μηνὸς ἀρξάμενος, ἦν δὲ τότε λήγων Σεπτέμβριος.

Ἐπεὶ δ᾿ ἐδόκει ἀπαίρειν, τὴν διὰ ξηρᾶς πορείαν ὁ ῥὴξ τοῦ θαλαττίου προτίθησι πλοῦ καὶ Ἀνδρονίκῳ οὑτωσὶ ποιεῖν ὑποτίθησι φάσκων εὐμαρεστέραν εἰδέναι ταύτην πολλῷ καὶ ἀπαθεστέραν τῷ ἑλομένῳ καὶ ὡς ἐσεῖται ἅμα οὕτως αὐτοῖς ἐξ ἐφόδου καὶ πάρεργον ὁδοῦ παραστήσασθαι τὸ Τούνιόν τε καὶ τὸ Τενέσιον. τὰ δέ ἐστι κωμύδρια τῷ τῆς Αἰγύπτου ἀμηρᾷ καθυπείκοντα, οὐ δυσπρόσοδα, οὐδὲ δυσέμβολα, ἀλλ᾿ ἐφ᾿ ὑπτίου κείμενα πεδίου καὶ τοὺς πλείστους τῶν κατοίκων ἔχοντα γνωριζομένους ἐξ ὀνόματος τοῦ Χριστοῦ. ὡς ἀγαθῇ γοῦν τῇ παραιφάσει τοῦ ῥηγὸς πεισθεὶς Ἀνδρόνικος ἣν ᾑρεῖτο οὗτος ἐτράπετο. τὴν δ᾿ ἐν τῷ μεταξὺ πορείαν ἀλύπως ἀνύσαντες οἷς εἴπομεν φρουρίοις προσέβαλον καὶ ὁμολόγως αὐτὰ χειρωσάμενοι, ὅτι μηδ᾿ εἶχον ἔνδοθεν ἀξιόμαχον δύναμιν καὶ χεῖρα ἱκανὴν εἰς ἀντίπαλον μοῖραν χωρεῖν, τοῦ πρόσω εἴχοντο.

Καὶ δὴ τῷ στόλῳ συμμίξαντες ἤδη τὰς κώπας ἐπὶ τοῦ Ταμιάθι σχάσαντι καὶ ἐφορμῶντι συρρήγνυνται τοῖς πρὸ τῆς πόλεως εὐθὺς ἐκχυθεῖσι καὶ μεθ᾿ ὅπλων ἀπαντῶσι Σαρακηνοῖς. οὕτω δ᾿ ἐξέπληξαν αὐτοὺς Ῥωμαῖοι καὶ διετάραξαν τῷ ἀπτοήτῳ τῆς ἐμβολῆς, ὡς σὺν βοῇ τε καὶ ταράχῳ συνωθηθῆναι εἴσω πυλῶν, μηδὲ καθαρῶς ἀντιβλέψαι σφίσιν ὑπενεγκόντας. καὶ τοῦτο μὲν οὕτω τῆς ἡμέρας ἐκείνης πέπρακται, καθ᾿ ἣν αἱ μὲν τριήρεις τῷ Νείλῳ προσώκειλαν, ὁ δὲ ῥὴξ πεζῇ παρεγένετο. τῇ δ᾿ ὑστεραίᾳ πάλιν οἱ Σαρακηνοὶ συμπλακησόμενοι Ῥωμαίοις συνεληλύθεσαν κατὰ τὸ πρὸ τῆς πόλεως κολπῶδες καὶ ἐπικαμπὲς ἠρέμα περίτειχος. πλὴν οὐδὲ τότε Ῥωμαίους ὑπέστησαν. τῶν γὰρ πυλῶν ὅσον ἀποσχόντες βραχὺ καὶ μηδαμῇ τοῦ προτειχίσματος ἀφιστάμενοι οὕτω διετίθουν τὸν πόλεμον. ὡς δ᾿ ἐπ᾿ αὐτοὺς ὥρμηντο Ῥωμαῖοι μόνον, τὸ παθεῖν κακῶς φυλαττόμενοι ἐνέκλινον εἰς φυγὴν καὶ διὰ τῶν πυλῶν εἰσεχέοντο, μὴ εὐθύωρον ἄγειν εἰς τοὺς πολεμίους τὴν ἑαυτῶν ἀποθαρροῦντες φάλαγγα. καὶ τοῦτο ἐπὶ πολλὰς ἡμέρας ἐγίνετο. ἦν δὲ ἡ στρατηγία αὕτη μηδὲν ἄλλο δυναμένη, ὡς δέδεικται, ἢ Ῥωμαίους κατασοφίζεσθαι, ὅπως εἰκῇ χρονοτριβῶσιν, ἐλπίσι μὴ περαινομέναις ὑποσυλώμενοι.

Ἀμέλει τὰς ἑλεπόλεις ἐς νέωτα προσαγαγὼν Ἀνδρόνικος οὐκ ἀμογητὶ καὶ ἀκινδύνως τὸ τεῖχος ἔτυπτεν· οἱ γὰρ βάρβαροι τοὺς διαπειρωμένους τῶν μηχανημάτων ἔβαλλον ὑψόθεν καὶ τοῦ ἔργου ἀπεκώλυον βέλη τε νιφάδων ἀφιέντες πυκνότερα καὶ ἀντεπινοοῦντες τὰ τῷ τείχει σωτήρια. ἴσχυσε δὲ καὶ οὕτως κόρσην κατερεῖψαι τείχους ἑνός, ἐφ᾿ οὗ κηῶδες ἵδρυτο τέμενος τῇ θεομήτορι ἀνακείμενον. ᾔδετο δὲ τοῖς ἀστοῖς ἐκεῖ που παύσασθαι τοῦ πλάνου τὴν μητροπάρθενον σύναμα Ἰωσὴφ τῷ μνήστορι, ὁπότε εἰς Αἴγυπτον ὥρμηντο τὸν παιδοφόνον Ἡρώδην ἐκκλίνοντες. οἱ τοίνυν Σαρακηνοὶ ἀπέσκωπτον εἰς Ῥωμαίους καὶ ὕβρεσιν Ἀνδρόνικον ἔπλυνον μὴ φειδόμενον νεώ, καθ᾿ οὗπερ ἐκκλησιάζοντες τὸ χριστώνυμον τὰ οἰκεῖα τελοῦνται μυστήρια, πῇ μὲν προσευκτήρια, πῇ δὲ καὶ χαριστήρια ᾄδοντες.

Ὡς δὲ οὐδ᾿ οὕτω τὰ κατὰ νοῦν Ἀνδρόνικος ἐξεπέραινε, διὰ προσβολῆς ἰσχυροτέρας ἔγνω πειράσασθαι τῶν ἐντός. καὶ δὴ τῷ ῥηγὶ πρὸς λόγους ἐλθὼν ἐνῆγε κἀκεῖνον, πολὺς ἐγκείμενος, ἐξαγαγεῖν τὴν στρατιὰν καὶ τὸ τεῖχος ἅπαν διαλαβεῖν, κἂν εἰ προχωροίη τὰ τοῦ ἔργου, καὶ κλίμαξι χρήσασθαι καὶ τοὺς ἀναρριχωμένους διαφεῖναι. ὁ δὲ ἐπῄνει μὲν τὰ λεγόμενα καὶ τῶν εὐμεθόδων βουλευμάτων ἀπεθείαζε τὸν Ἀνδρόνικον, οὐκ ἄλλως δὲ τῷ πράγματι ἐγχειρήσειν διεβεβαιοῦτο καὶ διετείνετο, τὸν τοῦ Χριστοῦ τάφον εἰς ὅρκον παραλαμβάνων, εἰ μὴ πρότερον πύργοι τεκτονηθήσονται ξύλινοι καὶ τούτους ἐπιστήσει τοῖς τείχεσι. καὶ ταῦτα λέγων ἐπέταττε τοὺς παραπεφυκότας φοίνικας καθαιρεῖν καὶ εἰς πύργων ἀποξέειν ὑψώματα.

Οἱ μὲν οὖν εὐυψεῖς καὶ ἀκρόκομοι φοίνικες ἀπετέμνοντο καὶ τὰ ἄλση τῶν δένδρων ἀπεκενοῦτο καὶ ἐψιλοῦτο ἅπας παράδεισος, τὰ δὲ τῶν πύργων δοκανώματα καὶ ἡ τούτων ἁρμογὴ καὶ ἀπάρτισις ἐξεπεραίνετο οὐδαμοῦ· ὁ γὰρ ῥὴξ ἐς ἡλίους μακροὺς ἀπετίθει τὸ γενησόμενον ἐς αὔριον ἀεί πως ἀναβαλλόμενος μηδὲ τὰ δεδογμένα πληρῶν. ταῦτα δ᾿ ὁρῶν Ἀνδρόνικος ἤχθετο μέν, ὃ λειπόμενον ἦν, καὶ κατῴκτειρε τὴν στρατιὰν σιτίων ἤδη σπανίζουσαν καὶ θανεῖν λιμῷ κινδυνεύουσαν καὶ τοὺς μὲν μηδ᾿ ὀβολοῦ εὐποροῦντας, ὡς ἔχοιεν τὰ πρὸς τὸ ζῆν ἐξωνούμενοι, τοὺς δὲ δυσχεραίνοντας, οἷς οἰκείαν μὴ ἔχοντες ἀγορὰν πλεῖστα τοῖς ἐπὶ τῆς σιτηγίας κατατιθέμενοι τοῦ ῥηγὸς ὀλίγων ηὐπόρουν τῶν πρὸς ἑστίασιν. καὶ ὁ συντεθειμένος δὲ χρόνος τῇ στρατείᾳ πάλαι ἐκμετρηθεὶς σχετλιάζειν ἐποίει καὶ δυσφορεῖν, πρὸ δὲ πάντων ἡ κενὴ καὶ ἀνόνητος προσεδρεία, ἡμέρας ὑπερβᾶσα πεντήκοντα.

Εἰς ἑτέραν δὲ μὴ ἔχων ἀπιδεῖν ἐργασίαν, ὅτι μηδὲ εἴων αὐτὸν τὰ τοῦ βασιλέως γράμματα ὅλως ἐγχειρεῖν ἃ μὴ εἴη ἀσπάσια τῷ ῥηγί, καθῆστο καραδοκῶν τὸ ἀπὸ τοῦ ῥηγὸς ἐνδόσιμον. ἐπεὶ δ᾿ οὐδέν τι χρηστὸν οὐδὲ μέτριον ἐκ τῶν πραττομένων κατελάμβανε τὸν ἄνδρα διανοούμενον, μήτε προσλαμβάνοντα καὶ συμμογοῦντα, καὶ εἰς δεινὰ δὲ καὶ ἀμήχανα πολλὰ ἐμπεπτωκέναι τὴν στρατιὰν κινδυνεύουσαν, οἷα τοῦ λιμοῦ ἐπιβρίθοντος καὶ δεινῶς ἐπιβοσκομένου, ὡς ἅπτεσθαι τῶν ἀπηγορευμένων σιτίων τινάς, πάντας δ᾿ ὁμῶς ῥιζοφαγεῖν καὶ τὰς τῶν φοινίκων δρέπεσθαι κόμας καὶ δεῖπνον ἕψοντας παρατίθεσθαι, οὐκ ἀγαθαὶ δὲ καὶ φῆμαι προσέβαλλον ὅσον οὔπω ξενολογίαν τοῖς πολιορκουμένοις ἀφίξεσθαι ἔκ τε τοῦ σουλτὰν τῆς Αἰγύπτου καὶ τῶν πρὸς ἥλιον Ἀράβων καὶ Ἀσσυρίαν δὲ ἵππον ἐωνημένην πολλῶν ἄγχιστα εἶναι, ἀφεὶς πρὸς οὖς νεκρῷ διαλέγεσθαι καὶ τὴν Λατινικὴν ἐξουδενώσας κόρυζαν ἐπαποδύσασθαι καὶ μόνος τὴν τοῦ πολέμου κέκρικεν ἅμιλλαν.

Ἐκκλησιάσας τοίνυν τὴν στρατιὰν „καὶ τὸ ἐνθάδε” φησὶν „ἐπὶ πολὺ μένειν ἀνιαρὸν καὶ τὸ μηδέν τι δεδρακότας κακὸν καθ᾿ ὧν ἐπήλθομεν χερσὶν ἐπανεικέναι κεναῖς αἴσχιστον· χεῖρον δ᾿ ἀμφοῖν τούτων καὶ μὴ νῷ διοικουμένων ἄντικρυς ἔργον τὸ πείθεσθαι ἀνδρὶ οὐχ ὅπως κατ᾿ οὐδὲν ξυγκειμένῳ τὴν γνώμην Ῥωμαίοις, ἀλλὰ καὶ τῶν ἐχθρῶν οὔκουν διακειμένῳ ἄμεινον. οὐ συνίετε ὅπως ὁ ῥὴξ τὸν οἰκεῖον χάρακα τοῦ ἡμετέρου βαλὼν ἄποθεν πρόεισιν οὐδ᾿ ὅλως ἐκεῖθεν, ὁ συναγωνιστής, ὁ σύμμαχος, καθάπερ εἰς ἑόρτιον ἄνεσιν παρ᾿ ἡμῶν καὶ θεατὴς προσληφθείς, οὐκ ἐργάτης Ἄρεος ἔργων; οὐχ οὕτω καὶ οὗτοι δρῶσιν οἱ ἀντίπαλοι, ὅταν τὴν μάχην ὑπέρθωνται, οὐδὲ μαχούμενοι ἐξίασι τῶν πυλῶν; ὥστε τὸ ἀπὸ τοῦδε οὐ τοῦτό μοι ἔπεισι δεδιέναι, μὴ οὐδὲν χρηστὸν κατωρθωκότες ἀπίωμεν, ἀλλ᾿ εἰ μή πως οὐχ ἱκανοὶ ἐσοίμεθα τὰς ἡμετέρας ἐκσῶσαι ψυχάς. ἀλλ᾿ οὐδ᾿ ἐκεῖνό μοι διὰ μελέτης καὶ σκέψεως, ὅπως σὺν ἡμῖν μαχεῖται ὁ ῥήξ, ἀλλ᾿ εἴ πως τὰς αὐτοῦ δολοφροσύνας διαδράντες, οὐκ ἐγκρυφιάζοντος ἤδη μήτε μὴν παραπετάσματι συσκιάζοντος τὰ ἐνδόμυχα, ἀπείρατοι κακῶν ἐνθένδε ἀπάρωμεν τὸν ἐν ὀφθαλμοῖς διακρουσάμενοι κίνδυνον.

Τάχα καὶ νῦν Αἰγυπτίοις προσεξεύρηνται φάρμακα τῶν πάλαι παρ᾿ αὐτοῖς ἰσχυρότερα, ἃ μὴ κοιμίζειν μόνον λύπας ἔχουσι καὶ τὸ δεδηγμένον τῆς ψυχῆς ἀπροσδοκήτοις διαιτᾶν διαχύσεσιν, ὡς ἐκεῖνο πρώην τὸ φάρμακον, ὃ δεδώκει τῇ Λακαίνῃ Θώνου παράκοιτις νηπενθές, κακῶν ἁπάντων ἐπίληθες, ἀλλὰ καὶ πολεμικοὺς ἄνδρας ἐκθηλύνειν καὶ ποιεῖν ἀλκῆς ἐπιλήσμονας. καὶ τούτων, οἶμαι, τῶν φαρμάκων Ἀμερρίγῳ προύτειναν σκύφον Αἰγύπτιοι, καὶ γοητευθείς, ὡς ἔοικε, τῷ ποτῷ καὶ μετασχὼν ἐς μέθην τῆς κύλικος πρὸς κάρον ἀποδεδόχμωται χρόνιον. τῷ τοι παρὰ πάσσαλον μὲν αὐτῷ ἡ ἀσπίς, τὸ δὲ ξίφος καθυπνώττει τῷ κουλεῷ, ἐπὶ δὲ σαυρωτῆρος τὸ δόρυ πέπηγεν. ἢ τοῦτο μὲν οὐδαμῶς, ἀργύρῳ δὲ φαρμαχθεὶς τὰς φρένας ἠλλοίωται καὶ χρυσίῳ τὰ ὦτα βέβυσται καὶ τούτῳ κνώμενος πρὸς τὸ δυσήκοον μετεσκεύασται.

Καὶ νῦν φροῦδαι μὲν αἱ ξυνθῆκαι, ἃς ὑπὲρ τοῦ συμμαχήσειν Ῥωμαίοις βασιλεῖ δέδωκε, χείλεσι μόνοις ἐκεῖνον τιμῶν, τῇ δὲ καρδίᾳ πόρρω φερόμενος· ἡμεῖς δὲ τηλίκοις δεινοῖς περιστοιχιζόμεθα, εἴγε πόλεμος ὁμοῦ καὶ λιμὸς ἡμᾶς δαπανᾷ, καὶ τὰ Ῥωμαίων ἐφ᾿ ἡμῖν αὐχήματα οἴχεται, τὰ δὲ λαμπρὰ τῶν κατορθωμάτων ἠφάντωται. κρεῖσσον ἦν μὴ ὅρμοις τοῖς ἐνταῦθα προσσχεῖν διαμεμετρηκότας πελάγη ἀχανῆ καὶ ἀόριστα, ἢ ἀπράκτους ἀπιέναι κατάραντας· ὡς νῦν γε οὐχ ἱστίοις λευκοῖς τὰς ναῦς πτερῶσαι ἡμῖν γενήσεται, ὁποίοις ἐκ Βυζαντίδος ἀνήχθημεν, ἀλλὰ φαιοῖς ἀτεχνῶς διὰ τὸ τῆς αἰσχύνης μελάνωμα.

Ἀλλ᾿ ἄνδρες ὁμογενεῖς καὶ συστρατιῶται καὶ ὅσον ἐνταυθοῖ ξενικόν, ἀποκριθέντες τῶν Παλαιστίνηθεν ἱπποτῶν τῶν γαύρων τούτων καὶ ὑψαυχένων καὶ Ῥωμαίοις ἀπίστων, ὡς ἔδειξαν, προσβάλωμεν τοῖς βαρβάροις, τειχομαχίαν στησώμεθα, ἀγωνισώμεθα, ὡς τὸ πόλισμα τοῦτο ληψόμεθα, καὶ ὡς ἤδη ἔχοντες ἐν χερσὶ τὸν ἔνδον πλοῦτον ἁμιλληθῶμεν. εἰ τεῖχος τοῖς βαρβάροις τὸ πρόβλημα καὶ ἀφ᾿ ὕψους τῶν ἀμυντηρίων ἡ ἄφεσις, ἀλλ᾿ εἰσὶ καὶ παρ᾿ ἡμῖν ἀσπίδες, αἳ οὐκ ἀνδράσι ῥᾳδίως ἀνέχονται (ὑπὲρ γὰρ τὸ σάκος εἰσὶ τὸ Αἰάντειον ἐκεῖνο τὸ ἑπταβόειον), ἀλλ᾿ ὡς πύργοι ἀντιπροβέβληνται, οὐ μόνον ἀτίνακτοι βέλεσι καὶ τοῖς ἀπὸ χειρῶν οὐτήμασιν ἀδιάρρηκτοι, ἀλλὰ καὶ τῶν ἀπὸ μηχανῶν ἀφιεμένων δήπουθεν στεγανώτεραι. ταύτας ἀντιστήσαντες ὡς πυργοβάρεις ὀλίγα τοῦ τείχους καὶ τῶν ἐπ᾿ αὐτοῦ μαχομένων φροντίσομεν.

Εἰ δὴ δίκαια ποιεῖν αἱρεῖσθε, ὥρα μοι πείθεσθαι, ἐπεὶ καὶ αὐτὸς ὅ τι ἂν δέῃ σὺν ὑμῖν ἀσμένως πείσομαι· μηδὲ γὰρ εἴη τινὰ ἐρεῖν ὡς Ἀνδρόνικος ὑπαγαγέσθαι μὲν λόγοις καὶ παραθῆξαι πρὸς Ἄρεα ἱκανώτατος, ἀρχηγὸς δ᾿ ἀχρεῖος, μηδ᾿ ἀποκρούσασθαι εἰδὼς τὸ πολέμιον. ἀλλὰ τὸ τῆς ἐμῆς κόρυθος μέτωπον ὄψονται πρὸ ὑμῶν οἱ ἀντίμαχοι. καὶ πρόμαχος ὤν, δέον οὕτω ποιεῖν, καὶ οὐραγὸς ἐσοίμην ὑμέτερος, εἰ καὶ τοῦτο δίδωσιν ὁ καιρός. θεὸς δὲ περαίνοι τὰ βεβουλευμένα, καὶ τράποιτο πᾶν ἀπαίσιον κατὰ κεφαλῆς ὧν τὴν χώραν κείρομεν.” Ταῦτ᾿ εἰπὼν αὐτός τε ὡπλίσατο καὶ οἱ λοιποὶ διαλυθέντες τοῦ συλλόγου τὰς πανοπλίας ἐνεδύσαντο. ἐπεὶ δὲ τό τε ἦμαρ ηὐξάνετο ὡς ἐς τρίτην ὥραν προβεβηκέναι καὶ τὰ τάγματα ἐξῄεσαν, ἄρας ἐκεῖθεν προῄει σὺν κόσμῳ τοῦ παντὸς προαφεστὼς στρατεύματος. οἱ δὲ Σαρακηνοὶ τὰς πύλας διαλαβόντες κλεισὶ καὶ ὀχεῦσι καί τινα προπετάσαντες μηχανήματα τούτων ἐρύματα ἔμενον ἐπὶ τῶν τειχῶν, παντοίοις ὅπλοις τοὺς ἐπιόντας ἀποκρουόμενοι καὶ τὸν βέλους ἐντὸς ἅπαντα χῶρον ἀδιόδευτον ποιοῦντες οἷς τε ἀπεσφενδόνων ἐκ τῶν ἐπάλξεων καὶ οἷς ἐκ τόξων ἠφίεσαν. ἀλλὰ καίπερ οὕτω τῶν ἔνδον ἀμυνομένων, αὐτός τε τὸν ἵππον ἐπελάσας κατὰ τῆς πύλης Ἀνδρόνικος διηκόντισε καὶ οἱ τοξόται καὶ ἅπας ἕτερος ἐν ἔργοις ἐδείκνυντο αἵ τε σάλπιγγες πυκνὰ ἐνεπνέοντο τὸ παρακλητικὸν ἐς μάχην παρακελευόμεναι καὶ ἐβαρυήχει τὰ κύμβαλα, ὡς τοὺς εἰς τὰ τείχη καὶ τὰς βάρεις μὴ ἐνεγκεῖν τῶν στρατευμάτων τὴν ἀθρόαν ἀλαλαγὴν καὶ ἐπέλευσιν καὶ τὰ ἐκ παντοίων ὀργάνων ἀφέματα.

Ἤδη δὲ τῶν κλιμάκων προσαγομένων καὶ κατὰ πολλὰ μέρη τοῦ τείχους ἐρειδομένων, ἡ τῶν γινομένων ἀγγελία παίει τὸν ῥῆγα διανταίαν πληγήν. ὁ δὲ ὡς αὐτός τι μέγα κακὸν καὶ ἀπαράκλητον πεπονθὼς ἢ τὸ λογιζόμενον πρηστῆρι διαφθαρεὶς ἐνεὸς ἦν ἐφ᾿ ἱκανόν. μόλις δ᾿ ἀνενεγκὼν τοῦ ἰλίγγου αἰτήσας ἵππον καὶ ἀναπηδήσας ἐφίσταται τῷ Ῥωμαϊκῷ στρατεύματι μετὰ τῶν ὑπ᾿ αὐτὸν ἐπιλέκτων καὶ τὰς ἁπάντων ἀνακόψας ὁρμὰς ὑποτίθησιν ἀποσχέσθαι τοῦ ἀνθρώποις μάχεσθαι πάλαι διαμεμηνυκόσιν αὐτῷ ὡς ἑαυτοὺς ἀναιμωτὶ καὶ τὴν πόλιν βασιλεῖ παραδώσουσι.

Καὶ ὁ μὲν λόγος οὗτος οἷά τις νάρκη τὰς τῶν Ῥωμαίων χεῖρας ἐξέλυσε καὶ ἐγγὺς ἤδη τοῦ πορθεῖν τὴν πόλιν γεγενημένους ἔπαυσεν· αὐτὸς δὲ ὁ ῥὴξ ἐς συμβάσεις τραπόμενος ἀσπασίους μᾶλλον τοῖς ἐκ τῆς Ἄγαρ ἢ Ῥωμαίους κυδαινούσας τὰς ξυνθήκας εἰργάσατο. οἱ δ᾿ οὖν στρατιῶται μηδ᾿ ὅλως ὁποῖα τὰ τῆς εἰρήνης κατεξετάσαντες, ἀλλὰ καὶ πρὸς μόνην τὴν ταύτης ἀκοὴν νόστου μνησάμενοι, τὴν ναυτικὴν ἀπαιδευσίαν πράγμασιν αὐτοῖς καθυπέδειξαν ὡς εἴη τις δραστικωτέρα πυρός, καὶ ἀταξίας εὐθὺς ἐνέπλησαν τὰ στρατόπεδα. αἵ τε γὰρ ἑλεπόλεις ὑπ᾿ αὐτῶν ἐπυρώθησαν γνώμης ἄτερ τοῦ στρατηγοῦντος καὶ τὰς πλείστας ἀποφορτισάμενοι τῶν ὁπλίσεων πρὸς ταῖς κώπαις ἐγένοντο καὶ ἐπὶ πόντον ἔβλεψαν τὸν ἀτρύγετον, μανικώτερον εἰς τὰς ναῦς ἐφορμῶντες, μηδὲ τὸ τοῦ καιροῦ δυσχείμερον καὶ τὸ τοῦ πλοὸς ἔξωρον (τετάρτην γὰρ ἦγεν ὁ Δεκέμβριος μήν) κατὰ νοῦν θέμενοι.

Ἦν οὖν ἰδεῖν τὸν πολύνεων ἐκεῖνον στόλον καὶ τὴν ἐπὶ λιμένων μίαν καταγωγὴν καὶ τὴν ἐκ τούτων αὖθις ἀναγωγὴν εἰς μυρία σκεδασθεῖσαν τμήματα, ἄλλων ἀγαπησάντων ἕτερον πλοῦν καὶ πάντων πρὸς τὰς πατρίδας οἰακοστροφούντων τὰς ναῦς, ὡς μόλις ἓξ ἔτι ναυλοχεῖσθαι τριήρεις, αἳ ἤμελλον ἀνακομίσειν Ἀνδρόνικον. ὁ δὲ τὴν ἐπὶ τῶν Ἱεροσολύμων ἅμα τῷ ῥηγὶ πορευθεὶς κἀκεῖθεν ἁρμοζόντως παραπεμφθεὶς τὸ Ἰκόνιον παραλλάξας ἐς Βυζάντιον παρεγένετο. τῶν δὲ πολλῶν ἐκείνων νηῶν αἱ μὲν ἀνέμων ἀντιπνοίαις περιπεσοῦσαι κατέδυσαν αὔτανδροι, αἱ δὲ κλύδωνι θαλαττίῳ διασπαρεῖσαι ὀψὲ καὶ ἔαρος ἐπιφαίνοντος τοῖς νεωσοίκοις τῆς πόλεως ἀπεδόθησαν. οὐκ ὀλίγαι δὲ καὶ τῶν ἐπιβατῶν κενωθεῖσαι καθάπαξ ἐπιλαβομένων τῆς γῆς ὡς Χαρώνεια πορθμεῖα τοῖς τῶν κυμάτων διαύλοις ἀνερμάτιστοι ἀφείθησαν φέρεσθαι, ὡς βραχείας περιλειφθῆναι βρασμὸν θαλάσσης καὶ ναυτῶν διαδράσας ἀμέλειαν.

Οἱ δὲ Σαρακηνοὶ τὴν ἐς αὐτοὺς ὁδὸν τῶν Ῥωμαίων, ὡς ἔδειξαν, ἀποδειλιάσαντες καὶ τὸν ἐσέπειτα πλοῦν ἀνατρέποντες πρέσβεις ἐς βασιλέα ἔστειλαν καὶ δῶρα τὰ παρ᾿ αὐτοῖς τιμώμενα ἔπεμψαν καὶ τὴν εἰρήνην ἐκράτυναν.

Ἤδη δὲ ὠδινούσης τῆς βασιλίδος καὶ τεκεῖν ἐγγιζούσης σεσάρωτο μὲν ἡ πορφύρα τὸ οἴκημα καὶ διηυτρέπιστο ἀκριβῶς τὰ πρὸς τὴν κύησιν τοῦ παιδὸς καὶ ὑποδοχὴν τῆς μητρός. ὡς δὲ κατήπειγον αἱ Εἰλείθυιαι, ὁ πορφύρεος δόμος εἶχεν ἐντὸς τὴν ἐπίτοκον. ἠγωνία μὲν οὖν ἐπὶ τῇ γαμετῇ παρὼν βασιλεὺς καὶ τὰς ὠδίνας ἐκούφιζεν ὀπτανόμενος, τὸ πλέον δὲ τοῦ βλέμματος ἐχαρίζετο τῷ σκεπτομένῳ τοὺς ἀστέρας καὶ τοῖς κατ᾿ οὐρανὸν διαχαίνοντι. ἐπεὶ δὲ τὸ τεχθὲν ἐξώλισθε τῆς νηδύος καὶ ἦν ἄρσεν καὶ ἡ τέχνη ἐδίδασκεν ὄλβιον καὶ μοιρηγενὲς καὶ τῆς πατρῴας ἀρχῆς διάδοχον, θεῷ τε φωναὶ ἀπεδίδοντο χαριστήριοι καὶ ἅπας ἦν ἐν κρότοις καὶ χαρμοναῖς.

Ὑπεξαίρων δὲ τὴν γενέθλιον καὶ ὀνομαστήριον τοῦ παιδὸς ἡμέραν, ὡς εἴθισται παρὰ τοῖς βασιλεῦσι Ῥωμαίων θαλίαις τοὺς ἀστυπολίτας εὐώχει, καὶ Ἀλέξιον τὸν παῖδα ὠνόμασεν, οὐχ ἁπλῶς τὴν κλῆσιν ταύτην ἀπολεξάμενος, οὐδὲ τὸν παῖδα τιμῶν τῷ τοῦ τεκόντος τὸν γεγεννηκότα ἐκεῖνον ὀνόματι, ἀλλὰ προσέχων τὸν νοῦν ᾧ χρηστηριώδης ἀνεῖπε φωνὴ πρὸς τὴν ὑποβληθεῖσαν ἐρώτησιν—ἦν δ᾿ αὕτη „ἐς ὅσον ἡ τοῦ Κομνηνοῦ Ἀλεξίου βασιλεύοντος διαρκέσει σειρά”; τὸ δὲ χρησμῴδημα „αἷμα” —ὃ τῆς συλλαβῆς διιστάμενον καὶ κατὰ στοιχεῖον ἀναλεγόμενον διὰ μὲν τοῦ ἄλφα σαφῶς ὑπέγραφε τὸν Ἀλέξιον, διὰ δὲ τοῦ ἰῶτα τὸν Ἰωάννην, διὰ δὲ τῶν ἐφεξῆς δύο γραμμάτων τὸν Μανουὴλ καὶ τὸν ἐξ ἐκείνου πάλιν παραληψόμενον τὴν ἀρχήν.

Ὡς οὖν ὁ παῖς τὴν ἡλικίαν προέκοπτε καὶ κατὰ εὐθαλὲς καὶ πῖον νεόφυτον εἰς αὔξην ἀνέτρεχεν, ἕτερος σκοπὸς ἀνῆκε τὸν βασιλέα. καὶ δὴ μετατίθησι τοὺς ὅρκους εἰς τὸν υἱόν, οὓς ἐπὶ τῇ θυγατρὶ Μαρίᾳ καὶ τῷ μνήστορι ταύτης Ἀλεξίῳ τῷ Παίονι πρώην εἶχε τετελεκώς. ὅθεν αὐτόν τε τὸν βασιλέα καὶ ἐφ᾿ ὃν οἱ ὅρκοι καὶ τοὺς ἀποδώσοντας τούτους τὸ ἐν Βλαχέρναις εἰσεδέχετο μέγα καὶ περίπυστον τῆς θεομήτορος τέμενος. καὶ διὰ τῆς τελεσιουργίας τῶν ὅρκων εἰς τὸν ἐξ ὀσφύος αὐτοῦ τὴν σκηπτουχίαν, ὡς ᾤετο, μεταθέμενος μετὰ βραχὺ τοῦ μνήστορος Ἀλεξίου τὸ θυγάτριον ἀποζεύγνυσι καὶ αὐτῷ μὲν εἰς γυναῖκα ἐγγυᾶται τὴν τῆς γυναικός οἱ ὁμόσπορον, ἄρτι σὺν τῷ ἀδελφῷ Βαλδουίνῳ τῆς Ἀντιοχείας ἀπάρασαν.

Ἐπεὶ δὲ καὶ πέρας τοῦ βίου κατειλήφει τὸν τὴν Οὐνναρχίαν τότε περιζωννύμενον, ἀπρόοπτον εὐτύχημα τὸν τούτου θάνατον ὁ Μανουὴλ ἡγησάμενος πέμπει τὸν Ἀλέξιον εὐθὺς μετὰ λαμπρᾶς δορυφορίας καὶ βασιλείου πλείστης παρασκευῆς τὴν Παιονικὴν παραληψόμενον δυναστείαν καὶ βασιλεύσοντα τῶν ὁμοεθνῶν. καὶ εἶχε τοῦτον ἀταλαιπώρως ἡ Παιονία ταινίᾳ ῥηγικῇ διαδούμενον καὶ τοῦ γένους ὅλου ἀνενδοιάστως δεσπόζοντα.

Ὁ δὲ βασιλεὺς αὖθις ἀνηρεύνα ἐπιμελῶς τὸν τῇ ἐκείνου θυγατρὶ συζευξόμενον. καὶ Ῥωμαίων ἀθερίζων ὅσοι πρὸς γάμον ἐπίδοξοι ἐφιλοκρίνει τοὺς δυνάστας ἐθνῶν, ὁπόσοι μὴ ζυγῖται, καὶ τοὺς ὅσοι παίδων γονεῖς τὴν πατρῴαν διαδεξομένων μετὰ πότμον τῶν γειναμένων τούτους ἀρχήν. καὶ ἐπειδήπερ ἔπιπτε τὸ πρωτεῖον πρὸς τὸν κρατοῦντα Σικελίας Γιλίελμον, ἄλλος ἐπ᾿ ἄλλῳ πρέσβυς εἰς ἐκεῖνον ἐστέλλετο καὶ παρ᾿ ἐκείνου αὖθις τὸ κῆδος πρεσβεύοντος ἐπάλληλα ἦν τὰ κηρύκεια καὶ ἦν ἐφ᾿ ἱκανὸν τὰ τῶν γάμων λογολεσχούμενα προεισόδια. ἀμφιτάλαντον δὲ τὴν ἐπὶ τούτοις καὶ τὰ πρῶτα ἔχων ῥοπὴν καὶ οἷον κυμαίνουσαν καὶ πολλὰς μεταβολὰς λαμβάνουσαν καὶ τροπὰς ὀψέ ποτε μεθίσταται τοῦ σκοποῦ Ῥωμαίοις κρίνας ἀσύμφορα τὰ μετὰ τοῦ ῥηγὸς Σικελίας μνηστεύματα.

Ἦν οὖν ἡ κόρη πολυμνήστη βασίλεια καὶ κατὰ τὴν Ἀγαμεμνόνειον Ἠλέκτραν ἄλεκτρος ἐπὶ πολὺ τοῖς ἀνακτόροις ἀλύουσα καὶ κατ᾿ ἀχερωΐδα ὑδρηλὴν ὑψηλὴ καὶ κοίτης ἀνδρώας ἱμείρουσα. συνευνάζεται δ᾿ οὖν ὅμως μετὰ πολλὴν τοῦ βασιλέως προμήθειαν ὕστερον ἑνὶ τῶν τοῦ μαρκεσίου Μόντης Φεράντης υἱῶν, χαρίεντι τὴν ὄψιν καὶ ἰδεῖν ἡδίστῳ καὶ τὴν κόμην ἡλιῶντι καὶ εὐπρεπεῖ καὶ μήπω φύοντι γένειον, αὐτὴ τὸ τριακοστὸν ὑπεραναβᾶσα ἔτος καὶ ἀνδρικὴ τυγχάνουσα τὴν ἰσχύν.

Ἀλλ᾿ ἐνταῦθα τῆς ἱστορίας γενόμενος καὶ ταῦτα τοῖς εἰρημένοις προσθήσω. ἔστι τις θαλάσσιος κόλπος ἑσπέριος, Ἀδρίας λεγόμενος, ἀναχωρῶν μὲν τοῦ Σικελικοῦ πελάγους καὶ οἷά τι ἐξέραμα τοῦ Ἰονίου ῥοῦ, καθ᾿ ἑαυτὸν ἰδιάζων καὶ πρὸς βορρᾶν ἄνεμον ἐπὶ πολὺ συρόμενος. τούτου δὴ τὰ μυχαίτατα Ἐνετοὶ νέμονται, οὓς καὶ Βενετίκους εἴποι τις ἂν κατὰ γλώττης ἰδιότητα, ἄνδρες θαλάττης τρόφιμοι, κατὰ Φοίνικας ἀγύρται, πανοῦργοι τὸ φρόνημα. ἀλλ᾿ οὗτοι Ῥωμαίοις ἐσποιηθέντες κατὰ χρείαν ἦν ὅτε ναυμαχικὴν κα τὰ σμήνη καὶ φατρίας τὴν Κωνσταντίνου τῆς οἰκείας ἠλλάξαντο, ὅθεν ἁπανταχῇ τῆς τῶν Ῥωμαίων ἐπικρατείας διασπαρέντες καὶ μόνον τὸ ἀπὸ γένους ὄνομα παραμεμενηκὸς αὐτοῖς ἔχοντες, τὰ δ᾿ ἄλλα σύμφυλοι ὄντες καὶ πάνυ Ῥωμαῖοι ηὐξάνοντό τε καὶ ἐχυδάϊζον. οὐκοῦν καὶ περιβαλόμενοι πλοῦτον πολὺν αὐθάδειάν τε καὶ ἀναίδειαν μετεδίωκον, ὡς μὴ μόνον ἀναρσίως ἔχειν Ῥωμαίοις, ἀλλὰ καὶ τῶν βασιλικῶν ἀνεπιστρόφως ἀπειλῶν τε καὶ ἐντολῶν.

Μεταλλοιοῖ τοίνυν τὰς ἐπ᾿ αὐτοῖς ῥοπὰς βασιλεύς, καὶ νῦν μὲν τοῦ κατὰ Κέρκυραν μεμνημένος ἐμπαροινήματος, νῦν δ᾿ ἄλλου πεῖραν λαμβάνων κακοῦ, αὖθις δ᾿ ἑτέρου καὶ χείρονος πανουργεύματος τὴν ἐκείνου διαρριπίζοντος ψυχήν, εἰς θυμὸν ἐρρόχθησεν, ὥσπερ ὑπὸ καικίου ἢ ἀπαρκτίου ἅλμη καταιγιδῶδες καὶ ἄγριον πνέοντος. καὶ ἐπειδὴ τὰ τούτων ἀτοπήματα ὑπέραντλά οἱ ἐδέδοκτο, γράμματα ἐφοίτων κατὰ πᾶσαν ἐπαρχίαν Ῥωμαϊκὴν τὴν τῶν Βενετίκων κατάσχεσιν ἐπιτείνοντα καὶ τὴν ἡμέραν διασημαίνοντα, καθ᾿ ἣν ἔδει τοῦτο γενέσθαι καὶ τὰ ἐκείνων ἐσεῖσθαι δημόσια χρήματα.

Ἐνστάσης οὖν τῆς προθεσμίας ἅπας συνείληπτο καὶ τῶν κτημάτων ἐκείνοις τὰ μὲν εἶχε τὸ βασιλικὸν θησαυροφυλάκιον ξυνενεχθέντα ὁπόθεν, τὰ πλείω δὲ οἱ τοπαρχοῦντες ἐξιδιώσαντο. οἱ δ᾿ ἐν τῇ πόλει τὰς οἰκήσεις ἔχοντες Βενέτικοι καὶ τούτων μάλιστα οἱ μὴ γάμοις ὡμιληκότες δρασμὸν βουλεύονται, καὶ ἐπειδὴ τοῖς νεωρίοις ἐνώρμει τῆς πόλεως ναῦς τῶν τριαρμενίων, ἧς δὴ πολυχανδεστέραν ἢ τὸ μέγεθος προφερεστέραν οὔ ποτε καιροῦ ναυλοχήσειν ἐλέγετο, ταύτης νυκτὸς ἐπιβάντες τάς τε ἀγκύρας ἀνίμησαν καὶ τὰ λαίφη τοῖς ἀνέμοις διαπετάσαντες ἀπενόστησαν. κατεδίωξαν μὲν οὖν ὀπίσω τούτων νῆες πυρφόροι καὶ τριήρεις βασιλικαὶ πλήρεις ἀνδρῶν οἳ τοὺς ἐτεροστόμους πελέκεις ἐπὶ τῶν ὤμων ἀνέχουσι. καὶ προσήγγισαν μὲν τῷ πλοίῳ, οὐκ εἶχον δ᾿ ὅ τι καὶ δράσαιεν, καὶ τοῦ πνεύματος μὲν τὴν νῆα ἐπείγοντος, ὡς ἵπτασθαι δοκεῖν οὐ ναυτίλλεσθαι, ἀπειπόντες δὲ μάλιστα πρὸς τὸ τῆς νηὸς ὕψος ἀτεχνῶς ἀναβαῖνον ἀέριον καὶ τὸ ἀπονενοημένον τῶν ἐμπλεόντων.

Καὶ τότε μὲν ἡ πατρὶς Βενετία εἶχε τούτους εὐθυπλοήσαντας· κατὰ δὲ τὸν ἐπιόντα ἐνιαυτὸν στόλον κρατύναντες τὰς νήσους ἐπήρχοντο, ἐς δὲ τὴν Εὔβοιαν εἰσπλεύσαντες ἐπολιόρκουν τὸν Εὔριπον καὶ μέρος τι τούτου κατασχεῖν δεδυνημένοι πῦρ τοῖς οἰκοπέδοις ὑφῆψαν. ἔαρος δ᾿ ὑποφαίνοντος ἐκεῖθεν ἀνήχθησαν καὶ πρὸς τὴν νῆσον τὴν Χίον κατήχθησαν.

Ἐπεὶ δὲ πύθοιτο ταῦτα ὁ Μανουήλ, στέλλει τὸν μέγαν δοῦκα τὸν Κοντοστέφανον Ἀνδρόνικον περί που τὰς ἐκατὸν καὶ πεντήκοντα τριήρεις ἔχοντα, ὅτι μηδὲ τῶν Βενετίκων ὁ στόλος ἦν ἐνδεέστερος ἢ ἄλλως τὸ κατεσπουδασμένον ἔχων καὶ μὴ κατηκριβωμένον ἐν ἅπασι· πρὸς γὰρ ἀγῶνα μέγαν καὶ ἀνταγωνιστὰς Ῥωμαίους ἑτοιμασάμενοι εὖ ἁπανταχόθεν ἡρμόσθησαν καὶ συμμαχίδας οὐκ ὀλίγας νῆας ἐπήγοντο ἀπὸ τῆς τῶν Σθλαβηνῶν ἐκπορισθείσας χώρας ἐκείνοις. πρὸς δὲ τὴν πρώτην ἀποκναίσαντες ἀκοὴν τῆς τῶν Ῥωμαϊκῶν νηῶν ἀποπλοίας παρὰ κώπην ἵζανον πάντες καὶ κατεδάρθανον. τοίνυν λύσαντες ἐκ Χίου πρὸς ἑτέρας νήσους μετέβαινον κἀκείνων ἀπανιστάμενοι καὶ ἀεὶ φεύγοντες ἄλλαις προσέπλεον, ὡς πράγματα ἔχειν κἀκείνους τὰς νήσους ἀμείβοντας καὶ Ῥωμαίους ἐν δεινῷ τίθεσθαι ὅτι μὴ εὐρόησέ σφισιν ὁ πλοῦς ἢ γοῦν ἀντίπρωροι τοῖς Βενετίκοις ἐγένοντο. ὡς δὲ μέχρι καὶ αὐτοῦ Μαλέου πεφθακὼς Ἀνδρόνικος ἦν διώκων ἄντικρυς τὰ ἀκίχητα ἢ τῆς Ἀργοῦς ὀπίσω ποντοπορεύων, πρύμναν κρουσάμενος τῷ ναυστάθμῳ προσέσχε τῆς πόλεως.

Οἱ δὲ Βενέτικοι τὸ διὰ πολέμων αὐτοῖς ἐπαμύνειν οὔκουν προβαῖνον ὁρῶντες μετὰ τοῦ ῥηγὸς ἐσπείσαντο Σικελίας, ἵν᾿ ἐντεῦθεν εὐθυωροῖτο τούτοις τὰ τῆς ἀμύνης καὶ ἔχοιεν τὸν ἐπικουρήσοντα, ἣν Ῥωμαῖοι κατ᾿ αὐτῶν ἐπίοιεν. ὁ δὲ βασιλεὺς οὐκ ἀφροντιστήσας τούτων τῶν ἀκουσμάτων (ᾔδει γὰρ ὡς καὶ φαύλη τις αἰτία πολλάκις παρεμπεσοῦσα πολλῶν πραγμάτων ὠδινήκει μεταβολὰς καὶ συμφορὰς ἀπέτεκεν ὑπερόγκους) πρὸς τὰς προτέρας μετὰ τῶν Βενετίκων ξυνθήκας ἀπέβλεψεν, ὡς ἐνῆν μὲν ἠγωνισμένος ἀκυρῶσαι τὰς μετὰ τοῦ ῥηγὸς Σικελίας τούτων σπονδάς· τούτων δὲ μὴ ἀθετουμένων καὶ οὕτως αὐτοὺς ἐπεσπάσατο, καὶ ἀνεξικακίαν αἰτουμένοις καὶ φιλίαν προσένειμεν. ὅσα τοίνυν ἔθιμα ἦν αὐτοῖς ἰσοπολίταις οὖσι Ῥωμαίοις ἀνανεωσάμενος οὐδὲ τοῦ ἀποδοῦναι γοῦν ἀπέσχετο ἅπερ τῆς οὐσίας σφῶν ἡ βασίλειος γάζα ἔστεγεν. οἱ δὲ τὴν κερδαλεωτέραν, ὡς αὐτοῖς ἐδόκει, καὶ οὐμενοῦν ἀργαλεωτέραν τραπόμενοι τὸν μὲν ἀναδασμὸν τῶν οἰκείων χρημάτων χαίρειν εἴασαν ἐμπορικόν τι καὶ δραστήριον ἐννοήσαντες, ἐκ δὲ συμφώνου συνήλθοσαν δέκα πρὸς τοῖς πέντε χρυσίου λήψεσθαι κεντηνάρια ἀνθ᾿ ὧν ἀπώλεσαν, καὶ εἶχον ταῦτα οὐχ ἅμα, πολλάκις δὲ χορηγούμενα.


ΤΟΜΟΣ ΕΚΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ

Ἀλλ᾿ οὕτω μὲν καὶ ταῦτα διήνυστο τῷ βασιλεῖ Μανουήλ. ὁ δὲ λόγος προβαινέτω τοῖς ἐφεξῆς καὶ διδότω τῇ ἱστορίᾳ, ὡς ἕκαστον ἔχει καὶ χρόνου καὶ τάξεως. ἐπεὶ γὰρ οὐκ ἦν ἡσυχίαν τὸν σουλτὰν ἀσπάσασθαι ἅπαξ ἐπιτήδειον ἑαυτῷ πρὸς χρηματισμὸν καὶ τοῖς Τούρκοις δὲ ὅλως ἀνυσιμώτατον γνόντα τὸ ἀεὶ ἐπὶ τὰ Ῥωμαίων ὅρια ἐκκεχύσθαι, ἔξεισι καὶ πάλιν κατ᾿ αὐτοῦ βασιλεύς. τὰ πλεῖστα μέντοι οὐδ᾿ αὐτὸς εἴα τὸν Περσάρχην καθεύδειν, ἀλλ᾿ ὅσα καὶ θῆρα ὠμηστὴν ἐφυπνώττοντα ἐξηγρίαινεν ὑπονύσσων καὶ τοῦ κοίτου ἀνίστη καὶ πρὸς μάχην ἠρέθιζεν. ἀτὰρ οὐδ᾿ ἀνακωχαὶ πολέμων, οὐδ᾿ ἐκεχειρίαι τῶν ἀντιτάξεων σπονδαί τε καὶ ξυνθῆκαι καὶ διακηρυκεύματα πρέσβεων ἀπεῖργον τὰς κατ᾿ ἀλλήλων ἐπελεύσεις καὶ ἀπετείχιζον, ἀλλ᾿ ἄμφω πρὸς θερμουργίαν ὄντες ἐπιρρεπεῖς καὶ πρὸς πόλεμον εὐπετεῖς καὶ μικρᾶς ἐνίοτε παρεισφρησάσης αἰτίας ἀλλήλοις ἀντεπεξῄεσαν· καὶ ἦν ἔργον αὐτοῖς τὰ μάλιστα περισπούδαστον ἡ πανοπλίας περίδυσις καὶ ἡ τῶν ταγμάτων συναγωγὴ καὶ τὸ ταῦτα συμπεσόντα διαπληκτίζεσθαι. κατὰ τοῦτο δὲ ἀλλήλων διήλλαττον, ὅτι ὁ μὲν σουλτὰν προμηθευτικὸς ἀεὶ καὶ βουλευτικὸς ἐδόκει τις εἶναι καὶ τὰ ἔργα ποιῶν μετὰ σκέμματος καὶ ἐτολύπευε τὰς μάχας πεφυλαγμένως διὰ τῶν ὑπ᾿ αὐτὸν στρατηγῶν (οὐ γάρ πω τις αὐτὸν ἐθεάσατο ἐπὶ μετώπου ἱστάμενον φάλαγγος ἢ τὸν κάματον τοῖς στρατιώταις συνδιαφέροντα), ὁ δὲ βασιλεὺς γενναίαν ἔχων τὴν φύσιν ὀξύρροπος ἐν τοῖς πολέμοις ἐδείκνυτο καὶ τὰς διὰ χειρὸς πράξεις δραστήριος ἦν καὶ φήμης διαδοθείσης πολλάκις ἐσβαλεῖν που τοὺς πολεμίους καὶ κακῶς τιθέναι τὴν ὑπ᾿ ἐκεῖνον ἀρχὴν πρῶτος ἐκεῖνος τὸν ἵππον ἀνέβαινε καὶ ἀπεθάρρει τὴν ἔξοδον.

Θελήσας οὖν τὸ Δορύλεον ἀνακτίσαι προσεξῆψέ τε καὶ ἐπέθηξε τὸν βάρβαρον ἐντεῦθεν πρὸς πόλεμον· ὅτε καὶ τὴν βασιλέως ἐς τὸ Δορύλεον ἄφιξιν ἀγνοεῖν πλαττόμενος διαπρεσβευσάμενος τὴν αἰτίαν ἐπυνθάνετο καὶ παρῃτεῖτο αὐτὸν ἐκεῖθεν ἀπαναστεῦσαι. ὁ δὲ κέρτομόν τι καὶ σεσηρὸς ἐνορῶν οἷς τὰ τοῦ σουλτὰν γράμματα διεξῄει ἐν μέρει δὴ οὐ τοῦ τυχόντος ἐτίθετο θαύματος, ὅπως τὸν μέχρι καὶ Δορυλέου δρόμον ἐκείνου ἠγνόησε καὶ τὴν αἰτίαν πλάττεται μὴ εἰδέναι. ἐπεὶ δὲ καὶ τὴν πόλιν ἀνοικοδομεῖν ἐπεβάλετο, νωτοφορεῖν τοὺς λίθους ἀρξάμενος οὕτω καὶ τοὺς ἄλλους ἠρρένωσεν, ὡς ἀπτέρῳ τάχει τὸ τεῖχος ἀνεγερθῆναι καὶ προσεπιβληθῆναί οἱ χαράκωμα ἔξωθεν καὶ ἀνορυχθῆναι φρεάτια ἔσωθεν εἰς πλείονας ὑδάτων ἀντλήσεις.

Ἐν δεινῷ δὲ οἱ Πέρσαι τιθέμενοι, εἴπερ τῶν Δορυλέου πεδίων ἀπανασταῖεν, ἐν οἷς ἐθέριζε τὰ τούτων αἰπόλια καὶ βουκόλια πόαις ἐνσκιρτῶντα ταῖς λειμωνίτισι, καὶ δομηθήσεται πόλις καὶ φρουρὸς ἐγκαθεσθείη φάλαγξ Ῥωμαϊκή, ὅλαις ἡνίαις κατὰ Ῥωμαίων ἐφέροντο καὶ τὰς ἐπὶ σιτισμὸν ἐξόδους τηροῦντες τὴν ξύλευσιν ἀνεῖργον καὶ ἀνῄρουν τοὺς ἐν χερσίν. ὁ βασιλεὺς δὲ τὸ δεινὸν τοῦτο ῥᾳόνως ἰάσατο· τακτὸν γὰρ ὁρίσας καιρὸν τοῖς ἐπὶ συλλογὴν ἐξιοῦσι τῶν ἀναγκαίων αὐτὸς προσημαίνων τῇ σάλπιγγι πρῶτος τοῦ χάρακος ἀπανίστατο καὶ ἡγεῖτο τῆς ὁδοῦ. οὐκοῦν οὐδὲ πρὸς βραχὺ τῶν τὰ ἐπιτήδεια διφώντων μεθιστάμενος ἐνίοτε περὶ βουλυτὸν ἢ καὶ βαθεῖαν ἑσπέραν ἐπανέλυεν εἰς τὸ στρατόπεδον. Πέρσαις δ᾿ ἔμελε μὲν καὶ πολέμων πρὸς ταῦτα καὶ συνεχῶς ἐκονίζοντο, παρεδίδοσαν δὲ καὶ πυρὶ τοὺς καρποὺς καὶ τὰς σκηνὰς ἐνεπίμπρων, ὅπως μὴ εὐποροῖεν Ῥωμαῖοι δι᾿ ὧν τραφήσονται.

Ὁτὲ δέ, πρὸς ἑστίασιν τραπομένου τοῦ βασιλέως μῆλόν τε περσικὸν μαχαιρίῳ ἀπολεπίζοντος, ἐπιδρομή τις ἀγγέλλεται Περσικὴ κατὰ τῶν τὰ βιώσιμα συλλεγόντων, καὶ ῥίψας τὴν ὀπώραν αὐτίκα καὶ τὸν ἀκινάκην περιζωσάμενος καὶ περιδὺς τὸν θώρακα καὶ τὸν ἵππον ἀναβὰς ἐξώρμησε. καὶ οἱ βάρβαροι κατὰ φάλαγγας ἵστασθαι σχηματιζόμενοι μετ᾿ οὐ πολὺ τούτου ἐποφθέντος τὴν τάξιν ἔλυον· ὅθεν ἀποδιδράσκειν πλαττόμενοι τοὺς ἐπιόντας ἔπληττον ὑποστρεφόμενοι καὶ τὸν τῆς τροπῆς καιρὸν εἰς τὸ βάλλειν διατιθέμενοι καὶ καταβάλλειν τὸ ἐπικείμενον. ἵππος μὲν γὰρ συχνὰ κεντρίζεται παρὰ Πέρσαις, ὁ δὲ κόπτων θαμὰ τὸ δάπεδον ῥαγδαίως φέρεται καὶ ὁ Πέρσης τὸ βέλος ἔχων ἐν ταῖν χεροῖν ὀπίσω τοῦτο ἀφίησι καὶ τὸν ὁρμῶντα φθάνειν φθάσας αὐτὸς ἀνῄρηκε καὶ τὸν ἤδη καταληψόμενον κατέβαλεν αἴφνης μεταμειφθεὶς ὁ διωκόμενος εἰς διώκοντα.

Ἐπεὶ δὲ ἀνεπόλισε τὸ Δορύλεον καὶ τὰ εἰς φυλακὴν τούτου παντοίως ἀπηκριβώσατο, ἐκ τῶν ἐκεῖσε μερῶν ἀπανίσταται, εἰς δὲ τὸ Σούβλεον ὡς εἶχε παραγενόμενος ἀνήγειρέ τε κἀκεῖνο καὶ φρουρᾶς μετέδωκε. καὶ τὰ λοιπά, ὡς ᾤετο, ἀρίστως διαπραξάμενος εἰς τὴν βασιλίδα πόλιν ὑπέστρεψεν.

Ἀλλ᾿ οὔπω χρόνος συχνός, καὶ αὖθις κατ᾿ ἀλλήλων τὰς γνώμας ἐφλέγμαινον. τῷ τοι καὶ ἀλλήλοις ἀντενεκάλουν τε καὶ προσῆπτον, βασιλεὺς μὲν τὸ πρὸς τὸν εὐεργέτην ἀχάριστον καὶ τὸ ἀμνῆμον τῶν προηγησαμένων εὐποιϊῶν καὶ τῆς εἰς τὸ ἄρχειν τῶν ὁμοφύλων παντοίας συνάρσεως, ὁ δὲ σουλτὰν τὸ πρόχειρον εἰς παρασπόνδησιν καὶ τὸ φιλίας εὐκόλως ἀποπηδᾶν καὶ συγχέειν ἐκ τοῦ παραυτίκα τοὺς ὑπὲρ εἰρήνης τεθέντας θεσμοὺς καὶ τὸ πλείσταις μὲν ἐκεῖνον ἐπαίρειν φιλοδωριῶν ὑποσχέσεσι καὶ βασιλικαῖς ὑποσημαίνειν ταύτας γραφαῖς καὶ βαφαῖς, ὀλίγα δὲ χορηγεῖν.

Διὰ ταῦτα τοίνυν τάς τε οὔσας συνεκρότει δυνάμεις ὁ βασιλεὺς καὶ νεωστὶ ἐπὶ ταύταις ἄλλας συνέταττεν· ἐστρατολόγει δὲ καὶ ξενικὸν οὐκ ὀλίγον, καὶ τοῦτο ἐκ τοῦ γένους μάλιστα τῶν Λατίνων καὶ ἀπ᾿ αὐτῶν δὴ τῶν Παριστρίων Σκυθῶν. καὶ δὴ ἐς μυριάδας τὸ οἰκεῖον ἀριθμήσας στράτευμα ὡς ἀφανίσων ἐπῄει τὸ Περσικὸν καὶ αὐτοῖς ἀναρπάσων τείχεσι τὸ Ἰκόνιον καὶ τὸν σουλτὰν ληψόμενος ὑποχείριον καὶ κατὰ τοῦ τραχήλου τοῦτον πατήσων ἐν τῷ ὑποθεῖναι δίκην θρανίδος ταῖς βάσεσιν.

Ἀμέλει τοι τὰ πρὸς τὴν ἔξοδον ἑτοιμασάμενος εἴσεισι τὸν Μέγαν Νεών, ὃς ἀπὸ τῆς θείας καὶ ἀρρήτου Σοφίας ὠνόμασται, καὶ τὸ θεῖον ἐπικαλεῖται συνέριθον καὶ τὴν νίκην αἰτεῖται μὲν ἐκεῖθεν, οὐ δέχεται δέ, ὡς τὸ τοῦ πολέμου πέρας ὑπέφηνε, μετατεθεῖσαν πρὸς τὸν ἀντίπαλον ἀνεφίκτοις ἡμῖν θεϊκοῖς κρίμασιν.

Ἀπάρας οὖν τῆς βασιλίδος τῶν πόλεων Φρυγίαν τε καὶ Λαοδίκειαν διελθὼν ἀφικνεῖται ἐς Χώνας, πόλιν εὐδαίμονα καὶ μεγάλην, πάλαι τὰς Κολοσσάς, τὴν ἐμοῦ τοῦ συγγραφέως πατρίδα. καὶ τὸν ἀρχαγγελικὸν ναὸν εἰσιών, μεγέθει μέγιστον καὶ κάλλει κάλλιστον ὄντα καὶ θαυμασίας χειρὸς ἅπαντα ἔργον, ἐκεῖθεν ἐξελάσας εἰς Λάμπην ἵκετο καὶ πόλιν Κελαινάς, ἔνθα τοῦ Μαιάνδρου εἰσὶν αἱ ἐκδόσεις καὶ ὁ Μαρσύας ῥεῖ ποταμὸς ἐμβάλλων εἰς Μαίανδρον καὶ ὁ Ἀπόλλων ἐκδεῖραι Μαρσύαν ἐκεῖ που λέγεται καθάπερ μύωπι οἰστρηθέντα βιαίῳ καὶ περὶ τῆς ἀοιδῆς ἐρίζειν ἀρξάμενον πρὸς Ἀπόλλωνα. κἀκεῖθεν εἰς τὸ Χῶμα ἐλθὼν τῷ Μυριοκεφάλῳ ἐφίσταται· φρούριον δὲ τοῦτο παλαιὸν καὶ ἀοίκητον, προκληθέν, οἶμαι, ὃ ἐγένετο ἢ γεγονὸς ὃ προεκλήθη· περὶ γὰρ αὐτὸ πολλάκις μυρίαις κεφαλαῖς Ῥωμαίων ἐβλήθη θάνατος, ὡς λέξων ἔρχομαι.

Ἀεὶ δὲ σὺν κόσμῳ καὶ τάξει τοὺς σταθμοὺς ὁ βασιλεὺς ἐτίθετο βάλλων χάρακας καὶ τὰς ἀπάρσεις σὺν λόγῳ ποιούμενος καὶ μεθόδοις στρατηγικαῖς χρώμενος, εἰ καὶ τὴν πορείαν εἶχε σχολαίαν διὰ τὰ τὰς μηχανὰς ἀνέχοντα ὑποζύγια καὶ τοὺς ἐπὶ τούτοις τεταγμένους, πολλοὺς ὄντας καὶ ἀπομάχους πάντας. ἀλλὰ καὶ οἱ Πέρσαι παραφαινόμενοι δι᾿ ἀκροβολισμῶν ἐπέκειντο καὶ προϊππεύοντες τὴν πόαν ἔκειρον τὴν ἐνόδιον, ὡς μὴ εἶεν τοῖς Ῥωμαίων ἵπποις χιλοί, καὶ τὰ ὕδατα ἠχρείουν, ὡς μὴ καθαροῦ σπῷεν Ῥωμαῖοι ὕδατος. αὐτοὶ μέντοι Ῥωμαῖοι κοιλιακῷ συνισχημένοι νοσήματι κακῶς ἔπασχον καὶ ἦν ἡ νοσηλεία αὕτη ἐπιβοσκομένη μάλα τὸ στράτευμα.

Ἐπὶ δὲ τούτοις ἐμέλησε μὲν τῷ σουλτὰν καὶ τοῦ πολέμου καὶ ξυμμαχικὸν συνεπορίσατο ἱκανὸν ἀπό τε τῆς Μέσης τῶν ποταμῶν καὶ τῶν ἄνω συμφύλων βαρβάρων, διαπρεσβευσάμενος δὲ καὶ ἐς βασιλέα τὰ πρὸς εἰρήνην συνθήκας ᾐτεῖτο καὶ τῶν ἐκείνῳ βουλητέων, ὁποῖα ἂν καὶ ὦσιν, ἐπένευε τὴν περάτωσιν. ἅπαντες τοίνυν, ὅσοι πολέμων οὐκ ἀμελέτητοι καὶ μάλιστα δὴ τῶν Περσικῶν καὶ χρόνῳ προήκοντες, ἐξελιπάρουν τὸν Μανουὴλ ἁρπάσαι τὴν τοῦ Πέρσου πρεσβείαν καὶ μὴ τῷ κύβῳ τοῦ πολέμου τὰς ἐλπίδας ὅλας ἀποχαρίζεσθαι, ἀφορῶντα μὲν καὶ πρὸς τὸ τοῦ ἀγῶνος μέγιστον καὶ τὰ μὴ βάσιμα ῥᾳδίως τῶν τόπων, ἃ οἱ ἀντίπαλοι προλοχίσουσιν, ὑποβλεπόμενον δὲ οὐχ ἧττον καὶ τὴν τῶν Τούρκων ἀκμαιοτάτην πᾶσαν καὶ εὔιππον δύναμιν, μὴ παρατρέχοντα δὲ καὶ τὴν νόσον, ἣ πιέζει τὸ στράτευμα. ὁ δὲ τοῖς παρὰ τῶν πρεσβυτέρων λεγομένοις μηδ᾿ ὅλως προσσχών, τὴν δ᾿ ἀκοὴν ὅλην ἀναπετάσας τοῖς ἐξ αἵματος αὐτῷ προσήκουσι καὶ τούτων μάλιστα ὁπόσοι σάλπιγγος ἐνυαλίου ἦσαν ἀπεριήχητοι καὶ τὴν κόμην ἀγλαοὶ καὶ φαιδροὶ τὰ πρόσωπα καὶ κλοιοῖς χρυσέοις καὶ περιδερραίοις διαφανέσιν ἐκ λίθων τηλαυγῶν καὶ μαργαρίδων τιμαλφῶν τοὺς τραχήλους περιδεόμενοι, τοὺς πρέσβεις ἀπράκτους ἀπέπεμψεν.

Ὁ δὲ σουλτὰν οὐκ ἀνῆκεν αὖθις τὰ πρὸς εἰρήνην διαλεγόμενος. ἐπεὶ δὲ ἑώρα μὴ προχωρούσας τὰς συμβάσεις, ἀλλὰ καὶ βασιλέα αὐτὸν κατὰ τὸ Ἰκόνιον ἀποκρινεῖσθαί οἱ μεγαλαυχοῦντα, προκαταλαμβάνει τὰς δυσχωρίας, αἳ κλεισώρειαι τοῦ Τζιβρίτζη κατονομάζονται, ἃς καὶ ἤμελλον Ῥωμαῖοι μετὰ τὴν ἀπὸ τοῦ Μυριοκεφάλου παριέναι ἄπαρσιν, κἀκεῖσε τὰς οἰκείας παραβύει φάλαγγας, ὡς ἀντιτάξαιντο Ῥωμαίοις αὐτίκα δὴ παριοῦσιν. ἔστι δὲ ὁ τόπος οὗτος ἐπιμήκης αὐλὼν ἔχων ὀρῶν ὑπερβολάς, κατὰ μὲν τὸ βόρειον κλίμα ὑποκαταβαίνων τοῦ ἀνάντους ἠρέμα εἰς γήλοφα καὶ πρὸς εὐρείας κοιλαινόμενος φάραγγας, κατὰ δὲ θάτερον μέρος εἰς προτομὰς προνεύων πετρῶν καὶ εἰς κρημνώδεις σύμπας ἀναστάσεις παρερρωγώς.

Ἐπὶ τοιαύτης οὖν ἐλαύνειν μέλλων ὁδοῦ οὐδέν τι τῷ στρατῷ συνοῖσον προμηθευσάμενος φαίνεται· οὔτε γὰρ τὸ πολὺ τῶν σκευοφόρων ἀπεσκευάσατο ἢ γοῦν τὰς ἁμάξας ἐκποδὼν ἔθετο, αἳ τὰς τειχομάχους ἔφερον μηχανάς, οὔτε μὴν ἀπεπειράσατο σὺν εὐζώνῳ τάγματι ἀπώσασθαι Πέρσας πρότερον ἐκ τῶν ἀμφιλαφῶν ἐκείνων καὶ ὀρειαίων παρόδων καὶ λειᾶναι οὕτω τῷ στρατῷ τὴν δίοδον, ἀλλ᾿ ὡς εἶχεν ἐπὶ πεδινῶν ποιούμενος τὴν πορείαν, οὕτω κἀπὶ τῆς τρυμαλιᾶς ἐκείνης συνθλίβεσθαι εἵλετο, καίπερ ἀκοῇ προειληφώς, μετὰ βραχὺ δὲ καὶ τοὺς ὀφθαλμοὺς ἔχων αὐτοπείρως πιστουμένους τὰ ἀκουόμενα, ὡς οἱ βάρβαροι κατειληφότες τὰς ἀκρωρείας ἐπίθωνται καὶ ὡς πᾶσαν μὲν φαρέτραν ἐκπωματίσουσι, πᾶν δὲ βέλος ἀφήσουσιν, ὅπως Ῥωμαίους τροπωσάμενοι τοῦ πρόσω βαίνειν ἐπίσχωσιν.

Ἐπῆγεν οὖν οὕτω τὰς φάλαγγας βασιλεύς. ἦν δὲ τότε μὴν ὁ Σεπτέμβριος. προηγοῦντο δὲ τοῦ στρατοῦ μετὰ τῶν οἰκείων τάξεων οἱ δύο υἱοὶ τοῦ Ἀγγέλου Κωνσταντίνου, ὅ τε Ἰωάννης καὶ ὁ Ἀνδρόνικος, ὁ Μακροδούκας Κωνσταντῖνος καὶ ὁ Λαπαρδᾶς Ἀνδρόνικος. μετὰ δὲ τούτους τὸ μὲν δεξιὸν ἐπεῖχε κέρας ὁ τοῦ βασιλέως γυναικάδελφος Βαλδουῖνος, τὸ δ᾿ ἀριστερὸν ὁ Μαυροζώμης Θεόδωρος. ἐπὶ τούτοις εἵποντο τὰ σκευοφόρα καὶ τὸ οἰκετικὸν αἵ τε φέρουσαι τὰς ἑλεπόλεις ἅμαξαι, μετὰ δὲ βασιλεὺς αὐτὸς καὶ ὅσον ἐπίλεκτον, μεθ᾿ οὓς ὀπισθοφύλαξ ὢν Ἀνδρόνικος ὁ Κοντοστέφανος.

Ἐπεὶ δὲ ἥψαντο τῶν δυσβάτων πορειῶν, τὰ μὲν περὶ τοὺς υἱοὺς τοῦ Ἀγγέλου καὶ τὸν Μακροδούκαν καὶ τὸν Λαπαρδᾶν τάγματα διεληλύθεσαν ἀπείρατα κακῶν· αἱ γὰρ πεζικαὶ δυνάμεις προβεβλημέναι διεσόβουν τοὺς βαρβάρους ἐκ τῶν γηλόφων ἀνασειράζουσαι, ἐφ᾿ ὧν ἀπὸ τοῦ ὄρους καθηκόντων ἐπιστάντες ἐμάχοντο, κἀπὶ τὸ ἄναντες παλίμποδας ἀνεστοίβαζον. τάχα δ᾿ ἂν καὶ τὰ ἐφεπόμενα τούτοις στρατεύματα παρήλθοσαν ἀπαθῶς τὰς τῶν Περσῶν ἐπισυστάσεις, εἴπερ ἔργον ἔθεντο Ῥωμαῖοι συμφράξασθαι καὶ τοῖς προηγουμένοις ἐφέπεσθαι τάγμασι καὶ διὰ τῶν τοξοτῶν ἀνέκοπτον τῶν ἐπικειμένων Περσῶν τὰ ὁρμήματα, νῦν δὲ αὐτοί τε τῆς συνεχείας κατημελήκασι καὶ οἱ Πέρσαι πλείονες ἐπιβρίσαντες ἀπό τε τῶν ὑψηλῶν ἐπὶ τὰ ταπεινὰ καὶ πρὸς τὸ πρανὲς ἐκ τῶν γηλόφων ὑποκαταβάντες διαζευγνύουσι τὰς τάξεις συρραγέντες παραβολώτερον· καὶ τρέπονται τοὺς περὶ τὸν Βαλδουῖνον καὶ πολλοὺς μὲν τιτρώσκουσιν, οὐκ ὀλίγους δὲ ἀναιροῦσιν. ἔνθα δὴ ὁ Βαλδουῖνος πονηρὰ τὰ καθ᾿ αὑτὸν ὁρῶν τάγματα καὶ ἀτονώτερα, ὥστε διελεῖν τοὺς πολεμίους καὶ παρελθεῖν, καὶ πάντοθεν πιεζόμενος ἀναλαβὼν ἱππέας τινὰς εἰς τὰς φάλαγγας διελᾷ τῶν Περσῶν, κυκλωθεὶς δὲ ὑπὸ τῶν πολεμίων αὐτός τε κατακαίνεται καὶ οἱ σὺν αὐτῷ πίπτουσιν ἅπαντες ἀλκῆς ἔργα καὶ χειρὸς γενναίας παράστημα ἐνδειξάμενοι.

Ἐκ δὲ τούτου πλεῖον ἐπαρθὲν τὸ βάρβαρον ἀπόρους πάντῃ Ῥωμαίοις ἐποίουν τὰς τροχιὰς καὶ βύζην νενησμένοι ἀπεῖργον τὴν πάροδον. οἱ δὲ Ῥωμαῖοι οἷα ἐν στενῷ χωρίῳ εἱλούμενοι καὶ ἀλλήλοις περιπίπτοντες οὐ μόνον δρᾶσαί τι κακὸν οὐκ εἶχον τοὺς πολεμίους, ἀλλὰ καὶ τοῖς ἐπιπορευομένοις προσιστάμενοι ἀχρείους κἀκείνους ἐποίουν εἰς τὸ ἀμύνασθαι. ὅθεν καὶ ῥᾷον ὑπὸ τῶν ἐπικειμένων αὐτοῖς ἔθνησκον· καὶ ἦν οὐδὲ μία τις ἐπιβοήθησις ἀπὸ τῶν οὐραγούντων ταγμάτων ἢ ἐκ βασιλέως αὐτοῦ ἢ ὑποχώρησις καὶ παρέγκλισις ἐπὶ θάτερα· αἱ γὰρ ἅμαξαι κατὰ μέσον ἑλκόμεναι ὑπονοστῆσαι μὲν οὐδαμῶς εἴων τὰς προηγουμένας τάξεις καὶ μετατάξασθαι πρὸς τὸ χρήσιμον, τοῖς δὲ μετὰ τοῦ αὐτοκράτορος στρατεύμασιν ὥσπερ ἀντίφραγμα γινόμεναι τὴν ἐς τὰ πρόσω πορείαν ἀπετείχιζον.

Ἔπιπτε τοίνυν βοῦς ἐκ τοξεύματος Περσικοῦ καὶ παρ᾿ αὐτῷ βοώτης ἀπέψυχεν. ἵππος καὶ ἀναβάτης ὁμοῦ κατεβέβληντο. αἱ σήραγγες μεσταὶ σωμάτων προυφαίνοντο. τὰ ἄλση τῶν πεσόντων πεπλήρωτο. αἱμάτων ῥύακες προύβαινον κελαρύζοντες. αἷμα συνεφύρετο αἵματι, τῷ τῶν ὑποζυγίων τὸ βρότειον. οὕτως ἦν δεινὰ τὰ ἐκεῖ καὶ πᾶσαν ὑπερβαίνοντα συγγραφήν. ὡς οὖν οὔτε προχωρεῖν ἐξῆν καὶ τὸ ἀναζεῦξαι δὲ ἄλλως ἀδύνατον (οἱ γὰρ Πέρσαι καὶ κατὰ νώτου ἐγένοντο καὶ τὰ πρόσω ἐποίουν ἄβατα), ὅσα καὶ θρεμμάτων ἀγέλαι Ῥωμαῖοι περὶ σταθμοὺς τὰς δυσχωρίας ἐκείνας ἐφθείροντο.

Ἀλλὰ καὶ εἴ τι που γενναίου φρονήματος ἐπῆν εἰσέτι αὐτοῖς ἢ θυμοῦ κατὰ τῶν ἀντιπάλων ὑπολέλειπτο ζώπυρον, καὶ τοῦτο σβεσθὲν ἀφῄρητο καὶ ἀπέλιπεν αὐτοὺς τὸ πρόθυμον τέλεον ἐκ τοῦ τοὺς πολεμίους ὑπ᾿ ὄψιν ἄγειν αὐτοῖς ἕτερον συμφορᾶς ἐπεισόδιον, αἰχμῇ περιπαρεῖσαν τὴν Ἀνδρονίκου τοῦ Βατάτζη κεφαλήν. ἦν δὲ οὗτος ἀδελφιδοὺς μὲν τῷ βασιλεῖ Μανουήλ, ἀπέσταλτο δὲ μετὰ στρατιᾶς, ὅσηπερ ἐκ Παφλαγόνων καὶ τῆς ἐν Πόντῳ Ἡρακλείας ἐστρατολόγητο, τοῖς Ἀμασεῦσι Τούρκοις ἀντιταξόμενος.

Φήμαις τοίνυν τοιαύταις ὁ βασιλεὺς καὶ ἀπευκταίοις τοιοῖσδε θεάμασι τὸ λογιζόμενον συγχυθεὶς καὶ τὴν τοῦ ἀνεψιοῦ προτεινομένην ὁρῶν κεφαλὴν καὶ τὸ τοῦ κινδύνου, ἐν ᾦ συνείληπτο, προορώμενος μέγεθος ἀθυμίᾳ συνείχετο καὶ ἀφασίᾳ πέσσων τὸ ἄλγος καὶ κωφοῖς, ὃ λέγεται, δάκρυσι τὸ πένθος ἀφοσιούμενος τὸ μέλλον ἐκαραδόκει καὶ τὴν γνώμην ἀμφιρρεπὴς ἐδείκνυτο.

Τὰ δέ γε προπορευθέντα Ῥωμαίων τάγματα τὰς ἐπισφαλεῖς ἐκείνας ὁδοὺς ἀπαθῶς διελθόντα ἐνηυλίσαντό που καὶ χάρακα ἔβαλον γηλόφου λαβόμενα ἀσφάλειαν ἐκ μέρους βραβεύοντος.

Οἱ δὲ Πέρσαι τὸ πᾶν εἰσέφερον τῆς σπουδῆς τὰ περὶ τὸν βασιλέα καταπαλαῖσαι στρατεύματα, ὡς εἰ τὸ πλεῖστον κατατροπωθείη καὶ κράτιστον, κἀκεῖνα ῥᾳδίως παραλύσειν οἰόμενοι· καθὰ καὶ ἐπὶ δράκοντος ὁρῶμεν γινόμενον, τῆς γὰρ κεφαλῆς συντριβείσης καὶ ὁ λοιπὸς συννεκροῦται ὁλκὸς τοῦ σώματος, ἢ καὶ ἐπ᾿ ἀκροπόλεως, ταύτης γὰρ ἐξαιρεθείσης καὶ ἡ λοιπὴ πόλις ὡς κατάκρας ἁλοῦσα τὰ οἴκτιστα πέπονθε. καὶ βασιλεὺς μὲν πολλάκις ἀπεπειράσατο τοὺς βαρβάρους μεταστῆσαι τῶν ἐκεῖσε δυσπαρόδων ὁδῶν καὶ πολὺς ἦν ἐγκείμενος τοῖς ὑπ᾿ αὐτὸν ἐξομαλίσειν τὴν δίοδον· οὐχ ὁρῶν δὲ τὰ κατὰ σκοπὸν προβαίνοντα καὶ ὡς ἀπολεῖται οὐδὲν μεῖον καὶ μένων κατὰ χώραν, οἷα τῶν Περσῶν ἐπικρατεστέρων ἀεὶ γινομένων ὡς ἐξ ὑπερδεξίων μαχομένων, ἐσβάλλει πρὸς τοὺς ἐνώπιον αὐτῷ πολεμίους μετ᾿ ὀλίγων τῶν ἀμφ᾿ ἐκεῖνον, καὶ τοῖς λοιποῖς δὲ ὑποτίθησι σώζειν σφᾶς, ὡς ἕκαστος δύναται· μηδὲν γὰρ χρηστὸν ἐκ τῶν ἐν ὄψει κατανοεῖν.

Καὶ βασιλεὺς μὲν ὡς ἐκ γαλεάγρας τῆς τότε αὐτὸν διειληφυίας ἐξώλισθε φάλαγγος μετὰ τραύματα πολλὰ καὶ μώλωπας συνεχεῖς, οὓς ἀπὸ ξιφῶν ἐπλήγη καὶ κορυνῶν ὑπὸ τῶν περιστάντων αὐτὸν Περσῶν, ἐπεὶ καὶ οὕτω δι᾿ ὅλου τοῦ σώματος τετραυμάτιστο, ὡς τὸν μὲν θυρεὸν περί που τοὺς τριάκοντα ἔχειν ἐμπεπηγότας διψητικοὺς αἵματος ὀϊστούς, αὐτὸν δὲ μηδ᾿ ἀνορθῶσαι ὅλως δύνασθαι περιτραπεῖσαν τὴν κόρυθα. πλὴν καὶ οὕτω παρὰ δόξαν τὰς τῶν βαρβάρων διέδρα λαβάς, ὑπὸ Θεοῦ φρουρηθεὶς τοῦ καὶ ἐπὶ κεφαλὴν πάλαι Δαυὶδ ἐν ἡμέρᾳ πολέμου ἐπισκιάζοντος, ὡς αὐτός φησιν ὁ φιλόψαλμος. τὰ δ᾿ ἄλλα τάγματα χειρόνως ἔπασχον ἀεὶ δόρασι περισταδὸν λελογχωμένοις νυσσόμενα καὶ βέλεσιν ἐκ τοῦ σχεδὸν διαμπερὲς ἐλαυνόμενα καὶ ὑπ᾿ ἀλλήλων ἐν τῷ συμπίπτειν διαφθειρόμενα. εἰσὶ δ᾿ οἳ καὶ ταύτην μὲν ἀπαθεῖς παρῆλθον τὴν φάραγγα καὶ τοὺς ἐπ᾿ αὐτῆς ἱσταμένους Πέρσας ἐσόβησαν, προελθόντες δὲ καὶ τῆς μετ᾿ ἐκείνην ἁψάμενοι σήραγγος ὑπὸ τῶν ἐκεῖσε πολεμίων ἀπώλοντο. εἰς γὰρ κοιλάδας ἑπτὰ ταφρώδεις πάσας καὶ ἀγχιτέρμονας ἡ πάροδος ἐκείνη διέσχιστο, εὐρυνομένη βραχὺ καὶ συμπτυσσομένη πάλιν πρὸς τὸ στενόπορον· καὶ ἦσαν αὗται παρὰ τῶν Τούρκων ἀκριβῶς ἐφεστώτων τηρούμεναι. ἀλλ᾿ οὐδ᾿ ὁ λοιπὸς χῶρος τῶν πολεμίων ἐσπάνιζε καθαρῶς, ἀλλ᾿ ἅπας τούτων πεπλήρωτο.

Τότε δὲ καὶ ἀνέμου πνεύσαντος καὶ θῖνα βαθεῖαν ἐκ τῆς ἐκεῖσε ψαμμώδους μετεωρίσαντος γῆς σύρδην ἐμπίπτουσαν ἀμφότερα συμπεσεῖν ἐγένετο τὰ στρατεύματα καὶ ὡς ἐν νυκτομαχίᾳ καὶ σκότει ψηλαφητῷ ἀλλήλοις προσφερόμενα τοῖς ἐχθροῖς τοὺς φίλους ἐπικατέσφαττον καὶ οὐκ ἦν ἐξ ὁμοφύλου διακρίνειν ἀλλόφυλον, ἀλλὰ Πέρσαι καὶ Ῥωμαῖοι συμβεβλημένοι καὶ καθ᾿ ὁμογενῶν ἐσπῶντο τὰ ξίφη καὶ τὸν προσιόντα κατέκαινον ὡς πολέμιον, ὡς τὰς τάφρους τάφον ἕνα γενέσθαι καὶ πάμμικτον πολυάνδριον καὶ σκήνωμα κοινὸν Ῥωμαίων τε καὶ βαρβάρων καὶ ἵππων καὶ βοῶν καὶ ὄνων ἀχθοφορούντων.

Ἔπεσον οὖν ἀριθμῷ πλείους Ῥωμαῖοι καὶ πλεῖστοι μάλιστα τῶν ἐκ τοῦ γένους τῷ βασιλεῖ καὶ τούτων οἷς πολὺ τὸ ἐπίσημον. ὡς δὲ ἡ κόνις ἐλώφησεν ἥ τε ἀχλὺς ἐκείνη καὶ ἡ ἀορασία διεσκέδαστο, ὠπτάνοντό τινες (φεῦ τοῦ ἀπευκταίου πράγματος καὶ ὁράματος) ἕως ἰξύος καὶ τραχήλου συνισχημένοι τοῖς πτώμασιν, οἳ καὶ χεῖρας μὲν ἱκέτιδας ὤρεγον καὶ σχήμασιν ἐλεεινοῖς καὶ φωναῖς γοερὸν ὑπηχούσαις προυκαλοῦντο τοὺς παριόντας εἰς ἀρωγήν, οὐδένα δὲ τὸν ἀμύνειν δυνάμενον εἶχον οὐδὲ τὸν σώζοντα· πάντες γὰρ οἷς ἔπασχον ἐκεῖνοι τὴν οἰκείαν προτυπούμενοι συμφορὰν τὸν περὶ ψυχῆς τρέχοντες ἀκούσιοί τινες ἦσαν ἀνοικτίρμονες καὶ ὡς τάχους εἶχον σώζειν ἑαυτοὺς ἔσπευδον.

Ὁ δὲ Μανουὴλ σκιὰν ὑπελθὼν ἀχλαδηφοροῦντος δένδρου ἀνελάμβανεν ἑαυτὸν καὶ καμοῦσαν συνέλεγε τὴν ἰσχύν, μὴ ἔχων ὑπασπιστὴν συνιστάμενον, μὴ δορυφόρον ἐπισπόμενον, μὴ σωματοφύλακα ἐφεπόμενον. ἰδὼν δέ τις αὐτὸν καὶ οἰκτείρας ἐκ τοῦ τῶν ἱππέων τάγματος, καὶ οὗτος τῶν ἀφανῶν καὶ πολλῶν Ῥωμαίων, ἐφίσταταί οἱ προθύμως κατὰ προαίρεσιν καὶ διακονεῖν αἱρεῖται τὰ δυνατά, ὅθεν καὶ τὴν κυνέην ἑτέρωσε βαλλομένην τῇ ἐκείνου ἐφήρμοσε κεφαλῇ.

Ἐν ᾧ δὲ καθ᾿ ὃ εἰρήκειμεν δένδρον ὁ βασιλεὺς ἀνεκώχευεν, ἐπιδραμών τις Πέρσης ἐφεῖλκε τοῦτον τοῦ χαλινοῦ κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν· ὁ δὲ πλήξας αὐτὸν κατὰ κεφαλῆς τῷ τοῦ δόρατος τμήματι, ὃ εἶχεν ἔτι ἐν ταῖν χεροῖν, εἰς γῆν ἔβαλε. μετ᾿ οὐ πολὺ δ᾿ ἕτεροι Πέρσαι ζωγρίαν ἑλεῖν ὀριγνώμενοι ἐπ᾿ αὐτὸν ἵενται, ῥᾳδίως δὲ καὶ τούτους ἐώσατο· βασιλεὺς μὲν γὰρ τὸ τοῦ συνεστῶτος ἱππότου δόρυ ἀγκοινησάμενος διαπείρει ἕνα τῶν ἐπιόντων ἕως καὶ εἰς αὐτὸν θάνατον, αὐτὸς δὲ ὁ ἱππότης τὸ ξίφος σπασάμενος ἀποκαρατομεῖ ἕτερον.

Συναλισθέντων δὲ περὶ τὸν βασιλέα ἑτέρων ὁπλοφόρων δέκα Ῥωμαίων, ἐκεῖθεν μετέβαινε, συμμῖξαι γλιχόμενος τοῖς προηγησαμένοις τάγμασιν. ἀλλ᾿ αὖθις μικρόν τι προβὰς ὑπό τε Τούρκων τῆς πρόσω πορείας εἴργεται καὶ τοῖς τῶν πεσόντων οὐχ ἧττον νεκροῖς ἀπερύκεται, οἳ περὶ τὰς ὁδοὺς αἰθριάζοντες ἀπέφραττον αὐτὰς σωρηδὸν κείμενοι. μόλις δὲ τὰ ἐκεῖ δυσπόρευτα χωρία καὶ τὸν ἐγγύς που παραρρέοντα χείμαρρον διελθών, ἐνιαχοῦ τῶν θνησιμαίων ἐπιβαίνων καὶ τούτων ὕπερθεν ἱππαζόμενος, ἀθροίζει καὶ ἄλλο τι στῖφος Ῥωμαϊκὸν κατὰ θέαν αὐτοῦ συνδραμόν· ὅτε καὶ ἀναβλέψας ὁρᾷ τοῖς ὀφθαλμοῖς τὸν ἐπ᾿ ἀνεψιᾷ γαμβρόν, τὸν Καντακουζηνὸν Ἰωάννην, ἕνα πρὸς πλείονας ἁμιλλώμενον καὶ ἀνδρείως αὐτοῖς προσφερόμενον καὶ περιβλεπόμενον μέν, εἴ τις ἐπαρήξων ἐκείνῳ ἐλεύσεται, ἐκ δὲ τοῦ μηδένα τὸν ἀμύνοντα παρεστάναι μετὰ βραχὺ πίπτοντά τε καὶ σκυλευόμενον.

Οἱ δὲ τοῦτον ἀπεκτονότες Πέρσαι, ὡς εἶδον παριόντα τὸν αὐτοκράτορα (οὐδὲ γὰρ ἦν λαθεῖν), συγκροτηθέντες εἰς σπείραν ὡς εἰς θήραμα μέγα τὸν βασιλέα ἐπῄεσαν· ᾤοντο γὰρ αὐτίκα δὴ μάλα τοῦτον αἱρήσειν ἢ ἀναιρήσειν. ἦσαν δ᾿ οὗτοι πάντες Ἀραβίοις ἔποχοι ἵπποις καὶ κατὰ θέαν τῶν πολλῶν ὑπερφέροντες· ὁπλισμοῖς τε γὰρ ἐκπρεπέσιν ἐκάζοντο καὶ τοὺς ἵππους εἶχον ἠσκημένους ἄλλοις τε κόσμοις λαμπροτάτοις, ἀλλὰ δὴ καὶ ἐπαυχενίοις ἀγλαΐσμασιν ἐκ τριχῶν συγκειμένοις ἱππείων ἐς ἱκανὸν καθιεμένων καὶ περιηρτημένους ἐχουσῶν ἠχητικοὺς κώδωνας. βασιλεὺς δ᾿ ἀναστήσας τῶν περὶ αὐτὸν τὰ φρονήματα τὴν τῶν πολεμίων ἐπέλευσιν εὐπετῶς ἀποκρούεται, ἀεὶ δὲ κατὰ βραχὺ προβαίνων τοῖς ἔμπροσθεν καὶ νῦν μὲν πολέμου νόμῳ, ἐνιαχοῦ δὲ καὶ ἀναιμωτὶ παριππεύων τοὺς Πέρσας, ἄλλους ἐπ᾿ ἄλλοις συνιόντας καὶ πάντας συλλαβεῖν αὐτὸν σπεύδοντας, τρισάσμενος ἐφίσταται καὶ ἀσπάσιος τοῖς προωδευκόσι τάγμασιν οὐ μᾶλλον περὶ αὐτοῖς δυσχεραίνουσιν ἢ ἐπ᾿ αὐτῷ μὴ φαινομένῳ ἀγωνιῶσιν.

Οὔπω δὲ συμμίξας τούτοις, ἀλλ᾿ ἐκεῖσε ἔτι ὤν, ἔνθα ποταμὸν παραρρέειν ὁ λόγος εἴρηκε, δίψει συνέχεται· καὶ δὴ αἰτεῖται τῶν παρεστώτων τινὰ λαβόντα ὑδρεῖον ὕδωρ ἀρύσασθαι καὶ αὐτῷ ἀποκομίσαι πιεῖν. σπάσας τοίνυν τοῦ ὕδατος ὅσον ἂν τὴν ἐκείνου ἐδίανεν ὑπερῴην τὸ λοιπὸν ἐξέχεεν, οἷα μὴ τοῦ ποθέντος ἡδέως διὰ τοῦ οἰσοφάγου κατολισθαίνοντος. πολυπραγμονήσας δὲ τὸ ποτὸν καὶ λυθρῶδες τοῦτο κατανοήσας ᾤμωξε καὶ εἶπε μὴ εὐτυχῶς ἀπογεύσασθαι τοῦ τῶν Χριστιανῶν αἵματος. παρεστὼς δέ τις ἀνὴρ ἰταμὸς καὶ θρασύς, ὡς ἔδειξε, καὶ τοῦ τότε καιροῦ δυσκολώτερος ἀνερυθριάστως ἔφησεν „ἄπαγε, βασιλεῦ, οὔκουν ταῦτα, οὐχί· οὐ γὰρ νῦν πρώτως, ἀλλὰ πάλαι καὶ πολλάκις καὶ εἰς κραιπάλην καὶ ἄγαν ἀκραιφνὴς Χριστιανικῶν αἱμάτων κρατὴρ ἐκεράσθη σοι, καλαμωμένῳ τε καὶ ἐπιφυλλίζοντι τὸ ὑπήκοον.” οὕτω δ᾿ ἱλαρῶς τὸν κακήγορον ἐκεῖνον καὶ λοίδορον ὑπήνεγκεν ἄνθρωπον, ὡς εἰ μὴ ἦν ἀκούων μηδ᾿ ἔχων ἐλεγμοὺς ἐν τῷ στόματι.

Ὁρῶν δὲ καὶ τοὺς θησαυροφύλακας θυλάκους διασπωμένους ὑπὸ Περσῶν καὶ κατὰ γῆς χεόμενον καὶ ἁρπαζόμενον τὸν εἰς νόμισμα κεκομμένον χρυσόν τε καὶ ἄργυρον ἐνῆγε τοὺς συνόντας Ῥωμαίους ἐπεισπεσεῖν τοῖς βαρβάροις καὶ κτήσασθαι τὰ χρήματα Περσῶν δικαιότερον. συστὰς δὲ αὖθις ἐκεῖνος ἀνὴρ διελοιδορεῖτο ἀναιδῶς βασιλεῖ τοιαῦτα κελεύοντι „ἐχρῆν” λέγων „ἑκουσίως καὶ πρότερον διδόναι Ῥωμαίοις ταυτί, οὐχὶ δὲ πάντως νυνί, ὅτε ἡ κτῆσις δυσχερὴς καὶ μεθ᾿ αἵματος. εἰ δ᾿ αὐτός ἐστιν ἰσχύος ἀνήρ, ὁποῖος εὔχεται εἶναι, ἢ γοῦν ἀναξυρίδα περίκειται, τοῖς χρυσοσύλαις συρραγεὶς Πέρσαις καὶ συγκόψας τούτους θαρραλεώτερον ἐπανασωσάτω Ῥωμαίοις τὰ ἁρπαζόμενα”. ἐσιώπα δὲ κἀπὶ τούτοις τοῖς ῥήμασι μὴ ὑπ᾿ ὀδόντα γρύζων μὴ τονθορύζων, ἀλλὰ φέρων τὴν τοῦ κερτόμου προπέτειαν ὡς Δαυὶδ πάλαι Σεμεεὶ τὴν αὐθάδειαν.

Ὀψὲ δὲ καὶ ὁ Κοντοστέφανος Ἀνδρόνικος ἀβλαβὴς παρῆν, ὃς ὠπισθοφυλάκει, καὶ ἕτεροι τῶν δυναμένων μέγα παρὰ τῷ Μανουὴλ ἀπλῆγες συνδεδραμήκασιν.

Ἐπεὶ δὲ νὺξ ἐπῆλθε καὶ σκότος ἡμέρας διάδοχον τὸν πόλεμον ἔπαυσεν, ἀδημονῶν ἅπας καθῆστο ὑπτίῳ τῷ τῆς χειρὸς κοίλῳ ῥίψας τὴν κεφαλὴν καὶ τὸν ἐνεστῶτα κίνδυνον φανταζόμενος οὐ τοῖς ζῶσι συνέταττεν ἑαυτόν, καὶ μάλισθ᾿ ὅτι τὸν χάρακα περιτρέχοντες διαπρυσίοις ἀνεκάλουν φωναῖς οἱ βάρβαροι τοὺς ὁμοεθνεῖς αὐτοῖς, οἳ κατὰ χρείαν ἢ μετάθεσιν πίστεως πρὸς Ῥωμαίους πάλαι προυχώρησαν, καὶ παρῄνουν ἐξελθεῖν αὐτονυχὶ τοῦ στρατηγίου ὡς ἀπολουμένων ἄρδην ἕωθεν αὐτίκα τῶν ἐν αὐτῷ. διενυκτέρευον οὖν Ῥωμαῖοι κατὰ φήτρας καὶ λογάδας φίλας συναγειρόμενοι, βαπτόμενοι πρὸς ὦχρον ὑπὸ δέους, εἰς οἷον τὰ πέταλα τῶν δένδρων κατὰ καιρὸν τὸν φυλλοχόον μεταμορφάζεται.

Αὐτὸς δὲ ὁ κρατῶν ἀγενεστάτας βουλὰς ὤδινεν. ὡς δὲ ταύτας ἀποτεκὼν εἰς ἀκοὴν τῶν σὺν ἐκείνῳ ἐξέφερε καὶ ἦν τὸ ὑφηγούμενον λαθραία φυγὴ καὶ τῶν τοσούτων ψυχῶν εἰς αἰχμαλωσίαν καὶ θάνατον ἔκδοσις, ἐκπλήττει τοὺς ἀκροωμένους καὶ πλέον τὸν Κοντοστέφανον, ἀνδρὸς ἀλλοφρονοῦντος καὶ περιστρεφομένου σκοτοδίνῃ ἀτεχνῶς φθεγγόμενος ῥήματα. οὐ μόνον δὲ οἱ πρὸς σκέψιν τοῦ ποιητέου συνελθόντες βαρέως ἤνεγκαν τὰ ἠνωτισμένα, ἀλλὰ καί τις ἔξωθεν ἑστὼς τῆς σκηνῆς ἐκ τῶν ἀγνώστων στρατιωτῶν, ὡς τὸ βασιλικὸν ἐς οὖς ἐδέξατο σκέμμα, ὑψώσας τὴν φωνὴν καὶ διωλύγιον ἀνοιμώξας „φεῦ”, εἶπεν „ὁποῖα καὶ δὴ ὁ βασιλεὺς Ῥωμαίων εἰς νοῦν ἐβάλετο”. καὶ πρὸς ἐκεῖνον τὴν τοῦ λόγου στρέψας ὁρμὴν „οὐχὶ σύ” φησιν „ὁ διὰ τῆς ἐρήμης ταύτης καὶ στενῆς ὁδοῦ ἐκθλίψας ἡμᾶς καὶ εἰς ἀπώλειαν διηθήσας, ἢ μᾶλλον οἱονεί τινι ὅλμῳ ἐκπιέσας τοῖς συμπίπτουσι τούτοις σκοπέλοις καὶ τοῖς πεσοῦσιν ἀτεχνῶς ἐφ᾿ ἡμᾶς ὄρεσι; τί ἡμῖν καὶ τῇ κοιλάδι ταύτῃ τοῦ κλαυθμῶνος καὶ τῷ στομίῳ τοῦ ᾅδου ἄντικρυς καὶ τῷ παρελθεῖν τὰς ἀνωμάλους ταύτας καὶ τραχείας τροχιάς; ἢ τί ἴδιον ἐπάγειν τοῖς βαρβάροις ἐπίκλημα εἴχομεν, οἳ τοὺς χώρους τούτους τοὺς στενούς τε καὶ βιαίους καὶ σκολιοὺς περικαθίσαντες ἡμᾶς ἐσαγήνευσαν; καὶ νῦν ὅπως καταπροδίδως ὡς πρόβατα σφαγῆς τοῖς ἐχθροῖς;” τούτοις μαλαχθεὶς τὴν ψυχὴν εἴτ᾿ οὖν ἕως καρδίας δηχθεὶς εἰς ἑτέραν ἐτράπετο καὶ τὴν κατὰ τὸν καιρὸν ἐκεῖνον ἐλᾶν εἵλετο.

Ἀλλ᾿ ὁ σπέρμα ἐγκαταλείπων πάλαι τῷ Ἰσραήλ, ἵνα μὴ εἰς τέλος ἀφαντωθείη τὸ οἰκεῖον κληρούχημα ὡς Σόδομα γεγονὸς καὶ ὁμοιωθὲν ὡς Γόμορρα, ὁ παιδεύων καὶ πάλιν ἰώμενος, ὁ πατάσσων καὶ ζῆν ποιῶν, ὁ μὴ τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων ἐῶν, οὗτος καὶ τότε τὸ ἅγιον ἔθνος κατοικτειρήσας καὶ μὴ ἀπώσασθαι θελήσας εἰς τέλος κάμπτει τὴν τοῦ σουλτὰν ψυχὴν εἰς ἀξύμφυλον ἔλεον, τὸ καινότατον, καὶ ὃς τὴν τοῦ βασιλέως ἀρετὴν αἰδούμενος πρότερον, τότε καὶ ταῖς ἐκείνου συμφοραῖς ἐπικλᾶται· ἢ γοῦν ὁ διὰ Χουσὶ τὴν Ἀχιτόφελ ἀκυρώσας βουλὴν καὶ τὰς φρένας ἀλλοιώσας Ἀβεσαλώμ, ὡς τοῖς καθ᾿ ἑαυτοῦ καὶ χείροσιν ἐπαγάλλεσθαι, αὐτὸς καὶ τότε τὸν Περσάρχην ἐξέκρουσε τοῦ καθήκοντος. παρασυρεὶς γὰρ οὗτος ταῖς τῶν μεγιστάνων αὐτοῦ ὑποθημοσύναις, οἵπερ ἀπήντλουν ἀμφοτέραις ἐκ βασιλέως κατὰ τὸν τῆς εἰρήνης καιρὸν τὰ χρήματα, πέμψας πρεσβείαν εἰρηνικὰ διαλέγεται καὶ τὴν συνομολογίαν ὡς πρώην αὖθις ἐπιζητεῖ, προφθάνων οἷον προαιρετῶς, τοῦ Κρείττονος ἐποτρύνοντος, τὸν ἀναγκαστῶς εἰς τὰς συμβάσεις βλέψαντα ἄνακτα.

Οἱ δὲ δὴ Πέρσαι μήπω τῶν κατὰ σκοπὸν τῷ σουλτὰν ἀπεκφανθέντων ἅμα ἕῳ προσήλαυνον ὡς κυκλωσόμενοι Ῥωμαίους καὶ ὥσπερ ὄψον εὐτρεπὲς καὶ καθ᾿ ὁρμὴν μίαν, οἷα θῆρες, λαφύξοντες, ἢ ὡς ἐγκαταλελειμμένα ᾠὰ καὶ νοσσιὰν ἐρήμην ἀπάξοντες. περιστείχοντες τοίνυν τὸν χάρακα τοὺς ἐντὸς κατετόξευον, κύκλῳ περιελαύνοντες καὶ βαρβαρικῶς ἀλαλάζοντες. βασιλεὺς οὖν ἐγκελεύεται Ἰωάννῃ τῷ τοῦ Ἀγγέλου Κωνσταντίνου υἱῷ μετὰ τοῦ συνόντος αὐτῷ τάγματος τοῖς Πέρσαις προσβαλεῖν· ὁ δὲ κατὰ τὴν βασιλικὴν ἐπιταγὴν ἀναστελεῖν τοὺς Τούρκους πειρᾶται, οὐδὲν δέ τι δράσας γενναῖον παλίνστροφος γίνεται. ἐκ δὲ τούτου ὁ Μακροδούκας Κωνσταντῖνος τὴν ὑπ᾿ αὐτὸν ἐξάγει στρατιὰν ἐκ τῶν ἑῴων στρατολογουμένην ταγμάτων· ἀλλὰ καὶ οὗτος μικρόν τι φανεὶς ὑπενόστησεν.

Ὁ δέ γε σουλτὰν πέμπει πρὸς βασιλέα Γαβρᾶν τὰ πρῶτα τῶν παρ᾿ αὐτῷ τετιμημένων καὶ ᾠκειωμένων μάλιστα. τὸ δ᾿ ἀπὸ τοῦδε οἵ τε Τοῦρκοι ἐκ παραγγελίας τοῦ προσβάλλειν περιστάδην ἀπέστησαν καὶ Ῥωμαῖοι τοῦ ἐπεξέρχεσθαι λήγουσιν. ὀφθῆναι δὲ τῷ βασιλεῖ μέλλων Γαβρᾶς βαθεῖαν καὶ βαρβαρικὴν ἀπονέμει προσκύνησιν καὶ ἅμα ἵππον προσάγει δῶρον ἐκ τοῦ σουλτὰν Νισαῖον ἀργυροχάλινον ἐκ τῶν φατνιζομένων εἰς πομπὰς καὶ περιμήκη ἀμφήκη μάχαιραν καὶ λόγον κινεῖ περὶ σπονδῶν, διομαλίσας πρότερον λόγοις ἁπαλοῖς τὴν ἐπὶ τοῖς συμβᾶσιν ὑπεμφαινομένην ἀχθηδόνα τοῦ βασιλέως καὶ καταστείλας τὸ τοῦ πάθους φλεγμαῖνον, οἷά τισιν ἐπᾴσμασιν, οἷς πρὸς τὸ οὖς ἐκείνῳ ὑπεψιθύρισε ῥήμασι. θεασάμενος δὲ Γαβρᾶς ἣν εἶχε στολάδα ἐπὶ τοῦ θώρακος βασιλεύς, τὴν χροιὰν χολοβάφινον, „οὐκ εὐσύμβολον τὸ χρῶμα τοῦτό” φησιν, „ὦ βασιλεῦ, ἀλλὰ καὶ λίαν κατὰ τὴν ὥραν τοῦ πολέμου ταῖς ἀγαθαῖς τύχαις ἀντιπρᾶττον.” αὐτὸς δ᾿ ἐπὶ τοῖς εἰρημένοις βραχὺ καὶ βεβιασμένον μειδιάσας τὴν ἐπιθωράκιον στολὴν ἀποδὺς ἐκείνῳ δίδωσι πορφύρᾳ καὶ χρυσῷ διηνθισμένην. τὸν δ᾿ ἵππον καὶ τὸ ξίφος δεξάμενος ἐγγράφους τίθεται τὰς σπονδὰς καὶ τὴν χεῖρα τούτοις βραβεύει. ἐνῆν δὲ τῷ γραμματίῳ καὶ ἄλλα μὲν ὅσα ὁ καιρὸς ἐπέταττε κατὰ μηδὲν ἀκριβολογούμενος, ἀλλὰ δὴ καὶ τὸ καταστραφῆναι τὰ φρούρια τό τε Δορύλεον καὶ τὸ Σούβλεον.

Οὕτως οὖν εὑρηκὼς τὸν βάρβαρον τὰ πρὸς εἰρήνην ἀληθῶς λαλήσαντα καὶ μὴ ἐπ᾿ ὀργὴν δόλους διαλογιζόμενον αἰτεῖται δι᾿ ἄλλης ὁδοῦ πορευθῆναι καὶ μὴ τὴν αὐτὴν ἀναμετρήσειν αὖθις, ἣν ἐβάδισε πρότερον, ἐκκλῖναι τοὺς πεσόντας βουλόμενος· οἱ δὲ τῆς ὁδοῦ ἡγεμόνες κατ᾿ αὐτὸ τοῦτο μᾶλλον ἐπὶ τὴν ἐκεῖσε προῆγον, ἵν᾿ ὀφθαλμοῖς οἰκείοις ἐπόψοιτο τὰ οἰκτρότατα ἐκεῖνα θεάματα. καὶ ἦν γὰρ ἀληθῶς δακρύων ἄξια τὰ ὁρώμενα, ἢ ἀληθέστερον εἰπεῖν, μείζω τοῦ ἀνακλαυσθῆναι διὰ τὸ τοῦ κακοῦ μέγεθος. αἵ τε γὰρ φάραγγες ἐς ἰσόπεδον ἀνέβαινον καὶ αἱ κοιλάδες εἰς κολωνοὺς ἀνηγείροντο, καὶ τὰ ἄλση τοῖς θνησιμαίοις ἐκεκάλυπτο. ἅπας δὲ κείμενος ἀποσυρεὶς ἦν τὸ δέρμα τῆς κορυφῆς, πολλοὶ δὲ καὶ τοὺς ἰθυφάλλους ἀπεκαυλίσθησαν. ἐλέγετο δὲ τοὺς Πέρσας τοῦτο τεχνάσασθαι, ἵνα μὴ τοῦ ἀκροβύστου ὁ ἐμπερίτομος διαστέλλοιτο καὶ ἡ νίκη οὕτως εἴη ἀμφιπαλὴς καὶ ἀμφήριστος, ὡς ἐξ ἑκατέρων τῶν στρατοπέδων καταβληθέντων πολλῶν. οὐδεὶς τοίνυν ἀντιπαρῆλθεν, ἀλλὰ μέγα πάντες ἀνέκλαυσαν καὶ ὀνομαστὶ τοὺς ἀπολωλότας ἑταίρους καὶ συνήθεις ἐκάλεσαν.

Ἀλλ᾿ ἐνταῦθα τοῦ λόγου γενόμενος ἐκεῖνο ἔχω εἰπεῖν, ὡς δυσφύλακτον τὸ μέλλον τοῖς ἀνθρώποις ἡμῖν καὶ οὐκ ἄν τις ῥᾳδίως ἐξαναλύσῃ τὸ ἐπιόν, εἰ μή τῳ τὸ θεῖον ἐκ λιπαρίας ἱλεωθὲν ἀπώσαιτο τὰ δεινὰ ἢ ἐκ τούτου εἰς τοῦτο μετακλινεῖ καταμιγνύον τὸ τῆς κινήσεως ἀκραιφνὲς καὶ τῷ φιλανθρώπῳ καπηλεῦον τὸ ἄκρατον. βασιλεὺς μὲν γὰρ ἡνίκα ἦν κατὰ Περσῶν ἐκστρατεύειν προθέμενος, ἐδόκει καθ᾿ ὕπνους ὁρᾶν ὡς εἰς στρατηγίδα νῆα ἐμβὰς αὐτός τε καὶ συχνοὶ τῶν ἐπιτηδείων τὴν Προποντίδα ἀνελέγετο, αἴφνης δὲ συμπεσεῖν τὰ ἐξ Εὐρώπης καὶ Ἀσίας ὄρη, ὡς ἀφανισθῆναι μὲν τῆς νηὸς θραυσθείσης τὸ ἐμπλέον ἅπαν, αὐτὸν δὲ μόλις ἐκδοθῆναι τῇ χέρσῳ ταῖς χερσὶ νηχόμενον. καθ᾿ ἣν δὲ ἡμέραν τῶν ἐπισφαλῶν ἐκείνων ἐπέβαινε τρίβων ἀνήρ τις προσελθὼν αὐτῷ δίγλωττος, τὸ γένος Ῥωμαῖος, τοὐπίκλην Μαυρόπουλος, δόξαι οἱ ἔφατο κατ᾿ ὄναρ τὸν ἐκ τοῦ Κύρου παρώνυμον ναὸν εἰσελθεῖν, ἐν δὲ τῷ ἱλεοῦσθαί οἱ τὴν εἰκόνα τῆς θεομήτορος φωνὴν ἐξικνουμένην ἐκεῖθεν ἐνωτισθῆναι λέγουσαν ὡς „ἀρτίως ἐν μεγίστοις μάλιστα κινδύνοις ὁ βασιλεύς,” καὶ „τίς ἀπελεύσεταί μοι τούτῳ συνέριθος;” εἰρηκότος δέ τινος ἀοράτως „ἀπελθέτω ὁ Γεώργιος” „νωθὴς οὗτος” εἰπεῖν, κἀκείνου δὲ πάλιν ἐπενεγκόντος „ἀπίτω ὁ Θεόδωρος” καὶ πρὸς τοῦτον ἀπανήνασθαι καὶ τέλος μετὰ περιαλγείας φθέγξασθαι ὡς οὐδεὶς προφθάσει τὸ φυόμενον κακόν. καὶ ταῦτα μὲν οὕτω.

Μετὰ δὲ τὸ ὑποκαταβῆναι τὰς δυσχωρίας ἐνέκειντο καὶ πάλιν οἱ Πέρσαι Ῥωμαίοις ἐκ τῶν ὄπισθεν ἐπιφαινόμενοι· μεταμέλῳ γὰρ ἐλέγετο πληγῆναι τὸν Πέρσην, ὅτι τὸ ἐν χερσὶ παρῆκε θήραμα, κἀντεῦθεν ἐνδοῦναι τοῖς οἰκείοις ἐκεῖνα ἐπιοῦσιν ἐνδείκνυσθαι, ὅσα καὶ πρὸ τῶν σπονδῶν ἐξῆν διαπράττεσθαι. οὐ πανσυδὶ δὲ καὶ ὡς ἡνίκα τὰ δυσέμβολα χωρία Ῥωμαῖοι διήρχοντο, οἱ Τοῦρκοι παρείποντο, ἀλλὰ κατὰ διαλειπούσας συμμορίας ἐπηκολούθουν· οἱ γὰρ κράτιστοι καὶ πλεῖστοι ταῖς τῶν σκύλων ὠφελείαις ἔμφορτοι γενόμενοι τῆς οἴκαδε φερούσης ἥψαντο. πλὴν καὶ οἱ παρεπόμενοι ἐκεῖνοι πολλοὺς διέφθειρον, καὶ τούτους μάλιστα, ὁπόσοι τραυματίαι τε καὶ ἀπόμαχοι, καίπερ τοῦ βασιλέως τοὺς πολεμικοὺς τῶν ἡγεμόνων καὶ δραστηρίους οὐραγεῖν ἐπιτάξαντος.

Ὡς δὲ κατὰ τὰς Χώνας παρεγένοντο, ἄσμενοι ἐκεῖσε τὸ γόνυ ἔκαμψαν, ὡς οὐκέτι τοὺς πολεμίους ὀψόμενοι. βασιλεῖ δὲ καὶ τούτου ἐμέλησεν, ἑκάστῳ καχεκτοῦντι στατῆρα διαδοῦναι ἀργύρεον νοσοκομίας ἐφόδιον πρόσκαιρον. καταβὰς δὲ εἰς Φιλαδέλφειαν ἡμέρας τινὰς ἐκεῖσε διέτριψε τὴν τοῦ σώματος διάθεσιν ἀνακτώμενος καθῃρημένην οἷς ἐπεπόνθει κατὰ τὸν πόλεμον.

Προεκπέμψας δ᾿ ἀγγέλους τὰ συμβεβηκότα ταῦτα τοῖς Κωνσταντινουπολίταις παρίστα, νῦν μὲν ταὐτοπαθῆ πως ἑαυτὸν Ῥωμανῷ τῷ Διογένει κατονομάζων, ἐπεὶ καὶ οὗτος ὁ βασιλεὺς κατὰ τῶν Τούρκων ἐξενεγκών ποτε πόλεμον τό τε πολὺ τῆς στρατιᾶς ἀπεβάλετο καὶ αὐτὸς συλληφθεὶς ἀπήχθη αἰχμάλωτος, νῦν δὲ τὰς μετὰ τοῦ σουλτὰν σπονδὰς ὑπεξαίρων καὶ κάτωθεν τῆς ἑαυτοῦ σημαίας μεγαλορρημονῶν αὐτὰς περατῶσαι, ἀνέμῳ ἀναπεπταμένης καὶ πρὸς τὸ τῶν ἀντιπάλων ἀφορώσης μέτωπον ὡς φόβον ἐμπίπτειν καὶ τρόμον αὐτοῖς.

Οὐ μὴν ἀλλὰ τὸ μὲν Σούβλεον ἐπιπαριὼν κατὰ τὸ σουλτὰν δοκοῦν αὐτὸς καθαιρεῖ, τὸ δέ γε Δορύλεον οὐδαμοῦ. ὅθεν στείλας ὁ σουλτὰν πρεσβείαν τῶν τε συνθηκῶν αὐτὸν ἀνεμίμνησκε καὶ θαυμάζειν ἔλεγεν, ὅπως μὴ ἐς δεῦρο καθῄρηται τὸ Δορύλεον. ὁ δὲ ὀλίγα τοῖς κατ᾿ ἀνάγκην γενομένοις τὸν νοῦν προσέχειν εἰπὼν κατεδαφίσαι δὴ τὸ Δορύλεον οὐδ᾿ ἄκροις ὠσὶ παρεδέχετο, ἐκεῖνο ἀτεχνῶς τῶν τῆς Πυθίας πρὸς τὸν Ἐπικυδίδην ἐπῶν ἀποτεμόμενος καὶ αἰνέσας „ὄμνυ, ἐπεὶ θάνατός γε καὶ εὔορκον ἄνδρα μένει,” τὰ δὲ ἐφεξῆς, ἅ φασιν οὕτω, παρεπισχών, „ἀλλ᾿ ὅρκου πάϊς ἐστὶν ἀνώνυμος· οὐδ᾿ ἔπι χεῖρες οὐδὲ πόδες, κραιπνὸς δὲ μετέρχεται, εἰσόκε πᾶσαν συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα. ἀνδρὸς δ᾿ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.” Ὁ δέ γε Πέρσης μοῖραν ἀπόλεκτον τῆς ὅλης αὐτοῦ στρατιᾶς ἀποδιελών, εἰς χιλιάδας εἴκοσι πρὸς ταῖς τέσσαρσι μετρουμένην, καὶ στρατηγὸν αὐτῇ τὸν ἀτάπακαν ἐπιστήσας πέμπει τὰς ἄχρι θαλάττης πόλεις καὶ χώρας πορθήσοντα, φείσασθαι μηδαμῇ μηδεμιᾶς ἐπισκήψας ἀποκομίσαι τε αὐτῷ ὕδωρ θαλάττιον καὶ κώπην καὶ ψάμαθον. ὁ δὲ τὰ ἐπιτεταγμένα διδοὺς πέρατι τὰς Μαιανδρικὰς ἐπιὼν πόλεις ἐδῄου οἰκτρῶς, ἐσβολὰς ἀκηρύκτους καὶ ἐφόδους ἀπροόπτους τιθέμενος. παρεστήσατο δὲ καὶ τὰς Τράλλεις τὴν πόλιν καὶ τὴν κατὰ Φρυγίαν Ἀντιόχειαν τὰ Λοῦμά τε καὶ τὸν Πεντάχειρα καὶ ἕτερ᾿ ἄττα ἐρύματα κατάκρας ἑλὼν ἐσκύλευσεν. ὁδῷ δὲ προϊὼν καὶ τὰς παραθαλαττιδίους ἐλυμήνατο χώρας.

Βασιλεὺς δὲ ταῦτα ἐνωτισάμενος ἄλλαις τε πλείσταις μεθόδοις ἐχρήσατο καὶ δὴ καὶ τῷ μὴ ἐπὶ βυκάναις καὶ σάλπιγγι τῆς σκηνῆς παριέναι „οὐ χρεία” λέγων „τοιούτων ἄρτι τινῶν, ἀλλὰ τόξων καὶ δοράτων, ἵνα τοὺς μισοῦντας ἡμᾶς, οἳ (κατὰ Δαυὶδ εἰπεῖν) ἤχησαν καὶ ἦραν κεφαλάς, τῶν Ῥωμαϊκῶν ἀποπεμψώμεθα χώρων.” καὶ αὐτὸς μὲν τὴν εἰς τοὺς πολεμίους ἀπᾶραι οὐδαμῶς ἐδικαίωσε, στέλλει δὲ τὸν ἀνεψιὸν Ἰωάννην τὸν Βατάτζην, τῷ δραστηρίῳ ἐν δέοντι χρώμενον, τὸν Δούκαν Κωνσταντῖνον, νεανίαν ἄρτι ὑπηνήτην καὶ κατὰ τῶν φυτῶν τὰ εὐγενῆ καρπογονεῖν πρὸ ὥρας ἐπαγγελλόμενον, ἔτι δὲ τὸν Ἀσπιέτην Μιχαήλ, πολλὰ παραινέσας αὐτοῖς σὺν εὐβουλίᾳ καὶ τάξει τὸ πραχθησόμενον ἅπαν ποιεῖν, πρὸ δὲ τούτων μὴ προσπελάσαι παντάπασι τοῖς βαρβάροις, εἰ μὴ πείρᾳ γνοῖεν ἀκριβεῖ πρότερον, ὁπόσοι εἶεν τὸ πλῆθος καὶ ὡς νικῷεν αὐτοὺς μαχεσάμενοι.

Καὶ Πέρσαι μὲν πέρας τῆς ἐφόδου τὴν θάλατταν θέμενοι μετὰ πλείστης ὅτι λείας ἀνέλυον κἀκεῖνα κείροντες, οἷς κατὰ τὴν κάθοδον οὐ προσέβαλον· οἱ δ᾿ ἀμφὶ τὸν Βατάτζην τὰς δυνάμεις ἀναλαβόντες, ὅσαις τε αὐτοὺς ὁ βασιλεὺς ἐφωδίασε καὶ ὅσαι κατὰ πάροδον ξυνελέγησαν, ἤλαυνον εὐθὺ τοῦ Ὑελίου καὶ τοῦ Λειμμόχειρος τῶν πολιχνίων, καθ᾿ ἃ περὶ ποταμῷ τῷ Μαιάνδρῳ πάλαι ποτὲ γέφυρα περιήγετο. ἐπεὶ δὲ οἱ σκοποί, οὓς ἄρα ὁ Βατάτζης κατέστησε κατὰ πάσας τὰς ὁποιοῦν φερούσας ὁδούς, ἀπήγγελλον τὴν τῶν Τούρκων ἀνάζευξιν καὶ ὡς οὐ πρόσω ἤδη εἰσὶν ἐφορμῶντες, εἰς δύο ἀποτμηματίσας τὴν στρατιὰν τὸ μὲν πλέον ταύτης εἰς λόχους καθίστησι κατὰ τὰς ὁδούς, ἃς τέμνειν ἤμελλε τὸ πολέμιον, τὸ δὲ λοιπὸν ἐς τὰς μετὰ τὴν παλαιὰν γέφυραν ἐκβάσεις τοῦ ποταμοῦ διασπείρας προσμένειν ἐκέλευε μερίδος τινὸς ἀπὸ τῶν Τούρκων περαίωσιν, καὶ τηνικαῦτα μηδ᾿ ὅλως κατορρωδεῖν, ἀλλὰ θαρραλέως προσυπαντᾶν.

Καὶ ὁ μέν, ὡς ἄμεινόν οἱ ἐδέδοκτο, οὕτω δὴ τὸ οἰκεῖον διεσκεύασε στράτευμα· οἱ δὲ Τοῦρκοι ὡς εἴχοντο τοῦ διαβαίνειν, ἐξ ὑπερδεξίων βαλλόμενοι τῷ ποταμῷ ἐπωθοῦντο καὶ ἀπεπνίγοντο. ὁ δέ γε ἀτάπακας μετὰ τῶν ἀμφ᾿ αὑτὸν εὐοπλοτάτων εἰς λόχον συσπειραθεὶς καὶ συστραφεὶς ἀγχωμάλως Ῥωμαίοις συμπλέκεται, καὶ τὸ ἀντίμαχον ἐντεῦθεν κακῶσαι βουλόμενος καὶ τοῖς ὁμογενέσιν ἐκεχειρίαν διδόναι τῆς τοῦ ποταμοῦ περαιώσεως, ὡς μὴ φθάνειν ἑκάστου προθυμουμένου βραδεῖα μὲν ἡ διάβασις γίνοιτο, δεινὴ δὲ ἡ τῶν σφαλλομένων ἀπώλεια. ἐφ᾿ ἱκανὸν μὲν οὖν ἀντισχὼν ἐκθύμως ἐμάχετο ἀνδρείου φρονήματος καὶ χειρὸς γενναίας ἔργα δεικνύς. ὡς δὲ μάθοι καὶ κατὰ τὴν περαίαν τοῦ ποταμοῦ Ῥωμαίους ἐφεστάναι καὶ ἀναιρεῖν τὸ διαβαῖνον τοῦ Περσικοῦ στρατεύματος, κατακλᾶται τὸ πρόθυμον καὶ τοῦ ἀκμαίου ἐκείνου μεθαρμοσθεὶς λήματος τὴν σωτηρίαν ἑαυτῷ διατίθησι. καὶ δὴ τὴν προκειμένην παραλλάξας πορείαν ἀνωτέρω μεταχωρεῖ, ἀναδιφῶν ἑτέραν περαίωσιν. ὡς δὲ ἄπορος ἦν ὁ ποταμὸς παντόθεν, τοὺς διώκοντας δεδιὼς τὴν ἀσπίδα ὑποθεὶς τῷ ὕδατι ὡς κελητίῳ ταύτῃ ἐχρῆτο, ἀρίστως ἀντικαταστὰς τῷ τῆς ἀνάγκης ὀξεῖ. καὶ τοίνυν τῇ μὲν λαιᾷ τὸν ἵππον κατέχων περινηχόμενον, τῇ δεξιᾷ δὲ τὴν σπάθην γυμνὴν δεδωκὼς καὶ προσποιῶν ἐν τῷ παραυτίκα ταύτην εἰς οἴακα, ἐσάλευεν οὕτω κατὰ βραχὺ τοῦ ποταμοῦ διαπλέων τὸ πέλαγος. οὐ μὴν ἐς τέλος ἐξέπλευσε τὸ θανεῖν· εἰς γὰρ τὸ ἀντιπέραν ἤδη γενόμενος ἐπί τι γήλοφον ἄνεισιν, ἑαυτὸν ὅστις ἐστὶν εὐφημῶν καὶ μεγάλης γλώττης κόμπῳ χρώμενος, οὐδενὸς δ᾿ ἐκ τῶν ἐπισήμων καὶ αὐτὸν εἰδότων Ῥωμαίων προσπελάσαντος, ἀλλά τινος τῶν ἐπικούρων Ἀλανῶν ἐπιδραμόντος ὅπου τὴν καινὴν ἐκείνην εἰρεσίαν σχάσειν ἔμελλεν, ἀναιρεῖται ἀμφιστόμῳ κνώδοντι. ἐκ δὲ τούτου ἀκόσμως τε Πέρσης ἕκαστος ἀπεδίδρασκε καὶ Μαίανδρος τοὺς πλείονας εἰσεδέχετο, ὡς βραχεῖς ἐκ τῶν τοσούτων χιλιάδων διασωθῆναι.

Καὶ τοῦτο τὸ ἔργον, εἴπερ τι ἄλλο, ἀνέρρωσε μὲν τὰ Ῥωμαίων πράγματα, καθεῖλε δὲ τὰ Περσῶν φρυάγματα· ὡς γὰρ οὐ δεξομένων σφᾶς τῶν Ῥωμαίων γεγηθότες ἐπῄεσαν καὶ ὡς πᾶσαν ἀφανίσοντες μικροῦ τὴν Φρυγίαν καὶ φθεροῦντες ὁπόσην ἔπεισι Μαίανδρος ἀγκυλορρόας ἐκβάλλων εἰς θάλασσαν.

Πίπτει δὲ κατὰ τοῦτον τὸν πόλεμον Ἀσπιέτης ἐξ αἰτίας τοιᾶσδε· Πέρσης ἀντικαταστὰς Ἀσπιέτῃ πλήττειν οὐκ ἔχων κατὰ τοῦ σώματος (τὰ γὰρ ὅπλα ἦν ἰσχυρὰ καὶ ἡ ἀσπὶς ἐς πόδας καθήκουσα) ἐπὶ τὸν ἵππον, ᾧ ἦν Ἀσπιέτης ἔποχος, θυμῷ φέρεται· καὶ δὴ ὡς ἐπλήγη καιρίαν κατὰ τῶν προσώπων ὁ ἵππος, εἰς τοὐπίσω τε ἀναχάζεται καὶ τοὺς πρόσθεν πόδας μετεωρίσας ἐπικαταβάλλει τὸν ἀναβάτην εἰς τὸν ποταμόν.

Ἐπὶ δὲ τῷδε τῷ ἔργῳ καὶ ἕτερον ὁ Μανουὴλ ἀνύσαι προθέμενος ἔξεισιν ἀνὰ μέρος κατὰ τῶν ἐν Λακερίῳ καὶ Πανασίῳ κατασκηνούντων Περσῶν. καὶ δὴ ἀναστήσας τοὺς κατὰ τὸ Πανάσιον, τοὺς ἐν Λακερίῳ μέτεισιν ἔπειτα. πρὸ δὲ τοῦ τῶν χώρων ἐντὸς γενέσθαι, καθ᾿ οὓς ηὐλίζοντο οἱ πολέμιοι, στέλλει τὸν Λαοδικέα Κατίδην ἐν οἷς ἐστι τὰ τῶν Τούρκων κατασκεψόμενον καὶ τάχος ἐκείνῳ ἀπαγγελοῦντα τὸ ὁραθέν. ὁ δὲ διασοβεῖ τοὺς Πέρσας, ἐς οὓς ἐξώρμα ὁ βασιλεὺς ὡς εἰς λείαν ἑτοίμην καὶ ὅτι ἐγγύτατον θήραμα, καὶ τὴν αὐτοῦ παρουσίαν δήλην ἐκείνοις τίθησι. καὶ τῷ μὲν χαλεπήνας καὶ πρὸς ὀργὴν ἐξενεχθεὶς δίκην ἐπέθηκε τὴν ἐκτομὴν τῆς ῥινός· αὐτὸς δὲ μηδὲ βραχύ τι γοῦν ἀναδύς, ἀλλ᾿ ἐπιταχύνας ὡς εἶχεν οὐ κατόπιν ἥκει καὶ οὕτως τῶν πολεμίων.

Ἀλλὰ καὶ ἄλλοτέ ποτε δι᾿ Ἀνδρονίκου τοῦ Ἀγγέλου τοῖς Τούρκοις ἐπέθετο, κἂν οὐχ ὡς ἄριστα καὶ τότε τὰ κατὰ πόλεμον αὐτῷ ὑπηντίασε. τῷ γὰρ ἀνδρὶ τούτῳ τῶν ἑῴων ταγμάτων ὅτιπερ κράτιστον παραδοὺς καὶ συνεκπέμψας αὐτῷ τὸν Καντακουζηνὸν Μανουήλ, ἄνδρα περὶ τὰς πράξεις ἀγαθὸν καὶ γενναῖον, καὶ ἑτέρους τῶν ἐπὶ δόξης Ῥωμαίων κατὰ τῶν ἐν τῷ Χάρακι Τούρκων ἀφίησι· κεῖται δὲ ὁ Χάραξ οὗτος μεταξὺ τῆς Λάμπης καὶ τοῦ τῆς Γραὸς Γάλακτος. τὰς δυνάμεις τοίνυν ἀναλαβὼν Ἀνδρόνικος πρῶτα μὲν εἰς τὸ τῆς Γραὸς παρεμβάλλει Γάλα, ἔπειτα δ᾿ ἐκεῖσε τὰ ὑποζύγια καὶ τὴν ἄλλην ἀποσκευὴν καταθέμενος ἄνεισιν ἐς νέωτα πρὸς τὸν Χάρακα κούφως ὡπλισμένην ἔχων τὴν στρατιάν. οὐ γενναῖον δέ τι δράσας οὐδ᾿ ἄξιον τοῦ τοσούτου στρατεύματος, ὃ τηνικαῦτα ἐπήγετο, ἀλλὰ συμμετρήσας τὸ ἔργον βοσκημάτων ἁρπαγαῖς καὶ ποιμνίταις ὀλίγοις Τούρκοις περιδεὴς ἐκεῖθεν ἀπονοστεῖ. ἐπιφανέντων γὰρ ἐκ τῶν ὄπισθεν νυκτὸς βαρβάρων τινῶν καὶ βοησάντων, μὴ ἀναμείνας ἢ τὸ πλῆθος τῶν ἐπιόντων κατεξετάσαι ἢ τοὺς ὑπ᾿ αὐτὸν εἰς μάχην καταστησάμενος ἀνεὶς τὸν ὑπεκφέροντα ἵππον καὶ χερσὶ καὶ ποσὶ καὶ φωνῇ πρὸς τὸ φέρεσθαι ὀξέως διήγειρεν, οὐ τὴν εἰς τὸ στρατήγιον φέρουσαν ὁδεύων, ἀλλ᾿ εὐθὺ τῆς τῶν Χωνῶν ὁρμώμενος πόλεως. ἰδὼν δὲ τὸν ἵππον καὶ πορρωτέρω χωρεῖν ἔχοντα οὐδ᾿ ἐκεῖσε τὸν δρόμον ἵστησιν, ἀλλ᾿ ἐς τὴν ἐν Φρυγίᾳ Λαοδίκειαν ὅλον συντείνει τὸ πρόθυμον. τὸ δὲ στράτευμα πρὸς τὴν ἀθρόαν τοῦ ἡγεμόνος ἀφάντωσιν ἐκταραχθὲν διαλύεται τῆς συντάξεως καὶ σὺν οὐδενὶ κόσμῳ τρέπεται πρὸς φυγὴν τῶν θρεμμάτων καὶ τῶν αἰχμαλώτων ἀφέμενον.

Τάχα δ᾿ ἂν καὶ ἑαυτοῖς συμπεσόντες ἐμαχέσαντο Ῥωμαῖοι νυκτὸς ἔτι οὔσης, εἰ μὴ ὁ Καντακουζηνὸς Μανουὴλ ὡς ἐξ ἀντιπάλου συστὰς καὶ σπασάμενος μάχαιραν ἔπαιε τῷ ταύτης πλατεῖ τοὺς δραπέτας „στῆτε,” λέγων „οὐδένων ἐπικειμένων ποῖ φέρεσθε;” καὶ οὕτως ἔληξάν ποτε πρὸς μικρὸν τῆς ἀλόγου ἐκείνης ἀπάρσεως καὶ τοῦ ὅλῳ ῥυτῆρι κατά τε πρανῶν κατά τε φαράγγων καὶ γηλόφων ἵεσθαι.

Πρὸς ἣν ἀκλεᾶ τοῦ Ἀνδρονίκου φυγὴν βαρυαλγήσας ὁ βασιλεὺς ἐγγὺς ἦλθε τοῦ διὰ τῶν ἀμφόδων τῆς πόλεως ἐκφαυλίσαι Ἀνδρόνικον γυναικείαν στολὴν περικείμενον. φιλοικεῖος δ᾿ ὢν καὶ ἀεὶ ἐνδιδοὺς πρὸς τὸ αἷμα καθεῖλε τὸν χόλον, καὶ ἄλλως μαθὼν ὡς βράχιστοι Ῥωμαίων ἐν τῷ πολέμῳ τούτῳ πεπτώκασιν.

Ἠρίστευσαν δὲ οὐδένες κατὰ ταύτην τὴν ἔφοδον, οἷα τῆς ἐς τοὺς βαρβάρους ἀνόδου γενομένης ὀξείας καὶ τῆς ἐς τοὐπίσω αὖθις ὀξυτέρας μεταχωρήσεως. Πέρσης δέ τις ἀνάντους τόπου λαβόμενος κἀνταῦθα ὑφιζήσας πολλοὺς τῶν παριόντων Ῥωμαίων ἀνῄρει θανάσιμα πάντα καὶ κατάγοντα ἐς ᾅδου βέλεμνα πέμπων· διὰ γὰρ ἀσπίδος διῄει καὶ θώρακος καὶ ἦσαν ἀμαιμάκετον κακόν. ἐπὶ τοῦτον πολλοὶ μέν, ὅσοι ἀρετῆς μετεποιοῦντο, ἐπισυνέστησαν καὶ ἀγχοτάτω παραγενόμενοι ἔβαλλον βέλεσι καὶ ἔπαιον δόρασι θυμῷ πολλῷ χρώμενοι. ὁ δὲ πυρριχίζων ἄντικρυς ἐξωρχεῖτο πάντα τὰ ἐς αὐτὸν φερόμενα βλήματα καὶ στροφάδην τοὺς ὑπαντιάζοντας ἔκτεινεν, ἕως ὁ Ξηρὸς Μανουὴλ ἀπὸ τοῦ ἵππου κατεπήδησε καὶ τὴν ἀσπίδα προβεβλημένος ξιφήρης τὴν χεῖρα τῷ Πέρσῃ ἐπῆλθε, τὰ βέλη πάντα τῷ σάκει δεχόμενος, καὶ κατὰ κεφαλῆς καιρίαν ἔπληξε καὶ ἀνῄρηκεν. οὕτω δὲ τὸν Ξηρὸν ἀπέχοντα εὗρεν ὁ Πέρσης τοῦ ἐκεῖνον ἀπεκτονέναι καὶ πρὸς τὴν αὐτοῦ περὶ τοῦ μὴ θανεῖν δέησιν ἀκαμπῆ καὶ σκληρὸν ἀληθῶς καὶ ἀνένδοτον, ὡς καὶ δευτέραν πληγὴν ἐπὶ τῇ προτέρᾳ λαβεῖν οἷς παρακαίρια ἔβαζε, φιλανθρώπων τυχεῖν δεόμενος ὧν αὐτὸς κακὸν ὀλέθριον ἦν.

Τότε καὶ ἐμὸς συγγενής, τῷ κλήρῳ μὲν τῆς πόλεως κατειλεγμένος Χωνῶν, λευίτης τὴν τάξιν, λήματος δ᾿ ἀνδρείου πλήρης, συνανελθὼν τῷ λοιπῷ στρατεύματι ἐς τὸν Χάρακα μετὰ σκευῆς πολεμικῆς καὶ σκυλεύσας, εἴ τι που ἐφεῦρεν ἡ χεὶρ ἐν τοῖς τῶν Τούρκων σκηνώμασιν, οὐκ ἀπεφορτίσατο κατ᾿ αὐτὸ τὸ δεινὸν τὰ λάφυρα, ἀλλὰ ταῦτα φέρων, ἃ καὶ ἦσαν στολαὶ Περσικαὶ πήρας ἐντὸς καὶ ὄϊς πηγεσίμαλλος, βάδην ἐπορεύετο, ἐπιστρέφων τὰς ἁπάντων ὄψεις εἰς ἑαυτὸν καὶ ὑπὸ μὲν τῶν ὡς ἀδεὴς ἐν τοῖς περιστατικοῖς καιροῖς εὐφημούμενος καὶ κορυφαία κρινόμενος ἄντικρυς τῶν κατ᾿ ἐκεῖνο στρατευσάντων καιροῦ, ὑπὸ δὲ τῶν τωθαζόμενος ὡς προβατίου ἀρνύμενος θάνατον. αὐτὸς μέντοι καὶ οὕτω τὴν ὁδὸν ἤνυεν ὅπῃ παρείκοι τοὺς δραπέτας βάλλων ὀνείδεσιν ὡς μηδενὸς διώκοντος ἀγεννῶς ἀπαίροντας.

Οὐ πολλῷ δὲ ὕστερον χρόνῳ τὴν ἐκ Κλαυδίου Καίσαρος παρώνυμον πόλιν οἱ Τοῦρκοι περικαθίσαντες πρῶτα μὲν οὐδὲ προελθεῖν ὅλως εἴων τοὺς ἀποτεταγμένους εἰς τὴν ταύτης φρουράν, ἔπειτα δὲ καὶ πολιορκεῖν ἐπεβάλοντο. ὅθεν οἱ ἔσωθεν, εἰ μή τις αὐτοῖς ἐπαρήξειεν ἔξωθεν, σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν καταπροδώσειν ἠπείλουν ὡς μὴ χρόνια λιμώττειν στέγοντες, ἔτι καὶ τοὺς πολεμίους ἀποτρέψασθαι ὅλως οὐκ ἔχοντες.

Μὴ ἀναμείνας οὖν τὴν τελείαν τοῦ κακοῦ ἀγγελίαν ὁ Μανουὴλ ἀναστὰς τὴν ὑστεραίαν ᾗ τάχους εἶχεν ἐπὶ τὴν Κλαυδίου διὰ τῆς Νικομήδους ἤλαυνε πόλιν, μὴ αὐλαίαν ἀνακτορικήν, μὴ κλίνην, μὴ στιβάδα, μήτε τινὰ ἄλλην σκευὴν τρυφῶσαν ἀρχικὴν ἐπαγόμενος, μόνα δὲ τὰ ἱππάσιμα φέρων καὶ στολὰς φολίσι σιδηραῖς ὑφαντάς. ἐπέτεινεν οὖν τοὺς σταθμούς. τοσοῦτον δ᾿ ἦν ἐκείνῳ τὸ πρόθυμον φθάσαι τοὺς πολιορκοῦντας ποθοῦντι πρὸ τοῦ παθεῖν τι τοὺς ἔνδον δεινόν, ὁποῖον οὐκ ἔστι λόγῳ περιηγήσασθαι. οὐκοῦν τὰς νύκτας ἴαυεν ἀΰπνους καὶ πρὸς τὴν πορείαν ἐχρᾶτο φωτὶ ποιητῷ βαδίζων διὰ τῆς Βιθυνῶν· ἡ δὲ ὡς ἐπίπαν ταῖς ξυναγκείαις πεπύκνωται καὶ ἄπορός ἐστι πολλαχῇ τῷ τῆς ὕλης συνηρεφεῖ. εἰ δέ που καὶ χρείας ἱκανούσης ἐδεῖτο διαναπαύεσθαι, γήϊνον εἶχε τὴν καθέδραν καὶ κάρφη ὑποβεβλημένη καὶ φορυτὸς ὑποκείμενος ἐκείνῳ τὴν στρωμνὴν ἐσχεδίαζεν· ὁτὲ δὲ ὑετοῦ κατενεχθέντος καὶ τοῦ σταθμοῦ γενομένου κατὰ φάραγγα τεναγώδη ἄνωθέν τε ταῖς σταγόσιν ἐτέγγετο καὶ τὸν ὕπνον διεσπᾶτο τῷ τὴν στιβάδα ὑποτρέχοντι νάματι. κἀπὶ τοῖς τοιούτοις ἠγαπᾶτο μᾶλλον καὶ ἠγᾶτο ἢ ὅτε διαδήματι ἐταινιοῦτο καὶ περιέκειτο τὴν ἁλουργίδα καὶ τὸν ἵππον ἀνέβαινε τὸν χρυσοφάλαρον.

Ὡς δὲ ἤγγισεν οὗ ἐπορεύετο καὶ ὦπτο τοῖς περὶ τὴν Κλαυδιούπολιν ἐσκηνωκόσι βαρβάροις, οἱ μὲν ἐς φυγὴν αὐτίκα ἐκεῖθεν ὥρμησαν ἐγνωκότες τὴν αὐτοῦ ἔλευσιν ἔκ τε τῶν σημείων τῶν ταγμάτων καὶ τῆς τῶν ὅπλων λαμπρότητος, αὐτὸς δ᾿ ἐπέκειτο διώκων ἐς ὅσον ἦν ἐφικτὸν ὡς προσωτάτω τῆς μάχης. οὕτω δ᾿ ἀσπάσιος ἐπέστη τοῖς ἐν ἐκείνῃ τῇ πόλει Ῥωμαίοις ἀπειρηκόσιν ἤδη πρὸς τὰ τῶν Τούρκων φρονήματα, ὡς οὐδὲ ναύταις οὖρος προσκεκμηκόσι ταῖς κώπαις καὶ πλεῖστον αὐταῖς ἐνιδρώσασι καὶ ἔαρ ἥδιστον μετὰ χειμῶνος κατήφειαν ἢ ἕτερόν τι τῶν ὅσα ἐκ λυπηρῶν ἀρχῶν εἰς χρηστοτέραν μεταβαίνει κατάστασιν.


ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ

Δοτέον τῷ λόγῳ κἀκεῖνα. ὁ βασιλεὺς οὗτος μὴ ἔχων νόμῳ πολέμου κατὰ τῶν ἐθνῶν ἐπελθεῖν, ὅσα κόλπον ἀμφινέμεται τὸν Ἰόνιον, ἢ μᾶλλον, τὴν κατὰ Ῥωμαίων ἔφοδον τούτων πρὸ ὀφθαλμῶν ἔχων ἀεὶ καὶ κρίνων φοβερὰν καὶ δυσάντητον, οἷα εἰδὼς τὰς τῶν Ῥωμαίων δυνάμεις ἀπροσφυεῖς ἐξ ἀντιπάλου στῆναι ταῖς ἑσπερίαις καὶ ἄντικρυς χύτρας πρὸς λέβητας, ὡς ἐξὸν καὶ τὸ θέσθαι διαθήκην κατὰ Ῥωμαίων καὶ συμφρονήσειν ὅλως τοὺς δυσμόθεν καὶ πρὸς μίαν τραπέσθαι σύμπνοιαν ὑπεβλέπετο καὶ παντοίως ἀσφαλιζόμενος πόρρωθεν τοὺς μὲν κατὰ τὴν ἕω βαρβάρους ἐξεῖναί οἱ ἔφασκε χρήμασι πρὸς φιλίαν ὑπάγεσθαι καὶ διὰ μάχης συμπείθειν τῶν οἰκείων ὅρων μὴ ἐκκεχύσθαι, τὴν δέ γε μὴν ἑσπερίαν ὑφορᾶσθαι πολλαχῶς ἐθνικὴν πολυσπέρειαν· ὑψαυχεῖν τε γὰρ τοὺς ἄνδρας καὶ τὸ φρονεῖν εἶναι ἀκαταπλήκτους τε καὶ ἀταπεινώτους, τό τε φιλαίματον διὰ μελέτης ἔχειν ἀεί, καὶ μὴ μόνον πλοῦτον περιβεβλῆσθαι πολὺν καὶ σιδηροφορεῖν πάντας εἰς πόλεμον, ἀλλὰ καὶ τὸ δύσνουν τρέφειν κατὰ Ῥωμαίων ἀκοίμητον καὶ φιλεχθρεῖν ἀεὶ κατὰ τούτων καὶ λοξὸν ὁρᾶν καὶ λυττᾶν.

Ἀμέλει Βενετίαν καὶ Γένουαν, Πίσσαν τε καὶ τὸν Ἀγκῶνα καὶ ὅσα περὶ θάλατταν ἔθνη ἕτερα διεκκέχυται φίλια Ῥωμαίοις ἐτίθει, κατεμπεδῶν ὅρκοις καὶ παντοδαπαῖς φιλοφροσύναις ὑποποιούμενος καὶ καταγωγαῖς αὐτὰ δεξιούμενος ἐν τῇ ἀρχούσῃ τῶν πόλεων. ὑφορώμενος δὲ μή πως τῶν παρ᾿ αὐτοῖς λεγομένων ῥηγῶν ἰσχύν τις περιδὺς μείζονα εἶτα κατὰ Ῥωμαίων ἐπίῃ, χρημάτων ἀνελάμβανε δόσεσιν, ἐσωμάσκει τε καὶ ἐπέθηγε πρὸς ἀνθόπλισιν τὸ ὑποπίπτειν κινδυνεῦον γένος ἄρχοντι ὑπερέχοντι.

Ἰταλιώτας οὖν πλειστάκις κατὰ τοῦ ῥηγὸς Ἀλαμανίας τοῦ Φρεδερίχου ἀνθώπλισεν. ὁ μὲν γὰρ ὑποκλιθῆναί οἱ καὶ τὰ καθ᾿ αὑτοὺς ἐπιτρέψειν ἐκείνῳ διὰ πλείστου ἐτίθετο· ὁ δὲ πέμπων ἐνίσχυε καὶ κραταιοῦσθαι ὑπετίθει καὶ τὰς τοῦ ῥηγὸς δολοφροσύνας ἐνῆγε φυλάττεσθαι.

Ἀλλὰ καὶ τὴν πρεσβυτέραν Ῥώμην εἰσιέναι καὶ στεφθῆναι τὸν αὐτὸν ῥῆγα πολλάκις ἐπιβαλόμενον ἀπεῖρξε τοῦ ἐγχειρήματος „μὴ δώσεις ἑτέρῳ τὴν δόξαν σου” γράφων τῷ πάπᾳ, „μηδὲ πατέρων ὅρια μέταιρε, μή πως τὸ ἀπρομήθευτον ὕστερον ἔργοις αὐτοῖς ὁποῖόν ἐστιν ἐπιγνοὺς τηνικαῦτα πλήττῃ τὴν ψυχὴν μεταμέλῳ διὰ τὴν τοῦ εἰκότος ὀλιγωρίαν, ὁπότε τὸ κακὸν παντάπασιν ἀθεράπευτον.” καὶ ἦν ἐκ τούτου τῆς μεγαλοδόξου Ῥώμης ἀποκλειόμενος καθά τις ἄνοπλος ὁ μυριάσι γαυριῶν στρατευμάτων.

Ἔστι δ᾿ ὅτε τὰ μὲν τείχη Μεδιολάνων ὑπ᾿ Ἀλαμανῶν κατεστράφησαν, οἱ δὲ τῆς πόλεως ταύτης οἰκήτορες κατασοφισάμενοι τοὺς ἔνορκον ἀνάγκην σφίσιν ἐπενεγκόντας μὴ ἂν τὸ τεῖχος ἀναδομήσειν ποτέ, τὰ μὲν πρῶτα ἐπὶ τάφρῳ ᾤκουν βαθείᾳ καὶ ὀρυκτῇ μὴ ἐπιορκεῖν ἐκ τοῦδε λέγοντες, ἔπειτα δὲ ὡς πρότερον βασιλέως γενομένου συλλήπτορος.

Ἐπὶ τούτοις γε μὴν τὸν Μόντης Φεράντης μαρκέσιον, εὐγενείᾳ καὶ εὐτεκνίᾳ κομῶντα καὶ μέγα δυνάμενον, εἰς φίλον Ῥωμαίοις ἐγγράψας τοῦτο μὲν δωρήμασιν ἁδροῖς, τοῦτο δὲ τῷ τὸν υἱὸν αὐτοῦ τὸν νεώτερον συνευνάσαι τῇ οἰκείᾳ θυγατρὶ τῇ Μαρίᾳ, ὡς ὀλίγῳ πρότερον εἴπομεν, ἔτι μᾶλλον ἠκύρου τὰ διαβούλια τοῦ ἀρχηγοῦντος Ἀλαμανῶν. ὥστε ὁ μὲν τὸν οἰκεῖον, ὡς ἡ Λατίνων βούλεται φωνή, καγκελάριον, ὡς δ᾿ Ἕλληνες εἴποιεν, λογοθέτην (ἦν δὲ οὗτος, ὁ Μαγέντζης ἐπίσκοπος) πέμψας μετὰ πλείστης δυνάμεως τὰς Ἰταλικὰς ὑπεποιεῖτο πόλεις ἀποσπῶν αὐτὰς ἐκ τοῦ πάπα καὶ κατὰ παρρησίαν ἀνεύθυνον ὑπονοσφιζόμενος· βασιλεὺς δὲ τὸν μαρκέσιον χρημάτων ὑποσχέσεσιν ἐλαφρίσας πείθει τῷ Μαγέντζη ἐς ἀντίπαλον διαφεῖναι τὸν οἰκεῖον υἱὸν Κορράδον, καλὸν ὄντα ἰδεῖν καὶ τὴν ὥραν εὐπρεπῆ, ἀνδρείας τε καὶ συνέσεως ἐς ὅτι κράτιστον καὶ ἀκρότατον ἥκοντα καὶ ἀκμάζοντα ῥώμῃ σώματος. καὶ συμπλοκῆς γενομένης Ἀλαμανοὺς ἀπεκρούσατο ἱππομαχίᾳ τρεψάμενος, ἐνίων δὲ καὶ κρατήσας, ἐν οἷς ἠριθμεῖτο καὶ ὁ Μαγέντζης ἐπίσκοπος. τάχα δ᾿ ἂν ἦν οὗτος καὶ ἐς Βυζάντιον ἀναπεμπόμενος, εἰ μὴ βασιλεὺς ἐξ ἀνθρώπων ἐγένετο.

Ἀλλ᾿ οὐδέ τις ἦν τῶν Ἰταλιωτίδων ἢ τῶν ἔτι πορρωτέρω πόλεων, καθ᾿ ἣν ὁ βασιλεὺς οὗτος οὐκ εἶχεν ὀμότην οἰκεῖον καὶ φρονοῦντά οἱ πιστά. ἀμέλει καὶ ὅσα εἰς τὰ ταμιεῖα τῶν ταμιείων εἰσιόντες ἐν κρυπτῷ ἐτύρευον καὶ ἐτύρβαζον ὁπόσοι τῶν ἐκεῖ Ῥωμαίοις ἀντίφρονες ἀκουστὰ ἦν ἐκείνῳ καὶ ἔκπυστα.

Ἄλλοτε δέ ποτε κατὰ τὸν Ἀγκῶνα ἧκον ἐκ βασιλέως τινές, δεῆσαν οὕτω, κατὰ χρείαν πραγμάτων. οἱ μὲν οὖν τὰ κατὰ σκοπὸν ἐξεπέραινον καὶ τὰ διατεταγμένα σφίσιν ἐδίδοσαν πέρατι, εἴτε τὸ εἰς φιλίαν ἐκείνου ἑλκύσαι τινὰς ἦν, οὓς λιζίους φασίν, εἴτε τι ἕτερον Ῥωμαίοις ὠφέλιμον· ὁ δέ γε ῥὴξ τῶν Ἀλαμανῶν θυμοῦ ὑποπίμπλαται καὶ πέμπει τοὺς τὸν Ἀγκῶνα πορθήσοντας καὶ τισομένους τοὺς ἐκεῖ καὶ κολάσοντας, οἷς σπένδονται Ῥωμαίοις καὶ κατὰ τὴν ἑαυτῶν εἰσδέχονται πρέσβεις οὐδὲν ἕτερον ὅτι μὴ τὰ κατ᾿ αὐτοῦ δηλαδὴ μετιόντας καὶ πόλεις τὰς ἐκεῖ μεθιστῶντας τῆς ἐς αὐτὸν εὐνοίας καὶ πίστεως. καὶ τὸ μὲν πεμφθὲν στράτευμα ὡς πολεμίους τοὺς Ἀγκωνίτας μετήρχοντο καὶ περιζώσαντες τὴν πόλιν ἀπῄτουν ἐκδοῦναι σφίσι Ῥωμαίους· οἱ δ᾿ Ἀγκωνῖται οὕτως ἦσαν εὐγνώμονες ἀκροαταὶ τῶν ἠπειλημένων ἢ τῷ βληθέντι παρὰ τῶν πολεμίων ἐξέστησαν χάρακι ἢ τῷ ἀρεϊκῷ ἐκείνῳ ἠχθέσθησαν περιζώματι, ὥστε οὐ μόνον <οὐ> προύδωκαν οὓς Ἀλαμανοὶ ἐπέκειντο ἐξαιτούμενοι, ἀλλὰ καὶ μακρὰ χαίρειν εἴασαν γενναίως τὸν παρόντα διαφέροντες κίνδυνον. ἐπιτεινομένης δὲ τῆς πολιορκίας καὶ χρονιζόντων τῶν πολεμίων, ἥψαντο τῶν ἀήθων καὶ πρὸς ἃ μὴ θέμις τρεχεδειπνεῖν σιτοφαγεῖν αἱρούμενον ἄνθρωπον.

Οἱ τοῦ βασιλέως τοίνυν τὸ πλῆθος ἐκκλησιάσαντες, εἰ ἔξεστιν αὐτοῖς ἐπικουρίαν εἰσενεγκεῖν, ἐπυνθάνοντο. τῶν δὲ εἰπόντων ἐξεῖναι μέν, χρημάτων δ᾿ αὐτόθεν μὴ εὐπορεῖν αὐτοὶ διετείνοντο καὶ θεὸν τοῦ λόγου πεποίηντο μάρτυρα καὶ μὴ μέλλειν ἐνῆγον, ὡς βασιλεὺς ἅπαν καταθήσει δαπάνημα· ἢ μὴν ἀπεκδέχεσθαί σφας τὰ ἀνύποιστα προύλεγον ὑπὸ τῶν τὴν πόλιν διειληφότων, παίδων μὲν καὶ γυναικῶν ἀπαγομένων, χρημάτων δὲ καὶ πραγμάτων ἁρπαζομένων. ἔνθεν τοι καὶ μετάπεμπτόν τινα τιθέασι κόμητα Γιλίελμον τοὔνομα καὶ γυναῖκα τῶν εὐγενῶν οὐ πρὸ πολλοῦ μὲν θανάτῳ σπανιζομένην τοῦ ὁμευνέτου, γενικὴν δὲ τὴν ἰσχὺν καὶ τὴν ἐκείνου κληρουμένην ἀρχήν, καὶ τούτοις ἁδρὰ τὰ δόματα στήσαντες κἀντεῦθεν σὺν οὐδενὶ πόνῳ τὸ πολέμιον ἀποτρεψάμενοι, ὡς ἐκ βάθους θαλάσσης τῆς αὐτῶν ἀνανηξαμένης πόλεως ἔχαιρον τὴν ἐλευθερίαν ἀνασωσάμενοι. βασιλεὺς δ᾿ ἐπὶ τούτοις ὅσα εἰκὸς εὐφρανθεὶς τούς τε Ἀγκωνίτας ἐπαίνοις τῶν γεγονότων ἀμείβεται καὶ τοῖς ἰσοπολίταις τῷ γένει Ῥωμαίων ἐγκρίνας ἅπαντα ὑπισχνεῖται παρέξειν, ὅσα οἱ ἀμεμφῆ τε καὶ δυνατὰ κἀκείνους δέον αἰτεῖν. ἀλλὰ καὶ τὸ χρυσίον πολλαπλάσιον πέπομφε.

Καὶ εἰς τόδε μὲν τὰ τῶν Ἀγκωνιτῶν ἐτελεύτα πράγματα, φύσει τὸ πιστὸν ἔχειν δοξάντων καὶ μὴ πρὸς τὸ συμπῖπτον τῆς τύχης τὰς γνώμας μετακυβεύεσθαι. εἴπῃ γὰρ ἄν τις, ὅπως τοῦ μὲν ἐκ γειτόνων αὐτοῖς δυνάστου καὶ κατάρχειν ἀξιωτέρου παρηγκωνίσαντο τὸ ἐπίταγμα, ὅς ἐστιν ὁ τῶν Ἀλαμανῶν ῥήξ, τὸν δὲ μετὰ πολλὴν ὀπτανόμενον γῆν καὶ ὄρη σκιόεντα Ῥωμαίων ἄνακτα ἠγαπήκεσαν, εἰ μή τις αὐτοῖς ἐμπεφυκυῖα ἦν αὐτόφυτος συνείδησις τἀγαθοῦ κἀν τοῖς δεινοῖς ἀπτόητος ὅρμησις καὶ πρὸς τὸ τῶν πραγμάτων οὐχ ὅμοιον βεβηκυῖα καὶ μὴ εὐτίνακτος. εἴη δ᾿ ἂν ἕτερον τούτοις οὐκ ἀρεσκόμενον ἀνθυπενεγκεῖν, ὡς ἥττονες ὄντες κέρδους οἱ Ἀγκωνῖται καὶ ἀγυρτεύοντες καὶ πρὸς τὸ λαβεῖν χεῖρα προτείνοντες ἀπέστησαν μὲν τοῦ χθές τε καὶ πρώην ἐς ἡγεμόνα σφῶν ἀποτεταγμένου, ὀπίσω δ᾿ ἐπορεύθησαν ἄλλου, ὃς ἤνεγκεν αὐτοῖς τὴν ἐπιθυμίαν καὶ τὸ κερδαλέον καὶ κάπηλον ἐθεράπευσε τοῦ φρονήματος.

Τῷ δὲ βασιλεῖ ταῦτα οὕτω διοικουμένῳ χλευασμοὶ παρὰ Ῥωμαίων ἐπετρίβοντο ὡς ὑπερορίους δῆθεν ἐπιθυμίας διὰ τὸ φίλαυτον τρέφοντι καὶ ὀφθαλμοὺς ἐπ᾿ ἄκρα γῆς ἐκτείνοντι καί, ὅσα θερμὰ καὶ τολμηρά, ταῦτα διαπραττομένῳ καὶ τῶν ἀξόνων βάλλοντι πόρρωθεν, οὓς οἱ πρώην ἔτεμνον βασιλεῖς, καὶ πρὸς χρήσιμον οὐδὲν ἀπαντλοῦντι τὰ χρήματα, ἃ συλλέγει τὸ ὑπ᾿ ἀρχὴν καλαμώμενος ἀπογραφαῖς τε καὶ φόροις ἐκδαπανῶν ἀσυνήθεσιν. οὐ καλῶς δὲ παντάπασιν ἐκείνῳ τὰ τοιάδε προσέρριπτον, ὅτι μηδ᾿ ἦν καινοτομία τις ἄλογος ἐς τὸ παντελὲς τὰ πραττόμενα, ἀλλὰ τὰ τῶν Λατίνων ὁρῶν ἄμαχον ἰσχὺν περικείμενα ἐδεδίει τὸ σύμπνουν, ὡς ἔφην, μὴ κατακλύσειε τὰ ἡμέτερα, ὥσπερ καὶ χειμάρρους ἐξ ὀλίγου μέγας φανεὶς παρασύρει γήδια γεωργῶν. διά τοι τοῦτο καὶ τὸ μικρὸν ὑφορώμενος ἔναυσμα ὡς πυρσοῦ παραίτιον, ἐνιαχοῦ δὲ καὶ εἰς μεγίστην προβαῖνον πυρκαϊὰν καὶ εἰς ἐμπρησμὸν ἔκτοτε, ἣν εὐπρήστου ὕλης τύχῃ λαβόμενον, καὶ πρὸς μόνην ὑποψίαν φυομένην τὴν τῶν λυπούντων ἀρχὴν ἀπεμάχετο, τοὺς ἀρίστους τῶν γηπόνων μιμούμενος, οἳ τὰς τὴν πρασιὰν λυμαινομένας ἀκάνθας νεαρὰς ἔτι ἐκσπῶσι καὶ καταστρέφουσιν ἀρτιθαλῆ τῶν δένδρων τὰ μὴ κηπεύσιμα.

Ὅτι μέντοι καλῶς τε καὶ εὐφρόνως διενοεῖτο οὕτω καὶ διεπράττετο, σαφῶς ὑπέδειξε τὰ μετέπειτα, ἡνίκα τὴν μὲν ἐνταῦθα ζωὴν αὐτὸς μετηλλάχει, τὰ δέ γε πράγματα κυβερνήτην ἀποβαλόντα σοφὸν μικροῦ τὸ τῆς βασιλείας σκάφος ἐβάπτισαν.

Τὸ δ᾿ οὖν τῶν δασμῶν ἐπιτεταμένον οὐδ᾿ αὐτὸς ὡς μετεδίωκεν ἀποκρύψομαι. ἀλλ᾿ οὐδ᾿ ὅτι αἱ ἀρχαὶ δημοσιώναις προυβέβληντο, παραδράμοιμι, ὥσπερ καὶ τὸ ποθεῖν νεώματα ἐν ἀρούραις καὶ τῷ ἑαυτοῦ ἀρότρῳ διασχίζειν αὔλακας, ἐξ ὧν αὐτῷ ἁδρομεγέθης ἀνέβλαστεν ἄσταχυς. ἦν δὲ τὰ συλλεγόμενα χρήματα οὐ τοσοῦτον ἀποθήκαις ἀποτιθέμενα ἢ μυχῷ γῆς ἐγκατορυττόμενα, ὅσον ἀμφοτέραις ἀποκενούμενα καὶ ἀφειδῶς παρεχόμενα καὶ μοναῖς μὲν καὶ τεμένεσι καὶ Ῥωμαίοις ἐλασσουμένοις, τὰ δὲ πλεῖστα ταῖς τῶν ἐθνῶν μεταγγιζόμενα πανσπερμίαις καὶ μάλιστα ταῖς Λατινικαῖς ἐκρέοντα ὁμηγύρεσι. φιλοδωρίας γὰρ μεταδιώκων ἐπίδειξιν ἀσώτως ἐσκόρπιζε καὶ ἀνήλισκεν ἅπερ ἀμφοτέραις ξυνέλεγε τοὺς ἄκρως κερματιστὰς φροντιστὰς τῶν κοινῶν ἐφιστῶν.

Μέρος δὲ τὰ τῆς δαπάνης καίριον ἦσαν καὶ ὅσοι καθ᾿ αἷμα ἐκείνῳ συνήπτοντο καὶ ἄλλως ᾠκείωντο. αὐτίκα τοίνυν ἡ ἀνεψιὰ Θεοδώρα, ᾗ καὶ, ὡς ἔφημεν, ἐπλησίαζε, βασιλικωτάτης μετεῖχε δορυφορίας καὶ μόνον οὐ διαδουμένη καὶ τῶν ἀρχείων σαρουμένων παριέναι ἤθελε, καὶ κατὰ φυσικὴν μὲν ἰδιότητα σοβαρὰν ἕλκουσα τὴν ὀφρὺν καὶ ἄνω τὸ ὄμμα τείνουσα, τὸ δὲ πλέον ἀγέρωχον βλέπουσα. καὶ ὁ ἐκ ταύτης δὲ τῷ βασιλεῖ γενόμενος παῖς καὶ ἐφεξῆς ἕτεροι ὅλας θαλάσσας χρημάτων εἰς ἑαυτοὺς μετωχέτευον.

Εὔκολος δὲ ὢν καὶ εὐχείρωτος τοῖς κατευναστῆρσι καὶ θαλαμηπόλοις ἐκτομίαις, ἀλλὰ δὴ καὶ τοῖς ἀπὸ γενῶν ἑτερογλώττων ὑποβαρβαρίζουσιν ὑπηρέταις, ὧν ὁ σίελος τοῦ λόγου προηκοντίζετο, τοῖς ῥυηφενέσι καὶ τούτους ἐνέταττεν εὐπετῶς, τὰ πολλὰ τὸ οὖς αὐτοῖς ὑποκλίνων καὶ ἅπερ ᾐτοῦντο ῥᾳόνως ἐκπερατῶν. τισὶ τοίνυν ἐκ τούτων οὕτως εὐρόει τὰ κατὰ βίοτον, ὡς σωρείαις χρημάτων ἐνευθηνεῖσθαι καὶ τοῖς κατὰ κόσμον πᾶσι περιρρεῖσθαι λαμπροῖς ἴσα καὶ μεγιστᾶσι μεγίστων ἐθνῶν, καὶ ταῦτα παιδείας ἁπάσης ἐστερημένοις καὶ φωνῆς Ἑλληνίδος τὰ ἴχνη μεταδιώκουσιν ὡς αἱ σκοπιαί τε καὶ αἱ πέτραι πρὸς τὰ τῶν ποιμένων αὐλήματα τὸ τῆς ἠχοῦς ὑστερόφωνον. κἀπὶ τούτοις ὡς πιστοτάτοις αὐτῷ καὶ θερμοῖς θεράπουσι μάλιστα πεποιθὼς οὐ μόνον αὐτοῖς τὰς μεγίστας ἀρχὰς ἐγχειρίζει, ἀλλὰ καὶ κρίσεσιν ἐφίστα δικαστικαῖς, ὧν ὀψὲ καὶ νομοτριβεῖς ἄνδρες ἐφίκοιντο ἄν.

Δεῆσαν δὲ καὶ τῶν ἐπαρχιῶν τινὰς ἀπογράφεσθαι (τοῦτο δὲ συχνάκις ἐγίνετο), ὁ τοιόσδε χορὸς τοῦ λογίμου προυτίθετο. εἰ δέ που καὶ παρεζεύγνυτό τις αὐτοῖς εὐγενὴς Ῥωμαῖος ἀνήρ, βάπτων ὅλως εἰς νοῦν καὶ γέμων φρονήσεως, κατὰ τοῦτο ξυνεπέμπετο, ὅπως ὁ μὲν ἀπογράφων ἔσται καὶ τολυπεύων τὰς ὑποθέσεις, ἐξ ὧν ἤμελλον οἱ φόροι συνάγεσθαι, ὁ δὲ ὡς κερδοσυλλέκτης προεδρεύῃ καὶ τὰ φασκώλια σφραγῖσι διασημήνηται, ἃ ἤμελλον εἰσφέρεσθαι βασιλεῖ. τὰ πλεῖστα μέντοι πρὸς τοὐναντίον αὐτῷ περιίστατο καὶ ἠσυνθετεῖτό οἱ ἐντεῦθεν τὰ σκέμματα· Ῥωμαίους γὰρ ὡς κλεμματιστὰς ἐκτρεπόμενος εἴτε ὑποβλεπόμενος ἐλάνθανεν ἑαυτὸν ἐρασιχρημάτους ὀλβίζων βαρβάρους καὶ εὖ ποιῶν ἀνδράρια κακοδαίμονα καὶ τοῦ κατὰ φύσιν καὶ παιδείαν χρηστοῦ καὶ πιστοῦ πρὸς τὴν ἀντικειμένην γνώμην τοὺς ἐνδαποὺς καθιστῶν, ἐπεὶ καὶ τὸ εἰς αὐτοὺς καχύποπτον τοῦ βασιλέως ἐκεῖνοι γνωρίζοντες καὶ ὡς ὑπηρέται πλέον καὶ προαγωγοὶ λημμάτων ἤπερ ἀσφαλεῖς τὰ ἐς πίστιν κρινόμενοι τοῖς ἐθνικοῖς συντάττονται κατὰ σύνδυο ἐκπεμπόμενοι ἢ γοῦν ὡς παρήοροι καὶ παράσειροι τοῦ τῆς ἀρχῆς λογίζονται ἅρματος, τὸ διατεταγμένον μόνον ἐποίουν θερίζοντες καὶ δεσμεύοντες ὡς δράγματα τὰ κέρματα καὶ ὡς εἰς ἅλωνα συμφοροῦντες τὸν ἐπὶ πολλῶν καθιστάμενον ἐκεῖνον καὶ πλείστων ἄλλων ἀντάξιον Ῥωμαίων κρινόμενον βάρβαρον, τὰ δ᾿ ἄλλα παρέβλεπον, ἵνα μὴ λέγοιμι ὡς βασιλεῖ μὲν ἐνίοτε βραχέα καὶ οἷον ἀφαιρέματα τῶν ὅλων εἰσήγετο, τὰ δὲ πλείω ἐκεῖνοι παρενοσφίζοντο, τοῦ ἀγαθοῦ καὶ πιστοῦ παρὰ βασιλεῖ δούλου ἐν πρώτοις ἑαυτῷ φύροντος ἐγκρυφίας ἐκ τῶν ἀλοωμένων πυρῶν εἴτ᾿ οὖν χρυσίνων καὶ μετέπειτα μεταδιδόντος καὶ τῷ συνάρχοντι.

Ἔργον τοῦ βασιλέως τούτου καὶ ὁ μὴ πολὺ τῆς θαλάσσης ἔνδον ἱστάμενος πύργος τῆς προσκλυζούσης τὴν χέρσον, ἥτις ὀνομάζεται Δάμαλις, ἀλλὰ δὴ καὶ ὁ ἀντίπορθμος τούτῳ ἕτερος πύργος τῆς τῶν Μαγγάνων ἔγγιστα δεδομημένος μονῆς. ἦν δὲ σκοπὸς τῷ τούτους ἀνεγείροντι ἄνακτι, κατὰ καιρὸν ἐπαγωγῆς πλοίων βαρβαρικῶν σιδηρᾶν ἐξ ἑκατέρων ἅλυσιν διατείνεσθαι καὶ ἄβατα ἐντεῦθεν γίνεσθαι ὁπόσα περὶ τὴν ἀκρόπολιν μέρη τῆς πόλεως καὶ τὸν συρόμενον ἔσωθεν ὁλκὸν ἕως καὶ ἐς αὐτὰ τὰ ἐν Βλαχέρναις βασίλεια.

Φιλοκαλίαν δὲ κατηγοροῦσι τοῦδε τοῦ βασιλέως καὶ οἱ κατ᾿ ἄμφω τὰ ἀνάκτορα ἐπιμήκιστοι καὶ περίστυλοι ἀνδρῶνες, οὓς αὐτὸς ἀνήγειρεν, οἳ ψηφίδων χρυσῶν ἐπιθέσεσι διαυγάζοντες τυποῦσιν ἄνθεσι βαφῆς πολυχρόου καὶ τέχνῃ χειρουργῷ θαυμασίᾳ ὅσα οὗτος κατὰ βαρβάρων ἠνδρίσατο ἢ ἄλλως ἐπὶ τὸ βέλτιον Ῥωμαίοις διεσκευάκει. ἀλλὰ καὶ τὰς πλείους τῶν κατὰ τὸν πορθμὸν τῆς Προποντίδος λαμπρῶν οἰκοδομιῶν, ἐν αἷς οἱ βασιλεῖς Ῥωμαίων θερίζουσι τὰς εὐωρίας μεταδιώκοντες ὡς οἱ πάλαι κρατοῦντες Περσῶν τὰ Σοῦσά τε καὶ Ἐκβάτανα, οὗτος ἀνήγειρε καὶ πρὸς κόσμον ὑπεξῆρε πλείονα.

Καὶ πρὸς τοὺς πόνους γὰρ ἀντεῖχε μάλα, καιροῦ καλοῦντος μοχθεῖν, καὶ ψῦχος ἔστεγε καὶ πνῖγος ἔφερε καὶ πρὸς ὕπνον ἀπεμάχετο, καὶ ταῖς τρυφαῖς δὲ προσανεῖχε πολέμων ἄγων σχολὴν καὶ ἐνησμένιζε ταῖς ἀνέσεσιν. εἰ τοίνυν περιεργότερον τοῦτον ἠθρήκει τις, ὅπως ἔχαιρε καρυκείαις βρωμάτων καὶ τοῖς πρὸς λύριον καὶ κιθάραν καὶ συμφωνίαν ᾠδῶν ἔχουσιν οὐκ ἀπηχθάνετο, εἶπεν ἂν ὡς μόνοις ἐννεάσας ἔχει τοῖς τοιούτοις καὶ ἡδονὴν τὸ πέρας ἥγηται τῆς ζωῆς· εἰ δὲ τοὐναντίον αὐτῷ προσέβλεψε πρὸς πᾶσαν ἀταπεινώτῳ γλυκυθυμίαν τυγχάνοντι καὶ τιθεμένῳ παρὰ φαῦλον ἡδυπάθειαν δυσκόλων ἐπιστάντων καιρῶν, ἐθαύμασεν ἄν, ὅπως ἐξήλλακτο πρὸς ἀμφότερα.

Ἐπιβαλόμενος δὲ τὸν πρὸς θάλασσαν τῆς ἁγίας Εἰρήνης ἀναδομήσειν νεών, ὃν μεγέθει μέγιστον καὶ κάλλει κάλλιστον πάλαι Μαρκιανὸς ὁ πάνυ ἤγειρε, πῦρ δὲ ᾐθάλωσε, μέρη τινὰ τοῦ τοιούτου τεμένους ἐκ βάθρων οἰκοδομήσας τοῦ λοιποῦ ἐπαύσατο.

Ἱδρύσατο δὲ φροντιστήριον ἱερὸν περί που τὸ τοῦ Πόντου στόμα, εἰς τόπον τινὰ Κατασκέπην λεγόμενον, εἰς ὄνομα τοῦ ἀρχιστρατήγου Μιχαήλ, καθ᾿ ὃ τῶν τότε μοναστῶν ἠθροικὼς τοὺς ὀνομαστοτάτους τε καὶ ἀκρέμονας πάντῃ μοναδικὸν καὶ ἀπράγμονα μετιέναι βίον προεμηθεύσατο. εἰδὼς γὰρ τὸ κτηματικοὺς εἶναι καὶ τυρβάζεσθαι πάλιν περὶ πολλὰ τοὺς τὸν ἐρημικὸν βίον ἀνελομένους τῆς ἡσυχίας αὐτοὺς μεθιστῶν καὶ τοῦ κατὰ θεὸν ζῆν ἀπάγον, τοῦτο δὴ τὸ οἰκεῖον αὐτοῖς ἐπάγγελμα, οὐδὲν κτησείδιον ἀπετάμετο, οὔτε μὴν ἀγροὺς καὶ ἀμπελῶνας τῷ φροντιστηρίῳ ἐπέταξε, πᾶσαν δὲ τοῖς μονασταῖς δίαιταν ἐκ τῶν βασιλικῶν χρυσώνων ἐπιμετρήσας ἐκεῖθεν αὐτὴν ἐβράβευεν, ἀνακόπτων ἐντεῦθεν, οἶμαι, τὸν πολὺν ἔρωτα τῶν πλείστων περὶ τοῦ μονὰς συνιστᾶν καὶ παράδειγμα διδοὺς τοῖς μετόπισθεν, ὅπως χρεὼν νεὼς ἀνιστᾶν καὶ οἵαν δέον ἑτοιμάζειν τράπεζαν τοῖς ἐρημικοῖς καὶ ἀβίοις καὶ τῆς ὕλης ἑαυτοὺς ἐκλύσασι.

Τοσοῦτον δ᾿ ἀπεῖχε τὴν νῦν κατάστασιν ἐπαινεῖν, οἳ μονάζειν μὲν ἐπαγγέλλονται, πολυκτήμονες δὲ καὶ πολυφρόντιδές εἰσιν ὑπὲρ τοὺς τῇ ἐνταῦθα φιληδοῦντας ζωῇ, ὥστε καὶ τὴν νεαρὰν νομοθεσίαν, ἣν ὁ βασιλεύτατος τῷ ὄντι Νικηφόρος ὁ Φωκᾶς, ὁ τὴν ἰσχὺν ἡρωϊκὸς καὶ πολὺς τὴν σύνεσιν, ἔθετο παύουσαν τὰς μονὰς ἐμπλατύνεσθαι κτήσεσι, τεθνηκυῖαν πάλαι τῷ χρόνῳ καὶ τὸ κῦρος ἀποθεμένην, τῷ ἐρυθρῷ τῆς βαφῆς ὡς αἵματι ἀναθάλψας ἐζώωσεν.

Οὐ μὴν δὲ ἀλλὰ καὶ τῷ πατρὶ καὶ τῷ πάππῳ καὶ τοῖς καθ᾿ αἷμα προσήκουσι λοιποῖς ἅπασιν, ὁπόσοι μονὰς δειμάμενοι ὅλα πλέθρα γῆς καρποφόρα καὶ λειμῶνας χλοεροὺς αὐταῖς προσεκλήρωσαν, ἐπεγκαλῶν οὐκ ἐπαύετο, οὐ κατὰ τοῦτο μεμψιμοιρῶν ἢ μυκτῆρα καταχέων πλατὺν τῶν ἀνθρώπων, ὅτι τῆς οὐσίας θεῷ τι ἀπένειμαν, ἀλλ᾿ ὅτι μὴ καλῶς τὸ καλὸν εἰργάσαντο. δέον γὰρ ἐν τόποις δυσερευνήτοις καὶ χωρίοις πανερήμοις καὶ σπηλαίων ὀπαῖς καὶ ὀρῶν περιωπαῖς τοῖς μονάζουσιν ἀποτάξαι τὸ σκήνωμα καὶ παριδεῖν ταυτηνὶ τὴν ἐφ᾿ Ἑλλησπόντῳ κειμένην καλλίπολιν ὡς τὸν λωτὸν Ὀδυσσεὺς καὶ Σειρήνεια μέλη τὰ δυσαπόσπαστα, οἱ δὲ τὸν ἐξ ἀνθρώπων θηρώμενοι ἔπαινον καὶ τοὺς κεκονιαμένους ἑαυτῶν τάφους εἰς θέαν τοῖς εἰσιοῦσι τοὺς νεὼς προτιθέντες καὶ νεκροὶ ἐρῶντες στεφανούμενοι δείκνυσθαι καὶ στιλπνοὶ καὶ φαιδροὶ τὰ πρόσωπα ἐπ᾿ ἀγορᾶς τε καὶ τριόδων τὰ θεῖα ᾠκοδόμησαν φροντιστήρια, ἐνλακκεύσαντες ἐν τούτοις καὶ ἐνσηκάσαντες οὐκ ἐπιλέγδην τὸ ἀρεταῖνον, τὸ δὲ μέχρι τριχῶν ἀποβολῆς καὶ τῆς τῶν ἐσθημάτων μεταβολῆς καὶ τοῦ ἀφειμένου πώγωνος χαρακτηρίζον τὸν μοναστήν. διὰ ταῦτα τοίνυν εἴτε τὴν μοναδικὴν ὑπερείδων σεμνότητα ἤδη ἀφαντουμένην καὶ πρηνῆ ἐπὶ στόμα πίπτουσαν, εἴτε μὴν δεδιὼς μὴ ἐσεῖται μέσος ληφθεὶς οἷς διεβέβλητο, ἑτέραν ἐτράπετο ἧς οἱ ἐξ αἵματος ἐκείνῳ ἐβάδισαν.

Θεσμοῦ δὲ παρὰ Ῥωμαίοις κειμένου, οἶμαι δὲ καὶ παρὰ βαρβάροις αὐτοῖς κρατοῦντος, ὀψώνια τοῖς στρατευομένοις παρέχεσθαι καὶ τούτων πολλάκις ἔκταξιν γίνεσθαι, εἰ εὐοπλοῦσιν, εἰ τῶν ἵππων ἐπιμεμέληνται, ἀλλὰ καὶ τοὺς νεωστὶ στρατευομένους πρότερον ἐξετάζεσθαι, εἰ εὐρώστως ἔχουσι τῶν σωμάτων, εἰ τόξων εἰσὶν εἰδήμονες, εἰ κραδαίνειν δόρυ ἐπήσκησαν, εἶθ᾿ οὕτω τοῖς καταλόγοις ἐγγράφεσθαι, ὁ βασιλεὺς οὗτος τὰ τοῖς στρατιώταις διδόμενα σιτηρέσια ὡς εἰς δεξαμενὴν ὕδωρ τὰ ταμιεῖα συσχὼν ἰᾶτο τὸ δίψος τῶν στρατευμάτων ταῖς λεγομέναις τῶν παροίκων δωρεαῖς, ἔργῳ καταχρησάμενος παρὰ τῶν πρώην ἐφευρημένῳ βασιλέων καὶ σπανίως ἐπί τισι γινομένῳ τοὺς πολεμίους πολλάκις συγκόψασιν.

Ἔλαθεν οὖν ἐντεῦθεν καὶ τὸ στρατιωτικὸν ἀτονώτερον ἐργασάμενος καὶ χρημάτων ἀβύσσους εἰς ἀργὰς γαστέρας ὀχετηγήσας καὶ τὰς Ῥωμαϊκὰς ἐπαρχίας ἄγαν κακῶς θέμενος· οἵ τε γὰρ ἀγαθοὶ στρατιῶται τὸ ἐν τοῖς δεινοῖς φιλότιμον καταλελύκασιν, οὐκέτι τοῦ ὑπονύσσοντος πρὸς ἐπίδειξιν ἀρετῆς ἰδίου αὐτοῖς ὡς πρότερον μένοντος, ἀλλ᾿ εὐπορίστου προκειμένου τοῖς ἅπασι, καὶ οἱ τὸν δημόσιον πάλαι δεσπότην λαχόντες τῶν ἐπαρχιῶν οἰκήτορες ὑπὸ τῆς στρατιωτικῆς ἀπληστίας πεπόνθασι τὰ οἰκτρότατα, οὐκ ἀργύριον καὶ ὀβολὸν ἀφαιρούμενοι, ἀλλὰ καὶ τοῦ τελευταίου χιτῶνος ψιλούμενοι, ἐνίοτε δὲ καὶ τῶν φιλτάτων αὐτῶν ἀποσπώμενοι.

Ἦν τοίνυν διὰ ταῦτα τὸ στρατολογεῖσθαι τοῦ βουλομένου παντός, καὶ πολλοὶ ταῖς ῥαφίσι χαίρειν εἰπόντες ὡς ἐπεισκομιζούσαις αὐτοῖς τὰ χρειώδη στενῶς καὶ δυσεκβιάστως, ἄλλοι τὸ ἱπποκομεῖν ἐκλακτίσαντες καὶ τὸν ἐκ πλινθείας βόρβορον ἀπονιψάμενοι ἕτεροι, εἰσὶ δ᾿ οἳ καὶ τὴν τῶν χαλκείων ἀσβόλην ἀπομορξάμενοι τοῖς στρατολογοῦσι παρέστησαν καὶ παρενεγκόντες ἵππον Περσαῖον ἢ χρυσίνους ἀριθμῷ βραχεῖς καταθέμενοι ταῖς στρατιώτισι κατελέγησαν ἴλαις ἀβασανίστως κἀκ τοῦ παραυτίκα βασιλικοῖς ἐφωδιάσθησαν γράμμασι πλέθρα γῆς δροσερὰ καὶ ἀρούρας σιτοφόρους καὶ Ῥωμαίους ὑποφόρους βραβεύουσιν, ὡς ὑπηρετεῖν ἐν σχήματι δούλων, ἐνίοτε καὶ κατατιθέναι φόρους ἀνδραρίῳ μιξοβαρβάρῳ, μηδὲ εἰ ἔστιν ὅλως ἐγνωκότι παράταξις, Ῥωμαῖον ἄνδρα, γεραρὸν τὸ εἶδος καὶ οὕτως εὖ εἰδότα πολέμων καὶ τοσοῦτον τοῦ φορολογοῦντος αὐτὸν ὑπερφέροντα, ὡς Ἀχιλλέα πρὸς ἐκεῖνον δοκεῖν ἢ διτταῖς χερσὶν ὁπλιζόμενον κρίνεσθαι πρὸς τὸν μηδετέραν ἀπὸ πάθους ὀρέγοντα.

Ἐπαξίως οὖν τῆς ἀκομιστίας ταύτης τῶν στρατευμάτων αἱ Ῥωμαϊκαὶ πεπράγασιν ἐπαρχίαι, αἱ μὲν πρὸ τῶν ὀφθαλμῶν ἡμῶν ὑπὸ τῶν ἀλλοφύλων σκυλευόμεναι καὶ εἰς ἀρχὴν αὐτοῖς ἰδιούμεναι, αἱ δὲ ὡς ἀλλότριαι τοῖς ἡμετέροις ἀφαντούμεναι καὶ δῃούμεναι.

Ἀλλ᾿ ἕως πότε, Κύριε, τῆς σῆς ἐπιλήσῃ κληρονομίας καὶ τὸ σὸν ἀποστρέφων ἀφ᾿ ἡμῶν πρόσωπον ὁδοποιήσεις τρίβον τῇ ὀργῇ σου; πότε ἐπόψει ἐξ ἁγίου ἐπιβλέψας κατοικητηρίου σου καὶ ἰδὼν ἴδῃς τὴν ἡμετέραν συνοχήν τε καὶ κάκωσιν καὶ ῥύσῃ τῶν ἐφεστώτων κακῶν, ἀπαλλαγὴν δὲ παρέξεις καὶ τῶν πολὺ τούτων ἐλπιζομένων χαλεπωτέρων; Πρὸς δὲ τοῖς εἰρημένοις κἀκεῖνα δοτέον τῇ ἱστορίᾳ. τοῖς πλείοσι βασιλεῦσι Ῥωμαίων οὐκ ἀνεκτόν ἐστιν ὅλως ἄρχειν μόνον καὶ χρυσοφορεῖν καὶ χρᾶσθαι τοῖς κοινοῖς ὡς ἰδίοις, οὐδὲ μὴν ὡς δούλοις τοῖς ἐλευθέροις προσφέρεσθαι, ἀλλ᾿ εἰ μὴ καὶ σοφοὶ δοκοῖεν καὶ θεοείκελοι τὴν μορφὴν καὶ ἥρωες τὴν ἰσχὺν καὶ ὡς Σολομῶν θεόσοφοι καὶ δογματισταὶ θειότατοι καὶ κανόνες τῶν κανόνων εὐθέστεροι καὶ ἁπλῶς θείων καὶ ἀνθρωπίνων πραγμάτων ἀπροσφαλεῖς γνώμονες, δεινὰ οἴονται πάσχειν. ἔνθεν τοι καὶ δέον τοῖς ἀπαιδευτέροις καὶ θρασυτέροις ἐπιτιμᾶν ἐπεισάγουσιν ἀσυνήθη καὶ νέα τῇ ἐκκλησίᾳ δόγματα ἢ γοῦν ἀνατιθέναι ταῦτα οἷς ἐπάγγελμα τὰ περὶ Θεοῦ εἰδέναι καὶ λέγειν, οἱ δὲ οὐδὲ κατὰ τοῦτο τὸ μέρος δευτερεύειν οὑτινοσοῦν ἀνεχόμενοι οἱ αὐτοὶ δογμάτων εἰσηγηταὶ καὶ δικασταὶ τούτων καὶ ὁρισταί, πολλαχοῦ δὲ καὶ κολασταὶ τῶν μὴ συμφωνούντων αὐτοῖς γίνονται.

Καὶ ὁ βασιλεὺς τοιγαροῦν οὗτος εὐγλωττίαν εὐτυχηκὼς καὶ λόγου ἔμφυτον χάριν πεπλουτηκὼς οὐ λαμυρῶς ἐπέστελλε μόνον, ἀλλὰ καὶ κατηχητηρίους ὤδινε λόγους, οὕς φασι σελέντια, καὶ εἰς κοινὴν ἀνέπτυσσεν ἀκοήν. ὁδῷ δὲ προϊὼν καὶ δογμάτων ἥπτετο θείων καὶ περὶ Θεοῦ διελέγετο. ἀμέλει καὶ κατασχηματιζόμενος πολλάκις τὸν ἀποροῦντα γραφικὰς εἰσῆγε ζητήσεις καὶ περὶ τῶν λύσεων τουτωνὶ διεπυνθάνετο ξυναγείρων ὅσον ἔχαιρε λογιότητι. ἀλλ᾿ ἦν ἂν ἐπαινετέος κἀν τούτοις, εἰ μέχρι τούτων τὴν λιχνείαν ἐκτείνων τοῖς δυσεφίκτοις οὐ προσέβαινε δόγμασιν ἢ καὶ τούτοις ἐφιστάνων τὸν νοῦν οὐκ ἦν ἰσχυρογνωμῶν, οὐδὲ τὸν νοῦν τῶν γραφομένων πρὸς τὴν οἰκείαν μεθεῖλκεν ἐν πολλοῖς πρόθεσιν, ὁρίζων καὶ προσεπάγων ἐξηγήσεις ἐν οἷς πρὸς ὀρθὴν ἔννοιαν οἱ πατέρες ἐφθέγξαντο, ὡς εἴπερ ὅλον αὐτὸν συνείληφε τὸν Χριστὸν καὶ ὑπ᾿ αὐτοῦ μεμύηται τὰ περὶ αὐτοῦ τρανότερον καὶ θειότερον.

Ζητήσεως οὖν γενομένης περὶ τοῦ γραφικοῦ ῥητοῦ, ὅ φησι τὸν σεσαρκωμένον θεὸν προσφέρειν τε ὁμοῦ καὶ προσφέρεσθαι, καὶ τῶν τότε λογίων ἀνδρῶν εἰς ἐναντίας μοίρας ἀποκριθέντων, ἐφ᾿ ἱκανὸν τὰ τῆς ἐξετάσεως παρετάθησαν, ῥήσεις τε καὶ ἀντιρρήσεις ἐξ ἑκατέρων ἐχέθησαν τῶν μερῶν. ὀρθοτομηθέντος δὲ τοῦ ζητουμένου καὶ τῇ δόξῃ προστεθέντος τοῦ βασιλέως τῇ θεοφιλεῖ τε καὶ κρείττονι, καθαίρεσιν ὑπέστησαν ὡς ἀντίφρονες ὁ ὑποψήφιος τῆς Θεουπόλεως μεγάλης Ἀντιοχείας Σωτήριχος ὁ Παντεύγενος, ὁ Δυρραχίου Εὐστάθιος, ὁ τοῦ Θεσσαλονίκης Μιχαὴλ τὸν ῥητορικὸν θρόνον κοσμῶν καὶ τὸν εὐαγγελικὸν ἀναβαίνων ὀκρίβαντα, ὁ Βασιλάκης Νικηφόρος τὰς τοῦ Παύλου ἀναπτύσσων ἐπ᾿ ἐκκλησίας ἐπιστολὰς καὶ διαλευκαίνων τῷ τῆς καλλιρρημοσύνης φωτὶ ὅσαι τῶν ἀποστολικῶν ῥήσεων τῇ ἀσαφείᾳ ὑπομελαίνονται καὶ τῷ βάθει τοῦ Πνεύματος ἐπιφρίσσουσι.

Λέγεται δὲ ὡς τοῦ δόγματος τούτου ὑποκινουμένου καὶ εἰς κοινὴν ἐπικρινομένου προτεθῆναι βάσανον, ἐξώρως ἐκραγῆναι βροντὴν ἐξαισίαν, ὑφ᾿ ἧς καὶ περικτυπηθῆναι τὰς ἀκοὰς τὸ συνὸν ἅπαν τῷ βασιλεῖ, κατὰ Πελαγονίαν διατρίβοντι τότε, καί τινα τῶν λόγῳ τροφίμων, Ἠλίαν τοὔνομα, τὴν τύχην ὑπὲρ τοὺς πολλούς, τοῦ στρατοῦ φύλακα, βίβλον ἀναπτύξαντα περὶ βροντῶν καὶ σεισμῶν διεξιοῦσαν καὶ τὰ περὶ τὸν καιρὸν ἐκεῖνον, καθ᾿ ὃν ἐβρόντησεν, ἐπελθόντα φάσκοντα εὑρεῖν οὑτωσὶ „πτῶσις σοφῶν.” Οὐ μόνον τοίνυν οἱ ῥηθέντες, τῶν τηνικαῦτα ὄντες σοφῶν οἱ κράτιστοι, τῆς ἐκκλησίας ἀπεσφενδονήθησαν καὶ πάσης ἱερᾶς ὑπηρεσίας ἐξωστρακίσθησαν, ἀλλὰ σὺν αὐτοῖς καὶ ἕτεροι τῶν θείων περιβόλων ἀποσηκασθέντες ἠλάθησαν.

Μετὰ χρόνους δέ τινας τὴν „ὁ πατήρ μου μείζων μού ἐστι” τοῦ θεανθρώπου φωνὴν προθεὶς εἰς ἐξέτασιν ὀλίγα ταῖς τῶν πατέρων προσσχὼν ἐξηγήσεσι, καὶ ταῦτα διαφόροις οὔσαις καὶ ἱκαναῖς πρὸς τὴν τοῦ ζητουμένου παράστασιν καὶ σαφήνειαν, ἐφερμηνεύσεις οἰκείας εἰσήνεγκε, φιλονείκως τῶν ἅπαξ δοξάντων περιεχόμενος καὶ πρὸς τὸ οἰκεῖον ἀνθέλκων βούλημα καὶ ὃ κυρώσειν προέθετο τὰς μηδὲν τῇ ἀληθείᾳ λυμαινομένας ἀλλὰ θεοσόφως λεχθείσας ῥήσεις τῶν μακαρίων διδασκάλων τῆς οἰκουμένης. τῶν μὲν γὰρ λεγόντων τῷ αἰτίῳ εἰρῆσθαι μείζονα, τῶν δὲ κατὰ τὸ ἀνθρώπινον ἐξειληφότων καὶ τῷ προσλήμματι, οὐ τῷ Λόγῳ τὴν φωνὴν ταύτην ἀπονειμαμένων, ὥσπερ καὶ τὸ πρὸς τὸν πατέρα πορεύεσθαι καὶ τὸ ἔρχεσθαι τοῦ κόσμου τὸν ἄρχοντα καὶ ἐρευνῶντα μηδὲν ὅλως εὑρίσκειν ἐν αὐτῷ, τινῶν δὲ περὶ τοῦ Λόγου τὸ μεῖζον ἐκλαβομένων, οὐχ ἁπλῶς δὲ καὶ κατ᾿ οὐσίαν, ἀλλὰ διὰ τὴν ἐν τῷ ἐνανθρωπῆσαι ἄκραν κένωσιν καὶ ταπείνωσιν, καὶ ἄλλων ἄλλως εὐσεβῶς μέντοι ἐκδεξαμένων, ταύτας οὐκ οἶδ᾿ ὅπως ἀποστέρξας ὡς οὐχ ἱκανῶς περὶ τοῦ προκειμένου εἰπούσας καὶ ἑτέρως αὐτὸ διηρμήνευεν.

Ἀμέλει καὶ σύνοδον συγκροτήσας καὶ ἅπαν ὅσον τοῖς θείοις ἔχαιρε δόγμασι συναθροίσας ἐνῆγεν ἕκαστον ἐν τόμῳ δογματικῷ ὑπογράφειν ὁρίζοντας οὑτωσὶ „ἀποδέχομαι μὲν καὶ τὰς περὶ τοῦ ὁ πατήρ μου μείζων μού ἐστι τῶν θεοφόρων πατέρων φωνάς, λέγω δὲ εἰρῆσθαι τοῦτο καὶ κατὰ τὴν ἐν αὐτῷ κτιστὴν καὶ παθητὴν σάρκα.” Τοῦτο δὲ οὐκ οἶδ᾿ ὅπως τὸ ἔλαττον πρὸς τὸν πατέρα τῷ υἱῷ σαρκοφορήσαντι περιτίθησιν, ὡς εἴπερ ἀπωλίσθησε τῆς ἰσότητος διὰ τὴν τῆς ἀνθρωπίνης φύσεως πρόσληψιν καὶ τὴν πρὸς ἡμᾶς ἐπιδημίαν, μὴ τὴν ἰδίαν καὶ οὕτως ἀνασώζων δόξαν, τοῖς δὲ τῆς κενώσεως μέτροις ἐναπομείνας, ἢ μὴ θεώσας καὶ ὑψώσας τὸ ταπεινὸν καὶ τῶν οἰκείων αὐχημάτων μέτοχον ἀποδείξας ἐξ αὐτῆς ἑνώσεως, ἀλλ᾿ ὑπ᾿ αὐτοῦ τοὐναντίον ταπεινωθείς, ὅπερ ἄτοπον.

Ἀμέλει καὶ γραφαῖς ἐρυθραῖς ὡς φλογίνῃ ῥομφαίᾳ τὸ δόγμα τοῦτο διειληφώς, ἀπειλούσαις θάνατον καὶ ἀποκήρυξιν πίστεως τῷ προσεμβλέψαι ὅλως ἔνδον τολμήσαντι καὶ κατὰ πρώτην τοῦ νοῦ κίνησιν, πολλοῦ δέω εἰπεῖν ἐπιλαβομένῳ καὶ ὑποτονθορύσαντι, ἔπειτα καὶ λιθίναις πλαξὶν ἐγχαράξας ὑποθήκαις τινῶν ἐπὶ Νεὼ τοῦ Μεγίστου ἀνέθετο. ὑφωρῶντο γὰρ τὴν τῶν κυρωθέντων ἀνάλυσιν ὡς εἰς αὐτὸν τὸν Λόγον διὰ μέσης τῆς σαρκὸς ἀποφερόντων τὸ ἔλαττον, καὶ μάλισθ᾿ ὅτι τὴν κένωσιν καὶ τὸ κατὰ τὸ ἀνθρώπινον νοούμενον παρεβλέψαντο.

Οἷον δὲ καὶ τόδ᾿ ἔρεξεν ἀνὴρ οὑτοσὶ περὶ τὸ πέρας τῆς αὐτοῦ βιοτῆς. ἔγκειται τῷ κατηχητικῷ πυκτίῳ μεθ᾿ ἑτέρων ἀφορισμῶν καὶ τὸ ἀνάθεμα τῷ θεῷ τοῦ Μωάμετ, περὶ οὗ λέγει „οὔτε ἐγέννησεν οὔτε ἐγεννήθη” καὶ ὅτι ὁλόσφυρός ἐστι. τὸν τοιοῦτον τοίνυν ἀναθεματισμὸν ἀπαλεῖψαι τῶν ὅλων κατηχητηρίων βίβλων προέθετο, ἀπ᾿ αὐτῆς τῆς ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ πυκτίδος ἀρξάμενος. καὶ ἡ πρόφασις ὡς μάλα εὐπρόσωπος· ἔφασκε γὰρ ὡς εἰς σκάνδαλον πρόκειται τῶν μετατιθεμένων Ἀγαρηνῶν εἰς τὴν καθ᾿ ἡμᾶς θεοσεβῆ πίστιν τὸ βλασφημεῖσθαι ὅλως θεόν.

Οὐκοῦν μετάκλητον τίθησι τὸν μέγιστον Θεοδόσιον, ὃς διεῖπε καὶ ἐκόσμει τηνικαῦτα θρόνον τὸν πρώτιστον, καὶ τῶν κατὰ τὴν πόλιν ἐνδημούντων ἀρχιερέων τοὺς λόγῳ καὶ ἀρετῇ διαπρέποντας καὶ κοινοῦται τούτοις τὸ σκέμμα μετ᾿ ὀγκηρῶν προεισοδίων τῆς ὑποθέσεως. ἀνανεύοντας δὲ πάντας εὑρὼν καὶ μηδ᾿ ἄκροις παραδεχομένους ὠσὶ τὰ εἰσηγούμενα ὡς ἀπόφημα καὶ τῆς εἰς θεὸν ἀληθεστάτης δόξης ἀπάγοντα, ἐξηγουμένους δὲ θεοφιλῶς τὸ εἰς σκάνδαλον δῆθεν καὶ πρόσκομμα κείμενον καὶ διασαφοῦντας μὴ ὅλως θεὸν οὐρανοῦ καὶ γῆς ποιητὴν καθυποβάλλεσθαι ἀναθέματι, ἀλλὰ τὸν παρὰ τῷ λήρῳ καὶ δαιμονώδει Μωάμετ ἀναπλαττόμενον ὁλόσφυρον θεὸν καὶ μήτε γεννηθέντα μήτε γεννήσαντα· παρὰ Χριστιανοῖς μὲν γὰρ δοξάζεσθαι πατέρα θεόν, αὐτὰ δὲ τὰ ἀπόβλητα τοῦ Μωάμετ ληρήματα τοῦτο ἀπαγορεύειν ὅλως· καὶ ἄλλως δὲ μὴ συνιέναι, ὁποῖον τί ἐστι τὸ ὁλόσφυρον, αὐτοὺς μὲν φθινύθειν εἴασεν ἐν στήθεσιν ἔχων νόον ἀκήλητον, καθ᾿ ἑαυτὸν δ᾿ ἐκτίθησι τόμον, ὑπουργοῖς ἐς τοῦτο χρησάμενος οὓς ᾔδει τῶν ἐκ τῆς βασιλείου αὐλῆς τὸν καιρὸν κολακεύοντας καὶ λόγου μετέχοντας, ὑπερηγοροῦντα μὲν τῆς τοῦ Μωάμετ μωρολογίας (οὐ γὰρ ἂν εἴποιμι θεολογίας), καθαπτόμενον δὲ λαμπρῶς τῶν πρότερον βασιλέων καὶ τῶν ἐκ τοῦ καταλόγου τοῦ ἱεροῦ ὡς ἀμαθῶς καὶ ἀπερισκέπτως ἀνεχομένων ὑπὸ ἀνάθεμα τίθεσθαι θεὸν τὸν ἀληθινόν. καὶ τοῦτον εἰς κοινὴν ἀκρόασιν ἐπὶ τῶν ἱερῶν ἀρχείων ἐκδίδωσι συνεκπεπομφὼς οἷον τοῦ τόμου προοδευτὰς καὶ νεολαῖαν κροτοῦσαν τὰ γεγραμμένα ὅσοι τῆς συγκλήτου βουλῆς καὶ τῆς γερουσίας ἦσαν κεφάλαιον καὶ τοὺς ἐκ τοῦ γένους λογιότητι χαίροντας. τοσοῦτον δὲ τὸ πιθανὸν ὁ λόγος ἐπλούτει, οὐκ ἐν διδακτοῖς Πνεύματος βρίθων ῥήμασιν, ἀλλ᾿ ἐν πειθοῖ σοφίας ἀνθρωπίνης κομῶν, ὡς μικροῦ δεῖν ἀπαιωρῆσαι τῶν ὤτων μὴ μόνον ὅσον ἀφεώρα πρὸς τὴν ποικίλην τούτου περιβολὴν καὶ τὸ ἐπίχαρι τοῦ πτερώματος, ἀλλὰ καὶ αὐτὸ τὸ μεταλλεῦον τῶν γεγραμμένων τὸν νοῦν.

Καὶ τάχ᾿ ἂν ἦν ὡς ἀληθὴς θεὸς δοξαζόμενος ὁ τῷ Μωάμετ ὁστισοῦν ληρούμενος ὁλόσφυρος θεός, εἰ μὴ ὁλοσχερῶς ὁ πατριάρχης ἀντέβη· οὔτε γὰρ οὗτος τοῖς γραφομένοις τὸν νοῦν προσέσχηκεν ὡς ἐπισφαλῆ καὶ νέα ἐπεισάγουσι δόγματα καὶ τοὺς λοιποὺς δὲ ὡς δηλητηριώδη ταῦτα ὑφορᾶσθαι παρέπειθεν. ὁ δὲ ὥσπερ τι δεινὸν πεπονθὼς ὀνείδεσιν ἔπλυνε τοὺς ἀρχιερεῖς καὶ μωρὰ τοῦ κόσμου τούτους ὠνόμαζεν, ἄλλως τε καὶ νόσῳ προσπαλαίων τότε δεινῇ, ὑφ᾿ ἧς τὸν βίον ἀπέλιπε, καὶ ἐπίχολος ἐντεῦθεν γινόμενος.

Οὐκοῦν ὅσα τῷ προτέρῳ τόμῳ ἐμπλατυνόμενος εἴρηκεν ἀπηρτημένῃ κατασκευῇ καὶ μεθόδοις ῥητορικαῖς χρησάμενος, ταῦτα ἐπιτεμὼν καὶ τὸ τοῦ δόγματος αὖθις περιθεὶς δέλεαρ ἕτερον τόμον ἐξέθετο. καὶ ἐπεὶ ἔτυχε τότε τοῖς κατὰ Δάμαλιν ἀρχείοις ἐναυλιζόμενος, ἃ Σκουτάριον ὀνομάζονται, τὴν τοῦ ἀέρος εὐκρασίαν μεταδιώκων καὶ τῆς πολυοχλίας ἀπανιστάμενος καὶ ἅπας τῆς νοσοκομίας γινόμενος, διαπλωΐζονται ἐκεῖσε βασιλικῷ ἐπιτάγματι ὅ τε τῶν ἀρχιερέων σύλλογος καὶ ὅσοι τὸ πρεσβεῖον ἐκ τῶν λόγων ἐκτήσαντο. ἀλλ᾿ οὔπω καθαρῶς τῶν λεμβαδίων ἀπέβησαν, καί τις τῶν παρὰ τῷ βασιλεῖ παρρησίαν ἐχόντων ὑπογραμματέων ἐφίσταται (ὁ Ματζούκης ἦν οὗτος Θεόδωρος) καὶ πρός γε τὸν πατριάρχην καὶ τὴν τῶν ἀρχιερέων ὁμήγυριν τὸν λόγον ἀποτεινάμενος τὴν μὲν ἐς τὸν βασιλέα πάροδον μὴ εἶναι ἔφησε νυνὶ ἐφικτὴν διά τι παρεισφρῆσαν ἐκ τῆς νόσου ἐπμόδιον, τῇ δὲ τούτων ἀναγνώσει προσέχειν χρεών, τοὺς χάρτας δείξας τοὺς ἐν χεροῖν.

Ἦν δὲ ὁ μὲν περὶ τοῦ προκειμένου δόγματος διαλαμβάνων, ὅν, ὡς εἰρήκειμεν, καὶ ὑπογράψαι τοὺς συνελθόντας ἀρχιερεῖς διὰ σπουδῆς ὁ αὐτοκράτωρ ἐτίθετο, ὁ δ᾿ ἕτερος τὸν βασιλέα ἔχων διαλεγόμενον τῷ ἀρχιποίμενί τε Θεοδοσίῳ καὶ τῇ συνόδῳ οὐδὲν μέτριον οὐδὲ χάριεν διεξῄει, ἀλλὰ τῇ ἐνστάσει τοῦ πατριάρχου καὶ τῶν σὺν αὐτῷ ἀρχιερέων ὡς μὴ κατὰ λόγον γινομένῃ ἐπιμεμφόμενος διηπειλεῖτο μείζονος συνόδου συγκρότησιν καὶ τὴν μετ᾿ αὐτοῦ τοῦ πάπα τῶν προκειμένων διάσκεψιν.

„ἀγνώμων γὰρ ἂν εἴην” ἔλεγε „καὶ ἀλόγιστος, εἰ μὴ πολλοστὸν ἀντιδοίην μέρος τῷ ἐμῷ βασιλευτῇ καὶ βασιλεῖ τῶν ὅλων θεῷ, ὧν ἐκεῖθεν κρειττόνως ἔσχηκα, πᾶσαν σπουδὴν εἰσενεγκών, ὥστε μὴ τοῦτον ἀναθέματι καθυποβάλλεσθαι ἀληθινὸν ὄντα θεόν.” Τοσοῦτον δὲ τοῦ διαθροηθῆναι τοῖς τοιούτοις ἀπεῖχον οἱ ἀκροώμενοι ἀπειλήμασιν, ὥστε καὶ ὁ τῆς Θεσσαλονίκης πρόεδρος, ὁ πολὺς καὶ μέγας ἐν λόγοις Εὐστάθιος, ζήλου ἐπὶ τοῖς ἀνεγνωσμένοις πλησθεὶς καὶ μὴ ἐνεγκὼν θεὸν ἀληθινὸν ὀνομάζεσθαι ὁλόσφυρόν τι διανοίας ἀνάπλασμα κακοδαίμονος „ἐσοίμην ἂν” ἔφη „καταπεπατημένον ταῖς πτέρναις φορῶν τὸν ἐγκέφαλον καὶ τοῦ σχήματος τούτου παράπαν ἀνάξιος,” τὸν ἐπὶ τῶν ὤμων δείξας μανδύαν, „εἰ θεὸν ἡγοίμην ἀληθινὸν τὸν παιδεραστὴν καὶ καμηλώδη καὶ πάσης πράξεως μυσαρᾶς ὑφηγητὴν καὶ διδάσκαλον.” ἐπεπήγεσαν οὖν ἐπὶ τοῖς εἰρημένοις τούτοις οἱ ἀκηκοότες μικροῦ· ἦν γὰρ καὶ διατόρως ταῦτα φθεγγόμενος καὶ προδήλως χαρακτηρίζων τὸν ζήλῳ εὐσεβείας πυρούμενον. ὁ δὲ τοῦ γράμματος ὑπαγορευτὴς ἐκπλαγεὶς παλίμπους εἰς τὸν αὐτοκράτορα εἴσεισι. καὶ ὃς τὰ λαληθέντα ἐνωτισάμενος καὶ οἷον περιψοφηθεὶς ποικίλος ἦν τὸν ἀπόλογον, τὸ μακρόθυμον ἐπῃνεκὼς ὡς οὐδέποτε. καὶ ἑαυτὸν γὰρ τοῖς ἄγαν ὀρθοδοξοῦσι Χριστιανοῖς ἐνέταττε καὶ πατέρων ὡμολόγει πανευσεβῶν προελθεῖν, τοὺς φιλαιτίους ἐκκλίνων καὶ φιλοσκώμμονας. καὶ τὴν μετὰ τοῦ Θεσσαλονίκης κρίσιν πολὺς ἐνέκειτο ἐξαιτούμενος· ἢ γάρ, φησί, δικαιωθεὶς ὡς μὴ θεῷ πιστεύων παιδεραστῇ μηδὲ εἰσάγων παραχάραγμα πίστεως δικαίαν ἐπιθήσει δίκην τῷ κατὰ χριστοῦ Κυρίου ἐρυγγάνοντι βλάσφημα, ἢ κατακριθεὶς ὡς ἕτερον δοξάζων θεὸν παρ᾿ ὃν οἱ ἐκ Χριστοῦ καλούμενοι σέβονται μεταμαθήσεται τὴν ἀλήθειαν καὶ χάριν εἴσεται οὐ μικρὰν τῷ τῆς χείρονος αὐτὸν μεταστήσαντι δόξης καὶ μυήσαντι τὴν ἀλήθειαν.

Μετὰ βραχὺ δὲ τοῦ πατριάρχου εἰς θέαν ἐκείνου ἐληλυθότος καὶ κατεπᾴσαντος τὰ εἰκότα, τοῦ τε θυμοῦ ἔληξε καὶ τῷ Εὐσταθίῳ συγγνώμην παρέσχετο ἐφ᾿ οἷς παρεφθέγξατο ἐνδεδωκὼς αὐτῷ ὅσα ᾑρεῖτο ἀπολογήσασθαι, τελευταῖον δὲ καὶ αὐτὸς ἐπειπὼν ὡς „δεῖ σε σοφὸν ὄντα μὴ αἰσχρορρήμονα δείκνυσθαι, μηδὲ θρασυστομεῖν παρακαίρια.” Ἐπὶ δὲ τούτοις εἰς κοινὴν δοθέντος ἀκρόασιν τοῦ περὶ τοῦ δόγματος τόμου καὶ πάντων ἐπαινεσάντων τὰ γεγραμμένα ὡς εὐσεβῶς ὀρθοτομηθέντα καὶ περιχαρῶς ἐν αὐτῷ ὑπογράψαι καταθεμένων, ὁ σύλλογος διελέλυτο. καὶ οἱ μὲν ἀπῄεσαν ἀγαλλόμενοι ὡς τῇ οἰκείᾳ ἐνστάσει τὸν βασιλέα νενικηκότες, ὁ δὲ ἔχαιρεν ὡς τῇ ἑαυτοῦ καθυποκλίνας τούτους βουλῇ καὶ σχὼν διὰ βραχυλογίας οὗπερ διὰ τοῦ πολυστίχου προτέρου τόμου οὐδαμῶς ἐφίκετο.

Κατὰ δὲ τὴν μετ᾿ ἐκείνην ἡμέραν εἰς τὴν πατριαρχικὴν ἑστίαν ἡ σύνοδος ἀθροισθεῖσα, ὅπως κατὰ τὰ συμφωνηθέντα δράσωσιν (ἅμα γὰρ ἕῳ παρῆσαν οἱ ἐκ βασιλέως αὐτοὺς εἰς ἕνα ἀθροισμὸν ξυναγείροντες), οἱ δ᾿ οὐκέτ᾿ ἦσαν αὐτοί, ἀλλ᾿ ἀνένευον πάντες πάλιν καὶ ἀπεπήδων ὡς τῇ ὑπηγορευμένῃ γραφῇ καὶ ἔτι ἐγκειμένων ἐπιληψίμων ῥημάτων τινῶν καὶ ἤθελον καὶ ταῦτα ὀβελισθῆναι καὶ ἕτερα ἐντεθῆναι τῷ ὀρθῷ κατὰ μηδέν τι προσιστάμενα δόγματι. ἦν οὖν αὖθις παροξυνόμενος ὁ κρατῶν καὶ ὡς ἀνοηταίνουσι καθαρῶς ἐπεγκαλῶν τὸ τῆς γνώμης ἄστατον καὶ ἀγχίστροφον. ὀψὲ δὲ καὶ μόλις συνήλθοσαν, ἵνα τὸ μὲν ἀνάθεμα τῷ θεῷ τοῦ Μωάμετ τῶν κατηχητικῶν βιβλίων ἀπαλιφῇ, ἐγγραφῇ δὲ ἀνάθεμα τῷ Μωάμετ καὶ πάσῃ τῇ αὐτοῦ διδαχῇ. καὶ τοῦτο δογματίσαντες καὶ κυρώσαντες τῶν πολλῶν ἐκείνων συνόδων καὶ συλλόγων ἔληξαν.

Ἀλλὰ γὰρ οὐχ ὑπερβήσομαί τι καὶ ἄλλο τῶν ἀξίων εἰρῆσθαι, τοῦ ἱστορεῖν ἐνταῦθα γενόμενος. ἦν τις εὐνοῦχος ἀρχιερατικῶς προεδρεύων τῆς τῶν Χωνῶν πόλεως, Νικήτας τοὔνομα, πάσης ἀρετῆς καταγώγιον, οὕτω δὴ προφητικὸς καὶ προβλέπων τὰ ἔμπροσθεν, ὡς τοῖς μεγίστοις τῶν ὁρώντων ἐγκρίνεσθαι καὶ εἰς θαῦμα κεῖσθαι παρ᾿ οἷς ὁ ἀνὴρ ἐγνώριστο, εἴπερ ἡ καθ᾿ ἡμᾶς γενεὰ πονηρὰ οὖσα καὶ μοιχαλὶς τοιοῦτον ηὐτύχησεν ἀγαθόν. ἀμέλει καὶ τοῦ βασιλέως τούτου ἐξ Ἀρμενίας παριόντος τὰς Χώνας ἀρτιστεφοῦς καὶ τῆς πατρῴας διαδόχου ἀρχῆς καὶ τὸν ἀρχαγγελικὸν ναὸν εἰσελθόντος καὶ χειρὶ τοῦ ἀρχιερέως τούτου εὐλογηθέντος, ἐπειδὴ καὶ περιώνυμος ἦν ἐκ τῆς ἀρετῆς καὶ τοῖς ἅπασι διὰ στόματος, ἦσαν οἳ τῶν ἐντρόφων τοῦ βήματος καὶ τούτων οἱ ἐς νοῦν βάπτοντες ἐν ἀπόρῳ ἐτίθεντο, εἰ νέος ὢν ὁ Μανουὴλ καὶ ἄρτι πρώτως χνοάζων τὸν ἴουλον διακυβερνήσειν ὅλως τὴν βασιλείαν δυνήσεται, ἥτις τὸ πολὺ δεῖται ἀνδρὸς πολιοῦ μὲν τὸ φρονεῖν, λαχνήεντος δὲ τὸν πώγωνα, ἔτι γε μὴν εἰ τὸν κασίγνητον καταπαλαίσειεν Ἰσαάκιον, δικαιότερον ὄντα πρὸς τὴν ἀρχὴν καὶ τῆς βασιλίδος τῶν πόλεων ἔνδον ἱζάνοντα. ὁ δὲ μέγας ἐκεῖνος ἀνὴρ καὶ ὄντως ἄνθρωπος τοῦ Θεοῦ λύων τὸ ἄπορον καὶ διασαφῶν τὸ παρ᾿ ἐκείνοις ἀμφιγνοούμενον „ναί” φησι, „καὶ τὴν βασιλείαν ὁ μεῖραξ οὗτος διιθυνεῖ, καὶ αὐτῷ ὑποπεσεῖται ὁ ἀδελφός· οὕτω γὰρ θεῷ δέδοκται καὶ προώρισται. ἵνα δὲ εἰδῆτε καὶ περὶ ὧν οὐδ᾿ ὅλως με ἤρεσθε, τὸν οἰκεῖον πάππον, λέγων δ᾿ ἦν τὸν αὐτοκράτορα Ῥωμαίων καὶ προπάτορα ἐκείνῳ Ἀλέξιον, ὑπερβήσεται οὗτος βραχύ τι κατὰ τοὺς τῆς ζωῆς χρόνους, τῆς δὲ τελευτῆς αὐτῷ ἐγγιζούσης μανήσεται.” Ἦν οὖν ἡ πρόρρησις αὕτη καὶ ἐμοὶ τῷ συγγραφεῖ Νικήτᾳ σὺν ἄλλοις πλείστοις γνώριμος, ὅτι καὶ ἐμὸς ὁ προφάντωρ ἀνάδοχος ἐκ τοῦ θείου βαπτίσματος. τίς δὲ ἔσται ἡ μανία καὶ οἷος ὁ τρόπος αὐτῆς, οὐδεὶς εἶχεν ἀκριβῶς συμβαλέσθαι τῶν εἰδότων τὸ προαγόρευμα· οἱ μὲν γὰρ ἐς τὸ χρυσομανὲς ἀνέφερον τὸ προφοίβασμα, οἱ δ᾿ ἐς ἄλλο τι σαρκικὸν ἐλάττωμα ᾐχμαλώτιζον. τοῦ δὲ προσεχῶς εἰρημένου δόγματος κινηθέντος καὶ παραβόλως ἐνισταμένου τὰ πρῶτα τοῦ βασιλέως ἀληθῆ δοξάζειν θεὸν τὸν παρὰ Μωάμετ ὁλόσφυρον καὶ μὴ γεγεννημένον ἢ γεννήσαντα θεόν, πέρας εἰληφέναι πάντες τὴν προθέσπισιν ἔφασκον, ἐπεὶ καὶ μανίαν ἀτεχνῶς ὀρθήν τε καὶ χειρίστην τὴν δόξαν εἶναι ταυτηνὶ ὡς τῆς ἀληθείας ἐπίπαν ἀντίθετον.

Κατήρξατο μὲν οὖν τῷ βασιλεῖ τὰ τῆς νόσου πρὸ τοῦ Μαρτίου μηνὸς τῆς ἐνισταμένης τότε τρισκαιδεκάτης ἰνδικτιῶνος, ὅτε καὶ τὰ περὶ τοῦ δόγματος ἐπεκύμαινε. καὶ αὐτὰ μὲν ἀφύβρισαν περί που μῆνα τὸν Μάϊον, ὁ δ᾿ αὐτοκράτωρ ἐπιστάντος τοῦ Σεπτεμβρίου τὸ ζῆν ἐξεμέτρησεν. οὐδὲν δέ τι κάλλιστον περὶ τῆς βασιλείας διῴκησεν, ἀλλὰ νωθέστερον ἦν διακείμενος πρὸς τὴν τῶν μετὰ τὴν μετάστασιν αὐτοῦ γενησομένων διαταγήν τε καὶ ὑποτύπωσιν. τὸ δ᾿ αἴτιον, οὐ παρεδέχετο ὁπωσοῦν ὡς ἤγγικεν ἐκείνῳ τὸ τελευτᾶν, ἀλλ᾿ εὖ εἰδέναι διετείνετο ὡς ἐνιαυτοὶ ζωῆς ἕτεροι δεκατέσσαρες αὐτῷ ἐπιδαψιλεύονται. καὶ τοῦτο πρὸς αὐτὸν εἴρηκε τὸν σοφὸν καὶ τρισμάκαρα πατριάρχην τὸν Θεοδόσιον ὑποτιθέμενον πατρικῶς φροντίδα τῶν τῆς βασιλείας θέσθαι πραγμάτων, ἕως ἔτι καιρὸς κἀκείνῳ ἔρρωται τὸ φρονεῖν, καὶ διφῆσαι τὸν ἀνθεξόμενον ἀκραιφνῶς τοῦ τῆς ἀρχῆς κληρονόμου παιδὸς οὔπω παραγγείλαντος εἰς ἥβην καὶ πιστῶς προστησόμενον τῆς βασιλίδος καὶ οἷον μητροκομήσοντα. οἱ δὲ παντοδήλητοι ἀστροφάντορες καὶ περὶ ἐρωτικά, κατ᾿ αὐτοὺς εἰπεῖν, τὸν βασιλέα σχολάσειν ἀπετόλμων λέγειν ἀνασφήλαντα τῆς νόσου μετὰ βραχὺ καὶ πόλεων ἀλλοφύλων εἰς χῶμα τεθησομένων καθαιρέσεις ἀπηναιδεύοντο. τὸ δὲ δὴ παραλογώτερον, πρόχειροι τὴν γλῶτταν ὄντες καὶ τῷ ψεύδει ἐνειθισμένοι καὶ συγκίνησιν προύλεγον τοῦ παντὸς συνδρομάς τε καὶ συνόδους τῶν μεγίστων ἀστέρων καὶ ἀνέμων ἐξαισίων ἐκρήξεις καὶ σχεδὸν τοῦ παντὸς μεταστοιχείωσιν προεφοίβαζον, ἐγγαστρίμυθοι πλέον ἢ ἀστεροσκόποι δεικνύμενοι. οὐ χρόνους δὲ μόνον καὶ μῆνας ἠρίθμουν καὶ ἑβδομάδας κατέλεγον, ἐφ᾿ ὧν ταῦτα γενήσεται, καὶ βασιλεῖ διεσήμαινον, ἀλλὰ καὶ ἡμέρας ἠκριβολόγουν καὶ τὸ τῆς ὥρας ἀκαριαῖον ἐβωμολόχουν, ὡς εἴπερ σαφῶς ᾔδεσαν ἅπερ ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ ἔθετο ὁ πατὴρ καὶ περὶ ὧν ἐπετίμα πυνθανομένοις τοῖς μαθηταῖς ὁ σωτήρ. ἀμέλει τοι οὐ μόνον αὐτὸς βασιλεὺς σπήλαια καὶ καταδύσεις ἀλεξηνέμους διηρευνᾶτο καὶ προητοίμαζεν εἰς ἐνοίκησιν καὶ οἱ τῶν βασιλικῶν οἰκοπέδων καθῃροῦντο ὕελοι, ὡς εἶεν ἀπαθεῖς ταῖς τῶν ἀνέμων ἐκθησαυριζομέναις πνοαῖς, ἀλλὰ καὶ ὁπόσοι τῇ θεραπείᾳ τούτου καὶ συγγενείᾳ ἐνεγράφοντο καὶ οἳ κολακικῶς αὐτὸν ὑπεισήρχοντο τοῖς αὐτοῖς ἐπιμελῶς ἐνέκειντο, ὡς τοὺς μὲν γεωρυχεῖν κατὰ μύρμηκας, τοὺς δὲ σκηνοποιεῖν καὶ σχοινία περιδέειν ἔντριτα καὶ πασσάλους ἀποξύνειν πηχυαίους εἰς ἀκράδαντον ἔρεισμα τῶν σκηνῶν.

Ἀλλ᾿ ὅπερ ἔλεγον, ἐπειδὴ τὰ τῆς νόσου ἐπέτεινε, παραβόλως βαλανείῳ ἐχρήσατο καὶ γνοὺς ἔτι πλέον ἐντεῦθεν τὰς τοῦ ζῆν ἀπαλειφομένας ἐλπίδας καὶ οἷον καθ᾿ ὑγρῶν τυπουμένας καὶ τὴν προθεσμίαν ἤδη ἀνυπεξάλυκτον, ὀλίγα περὶ τοῦ παιδὸς Ἀλεξίου τοῖς περιεστῶσι διείλεκται κεράσας οἰμωγαῖς τὰ ῥήματα ἐκ τοῦ προορᾶν οἷον τὰ μετὰ τὴν ἐκείνου συμβησόμενα ἔξοδον.

Ἀλλὰ καὶ περὶ τῆς ἀστρονομίας ὑποθήκῃ τοῦ πατριάρχου βραχύν τινα χάρτην ὑπεσημήνατο πρὸς τὴν ἐναντίαν δόξαν μεθαρμοσθείς.

Τέλος δὲ καὶ αὐτὸς τῇ ἀρτηρίᾳ προσάγων τὴν χεῖρα καὶ τὰς κινήσεις τοῦ σφυγμοῦ γνωματεύων βύθιόν τι στενάξας καὶ πλήξας τῇ χειρὶ τὸν μηρὸν τὸ μοναδικὸν σχῆμα ᾔτησε. θορύβου δέ, ὡς εἰκός, ἐπὶ τῷ ῥήματι τούτῳ ἀρθέντος καὶ τῆς πνευματικωτέρας ἀμφιάσεως ἐχούσης τὸ ἀπαράσκευον, τριβωνίου μέλανος οἱ περὶ τὸν βασιλέα ὁθενοῦν εὐπορήσαντες περιδύουσι μὲν αὐτὸν τὰ μαλακὰ καὶ ἀρχικὰ ἄμφια, ἐπενδύουσι δὲ τὸ τραχὺ τῆς κατὰ θεὸν πολιτείας ἔνδυμα, εἰς ὁπλίτην μετημειφότες πνευματικὸν κράνει τε θειοτέρῳ καὶ θώρακι σεμνοτέρῳ, τῷ οὐρανίῳ στρατολογήσαντες ἡγεμόνι. τὸ δὲ ῥάκος μὴ ποδῆρες ὂν μήτε μὴν δι᾿ ὅλου τοῦ ἡρωϊκοῦ ἐκείνου καταβαῖνον σώματος εἴα τὰς κνήμας ἀκαλυφεῖς, ὡς μηδένα τῶν ὁρώντων εἶναι ἀδάκρυτον, ἐν νῷ βαλλόμενον τὴν ἀνθρωπίνην ἀσθένειαν καὶ τὴν ἐν τῷ τελευτᾶν τὸν βίον τοῦ σώματος ἀχρειότητα, ὅπερ ἡμῖν ὡς ὄστρεον περιπλάττεται καὶ συμφύεται τῇ ψυχῇ.

Τοῦ βίου γοῦν οὕτω καὶ τῆς βασιλείας μεθίσταται, τριάκοντα καὶ ὀκτὼ χρόνους γεγονὼς ἐν τῇ βασιλείᾳ λειπόντων μηνῶν τριῶν. πρὸς ἣν οἶμαι παράτασιν τῆς ἀρχῆς καὶ τὸ παλαίτατον ἐκεῖνο λόγιον ἀφορᾶν, ὃ διέξεισιν οὑτωσί „ἀλλ᾿ ὑστάτη σε κερδανεῖ λαβὴ λόγου·” ἡ γὰρ τελευταία τοῦ ὀνόματος συλλαβὴ τὸν ὀκτὼ καὶ τριάκοντα διασημαίνεται ἀριθμόν.

Τέθαπται οὖν παρὰ πλάγιον πλευρὰν τῷ τὸν νεὼν εἰσιόντι τῆς τοῦ Παντοκράτορος μονῆς, οὐκ ἐν αὐτῷ τῷ τεμένει, ἀλλ᾿ ἐν τῷ περὶ τοῦτον ἡρώῳ. τοῦ δὲ τοίχου τοῦ νεὼ εἰς ἁψῖδα περιαχθέντος ἡ περὶ τὴν σορὸν εὐρεῖα διαστέλλεται εἴσοδος. συνέχει δὲ τοῦτον λίθος τὴν μελανίαν ὑποκρινόμενος καὶ διὰ τοῦτο στυγνάζοντι ἐοικώς, ὃς καὶ εἰς ἑπτὰ διέσχισται λοφιάς. παράκειται δέ οἱ ἐπὶ κρηπῖδος καὶ προσκύνησιν δέχεται λίθος ἐρυθρὸς ἀνδρομήκης, ὃν εἶχε πρότερον μὲν ὁ κατ᾿ Ἔφεσον ναὸς ἐκεῖνον εἶναι διαθρυλλούμενον, ἐφ᾿ οὗ Χριστὸς μετὰ τὴν ἀπὸ σταυροῦ καθαίρεσιν νεκροταφίοις εἱληθεὶς ἐσμυρνίσθη, ὁ δὲ βασιλεὺς οὗτος ἐκεῖθεν μετακομίσας καί οἱ τὸν νῶτον ὑποστρώσας ὡς ὁμόθεον σῶμα καὶ γεγονὸς ὅπερ τὸ χρῖσαν βαστάσαντι ἐκ τοῦ κατὰ τὸν Βουκολέοντα λιμένος εἰς τὸν ἐν τῷ φάρῳ τοῦ παλατίου νεὼν ἀνήγαγε. μετ᾿ οὐ πολλὴν μέντοι ἐν ὑστέρῳ χρόνου περίοδον τοῦ βασιλέως τὸν βίον ἀπολιπόντος, καὶ ὁ λίθος οὗτος ἐξήρθη τῶν ἀνακτόρων καὶ μετενήνεκται ἔνθα δὴ ἀρτίως ἐμνήσθην, κεκράξων, οἶμαι, καὶ διατρανωσόμενος ὁπόσα ὁ τῇ σορῷ σιωπῶν εἰργάσατό πως καὶ ἠγωνίσατο.


ΒΑΣΙΛΕΙΑ ΑΛΕΞΙΟΥ ΤΟΥ ΠΟΡΦΥΡΟΓΕΝΝΗΤΟΥ ΤΟΥ ΥΙΟΥ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΜΑΝΟΥΗΛ ΤΟΥ ΚΟΜΝΗΝΟΥ

Καὶ οὕτω μὲν ὁ Κομνηνὸς Μανουὴλ καταλύει τὸν βίον, βασιλεύει δὲ μετ᾿ αὐτὸν ὁ ἐκείνου παῖς Ἀλέξιος, οὔπω καθαρῶς τῆς ἥβης ἁψάμενος, ἀλλ᾿ ἔτι παιδοκόμων καὶ τιτθευτρίας δεόμενος. πλημμελῶς τοίνυν καὶ ἀχρείως τὰ Ῥωμαίων ἐφέρετο πράγματα καὶ χειρόνως ἢ ὅτε ὁ Φαέθων τὴν ἐν ἄστροις οὐρανοῦ τέμνειν ὁδὸν ἐπεβάλετο τοῦ πατρικοῦ καὶ χρυσοκολλήτου ἐπιβὰς ἅρματος. αὐτὸς μὲν γὰρ ὁ κρατῶν διὰ τὸ τῆς ἡλικίας ἀτελὲς καὶ τὸ τοῦ τὰ συνοίσοντα φρονεῖν ἐνδεὲς οὐδενὸς ἦν τῶν καθηκόντων ἐπιστρεφόμενος, κούφοις δὲ τρεφόμενος πνεύμασι καὶ τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μήπω μεμαθηκὼς ἀκριβῶς κυνηγεσίοις προσανεῖχε καὶ ἱππηλασίοις προσέκειτο, παιδαρίοις συμπαίγμοσι συγγινόμενος καὶ τὸ ἦθος ἐν τοῖς χειρίστοις τυπούμενος. οἱ δέ γε πατρῷοι τούτῳ ἑταῖροι καὶ οἱ καθ᾿ αἷμα δήπου προσήκοντες ἑτέροις τὸν νοῦν προσέχοντες τῆς τούτου καλλίστης κατημέλουν ἀγωγῆς καὶ τροφῆς καὶ τὰ κοινὰ φθειρόμενα παρεβλέποντο. οἱ μὲν γὰρ τῆς βασιλίδος ἤρων καὶ ἐπείρων, ἐπαφροδίτως βοστρυχιζόμενοι, καὶ τὸν ταύτης ἀντέρωτα θηρώμενοι ἐμυροῦντο νηπιωδῶς καὶ ἐμιτροῦντο γυναικωδῶς περιδερραίοις λιθοκόλλοις καὶ ὅλοις ἐς ἐκείνην ὀφθαλμοῖς ἐνητένιζον· οἱ δέ, χρηματιστικοὶ ὄντες καὶ δημοβόροι, παρενοσφίζοντο τὰ δημόσια ταῖς τε ἐφευρημέναις δαπάναις ἀφειδέστερον χρώμενοι καὶ νέας προσεφευρίσκοντες, ἵν᾿ ἔχοιεν οὕτω τὸ χθὲς κενὸν καὶ σύσπαστον βαλάντιον πλῆρες καὶ διῳδηκὸς σήμερον· οἱ δέ, τοῦ βασιλεύσειν ἔχοντες ἔφεσιν, πρὸς τοῦτο τὸν οἰκεῖον σκοπὸν συνέτεινον ἅπαντα. ὡς γάρ τινος παιδαγωγοῦ γενναίου καὶ ἐμβριθοῦς ἐκποδὼν γεγενημένου, ἀταξίας τὸ πᾶν ἐπεπλήρωτο, ἑκάστου τὸ οἰκεῖον μεταδιώκοντος ἐφετὸν καὶ ἀλλήλοις ἁπάντων ἀντιπραττόντων, ἢ κίονος ὑποσπασθέντος ἑδραίου καὶ ἀστραβοῦς πρὸς ἐναντίαν φορὰν ἀπονενεύκεισαν ἅπαντα. τῆς δὲ ἰσοτιμίας ἀτιμασθείσης παρὰ τοῖς τότε τὰ μέγιστα δυναμένοις καὶ κατὰ γένος συναπτομένοις τῷ βασιλεῖ, αἵ τε ὑπὲρ τῶν κοινῶν φροντίδες ἐξέλιπον καὶ αἱ συνδρομαὶ καὶ σύνοδοι ἠφαντώθησαν.

Καὶ τοῦ πρωτοσεβαστοῦ καὶ πρωτοβεστιαρίου Ἀλεξίου τοῦ Κομνηνοῦ, ὃς ἀνεψιὸς ἦν πρὸς πατρὸς τῷ βασιλεῖ Μανουήλ, τῇ τοῦ παιδὸς καὶ βασιλέως μητρὶ πλησιάζοντος, ὡς ἐλέγετο, καὶ θαμὰ αὐτῇ ὁμιλοῦντος καὶ ὑπὲρ πάντα ἰσχύοντος ἕτερον, οἱ τοῦ αὐτοῦ μεταλαχόντες αἵματος καὶ ἰσοκρατεῖς εἶναι παρὰ τοῦ βασιλέως Μανουὴλ ἐαθέντες καὶ ἀξιώμασι μεγίστοις ἐμπρέποντες ἔστιν ᾗ ἀπεπνίγοντο τοῖς γινομένοις, ἔστι δ᾿ ᾗ καὶ τυραννίδα φυομένην ὁρῶντες τὸν πρωτοσεβαστὸν ὑπεβλέποντο, οὐ τοσοῦτον μὴ ὁ βασιλεύων ἀηδές τι πάθῃ περὶ πλείστου ἔχοντες, ὅσον μὴ αὐτοὶ συλληφθεῖεν ὑφορώμενοι. καὶ διὰ ταῦτα καραδοκοῦντες τὸ μέλλον, τὸ καθ᾿ αὑτοὺς ἀσφαλὲς τοῦ πέλας προυτίθεσαν. ἤδη γὰρ ἡ φήμη λάλος ἦν καὶ διαρρήδην κραυγάζουσα ὡς Ἀλέξιος τῇ μητρὶ τοῦ βασιλέως συγγίνεται καὶ καθελεῖν μὲν τοῦτον τῆς δυναστείας ἐν νῷ τίθεται, ἑαυτὸν δ᾿ ἐπιβήτορα ταύτης, ὥσπερ δὴ καὶ τῆς τεκούσης, γενήσεσθαι σκέπτεται.

Καὶ οὕτω μὲν τὰ κατὰ τὴν βασιλείαν αὐτὴν πάσης ὄντα συγχύσεως καὶ παντοίου χειμῶνος ἔμπλεα, καὶ τὸ τοῦ μυθικοῦ δράκοντος πράγμασιν αὐτοῖς ὁρώμενον ἦν, ὃς κακῶς διετίθετο κωφῷ καὶ τυφλῷ μέρει τῷ οὐραίῳ διεξαγόμενος. ἢ τὸ τέρας πέρας ἐλάμβανεν, ὃ τὸν βίον τελευτῶντος ἐπεφάνη τοῦ αὐτοκράτορος Μανουήλ· γυνὴ γάρ τις κατὰ τὴν Προποντίδα λαχοῦσα τὴν οἴκησιν παιδίον ἀπέτεκεν ἄρρεν, τὸν μὲν λοιπὸν ἄνθρωπον ἐξηρθρωμένον καὶ λίαν βραχυμερέστατον, τὴν δέ γε κεφαλὴν χρῆμά τι ἐπὶ τῶν ὤμων ἀνέχον μέγα τε καὶ ἐξαίσιον, ὃ καὶ συλλελόγιστο πολυαρχίας εἶναι σημαντικόν, ἥτις μήτηρ ἀναρχίας ἐστίν.

Ὁ δὲ Κομνηνὸς Ἀνδρόνικος ὁ τοῦ βασιλέως ἐξάδελφος Μανουήλ, περὶ οὗ τὸ λέγειν ἐν τῇ κατὰ τὸν βασιλέα τοῦτον ἱστορίᾳ ἔρρευσεν ἱκανώτατα, διατρίβων τηνικαῦτα κατὰ τὸ Οἴναιον, ἐπεὶ πύθοιτο τὸν τοῦ Μανουὴλ θάνατον καὶ διαστασιάζειν ἔγνωκε τὰ βασίλεια, τὸν παλαιὸν τῆς τυραννίδος ἀνασκάλλει ἔρωτα. ἀλλὰ μήπω περὶ τούτων, καθ᾿ εἱρμὸν δὲ προϊὸν τὸ λέγειν ἐκεῖθεν τῆς ἱστορίας τῶν κατὰ τὸν ἄνδρα τοῦτον ἐχέσθω, ὁπόθεν ἔχεσθαι ἄμεινον συναφείας ἕνεκα καὶ τοῦ μὴ παραλιπεῖν τι τῶν ῥηθῆναι ἀξίων.

Ὁ Ἀνδρόνικος τοίνυν οὗτος τὰς λαβὰς ἐκφεύγων τοῦ Μανουὴλ ἀειφυγίαν εἵλετο καὶ πόλεις ἀμείψας συχνὰς καὶ πλεῖστα ἐθνῶν ἄστεα κατιδὼν τέλος, ὡς εἰπόντες ἔχομεν, καταλύει παρὰ τῷ Σαλτούχῳ· τοπάρχης δ᾿ ἦν οὗτος εἰς ἀρχὴν ἔχων ἐξαιρεθεῖσαν τὴν τῇ Χαλδίᾳ προσεγγίζουσαν χώραν, Ῥωμαίοις μὲν πάλαι ὑπόφορον, τότε δὲ τοῖς Τούρκοις καὶ τοῖς τούτων ὑπείκουσαν ἔθεσι. καὶ παρειληφώς τι φρούριον αὐτοῦ ἑκόντος καὶ τῇ φυσικῇ τούτου ἐρυμνότητι τὴν ἀπὸ τῆς τέχνης προσθεὶς ἐκεῖσε προσέμενε συμπλανῆτιν ἔχων ἑαυτῷ καὶ συνέκδημον τὴν Κομνηνὴν Θεοδώραν, ἥτις ἀθεμίτως αὐτῷ συνηυνάζετο θυγάτηρ Ἰσαακίου οὖσα τοῦ σεβαστοκράτορος· ἐξ ἀδελφῶν δ᾿ ἔφυσαν ἄμφω, Ἰσαάκιος καὶ Ἀνδρόνικος.

Ὁ τοίνυν αὐτοκράτωρ Μανουὴλ συνειληφέναι οὐκ ἔχων Ἀνδρόνικον, ἀλλ᾿ ὅσα καὶ Ἰξίων Ἥρας τούτου ἀποπλαζόμενος, ὡς γοῦν νεφέλην τὴν ἀνεψιὰν Θεοδώραν περισχεῖν διὰ φροντίδος ἐτίθετο καὶ τοῦ κατὰ σκοπὸν ἐπιτυχὴς γεγονὼς διὰ τοῦ τότε τὴν ἀρχὴν τῆς Τραπεζοῦντος ἀνεζωσμένου Νικηφόρου τοῦ Παλαιολόγου μετὰ βραχὺ καὶ αὐτὸν ἐπισπᾶται Ἀνδρόνικον, ὅσα καὶ δελητίῳ τῇ Θεοδώρᾳ κατασπώμενον καὶ τῷ ταύτης ἀγκιστρευόμενον ἔρωτι, οὐ μικρῶς δὲ καὶ τῷ τῶν παίδων πυρὶ δαπανώμενον, οὓς ἀπέτεκεν αὐτῷ Θεοδώρα. στείλας τοίνυν πρέσβεις ἐς βασιλέα αἰτεῖται ὧν πεπαρῴνηκεν ἀμνηστίαν, πρὸς δὲ καὶ ἀσφάλειαν ὡς οὐδέν τι πείσεται θυμαλγὲς ἀφικόμενος. καὶ τοῦ βασιλέως πρὸς ἄμφω οὐκ ἀπατηλῶς κατανεύσαντος μετά τινα καιρὸν προσχωρεῖ.

Πολυμήχανος δ᾿ ὢν Ἀνδρόνικος καὶ παντοίοις δόλοις καζόμενος ἁλύσει σιδηρέᾳ βαρυταλάντῳ διαλαμβάνει τὸν τράχηλον καὶ ταύτην ἔνδον συσχὼν καὶ περιθάλψας τῷ ἱματίῳ ἐς τὰ τῶν ποδῶν ἔσχατα καταβαίνουσαν, ὡς εἴη βασιλεῖ τε ἀφώρατος καὶ τοῖς τὸ βῆμα τούτου πληροῦσιν ἀθέατος, λαβὼν τοῦ ὀφθῆναι τῷ αὐτοκράτορι καὶ θεάσασθαι τὸ ἐνδόσιμον, ἐπεὶ ἅπαξ ἐκείνῳ εἰς θέαν κατέστη, μέγας μεγαλωστὶ κατὰ τοῦ δαπέδου ἐκτείνεται προτείνας τὴν ἅλυσιν καὶ δακρύοις τέγγων τοὺς ὀφθαλμοὺς ἐδεῖτο θερμότερον καὶ περιπαθῶς καθικέτευε συγγνώμην εὑρεῖν ἐφ᾿ οἷς δῆθεν παραλελύπηκεν. ὁ δὲ βασιλεὺς ἐπὶ τοῖς δρωμένοις ἔκθαμβος γεγονὼς αὐτός τε προήχθη πρὸς δάκρυα καὶ τοὺς ἐξεγεροῦντας ἐπέταξεν. ὁ δὲ οὐκ ἀναστῆναι τῶν κάτω διισχυρίζετο, εἰ μὴ βασιλέως ἐπιτεταχότος αὐτόν τις τῶν παρεστηκότων διὰ τῆς ῥυμοτομίας ἐφελκύσει τοῦ βήματος λαβόμενος τῆς ἁλύσεως καὶ προσουδίσει τῷ θρόνῳ τῷ βασιλικῷ. ἀμέλει καὶ γέγονεν, ὡς ἐδεῖτο Ἀνδρόνικος. ὑπουργήκει δὲ πρὸς τοὖργον τοῦτο ὁ Ἄγγελος Ἰσαάκιος ὁ καθελὼν τῆς τυραννίδος Ἀνδρόνικον ὕστερον· καὶ θαυμάσας ἄν τις τὸ τελεσθὲν τηνικάδε καιροῦ οὐκ εἰς ἄλογον συγκυρίαν ἢ αὐτόματον ἀπολύσει τοῦτο περίπτωσιν.

Τῷ δ᾿ οὖν τότε λαμπρότατα προσδεχθεὶς ὁ ἀνὴρ καὶ φιλοφροσύνης μεγαλοπρεποῦς ἀξιωθείς, ὡς ἔδει τηλίκον ἄνδρα χρόνιον ἐπανήκοντα, πρὸς τὸ Οἴναιον ἀποστέλλεται, ἐκεῖσε τὰς διατριβὰς τελέσων καὶ τὴν μακρὰν ἀνακωχεύσων περιοδείαν καὶ τὸν πολυετῆ καταπαύσων πλάνον. ᾔδεσαν γὰρ ἀμφότεροι τὰ τῆς ἐν ταὐτῷ συνουσίας εἰς τὰς προτέρας ἐπαναλύσοντα συμφοράς· μηδὲ γὰρ ἠρεμήσειν ὅλως τὸν φθόνον καὶ οἷς ἔργον τῷ φιλαιτίῳ τὴν παρὰ τοῖς κρατοῦσιν οἰκείωσιν ἄρνυσθαι καὶ ταῖς τῶν ἄλλων διαβολαῖς ἑαυτοὺς κρατύνειν καὶ εἰς μείζους προσεπαίρειν τιμάς.

Ἦν οὖν Ἀνδρόνικος Διός τε πόρρω καὶ κεραυνοῦ, παρὰ τοσοῦτον οὐ τὸν πρώην ἕλκων πόνηρον βίοτον, παρ᾿ ὅσον οὐ τῆς τῶν Ῥωμαίων ἐπλάζετο ὑπερόριος καὶ δωρεῶν ἐνεφορεῖτο βασιλικῶν.

Ἐκεῖσε τοίνυν ὢν τὸν τοῦ Μανουὴλ ἠνωτίσατο θάνατον καὶ τὰς ἐν τοῖς βασιλείοις νόσους ἠκρίβωκε καὶ ὡς ὁ βασιλεὺς Ἀλέξιος ἱππασμοῖς διαχεῖται καὶ προστέτηκε παιδιαῖς, ὁπόσαις φιληδοῦσιν οἱ παιδαριώδεις τὴν φρόνησιν, τῶν δὲ παιδοκομούντων αὐτὸν εὐπατριδῶν οἱ μὲν κατὰ τὰς μελίσσας συχνὰ πρὸς τὰς ἐπαρχίας λύουσι τὸ πτερὸν καὶ ὡς μέλι τὰ χρήματα τιθαιβώσσουσιν, οἱ δὲ κατὰ τὰς αἶγας τοῦ τῆς βασιλείας ἐρῶσι θαλλοῦ καὶ συνεχῶς ἐρωτιῶσι τουτονὶ δρέπεσθαι, ἔνιοι δὲ τὰς ὗς μιμούμενοι ἐκ τῶν ῥυπαρωτέρων προσόδων λιπαίνονται, πρὸς μὲν τὸ ἐπαινετὸν καὶ τῆς κοινῆς πατρίδος ὠφέλιμον οὐδ᾿ ἀναθρεῖν ὅλως οὐδ᾿ ἀνακύπτειν αἱρούμενοι, ταῖς δὲ μυσαραῖς ἐγκυλινδούμενοι πράξεσι καὶ συωδῶς πρὸς ἅπαν ἐγκυπτάζοντες χείριστον.

Αἰτίαν οὖν ἐφιλοκρίνει καὶ ἀνηρεύνα περιεργότερον, δι᾿ ἧς εὐαφόρμως τῇ βασιλείᾳ ἐπίθοιτο. καὶ πολλοὺς λογισμοὺς ἀνελίξας καὶ πᾶσαν μηχανὴν μετελθὼν τέλος τὸ τοῦ ὅρκου βιβλίον ἔπεισιν, ὃν τῷ Μανουὴλ καὶ τῷ υἱῷ ἐκείνου Ἀλεξίῳ εἶχεν ὀμωμοκώς, καὶ μεθ᾿ ἑτέρων εὑρὼν καὶ ταῦτα ἐγκείμενα—χρεὼν δὲ μὴ ὑπονοθεύειν ἑτέρᾳ φράσει τὰ ῥήματα, ἀλλ᾿ ὡς ἐπὶ λέξεων εἶχον, οὑτωσὶ καὶ δηλοῦν, διεξῄεσαν δὲ ὧδε— „καὶ εἴ τι δὲ ἴδω ἢ νοήσω ἢ ἀκοῇ παραλήψομαι εἰς ἀτιμίαν ὑμῶν καὶ λύμην τοῦ ὑμετέρου φερόμενον στέμματος, καὶ ὑμῖν τὴν περὶ τούτου διδοὺς ἐσοίμην εἴδησιν καὶ αὐτὸς δέ, ὡς ἐξόν μοι, τοῦτο κωλύω.” Καὶ τοῖς ῥήμασι τούτοις ἐπικαθίσας ὡς αἱ μυῖαι τοῖς μώλωψι, πάνυ χρησίμοις οὖσι πρὸς ἣν πάλαι ὤδινε τυραννίδα ἐμβριθέστερον ἔχων τὸ ἦθος καὶ τὸ φρόνημα ἀρχικώτερον, ἐπάλληλα τὰ γράμματα ἔστελλε πρός τε τὸν ἀνεψιὸν καὶ βασιλέα Ἀλέξιον καὶ τὸν τῆς μεγίστης ἱερωσύνης κοσμήτορα Θεοδόσιον καὶ τοὺς λοιπούς, οἷς ζώπυρον φιλίας ὑπῆν πρὸς τὸν κατοιχόμενον βασιλέα τὸν Μανουήλ, ἐν δεινῷ τιθέμενος τὰ τῆς ἀσχήμονος φήμης περιλαλήματα καὶ τὸν ἀγανακτοῦντα ὑποκρινόμενος, εἰ μὴ ὁ πρωτοσεβαστὸς τῆς δυναστείας παραλυθείη καὶ τὴν μετριωτέραν τύχην εἴη μετειληφὼς καὶ διὰ τὸν προσέρποντα μὲν ἐντεῦθεν καὶ ἤδη καθιστάμενον προδηλότατον τοῦ βασιλέως Ἀλεξίου ὄλεθρον, ἀλλὰ δὴ καὶ τὴν ἀπρεπῆ οὐχ ἥκιστα φήμην καὶ ὠσὶν ἡμέροις οὐκ εὐπαράδεκτον, ἥτις ἐπ᾿ ἄκρων τειχέων κηρύσσεται καὶ πύλαις δυναστῶν ἐφεδρεύει καὶ πρόεισι παγκόσμιον περιήχημα. καὶ ταῦτα λέγων καὶ γράφων μεθ᾿ οἵας οὐκ εἴπῃ τις ἂν πειθανάγκης καὶ λαμυρότητος (ἦν γάρ, εἰ καί τις ἄλλος, γραμμάτων ἔμπειρος καὶ ἀνὰ στόμα φέρων τοῦ πνευματορρήτορος Παύλου τὰ ἐπιστόλια) εἶχε πάντας τῇ αὐτοῦ γνώμῃ προστιθεμένους καὶ πρὸς ἐκεῖνον νενευκότας μονώτατον ὡς φιλορώμαιον ἄνδρα καὶ χρόνῳ μακρῷ καὶ πείρᾳ πολιωτέρᾳ τὰ κάλλιστα συλλεξάμενον.

Καὶ αὐτὸς δὲ τοῦ Οἰναίου ἀπάρας πρὸς τὴν τῶν πόλεων βασιλίδα μετέβαινε τὸν οἰκεῖον καθ᾿ οὓς ἐπισταίη ὅρκον ἀναπτύσσων καὶ τοῖς πυνθανομένοις διεξιὼν τὸ τῆς κινήσεως αἴτιον. καὶ περὶ ἐκεῖνον ὅσα καὶ πρὸς ἀετὸν ὑψινεφῆ καὶ γαμψώνυχα κολοιοὶ ἐγάρυον ἄκραντα οἱ πραγμάτων νεωτέρων τρέφοντες ἔφεσιν καὶ οἷς ἡ πάλαι φήμη περιεσπούδαστο, ἣ δήπου βασιλεύσειν Ἀνδρόνικον προηγόρευε. καὶ εἶχεν αὐτὸν οὕτω μεταβάντα ἡ τῶν Παφλαγόνων μερὶς καὶ ὅσα καὶ σωτῆρα καὶ κατὰ θεῖον ἥκοντα προσδεχόμενον ἐριτίμως.

Ὁ δὲ πρωτοσεβαστὸς Ἀλέξιος ἐκπάγλως ἐμαίνετο, τῷ ἰδίῳ πίσυνος κράτει καὶ τῇ παραδυναστείᾳ τῆς δεσποίνης καταχρώμενος, ὥσπερ καὶ ὁ πολλὰ πολλάκις ἐδηδοκὼς φάρμακα δράκων καὶ γενόμενος δυσαντίβλεπτος. οὐκοῦν οὐκ ἦν τι τῶν ἁπάντων, ὃ μὴ δι᾿ αὐτοῦ ἐπεραίνετο. εἰ δέ τι καὶ διεπεπράχει λαθὼν ἕτερος, ἢ τῆς βασιλίσσης δεηθεὶς ἢ τὸν βασιλέα καρυατιζόμενον εὑρὼν ἢ ῥιμμῷ λιθιδίων καταλαβὼν προσανέχοντα καὶ τῷ καιρῷ πρὸς περάτωσιν τοῦ αἰτουμένου χρησάμενος, οὐδὲ τοῦτο τῶν ἐκείνου ἐκπεριίστατο ὀφθαλμῶν· σκεψάμενος γὰρ τρόπον, δι᾿ οὗ τὰ παρ᾿ ἄλλων διηνυσμένα πρὸς ἐκεῖνον ἐπαναλύσουσιν ὡς εἰς στροφάλιγγα περιδινούμενα ῥεύματα, δόγμα ἐκ βασιλέως ἐξήνεγκε μὴ ἄλλως εὐπαράδεκτα οἴεσθαι ὅσα ἡ βασιλικὴ χεὶρ ὑποσημαίνεται, γράμματα, εἰ μὴ πρότερον ὀφθεῖεν τῷ Ἀλεξίῳ καὶ οὗτος τὴν δεξιὰν τῷ βατραχείῳ ἐπιδοὺς βάμματι τὴν τοῦ „ἐτηρήθησαν” ἐπισημασίαν βραβεύσειεν. ἦγεν οὖν, ὡς ᾑρεῖτο, πάντα καὶ μετεπέττευε, καὶ ἅπερ οἱ ἐκ Κομνηνῶν πρότερον βασιλεῖς ἱδρῶσι πολλοῖς, εἴπω δὲ καὶ τοὺς πένητας καλαμώμενοι, συλλογιμαίως ἀπεθησαύρισαν χρήματα, ταῦτα τῷ πρωτοσεβαστῷ καὶ τῇ βασιλίσσῃ πρὸς ἀποχέτευσιν προύκειντο· καὶ τὸ τοῦ Ἀρχιλόχου ἄντικρυς ἐπεραίνετο, ὅ φησιν, εἰς ἔντερον πόρνης πολλάκις μεταρρυΐσκεσθαι τὰ χρόνῳ καὶ πόνῳ συλλεγέντα μακρῷ.

Ἐντεῦθεν ἡ πᾶσα πόλις πρὸς Ἀνδρόνικον ἔβλεπε καὶ ἡ ἐκείνου ἄφιξις ὡς ἐν σκοτομήνῃ λαμπτὴρ καὶ ἀστὴρ ἀρίζηλος ἐδοξάζετο. τῷ τοι καὶ ἐνῆγον διὰ γραμμάτων κρύβδην πεμπομένων οἱ μέγα τότε δυνάμενοι καταταχῆσαι τὴν εἴσοδον, ὡς ἀντιταξομένων οὐδένων, οὔτε μὴν πρὸς τὸ ἀντωπὸν τῆς ἐκείνου στησομένων σκιᾶς, ἀλλ᾿ ὑπτίαις ὅλων προσδεξομένων χερσὶ καὶ ἀναπετασόντων ἀσμένως τὰς τῆς καρδίας περιπτυχάς.

Διαφερόντως δὲ αὐτὸν παρεκρότει καὶ θαρραλέως προσιέναι διένυττεν ἡ πορφυρογέννητος Μαρία ἡ τοῦ βασιλέως Ἀλεξίου ἑτεροθαλὴς ἀδελφὴ καὶ ὁ παριαύων ταύτῃ καῖσαρ ἐξ Ἰταλῶν ὁρμώμενος. αὕτη γὰρ ἀποπνιγομένη μικροῦ τῷ τὴν πατρῴαν κοίτην ἀνοσίως ὑπὸ τοῦ πρωτοσεβαστοῦ ἐρευνᾶσθαι, καὶ ἄλλως δὲ θερμουργίαν ἀσπαζομένη καὶ ἀνδρικὴ τὸ φρόνημα οὖσα, προσκτωμένη δὲ καὶ τὸ φύσει πρὸς τὴν μητρυιὰν βαρύζηλον, οὐχὶ στέγουσα δὲ καὶ τὸ παρευδοκιμεῖσθαι καὶ ὡς ἀντικαθισταμένη τις ὑποβλέπεσθαι τὸν Ἀνδρόνικον τοῖς γράμμασιν ἐμυώπιζεν ὡς ἵππον ἐφ᾿ ὕσπληγγος ἑστῶτα καὶ δρόμον πνέοντα, ἑὸν κακὸν ἀμφαγαπῶσα καὶ τὸν οἰκεῖον ὄλεθρον ἐπισπέρχουσα. τὴν δὲ πρὸς τὸν πρωτοσεβαστὸν οὐχ οἵα τε οὖσα περιστέλλειν ἀπέχθειαν ἐς τοὐμφανὲς αὐτῷ ἀντεφέρετο καὶ οὖδ᾿ ὁπωσοῦν διελελοίπει ὅσα οἱ πρὸς λύμην βυσσοδομεύουσα.

Ἀμέλει καὶ ὑποποιησαμένη τῶν πρὸς γένους ἐκείνῃ τινάς, ὁπόσους δηλαδὴ τῷ Ἀνδρονίκῳ ᾔδει προστιθεμένους, φιλεχθροῦντας δὲ τῷ πρωτοσεβαστῷ (ἦσαν δ᾿ οὗτοι ὁ Κομνηνὸς Ἀλέξιος, ὃς ἀπετέχθη τῷ βασιλεῖ Μανουὴλ ἐκ τῆς ἀνεψιᾶς Θεοδώρας, ὁ Λαπαρδᾶς Ἀνδρόνικος, οἱ δύο τοῦ Ἀνδρονίκου υἱοὶ ὅ τε Ἰωάννης καὶ ὁ Μανουήλ, ὁ τῆς πόλεως ἔπαρχος Ἰωάννης ὁ Καματηρὸς καὶ συχνοὶ ἕτεροι), καὶ διὰ συνωμοσίας τὴν μὲν ἐς τὸν ἀδελφὸν καὶ βασιλέα πίστιν κρατυναμένη, τὸν δὲ τοῦ πρωτοσεβαστοῦ κυρώσασα θάνατον, ἐκαιροφυλάκει τὴν τούτου κατάλυσιν.

Εὔκαιρον δὲ πρὸς τὴν μελετωμένην πρᾶξιν εὑρηκέναι οἰηθεῖσα καιρὸν τὴν εἰς τὸν Βαθὺν Ῥύακα μετὰ τοῦ βασιλέως ἐξέλευσιν τοῦ πρωτοσεβαστοῦ ἐπὶ τῷ τελεσθῆναι τὰ ὅσια Θεοδώρῳ τῷ χριστομάρτυρι κατὰ τὴν ἑβδόμην τῆς πρώτης τῶν νηστεῶν τὴν μὲν ἐγχείρησιν ἡτοιμάσατο καὶ τοὺς σφαγέας τοῦ ἀντιπάλου ἐπήγετο τὸ φονουργὸν παραγυμνοῦντας σιδήριον, ἐκ δέ τινος περιπετείας τοῦ οἰκείου ἐκκρούεται σκέμματος. καὶ τῆς βουλῆς ὁμοῦ καὶ τῆς ἐπιβουλῆς μικρῷ ὕστερον φωραθείσης, τοὺς μὲν λοιποὺς εἶχε βῆμα βασιλικὸν καὶ σκέψις τοῦ ἀτοπήματος προύκειτο σχήμασι μόνοις ἀλλ᾿ οὐχὶ πράγμασιν· ἐφωμάρτει γὰρ ἡ καταδίκη εὐθὺς καὶ ὡς ἄφωνοι ἰχθύες οἱ συσχεθέντες ἀπήγοντο μηδ᾿ ὅλως δεξάμενοι τὸ ἐνδόσιμον εἰς τὸ τὰ δοκοῦντά σφισιν ἀπολογήσασθαι.

Αὐτὴ δὲ ἡ πορφυρογέννητος σὺν τῷ ἀνδρὶ τῷ καίσαρι τῷ Μεγίστῳ Ναῷ προσρύεται, βαρυμηνιῶσαν κατ᾿ αὐτῆς ἐκδιδράσκειν φάσκουσα μητρυιὰν καὶ τὸν ταύτης κάρταμον ἐραστήν. οἶκτον οὖν οὐ τῷ πατριάρχῃ μόνον ἐμπεποιήκει καὶ τοῖς ὅσοι τῆς ἱερᾶς κιγκλίδος ἐντός, ἀλλὰ καὶ τοὺς πλείστους τῶν ἐκ τοῦ ξύγκλυδος δήμου καὶ σύρφακος οὕτω κατέκαμψε καὶ μετέφερεν, ὡς μικροῦ δακρυρροεῖν ἐπ᾿ αὐτῇ. ἔνθεν τοι καὶ ταῖς τῶν πολλῶν ἀναθερμανθεῖσα περιπαθείαις, ἐν τῷ μέρει δὲ καὶ αὐτὴ διαδόσεσι στατήρων χαλκέων πρὸς ἀποστασίαν τὸ πτωχεῦον πλῆθος ἐξαγριαίνουσα, τὰ τοῖς πρόσφυξιν ἠδόξει βραβευόμενα ἔθιμα, καὶ προτεινομένης ἀμνηστίας ὧν ἑάλω δρῶσα κακῶς, οὐδ᾿ ἐπαΐειν ὅλως ἠνείχετο, ἀλλ᾿ ἀπῄτει παλινδικίαν τῶν ταύτης συνωμοτῶν καὶ ἄνεσιν τῶν καθείρξεων. τόν τε πρωτοσεβαστὸν τῆς τῶν κοινῶν ἔχεσθαι διοικήσεως οὐδαμῶς φέρουσα ἦν, ἀλλ᾿ ἀποφλαυρίζουσα τουτονὶ πόδα ὑπερβάθμιον τείνειν ἔφασκε τοῖς οὐκ ἐφικτοῖς καὶ κατολισθαίνειν εἰς πρᾶξιν ἀθέμιτον καὶ τὸ γένος οἱ ἐντεῦθεν ἐπιθολοῦν. ὁδῷ δὲ προϊοῦσα καὶ τῶν βασιλείων ἀποσκορακισθῆναι τοῦτον ἐνέκειτο καὶ οἷά τι παρεκφυὲν ζιζάνιον τῆς εὐγενοῦς ἀποσπασθῆναι φυταλιᾶς καὶ ζημιωθῆναι ὀλέθρῳ συναναβαῖνον καὶ συμπνῖγον ὡς σῖτον τὸν αὐτοκράτορα.

Ἦν δὲ ἄντικρυς ὀριγνωμένη ἃ μὴ τελέεσθαι ἔμελλεν. ὁ γὰρ ἀνὴρ οὗτος τοῖς ἀνακτορικοῖς θαλάμοις ὡς πολύπους ταῖς πέτραις καθάπαξ ἐμφὺς καὶ τὰς κοτυληδόνας κύκλῳ διαφεὶς οὐδ᾿ ὅλως μεταβαίνειν ἐκεῖθεν ἠβούλετο. καὶ δήποτε τοῦ βασιλέως καὶ ἀδελφοῦ διηπειληκότος τῇ κασιγνήτῳ καισαρίσσῃ τὴν ἐκ τοῦ νεὼ ἀφαίρεσιν καὶ κατάσπασιν, εἰ μὴ ἐκσταίη ἑκοῦσα τοῦ ἱεροῦ (βασιλέα δὲ λέγων τὰ τοῦ πρωτοσεβαστοῦ φημι ἐπιτάγματα καὶ τῆς τοῦ βασιλέως μητρός), τὸ ἑκοῦσα εἶναι μηδαμῶς προελθεῖν ἀντηπείλησεν.

Ἔνθεν τοι καὶ δεδοικυῖα μὴ συλληφθείη, ταῖς τε πύλαις τοῦ νεὼ ἐφίστησι φύλακας καὶ πάσας τὰς εἰσόδους διαλαμβάνει φρουραῖς, τὸν τῆς προσευχῆς οἶκον διασκευάζουσα πρὸς λῃστήριον ἢ φρούριον ἐχυρὸν καὶ ἀπότομον, δυσάλωτον τοῖς προσβάλλουσιν. ἀεὶ δ᾿ ἐπεκτεινομένη τοῖς χείροσι καὶ προβαίνουσα τοῖς οὐκ ἐπαινετέοις καὶ συμμαχικὸν τάγμα ξενολογεῖ καὶ τίθησι στρατόπεδον τὸν θεῖον περίβολον. καὶ Ἰταλιώτας γὰρ συναγήοχεν ὁπλομάχους καὶ μεγαθύμους ἑῴους ἐστρατολόγησεν Ἴβηρας, κατ᾿ ἐμπορίαν τῇ πόλει παραβαλόντας, καὶ Ῥωμαίων ὁπλιτεύουσαν ἐπεσπάσατο φάλαγγα, ἐμπαζομένη μηδενὸς τὰ πρὸς εἰρήνην αὐτῇ κατεπᾴδοντος, μήτ᾿ αὐτὸν τὸν πατριάρχην ὑποστελλομένη ἐμβριθῶς ἐγκείμενον καὶ μάλα κοτέοντα, καὶ πολλάκις πρὸς ὀργὴν ἐπιπλήττοντα.

Καὶ ξύμπαν μὲν οὖν ἑτέρας πόλεως ἀλογίᾳ χαίρει τὸ πλῆθος καὶ τὴν ἐπί τι ῥοπὴν δυσμαχώτατόν ἐστι· τὸ δὲ τῆς Κωνσταντίνου φιλοταραχώτατον μάλιστα, προπετείᾳ χαῖρον καὶ σκολιάζον ταῖς ὁδοῖς, ὅσῳ καὶ ἐκ διαφόρων πολιτεύεται τῶν γενῶν καὶ τῇ τῶν τεχνῶν ποικιλίᾳ συμμεταποιοῦται, ὡς εἴποι τις, τὸ φρονεῖν. ἐπειδὴ δὲ ἀεὶ τὰ χείρω νικᾶν εἴωθε καὶ ἐν πολλοῖς ὄμφαξι μίαν ῥᾶγα πεπανθεῖσαν μόλις εὑρήσει τις, διὰ τοῦτο οὔτε λόγῳ ἐφ᾿ ὁτιοῦν χωρεῖ, οὔτε μετὰ προμηθείας ἐφίσταται οἷς ἐφορμήσειεν, ἀλλ᾿ ὅπῃ μὲν πρὸς στάσιν καὶ φήμῃ μόνῃ μεθαρμοζόμενον πυρός ἐστι δραστικώτερον, χορεῦον οἷον κατὰ ξιφῶν καὶ προβλῆσι καὶ κύμασι κωφοῖς ἀνθιστάμενον, ὅπῃ δὲ κατεπτηχὸς ὡς ψοφοδεὲς καὶ τὸν αὐχένα παντὶ τῷ βουλομένῳ παρέχει πατεῖν. εἰκότως οὖν ὡς ἀστασίαν ἤθους νοσοῦν καὶ παλιμβολώτατον διαβέβληται. οὔτε οὖν ἑαυτοῖς ποτε τὰ κάλλιστα πεφώρανται πράξαντες οἱ τῆς Κωνσταντίνου οἰκήτορες, οὔθ᾿ ἑτέροις εἰσηγουμένοις τὰ κοινωφελῆ ἐπειθάρχησαν, ἀεὶ δὲ τἀναντία ταῖς εὐδαιμονούσαις παρακαθιστάντες πόλεσιν, ὅσα γῆ καὶ θάλασσα τούτοις δορυφορεῖ, ἐπ᾿ ἀνηνύτοις εἰς ἑτέρας πόλεις ἀλλοεθνῶν διαφοροῦσι καὶ μεταγγίζουσι. τὸ δὲ πρὸς τοὺς κρατοῦντας ἀδιάφορον ὡς ἔμφυτον αὐτοῖς κακὸν συντετήρηται· ὃν γὰρ ὡς ἐννόμως σήμερον ἐξαίρουσιν ἄρχοντα, τοῦτον ὡς κακοεργὸν ἐς νέωτα διασύρουσι, τοῦτό τε κἀκεῖνο παριστῶντες μὴ σὺν λόγῳ ποιεῖν ἀνεπιστημοσύνῃ τοῦ κρείττονος καὶ τῷ εὐριπίστῳ τοῦ φρονήματος.

Ἦν οὖν τηνικαῦτα ὁρᾶν κατὰ συλλόγους ἀθροιζομένους καὶ ἀγειρομένους κατὰ συστήματα, οἳ καὶ πρῶτα μὲν ἠλευθεροστόμουν τὴν μὲν πορφυρογέννητον Μαρίαν δῆθεν οἰκτείροντες ὡς παρ᾿ ἀξίαν πάσχουσαν, τοῦ δὲ πρωτοσεβαστοῦ καταβοώμενοι ὡς μὴ σὺν λόγῳ εὐπραγοῦντος μηδ᾿ ὡς χρὴ τῇ τύχῃ χρωμένου καὶ κατὰ τῆς τοῦ βασιλέως ἠγανάκτουν μητρός. κατὰ μικρὸν δὲ προϊόντες καὶ εἰς στασιασμὸν ἀνερρώγεσαν καί τις τῶν ἱερέων ἔκτυπον τοῦ Χριστοῦ ἐπ᾿ ἀγορᾶς παρενεγκὼν καὶ ἄλλος ἄρας σταυρὸν ἐπωμάδιον καὶ ἕτερος σημαίαν ἱερὰν ἀνεμώσας ὡς γλάγος μυίας τοὺς στασιαστὰς ἐπεσπάσαντο. καὶ ὥσπερ ὑφ᾿ ἑνὶ συνθήματι κινηθέντες τὸν μὲν βασιλέα εὐφήμοις ἐδεξιοῦντο φωναῖς (τοῦτο δὴ τὸ τῶν ἐς νεώτερα χωρούντων ἔργα τεκμήριον ἐκ καλλίστης καταρχομένων ἀρχῆς τὰ μέντοι τελευταῖα βλεπόντων εἰς ἐπανάστασιν), τὸν δὲ πρωτοσεβαστὸν καὶ τὴν δέσποιναν καθυπέβαλλον ἀναθέματι. οὐκ ἐς αὐτὸ δὲ μόνον ἔδρων ταῦτα τὸ Μίλιον, ἀλλὰ καὶ κατ᾿ αὐτὴν τὴν τῆς λαμπρᾶς ἱπποδρομίας σφενδόνην παραγενόμενοι καὶ ἀφορῶντες εἰς τὰ ἀνάκτορα. καὶ τοῦτο ἐφ᾿ ἡμέρας συχνὰς γινόμενον ἐξεκύμαινε τὸν δῆμον καὶ εἰς στάσιν ἀνέφλεγε. καὶ εἰς αὐθάδειαν οἱ πολλοὶ τραχυνόμενοι οἴκους λαμπροτάτους κατέσπασαν καὶ τὰ ἐντὸς τούτων διήρπασαν οἷς διαφερόντως ἔβλεπον ἥμερον ὅ τε πρωτοσεβαστὸς καὶ ἡ δέσποινα· σὺν οἷς καὶ τὸ τοῦ Παντεχνῆ Θεοδώρου περικαλλὲς οἴκημα, ἐπάρχου ὄντος τῆς πόλεως καὶ τὸ τῶν οἰκειακῶν διέποντος σέκρετον τῷ δικαιοδοτικῷ τε θρόνῳ ἐμπρέποντος. καὶ αὐτὸς μὲν ἐξήλυξε δρασμῷ τὸ πεσεῖν· τὰ δ᾿ ἐνόντα διαρπασάμενοι οὐδ᾿ αὐτῶν τῶν δημοσίων τόμων ἀπέσχοντο, οἷα τὸ μὲν χρήσιμον ἐχόντων κοινῇ διαβαῖνον πρὸς ἅπαντας ἢ τοὺς πλείονας, ἀφαυρὸν δὲ τὸ ἐκ τοῦ ἰδιώσασθαι κέρδος καὶ μηδ᾿ ὅσον τὸν ἐκείνων ἐδίανεν ἂν οἰνοποτάζοντα φάρυγγα.

Οἱ περὶ τὸν πρωτοσεβαστὸν τοίνυν ὁρῶντες ἀεὶ τὰ χείρω προβαίνοντα σκέπτονται βουλὴν καθιζήσαντες, ὅπως τὴν λύμην στήσωσι ταυτηνί. καὶ ἐπεὶ κατ᾿ οὐδένα τρόπον ἑώρων τὴν καισάρισσαν Μαρίαν τῶν οἰκείων βουλευμάτων μεθισταμένην ἢ βραχύ τι γοῦν ὑπενδιδοῦσαν τῶν ὑπερόγκων ζητημάτων, ἃ προυτείνετο, ἔγνων διὰ πολέμου ἐπ᾿ ἐκείνην χωρεῖν καὶ ὡς ἀπό τινος ἐρύματος τοῦ θείου ἐξελάσαι νεώ.

Συλλεγέντος τοίνυν οὐκ ὀλίγου στρατεύματος ἐκ τῶν ἑῴων τε καὶ ἑσπερίων ταγμάτων καὶ πάντων ὡς εἰς ἓν συναθροισθέντων στρατόπεδον τὸ μέγα παλάτιον, ὁ ἐπιτήδειος χῶρος ἀνεδιφᾶτο, καθ᾿ ὃν ἂν τοῖς ἐπὶ τοῦ ναοῦ ἐπίθωνται· ἤδη γὰρ καὶ ἡ καισάρισσα πρὸς τὴν ἀντίταξιν ἡτοιμάσατο διακριθῆναι πολέμῳ τὰ καθ᾿ αὑτὴν ἐθέλουσα. οὐκοῦν ὅσαι τῷ ἱερῷ οἰκίαι κατὰ τὸν Αὐγουστεῶνα συνήπτοντο, παρὰ τῶν ὑπ᾿ αὐτὴν ἀπερράγησαν καὶ τῆς μεγίστης ἁψῖδος ἄνωθεν, ἥτις κατὰ τὸ Μίλιον ἵσταται, οἱ ἀπ᾿ αὐτῆς ἀνήλθοσαν τοῖς βασιλικοῖς ἀντιπλακησόμενοι. καὶ τὸν νεὼν δέ, ὃς τοῦ Ἀλεξίου κατονομάζεται, τῇ δὲ τοῦ Αὐγουστεῶνος αὐλαίᾳ προσήνωται, στρατιῶται εἰσιόντες ἐφύλαττον.

Αὐτοὶ μέντοι οἱ βασιλικοὶ καθ᾿ ἡμέραν ἑβδόμην, δευτέραν τοῦ Μαΐου μηνὸς τῆς πεντεκαιδεκάτης ἰνδικτιῶνος, ἐκ τοῦ μεγάλου παλατίου κατὰ τὸ περίορθρον ἐκθορόντες εἰσίασι τὰ πρῶτα τὸν τοῦ θεολόγου Ἰωάννου ναόν, ᾧ τὸ ἐπίκλην Διίππειον, στρατίαρχον ἔχοντές τινα Σαββάτιον Ἀρμένιον. ἔπειτα τοῦ τεμένους ἄνωθεν γενόμενοι ἀσήμους λαλαγὰς ἠφίεσαν. ὡς δ᾿ ἐνειστήκει καιρὸς τοῦ μάχεσθαι, περὶ τρίτην ὥραν οὔσης τῆς ἡμέρας καὶ πληθούσης μάλιστα τῆς ἀγορᾶς, οὐ μετρίως τοὺς ἐκ τῆς ἁψῖδος τοῦ Μιλίου καὶ τοὺς ἀπὸ τοῦ νεὼ τοῦ Ἀλεξίου μαχομένους ὁπλίτας τῆς καισαρίσσης ἐσίνοντο οὗτοι, ἐξ ὑπερδεξίων μαχόμενοι καὶ ὡς ἀφ᾿ ὕψους σκηπτοὺς ἐπαφιέντες κάτω τὰ βέλεμνα. ἀλλὰ καὶ ἑτέρων καταλόγων εὐοπλοτάτων τοῦ παλατίου ἐξιόντων καὶ τὰς ῥυμίδας πληρωσάντων καὶ τοὺς στενωποὺς διαλαβόντων, ὁπόσοι πρὸς τὸ μέγα τέμενος φέρουσιν, ὅ τε δῆμος τοῦ ἐπιβοηθεῖν τῇ καισαρίσσῃ ἐπαύσατο διὰ τὸ πᾶσαν πάροδον τοῖς ὅπλοις ἀποταφρεύεσθαι καὶ οἱ ἐκ τοῦ ἱεροῦ ἐπεξιόντες καὶ τὴν αὐλαίαν τοῦ Αὐγουστεῶνος ὑπερβαίνοντες καὶ τοῖς βασιλικοῖς κατὰ τὰς ἀγυιὰς συμπλεκόμενοι, ὀλίγοι πρὸς πλείους διαμιλλώμενοι, δῆλοι ἦσαν κάμνοντες ἤδη καὶ κατὰ βραχὺ τοῦ θαρραλέου ὑπεκλυόμενοι λήματος.

Καὶ οὕτω δ᾿ οὖν τὰ τῆς συμπλοκῆς ἐνειστήκει λαμπρῶς καὶ μάχη συνέρρωγε κρατερά, ἡ μὲν ἀπὸ τόξων βολῆς, ἡ δὲ καὶ ἐν χερσὶν ἀγχώμαλος, καὶ στόνος μὲν τῶν πληττομένων ἐπικελευσμὸς δὲ τῶν ἀναιρούντων ἑκατέρωθεν ἐξηκούετο. ἕως μὲν οὖν σταθερᾶς μεσημβρίας ἦν ἡ μάχη ἀμφιπαλὴς καὶ ἡ νίκη ἀμφήριστος, ἐπ᾿ ἴσης τὰς τῶν ἀμφοτέρων στρατευμάτων ταλαντεύουσα πλάστιγγας κλίνουσά τε ἀνὰ μέρος καὶ αὖθις ἀνάγουσα τὸ τότε μαχόμενον· τῆς δ᾿ ἡμέρας ἤδη ὑποληγούσης περιφανὴς ἡ νίκη τοῖς ἐκ βασιλέως προσέρρεψεν. ὠσάμενοι γὰρ τοὺς ἐκ τοῦ νεὼ εἴσω τοῦ Αὐγουστεῶνος κατέκλεισαν ἐκ τῶν ἀμφόδων ἀποκρουσάμενοι· τούτων δὲ συνειληθέντων ἐντός, καὶ οἱ ταῖς ἁψῖσιν ἐφεστῶτες καὶ οἱ ἐκ τοῦ νεὼ τοῦ Ἀλεξίου διαμαχόμενοι πρὸς τροπὴν ἔβλεψαν. καὶ ὡς ἐπελάβοντο τῶν χώρων τούτων, ὁ τοῦ βασιλέως στρατὸς τὰς μὲν σημαίας τῶν ἁψίδων ἄνωθεν ἔστησαν, αἳ τοὺς βασιλεῖς ἀπεικάζουσιν, αἱ δὲ πύλαι τοῦ Αὐγουστεῶνος ἐν πελέκει καὶ λαξευτηρίῳ κατερράγησαν· καὶ τὸ τῆς καισαρίσσης ὁπλιτικὸν οὐκέτι ἀντιπίπτειν ἔχον ὡς τοῖς ἐκ τῶν ἁψίδων κατὰ κορυφὴν οὖσι βαλλόμενον κἀκ τῶν εἰσχεθέντων εἰς τὴν αὐλαίαν στρατιωτῶν ταῖς κατὰ χεῖρα συμπλοκαῖς πάσχον τὰ χείριστα κατὰ μικρὸν ὑπέκλεπτε τὴν φυγήν, βραχείας ἀρωγῆς εὐμοιροῦν διά τε λίθων βολῆς καὶ βελῶν ἀφέσεως ἐκ τῶν ὕπερθεν ἐπαμυνόντων κατά τε τὸν ἐν τοῖς Κατηχουμενείοις ἀνδρῶνα τὸν λεγόμενον Μάκρωνα ἐς τὸν Αὐγουστεῶνα προνεύοντα καὶ τὸν Θωμαΐτην αὐτόν. τέλος δὲ τοῖς πάντοθεν βάλλουσιν οἱ ἐκ τοῦ νεὼ πιεζόμενοι ἀφίστανται τῆς τοῦ Αὐγουστεῶνος αὐλαίας καὶ εἰσίασι τὸ πρόναον, καθ᾿ ὃ δὴ ὁ πρώτιστος καὶ μέγιστος τῶν παραστατούντων ἀρχαγγέλων θεῷ ἐσπασμένος ῥομφαίαν ἐστήλωται ψηφίδων λεπταῖς ἐπιθέσεσι, φύλαξ προβεβλημένος τοῦ ἱεροῦ. ἐκ δὲ τούτου οὔτε οἱ τοῦ βασιλέως προσωτέρω βαίνειν ἠδύναντο ὑποπτεύοντες τοὺς τοῦ ναοῦ στενωπούς, οὔτε οἱ τῆς καισαρίσσης ὑπερπονοῦντες ἐκεῖθεν ἐξῄεσαν ὡς μαχούμενοι.

Ὁ δὲ καῖσαρ καὶ ὁ πατριάρχης αὐτός, ὁ μὲν δείσας περὶ ἑαυτῷ τε καὶ τῇ ἀλόχῳ, μὴ συλληφθεῖεν ἀγεννῶς ὑπὸ τῶν διαφόρων, ὁ δέ, μή πως ἔνδον τοῦ ἱεροῦ παρεισίωσιν οἱ πολέμιοι καὶ ποσὶ μὲν οὐχ ὁσίοις τὸ ἅγιον πατήσωσι δάπεδον, χερσὶ δὲ ἀνάγνοις καὶ θερμὸν ἔτι σταζούσαις τὸ αἷμα τὰ παναγῆ λῃστεύσωσιν ἀναθήματα, ὁ μὲν τὴν ἀρχιερατικὴν στολὴν ἐπενδὺς καὶ τὰ θεῖα μετὰ χεῖρας δεξάμενος λόγια κάτεισιν εἰς τὸ προσκήνιον τοῦ νεώ, ἐν ᾧ οἱ τῆς καισαρίσσης ὑπερμαχοῦντες ηὐλίσθησαν φεύγοντες, ὃ καὶ Πρωτεκδικεῖόν φασι, ὁ δὲ καῖσαρ τοὺς τὰς εἰσόδους τῆς ἐκκλησίας τηροῦντας ὁπλομάχους ἀγηοχὼς καὶ ὅσον περὶ αὐτὸν ἀκραιφνὲς ἔτι Λατινικὸν δορυφορικὸν καὶ τὸ περὶ τὴν ὁμόλεκτρον αὐτοῦ θεραπευτικὸν καὶ οἰκίδιον καὶ περὶ τοὺς ἑκατὸν τοὺς πάντας ἠριθμηκὼς ἐπί τινος μετεώρου σκιμποδίου κατὰ τὸν Μάκρωνα παρευρεθέντος στὰς αὐτὸς καὶ περιστήσας τοὺς παρεσκευασμένους εἰς πόλεμον ἔφησε τοιάδε· „Ἐχρῆν μὲν μὴ καθ᾿ ὁμοφύλων καὶ ὁμοπίστων, ἀλλὰ κατὰ τῶν ἐχθρῶν τοῦ σταυροῦ τὰς πολεμικὰς ταύτας περιβεβλῆσθαι στολὰς καὶ τὰς χεῖρας τοῖς φασγάνοις καθωπλίσθαι· ἐπεὶ δὲ οἱ τὰ τῆς βασιλείας Ῥωμαίων μοχθηρῶς διέποντες τοῦτο μὲν ἀφείλοντο, ἀναγκαστῶς δὲ καὶ οὔκουν προαιρετῶς τὰς ἡμετέρας λόγχας καθ᾿ ἑαυτῶν ἀκονήσαντες ἔχουσι, μὴ δὴ ἀγεννῶς ἐπιστῶμεν τοῖς ἐπιοῦσι, μηδ᾿ ὅτι ταυτόπιστοι καὶ ὁμογενεῖς ἀναλογισώμεθα, ἀλλ᾿ ὡς πολεμίους Θεοῦ πρότερον, οὗ τὸ ἱερὸν τόδε εἰσίασιν ἀναιδῶς, ἔπειτα δὲ καὶ ἡμῶν αὐτῶν ἀντιπάλους ἀμυνώμεθα. πάντως δέ εἰσι τὰ τῆς ἀμύνης ἀνεύθυνα· οἷς γάρ τι οὐ προσέστημεν ὅλως καὶ καθ᾿ ὧν ὅπλα οὐδ᾿ ὅλως ἠράμεθα, οὗτοι ἀνερυθριάστως ἡμῖν προσίασιν ὡς ἐπιθανατίοις καὶ ἐσχάτοις καὶ κειμένων ἀδαημοσύνῃ κατεπεμβαίνουσι τοῦ καλοῦ καὶ προσρυομένους θεῷ ἐκ τοῦ νεὼ τούτου ἀποσπᾶν ἐθέλουσι, χρεὼν μὴ οὕτω ποιεῖν, ὅτι τε οὐδὲν ἄχαρι ἐπεγκαλεῖν ἡμῖν ἔχουσι καὶ ὅτι τῆς ἐσχάτης ἐστὶν ἀπονοίας ἐπιτιμᾶν ὅλως ἢ ὡς δεινὰ δρῶσιν οὐκ ἐνδιδόναι τοῖς εἰς θεὸν καταφεύγουσι καὶ μεσίτην τοῦτον προβαλλομένοις καὶ διαλλακτῆρα τῶν ἐν διχονοίαις ἡμῶν.

Οὔτε οὖν ὑφορᾶσθαι δέον ὡς ἀνόσιον τὸ ὑπερμάχεσθαί τινα ἑαυτοῦ καὶ σπεύδειν κατὰ τοῦ πλήττοντος αὐτὸν ἐπιστρέφειν τὸν ἐκεῖθεν ἐπαγόμενον θάνατον, οὔτε τὸν μετὰ ξίφους ἐπιόντα καὶ ἀναιροῦντα ὁμογενῆ ἀπλῆγα δεῖ παριέναι, ἀλλ᾿ ἅπας κακῶς διατιθεὶς κρινέσθω πολέμιος καὶ ὁ ἀναιρήσων πιπτέτω. ἡμῖν δὲ καὶ τὸ θεῖον εἴσεται δήπουθεν χάριν, εἰ ἐκ τοῦ ἱεροῦ τοῦδε τοὺς μιαιφόνους ἀποσοβήσομεν, εἴτε μὴν κεχηνόσιν, ὡς ὁρᾶτε, κατὰ τῶν ἁγίων καὶ διαρπάσαι ταῦτα προθυμουμένοις ἀντιβαίημεν. εἰ γὰρ μὴ τοῦτ᾿ ἦν καὶ διέστελλον ἀνὰ μέσον βεβήλου καὶ ἱεροῦ, πάλαι ἂν τὴν ἐνδοτέρω τῶν προνάων παρῆκαν ὁρμὴν ὡς ἤδη τὸ νικᾶν ἔχοντες. οἱ δὲ οὕτω τοί εἰσιν ἀναιδέστατοι, ὡς οὐ μόνον σκυλεῦσαι φαντάζεσθαι τὰ ἡμέτερα, ἀλλὰ καὶ τὰ τοῦ Θεοῦ ἰδιώσασθαι οἱ ἀβέλτεροι. ἀλλ᾿ οὐ μὰ τὸν παγέντα σταυρῷ καὶ τὴν λόγχην ταύτην, οὔκουν αὐτοῖς ἐσεῖται πέρας ἐπιθεῖναι τοῖς ἐγχειρήμασιν, ἐπεὶ καὶ θεῷ τὰ οἰκεῖα χερσὶ κεχραμέναις ἄψαυστα διαφυλαχθήσονται καὶ ἡμεῖς ἐσοίμεθα ἂν ἀπρονόμευτοι.” Τούτοις καὶ τοιούτοις χρησάμενος ῥήμασιν αὐτός τε κάτεισιν εἰς τὸν πρόναον, ἔνθα ὁ λόγος εἴρηκε ῥομφαίαν ἐσπασμένον ἵστασθαι τὸν τῶν ἄνω καὶ θείων ταγμάτων κατάρχοντα Μιχαήλ, καὶ οἱ λοιποὶ δὲ ὡς ἡγεμόνι τούτῳ παρείποντο ἀσπιδηφόροι πάντες καὶ ἀτεχνῶς ἀνδριάντες χάλκεοι. κἀκεῖσε εἰς τάξιν τὸ περὶ αὐτὸν καταστήσας καὶ τῷ σταυρικῷ σημείῳ φραξάμενος τῶν ἄλλων προεκπηδᾷ. οἱ δ᾿ ἐπὶ τῆς τοῦ Αὐγουστεῶνος αὐλαίας καὶ πρὸς τὴν πρώτην ὁρμὴν διαταραχθέντες τοῦ καίσαρος διὰ τῶν εἰσόδων θλιβόμενοι ἐξεχέοντο, ὅτε καὶ τραυματίαι μὲν ἐκ τῶν τοῦ βασιλικοῦ τάγματος πολλοὶ γεγόνασιν, εἷς δέ τις καὶ ἐτεθνήκει τῷ ξίφει διελαθείς.

Τὸ δ᾿ ἀπὸ τοῦδε ὁ μὲν καῖσαρ ἐπάνεισιν αὖθις ὅθεν ἐξώρμησεν, οἱ δ᾿ ἐκ τῶν τοῦ βασιλέως τάξεων οὐκέτι παρελθεῖν ἐθάρρησαν εἰς τὴν αὔλειον, ἀλλὰ δι᾿ ἀκροβολισμῶν ἠγάπων μαχόμενοι. ἤδη δὲ τῆς ἡμέρας ὑποκλινούσης αὐτοί τε οἱ μαχόμενοι καμόντες ἐνέδωκαν, καὶ τοῦ πατριάρχου στείλαντος εἰς τὴν δέσποιναν τὸν ἑαυτοῦ ὑπηρέτην, ὃς ἐκ τοῦ παραβάλλειν εἰς τὰ ἀρχεῖα καὶ διαπορθμεύειν τοῖς βασιλεῦσι τὰ βουλητέα καὶ τὰς ἀποκρίσεις ἐκεῖθεν αὖθις μεταφέρειν παλατῖνος ὠνόμασται, καὶ πρῶτα μὲν τὴν θείαν ἐπεμβριμησαμένου ταύτῃ ὀργὴν οὕτως ὀξυδερκοῦσαν καὶ καθορῶσαν ἀκαρῆ τὰ ὁπουδήποτε δρώμενα ἄθεσμα, ἔπειτα δὲ τὰς περὶ σπονδῶν τῆς καισαρίσσης διαμεμηνυκότος φωνάς, ἀφικνεῖται λυτὴρ τῶν διαφορῶν ὁ μέγας δοὺξ Ἀνδρόνικος ὁ Κοντοστέφανος, ὁ μέγας ἑταιρειάρχης Ἰωάννης ὁ Δούκας καὶ συχνοὶ ἕτεροι, τὸ γένος ἀριπρεπεῖς καὶ μεγίστοις περίβλεπτοι ἀξιώμασι.

Καὶ τότε μὲν νυκτὶ μᾶλλον πεισθέντες ἢ ταῖς καταλλαγαῖς τεθαρρηκότες τὸν ἀγῶνα διέλυσαν, τῇ δ᾿ ὑστεραίᾳ καὶ αὖθις πρὸς πόλεμον διηρρένωντο. τῶν δ᾿ αὐτῶν καὶ πάλιν παραγενομένων ἀνδρῶν καὶ πίστεις δόντων τῇ καισαρίσσῃ καὶ τῷ ταύτης ἀνδρὶ καὶ ὅρκοις κρατυναμένων αὐτὰς καὶ πληροφορίαν παρασχομένων ὡς οὐκ ἄν τι πάθοιεν ἀηδές, οὔτε μὴν ἀφαιρεθεῖεν τὴν οἰκείαν ἐπιτιμίαν πρὸς τοῦ ἀδελφοῦ καὶ βασιλέως ἢ τῆς μητρυιᾶς δεσποίνης ἢ τοῦ πρωτοσεβαστοῦ Ἀλεξίου, ἀλλὰ δὴ καὶ ἀμνηστίας κακοῦ δωρηθείσης οἵπερ αὐτοῖς προσεχώρησαν καὶ εἰς συμμάχους ἐνεγράφησαν, οὕτω δὴ τῆς δευτέρας ἀπέσχοντο συμπλοκῆς. καὶ οἱ μὲν ἀπῄεσαν εὐθὺς μετὰ τὴν τῶν ὅρκων καὶ τῶν σπονδῶν ἐκπεράτωσιν, νυκτὸς δ᾿ ἐπιστάσης ὁ καῖσαρ καὶ ἡ τούτου ξύνευνος ἐξίασι τοῦ νεὼ καὶ ἀφικνοῦνται πρὸς τὸ μέγα παλάτιον, καθ᾿ ὃ τότε οἱ κρατοῦντες διέτριβον.

Τοιοῦτο μὲν οὖν τὰ κατὰ τὸν καίσαρα πέρας εἰλήφασι καὶ δι᾿ αἰτίας ταύτας ὁ δυσκλεὴς ἐκεῖνος ξυνέστη πόλεμος καὶ τὴν θείαν ἐπισπάσας καθ᾿ ἡμῶν κίνησιν δι᾿ ὅσα κατὰ τὸ ἱερὸν ἐπισυνέβησαν ἄθεσμα. οὔτε γὰρ τὴν προσρυεῖσαν καισάρισσαν ἀφίημι τοῦ ἐγκλήματος εἰς ἀτάσθαλα ἔργα ῥέψασαν καὶ διακυκήσασαν τὸ πολίτευμα, καί γε τοὺς μὴ καθυφέντας βραχὺ πρὸς τὰ τῆς δεομένης ταυτησὶ ῥήματα, τὴν δ᾿ οὐκ ἀγαθὴν ἔριν ἀνελομένους καὶ τὸν τῆς προσευχῆς οἶκον ἐντεῦθεν φονίου πλήσαντας αἵματος εἴπῃ ἄν τις ἐνόχους παρανομήματος. εἰ γὰρ ὁ τῶν Ῥωμαίων στρατηγὸς Τῖτος, ὁ πάλαι τῇ Ἱερουσαλὴμ βαλὼν χάρακα, τοσοῦτον ἐφείδετο τοῦ Σολομωντείου νεὼ καὶ οὕτω τοῦ ἐκεῖνον ἐξείχετο σώζεσθαι, ὡς ἑλέσθαι βάλλεσθαι μᾶλλον ὑπὸ τοῦ ἐκεῖθεν ἐκπηδῶντος Ἰουδαϊκοῦ τάγματος καὶ κακῶς πάσχειν τὸ οἰκεῖον στράτευμα ἢ γοῦν τι θεομισὲς ἐπὶ τῷ πολυτελεῖ ἐκείνῳ καὶ θαυμασίῳ ἔργῳ βουλεύσασθαι, ἀνὴρ καὶ ταῦτα μὴ εἰδὼς θεόν, οὗ τὸ τέμενος ὑπεστέλλετο, ἀλλὰ θεοῖς ἀπονέμων σέβας κακῶς, οἳ τὸν οὐρανὸν οὐκ ἐποίησαν, ποίαν οὐκ ἂν ἔδει τιμὴν θεοσεβοῦντας ἀπονεῖμαι Χριστιανοὺς τῷ καλλίστῳ τῷδε καὶ θείῳ ναῷ, ὅνπερ ἀτεχνῶς Θεοῦ χεῖρες ἠρχιτεκτόνησαν καὶ ὕστατον καὶ πρῶτον ἐκαλλιτέχνησαν ἔργον ἀμίμητον καὶ ἄντικρυς ἐπὶ γῆς οὐράνιον σφαίρωμα.

Κατὰ δὲ τοῦ πατριάρχου Θεοδοσίου βαρύμηνις ὢν ὁ πρωτοσεβαστὸς ὡς τοῖς αὐτοῦ βουλήμασιν ἀνθισταμένου λαμπρῶς καὶ τὰς οἰκείας ἐφέσεις ἐγκόπτοντος καὶ πρότερον μὲν κατ᾿ αὐτοῦ πολλοὺς τῶν ἀρχιερέων ἐπισυνέστησε χρυσίῳ καὶ συμποσίῳ διαφθείρας καὶ καθαιρέσει τοῦτον καὶ ἀπόντα ὑπέβαλεν ὡς δῆθεν τῇ καισαρίσσῃ κατὰ τοῦ βασιλέως ἐπαναστάσῃ προσθέμενον καὶ ὡς ἀφ᾿ ὁρμητηρίου τοῦ ἱεροῦ στασιοκοπεῖν αὐτῇ μεθ᾿ ὅπλων ἐνδόντα καὶ νεωτεροποιεῖν ἀφρόνως καὶ ἀλογίστως· τάχα δ᾿ ἂν καὶ τοῦ πατριαρχικοῦ θρόνου ἀτίμως τηνικαῦτα κατέσπασεν, εἴπερ ἡ καισάρισσα μὴ ἀμφοτέραις προσίστατο, τῷ μὲν πρωτοσεβαστῷ μὴ χώραν διδοῦσα τὸν πατριάρχην καταγαγεῖν καὶ ἀντεισαγαγεῖν ἕτερον, αὐτὸν δὲ τὸν ἱερώτατον ἄνδρα ἐπιμελῶς φρουροῦσα, μήπως ὑποχωρήσας ἑαυτὸν μὲν ἀπαλλάξῃ πραγμάτων ἐν τῷ καθ᾿ ἡσυχίαν ζῆν εἰς ἣν ἐδομήσατο μονὴν κατὰ τὴν νῆσον τὴν Τερέβινθον, ἑαυτῇ δὲ ἀπωλείας φανεῖται πρόξενος εὐθὺς ἐκ τοῦ ναοῦ ἁρπαγησομένῃ καὶ πεισομένῃ τὰ χείριστα. τότε δὲ καιρὸν εὑρὼν τῷ θυμῷ χαρίσασθαι τῶν ἱερῶν ἀρχείων ἀπελαύνει τὸν ὅσιον καὶ τῇ τοῦ Παντεπόπτου περιορίζει μονῇ. πλείστας γε μὴν ὁδοὺς τεμὼν καὶ πολλαῖς ἀντιπαλαίσας ἐννοίαις καὶ τοῖς τότε πονηροτάτοις τῶν ἐκ τῆς συγκλήτου βουλῆς συγγενόμενος καὶ ὁπόσοι τῶν ἐντρόφων τοῦ βήματος μήτε Θεοῦ ὄπιν μήτ᾿ ἀνθρώπων ὑφωρῶντο νέμεσιν συμβούλοις χρησάμενος, ὅπως εὐσχημόνως ὁ ἱερὸς οὗτος καὶ εὐπροσώπως ἀποβληθείη ἀνήρ, οὐκ ἔσχεν ἐπιτελῆ τὰ κατὰ σκοπὸν καὶ διὰ τὸ καθαιρέσει μὲν εὐλόγως οὐδ᾿ ὁτιοῦν ὑπάγον ἐν αὐτῷ εὑρίσκεσθαι, ἀλλὰ δὴ καὶ τὸ τὴν δέσποιναν καὶ τοὺς πλείους σχεδὸν ἢ τοὺς ἅπαντας τῶν ἐκ τοῦ βασιλείου αἵματος ὑπερβαλλόντως τὸν ἄνδρα τιμᾶν. ἄκων οὖν ὁ σκολιὸς ὄφις τῶν ἑλίξεων ἀποστὰς καὶ τὸν ἰὸν αὖθις κατεσπακώς, ὃν ἐμημεκέναι κατὰ τοῦ ἁγίου προητοιμάκει, ἐπευδοκεῖ καὶ αὐτὸς τῇ ἐς τὸν πρότερον θρόνον αὖθις τούτου ἐπανελεύσει.

Ἐπεὶ δὲ ἡ κυρία τῆς ἀνόδου ἐνειστήκει, ὁπόσοι τῶν ἐν τέλει καὶ ὅσοι τοῦ βήματος τοῦ καλοῦ ἔτρεφον ἔρωτα καὶ ὁ τῆς πόλεως ἅπας δῆμος εἰς τὸ ἱερὸν φροντιστήριον συνδραμόντες λαμπροτάτην ἐκείνῳ συντελοῦσι τὴν πρόοδον μύροις τὰς ἀγυιὰς τέγγοντες καὶ τοῖς Ἰνδικοῖς ξύλοις καὶ καρυκευτοῖς ἀρώμασι τὸν ἀέρα εὐωδιάζοντες. οὕτω δὲ ἡ προπομπὴ μυριάνθρωπος ἦν, ὡς μόλις περὶ βαθεῖαν ἑσπέραν ἐπαναζεῦξαι τὸν προπεμπόμενον ἐς τὸν μέγαν τῆς ἁγίας Θεοῦ Σοφίας νεών, ὑποφαινομένης ἡμέρας ἐκ τῆς τοῦ Παντεπόπτου μονῆς ἀπάραντα. τοσαύτη δ᾿ αἰσχύνη τὰ τῶν θεμένων αὐτὸν ὑπόδικον ἀρχιερέων ἐκάλυψε πρόσωπα, ὡς μὴ μόνον τὰς δημοσίους παρόδους ἐκτρέπεσθαι διὰ τὸ ἐς τὸν ἀρχιθύτην ἀμπλάκημα καὶ τὸ ἐκείνων ἐντεῦθεν παγκαταγέλαστον, ἀλλὰ καὶ τὸ θανεῖν ὑποβλέπεσθαι. καὶ ταῦτα μὲν εἶχεν οὕτως.

Ὁ δ᾿ Ἀνδρόνικος τῇ ἐφέσει τῆς ἀρχῆς κουφιζόμενος καὶ τοῖς ἐπιστολίοις πτερούμενος, ἅπερ αὐτῷ συχνάκις ἐπεποτῶντο τηλεβολούμενα ἐξ οἴκων λαμπρῶν, ὡς ἤδη ἐρρέθη μοι, τέλος καὶ αὐτὴν τὴν θυγατέρα Μαρίαν δραπέτιδα πρὸς αὐτὸν ἀφιγμένην, ἐπεὶ καὶ τοίου πατρὸς εὔχετο εἶναι, διδάσκαλον ἀπαράγραπτον τῶν κατὰ τὰ ἀρχεῖα τελουμένων κατὰ θεῖον ηὐτύχησε καὶ μυωπισθεὶς ὡς ἵππος σταδιευτὴς οἷς παρ᾿ αὐτῆς ἠκηκόει θυμήρεσι ῥήμασι τὰ μὲν τῶν Παφλαγόνων μεθίησιν ὅρια, εἰς δὲ τὴν κατὰ Πόντον Ἡράκλειαν παραγίνεται κἀκεῖθεν προσωτέρω μεταχωρεῖ, τῇ πολυτρόπῳ μεθοδείᾳ καὶ τῷ τοῦ ἤθους ὑποκαθημένῳ καὶ δολιόφρονι ἐξοκείλας τοὺς ἐν ποσὶ πάντας καὶ οἰκειούμενος, ἐπεὶ καὶ τίς ἐκ πέτρας ἀγελάστου οὕτως ἦν προϊὼν ἢ καρδίαν σιδηρέῳ χαλκευθεὶς ἄκμονι, ὡς ἄτεγκτος εἶναι τοῖς Ἀνδρονίκου δακρυρροήμασι καὶ τῇ αἱμυλίᾳ τῶν ῥημάτων ὁπωσοῦν ἀγοήτευτος, ἅπερ κατὰ κρήνην μελάνυδρον ἔχεε καὶ οἷς ἀπατηλῶς τε ἅμα καὶ ἐφολκῶς ἐστωμύλλετο τὸν ὑπὲρ τοῦ καλοῦ ζῆλον προφέρων καὶ τὴν τοῦ κρατοῦντος ἐλευθερίαν ὑποκρινόμενος.

Ἀλλ᾿ οὐδ᾿ ὁ πρωτοσεβαστὸς ἐπὶ τούτοις ἠμέλει παντάπασιν, καίτοι γύνανδρος ὢν καὶ μὴ μόνον τὴν ἕω ἐς τὸ νήγρετον ὑπνώττειν καταναλίσκων, ἀλλὰ καὶ πολὺ τῆς ἡμέρας πρὸς τοῦτο ἐκδαπανῶν, καὶ ἵνα μὴ τὸ ἀσπασιώτατον τοῖς ἄλλοις ἀνθρώποις ἡλίου βλέφαρον τὰς ἐκείνου κόρας ὑπανοίγῃ διαφωτίζον, παραπετάσμασι στεγανωτέροις ἐκζοφῶν τὸ δωμάτιον, ἐν ᾧ ἐκάθευδε, καὶ καθ᾿ ἕτερόν τι σημαινόμενον ἀποκρυβὴν ἑαυτοῦ τὸ σκότος τιθέμενος. εἰ δὲ δεῖ ἀληθέστερον εἰπεῖν, τὰ μὲν νυκτὸς ἔργα τρυφῶν φωτὶ ποιητῷ τὸ νύκτερον διέλυε ζόφωμα, ἡλίου δὲ τὸν ἑῷον ὁρίζοντα ἀναβαίνοντος κατὰ τὰ θηρία τὸν κοῖτον μεταδιώκων τάπησι καὶ πέπλοις ἁλουργέσι τὸ φῶς ἀντέφραττε. τοίνυν καὶ σμήχων τοὺς σαπριῶντας τῶν ὀδόντων καὶ καταπιττώμασιν ἀναπληρῶν τοὺς ὑπὸ χρόνου ἐκκρουσθέντας θηλυδρίας τε ὢν καὶ ὑπόνωθρος τοὺς πλείστους τῶν τηνικαῦτα εὐγενῶν ἀνδρῶν ἑαυτοῦ καινοπρεπῶς ἐξηρτήσατο, χρώμενος μὲν τὰ πολλὰ προτειχίσματι ἤ, ἀληθῶς εἰπεῖν, μειλίγματι ἀμάχῳ τῇ τοῦ βασιλέως μητρὶ (αὕτη γὰρ τῷ τῆς θέας λαμπρῷ καὶ τῷ τῆς ὄψεως μαργαρώδει καὶ τῷ τοῦ ἤθους ὁμαλῷ καὶ τῷ τοῦ φρονήματος ἀσυμπλόκῳ καὶ τῷ ἐπαγωγῷ τοῦ φθέγματος ὡς ἀπὸ μηρίνθου πάντας ἐφείλκετο), τὰ δὲ πλεῖστα τοῖς χρήμασιν ὑπαγόμενος καὶ τῇ φιλοδωρίᾳ κατακοιμίζων τοὺς ἐν δεινῷ τιθεμένους ἐκείνου φέρειν τὰ δεύτερα. ὅθεν οὐδεὶς τῶν ἐπιταχθέντων ἀντιτάξασθαι Ἀνδρονίκῳ πρὸς Ἀνδρόνικον μετετάξατο τὸν ἤδη λαμπρῶς τῆς τυραννίδος ἁπτόμενον ἀποπτύσας πρωτοσεβαστὸν καὶ τῷ προσωπείῳ τοῦ μισοτυράννου Ἀνδρονίκου δελεασθείς.

Ἥ τε οὖν προκαθημένη τῶν Βιθυνῶν μεγίστη πόλις ἡ Νίκαια οὐδ᾿ ὅλως Ἀνδρονίκῳ προσέθετο καὶ ὁ τὴν ταύτης ἐμπιστευθεὶς φυλακὴν Ἰωάννης ὁ Δούκας τοῖς Ἀνδρονίκου γράμμασι μεμένηκεν ἀστυφέλικτος, καίπερ τὰς γνώμας πλήττουσιν ἑλεπόλεων ἀκριβέστερον καὶ τειχομαχίου ξύμπαντος ἰσχυρότερον. ἀλλὰ καὶ ὁ μέγας δομέστικος Ἰωάννης ὁ Κομνηνὸς τὴν ἐπαρχίαν διέπων τῶν Θρᾳκησίων οὐ μόνον ἔβυε τὰ ὦτα πρὸς τὰ τοῦ Ἀνδρονίκου ἐπᾴσματα, ἀλλὰ καὶ ὡς τύραννον διετώθαζεν, οἷα κατόπτρῳ τοῖς γραφομένοις προκύπτων λείῳ καὶ ἀποστίλβοντι καὶ διαφαινόμενον ἐν τούτοις ὁρῶν τὸν πολύμορφον Πρωτέα καὶ τυραννικὸν τὸν τρόπον Ἀνδρόνικον.

Ἐπεὶ δὲ τῇ Ταρσίᾳ ἤγγιζε καὶ τῶν περὶ τὴν Νικομήδους πόλιν οἱ πλείονες αὐτῷ προσεχώρουν, στέλλεται κατ᾿ αὐτοῦ μετὰ δυνάμεως ἱκανῆς Ἀνδρόνικος ὁ Ἄγγελος, οὗπερ οἱ υἱεῖς εἰς ὕστερον Ἰσαάκιός τε καὶ Ἀλέξιος μετ᾿ Ἀνδρόνικον ἐπέβησαν τῆς ἀρχῆς. ὁ δὲ περὶ τὸν Χάρακα τὸ χωρίον πόλεμον συγκροτήσας ἡττᾶται λαμπρῶς, καίπερ οὐκ ἰσοπαλεῖ προσπλακεὶς στρατιᾷ ἢ τὸν ἀνταγωνιστὴν εὑρὼν ἀξιόμαχον, ἀλλ᾿ ἐκτομίᾳ τινὶ συμμίξας ἀχρείους στρατολογήσαντι γεωργοὺς καὶ μοῖραν συνεπαγομένῳ Παφλαγόνων στρατιωτῶν. εἰς τὴν πόλιν τοίνυν εὐθὺς μετὰ τὴν ἧτταν εἰσιὼν ἀκλεῶς ἀπῃτεῖτο καταθέσθαι τὰ χρήματα, ὅσα οἱ πρὸς τὰς κατὰ πόλεμον δαπάνας βεβράβευται. ὁ δὲ βασανιζομένην ὁρῶν τὴν αὐτοῦ κατάσχεσιν, ὅτι φίλα φρονῶν Ἀνδρονίκῳ τὰ πράγματα χειρόνως διέθετο, ἅπερ εὐμαρίσειν ἀπέσταλτο, ἐναγόμενος παρὰ τῶν υἱέων ἓξ ὄντων καὶ πάντων ὁπλοτέρων τὰς φρένας καὶ κατὰ χεῖρα γενναίων, ἐπεβάλετο μὲν τὸν οἰκεῖον οἶκον διακρατύνειν καὶ κατασκευάζειν ἐπιτειχίσματα κατὰ τὸ ἔξω Κιόνιον διακείμενον καὶ τῶν ἐκ τοῦ δήμου τινὰς ἐπεσπᾶτο πρὸς ἑαυτόν· ὁρῶν δὲ ὡς οὐκ ἀκμαῖός ἐστι πρὸς βασίλειον πλεονεκτοῦσαν ἀνθόπλισιν καὶ ὡς οὐκ ἂν σχοίη περιγενέσθαι τῶν διαφόρων, πρὸς φυγὴν μεθαρμόζεται· καὶ τοὺς ἓξ υἱοὺς παραλαβών, τὴν δ᾿ ὁμόλεκτρον τοῦ δόμου ἀπαγαγών, νηὸς ἐπιβὰς τῆς ἐς Ἀνδρόνικον ἅπτεται. ὁ δὲ ἰδὼν προσιόντα τὸν Ἄγγελον λέγεται εἰπεῖν „ἰδού, ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.” Θάρσος οὖν ἐπὶ τῇ τοῦ ἐξαδέλφου παρουσίᾳ λαβὼν καὶ τὰ κατ᾿ ἔφεσιν ὁρῶν προβαίνοντα τῶν ἐνοδίων ἐκτροπῶν ἀφέμενος καὶ χαίρειν ἐάσας τὰς πόλεις Νίκαιάν τε καὶ Νικομήδειαν καὶ τὸ τῇδε ἢ ἐκεῖσε μεταστρέφεσθαι πρὸς τὴν Κωνσταντίνου τὸν δρόμον ἀκλινεῖ συνέτεινε νεύματι, ὡς ὁδοῦ Φιλιστιεὶμ τῆς ἐς αὐτὴν φερούσης ἐχόμενος. καὶ δὴ κατὰ τὰ Πευκία ἐναυλισάμενος (τόπος δέ ἐστι ταῦτα ἐν τοῖς ἄνω τῆς Χαλκηδόνος διακείμενος μέρεσι καὶ οὕτως ὀνομαζόμενος) καὶ πυρὰ πολλὰ καύσας κατὰ τὴν νύκτα ὅλην ἐκείνην, μὴ κατὰ λόγον τῆς συνούσης αὐτῷ στρατιᾶς, ἀλλ᾿ ἐς δόκησιν στρατεύματος πλείονος, ἐκκρεμεῖς αὐτοῦ τοὺς Βυζαντίους ἔθετο, ὡς τὰ ἀνὰ χεῖρας προεμένους ἔργα εἰς τὴν περαίαν τείνειν τὸ ὄμμα ἀκταῖς τε καὶ γηλόφοις προσιόντας τῆς πόλεως καὶ πόρρωθεν ὄντα Ἀνδρόνικον ἐπισπᾶσθαι οἷον τοῖς νεύμασιν. ὧδε μὲν οὖν ἐχώρει τὰ κατὰ τὸν ἀναφαλαντίαν καὶ πολιοκόρσην Ἀνδρόνικον.

Ἀλέξιος δὲ ὁ πρωτοσεβαστὸς μὴ ἔχων διὰ πεζῆς φάλαγγος ἀποσοβῆσαι τὸν ἐπιόντα οἱ πολέμιον (ἤδη γὰρ οἱ μὲν μετέβαινον ταῖς γνώμαις κρυφιωδῶς πρὸς Ἀνδρόνικον, ὁπόσοις οὐκ ἦν ὅλως ἀκίνδυνος ἡ πρὸς ἐκεῖνον τοπικὴ μετάβασις, τοῖς δὲ ἀρκετὸν ἐς τὴν πρὸς τὸν κρατοῦντα πίστιν λελόγιστο τὸ ἐπ᾿ οἴκου μόνον καθῆσθαι καὶ μηδενὶ προστίθεσθαι τῶν μερῶν· οὕτω γὰρ φρονεῖν τε καὶ λέγειν τοὺς πολλοὺς ἐξεπαίδευσε τὸ τῆς γνώμης κερδαλεόφρον καὶ τὸ διὰ φόνων ἀεὶ καὶ προχύσεως αἵματος τοὺς πλείους τῶν βασιλέων τῆς Ῥωμαϊκῆς ἐπιβαίνειν ἀρχῆς) διὰ ναυμαχίας ἐπειρᾶτο τὸν προσέρποντα κίνδυνον ἀποκρούσασθαι.

Τριήρεις τοίνυν τὴν Προποντίδα ἐκάλυπτον, αἱ μὲν Ῥωμαίους ἔχουσαι τοὺς ἐρέσσοντας καὶ τοὺς ἐκ τῶν καταστρωμάτων διαμάχεσθαι μέλλοντας, αἱ δὲ τῶν κατὰ πόλιν διαφορογενῶν Λατίνων ὅτιπερ κράτιστον μέρος καὶ μαχιμώτατον, οἷς καὶ τὰ χρήματα ποταμηδὸν ἐπεχέοντο, ἐπεὶ καὶ τούτοις ἐπεποίθει μᾶλλον ὁ χρώμενος πρωτοσεβαστὸς ἤπερ τοῖς Ῥωμαίοις αὐτοῖς ὡς ἀρήξουσιν. ὥρμησε μὲν οὖν τοὺς πιστοτάτους αὐτῷ ἐπιστῆσαι τριηράρχας καὶ παραδοῦναι τὸν στόλον τοῖς ἐκείνῳ κατὰ γένος ἐγγίζουσι, τοῦ δὲ μεγάλου δουκὸς τοῦ Κοντοστεφάνου ἀντιπνεύσαντος καὶ τῆς στολαρχίας παντὶ τρόπῳ ἐξεχομένου ὡς αὐτῷ καὶ οὐχ ἑτέρῳ δή τινι προσηκούσης, ἀναγκαστῶς τὴν βούλησιν μετατίθησι. καὶ δὴ ὁ μὲν Κοντοστέφανος Ἀνδρόνικος κύριος καθειστήκει τοῦ στόλου παντὸς καὶ κατάπλους ἅπας τοῖς ἀπὸ τῆς ἕω περαιουμένοις ἀποτετείχιστο· συνῆν δὲ τῷ Κοντοστεφάνῳ καί τι τοῦ πρωτοσεβαστοῦ συγγενικὸν καὶ οἰκίδιον.

Μετὰ βραχὺ δὲ καὶ πρέσβις ἀπὸ τοῦ βασιλέως ἐς Ἀνδρόνικον στέλλεταί τις τῶν ἐντρόφων τοῦ βήματος. ὁ Ξιφιλῖνος ἦν οὗτος Γεώργιος, ὃς καὶ εἰς ὄψιν τῷ τυράννῳ ἐληλυθὼς τά τε γράμματα ἐνεχείρισε καὶ τὰ διαμηνυθέντα ἀπήγγειλεν. ἦσαν δὲ ταῦτα δωρεῶν ἐπαγγελίαι μειζόνων καὶ ἀξιωμάτων ἀνάβαθμοι καὶ χάρις ἀπὸ τοῦ πρυτανεύοντος εἰρήνην Θεοῦ ἀποστάντι μὲν τοῦ προκειμένου σκέμματος, ἐξ οὗπερ ἐμφύλιοι συμβήσονται πόλεμοι, πρὸς δὲ ἤθη τὰ πρότερον ἐπανήκοντι. ὁ δέ, τοῦ πρεσβευτοῦ, ὥς φασι, Ξιφιλίνου τὴν πρεσβείαν ὑπονοθεύσαντος καὶ μὴ ἐνδοῦναι ὅλως ἢ βραχύ τι γοῦν καθυφεῖναι παρακελευσαμένου, τήν τε αἴτησιν ἀποπέμπεται καὶ τὴν προσλαλιὰν ποιεῖται τοῖς διαπρεσβευσαμένοις ὑπέρογκον φάσκων πρὸς ὀργὴν ὡς ἢν Ἀνδρόνικον βούλοιντο παλίνορσον ἀναζεῦξαι ὅθεν ἐλήλυθεν, ἀποσκορακισθήτω μὲν ἐκ τοῦ μέσου ὁ πρωτοσεβαστὸς καὶ δότω λόγους ὧν πεπαρῴνηκεν, ἡ δὲ τοῦ βασιλέως μήτηρ καθ᾿ ἑαυτὴν βιοτευέτω τὴν τρίχα κειραμένη καθάπαξ τὴν κοσμικήν, ὁ δὲ βασιλεὺς κατὰ τὴν πατρῴαν διαθήκην ἀρχέτω μὴ ὡς στάχυς αἴραις τοῖς παραδυναστεύουσι συμπνιγόμενος.

Ἀλλ᾿ οὔπω ἡμέραι συχναὶ παρήλθοσαν, καὶ μεταχωρεῖ ἐς Ἀνδρόνικον καὶ ὁ μέγας δοὺξ Ἀνδρόνικος τὰς μακρὰς νῆας παρειληφώς, ὁπόσας ὁ Ῥωμαίων ἐπλήρου κατάλογος. καὶ τοῦτο τὸ ἔργον ἐπῆρε μὲν ὑπὲρ ἅπαν ἄλλο τὸν ἀποστάτην, τὸν δὲ πρωτοσεβαστὸν ἠφάντωσε τέλεον, πάσας τὰς ἐλπίδας ἀπεγνωκότα καὶ κατακλασθέντα τὸ πρόθυμον. οὐκέτι γὰρ λαθραῖαι σύνοδοι τῶν Ἀνδρονίκῳ προσκειμένων ἐγίνοντο, ἀλλ᾿ ἀνέδην τὸν πρωτοσεβαστὸν ἐρεσχελοῦντες οἱ ταῖς τῶν πραγμάτων μεταβολαῖς χαίροντες ἐς Χαλκηδόνα διεπλωΐζοντο· καὶ τῷ Ἀνδρονίκῳ κατὰ φατρίας συγγινόμενοι φυὴν ἐκείνου καὶ εἶδος ἀγητὸν καὶ γῆρας σεμνὸν ἀπεθαύμαζον καὶ τὸ τῆς ἐκείνου γλώττης τρυγῶντες μελίκηρον καί, ὡς ἄγρωστις ὄμβρον ἢ δρόσον Ἀερμωνίτην τὰ ὄρη Σιών, ἃ ἦν ὑψηγορῶν προσιέμενοι μετὰ πλείστης ἐπανέστρεφον χαρμονῆς, ὡς εἴπερ τὰς ᾀδομένας χρυσᾶς ἔννας καὶ τὴν ἀληλεσμένην τοῦ μύθου δίαιταν ἢ τὴν ἡλίου λεγομένην τράπεζαν παρακειμένην εὕραντο καὶ κατακορεῖς αὐτῆς ἐγεγόνεισαν. ἦσαν δ᾿ οἳ κἀκ πρώτης ὄψεως εὐθὺς τὸν ἐν δέρματι προβάτου κεκρυμμένον λύκον ἐγνώρισαν καὶ τὸν ὅσον οὔπω μετὰ θάλψιν ἐπιθησόμενον ὄφιν καὶ κακῶς τοὺς ὑπὸ κόλπον φέροντας δράσοντα.

Ἐπὶ τούτοις ἀνίενται μὲν τῆς εἱρκτῆς αὐτοῦ τε τοῦ Ἀνδρονίκου οἱ παῖδες ὁ Ἰωάννης καὶ ὁ Μανουὴλ καὶ οἱ λοιποί, οὓς καθεῖρξεν ὁ πρωτοσεβαστός, ἐγκλείονται δ᾿ ἕτεροι, οἷς οὗτος προσέβλεπεν ἥμερον καὶ ὅσοι τῆς αὐτοῦ μερίδος καὶ συγγενείας. καὶ αὐτὸς δὲ ὁ πρωτοσεβαστὸς κατὰ τὰ ἀνάκτορα συλληφθεὶς καὶ φρουρᾷ διαληφθεὶς Γερμανῶν, οἳ κατωμαδὸν τοὺς ἑτεροστόμους πελέκεις ἀνέχουσιν, ἀπρόϊτος ἔμενεν. αὖθις δὲ τῶν μὲν βασιλείων λαθραίως καὶ περὶ μέσας νύκτας ἐξάγεται, τοῖς δὲ κατὰ τὸ ἱερὸν ἀνάκτορον οἰκήμασι δίδοται, ὧν δομήτωρ ὁ πατριάρχης γέγονε Μιχαήλ, μετὰ τῆς αὐτῆς καὶ πάλιν καὶ πλειόνως ἀσφαλεστέρας φρουρᾶς.

Ὢ πραγμάτων παλινστρόφου φορᾶς καὶ θᾶττον ἢ λόγος μετακλινομένης ἐνίοτε. ὁ κατὰ τῆς ἐκκλησίας χθὲς εἰσενεγκὼν ἀκήρυκτον πόλεμον καὶ θρασὺς καὶ αὐθάδης καὶ λίαν ὑπέραυχος καὶ τοὺς φυγάδας ἐκεῖθεν ἀποσπῶν, ὡς οὐκ ἔδει, καὶ μυριάσιν ὄχλων περιβομβούμενος σήμερον δέσμιος καὶ ἀνέστιος μηδένα ἔχων ὀπαδὸν καὶ συλλήπτορα ἢ τὸν σώζοντα καὶ λυτρούμενον. ὁ δὲ ἐδυσχέραινε μὲν κἀπὶ τούτοις, ἐπαθαίνετο δὲ πλέον ὅτι μὴ ἐῷτο ὑπνώττειν ὑπὸ τῶν φυλάκων ἀεὶ ἐπιπιπτόντων αὐτῷ, πρὸς ὕπνον τρεπομένῳ καὶ βιαζόντων ἱστᾶν τοὺς ὀφθαλμοὺς ὥσπερ κέρας ἢ σίδηρον. ὁ δὲ πατριάρχης μὴ μνησικακῶν, ἀλλ᾿ οἰκτείρων τῆς μεταβολῆς τὸν ἄνθρωπον θεραπείας τε ἱκανῆς μετεδίδου καὶ συγγινόμενος τὸ ἄχθος ἐκούφιζε καὶ μετρίως ἐκείνῳ προσφέρεσθαι παρῄνει τοῖς φύλαξι, μηδὲ γίνεσθαι βαρυτέρους τύχης τῆς ἐνεστώσης.

Οὐ μὴν ἀλλ᾿ ἡμερῶν τινῶν διαλειπουσῶν, ἑῷος ἀπάγεται τοῦ νεὼ ἵππῳ βραχυτάτῳ ἐπικαθήμενος καὶ προοδεύουσαν ἔχων σημαίαν ἐπὶ καλάμῳ ἠνεμωμένην καὶ παροινούμενος οὕτω κατῄει πρὸς θάλασσαν. κἀκεῖθεν παραρριφεὶς ἁλιάδι ἐς τὸ πέραν ἀνάγεται πρὸς Ἀνδρόνικον, ἔπειτα καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεται, κοινῶς ἁπάντων τῶν ἐν ὑπεροχῇ συνελθόντων καὶ μετ᾿ Ἀνδρονίκου τὴν τοιαύτην πρᾶξιν κυρωσαμένων.

Καὶ τοιοῦτο μὲν τὰ τῆς αὐτοῦ παραδυναστείας ἢ μᾶλλον οὔπω παγείσης ἀκριβῶς τυραννίδος πέρας εἰλήφεσαν. εἶχε δ᾿ ἄν, εἰ τὰς χεῖρας πρὸς παράταξιν ὥπλιστο καὶ τοὺς δακτύλους πρὸς πόλεμον ἐδεδίδακτο καὶ μὴ ἦν μαλθακὸς αἰχμητὴς καὶ βάτταλος καὶ τῆς ἡμέρας ῥέγκων τὸ ὑπερήμισυ, τῷ τε Ἀνδρονίκῳ τὴν εἰς τὴν πόλιν πάροδον ἀποκλείσας καὶ ἑαυτὸν ἀπείρατον διαφυλάξας τοῦ τότε κακοῦ· ποιεῖν γὰρ ἐπὶ τοῖς βασιλείοις ἠδύνατο θησαυροῖς ὁπόσα ἠβούλετο καὶ ταῖς τριήρεσιν ἐνῆν χρήσασθαι πρὸς τὴν τοῦ ἀνθισταμένου καταπολέμησιν, αἳ τὸ ἐκ Λατίνων εἶχον ὁπλιτικόν, οὕτω μὲν ἐπικρατέστερον ὂν τοῦ Ῥωμαϊκοῦ ναυτικοῦ, οὕτω δὲ πάγχαλκον καὶ ὅλον αἱμοχαρές. ἀλλὰ τοῦ μορσίμου, ὡς ἔοικεν, ἀντικρούσαντος, ὁ μὲν τὸ πρόθυμον ὑπεχάλασεν, Ἀνδρόνικος δ᾿ ἐπιτείνας ὑπεσκέλισε τουτονὶ ἀντιτρέχοντα καὶ τὴν νίκην λαμπρὰν ἀπηνέγκατο.

Ὃς καὶ κατὰ τὴν περαίαν ἔτι διατρίβων στείλας τριήρεις, ὅσαι ὀπίσω τοῦ μεγάλου δουκὸς ἠκολούθησαν, καὶ τῶν συνακολουθησάντων αὐτῷ ἐκ τῶν κατὰ πάροδον χωρῶν στρατιωτικῶν καταλόγων ἅπαν ἐπίλεκτον πόλεμον συγκροτεῖ κατὰ τῶν ἐν τῇ πόλει Λατίνων. καὶ δὴ καὶ τοῦ δήμου τῆς πόλεως ἀναθαρρήσαντος κατ᾿ αὐτῶν καὶ ἀλλήλους ἐς συνασπισμὸν παραθήξαντος, ἐπιθαλάττιος ὁμοῦ καὶ ἐπίγειος ἔρις φύεται. καὶ πρὸς ἄμφω τὰ πλήθη κυκλωσάμενά τε καὶ περιζώσαντα μὴ ἀντιπαλαίειν σθένοντες οἱ Λατῖνοι ὡς εἶχον ἕκαστος σώζειν ἑαυτοὺς ἐπεβάλοντο, τὰς οἰκίας ἀνέντες πλήρεις πλούτου παντὸς καὶ πολυειδῶν ἀγαθῶν, ὁπόσα μεταδιώκουσιν ἄνθρωποι, τοῖς βουλομένοις προνόμευμα· οὐδὲ γὰρ μένειν κατὰ χώραν ἐτόλμησαν ἢ κατὰ Ῥωμαίων αὐτοὶ ἐπελθεῖν ἢ ὅλως ἐπιόντας ὑποστῆναι καὶ δέξασθαι. ἐντεῦθεν οἱ μὲν κατὰ πόλιν διασπαρέντες, ὡς ἔτυχεν, ἄλλοι προσρυέντες οἴκοις ὑπερηφάνοις, οἱ δὲ καὶ τῶν μακρῶν ἐπιβάντες νηῶν, ἃς ἐπλήρουν οἱ ὁμόφυλοί σφισιν, ἐξέφυγον τὸ μαχαίρᾳ πεσεῖν. ὅσοι δὲ συνελήφθησαν θανάτῳ ὑπεδικάσθησαν. πάντες μέντοι τὰς οὐσίας ἀπεβάλοντο. αἱ δὲ πλήρεις τῶν δραπετευσάντων τριήρεις τῶν τῆς πόλεως ἀναχθεῖσαι λιμένων καὶ βλέψασαι πρὸς Ἑλλήσποντον τὸ μὲν λεῖπον τῆς ἡμέρας ἐκείνης προσωρμηκυῖαι ταῖς νήσοις ἐξεπέραναν, ὁπόσαι μικρὸν ἄποθεν τῆς βασιλίδος ἀμφιρρέονται πόλεως μὴ πάνυ πελάγιαι, φημὶ τὴν Πρίγκιπον καὶ τὴν Πρώτην καὶ ὅσαι περὶ αὐτὰς ἀνίσχουσι τοῦ βυθοῦ· τὴν δ᾿ ἐπιοῦσάν τινα τῶν ἐν αὐταῖς ἱερῶν φροντιστηρίων πυρπολήσασαι ἐξῆραν ἐκεῖθεν κώπαις ἁπάσαις καὶ διαπετασθεῖσι λαίφεσι. μηδενὸς δ᾿ ἐπιδιώκοντος, ἔνθα ἦν πρὸς βουλῆς καταίρουσαι ἔδρων ὅ τι καὶ εἶχον κακὸν τοὺς ἐκεῖσε Ῥωμαίους.

Κατ᾿ ἐκείνας δὲ τὰς ἡμέρας καὶ κομήτης ἐφάνη κατ᾿ οὐρανὸν ὑποσημαίνων τὰ ἐσόμενα χείριστα καὶ αὐτὸν ἀτεχνῶς διαχαράττων Ἀνδρόνικον· ὄφεως γὰρ σχῆμα καὶ ἕλιγμα ἡ τοῦ φανέντος ἀνάμματος ὄψις διατυποῦσα νῦν μὲν διετέτατο, νῦν δ᾿ ἀμφιπεριειλίσσετο εἰς ὁλκούς, ἄλλοτε εἰς χάσμα ἀνοιγομένη στόματος φόβον ἐνεποίει τοῖς θεωμένοις οἱονεὶ καταχάσκουσα ἐξ ὕψους τῶν κάτωθεν καὶ ἀνδρομέου γλιχομένη αἵματος. ἡμέρας οὖν ἐκείνης τὸ μήπω ἐκμετρηθὲν καὶ τὴν ἐπιοῦσαν νύκτα διαρκέσας ἠφάντωται.

Ἀλλὰ καὶ ἱέραξ τοῦ θηρεύειν ἐθάς, λευκὸς τὴν πτίλωσιν, τοὺς πόδας λωροπεδούμενος, κἀπὶ καλιᾶς πτερορρυήσας πολλάκις καὶ αὖ πάλιν ἀνηβηκώς, οἴμησεν ἐκ τῆς ἕω πρὸς τὸ τοῦ Λόγου μέγιστον τέμενος καὶ τὸν Θωμαΐτην εἰσιὼν δόμον πολλοὺς κατὰ φήμην θεατὰς ἐφειλκύσατο. ἦσαν δ᾿ οἳ καὶ διετεχνῶντο συλλαβεῖν αὐτόν· ὁ δ᾿ ἐκεῖθεν ἀρθεὶς κατέπτη πρὸς τὸ μέγα βασίλειον καὶ ἄνω τοῦ οἰκήματος καταπαύσας, ἐν ᾧ τοὺς ὑπογυίως τῆς ἀρχῆς ἐπειλημμένους εἴθισται πρὸς παντὸς τοῦ δήμου ἀνευφημεῖσθαι στεφανηφόρους, μετὰ βραχὺ ἐπάνεισι πάλιν πρὸς τὸν νεών. καὶ τὴν τοιαύτην περιοδείαν τρισσῶς σταδιεύσας ὕστερον παρά του θηρεύεται καὶ εἰσάγεται βασιλεῖ. τοῖς μὲν οὖν πλείστοις μέλλειν αὐτίκα Ἀνδρόνικον συλληφθῆναι οἰωνίζετο ἐνθένδε καὶ δίκας γενναίας ὑφέξειν, ἐπεὶ καὶ ἐς αὐτὸν ἔφασκον ἀτεχνῶς τὸ οἰώνισμα ἀφορᾶν πλειστάκις ἐνειρχθέντα δεσμωτηρίῳ καὶ τὸ τῆς κεφαλῆς τρίχωμα χιονούμενον· οἱ δέ γε σοφώτερόν τι προβλέποντες καὶ τὸ φρονεῖν ὑψιβάμονες τριετὲς ἕλιγμα χρονικὸν τὴν τριττὴν εἰς τὸ αὐτὸ κατάντημα πτῆσιν ἰσχυρίζοντο προσημαίνειν καὶ τελευταῖον αὖθις Ἀνδρόνικον φρουρὰν καὶ ποδοκάκας καθυποδέχεσθαι Ῥωμαίων κατάρξαντα.

Πάντων δ᾿ ἐς Ἀνδρόνικον διαπορθμευομένων λοῖσθος ἐς αὐτὸν περαιοῦται ὁ πατριάρχης Θεοδόσιος μετὰ τῶν λογίμων τοῦ βήματος. ὁ μὲν οὖν εἰς τὴν ἑαυτοῦ ἐγγίζειν σκηνὴν τὸν μέγαν ἀρχιερέα ἐνωτισάμενος ἔξεισιν εὐθὺς πρὸς ὑπάντησιν στολὴν ἠμφιεσμένος σχιστὴν ἰοβάφινον ὑφῆς τῆς Ἰβηρικῆς ἐς γόνατα καὶ γλουτοὺς καταβαίνουσαν καὶ πυκάζουσαν τὰ ἕως βραχίονος καὶ πυραμιδουμένην καλύπτραν τῇ κεφαλῇ περικείμενος καπνηρὰν τὴν χροιάν. καὶ πρὸ τῶν ἱππείων χηλῶν βαλὼν ἑαυτὸν ἔκειτο τετανυσμένος μέγας μεγαλωστί. μετὰ μικρὸν δ᾿ ἀνίσταται καὶ τῶν ἐκείνου ποδῶν περιλιχμᾶται τὰ πέλματα, σωτῆρα τοῦ βασιλέως ἀποκαλῶν, ζηλωτὴν τοῦ καλοῦ καὶ τῆς ἀληθείας ὑπέρμαχον, τῷ χρυσῷ τὴν γλῶτταν Ἰωάννῃ ἀνθάμιλλον, καὶ πᾶσαν αὐτῷ προσηγορίαν περιτιθεὶς ἀγαθήν. ὁ δὲ τότε πρώτως Ἀνδρόνικον θεασάμενος, ἐπεὶ κατηθρήκει περιεργότερον βλέμμα γοργόν, ὑποκαθήμενον φρόνημα, σοφιστικὸν καὶ περίεργον ἦθος, ἡλικίας ἀναδρομὴν ἐς πόδα δέκατον μικροῦ ἀνατείνουσαν, ἀγέρωχον βάδισμα, ὀφρὺν ἐπιλλώπτουσαν ὑπεροψίαν, φροντιστικόν τε καὶ ἐπὶ συννοίας ἀεὶ ἄνθρωπον, ταλανίσας τοὺς ἀφρόνως ἄνδρα τοιοῦτον εἰσοικισαμένους ἐπ᾿ ἀνηκέστοις ἑαυτῶν συμφοραῖς „ἀκοῇ μέν” φησιν „ἤκουόν σου τὸ πρότερον, νῦν δὲ καὶ ἑωράκειν καὶ ἐγνώκειν σαφῶς.” καὶ αὖ πάλιν τὸ τοῦ Δαυὶδ ἀποκνίσας εἶπε „καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν” αἱμύλως καθαπτόμενος Ἀνδρονίκου, οἷς τὰ τῆς ἀπαντῆς τῷ σκηνικῷ ὑπεξῆρε τῆς γνώμης ἑαυτὸν ἐδαφίζων καὶ κυνηδὸν προσκνυζώμενος, ἀναφέρων ἅμα τὰ ὀφθέντα πρὸς ἅπερ αὐτῷ ἀπήγγελλεν ὁ βασιλεὺς Μανουὴλ διαζωγραφῶν τῷ λόγῳ Ἀνδρόνικον καὶ οἷον ἀγνοοῦντι τιθεὶς ὑπόψιον. ἀλλ᾿ οὐκ ἔλαθε τὸ τῶν ῥημάτων ἀμφοτερίζον τὸν πολύμητιν Ἀνδρόνικον· ὅθεν καὶ τῇ τῶν λεχθέντων διπλόῃ ὡς οἷα διπάλτῳ ξίφει τρωθεὶς τὴν ψυχὴν καὶ τὴν σκυζομένην οἷον καὶ συνηρεφῆ τῶν ὀφρύων τοῦ πατριάρχου γραμμὴν τῶν ἔνδον καὶ περὶ ψυχὴν κινημάτων εὑρὼν προμνήστριαν „ἴδε” φησὶ „βαθὺς Ἀρμένιος”, ἐπεὶ καὶ τὸ πατρῷον γένος ἐξ Ἀρμενίων ἕλκειν ἐλέγετο.

Τοῦτο δὲ καὶ ἄλλοτέ ποτε ἐπέσκωψεν ἐς αὐτὸν Ἀνδρόνικος, ὅτε ὁ μὲν πρὸς τὸν πατριάρχην τὸν λόγον ποιούμενος ἀχθομένῳ ἐῴκει καὶ μόνος ὑπολελεῖφθαι τοῦ βασιλέως Ἀλεξίου κηδεμὼν ἔλεγε, μηδένα ἔχων τὸν συμπονοῦντά τε καὶ συγκάμνοντα, μηδ᾿ αὐτὴν τὴν ἐκείνου ἁγιότητα, καίπερ τοῦ βασιλέως καὶ πατρὸς τῷ βασιλεῖ Ἀλεξίῳ ἐς αὐτὸν ἀναθεμένου τὴν τοῦ υἱοῦ τημελούχησιν καὶ τὴν τοῦ κράτους αὐτῷ κυβέρνησιν, ὁ δ᾿ ἔφησεν ἀποφροντίσαι πάλαι τὸν βασιλέα, εἴτ᾿ οὖν τοῖς τεθνεῶσιν ἔχειν ἐναρίθμιον, ἐξ ὅτου περ αὐτὸς Ἀνδρόνικος τὴν βασιλίδα πόλιν εἰσεληλύθει καὶ τὰ κοινὰ διαχειρίζει πράγματα. πρὸς ἣν ἀπόκρισιν τοῦ πατριάρχου ἐρυθριάσας Ἀνδρόνικος ἤρετο, τί ἐστι τὸ ἀποφροντίσαι καὶ πρὸς ὃ σημαινόμενον ἐκτετόξευται, τὸν μὴ συνιέντα πλαττόμενος. ὁ δὲ τὸν θῆρα μὴ ἐκμαίνειν ἐθέλων καὶ ἄλλως κατ᾿ αὐτοῦ ὠρυόμενον ἢ τὴν κάμηλον ἀναστομοῦν εἰς ἐξέραμα, πρὸς ὅπερ εἴθιστο, οὐ κατὰ τὴν ἀληθῆ καὶ πρὸς ἣν ἐρρέθη προβάλλων ἐξήγησιν ἑτεροίως τὸν τοῦ ῥήματος νοῦν ἡρμήνευσε, μηκέτι φάσκων φροντίζειν τοῦ βασιλέως ἀλλὰ τὸ τούτου παριδεῖν τημελές· αὐτὸς γὰρ Ἀνδρόνικος αὐτάρκης παιδοκομεῖν αὐτὸν καὶ μονώτατος.

Τῶν δὲ κατὰ τὰ ἀρχεῖα πραγμάτων, ὡς Ἀνδρονίκῳ ἐδόκει καὶ ἀρίστως εἶχε, διῳκημένων παρά τε τῶν υἱέων ἐκείνου καὶ ὅσοιπερ αὐτῷ προσέθεντο, ὀψὲ καὶ αὐτὸς μεταχωρεῖ τῆς Δαμάλεως ὑποψήλας τὸ τοῦ Δαυὶδ ἐν τῷ τὸν πορθμὸν διαβαίνειν καὶ ὑποφθεγξάμενος μετὰ διαχύσεως „ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε, ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.” τοῦ δ᾿ Ἀλεξίου καὶ τῆς ἐκείνου μητρὸς Ξένης ἐξιόντων μὲν τῶν βασιλείων κατὰ τὴν Ἀνδρονίκου βούλησιν, εἰς δὲ τὰς ἐν τῷ Φιλοπατίῳ βασιλικὰς μετασκηνησαμένων οἰκοδομάς, αἳ τοῦ Μαγγάνη ἐλέγοντο, πρόσεισιν ἐκεῖσε Ἀνδρόνικος καὶ τῷ μὲν βασιλεῖ βαθεῖαν ἀπονέμει προσκύνησιν καὶ τοὺς ἐκείνου πόδας προσπτύσσεται, ὡς εἰώθει κοψάμενος καὶ δάκρυ χεάμενος, τῇ δὲ τούτου μητρὶ Ξένῃ ὅσα καὶ ἀπούσῃ τὴν τιμὴν ἀφοσιωσάμενος καὶ τῆς ἐκεῖσε παρουσίας πάρεργον ἀπονείμας τὴν προσαγόρευσιν, βραχύ τι προσδιατρίψας μεταχωρεῖ. καὶ κατὰ τὴν προηυτρεπισμένην αὐτῷ ἐκεῖ που σκηνὴν ἀφικόμενος εἶχε περὶ αὐτὸν τὰς αὐλαίας πηξαμένους, ὃν τρόπον αἱ ὄρνεις ὑπὸ τὰς ἑαυτῶν ἐπισυνάγουσι πτέρυγας τὰ νεόττια, πάντα εὐγενῆ καὶ περίδοξον.

Ὅτε καί τις ἀνήρ, Ἶρος ἄλλος, μολοβρὸς καὶ ἀνέστιος, ἀλύων ἁλοὺς ἀωρὶ τῶν νυκτῶν περὶ τὴν Ἀνδρονίκου σκηνήν, ἐξωμίας καὶ παραβλώψ, τὰ μὲν πρῶτα ὑπὸ τῆς θεραπείας Ἀνδρονίκου ὡς γοητείαις εὐθύνεται χρώμενος, ἔπειτα καὶ τῷ δήμῳ τῆς πόλεως ἐκδίδοται· οἱ δὲ ἀνεξελέγκτως αὐτὸν εἰς τὸ θέατρον κραῦρα ξύλα καὶ φακιόλους φορυτῶν ξυναγείραντες κατακαίουσιν.

Συχνὰς δ᾿ ἐκμετρήσας ἡμέρας Ἀνδρόνικος σὺν τῷ βασιλεῖ κατὰ τὸ Φιλοπάτιον ἔσχεν ἔρον εἰς τὴν μεγαλόπολιν εἰσελθεῖν καὶ τὸν τοῦ βασιλέως καὶ ἐξαδέλφου Μανουὴλ τάφον ἰδεῖν. ὅθεν κατὰ τὴν τοῦ Παντοκράτορος μονὴν γεγονὼς καί, ποῦ τέθαπται ὁ νεκρός, ἐρωτήσας καὶ ἐπιστὰς τῷ σωματοφυλακοῦντι μνήματι πικρῶς ἐπεδάκρυσε καὶ περιπαθῶς ὠλοφύρατο, ὡς καὶ πολλοὺς τῶν παρεστώτων μὴ τὸν κρυψίνουν ὅλως διορᾶν Ἀνδρόνικον ἔχοντας θαυμάσαι λίαν καὶ εἰπεῖν „ὢ τοῦ θαύματος, πῶς ἐφίλει τὸν προσγενῆ ἄνακτα, καίπερ διώκτην ὄντα θερμὸν καὶ φιλανθρώπως αὐτῷ μὴ χρησάμενον.” τινῶν δὲ τῶν ἐκ τοῦ γένους ἀποσπώντων αὐτὸν τῆς σοροῦ καὶ ἀρκούντως ὑποφωνούντων τεθρηνηκέναι, οὐδ᾿ ὅλως καθυπεῖξε ταῖς παραιφάσεσιν, ἀλλ᾿ αἰτήσας καὶ ἔτι μικρὸν ἐνδοθῆναί οἱ προσκαρτερῆσαι τῷ τάφῳ, ἔχειν γάρ τι τῷ κειμένῳ κατὰ μόνας διαλεχθῆναι, τὰς χεῖρας ὡς πρὸς ἱκεσίαν διασκευάσας καὶ διαπετάσας τὰς παλάμας καὶ διάρας τοὺς ὀφθαλμοὺς πρὸς λίθον τὸν νεκροδέγμονα τὰ χείλη μὲν κινῶν, φωνὴν δ᾿ οὐδαμῶς ἐξικνουμένην εἰς ὦτα τῶν συνεστώτων οὐμενοῦν ἀφιεὶς διάλεξίν τινα λαθραίαν ἐπεποίητο. τοῖς μὲν οὖν πλείστοις ἐπῳδή τις βαρβαρικὴ λελόγιστο τὰ ὑποψαλλόμενα· ἦσαν δ᾿ οἵ, καὶ τούτων μάλιστα οἱ τὴν εὐτραπελίαν μεταδιώκοντες, ἐπικερτομεῖν Ἀνδρόνικον ἔφασκον τῷ βασιλεῖ Μανουὴλ καὶ ἀτεχνῶς κειμένῳ ἐπεμβαίνοντα λέγειν „ἔχω σε τὸν διώκτην καὶ πολλὰς ἐμοὶ πλάνας προυξενηκότα καὶ ὑφ᾿ οὗ παγκόσμιον μικροῦ γεγένημαι περιλάλημα, πᾶσαν δυστυχῶς ἐπιὼν ὁπόσην ἔπεισιν ἥλιος ἅρματι. καὶ σὲ μὲν ὁ ἑπτακόρυμβος οὑτοσὶ συνέξει λίθος ὅσα καὶ ἄφυκτον δεσμωτήριον νήγρετον καθεύδοντα ὕπνον καὶ τῆς τελευταίας σάλπιγγος ἐπιδεᾶ· ἐγὼ δὲ τὸ σὸν μετελεύσομαι γένος οἷα καὶ λέων μεγάλῳ ἐπεγκύρσας θηράματι καὶ δίκας ὧν ὑπὸ σοῦ κακῶς ἐπεπόνθειν γενναίας εἰσπράξομαι, τὴν ἑπτάλοφον ταυτηνὶ καὶ λαμπρὰν εἰσιὼν μεγαλόπολιν.” Ἐκ δὲ τούτου πάντα οἶκον ἐπιὼν περιφανῆ καὶ λαμπρὸν καὶ σταθμοὺς ἐν αὐτοῖς τιθέμενος, ὥσπερ οἱ παροδεύοντες, ἐχρῆτο τοῖς κοινοῖς, ὡς ᾑρεῖτο, πράγμασι, τῷ μὲν βασιλεῖ Ἀλεξίῳ κυνηγεσίοις ἐφιεὶς προσανέχειν καὶ κούφοις τῷ τέως τρέφεσθαι πνεύμασι μετὰ τῶν φυλάκων, οὓς αὐτῷ ἐπέστησεν οὐ μόνον τὴν εἴσοδον αὐτοῦ καὶ τὴν ἔξοδον ἐφορῶντας τοῦ μυθικοῦ πολυομμάτου Ἄργου περιεργότερον, ἀλλὰ καὶ μηδένα τῶν ἁπάντων παρεῶντας μόνῳ ἐντυγχάνειν αὐτῷ ὑπέρ τε οὑτινοσοῦν διομιλεῖσθαι πράγματος, ἑαυτὸν δὲ ὅλον ἐπιδοὺς ταῖς μερίμναις, οὐχ ὅπως εὖ πράττοιεν τὰ Ῥωμαίων, ἀλλ᾿ ὅπως ἀφελεῖ ἐκ τῶν βασιλείων καὶ σύμβουλον ἀγαθὸν καὶ κατὰ χεῖρα γενναῖον ἄνδρα καὶ ἀρειμάνιον καὶ οἱονδήτι ἕτερον κατόρθωμα κτώμενον.

Ἀμειβόμενος δὲ τῆς πρὸς αὐτὸν εὐνοίας τοὺς Παφλαγόνας καὶ πάντα ἄλλον συνεφαψάμενον αὐτῷ τῆς ἀποστασίας ἀξιώμασι τούτους ἐτίμησε καὶ δωρεαῖς φιλοτίμοις ἐδεξιώσατο. καὶ τὰ λαμπρὰ δὲ τῶν ἀξιωμάτων καὶ τὰ τῶν ὀφφικίων μεγαλοπρεπῆ, ὥσπερ οἱ ἐδόκει, μετατιθεὶς ἐπὶ τινῶν μὲν τοὺς ἑαυτοῦ παῖδας προυβάλετο, ἄλλοις δ᾿ ὑπεξῆρεν ἑτέρους, ἐκείνους δήπουθεν, οἳ ὀπίσω αὐτοῦ ἐπορεύθησαν ὡς τοῦ Βάαλ πρότερον οἱ ἀποστάντες ζῶντος Θεοῦ καὶ οἳ τὴν παρ᾿ ἐκείνῳ δόξαν προέθεντο τῆς ἐπαινετῆς καὶ προτέρας τιμῆς καὶ τῷ δικαίῳ μερίδα παρεχομένης.

Οἱ μὲν τοίνυν τῶν ἀνθρώπων ἀπηλαύνοντο οἴκου καὶ πατρίδος καὶ τῶν φιλτάτων ἀποδιίσταντο, οἱ δὲ εἱρκταῖς καὶ χειροπέδαις σιδηραῖς παρεδίδοντο, ἄλλοι τοὺς ὀφθαλμοὺς ἐξεκόπτοντο, αἰτίαν οὐδεμίαν πρόδηλον ἐπαγομένην ἑαυτοῖς εὑρίσκοντες, τὸ δὲ εἶναι τῶν εὐπατριδῶν σιωπηλῶς ἐγκαλούμενοι καὶ κατὰ πόλεμον πολλάκις εὐδοκιμῆσαι ἢ φυῆς σώματος γενναιοτάτης ἢ ὥρας ἱκανωτάτης μεταλαχεῖν ἤ τι ἕτερον φέρειν ἐπαινετὸν ὑποκνίζον Ἀνδρόνικον, οὐδ᾿ ἀγαθὰς ἐκείνῳ τὰς ἐλπίδας ὑποβάλλον, εἴτε μὴν παλαιᾶς μικρολυπίας ὑποτῦφον ἐμπύρευμα καὶ φρυκτεῦον κατὰ βραχὺ τὸ πρώην λεληθὸς καὶ σποδιούμενον τοῦ θυμοῦ.

Ἦν τοίνυν ἀνύποιστος ἡ τοῦ τότε καιροῦ φορὰ καὶ ἡ πρὸς ἀλλήλους καὶ τῶν πάνυ γνησιωτάτων οὐκ εὐπιστία κακὸν ἀφόρητον ἦν. οὐ γὰρ μόνον ἀδελφὸς παρεώρα κασίγνητον καὶ πατὴρ υἱέα παρέτρεχεν, ἂν οὕτως ἤρεσκεν Ἀνδρονίκῳ, ἀλλὰ καὶ τοῖς καταπροδιδοῦσι τούτους συνέπραττον τὰ ἀνήκεστα καὶ τὴν τοῦ γένους συνδιετίθουν ἀπώλειαν. εἰσὶ δ᾿ οἳ καὶ κατεμήνυον αὐτότατοι τοὺς οἰκείους ὡς ἢ τὰ παρ᾿ Ἀνδρονίκου χλευάζοντας δρώμενα ἢ γοῦν τῷ τὴν πατρῴαν ἄρχοντι ἀρχὴν Ἀλεξίῳ προσκειμένους, Ἀνδρονίκου δὲ ἀπαυχενίζοντας ἑαυτούς. πολλοὶ δὲ κἀν τῷ ἄρτι κατηγορεῖν κατηγόρηντο καὶ διελέγχοντες ἑτέρους ἐπ᾿ Ἀνδρονίκῳ τέκτονας κακῶν ὑπ᾿ αὐτῶν τῶν κατηγορουμένων ἢ καὶ ἄλλων παρεστώτων προσηγγέλλοντο καὶ εἶχε τούτους κἀκείνους συναπαγομένους μία φρουρά.

Καὶ πιστοῦταί μοι τὸν λόγον ὁ Καντακουζηνὸς Ἰωάννης παλαμναιοτάταις πυγμαῖς παίων ἐκτομίαν τινὰ Τζίταν καλούμενον καὶ τοὺς ὀδόντας ἐκριζῶν καὶ τὰ χείλη ἀφαιματῶν, ὅτι πεφώραται ὅλως Ἀλεξίῳ τῷ βασιλεῖ περὶ τῶν κοινῶν διαλεχθεὶς συμφορῶν, παραχρῆμα δὲ συλλαμβανόμενος καὶ αὐτὸς ἐξομματούμενός τε καὶ εἱρκτῇ ζοφώδει παραρριπτούμενος, οἷς προσαγορείαν διὰ τοῦ δεσμοφύλακος πέπομφεν ἑνὶ τῶν γυναιχομαίμων Ἀγγέλων δεσμώτῃ ὄντι τῷ Κωνσταντίνῳ.

Οὐκοῦν διὰ ταῦτα ἦν εἰς πόνον ἅπασα κεφαλὴ καὶ παρρησίαν ἦγον, ὡς οὔποτε τοῖς ἔργοις αὐτοῖς πιστούμενα, ὅσα τὸ Ἐμπεδόκλειον νεῖκος τερθρεύεται τέρατα. οὐ γὰρ ἐκλεκτὸς ἅπας καὶ ὑψηλὸς τῆς ἐναντίας Ἀνδρονίκῳ μερίδος ἔπασχε τὰ οἰκτρότατα, ἀλλὰ καὶ περὶ τοὺς οἰκείους θεραπευτῆρας ἀπιστότατος ὤν, οὓς χθὲς ἐψώμιζε στέαρ πυροῦ καὶ οἷς τὸν μόσχον παρετίθει τὸν σιτευτὸν καὶ τὸν ἀνθοσμίαν ἐκίρνη ζωρότερον καὶ τῷ κύκλῳ τῶν περὶ ἐκεῖνον ἐνέγραφε, τούτους διετίθει χειρίστως σήμερον. ἦν δὲ καὶ τὸν αὐτὸν ἐπὶ τῆς αὐτῆς ἡμέρας πολλάκις ὁρᾶν στεφανούμενον ἅμα κατὰ τὸν τοῦ Ξέρξου ναύαρχον καὶ δειροτομούμενον, ὑμνούμενόν τε καὶ βλασφημούμενον. ὥστε καὶ πολλοὶ τῶν τῆς ἐκείνῳ μερίδος, οἱ ὅλως ἐς νοῦν βάπτοντες, τὸν ἐξ Ἀνδρονίκου ἔπαινον καταβολὴν ἐνόμιζον ὕβρεως καὶ τὴν ἀγαθοῦ τινος ἀνθρωπικοῦ παροχὴν ἔμεσιν τῶν προσόντων καὶ καταστροφὴν τὴν ἐπιστροφήν.

Ὁ δ᾿ αὐτὸς φαρμακὸς ὢν ὀλοώτατος ἐλελήθει πρότερον, ἡνίκα τυραννεῖν ἐπεβάλετο· ἡμερῶν δέ τινων διαλειπουσῶν ᾔδετο παρὰ πᾶσι καὶ θανασίμους κεραννύειν ἐπίστασθαι κύλικας καὶ τῆς ὀλεθρίας ταύτης ἐς ᾅδου καταγωγῆς πρώτην πειραθῆναι τὴν καισάρισσαν Μαρίαν τὴν θυγατέρα τοῦ βασιλέως Μανουήλ, τὴν ὑπὲρ πάντας τὴν αὐτοῦ κάθοδον ἐς τὴν πατρίδα γλιχομένην ἰδεῖν· ὑποφθαρῆναι γὰρ χρησταῖς ὑποσχέσεσιν ἐκτομίαν τινὰ πατρῷον ὑπηρέτην τῇ γυναικί, ᾧ τὸ ἐπίκλην Πτερυγεωνίτης, καὶ λυγρὸν ἐγχέαι διὰ τούτου τῇ ἀνθρώπῳ τὸ φάρμακον, εἶναι δὲ οὐ τῶν αὐτίκα θανατούντων τὸ ποθὲν δηλητήριον ἀλλὰ τῶν κατὰ βραχὺ παρατιθεμένων θανάτῳ καὶ ὑπεξαγόντων τοῦ ζῆν σχολαιότερον.

Οὐ πολὺς ὁ ἐν μέσῳ καιρός, καὶ τῷ τῆς γυναικὸς μόρῳ καὶ ὁ ταύτῃ σύζυγος καῖσαρ ἐπηκολούθησε. πλὴν οὐδ᾿ οὗτος φυσικῶς ἐλέγετο τελευτᾶν, ἀλλὰ κἀπὶ τούτῳ ἀνδροφόνος ἐθρυλλεῖτο παρὰ πάντων Ἀνδρόνικος καὶ κύλιξ ἐτεκμαίρετο μία δύο ἀμαυρῶσαι τέκνα πιότητος.

Βουληθεὶς δὲ τὸ ἐκ τῆς ἀνεψιᾶς Θεοδώρας ἀποτεχθὲν αὐτῷ θυγάτριον τὴν Εἰρήνην εἰς γάμον ἁρμόσαι τῷ Ἀλεξίῳ, ὃν ἡ ἀδελφόπαις τῷ βασιλεῖ Μανουὴλ Θεοδώρα συνερχομένη τούτῳ ἐγείνατο, βιβλίον λακωνίζον ξυντίθησι πρὸς τὴν ἱερὰν σύνοδον καὶ τοῦτο ὑποσημηνάμενος κάτωθεν διὰ μέλανος τῷ οἰκείῳ ὀνόματι ἐπὶ κοινῆς ἀκροάσεώς τε καὶ σκέψεως ἀναδίδωσιν. ἦν δὲ τῶν γραφομένων ὁ νοῦς, εἰ συγχωρηθήσεται προβῆναι συνάλλαγμα γαμικὸν βραχὺ μὲν ἢ οὐδὲν παρυπεμφαῖνον τὸ ἄσεμνον, γενησόμενον δ᾿ ὅμως εἰς ἁρμογὴν τῆς ἑῴας καὶ ἑσπερίου λήξεως καὶ ἀνάρρυσιν αἰχμαλώτων καὶ χορηγὸν πλείστων ὅσων ἑτέρων συνοισόντων κοινῇ. καὶ τὸ βραχυσύλλαβον τοῦτο γραμμάτιον καθά τις εὐρυχανδὴς ζωμήρυσις ἢ Ποσειδώνειος τρίαινα ἢ τὸ εὐφυὲς τῆς Ἔριδος μῆλον τήν τε σύνοδον διεκύκησε καὶ τῆς συγκλήτου μέρος, ὁπόσον περὶ τὸ κρίνειν διέστησεν, ἢ ἀληθέστερον εἰπεῖν, κατ᾿ ἀλλήλων ἐφώπλισε καὶ εἰς μοίρας ἐναντίας ἀπέκρινε. χρήμασι γὰρ οἱ πλεῖστοι τούτων καθυπαχθέντες καὶ τιμῶν ἀναβάσεσι μαλαχθέντες ἐπευδόκουν, ὡς οὐκ ὤφελον, οἷα μὴ κεκωλυμένῳ τῷ γάμῳ· οἱ δὲ θρασύτεροι τῶν δικαστῶν καὶ ψηφοφαγεῖν εἰωθότες καὶ κατὰ τοὺς περιφανεῖς ἀγυρτεύοντες οἴκους καὶ οἱ φιλόχρυσοι τῶν ἐκ τῆς συνόδου καὶ θεοκάπηλοι μηδὲ συγγένειαν ἐπισύρεσθαι διετείνοντο τὰ συναφθησόμενα πρόσωπα διὰ τὸ ἐξ ἀθεμίτων ἑνώσεων ἀμφότερα γεγενῆσθαι καὶ τοῖς νόμοις τὰ τοιάδε κυήματα ἀνεπικοινώνητα συγγενείας καὶ ἐκ διαμέτρου ἀφεστῶτα λογίζεσθαι καὶ ἀμαθὲς ἔλεγον εἶναι καὶ τὸ οἴεσθαι ὅλως δεῖν ὑπ᾿ ἐξέτασιν πίπτειν ἐκδηλοτέραν ἡλίου ὑπόθεσιν. οἱ δὲ οὐδ᾿ ἄκροις ὠσὶ παραδεχόμενοι τὰ φθεγγόμενα καὶ ὡς ἀγχεμάχοις ὅπλοις τοῖς νόμοις τὰς προσβολὰς αὐτῶν ἀπρακτοῦντες μηδὲ συγχωροῦντες τῇ πράξει ὡς ἀθεμιτογαμίας μεστῇ ἀντέπιπτον γενναιότερον.

Ἦσαν δὲ οἱ τὴν καλλίστην ταύτην εἰσηγούμενοι γνώμην καὶ τῆς πάλης τῆς κρείττονος βραχεῖς ἐκ τῶν ἀρχιερέων καὶ τῶν ἐντρόφων τοῦ βήματος καί τινες εὐσύνοπτοι τῶν τῆς συγκλή του βουλῆς. καὶ αὐτοὺς δὲ ὁ τοῦ πατριάρχου ζῆλος ἐπισυνίστη τε καὶ ἐπήλειφεν οὐκ ἐῶν ἑτεροζυγεῖν καὶ οἴκοθεν ἄλλως σπεύδοντας. οὔτε γὰρ Ἀνδρονικικὸς αὐτὸν ἐξέλυσε στομφασμός, οὔθ᾿ ἡ τῶν αὐτοῦ λόγων ἐστυφέλιξε δύναμις, οὔθ᾿ αἱ ἀπειλαὶ διετάραξαν, ἀλλ᾿ ἦν ἀτίνακτος ὡς ἐκεῖνος ὁ πρόβολος, περὶ ὃν ἀεὶ κῦμα ὀρθὸν ἵσταται καὶ ἅλμη περιμορμύρουσα, ὁ δὲ εἰς ἀφρὸν διαλύων καὶ μακρὰ κλάειν ἐῶν τὴν ἠχήεσσαν θάλασσαν ἐπὶ τῆς αὐτῆς ἐστήρικται βάσεως.

Ἀμέλει τοι καὶ ἰδὼν ὡς οὐδὲν ὠφελεῖ, ἀλλ᾿ ἀνακαλύπτως ἔπεισι τὰ δεινὰ καὶ νικᾷ τὰ χείρονα, τῶν ἱερῶν ἀρχείων ἀπανίσταται καὶ πρὸς τὴν νῆσον ἀφικνεῖται Τερέβινθον, καθ᾿ ἣν αὐτῷ τὴν καταγωγὴν καὶ τὴν τοῦ σκήνους ηὐτρεπίκει κατάθεσιν. ὁ δ᾿ Ἀνδρόνικος τὴν τοῦ Θεοδοσίου ὑποχώρησιν δεξίωμα τύχης κάλλιστον ἡγησάμενος, ὡς παρὰ δόξαν ἅμα καὶ κατὰ γνώμην ἐκείνῳ γεγενημένην, τό τε συνάλλαγμα ἐξεπέρανε τῶν γάμων, εὐλογητὴν ἀναδείξας τὸν ἀρχιποίμενα τῶν Βουλγάρων παρόντα τηνικαῦτα τῇ πόλει, καὶ περὶ τοῦ τὸν πατριαρχικὸν θρόνον διαδεξομένου καὶ αὐτῷ πληρώσοντος τὰ κατ᾿ ἔφεσιν διασκέπτεται. καὶ ἐπικρίνεται Ἀνδρονίκῳ εἰς τὴν οἰκουμενικὴν προεδρίαν ὁ Καματηρὸς Βασίλειος, ἢ τὸ ἔμπαλιν, ὡς ἐλέγετο, αὐτὸς Ἀνδρόνικον ἐφειλκύσατο πρὸς τὴν τοιαύτην ἐπιλογήν, οἷς μονώτατος ἐξ ἁπάντων Ἀνδρονίκῳ ἐγγράφως συνέθετο ἐκεῖνα ἐν τῷ ἀρχιερατεύειν διαπράττεσθαι, ὅσα φιλητὰ Ἀνδρονίκῳ, κἂν εἴησαν παναθέμιτα, κἀκεῖνα πάλιν ἀποστυγεῖν, ὁπόσα οὐχ ἡδύνει Ἀνδρόνικον.

Οὐ μόνον δὲ τὰ κατὰ πόλιν οὕτως ἐνόσουν, ἀλλὰ καὶ τὰ ἔξω χειρόνως ἔπασχον, ἀντιπεριάγοντος τοῦ δαιμονίου τὴν ὑπὸ Ῥωμαίους ἐς πᾶν ἀξύμφορον. ὁ γὰρ τοῦ Ἰκονίου σουλτάν, ὃν ἐδείμαινε πέτρον ἀεὶ κατὰ Τάνταλον ὑπὲρ κεφαλῆς ἀνατέλλοντα, φημὶ δὴ τὸν ἄνακτα Μανουήλ, ἐς ᾅδου μετακεχωρηκότα μαθὼν τήν τε Σωζόπολιν πολέμου νόμῳ κατέσχε καὶ τὰς πέριξ κωμοπόλεις ληϊσάμενος ὑφ᾿ ἑαυτὸν ἐποιήσατο, καὶ τὴν Ἀττάλου δὲ λαμπροτάτην πόλιν πολιορκίᾳ χρονίᾳ ἐκάκωσε καὶ τὸ Κοτυάειον ἐξεπόρθησε καὶ ἑτέρας συχνὰς πόλεις παρεστήσατο.

Καὶ ὁ μέγας δὲ δομέστικος Ἰωάννης ὁ ἐκ Κομνηνῶν, ᾧ τὸ ἐπώνυμον Βατάτζης, ἀνὴρ οὐ φαῦλος τὰ τακτικά, πολλὰς δὲ νίκας πολλάκις ἐπανῃρημένος κατὰ Περσῶν, τῇ Φιλαδελφείᾳ ἐνδιατρίβων ἀντεκάθητο γενναίως τῷ Ἀνδρονίκῳ καὶ ὀλιγώρως τῶν τούτου εἶχεν ἐπιταγῶν καὶ ἀπειλοῦντι δεινὰ ἀντενεβριμᾶτο δεινότερα καὶ κακῶς ἀκούων ὡς τυραννίδι ἐπιχειρῶν τῷ ἤδη τετυραννηκότι λαμπρῶς ἐπετίμα τε καὶ ἐπέπληττεν ὡς ἐνστάτῃ δαίμονι τὸ βασίλειον γένος ἐκτρίβοντι.

Ὅθεν ἐμφυλίων στάσεων καὶ πολέμων αἱ Ἀσιάτιδες ἔγεμον πόλεις. καὶ ἦν τὰ ἐντεῦθεν δρώμενα δυσαχθέστερα τῶν ἐκ τῶν γειτόνων συμβαινόντων ἐχθρῶν, ἢ καὶ οὕτως εἰπεῖν, ᾧ χεὶρ οὐκ ἐπεξῆλθεν ἀλλόγλωττος, τοῦτο ἡ ἐγχώριος ἐθέριζε δεξιά, καὶ κατ᾿ ἀλλήλων ἐκπεπολέμωτο τὸ ὁμόφυλον βαρβαρωθὲν καὶ τοὺς τῆς συγγενείας νόμους ἠγνοηκός.

Καὶ Ἀνδρόνικος μὲν ὁπλίζειν ἔγνω κατὰ τοῦ Βατάτζη τὸν Λαπαρδᾶν Ἀνδρόνικον, ἄνδρα βραχὺν μὲν τὸ δέμας, δραστήριον δὲ τὰ πολέμια, οὐκ ὀλίγον αὐτῷ στρατολογήσας ὁπλιτικόν· ὁ δὲ Κομνηνὸς Ἰωάννης νόσῳ τότε συνισχημένος καὶ περί που τὴν Φιλαδελφέων πόλιν ἐσκηνημένος ἀντεξάγει τῷ Λαπαρδᾷ τοὺς υἱεῖς, τόν τε Μανουὴλ καὶ τὸν Ἀλέξιον. τοῦ δὲ πολέμου συχνὰς μεταλαβόντος τροπάς, ὁποίας αὐτὸς ἴσησι, καὶ πολλῶν ἐξ ἑκατέρων ἀναιρουμένων ταῖς ἐμφυλίοις συμπλοκαῖς, βαρυπενθὴς ἦν ὁ Βατάτζης τῇ ἐνσκηψάσῃ καχεξίᾳ ἐπιστυγνάζων ὡς ἀμφοτέραις αὐτὸν συσχούσῃ καὶ καταβαλούσῃ δυστυχῶς ἐπὶ κλίνης, ὅτε δημοσιεύειν ἔδει καὶ παριστᾶν ὃ τρέφει περὶ τὰ πολεμικὰ γενναῖον καὶ τὰς ἐπὶ νίκῃ νενομισμένας φωνὰς πρὸς τῶν ἑῴων πόλεων δέχεσθαι, ἔτι δὲ πιστοῦσθαι τοῖς ἔργοις πρὸς οἷον ἀντιφέρεται ἀρχηγὸν ὁ βαθυγέρων Ἀνδρόνικος. πράγμασι δὲ καθυποδεικνὺς ὡς προθυμία καὶ νεκροὺς ἀνίστησι καὶ ὡς οὐδὲν καρδίας αἰσθητικῆς ἰσχυρότερον, αἴρειν αὐτὸν ἐπὶ κλινιδίου αὐτοσκεύου προτρέπεται καὶ στῆσαι φέροντας ἐν γηλόφῳ, ὅθεν ὁρατά οἱ τὰ κατὰ πόλεμον ἔσοιτο. οὗ δὴ γεγονότος καὶ τοὺς υἱεῖς αὐτοῦ τὴν στρατιὰν κατὰ τὸν δοκοῦντά οἱ τρόπον ἐκτάξαι κελεύσαντος, ἡ νίκη περιφανῶς πρὸς τὸ ἐκείνου μετέβη στράτευμα, τὸ δὲ τοῦ Λαπαρδᾶ τὰ νῶτα μεταβαλὸν ἐπὶ πλεῖστον ἦν χρόνον διωκόμενον καὶ κτεινόμενον.

Μετὰ βραχείας δ᾿ ἡμέρας τὸν βίον καταστρέψαντος τοῦ Βατάτζη, οἱ Φιλαδελφεῖς πικρῶς ἐπ᾿ αὐτῷ καὶ βύθιον ὀλολύξαντες προσχωρεῖν ἐγνώκεισαν Ἀνδρονίκῳ, ὡς μὴ εἶναι ὅστις οὐ τῶν ἁπάντων. οἱ δὲ καὶ ἐς αὐτὴν τὴν βασιλεύουσαν πόλιν τὸ τῆς προθυμίας πτερὸν ἔλυον καὶ Ἀνδρόνικον θεραπεύοντες κατὰ τοῦ ἀετιδοῦς ὄρνιθος τοῦ Βατάτζη καὶ τῶν ἐκείνου νεοττῶν ἔκρωζον ὡς κορῶναι λακέρυζαι ἢ γοῦν ὡς κηφῆνες περιεβόμβουν ἀγυιὰς καὶ ἀνάκτορα, ὁποῖον δὴ τῶν κακοσχόλων τὸ ἐπιτήδευμα καὶ τῶν δικρόαν τρεφόντων γλῶτταν ἐπὶ τοῦ στόματος. οἱ δὲ τοῦ μεγάλου δομεστίκου υἱοὶ δείσαντες, μὴ συσχεθεῖεν καὶ καταπροδοθεῖεν Ἀνδρονίκῳ, μεθίστανται ἐκεῖθεν καὶ τῷ Ἰκονιεῖ σουλτὰν προσρύονται· οἳ καὶ ὕστερον ἐξ ὧν ἔπαθον προδήλως ὑπέδειξαν μὴ ἐξεῖναι τὰς πάγας ὑπεραλέσθαι τινὰ ἢ τὸ ἀμφίβληστρον διεκδῦναι, ὃ ἡ ἄνωθεν ἐξέτεινε πρόνοια. δυσχεράναντες γὰρ ἐπὶ τῇ μετὰ τοῦ σουλτάνου χρονίᾳ διατριβῇ ὡς οὐκ ἀμύνειν τοὺς ἐχθροὺς ἐκείνοις ἐθέλοντος εἰς Σικελίαν ἀπαίρειν κεκρίκασι. καὶ δὴ νηὸς ἐπιβάντες καὶ οὐρίῳ τὰ πρῶτα πνεύματι χρώμενοι τὸ Κρητικὸν διαπλωΐζονται πέλαγος· κατὰ δὲ τοῦτο τοῦ πνεύματος ἀντιστάντος ἀναγκαστῶς τῇ Κρήτῃ προσίσχουσι καὶ γνωσθέντες παρά τινος ἐκεῖσε φυλάσσοντος (γένους οὗτος τοῦ πελεκυφόρου καὶ Κελτικοῦ) συλλαμβάνονται καὶ τῷ τῆς Κρήτης δασμολόγῳ καταμηνύονται. ὁ δὲ ᾑρεῖτο μὲν τοὺς ἄνδρας ἐκσῶσαι καὶ τῆς νήσου ἀρτεμέας ἐκπέμψαι, ἄλφιτα αὐτοῖς ὑδρευσάμενος καὶ οἶνον ἐπισιτισάμενος καὶ τἆλλα τὰ πρὸς τὸν πλοῦν ἐπιτήδεια χορηγήσας, οὐκ ἔχων δ᾿ ὅπως περανεῖ τὰ κατὰ σκοπὸν (καταφανεῖς γὰρ ἤδη τοῖς ἅπασιν ἐγεγόνεισαν) δῆλα τίθησιν Ἀνδρονίκῳ τὰ κατὰ τοὺς τάλανας Κομνηνούς. καὶ οὗτος μισοφαὴς ὢν καὶ ταῖς τῶν ἀνδρῶν κόραις ἀκορέστως ἀντικαθήμενος τοῦ φωτὸς τούτους ἀποστερεῖ.

Τότε δ᾿ οὖν Ἀνδρόνικος θείαν ἐπισκοπὴν τὸν τοῦ Βατάτζη θάνατον ἡγησάμενος καὶ προστιθεὶς ταῖς λοιπαῖς αὐτοῦ δολοφροσύναις καὶ ἕτερον τοῦ τρόπου προκάλυμμα στεφθῆναι αὐτοκράτορα εἰσηγεῖται τὸν βασιλέα Ἀλέξιον. καὶ δὴ ἐπὶ τῶν ὤμων ἄρας αὐτὸν καὶ μετὰ δακρύων θερμῶν εἰς τὸν τῆς Μεγάλης Ἐκκλησίας ἀνακομίσας ἀνάσταθμον ἐπὶ μάρτυσι μυριάσι πολλαῖς πλήθους ἀστικοῦ καὶ ἀλλοίου καὶ πάλιν ὁμοίως ἐκεῖθεν κατενεγκὼν ἔδοξε φιλοστοργότερος εἶναι πατρὸς καὶ δεξιὰ χεὶρ ἐπιστῆναι τῷ νεαρῷ τῆς βασιλείας ὅρπηκι. ὁ δὲ τὸ τοῦ Δαυὶδ ἄντικρυς διδοὺς πέρατι, ὅ φησιν „ἐπάρας κατέρραξάς με” διενοεῖτο ταῦτα καὶ ἐπετέλει.

Τῷ τοι καὶ πάντας ἐκποδὼν θέσθαι προθυμηθεὶς διεξῆγεν, ὡς ᾑρεῖτο, τὰ κατὰ τὴν βασιλείαν πράγματα τῶν ὅλων κύριος καθεστώς. καὶ πρῶτα μὲν τὴν τοῦ βασιλέως μητέρα τοῦ παιδὸς καὶ βασιλέως ἀποστῆσαι βουλόμενος οὐκ ἔληγεν αὐτῆς καταβοώμενος καὶ τὸν ἀπονοστοῦντα πλαττόμενος φάσκων ἀντικαθίστασθαί οἱ ταυτηνὶ προδηλότατα καὶ πρὸς πᾶσαν πρᾶξιν καὶ μηχανὴν τῷ κοινῷ τῆς πολιτείας καὶ τῷ βασιλεῖ συνοίσουσαν ἀντιπολιτεύεσθαι καὶ τὸν δῆμον εἰς τὰς κατ᾿ αὐτῆς ἐξεκύμαινεν ὕβρεις, ὡς πολλάκις εἰς τὸ ἱερὸν ἀρχεῖον ἐκδημαγωγηθέντα συναθροισθῆναι καὶ πρὸς τὴν κατὰ τῆς δεσποίνης σκέψιν τε καὶ προβούλευσιν ἀφαρπάσαι καὶ μὴ ἑκόντα τὸν πατριάρχην τὸν πάνυ τὸν Θεοδόσιον καὶ παραβιάσασθαι τοῦτον εὐδοκῆσαι δι᾿ ὑπομνήματος τὴν ἐκ τοῦ μέσου ταύτης μετάστασιν καὶ τὴν ἐκ τῶν βασιλείων ἄπαρσιν. τάχα δ᾿ ἂν καὶ τῶν γενείων αὐτοῦ ἐπελάβοντο τῶν ἀγοραίων οἱ κυνογνώμονες παρ᾿ οὐδὲν τὴν ἐμπρέπουσαν ἐκείνῳ θέμενοι ὁσιότητα, εἰ μὴ κατένευσε πρὸς τὰ παρ᾿ Ἀνδρονίκου αἰτούμενα ἐπὶ τὸ εὖ διατιθεὶς τὴν τοῦ κινδύνου σφοδρότητα.

Μικροῦ δὲ ἐδέησε κινδυνεῦσαι περὶ τὸ ζῆν κἀκ τῶν τοῦ βήλου κριτῶν τὸν Τορνίκην Δημήτριον, τὸν Μοναστηριώτην Λέοντα καὶ Κωνσταντῖνον τὸν Πατρηνόν, οὔπω τῷ κύκλῳ ἐγγραφέντας τῶν Ἀνδρονίκῳ προσθεμένων, μηδὲ πρὸς πᾶν ἐράσμιον ἐκείνῳ δουλογραφηθέντας τρανότερον καὶ τὸ γόνυ βαθέως κάμψαντας. οἱ μὲν γὰρ ἀπαιτούμενοι τὸ παριστάμενον εἰπεῖν πρὸς τὰ κατὰ τῆς δεσποίνης εἰσαγόμενα ἐθέλειν πρώτως ἔφασαν μαθεῖν, εἰ ὁ σύλλογος ἐκεῖνος καὶ ἡ συνέλευσις καὶ ἡ περὶ τῶν προκειμένων ἐξέτασις κατὰ γνώμην γίνεται τοῦ κρατοῦντος καὶ ὁρισμόν. ὁ δ᾿ Ἀνδρόνικος ὡς βουκέντρῳ τῷ λόγῳ τούτῳ τρωθεὶς „οὗτοί εἰσιν” ἔφησεν „οἱ τὸν πρωτοσεβαστὸν ἐνάγοντες εἰς τὸ τὰ ἄτοπα δρᾶν· συλλάβετε αὐτούς.” καὶ τὸ ἀπὸ τοῦδε οἱ μὲν δορυφόροι τὰ ἐπὶ τῶν ὤμων ἑτερόθηκτα ξίφη ὡς καθιξόμενοι κατήνεγκαν, ὁ δὲ δῆμος τῇδε κἀκεῖσε τῶν χλαμύδων λαβόμενοι περιέφερον μεθ᾿ ὕβρεως, ὡς μόλις ἐκφυγεῖν τὸ θανεῖν.

Τοῦτο δ᾿ ἀνύσας Ἀνδρόνικος τοῖς μεγιστᾶσι μετέπειτα ἐπεφύετο. οἱ δὲ ὡς οὐκ ἀνεκτὰ τὰ τοιαῦτα ἔργα ὑφορώμενοι καὶ τὴν Κυκλώπειον ἄντικρυς πρὸ ὀφθαλμῶν ἔχοντες καταθοίνησιν ἀλλήλοις πίστεις δόντες τε καὶ λαβόντες καὶ τὴν ὁμόνοιαν κρατυνάμενοι καὶ ὅρκοις τὸ ὁμόπνουν φρικώδεσιν ἐμπεδώσαντες συνέθεντο μὴ δοῦναι ὕπνον τοῖς ὀφθαλμοῖς, μηδὲ τοῖς κροτάφοις, εἰ δυνατόν, παρασχέσθαι ἀνάπαυσιν, ἕως οὗ θανεῖται Ἀνδρόνικος καὶ τὸ τούτου αἷμα πρὸ τοῦ τῆς κόγχης χρώσειεν αὐτόν, ἐξ ἧς βάψαι τὴν οἰκείαν στολὴν ἱμειρόμενος πᾶσαν τὴν βασίλειον φυταλιὰν ἀναιρεῖ καὶ ὡς μονιὸς διαλυμαίνεται ἄγριος. ἦσαν δὲ οἱ οὕτω συνομοσάμενοι Ἀνδρόνικος ὁ υἱὸς τοῦ Ἀγγέλου Κωνστανίνου, ὁ μέγας δοὺξ Ἀνδρόνικος ὁ Κοντοστέφανος καὶ οἱ τούτων υἱεῖς ἑκκαίδεκα ὄντες, πάντες ἀκμαῖοι καὶ ῥομφαίαν ἐσπασμένοι πρὸς πόλεμον, ὁ τοῦ δρόμου λογοθέτης ὁ Καματηρὸς Βασίλειος καὶ συχνοὶ ἕτεροι, κατὰ γένος αὐτοῖς συναπτόμενοι καὶ ἄλλως τὸ ἐπίσημον ἔχοντες.

Ἀλλ᾿ οὐκ ἔλαθε τὸ σύστρεμμα τὸν Ἀνδρόνικον οὐκ εἰς τέλος ἄφθεγκτον καὶ κρύφιον διαμεῖναν. διὸ καὶ αὐτίκα ὅ γε κατὰ τοῦ υἱοῦ τοῦ Ἀγγέλου ὁρμήσας, μικρὸν ἄποθεν τῶν χερσαίων αὐλιζομένου πυλῶν τῆς πόλεως τηνικαῦτα, ἐκεῖνον μὲν φυγάδα μετὰ τῶν υἱέων τίθησιν, ἀσπασίως διεκδράντα τὴν σαγήνην, ἣν οἱ ὁπλοφόροι Ἀνδρονίκου αὐτῷ διεπέτασαν, ἐκ τοῦ μόλις ἀκατίῳ περιτυχεῖν ἀμφορέων πλήρει κενῶν καὶ αὐτὰ μὲν ἐκτινάξαι εἰς θάλασσαν ὅσα καὶ ἀμφιβλήστρου σκύβαλα, αὐτὸν δ᾿ ἐν τούτῳ διεκπλεῦσαι μετὰ τῶν παίδων τὸν κίνδυνον· τὸν δέ γε Κοντοστέφανον συνειληφὼς καὶ τέσσαρας τῶν παίδων καὶ τὸν Καματηρὸν Βασίλειον πάντας ἐξομματοῖ, πρὸς δὲ καὶ ἄλλους, ὁπόσους οὐ μετ᾿ ἔλεγχον προφανῆ, ἀλλὰ κατὰ φήμην ψιλήν, καὶ ταύτην ἀμφίλογον, ἠκηκόει κοινωνῆσαι τοῖς εἰρημένοις τοῦ σκέμματος.

Οὕτω τοίνυν θύσας καὶ ἀπολέσας Ἀνδρόνικος οὓς πάλαι μὲν συλλαβεῖν ὤδινεν, εἰς καιρὸν δ᾿ ἀνεβάλλετο τὴν ἐπίθεσιν, τινὰς δὲ καὶ δεσμωτηρίοις παραδούς, καὶ ὑπερορίᾳ δὲ καταδικάσας ἑτέρους καὶ ἄλλους ἄλλως διαφθείρας, ὁρῶν δὲ καὶ εἴ τινες κατελείφθησαν εὐαρίθμητοί τε καὶ εὔγνωστοι, εἰς τοὔμπαλιν ἰέναι πρώην τοῖς πλείοσιν ἐπιχειροῦντες, κατὰ τοὺς πλανωμένους τῶν ἀστέρων κἀκείνους μεταθεμένους τὰς γνώμας καὶ τὸν αὐχένα παρεχομένους Ἀνδρονίκῳ πατεῖν καὶ τῷ ἐκείνου ἅμα συμφερομένους ἄξονι, τὸν τῆς δεσποίνης ἐπέσπευδεν ὄλεθρον καὶ διαφόρους αἰτίας ξυνθεὶς τέλος καὶ προδοσίας κρίνει τὴν ἄνθρωπον, συναγαγὼν τὸ ἐκείνῳ φίλον συνέδριον καὶ τῶν δικαστῶν οἳ κατακρινεῖν, οὐ κρινεῖν τὴν ταλαίπωρον ἤμελλον. καὶ ἡ μὲν ὡς τὸν ἐπ᾿ ἀδελφῇ γαμβρὸν τὸν ῥῆγα Οὐγγρίας τὸν Βελᾶν ἀνασείουσα καὶ πορθεῖν τὰ κατὰ Βρανίτζοβαν καὶ Βελέγραδα γραφαῖς ἐνάγουσα καὶ ἁδραῖς ἐπαίρουσα ὑποσχέσεσιν εἰς τὴν τοῦ ἁγίου Διομήδους μονὴν περί τινα ἐκεῖ που στενοτάτην οὖσαν εἱρκτὴν ἀκλεῶς ἀπάγεται, ἔνθα καὶ ἐφ᾿ ἱκανὸν παρὰ τῶν φυλάκων ἐρεσχελούντων παροινουμένη καὶ λιμῷ καὶ δίψει τετρυχωμένη τὸν σφαγέα διηνεκῶς ἐφαντάζετο ἐκ δεξιῶν ἑστῶτα τομώτατον. ὁ δὲ οὐδὲ βραχὺ γοῦν τοῦ ἀγριαίνειν ὑποκεχάλαστο, ἀλλὰ τὸ τοῦ Δαυίδ, πόνον καὶ θυμὸν κατανοῶν καὶ παραδοῦναι σπεύδων αὐτὴν εἰς θάνατον, καιρὸς οὔπω πολύς, καὶ τοῖς ζῶσιν ὅτι σύνεστι δυσχεραίνων ἀθροίζει πάλιν τοὺς τῇ ἀδικίᾳ βραβεύοντας δικαστὰς καὶ ὧν ἡ δεξιὰ δεξιὰ ἀδικίας καὶ ἐρώτησιν προτεινάμενος, ὁποία τις ἐκ τῶν νόμων ἐπήρτηται ποινὴ τοῖς προδόταις πόλεων καὶ χωρῶν, καὶ ἀπόφασιν ἔγγραφον θανάτῳ ὑποδικάζουσαν τοὺς οὕτω δρῶντας ἀνὰ χεῖρας δεξάμενος, ἦν τὸ ἐκ τούτου κατὰ τῆς ἀνάσσης ἄσχετος τὴν ὁρμήν. τοίνυν καὶ τὴν φωνὴν ὑψωσάντων καὶ βοησάντων τῶν παρανόμων ψηφηφόρων ἐκείνων δεῖν ἐκ τοῦ βίου γενέσθαι τὴν δύσποτμον ἐκείνην ἐν γυναιξί, χάρτης εὐθὺς παρὰ τοῦ παιδὸς καὶ βασιλέως ὑποσημαίνεται, ἀτεχνῶς ψεκάδι τοῦ μητρικοῦ διεντυπούμενος αἵματος, ταύτην μετατιθεὶς τῆς ζωῆς.

Ἐκλέγονται τοίνυν εἰς τὸ καθυπουργῆσαι τῇ μυσαρᾷ ταύτῃ καὶ ἀνοσίῳ πράξει ὁ τοῦ Ἀνδρονίκου πρωτότοκος υἱὸς Μανουὴλ καὶ ὁ σεβαστὸς Γεώργιος ὁ τῆς Ἀνδρονίκου γυναικὸς ἀδελφός. ἄμφω δὲ καὶ πρὸς μόνην ἀπεπήδησαν τὴν ἐπιλογὴν δυσχεράναντες καὶ τὸ τοῦ βασιλέως ἐξεφαύλισαν δόγμα εἰπόντες μήτε πρότερον τῇ ἀναιρέσει τῆς βασιλίδος συνευδοκῆσαι ὅλως καὶ τὰς χεῖρας φέρειν ἁγνὰς τοῦ μιάσματος, καὶ νῦν δὲ πολλῷ πλέον μὴ ἀνέξεσθαι αὐτῶν θεωμένων σῶμα διεσπᾶσθαι δίκαιον, κἂν Ἀνδρόνικος ὡς σκηπτῷ τοῖς λεγομένοις πληγείς, παρὰ δόξαν πᾶσαν ἀπηντηκόσι, τάς τε τοῦ γενείου τρίχας πυκνὰ περιείλισσε τοῖς δακτύλοις, πῦρ τῶν ὀμμάτων βλέπων καὶ τὸ κάρη κλίνων τε καὶ ἀνάγων ἑαυτὸν ἐταλάνισε καὶ μέγ᾿ ὤχθησε πολλάκις, οἷς οὐκ εἶχε τὸ φίλιον αἱμοχαρὲς καὶ πρὸς μιαιφονίαν μόνῳ ἐκπυρούμενον νεύματι.

Τότε μὲν οὖν τῆς ὁρμῆς ἀνασειρασθείς, ὡσεὶ καὶ ἵππος θερμὸς καὶ δυσκάθεκτος ἢ ὅσα καὶ καπνὸς φλόγα περὶ αὐτὴν εἰληθείς, τὸν οἰκεῖον ἀποσβέσας μὴ ὑπεξιόντα θυμὸν ὑπερέθετο τὴν ἀναίρεσιν· μετὰ δὲ βραχείας ἡμέρας τῷ διὰ πνιγμονῆς ἐλεεινῷ μόρῳ ὑποδικάζει τὴν κακοδαίμονα, ἐπιστατησάντων τῷ ὑπουργήματι τοῦ Τριψύχου Κωνσταντίνου, ὃς τὴν τῆς ἑταιρειαρχείας ζώνην εἶχε, καὶ τοῦ ἐκτομίου Πτερυγεωνίτου, ὃν εἰπεῖν ἔφθημεν καὶ τὸν τῆς πορφυρογεννήτου Μαρίας διὰ φαρμάκου κακουργῆσαι θάνατον. καὶ τὴν μέν, τὸ γλυκερὸν φάος καὶ καλὸν ὅραμα ἀνθρώποις, εἶχεν ἡ ἐκεῖ που ἀκτὴ τῇ ψάμμῳ καταχωσθεῖσαν (ἥλιε τοῦ μιάσματος, καὶ Λόγε Θεοῦ προάναρχε, τῆς ὑπὲρ κατάληψιν σῆς ἀνοχῆς), ὁ δ᾿ Ἀνδρόνικος ἐπὶ τούτοις ἐσκίρτα—πῶς ἂν εἴποι τις; —καὶ διεχεῖτο τὴν αἱμοβόρον ψυχήν, τοῦ γένους ἐκτριβομένου τοῦ Μανουὴλ καὶ δενδροτομουμένου κήπου τοῦ βασιλείου, ὡς μόνος οἰκήσων τὴν ὑπὸ Ῥωμαίους καὶ τῶν ταύτης σκήπτρων ἐπιληψόμενος ἀδεῶς.

Ἐνστάντος δὲ τοῦ Σεπτεμβρίου μηνὸς τῆς δευτέρας ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑξακοσιοστοῦ ἐννενηκοστοῦ τρίτου ἔτους, τῇ ἀναρρήσει ἐπιβάλλει. οὐκοῦν οἱ ἐκ τῆς φαύλης συμμορίας τοῦ Ἀνδρονίκου, κατὰ γνώμην δήπουθεν Ἀνδρονίκου, κἂν ἐπέκρυπτε τὴν ἑαυτοῦ βούλησιν, λόγον εἰσήνεγκαν τῷ συνεδρίῳ περὶ τῆς νεοχμωθείσης τοῖς Βιθυνοῖς ἐπαναστάσεως καὶ τῆς ἐντὸς τῆς πόλεως Νικαίας παραδοχῆς Ἰσαακίου τοῦ ἐξ Ἀγγέλων καὶ Θεοδώρου τοῦ Καντακουζηνοῦ, ἀλλὰ δὴ καὶ ὅσα κακουργοῦσιν οἱ Προυσαεῖς εἰσοικισάμενοι Θεόδωρον τὸν Ἄγγελον καὶ ταὐτὰ τοῖς Νικαεῦσι φρονήσαντες. καὶ φάμενοι μὴ οὐκ ἂν ἄλλως ἠρεμήσειν τοὺς στασιώδεις, εἰ μὴ Ἀνδρόνικος βασιλεύσειεν, ὁ διὰ τὴν ὑπαργυρίζουσαν τῷ χρόνῳ τρίχα τῶν νέων ἔχων λέξαι σοφώτερα, καὶ ἐπὶ θρόνου καθίσας τοῦ διαλίθου καὶ τῇ βασιλείῳ ταινίᾳ διαδηθεὶς συναυτοκρατοροίη τῷ παναφήλικι βασιλεῖ καὶ διορῴη τὸ γενησόμενον καὶ περατοῖ τὸ πραχθησόμενον μετ᾿ ἰσχύος μείζονος καὶ ἐξουσίας ἀρχικωτέρας, εἶχον εὐθὺς τοὺς περιεστῶτας καὶ ὅσοι περ ἐκείνῳ συνήδρευον διὰ γένους σεμνότητα καὶ ἀξιωμάτων λαμπρότητα ὁμοφώνως ἀνακραγόντας πάλαι αὐτοῖς εἶναι τὸ προβληθὲν δι᾿ ἐφέσεως καὶ μηκέτι καιρὸν εἶναι τοῦ ἀναδύεσθαι· ἦ γὰρ ἂν καὶ βίαν συμμίξωσι, προχωροῦσαν οὐκ ἔχοντες τὴν πειθώ. ἀμέλει καὶ τῆς εὐφημίας κατάρχονται καὶ οὑτωσί πως διατιθέασι τὴν ἀνάρρησιν „Ἀλεξίου καὶ Ἀνδρονίκου μεγάλων βασιλέων καὶ αὐτοκρατόρων Ῥωμαίων τῶν Κομνηνῶν πολλὰ τὰ ἔτη” πλατέσι καὶ ἀνεωγόσιν ᾄδοντες στόμασι καὶ μικροῦ διαρρηγνύμενοι ταῖς φωναῖς.

Διαδοθέντος δὲ τοῦ καλοῦ τοῦδε πράγματος τοῖς ἐν τῇ πόλει καὶ ἀβελτέροις (οὕτω γὰρ χρεὼν τὸν Κωνσταντινουπολίτην δῆμον καλεῖν) ὡς μελισσῶν σμήνη σίμβλων ἀπαναστάντα τὰ πλήθη συνείλεκτο, ἐκ παντὸς γένους καὶ τέχνης ἁπάσης καὶ ἡλικίας τῆς συνόδου γεγενημένης· ὅτε καί τις τῶν τοῦ βήλου κριτῶν (τὸ δὲ ὄνομα ἑκὼν ὑπερβήσομαι) εἰς τὸ τοῦ ἐπὶ τῶν δεήσεων ὀφφίκιον ἀναβὰς ὡς θεράπων Ἀνδρονίκου θερμότατος καὶ ἄλλος δέ τις πρωτονοτάριος τιμηθεὶς γλωττογάστωρ καὶ μηδενὸς ἀγεννέστερος τῆς τυραννίδος ὑποδρηστήρ, τῆς κατὰ τὴν ἀνάρρησιν Ἀνδρονίκου φήμης ἁπανταχῇ διατρεχούσης καὶ αὐτῶν δὲ τῶν φαυλοκολάκων τὰ ὦτα περικτυπησάσης, ὥσπερ ἐν ἑνὶ πνεύματι τὸ τυραννεῖον καταλαβόντες, καθ᾿ ὃ ἐτελεταρχεῖτο ταῦτα τὰ ἄθεσμα (τοῦτο δὲ ἦν ὁ τοῦ Μιχαηλίτζη λεγόμενος οἶκος), τὰ συγκλητικῶς ἐξυφασμένα τῶν κεφαλῶν ἐξενεγκόντες καλύμματα καὶ τῶν κατὰ νώτου κεχυμένων λευκολίνων λαβόμενοι διείλουν αὐτὰ ὡς σφαίρας, χοροστατοῦντες τοῖς ἐκ τριόδων καὶ τῆς τότε τελετῆς προεξάρχοντες· καὶ πρὸς μέλος κεκλασμένον μεταρρυθμίζοντες τὴν φωνὴν καὶ πανικῶς ἐξαλλόμενοι καὶ τὰς χεῖρας ὡς ἐς κρότον ξυμβάλλοντες τὼ πόδε ὑπεσάλευον καὶ κατὰ μέσον ἐδίνευον μολπῇ τ᾿ ἰυγμῷ τε τὴν γῆν ἐκρότουν ὑπορχούμενοι. ὢ τῆς ἀναιδείας καὶ τῆς μικρογνώμονος φρενὸς καὶ κουφότητος.

Τοῦ δ᾿ Ἀνδρονίκου καταβάντος ἀπὸ τοῦ τυραννείου ἐς τὸ ἐν Βλαχέρναις βασίλειον καὶ γενομένου κατὰ τὸν ἐντὸς τούτου ὑψηρεφῆ δόμον, ὃς Πολύτιμος λέγεται, ἐφίσταται καὶ ὁ βασιλεὺς Ἀλέξιος ὁμοῦ παιάνων τε καὶ στεναγμάτων (οὐ γὰρ πάντες τῷ καιρῷ παρεσύρησαν) εὑρὼν μεστὰ τὰ ἀνάκτορα καὶ αὐτὸν Ἀνδρόνικον ὡς βασιλέα παρὰ πάντων καταλαβὼν εὐφημούμενον. ἑκὼν τοίνυν ἀέκοντί γε θυμῷ τοῖς τελουμένοις ἐπευδοκήσας ἐκολάκευε κἀκεῖνος σὺν τοῖς λοιποῖς τὸ γερόντιον εἰς τὸ συμβασιλεύειν ἐπεγείρων καὶ προθυμοποιῶν εἰς τὸ ἐνεστὼς ἔργον τὸν ἀκρατῶς ἐπὶ τοῦτο πάλαι φερόμενον. τὸ δὲ τῆς Ἀνδρονίκου φατρίας θερμότερον καὶ ἀκκιζόμενον Ἀνδρόνικον καὶ τὴν συνεδρίαν εἰρωνευόμενον ἀμφοτέραις συσχόντες εἰς τὴν χρυσόπαστον κλίνην ἐφῆκαν, ἐφ᾿ ἧς ὁ βασιλεὺς ἵζανεν. ἄλλοι δὲ τὴν καπνηρὰν καὶ πυραμιδοειδῆ ἐρέαν τῆς κεφαλῆς ἀφελόμενοι πυρσὴν αὐτῷ περιέθεντο καὶ στολὴν βασιλικὴν ἐνέδυσαν ἕτεροι.

Τῇ δ᾿ ὑστεραίᾳ ἐπὶ τῆς Μεγάλης Ἐκκλησίας ἀρξαμένης τῆς τῶν βασιλέων ἀναρρήσεως γίνεσθαι Ἀνδρόνικος ἀνηγορεύετο πρότερον, ὁ δ᾿ Ἀλέξιος ὑπεβίβαστο, μεταπεσούσης τῆς τάξεως. καὶ ἡ αἰτία ὡς καλλίστη καὶ εὐπρεπής· οὔ φασι δεῖν τὸν ἴνφαντα καὶ ἐς μέτρον οὔπω ἡλικίας ἱκόμενον λειογένειον προαναγορεύεσθαι τοῦ πολιότριχος Ἀνδρονίκου καὶ γεραροῦ τὸ φρονεῖν καὶ ἅμα πρόσω καὶ ὀπίσω ὁρᾶν ἔχοντος τῷ ἐσθλῷ τῆς φύσεως. ἐπεὶ δὲ καὶ αὐτὸς Ἀνδρόνικος τὰ ἱερὰ ἐσαφίκετο μέλαθρα στεφθησόμενος, τότε πρώτως ὤφθη τοῖς ἀνθρώποις διαχυθεὶς καὶ τὸ τοῦ βλέμματος ὁ θὴρ μεταθέμενος βλοσυρὸν καὶ τὴν ἐπὶ τὸ κρεῖττον τῶν πραγμάτων ἀλλοίωσιν πολλοῖς τῶν δεομένων καθυποσχόμενος. ἦν δὲ ταῦτα φενάκη πρόδηλος καὶ ψευδὴς ἐπαγγελία τοῦ ἀπατεῶνος καὶ τὸ τοῦ προσώπου ἱλαρὸν φιλανθρωπίας παρυφιστάνον ἰσχνότητα ἴνδαλμα πρόσκαιρον συσκιάζον τὴν ἔνδοθεν ἀγριότητα.

Εἰσελθὼν δὲ τὸ ἱερὸν καὶ τελεσθεὶς ὁπόσα τοῖς στεφομένοις εἴθισται ἄναξι πρόσεισι, δεῆσαν τῶν ἀχράντων ἁγιασμῶν μετασχεῖν, καὶ τὸν οὐράνιον ἄρτον δεξάμενος ἐν τῷ προσεγγίζειν τῷ ἐκπώματι, ἵν᾿ ἐκπίῃ τοῦ ἐν αὐτῷ τιμίου καὶ ζωοποιοῦ αἵματος, τὰς χεῖρας ὡς πρὸς τὸ ποτήριον διάρας καὶ ἑαυτὸν εἰς παθαινόμενον σχηματίσας κατὰ τῶν φρικωδῶν ἐπόμνυσι μυστηρίων, ἁπάντων ἐφεστώτων σχεδὸν καὶ ἀκροωμένων, ὁπόσους τὸ ἱερὸν συνεῖχεν ἄδυτον, μὴ δι᾿ ἕτερόν τι βασιλεύσειν αἱρετίσασθαι ἢ τὸ βουληθῆναι βοηθῆσαι τούτῳ καὶ τῷ τούτου κράτει, δείξας τὸν συνεστῶτα βασιλέα καὶ ἀνεψιὸν Ἀλέξιον, ὃν μεθ᾿ ἡμέρας ἀπηγχόνησε καὶ τῷ τῆς θαλάσσης βυθῷ παρέπεμψεν.

Ἐξιὼν δὲ τοῦ ἱεροῦ μετὰ δορυφορίας ὡς ἐνῆν μάλιστα λαμπροτέρας καὶ πλείστων ὑπασπιστῶν (τὸ γὰρ δειμαίνειν ἄκρως τοιαῦτα ὑφηγεῖτο ἐκείνῳ) καὶ διελθὼν τὸν ἐν τῇ Χαλκῇ νεὼν τοῦ σωτῆρος Χριστοῦ τὴν πορείαν ἐπέτεινεν, οὐ βάδην προβαίνων καὶ ἔστιν οὗ ἐμβραδύνων, ὡς ἔθος τοῖς θριαμβεύουσιν αὐτοκράτορσιν, ἀλλ᾿ ἀνεὶς τὸν ἵππον ἐλευθέρῳ ποδὶ προχωρεῖν. ἦν οὖν τὸ γεγονὸς τοῦτο εἰς ἀμφίλογον· οἱ μὲν γὰρ δειλίαν τὸ ποιητικὸν αἴτιον τοῦ ὁρωμένου ἀπεφοίβαζον, οἱ δὲ κεχοδέναι τὴν βράκα τὸ γερόντιον διετείνοντο τῷ πανημερίῳ μόγῳ καὶ τῇ ἀχθοφορίᾳ τῶν βασιλικῶν παρασήμων ἀποκαμὸν καὶ μὴ στέγειν ἔχον ἐπὶ πολὺ τὰ λύματα τῆς γαστρός. γενόμενος δὲ κατὰ τὸ μέγα παλάτιον καὶ θύσας ἐφ᾿ ἱκαναῖς ἡμέραις τὰ ἀναγορευτήρια ἐφ᾿ ἕτερα τρέπει τὸν νοῦν παρανομίας γέμοντα ἔργα.

Ἐκποδὼν γὰρ θέσθαι τὸν βασιλέα βουληθεὶς Ἀλέξιον τὴν φίλιον καὶ πάλιν ἀθροίζει πνύκα καὶ τὴν ἑταιρείαν συναγείρει τὴν ἐκείνῳ συνοργιάζουσαν τὰ μὴ ὅσια. καὶ τοίνυν τὸ Ὁμήρειον ἔπος φωνήσαντες ἅπαντες, ὃ διέξεισιν „οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, εἷς βασιλεύς,” καὶ ὡς „ἀετοῦ γῆρας, κορύδου νεότης,” ψηφίζονται ἰδιωτεῦσαι τὸν βασιλέα Ἀλέξιον οὐκέτι λόγων οἰκονομίας ἀδήλου τοῖς πολλοῖς μεμνημένοι παιδοκομίας τε καὶ διαμονῆς τοῦ κράτους καλλίονος, ταῦτα δὴ τὰ χθές τε καὶ πρώην λαρυγγιζόμενα καὶ τοῖς ἐρωτῶσι τὴν αἰτίαν τῶν γινομένων εἰς ἀπολογίαν προκείμενα, εἴ τις τέως παροικῶν ἀτεχνῶς ἐν τῇ λαμπροτάτῃ πόλει τοῦ Κωνσταντίνου οὐκ ἦν εἰδὼς τὰ γινόμενα καὶ τὸν λόγον ὅλως ἠγνοηκώς, δι᾿ ὃν ἐπεραίνοντο.

Ἀλλ᾿ οὔπω ἀκριβῶς τὸ βράβευμα τοῦτο τῇ πολιτείᾳ ἐγνώριστο, καὶ κρίμα θανάτου κατὰ τοῦ βασιλέως ἐξάγεται παρὰ τῆς φατρίας ἐκείνης τῆς πονηρᾶς, τὸ τοῦ Σολομῶντος ἄντικρυς ἐπαινεσάντων ἐκεῖνο καὶ φθεγξαμένων τῶν μιαιφόνων „δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι καὶ ὡς βαρύς ἐστι καὶ μόνον βλεπόμενος.” καὶ νυκτὸς ἐπεισπεσόντων αὐτῷ τοῦ Ἁγιοχριστοφορίτου Στεφάνου, τοῦ Τριψύχου Κωνσταντίνου καί τινος Δαδιβρηνοῦ Θεοδώρου, προεστῶτος τῶν ῥαβδοφόρων, τὴν διὰ τόξου νευρᾶς καθυποδέχεται πνιγμονήν. ἀρθεὶς δὲ ὁ νεκρὸς καὶ ἀχθεὶς ἐς Ἀνδρόνικον κατὰ τοῦ κενεῶνος τῷ ἐκείνου τύπτεται ποδὶ καὶ τῶν τοκέων τῷ κειμένῳ ὁ μὲν ὡς ἐπίορκος διατωθάζεται, ἡ δὲ ὡς περιλεσχήνευτον ἑταιρικὸν περιυβρίζεται γύναιον· ἔπειτα τιτρᾶται ὀβελίσκῳ τὸ οὖς καὶ κρόκης ἐξαφθείσης κηρὸς περιπλασθεὶς τῷ Ἀνδρονίκου σφραγιστηρίῳ ἐνσημαίνεται δακτυλίῳ.

Καὶ τὸ μὲν λοιπὸν σῶμα καταδικάζεται ῥιφῆναι βυθῷ, ἡ δὲ κεφαλὴ ἀποτμηθῆναι καὶ αὖθις Ἀνδρονίκῳ προσενεχθῆναι. καὶ πέρας εἰληφότος τοῦ ἐπιτάγματος, ἡ μὲν ἐν παραβύστῳ κατὰ τὴν λεγομένην Καταβατὴν διαφίεται, τὸ δὲ σκῆνος κεράμῳ μολιβδίνῳ ἐνειληθὲν τοῖς θαλαττίοις κόλποις ἐκδίδοται, τῆς ἁλιάδος, ἥτις τὸν οἰκτρότατον τοῦτον φόρτον ἀνεῖχε, δυσὶν ἀναγομένης ἐνδόξοις ἀνδράσι μετὰ μολπῶν καὶ ᾠδῶν, δηλαδὴ τῷ ἐπὶ τοῦ κανικλείου Ἰωάννῃ τῷ Καματηρῷ, ὃν καὶ ὕστερον ἀρχιποίμενα ἡ τῶν Βουλγάρων προεδρεύουσα ἔλαχε, καὶ Θεοδώρῳ τῷ Χούμνῳ, ὃς τετίμητο χαρτουλάριος.


ΒΑΣΙΛΕΙΑ ΑΝΔΡΟΝΙΚΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ ΕΝ ΤΟΜΟΙΣ ΔΥΣΙ

Καὶ οὕτω μὲν ἐξ ἀνθρώπων ὁ βασιλεὺς Ἀλέξιος ἐγεγένητο, ζήσας τὸν μὲν ἅπαντα χρόνον ἔτη μὴ ἀκραιφνῶς πεντεκαίδεκα, τρία δ᾿ ἐκ τούτων ἄρξας, οὐ καθ᾿ ἑαυτόν τε καὶ ἀμιγῶς, ἀλλὰ τὰ μὲν πρῶτα ὑπὸ μητρὶ τὴν ἀρχὴν διεξαγούσῃ παιδοκομούμενος, ἔπειτα ὑπὸ δυοῖν τυράννων τῶν πραγμάτων τῆς βασιλείας ἐπειλημμένων ὅσα καὶ ἥλιος ὑπὸ νέφους συσκιαζόμενος, ὥστε καὶ βασιλευομένῳ ἐῴκει μᾶλλον ἢ βασιλεύοντι, ἐκεῖνα ἐπιτάσσων καὶ δρῶν, ὅσα εἰσηγοῦντό οἱ οἱ ἀποστάται, μέχρι καὶ τοῦ δι᾿ ἀγχόνης τὸ πέρας δέξασθαι τῆς ζωῆς.

Τῆς δὲ μυσαρᾶς πράξεως ταύτης οὕτω τετελεσμένης, οἰκτρῶς ἁρμόζεται Ἀνδρονίκῳ πρὸς συμβίωσιν Ἄννα ἡ τοῦ βασιλέως Ἀλεξίου μνηστή, θυγάτηρ οὖσα τοῦ τὴν ἀρχὴν τῶν Φράγγων διέποντος. καὶ οὐκ ᾐσχύνετο Κρονίων ἀπόζων ἀνεψιοῦ γυναικὶ μιλτοπαρήῳ καὶ τρυφερᾷ καὶ μήπω τὸ ἑνδέκατον ἔτος ἐξηνυκυίᾳ μέλλων ἀθεμίτως συγκατακλίνεσθαι καὶ παραγκαλίζεσθαι ὁ πέπων τὴν ὀμφακίζουσαν, ὁ ὑπέρωρος τὴν ἡλικίαν τὴν ὀρθοτίτθιον νεάνιδα, ὁ ῥικνὸς καὶ χαλαρὸς τὴν ῥοδοδάκτυλον καὶ δρόσον ἔρωτος στάζουσαν.

Ἐπὶ δὲ τούτοις δευτέραν αἰτεῖται χάριν Ἀνδρόνικος τὸν τῶν αὐτοῦ θελήσεων πληρωτὴν πατριάρχην, τὸν Καματηρὸν λέγω Βασίλειον, καὶ τὴν τότε σύνοδον· ἡ δὲ ἦν τὸ λυθῆναι τοῦ ὅρκου Ἀνδρόνικον, ὃν εἶχεν ὀμωμοκὼς τῷ βασιλεῖ Μανουὴλ καὶ τῷ ἐκείνου ταλαιπώρῳ παιδί, καὶ τοὺς ἄλλους, ὅσοι παραβάται ὤφθησαν τῶν ὀμωμοσμένων. καὶ οἱ μέν, ὡς εἰ δεσμεῖν ἀδιαφόρως καὶ λύειν τὰ πάντα εἰλήφασι πρὸς Θεοῦ, τόμους ἐξέθεντο παραυτίκα, δι᾿ ὧν ἀμνηστίαν τῶν ἠνομημένων ἐδίδοσαν ἁπαξάπασιν. ὁ δὲ ὡς θαυμαστήν τινα παρέχει τὴν ἀμοιβὴν τοῖς τῶν ἐπιταγμάτων αὐτοῦ πληρωταῖς· ἡ δὲ ἦν καὶ τῶν τότε μὲν αἰτηθέντων ῥᾳδία τερμάτωσις, ἃ μικρὰ δήπουθεν ἦσαν καὶ περὶ μικρῶν ὑφηγούμενα, τὸ δὲ μέγιστον τὸ συνεδρεύειν ἐκείνους αὐτῷ, σκιμποδίσκων παρατιθεμένων καὶ παρεισφερομένων τῷ βασιλείῳ θρόνῳ κλισμῶν, ὃ καὶ οὐχ ἧττον εἰς γέλωτα τῶν ἑλομένων καὶ καταδεξαμένων ἀρχιερέων οὐκ ἐπὶ συχναῖς ἡμέραις συμβὰν ἤπερ φαντασίαν τιμῆς καὶ δόξης ἴνδαλμα ἐπὶ τὴν προτέραν ἐπανῆλθε συνήθειαν, καθὰ καὶ ξύλον ἐπικλινὲς βίᾳ πρὸς τὴν ἑτέραν ἕξιν μετενεχθέν. μᾶλλον μὲν οὖν καὶ ταύτης πολὺ παρεσπάσατο· ἵνα γὰρ μὴ δοκῇ Ἀνδρόνικος παλιμβολώτατος ἀνθρώπων καὶ ἀστασίαν ἤθους κἀπὶ τοῖς μικροτάτοις νοσῶν, τὸ εἰς ὄψιν ἐκείνῳ ἐλθεῖν οἱ ἀρχιερεῖς οὗτοι οὐχ εὕρισκον εὐχερὲς ἐπὶ βήματος καθημένῳ λαμπροῦ. καὶ οἱ πρὸ μικροῦ τῇ συνεδρίᾳ τῇ βασιλικῇ σεμνυνόμενοι καὶ γέρας εἰληφέναι τοῦτο Δαυιτικῶς ὡς πιστοὶ τῆς γῆς βρενθυόμενοι τότε ὑπενόστουν ἐγκαλυπτόμενοι καὶ ταλανίζοντες ἑαυτούς, οἷς Θεοῦ ἀπέστησαν τὰ ἄλυτα λύοντες καὶ τὸν ἐμπαίκτην διακενῆς Ἀνδρόνικον θεραπεύοντες.

Ὡς δὲ τὰ κατὰ τὴν ἀνάρρησιν Ἀνδρονίκου καὶ τὴν ἀναίρεσιν Ἀλεξίου τοῦ βασιλέως δῆλα ἦσαν Ἀλεξίῳ τε τῷ Βρανᾷ καὶ Ἀνδρονίκῳ τῷ Λαπαρδᾷ, τοῖς τῶν ταγμάτων στρατηγοῖς, ἅπερ ἀντεφέροντο κατὰ τὸν Νίσον καὶ τὴν Βρανίτζοβαν τῷ τῆς Οὐγγρίας ῥηγὶ τῷ Βελᾷ πορθοῦντι τὰ ἐκεῖ πάντα καὶ ποιοῦντι κακῶς τοῖς ξίφεσιν, ἅτερος μὲν τῶν ἀρχηγῶν ὁ Λαπαρδᾶς ἀπειρητέαν κέκρικε τὴν ζωὴν καὶ τὴν εὐρυχανδῆ γένυν Ἀνδρονίκου διὰ παντὸς ὑπεβλέπετο καταχάσκειν ἔκτοτε μέλλουσαν καὶ αὐτοῦ, ὁ δέ γε Βρανᾶς ἀσμένως τὴν μετάθεσιν τῆς βασιλείας ὑπέφερεν ἤδη τῷ χορῷ ἐγγραφεὶς οἷς Ἀνδρόνικος ἐπέβλεπεν ἥμερον.

Πολλὰς οὖν ὁ Λαπαρδᾶς Ἀνδρόνικος ὁδοὺς τραπόμενος ἐνθυμήσεων καὶ κατὰ κύνα Λάκαιναν ἣν θευσεῖται ἰχνηλατήσας μίαν εὕρισκε σώζουσαν ἀτραπὸν τὸ τῆς ὄψεως καὶ ἐξουσίας ἀποπλάζεσθαι Ἀνδρονίκου. καὶ εἶχεν ἂν ἀπαθῆ κακῶν ἑαυτὸν διατηρήσας, εἰ τῇ βουλῇ ταύτῃ ἐπέμενε καὶ μὴ πρὸς πρᾶξιν ἑτέραν μετακεκύβευτο. ἐρασθεὶς δὲ κακῶς δράσειν Ἀνδρόνικον καὶ τῆς εἰς τὸν κύριον καὶ βασιλέα παρανομίας ἀμύνασθαι, θαρρεῖ τὴν ἀπόστασιν· καὶ τὴν δυσμὴν ὁρῶν οὐ χωρήσουσαν αὐτόν, μήτε μὴν παραδεξομένην τὴν κατ᾿ Ἀνδρονίκου ὁρμὴν διὰ τὸν παρόντα καὶ συστρατηγοῦντα Βρανᾶν, τὴν ἕω φαντάζεται καὶ πρὸς ἐκείνην ἐκτείνει τοὺς ὀφθαλμοὺς καὶ ὡς συνηθεστέραν μὲν ἑαυτῷ ἄρξαντι πολλάκις κατ᾿ αὐτὴν τὰς μεγίστας ἀρχὰς καὶ ὡς θερμὰ δὲ πρὸς ἀντιστασίαν οὐχ ἧττον τρέφουσαν σώματα.

Ἀμέλει καὶ τῷ συνηγεμόνι κοινολογησάμενος καὶ πείσας Βρανᾶν μὲν κατὰ χώραν μένειν, αὐτὸς δὲ πρὸς τὸν πρεσβύτην ἅμα καὶ πρόσφατον αὐτοκράτορα παραγενέσθαι ὡς εἶχεν εὐθὺς ἐξώρμησε τὴν φήμην προφθάνων, ἣ καὶ τὰ ὑπὸ γὴν κρυπτόμενα διορᾷ καὶ τὰ γενησόμενα πολλάκις ὡς ἤδη γεγενημένα διατρανοῖ. καὶ γεγονὼς κατὰ τὴν Ὀρεστιάδα, εἴπῃ δ᾿ ἄν τις ἄλλος Ἀδριανούπολιν, ἀφ᾿ ἧς ὥρμητο, καὶ βραχύ τι ἐγκαρτερήσας καὶ ὅσον ταῖς ἐκεῖ κατοικούσαις ἀδελφαῖς ὁραθῆναι καὶ συντάξασθαι τὰ ἀπόδημα ἔγνω μὴ περαιτέρω ἐλινύειν, ἀλλ᾿ ὡς ἐνὸν ἐπισπέρχειν τὴν ἐς ἕω περαίωσιν· ἤδη γὰρ ἡ φήμη ἀθυρόγλωττος ἦν καὶ ἐπὶ τριόδων καὶ πλατειῶν ἄκρων τε τειχέων καὶ δόμων εὐστόμει τὴν ἀπόδρασιν τοῦ ἀνδρὸς καὶ πολλαχῇ ἐτίθει διατοξεύσιμον. μιᾷ τοίνυν νυκτὶ πρὸς θάλασσαν κάτεισι καὶ ναυσὶν ἐμβὰς αὐτός τε καὶ οἱ σὺν αὐτῷ, αἳ κατὰ τὸ Ὑελοκαστέλλιον τούτου ἕνεκα ἡτοιμάσθησαν, ἐς τὴν περαίαν γίνεται. κἀντεῦθεν ἀναπνεύσας βραχὺ ἐκφυγεῖν τὸ διολέσθαι ᾤετο καὶ τὸ προβεβλῆσθαι θοίνη τις ἑτοίμη ἢ ἐπιτράγημα πρόχειρον ταῖς γνάθοις τοῦ Ἀνδρονίκου. ἦν δ', ὡς ἔοικε, καὶ οὗτος τῇ προνοίᾳ ἐκ τῆς τῶν ζώντων βίβλου ἀπηλειμμένος καὶ βορὰ τῷ θηρὶ προδαιταλευθείς.

Ἔνθεν τοι καὶ τοῦ θείου ἀντιπνεύσαντος ἐκείνων ταῖς χερσὶ θηρᾶται καὶ ἀναπέμπεται πρὸς Ἀνδρόνικον, ὑφ᾿ ὧν ἐλπίσιν ἐθάλπετο συντηρηθῆναι ἀδιαλώβητος, εὖ τε καὶ ὡς ἀρίστως πράξειν, καὶ χειρὶ καὶ ψυχῇ παντοίαν σύναρσιν καὶ ἄρηξιν εὕρασθαι πρὸς τὸ καταπαλαῖσαι Ἀνδρόνικον. ἦσαν δὲ ταῦτα διανοίας οὐκ εὐτυχοῦς ἀναπλάσματα καὶ ὀνειρώδη, ὡς δέδεικται, φαντάσματα. γενόμενος γὰρ κατὰ τὸ Ἀτραμύττιον συλλαμβάνεται παρά τινος Κεφαλᾶ, ἀνδρὸς μέγα δυναμένου τότε παρὰ τῇ χώρᾳ καὶ πρωτιστεύοντος πιστοῦ τε τῷ τυραννοῦντι, ὡς ἔδειξε, καὶ παρακατατίθεται χερσὶν Ἀνδρονίκου σφάγιον εὐτρεπὲς καὶ ἱερεῖον ἀνακογχυλιαζόμενον πρὸς ἀναίρεσιν καὶ τὰς κόρας ἐκκόπτεται καὶ παραρριπτεῖται τῇ τοῦ Παντεπόπτου μονῇ τὴν τῶν κατ᾿ αὐτὸν πραγμάτων φορὰν ὡς ἀγνώμονα ὀδυρόμενος· τὸν μὲν γὰρ ὑπὲρ καλλίστης αἰτίας τὸν τῆς ἀποστασίας ἀναρρῖψαι κύβον, τὴν δὲ οὐδὲ τὸ βραχύτατον γοῦν προσσχοῦσαν οἷς μετ᾿ εὐβουλίας ἐπέβαλε προσδέσθαι μερίδι τῇ χείρονι.

Οὕτω κρύψας ἔχει θεὸς οὐ μόνον τὸν ἄμοχθον καὶ ἀνόδυρτον βίοτον, ἀλλὰ καὶ τὸ προαισθέσθαι τὸ μέλλον κακὸν καὶ τὸ προελέσθαι τὸ ἀκίνδυνον ἐπιτήδευμα. καὶ οὗτος γὰρ ὁ ἀνὴρ ἐν πολλοῖς ὀφθεὶς στρατηγικώτατος αἰσχρὸν δουλεύειν οἰηθεὶς Ἀνδρονίκῳ μετὰ τὸν τοῦ βασιλέως Ἀλεξίου μόρον καὶ τὸν ἐκ τοῦ τυράννου προφθάνων θάνατον καὶ πρὸς φόνον ἑτοιμοτάτης ἀποξενῶν ἑαυτὸν φύσεως ἔλαθεν ὑπ᾿ ἐκείνου καταλαμβανόμενος, ὃν ἔφευγεν, ἢ χερσὶν ἐμπίπτων, ἃς ἀπεδίδρασκεν, ἢ τὸν ἐξόπισθεν καταλήψεσθαι προσδοκώμενον ὡς ἐπιδιώκοντα κατὰ στόμα προσυπαντῶντα εὑρίσκων καὶ ἐνώπιον συμπλεκόμενον καὶ συνέχοντα.

Καὶ ὁ μὲν μετ᾿ οὐ πολύν τινα χρόνον τοῦ βίου θανάτῳ ἀπάγεται· ὁ δ᾿ Ἀνδρόνικος οὕτω τῇ ἀποστασίᾳ τοῦ ἀνδρὸς τούτου κατεπτοήθη, ὡς παρ᾿ ὅλην τὴν ἐκείνου φυγὴν τὴν οἰκείαν ὡς ἤδη ἐφεστῶσαν φαντάζεσθαι καταστροφήν· ἐδεδίει γὰρ ὡς περὶ τὰς μάχας ὀξύρροπον καὶ λήματος ἀνδρείου μέτοχον. ἀμέλει καὶ μὴ προχωροῦσαν ὁρῶν τὴν δι᾿ ἐπιδιώξεως ἢ μεθ᾿ ὅπλων τούτου καταπολέμησιν πρὸς τὴν διὰ γραμμάτων μεθαρμόζεται πανουργίαν καὶ τὸν τρόπον καινὸν ὁ σοφιστὴς ἀνεπλάσατο. βασιλικὰ γὰρ ξυνθέμενος γράμματα ἐκπέμπει ταῦτα πρὸς τοὺς τῶν ἑῴων ἐπαρχιῶν πρωτεύοντας· ἐλάλουν δὲ πονηρίαν ἀληθῶς τὰ γραφόμενα, καὶ διετείνοντο, ὁμιλοῦντα ἔχοντα τὸν Ἀνδρόνικον, παρ᾿ αὐτοῦ σταλῆναι κατὰ τὴν Ἀσίαν τὸν Λαπαρδᾶν καὶ πᾶν, ὅπερ ἂν διαπράξηται κατ᾿ οἰκονομίας ἄγνωστον τοῖς πολλοῖς τρόπον, ὑπὲρ τῆς αὐτοῦ βασιλείας μέλλειν τοῦτο πραχθήσεσθαι, καὶ ἐνῆγε πάντας εἰς τὴν τούτου ἀνενδοίαστον παραδοχήν. ἦν δὲ ὁ σκοπὸς Ἀνδρονίκῳ, ἐντεῦθεν ἐγκόψαι τὴν ὁρμὴν τῶν πολλῶν ὑφορωμένων, ἐφ᾿ ὅτῳ δὴ αὐτὸς μὲν ὁ Λαπαρδᾶς κατ᾿ Ἀνδρονίκου ἐξῆρκε τὸ φρόνημα καὶ ὡς ἀντίφρων τὰς τῶν ἀνδρῶν στίχας ἐπιπορεύεται, ὁ δ᾿ Ἀνδρόνικος τῷ ἀποστάτῃ τὴν πίστιν ἐπιμαρτύρεται καὶ ὡς παρ᾿ αὐτοῦ πεμφθέντα τὸν πεφευγότα δέξασθαι διορίζεται. καὶ τί μὲν ἂν τὰ καινοφανῆ ταῦτα ἔδρασάν τε καὶ ἴσχυσαν γράμματα, ἡ ὀξεῖα τοῦ ἀνδρὸς κατάσχεσις οὐ παρῆκε διαγνωσθῆναι.

Τότε δὲ καὶ τὴν πτοίαν ταύτην παρὰ δόξαν Ἀνδρόνικος ἀποκρουσάμενος ἰάνθη τὸ ψυχίδιον ὡσεί τε περὶ σταχύεσσιν ἐέρση· καὶ τῆς πόλεως ἔξεισι καὶ ὁμαλαῖς κινήσεσι καὶ σταθμοῖς βραχέσι καταλαμβάνει τὰ Κύψελλα καὶ τοῖς ἐκεῖσε κυνηγεσίοις ἐνευφρανθεὶς κατὰ τὴν πατρῴαν ἀφικνεῖται μονὴν τὴν ἐν τῇ Βήρᾳ διακειμένην καὶ τῷ τοῦ φύσαντος ἐφίσταται μνήματι μετὰ δορυφορίας καὶ δόξης βασιλικῆς, ἧς κἀκεῖνος πάλαι ποτὲ ἐρῶν οὐκ ἐφίκετο, ἐπεὶ καὶ τὸ βασιλειᾶν πατρόθεν Ἀνδρόνικος ὡς κλῆρον καταβὰν διεδέξατο. καὶ κατ᾿ ἐκείνας τὰς ἡμέρας σχάσας τὸ κολάζειν ἐπὶ βραχύ, ὡς Ἁλκυονίδας πρὸς πολλῶν ὀνομάζεσθαι, μετὰ μικρὸν ἐπάνεισιν εἰς τὰ βασίλεια, τῶν γενεθλίων ἐπιστάντων Χριστοῦ.

Καὶ ἁμίλλαις ἵππων καὶ θεωρείοις προσσχών, ἔαρος ὑποφαίνοντος τὸ στρατιωτικὸν ἅπαν συνήθροισεν, ὅσον τε ἑσπέριον καὶ τοῦ ἑῴου ὁπόσον οὐκ ἀφηνίασε· καὶ αὐτὸς μὲν τὴν εὐθὺ τῆς πόλεως Νικαίας ἵεται, τὸν δὲ Βρανᾶν Ἀλέξιον ἐκ τῶν κατὰ Βρανίτζοβαν ἐπανεληλυθότα μερῶν ἐκπέμπει μετὰ στρατιᾶς ἱκανῆς τοῖς περὶ τὸ Λοπάδιον ἀντιταξόμενον· ἤδη γὰρ καὶ οὗτοι τοῖς ὁμόροις Νικαεῦσί τε καὶ Προυσαεῦσιν ἐς τὸ αὐτὸ ἥκοντες ἀπέστησαν φρόνημα. καὶ ὡς εὐρόησεν αὐτῷ ἡ στρατήγησις καὶ τέλος τῷ πολέμῳ ἐπέθηκε δεξιώτατον, ἄρας ἐκεῖθεν πρὸς τὴν Νίκαιαν παραγίνεται καὶ συμμίγνυσιν Ἀνδρονίκῳ, καὶ περὶ ἓν στρατόπεδον ἀμφοτέρων συνδραμόντων τῶν στρατευμάτων, ἔγνω προσβαλεῖν τῇ πόλει Ἀνδρόνικος. οἱ γὰρ ἔνδον οὐκ ἀπόντος μόνον Ἀνδρονίκου ἐφρονηματίζοντο, ἀλλὰ καὶ παρόντα ἐξουθένουν καὶ ὅπλοις ἠμύνοντο τῶν τειχῶν προεκφαινόμενοι καὶ λόγοις ἀσχήμοσιν ἔπληττον μηδενὸς φειδόμενοι καὶ βλήματος καὶ ῥήματος. καὶ ἦσαν αἱ μὲν πύλαι τῆς πόλεως μεμυκυῖαι καὶ ὀχεῦσιν ἀραρότως ἐνηρμοσμέναι, αἱ δὲ γλῶσσαι, ὅσα καὶ πυλῶν τῶν χειλέων διαιρομένων καὶ ὡς ἐκ θωρακίων τῶν ὀδόντων ἐκπίπτουσαι, βολίδας αἰσχρορρημοσύνης ἠκόντιζον ἐς Ἀνδρόνικον. ὁ δὲ τοιούτῳ βλήματι καιρίως πληττόμενος πῦρ ἀπέπνει θυμοῦ ἐκπυρηνίζων ἆσθμα Τυφώνειον, οἷα μηδὲ στέγειν ἔχων τὸν ἔνδον τάραχον, ἐπεὶ καὶ πόλις ἡ Νίκαια αὐχεῖ μὲν καὶ τὸ ἐκ κραταιῶν τειχῶν ἀνάλωτον ἢ δυσάλωτον γοῦν ἐκ πλίνθου ᾠκοδομημένη πᾶσα ὀπτῆς· τότε δὲ καὶ στρατιωτῶν εἰς αὐτὴν εἰσρυέντων, ὁπόσοι ἀπεστύγουν Ἀνδρόνικον, καὶ τοῦ Ἀγγέλου δὲ Ἰσαακίου, ὃς μετ᾿ Ἀνδρόνικον Ῥωμαίων ἐκράτησε τῆς τυραννίδος παραλύσας Ἀνδρόνικον, καὶ τοῦ Καντακουζηνοῦ Θεοδώρου καὶ Περσῶν ἐκ προσκλήσεως εἰσδεδεγμένων ἔνδοθεν, οὐκ ἀγαθὰ τοῖς πορθοῦσι τὰ τοῦ πολιορκεῖν ἐφαντάζετο.

Πλείστας οὖν ἡμέρας παριππεύσας Ἀνδρόνικος οὐδὲν ἤνυεν, ἀλλ᾿ ἄντικρυς ἐῴκει ὄρεσιν ἀποτόμοις προσφερόμενος ἢ πετρῶν ῥαχίαις συμπλεκόμενος παραβόλως καὶ πρὸς †ἄρβυλα† καὶ τείχη διαμιλλώμενος Σεμιράμεια ἢ βέλεμνα πέμπων πρὸς οὐρανόν. οἱ γὰρ ἔνδον ἐκθύμως ἐμάχοντο καὶ ὅπλοις μὲν τὰς δι᾿ ὅπλων ἀπεκρούοντο προσβολάς, μηχανῶν δὲ κατασκευαῖς ἀπηχρείουν τέλεον τὰ τῶν πετρῶν ἀφετήρια, ἅπερ ὁ βαθύνους Ἀνδρόνικος ἐτεκταίνετο τειχομάχια ἱστῶν βελοστάσιά τε καὶ ὀρυκτῆρας ἐπιτεχνώμενος καὶ εἴ τι ἕτερον διαλύειν ἔχει περίβολον πόλεως ἐργαζόμενος καὶ φιλοτιμούμενος πρὸς τοὺς παρόντας ὡς πολὺ τὸ κατὰ τὰς πόλεων ἁλώσεις ἐνδέξιον ηὔχησεν. ὁ μὲν γὰρ ἐπήγνυε τὰς ἑλεπόλεις καὶ τὴν σφενδόνην περιειργάζετο τὸν λύγον τε καὶ τὸν στρόφαλον καὶ τὸν τειχεσιπλήτην κριὸν σιδήρῳ ἐφράγνυεν, οἱ δὲ τοτὲ μὲν ἀπὸ πυλίδων ἀδήλων ἐκθρώσκοντες τῆς πόλεως πυρὶ παρεδίδοσαν καὶ χερσὶ κατέσπων τὰ μηχανήματα, τοτὲ δὲ προσαγόμενα τείχεσι δι᾿ ἑτέρων ὁμοίων ὀργάνων ὡσεὶ καὶ ἀράχνης διέλυον νήματα, ὥστε καὶ Ἀνδρόνικος εἰς κενὸν σχάζοντα ὁρῶν τὰ ἑαυτοῦ διαβούλια ἐννοεῖ τι ἀπάνθρωπον καὶ ὀλίγοις τῶν πρότερον καταπραχθὲν πολιορκοῦσί τε καὶ πολιορκουμένοις ἔξωθεν.

Τὴν γὰρ Ἰσαακίου τοῦ Ἀγγέλου μητέρα τὴν Εὐφροσύνην ἐκ Βυζαντίου ἀνακομίσας νῦν μὲν ὡς πρόβλημα προυτίθει τῶν ἑλεπόλεων, νῦν δὲ τῷ κριῷ ἐπαναβάλλων ὡς ἐν ὀχήματι προσῆγεν οὕτω τῷ τείχει τὰ μηχανήματα. τῷ τοι καὶ ἦν δακρύειν ἐν ταὐτῷ καὶ θαυμάζειν, δακρύειν μὲν διὰ τὸ τοῦ ὁράματος καινότροπον καὶ τὸ τοῦ θυμοῦ πάντα ῥᾷον ποιεῖν καὶ μηδεμίαν τῶν ξενακούστων καὶ τῆς ἀνθρωπίνης φύσεως ἀλλοτρίων ὑποστελλόμενον πρᾶξιν, ἐκπλήττεσθαι δέ, ὅπως οὐκ ἐτεθνήκει τῷ δέει τὸ γύναιον ἄνω τῶν μηχανημάτων καθήμενον καὶ τοῖς τείχεσι τῆς πόλεως προσαγόμενον· ὅτε καὶ πρώτως τεθέανται ἄνθρωποι σαρκίον ἁπαλὸν καὶ τοῦτο γυναικεῖον ἔρυμα σιδήρου προβεβλημένον καὶ τὴν τάξιν ἐνηλλαγμένην καὶ μεταπηδῶσαν ἐς τὸ ἀνόμοιον, ὡς δέμας μὲν εὐπαθὲς ἀνθρώπινον τῶν ἀντιτύπων προεκκεῖσθαι μηχανημάτων εἰς ἀποσόβησιν τοῦ χαλκῷ ἐγχρίπτειν χαλκόν, σίδηρον δὲ περιστελλόμενον ἀνθρώπου σώματι. τοῖς δ᾿ ἐκ τῶν τειχῶν οὕτως ἀτεχνῶς τὰ βέλη ἐφρένωτο, ὡς ἀφίεσθαι μὲν καθὰ καὶ πρότερον καὶ πλήττειν τοὺς ἐπιόντας καὶ καταπλήττειν, αὐτὴν δὲ τὴν εὐγενῆ γυναῖκα κακῶν ἀπαθεστάτην διατηρεῖν, ὡς εἴπερ χερσὶ καὶ νεύμασιν ἐξ ἑαυτῆς μετῆγε τὰ βέλεμνα, εἰς δὲ τὰς τῶν ἀντιθέτων καρδίας αὐτὰ κατέπησσεν. οὐ μόνον τοίνυν ἐς οὐδὲν χρήσιμον τὴν ἀπάνθρωπον ταύτην ἐπίνοιαν καταλήξασαν εἶδεν Ἀνδρόνικος, ἀλλὰ καὶ νυκτὸς ἐξιόντες οἱ Νικαεῖς τάς τε μηχανὰς πυρὶ παρέδοσαν καὶ τὴν γυναῖκα διὰ μηρίνθου ἀνιμήσαντο ἢ ὡς Ἅρπυιαι ἀνηρείψαντο, Ἀνδρόνικον δὲ ὡς Φινέα ἄλλον παρῆκαν κόπτεσθαι μὴ ἔχοντα ὃ πεινῶντι τῷ τοῦ θυμοῦ θηρὶ παραθήσεται. καὶ κλέος ἐντεῦθεν ἐπ᾿ ἀνδρείᾳ παρὰ τοῖς ἐναντίοις μέγα κτησάμενοι Νικαεῖς ἔτι μᾶλλον ἠρρενώθησαν τὰ φρονήματα καὶ τῆς μάχης ἥπτοντο εὐθαρσέστερον.

Οὐκ ἀπὸ τῶν τειχῶν δὲ μόνον φαινόμενοι ἔργα γενναῖα ἐπεδείκνυντο καὶ Ἀνδρόνικον σκώμμασιν ἔπλυνον, μακελλάριον αὐτὸν ἀποκαλοῦντες καὶ κύνα φιλαίματον καὶ σαπρόγηρον καὶ κακὸν ἀθάνατον καὶ ἀνθρώπων Ἐριννὺν καὶ φιλογύνην καὶ Πρίηπον Τιθωνοῦ τε καὶ Κρόνου πολυετέστερον καὶ εἴ τι αἴσχιστον ἄλλο πρᾶγμα καὶ ὄνομα, ἀλλὰ κἀκ τῶν ἐπάλξεων, ὡς εἴρηκε τὸ λέγειν, καταπηδῶντες διεξεχέοντο τῶν πυλῶν. Ἀνδρόνικος δὲ τῷ ὑπωχριῶντι τοῦ προσώπου καὶ τῷ μὴ κατὰ φύσιν τοῦ βλέμματος καὶ τῷ πολλάκις ὡς ἐν ἱστῷ ὑφαινούσης τῷ δακτύλῳ περιελίττειν τὸ κατακεχυμένον καὶ βοστρυχῶδες τῆς γενειάδος θυμομαχῶν προδήλως ἐδείκνυτο καὶ κατὰ τῶν Νικαέων δόλους ὑφαίνων.

Λιμώττων δὲ ὡς κύων, Δαυιτικῶς εἰπεῖν, ἐκ τοῦ μὴ ἔχειν τὸν καταθοινηθησόμενον περιεκύκλου τὴν πόλιν καὶ ὡς ἠπορημένη ἄρκτος ἐπιπορευόμενος κατεστέναζε τῶν ταγμάτων καὶ τοῖς ταξιάρχαις ἐπέπληττεν ὡς δήπου βλακευομένοις περὶ τὸν πόλεμον καὶ τὴν παράταξιν ὑπεκκλίνουσι.

Τολμητίας δ᾿ ὢν ὁ Καντακουζηνὸς Θεόδωρος καὶ τῇ ἀκμῇ τῆς ἡλικίας ὅσα καὶ οἶνος ζέων νεωστὶ ληνοβατηθεὶς ἰδών ποτε τὸν βασιλέα Ἀνδρόνικον τὴν πόλιν περιιόντα μετὰ ἴλης συχνῆς καὶ εὐίππων ταγμάτων, ἐνθουσιώδους πλησθεὶς ὁρμήματος καὶ διὰ τῶν ἑῴων πυλῶν ἀνακλιθεισῶν ὡς εἶχεν εὐθὺς ἐκθορῶν, ἐφεπομένων αὐτῷ καί τινων εὐαρίθμων, κατ᾿ Ἀνδρονίκου τιταίνει τὸ δόρυ διὰ τῶν προμάχων χωρῶν. σφοδροτέραν δὲ ποιούμενος τὴν ἐπέλασιν καὶ συνεχῶς κεντρίζων τὸν ἵππον καὶ βιάζων ἄντικρυς ἵπτασθαι, οὐχὶ φέρεσθαι, ὡς ἡ φύσις τοὺς πόδας ἐπτέρωσεν, ἔλαθεν ἑαυτὸν ἀπολωλεκώς· τοῦ γὰρ ἵππου κενεμβατήσαντος κἀντεῦθεν ἐπὶ γόνυ κλιθέντος, τῆς ἕδρας ἀποβάλλεται ἐπὶ βρεχμὸν κατώκαρα πεσὼν καὶ τῶν μυῶν τῶν νωτιαίων παθόντων κακῶς ἔκειτο ὀλιγοδρανέων σκοτοδίνης ὑποπλησθείς. κἀντεῦθεν ἐπιδραμόντες ξιφήρεις τῶν ἐξ Ἀνδρονίκου συχνοὶ ἀποδειροτομοῦσι τὸν Θεόδωρον, εἰσὶ δ᾿ οἳ καὶ τὸν λοιπὸν ἐκρεανόμουν Θεόδωρον Ἀνδρονίκῳ δρῶντες τὰ καταθύμια. μετὰ μικρὸν δὲ καὶ τοῖς οἰκήτορσι τῆς Κωνσταντίνου ἡ τοῦ Καντακουζηνοῦ προσάγεται κεφαλὴ κοντῷ μετέωρος ταῖς ἀγυιαῖς τῆς πόλεως ἐμπομπεύουσα.

Οἱ Νικαεῖς τοίνυν τὸν θαρσαλέον πολεμιστὴν καὶ ἄμαχον πρόμαχον ἀποβαλόντες οὐ μικρῶς, ὡς εἰκός, ἐπωδύραντο τοῦτον πεσόντα καὶ ἀθυμότερον διετέθησαν. βλέψαντες δὲ πρὸς τὸν Ἰσαάκιον Ἄγγελον ἤθελον ὑπείκειν τούτῳ καὶ ὡς σφῶν αὐτῶν προσφέρεσθαι ἀρχηγῷ. οὗτος δὲ τὴν γνώμην ὑπόνωθρος ὢν καὶ κατ᾿ Αἰνείαν τοῦ μάχεσθαι ἀφιστάμενος, ὡς ἔοικε, τὸ μέλλον εἰδὼς καὶ τὴν ἀποκειμένην αὐτῷ βασιλείαν ὡς ἐκεῖνος τὴν τοῦ γένους εὔκλειαν φανταζόμενος οὐ περὶ πολλοῦ τὸν ἡγεμόνα ἐτίθετο.

Ἀμέλει τοι τὸ στρατιωτικὸν ὑπεκλυόμενον κατὰ βραχὺ τοῦ προθύμου ἐς ξυμβάσεις ἤθελε χωρεῖν καὶ τὸ γενναῖον ἐκεῖνο λῆμα καὶ ἐνθεάζον ἀπέσβεστο τέλεον. σύνοδοι γοῦν κατὰ φατρίας γινόμεναι εἶχον ἐκτραγῳδούμενα καὶ οἷον πρὸ ὀφθαλμῶν παριστάμενα ὅσα οἱ πολιορκηθέντες δεινότατα πάσχουσι. καὶ τὴν Ἀνδρονίκου δὲ κατὰ νοῦν ἀπήνειαν φέροντες καὶ τὰς διὰ παντοδαπῶν βασάνων ἀναπεμπάζοντες κακώσεις ταῖς φρεσίν, ὅσας πείσονται πολέμου νόμῳ ἁλούσης τῆς πόλεως, κατέπτησσον ὡς λαγώδια, ἀπεναντίας τῷ Καινεῖ πεπονθότες· ὁ μὲν γὰρ ἐκ γυναικὸς εἰς ἄνδρα, ὡς ὁ μῦθος βούλεται, ἥρμοστο, οἱ δὲ ἐξ ἀνδρῶν εἰς μαλακότητα γυναικείαν ἐξενευρίσθησαν, μηδενὸς ὄντος τοῦ διὰ τῆς οἰκείας θερμῆς ὁρμῆς εἰς ἔργα ἀρετῆς ἀναθάλποντος, ἀλλὰ πάντων μετὰ τὸν τοῦ Καντακουζηνοῦ μόρον συννεκρωθέντων οἷον τὸ θάρσος καὶ τὸ περὶ τὰς μάχας ἀποθεμένων πρόθυμον.

Ἃ πάντα κατανοήσας ὁ τότε τῆς Νικαίας ἀρχιερεὺς Νικόλαος τὴν ἀνάγκην ἐς τὸ φιλότιμον διατίθησι. καὶ δὴ τὸν λαὸν ἐκκλησιάσας ὑποτίθησιν ἐνδοῦναι τῷ καιρῷ καὶ τοῖς πράγμασι καί, ἕως ἡ πόλις τοῖς κύμασι τῆς μάχης ἀβάπτιστος, ἐγχειρίσαι φέροντας Ἀνδρονίκῳ· ὁρᾶν γὰρ Ἀνδρόνικον μὴ ἄν ποτε κεναῖς, ὅ φασιν, ἐπαναζεύξοντα χερσίν, ὅτι μηδ᾿ ἑπόμενά εἰσιν αὐτῷ τὰ ἀνθέλκοντα καὶ ἀντιπερισπῶντα ἑτέρωθι, καὶ αὐτοὺς δὲ κατὰ μικρὸν καὶ τῆς φυλακῆς ἀφισταμένους τῆς πόλεως καὶ πρὸς τὸ τῆς εἰρήνης οἰκουρὸν ἀπονεύοντας. καὶ ὡς εὗρε πάντας ἀγαθὴν τὴν παραίφασιν οἰομένους καὶ ἀμφοτέραις τοῦ ἐκ ταύτης καλοῦ περιδραττομένους, τὴν ἱερὰν ἐρέαν ἐνδὺς καὶ ἀνὰ χεῖρας τὰ θεῖα δεξάμενος λόγια ἕπεσθαί οἱ τοὺς ζακόρους κελεύει καὶ τὸ λοιπὸν τῆς πόλεως πλήρωμα, ὡς μηδὲ γυναῖκας ἢ νηπιάχους ἀπολειφθῆναι τῆς ἐξελεύσεως, πάντας γυμνιτεύοντας ὅπλου παντός, κλάδους ἱκετηρίους σείοντας, ἀκαλυφεῖς τὴν κάραν, ἀκρηπιδώτους τοὺς πόδας, τὰς χεῖρας λελυμένους τῶν ἱματίων, κατὰ μηδὲν τὸν ὡς ἀληθῶς ἱκέσιον ψευδομένους, ἀλλὰ καὶ σχήμασιν ἐλεεινοῖς καὶ ὑφειμένοις φθέγμασιν ἐπισπωμένους τὸν οἰκτιζόμενον.

Καὶ οἱ μὲν οὕτω τῆς πόλεως ἐξεχύθησαν, ὁ βασιλεὺς δ᾿ Ἀνδρόνικος τῷ τῆς θέας ἀέλπτῳ καταπλαγεὶς πολλάκις τοὺς ὀφθαλμοὺς εἰς ἀκριβῆ τῶν θεωμένων διεσάλευεν ὅρασιν· ἀτεχνῶς γὰρ ὄναρ ἐδόκει βλέπειν τὰ τότε τελούμενα. ἐπεὶ δὲ ἀληθῆ τὴν ὄψιν καὶ πρὸς μηδὲν πλανῶσαν εἶχε καταμαθών, τὸ τοῖς βασιλεῦσι προσῆκον ἐλευθέριον φρόνημα καὶ τὸ τῆς γνώμης ἀκαπήλευτον παρωσάμενος ὑπονοθεύει τὸν ἔλεον ὁ ἀσύντακτος καὶ τὴν λεοντῆν οὐκ ἔχων τῷ τέως ἀνακαλύπτειν τὴν ἀλωπεκῆν ὑποδύεται. καὶ τοίνυν οὐ μόνον τὸν ἀσμένως προσδεχόμενον πλάττεται, ἀλλὰ καὶ μικροῦ κατήχθη πρὸς δάκρυα, τοῦτο δὴ τὸ ἀρχαῖον Ἀνδρονίκῳ τῆς ἀληθείας συσκίασμα.

Πλὴν οὐκ ἐπὶ πολὺ τὸ δρᾶμα ὑποκρινάμενος, ἀλλὰ μετὰ καιρὸν ἀποδὺς ὡς ῥάκια τὰ ἁπαλὰ καὶ ὑπὲρ ἔλαιον λεῖα ῥήματα, ἐμφανῶς τοῖς Νικαεῦσιν ὑπέδειξε καὶ μάλιστα τοῖς κατ᾿ ἀξίωσιν καὶ γένους σεμνότητα ὑπερέχουσιν, οἵαν ὁ γέρων ἐπιγουνίδα τρέφει ὀργῆς καὶ ὅσον τὸν μετόπισθεν ὑποτύφων κότον καὶ τὸ ἐχθραντικὸν καὶ μνησίκακον εἰς καιρὸν ἐταμιούλκει τὴν ἀνταπόδοσιν. πολλοὺς τοίνυν τῆς πατρίδος μετανάστας εἰργάσατο, τινὲς δ᾿ ἀπὸ τῶν τειχῶν κύμβαχοι καταρριφέντες οἰκτρότατον ὑπέμειναν θάνατον.

Τότε δὲ τοὺς Πέρσας ἀνασκολοπίσας κύκλῳ τῆς πόλεως καὶ τὸν Ἄγγελον Ἰσαάκιον ἐπαινέσας οἷς ἔδρασε καὶ οἷς εἴρηκε, μὴ μόνον τοὺς ὀδόντας εἰς ὅπλα καὶ βέλη <οὐ> μεταποιήσας ἐπ᾿ ἴσης τῷ Καντακουζηνῷ Θεοδώρῳ, ἀλλὰ κἀκείνῳ ἐπιπλήξας πολλάκις κατὰ χριστοῦ Κυρίου θρασυστομοῦντι καὶ ὡς ἐκ κουλεοῦ τοῦ στόματος μάχαιραν ὀξεῖαν τὴν γλῶτταν ἕλκοντι, καὶ χρηστῶν ἐμπλήσας προσδοκιῶν, τὸ δ᾿ ἀληθέστερον εἰπεῖν, τὸν ἑαυτοῦ φονέα καὶ τῆς ἀρχῆς παραλύσοντα τρέφων κατὰ θεῖον καὶ περιθάλπων εἰς τὸν τῇ προνοίᾳ δοκοῦντα καιρόν, ἐκεῖνον μὲν ὀπίσω ἀποπέμπει πρὸς τὸ Βυζάντιον, αὐτὸς δὲ πρὸς τὸ τῶν Προυσαέων μεταβαίνει πόλισμα μετὰ τῶν ἐφεπομένων αὐτῷ στρατιωτικῶν τάξεων.

Καὶ δὴ κατὰ τὸ πρὸς μεσημβρίαν μέρος τῆς πόλεως βαλὼν χάρακα, καθ᾿ ὃ δὴ καὶ προσιτὸν ἐδόκει τὸ τεῖχος διὰ τὸ τοῦ χώρου ἰσόπεδον, μὴ ὡς ἡ λοιπὴ πόλις εἰς πετρῆεν καὶ περιφερὲς αἰρόμενον γήλοφον καὶ ἀπότομον προφαινόμενον, τῇ ἑξῆς ἔχεται τοῦ πολιορκεῖν. καὶ αἱ μὲν μηχαναὶ καὶ οἱ ἄνδρες οὐκ ἀεργῶς εἶχον, ἀλλ᾿ ἔδρων τὸ πρόσφορον· αὐτὸς δὲ Ἀνδρόνικος ῥέων τῷ λέγειν ἀτράκτους βελῶν πετησίμους τιθεὶς λόγοις πτερόεσσιν ἐπηφίει κατὰ τῆς πόλεως. ἦσαν δὲ ἃ ἐδήλου τὰ φερόμενα ἐκεῖνα διαέρια γράμματα μεταβολῆς παραίφασις καὶ ἀμνηστία κακῶν, εἰ αὐτὸν μὲν εἴσω προσδέξονται τὰς πύλας ἀναπετάσαντες, Θεόδωρον δὲ τὸν Ἄγγελον καὶ τὸν ἀγοραῖον Λαχανᾶν καὶ τὸν ἀσύνετον Συνέσιον, ἵνα ταῖς αὐτοῦ ἐκείνου χρησαίμην λέξεσι, καὶ οἳ τούτοις ὁμόφρονες συσχόντες καταπροδώσουσι. καὶ τοῦτο ἐφ᾿ ἱκαναῖς ἐποίει ἡμέραις. οὐδὲ γὰρ ὁ κατὰ Προῦσαν συγκροτούμενος πόλεμος τοῦ κατὰ Νίκαιαν συστάντος τὸ ἔλαττον ἀπεφέρετο κατά τε ἀλκὴν ἀνδρῶν συμπλεκομένων τοῖς βασιλείοις τάγμασι καὶ μῖσος τὸ ἐς Ἀνδρόνικον, ὃ καὶ τοῦ πολέμου αἴτιον ἦν. καὶ αὐτὴ δὲ ἡ πόλις ἡ Προῦσα καλλίπυργος ἅπασα καὶ ἐχυρὸν περιβεβλημένη περίβολον καὶ τοῦτον ἀμφίδυμον κατὰ τὸ κλίμα τὸ νότιον. ἐν ᾧ καὶ ἐκδρομαὶ πολλάκις τῆς ἡμέρας γινόμεναι συνῆπτον πρὸς ἄλληλα τὰ στρατεύματα καὶ ἔπιπτον ἐξ ἀμφοτέρων συχνοί.

Ἐπεὶ δὲ ἔδει καὶ τὴν πόλιν ταύτην ὑποκύψαι τῷ Ἀνδρονίκῳ καὶ τοὺς πλείστους τῶν ἐν αὐτῇ χειρωθέντας παθεῖν τὰ ἀνήκεστα, τοῦ τείχους τι ἀπελεπίσθη συνεχῶς τῇ ἑλεπόλει δρυπτόμενον. πρὸς δὲ τούτῳ καὶ τὸ κατ᾿ ἐκεῖνο τὸ μέρος προσεπίκτισμα καὶ ἱμάντωμα τοῦ παλαιοῦ περιβόλου καταβληθὲν φαντασίαν τοῖς ἔνδον παρέσχετο τοῦ τὸ τεῖχος ἅπαν, ὁπόσον ἡ ἑλέπολις ἔτυπτεν, ἐπὶ γόνυ κλιθῆναι κατασεισθέν. θροῦς οὖν ἐπὶ τῷ γενομένῳ ἄσημος αἴρεται καὶ δέος τὰς ἁπάντων ἐκταράττει ψυχάς. ὅθεν μὴ περιεργασθέντος τοῦ κακοῦ, ἀλλ᾿ ὅλων καὶ πρὸς μόνον τῶν ἐκτιναχθέντων λίθων τὸν δοῦπον ἐναποψυξάντων τῷ δέει μικροῦ, ἔρημα μὲν τὰ τείχη τῶν προφυλακούντων εἰάθησαν, αἱ δ᾿ ἀγυιαὶ εἶχον ἁλιζομένους ὡς ἐπ᾿ ἀμηχάνοις τοὺς ὑποκαταβάντας ἐκ τῶν τειχῶν. καὶ τὸ ἐντεῦθεν ἄνετος μὲν τοῖς πολεμίοις ἡ διὰ πυλῶν καὶ τείχους κλιμάκων ἐπενηνεγμένων εἰς τὴν πόλιν εἴσοδος, αὐτοῖς δὲ τοῖς Προυσαεῦσι καταλαμβανομένοις ἀνηλεὴς ἀναίρεσις καὶ τῶν προσόντων διαρπαγὴ καὶ τῶν βοσκημάτων κατακοπή, ἃ κατὰ πώεα καὶ ὅλα βουκόλια εἰσηλάθησαν, ὡς ἔχοιεν ᾧ τραφήσονται οἱ ἐντός, ἐπιτεινομένης τῆς πολιορκίας. καὶ τότε μὲν ἐν τοιούτοις ἦσαν δεινοῖς τὰ τελούμενα.

Ἐπεὶ δὲ καὶ Ἀνδρόνικος εἰσεληλύθει τὸ πόλισμα καὶ ἐνηυλίσατο ἔνδοθεν, οὔθ᾿ ὡς βασιλεὺς πραῢς καὶ σώζων ὑπηκόοις οὖσι πάλαι καὶ αὖθις ἐσομένοις, κἂν πρὸς καιρὸν ἀπέστησαν, τοῖς Προυσαεῦσιν ἐχρήσατο, οὔθ᾿ ὡς ἁπλῶς ἄνθρωπος ὁμοφυέσιν ἀνδράσιν ἡμέρως προσενήνεκται, ἀλλ᾿ ὡς ἀρχικὸς θὴρ ἀπόσιτος ἱκανῶς ἀσηκάστοις ἐμπεσὼν καὶ ἀποιμάντοις θρέμμασι τοῦ μὲν αὐχένα κατέαξεν, ἄλλου δ᾿ ἐλάφυξεν ἔγκατα καὶ ἄλλως ἔθετο χειρίστως ἕτερον, τὰ δὲ λοιπὰ κρημνοῖς καὶ ὄρεσι καὶ βαράθροις διασπαρέντα παρέπεμψεν, οὕτω καὶ τότε Ἀνδρόνικος, μὴ προηγησαμένης ὁμολογίας τε καὶ σπονδῆς μετὰ τοῦ τῶν Προυσαέων πληρώματος ἢ ἑκουσίας προβάσης παραδοχῆς, ἀλλὰ πολέμῳ ἡλωκυίας τῆς πόλεως, πλείστους ὅτι μάλιστα διέφθειρε καὶ ἠφάνισεν εἰς πολυειδεῖς καὶ πολυτρόπους κολάσεις τὸ τοῦ θυμοῦ καταμερίσας ἀλλόκοτον.

Τὸν μὲν γὰρ Θεόδωρον τὸν Ἄγγελον, ἠΐθεον ὄντα καὶ τὸν ἴουλον πρώτως χνοάζοντα, τίθησιν ἐξ ὀμμάτων καὶ ὄνῳ ἀναβληθέντα καὶ τῶν Ῥωμαϊκῶν ὅρων ὑπερέκεινα ἀπαχθέντα εἶτα κελεύει διαφιέναι, ἵν᾿ ὅπῃ τὸ ὑποζύγιον ὁρμῴη μονάζων πλάζοιτο. καὶ τάχ᾿ ἂν θηρίοις ἐγεγόνει κατάβρωμα, ὃ καὶ ὁ τὴν τιμωρίαν ταύτην ἐκείνῳ ἐπιθεὶς Ἀνδρόνικος προεσκέψατο, εἰ μὴ Τοῦρκοι ἐγκύρσαντες ᾠκτείρησάν τε καὶ κατὰ τὰς σκηνὰς αὐτῶν ἀπαγαγόντες θεραπείας ἠξίωσαν. τὸν δὲ Συνέσιον Λέοντα καὶ τὸν Λαχανᾶν Μανουὴλ καὶ συχνοὺς ἄλλους τοῖς τῶν παραπεφυκότων τῇ Προύσῃ δένδρων ἀκρέμοσιν ἀπεκρέμασε, τὸν δέκατον τετραπλῶς ἀποσώζοντας ἀριθμόν. πολλαπλασίοσι δ᾿ ἑτέρους καθυποβεβλήκει ποιναῖς· ὧν μὲν γὰρ χεῖρας ἀπέτεμεν, ὧν δὲ δακτύλους ὡς ἀμπέλων περιέκειρε κλάδους, τινῶν δὲ πόδας ἀφῄρηκε. πολλοὶ δὲ χειρῶν καὶ ὀφθαλμῶν ὑπέστησαν στέρησιν· ἦσαν δ᾿ οἳ καὶ ὀφθαλμὸν δεξιὸν καὶ πόδα εὐώνυμον ἐζημίωντο καὶ αὖ τοὐναντίον ἐπεπόνθεισαν ἕτεροι.

Καὶ οὕτως ἀπανθρώπως τὸ ἐν ῥώμῃ σώματος καλλιστεῦον καὶ στρατιωτικῇ ἐξαίρετον ἐμπειρίᾳ τὴν οἰκείαν ζημιώσας βασιλείαν Ἀνδρόνικος μεταίρει πρὸς τὸ Λοπάδιον. κἀκεῖ τὰ ὅμοια δράσας καὶ τὸν ἐπίσκοπον ἕνα στερήσας τῶν ὀφθαλμῶν ὡς μὴ κατὰ τῶν ἐκ τῆς ποίμνης ἐκείνου ἀγανακτοῦντα στασιωτῶν, ἀλλὰ πράως οὕτω καὶ ὁμαλῶς τὴν κατ᾿ Ἀνδρονίκου φορὰν ἐκείνων προσιέμενον καὶ ἀνεπεγκλήτως θεώμενον, ἐπάνεισιν εἰς τὰ βασίλεια τοιούτοις γεγανωμένος τροπαιουχήμασι, τὰς τῶν Προυσαέων ἡμερίδας καταλιπών, αἳ περιπλέγδην τὰ δένδρα ἀνέτρεχον, βαρυνομένας τοῖς τῶν κρεμασθέντων σώμασιν ὡς ἄλλοις βότρυσι καὶ μηδένα τῶν ἀνασκολοπισθέντων ἀφεὶς ὡς ληνοῖς δοθῆναι τοῖς σήμασιν, οὓς καὶ τερσήνας ἥλιος ἀνέμοις περιφέρεσθαι ἀνῆκε κατὰ τὰ ἐν σικυηλάτοις ὑπὸ τῶν ὀπωροφυλάκων αἰωρούμενα φάσματα.

Εἰς δὲ τὴν πόλιν ἐπανιὼν καὶ παρὰ τοῦ δήμου φωναῖς εὐφήμοις δεξιωθεὶς καὶ ταῖς τῶν κολάκων προσλαλιαῖς, οὓς ἀεὶ παρατρέφουσι τὰ ἀνάκτορα, τὸ μεγαλόφρον πλεῖον κτησάμενος εἰς θεωρεῖα καὶ ἁμίλλας ἵππων, θερείας οὔσης τῆς ὥρας, ἐτράπετο, ὅτε καί τινων ἐκ τῶν κατὰ τὸ βασιλικὸν ἑδρίασμα δρυφάκτων καταβληθέντων καὶ περὶ τοὺς ἓξ ἄνδρας ἀνῃρηκότων καὶ τοῦ θεατρομανοῦς ὄχλου ἐπὶ τῷ συμβάντι διαθροηθέντος, ὥρμησε τοῦ θώκου ἐξαναστῆναι καὶ μεταχωρῆσαι πρὸς τὰ βασίλεια τῷ δέει ἀλλοιωθεὶς καὶ τοὺς δορυφόρους συνηθροικώς, εἰ μὴ τὸ περὶ ἐκεῖνον εὔνουν ἱκέτευσαν ἀποστῆναι ὡς ἀτόπου τοῦ τοιούτου βουλεύματος καὶ ἐμπέδως ἱζάνειν παρέπεισαν ὡς αὐτίκα, εἰ ἐξανασταίη, ἀπολούμενον, τοῦ δήμου συσπειραθέντος εἰς ἓν καὶ κατ᾿ ἐκείνου καὶ τῶν ὅσοι περὶ αὐτὸν ἐφορμήσαντος. μικρόν τι γοῦν ἐπιμείνας τὸν ἱππικὸν μόνον καὶ γυμνικὸν τετέλεκεν ἄεθλον, τῶν δ᾿ ἐπεισοδίων θεαμάτων ἀπέσχετο τέλεον, ἐν οἷς διαχέουσι τὸ θεώμενον οἱ διὰ μηρίνθων εἰς ὕψος ἀναρριχώμενοι καὶ ὑπὸ μικρῷ καὶ λεπτῷ τῷ συνέχοντι καλωδίῳ ἐπορχούμενοι διαέριοι, ἔτι δὲ οἱ πτηνόποδες λαγίναι καὶ κύνες αἱ θηρευτικαί, φιλοτοιούτους ἀποδεικνύντα τοὺς ἀήθεις θεατροβάμονας. καὶ ταῦτα μὲν ὧδέ πῃ ἐφέρετο.

Ἦν δέ τις ἀνήρ, τοὔνομα Ἰσαάκιος, γένους ἄριστα ἥκων, ἕτερος παρὰ τὸν Ἄγγελον Ἰσαάκιον, θυγατρὸς παῖς Ἰσαακίου τοῦ σεβαστοκράτορος, ὃν ὁ λόγος τῆς ἱστορίας ἁπτόμενος κασίγνητον τοῦ βασιλέως εἴρηκε Μανουήλ. οὗτος δὴ ὁ Ἰσαάκιος παρὰ τοῦ πρὸς πάππου θείου καὶ βασιλέως τοῦ Κομνηνοῦ Μανουὴλ τὰ κατ᾿ Ἀρμενίαν διέπειν λαχὼν καὶ ἄρχειν Ταρσοῦ καὶ στρατηγεῖν ὁπόσα τοῖς ἐκεῖ προσκεκλήρωται συρρήγνυσι μετὰ τῶν διαφόρων Ἀρμενίων πόλεμον καὶ ἁλοὺς ἐν φρουρᾷ καθείργνυται (φθάνει δὲ θανὼν καὶ ὁ βασιλεὺς Μανουήλ), καὶ τοῦτο ἐς ἡλίους πολλούς. ὀψὲ δὲ πρὸς τῶν Ἱεροσολυμιτῶν λυθείς, οὓς Φρερίους φασίν, ἔσχεν εὔθετον τὴν πρὸς πατρίδα ἐπάνοδον, Ἀνδρονίκου συναραμένου πρὸς τὰ λύτρα, ὑποθημοσύνῃ Θεοδώρας, ᾗπερ ὁ μέν, ὡς πολλάκις εἴπομεν, ἐπλησίαζεν, ὁ δ᾿ Ἰσαάκιος οὗτος ἀδελφιδοῦς ἦν. ἐνῆγον δὲ Ἀνδρόνικον εἰς τὸ προσδέξασθαι τὸν Ἰσαάκιον καὶ τῆς χρονίου κατοικτεῖραι ἀποδημίας ὁ Μακροδούκας Κωνσταντῖνος τῇ πρὸς μητρὸς Ἰσαακίου θείᾳ συνευναζόμενος καὶ Ἀνδρόνικος ὁ Δούκας συνήθης ὢν ἐκ παίδων Ἰσαακίῳ καὶ κατὰ γένος αὐτῷ προσεγγίζων.

Οὗτος τοίνυν ὁ Ἰσαάκιος Ἀνδρονίκῳ οὐχ ὑπείκειν ἐθέλων καὶ τὴν πατρίδα ὡς ἐν ἄστρασι φανταζόμενος καὶ συγγενείας ἢ ἐρατεινῆς ὁμηλικίας οὐδένα λόγον τιθέμενος, τυραννίδος δ᾿ ἐρῶν καὶ ἀρχῆς ἔφεσιν τρέφων, οὐ μὴν ὑποκύπτειν ἀνεχόμενος ἄρχουσιν, ἐφοδίοις χρῆται καὶ συνερίθοις τοῖς πεμφθεῖσιν αὐτῷ ἐκ Βυζαντίου χρήμασιν εἰς τὸ κακοβούλως ἀρχὴν ἑαυτῷ μνηστεύσασθαι. τοίνυν μετὰ χειρὸς συχνῆς καταπλεύσας ἐς Κύπρον τὰ μὲν πρῶτα τὸν ἔννομον καὶ πρὸς βασιλέως ἀπεσταλμένον δυνάστην ὑπεζωγράφει βασιλικὰ ὑποδεικνύων τοῖς Κυπρίοις γράμματα, ἅπερ αὐτὸς συνέθετο, καὶ διαταγὰς ἀναγινώσκων αὐτοκρατορικὰς ἐπιπλάστους τὸ ποιητέον δῆθεν ὑποτιθεμένας ἐκείνῳ καὶ τἆλλα διαπραττόμενος, ὅσα οἱ ἀφ᾿ ἑτέρων ἄρχειν ταχθέντες πρὸς ἀνάγκης ποιεῖν ἔχουσι· μετ᾿ οὐ πολὺ δὲ τὸν τυραννοῦντα παραγυμνώσας καὶ ἣν ἔτρεφεν ἀπήνειαν ἐκκαλύψας ἀπανθρώπως τοῖς ἐκεῖ προσφέρεται.

Καὶ τοσοῦτον ἐς τὸ τοῦ ἤθους ἀκαμπὲς καὶ ἀμείλικτον Ἀνδρόνικον ὑπερέβαλεν, ὅσον οὗτος τοὺς πώποτε διαβοήτους ἀνεπιεικεῖς κατὰ διάμετρον ὑπερήλασεν. οὐ γὰρ διέλιπεν, ἐξ ὅτου περ ἀσφαλῶς ἤδη ἄρχειν ᾤετο, μυρία ἄττα ἀνόσια ἐπὶ τοῖς οἰκήτορσι τῆς νήσου ἐργαζόμενος. φόνοις τε γὰρ καθ᾿ ὥραν ἀναιτίοις ἐχραίνετο καὶ δηλήμων σωμάτων ἀνθρωπίνων ἐγίνετο ποινὰς ἐπάγων καὶ τιμωρίας οἷά τι συμφορῶν ὄργανον, ὁπόσαι κατῆγον εἰς θάνατον. καὶ κοίταις δὲ ἀθεμίτοις καὶ φθοραῖς παρθένων ὁ παναισχὴς καὶ ἐξάγιστος ἠκολάσταινεν οὐσίας τε ἁπάσης τοὺς εὐδαίμονας πρώην οἴκους ἀνυπευθύνως ἐστέρησε καὶ τοὺς χθές τε καὶ πρότριτα περιβλεπομένους αὐτόχθονας καὶ κατὰ τὸ πολυκτῆμον τῷ Ἰὼβ ἀντερίζοντας διαφῆκεν ἀγυρτεύειν λιμώττοντας καὶ γυμνιτεύοντας, καθ᾿ ὅσων τέως οὐκ ἐχρήσατο τῷ ξίφει ὁ ἀκρόχολος.

Φεῦ, φεῦ, ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται. εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα. ἐφύτευσας αὐτοὺς καὶ ἐρρίζωσαν· ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν. ταῦτα δή, ἃ καὶ προφήτης ἀπολογεῖται πρὸς Κύριον λαλῶν κρίματα. οἷα γὰρ ἡ τότε γενεὰ ἐξέφυσε κώνεια πρὸς οὐδὲν ἕτερον ἁδρυνθέντα ἢ θάνατον τοῖς προσφερομένοις καὶ τῶν πλείστων ἀπώλειαν πόλεων, ὧν τῆς ἀρχῆς παναθέσμως ἐπέβησαν.

Ταῦτα ὡς εἰς ἀκοὴν ἐλήλυθεν Ἀνδρονίκῳ, οὐκ ἦν ὁπωσοῦν καθεκτός, ἀλλ᾿ ὁρῶν αὐτῷ ἐπερχόμενον ὃν πάλαι φόβον πεφόβητο (ἦν γὰρ ὑφορώμενος τὸ ἰῶτα ὡς τὴν αὐτοῦ παραλῦσον ἀρχήν), ἐξήτει τρόπον, δι᾿ οὗ ἂν συλληφθῇ Ἰσαάκιος καὶ γενηθῇ ἐξ ἀνθρώπων ὁ ἐκείνῳ προσδόκιμος ὄλεθρος· ἐδεδίει γὰρ μήπως Κυπρόθεν καταπλεύσας καθελεῖ τοῦτον τῆς τυραννίδος, εἰδὼς ὡς ἀσμένως προσδεχθήσεται παρὰ πάντων, ἐπεὶ καὶ τὸ πόρρω κακὸν τοῦ ἐν χερσὶν ἀλυπότερον καὶ τοῦ θλίβοντος ἄρτι κουφότερόν ἐστι τὸ ἐλπιζόμενον χείριστον· ἀγαπητῶς γὰρ παρακερδαίνειν ἐοίκαμεν ἄνθρωποι καὶ τὴν βραχεῖαν τοῦ ἀλγοῦντος ἄνεσιν.

Μὴ ἔχων δ᾿ ὅπως τὸν ἀπόντα ἐχθρὸν χειρώσηται, ἐπὶ τοὺς ἐγγὺς τρέπει τὸν θυμόν, ταὐτόν τι δρῶν, ὃ καὶ κύνες πολλάκις ποιεῖν εἰώθασι· τοῦ γὰρ βάλλοντος ἀφιστάμενοι τοῦτον μὲν ἀμύνουσιν ὑλακαῖς, τῷ δ᾿ ἀφεθέντι λίθῳ τοὺς ὀδόντας ἐγχρίπτουσιν. ἀμέλει καὶ ὑπὸ κρίσιν ἤγαγε τόν τε θεῖον ἐκείνου τὸν Μακροδούκαν Κωνσταντῖνον καὶ τὸν Δούκαν Ἀνδρόνικον, οἳ ξυνέθεντο οὐκ ἀχρεῖον Ἀνδρονίκῳ τὰ ἐς πίστιν ὀφθῆναι τὸν Ἰσαάκιον λυθέντα καὶ πρὸς τὴν πατρίδα ἐπαναζεύξαντα. μετ᾿ οὐ πολλὰς δ᾿ ἡμέρας καὶ καθοσιώσεσιν οὗτοι ὑπάγονται, καίπερ τῶν τῆς μερίδος ὄντες Ἀνδρονίκου οἱ μέγ᾿ ἔξοχοι πάντων καὶ τῆς ἑταιρείας οἱ κράτιστοι, εἴγε ὁ μὲν Μακροδούκας ἐκτὸς τῶν ἄλλων φιλοφροσυνῶν, αἷς ἐπιμελῶς Ἀνδρόνικον ἐθεράπευε, καὶ ἀδελφῇ τῆς Θεοδώρας κατὰ συνάφειαν συνήρχετο γαμικήν, ἣν ὁ λόγος πλειστάκις ἱστόρηκε γινώσκειν ἀθεμίτως Ἀνδρόνικον, ὁ δὲ Δούκας Ἀνδρόνικος, καταπύγων ὢν καὶ γλοϊὸς καὶ τὴν ἀναίδειαν ἐπὶ τοῦ προσώπου προβεβλημένος, καὶ αὐτοῦ δὴ Ἀνδρονίκου ἐν τοῖς ὑπὲρ Ἀνδρονίκου προμηθέστερος εἶναι ἐπλάττετο, ὅτι καὶ ὁ μέν τινος ἐκπερονᾶν ὀφθαλμοὺς ἀπεφαίνετο, ὁ δὲ Δούκας οὗτος Ἀνδρόνικος, ὡς εἰ διδακτὸς ἦν τοῦ ἀρχῆθεν ἀνθρωποκτόνου καὶ ταῖς τῶν μερόπων χαίροντος συμφοραῖς, καὶ χειρῶν προσεψηφίζετο στέρησιν ἢ ἀνασκολόπισιν ἐγνωμάτευε, βλασφημῶν ἐν πολλοῖς Ἀνδρόνικον καὶ λίαν ἀναιδῶς καθαπτόμενος ἐκείνου ὡς μὴ καταλλήλους τοῖς πταίσμασι τὰς κολάσεις ἐπάγοντος.

Ἐπιστάσης τοίνυν τῆς λαμπροτάτης καὶ εὐσήμου ἡμέρας, καθ᾿ ἣν ἡ μετὰ τοῦ προσλήμματος εἰς οὐρανοὺς ἄνοδος τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν ἑορτάζεται, ἀθροισμὸς ἐκ προσκλήσεως γίνεται τῶν περὶ τὴν βασίλειον ἁπάντων αὐλήν· καὶ ἦν διὰ τοῦτο τοῖς ἐκ παντὸς ἔθνους καὶ γένους συνδρομὴ καὶ ὁρμὴ ἔνθα ὁ βασιλεὺς ἐνηυλίζετο· ἦν δὲ τότε σκηνούμενος κατὰ τὸ ἔξω λεγόμενον Φιλοπάτιον. ὥσπερ δὲ παλινῳδίαν οἱ συνερχόμενοι ᾄδοντες ἢ ἐν τῷ ἄλλην τρέχειν ἑτέραν βαδίζοντες εἶχον τὸ κατάντημα τῆς ὁδοῦ περὶ τὰ λεγόμενα τοῦ Μαγγάνη παλάτια, ἃ καὶ αὐτὰ κατὰ τὸ ἐντὸς Φιλοπάτιον ᾠκοδόμηντο, ἐσύστερον δ᾿ Ἀνδρόνικος κατηδάφισε. καὶ ἐπεὶ πολυάνθρωπος ἦν ἡ συνέλευσις, πάνυ μέντοι πολυάνθρωπος, καὶ ἀπῆν οὐδείς, ὃν παρεῖναι ἐχρῆν, ἐξάγονται παρὰ δόξαν τῶν συνειλεγμένων ὁ Δούκας τε καὶ ὁ Μακροδούκας ἐκ τῶν ἐκεῖ που ἐπιπέδων οἰκημάτων καὶ πρὸς τὴν αὔλειον ὡς κατάκριτοι θριαμβεύονται.

Καὶ οἱ μὲν ὡς ὑπὸ δίκην ἀχθησόμενοι ἢ τὸν βασιλέα ὀψόμενοι τῶν ὑπερῴων ἐκκύψοντα διεσκευάζοντο ἄνω τὰ ὄμματα αἴροντες καὶ τὼ χεῖρε πρὸς τὸ τοῦ σχήματος σεμνὸν περιβάλλοντες· ὁ δὲ Ἁγιοχριστοφορίτης Στέφανος, ὃν καὶ Ἀντιχριστοφορίτην οἱ τότε ὠνόμαζον ἄνθρωποι ἐς τὸ κατάλληλον τῶν ἔργων τὴν κλῆσιν μετάγοντες (ἦν γὰρ ὁ τῷ ὄντι ἀναιδέστατος τῶν Ἀνδρονίκου ὑπηρετῶν καὶ πάσης ἀνοσιουργίας ἀνάμεστος), λίθον ἄρας χειροπληθῆ καὶ τοῦ Μακροδούκα στοχασάμενος, τοῦ καὶ προφερεστάτου κατὰ κῆδος βασιλικὸν καὶ τὸ γεραρὸν τῆς ἡλικίας καὶ τὴν τοῦ πλούτου βαθύτητα, παρῄνει πᾶσιν ὡς ἐς παράδειγμα αὐτὸν ἀφορᾶν περιβλεπόμενος ἅπασαν τὴν ὁμήγυριν καὶ τὸν μὴ λαϊβολοῦντα ἐρεσχελῶν καὶ ὡς ἄπιστον ἐς βασιλέα κακολογῶν καὶ τὴν αὐτὴν καταδίκην μετὰ μικρὸν ὑποστῆναι μέλλοντα.

Ἦραν οὖν διὰ τὴν ἀπειλὴν ταύτην ὁ ἀθροισμὸς ξύμπας χερμάδια καὶ κατέβαλον τῶν ἀνθρώπων, ἐλεεινὸν καὶ ἄπιστον μετὰ τὸ πάθος θέαμα, ὡς ἀρθῆναι τοὺς λίθους ἐς κολωνόν. ἔτι δ᾿ ἐμπνέοντας τοὺς ἄνδρας ἀράμενοί τινες, οἷς τὰ τῆς ὑπηρεσίας ταύτης ἐπετέτραπτο, καὶ τάπησιν ἐνειλήσαντες, ὑφ᾿ ὧν αἱ τοῖς ἡμιόνοις ἀνατιθέμεναι στρωματοθῆκαι σκέπονται, τὸν μὲν ἐς τὴν περαίαν, ἣ τοῖς Ἰουδαίοις εἰς ταφὴν ἀποτέτμηται, ἄγουσι, τὸν δὲ Μακροδούκαν κατὰ τὴν ἀντίπορθμον τῇ μονῇ τῶν Μαγγάνων ἀποκομίζουσι λοφώδη ἀκτὴν καὶ ἀνασκολοπίζονται ἀμφότεροι.

Καὶ τότε πρώτως οἱ τῆς Κωνσταντίνου πολῖται τεθέανται τὰ καὶ ἀκοαῖς αὐταῖς δυσπαράδεκτα· καὶ ὧν ἀφηγουμένων πρότερον ἔβυον τοὺς ἀκουστικοὺς πόρους, τηνικάδε τοῖς ὀφθαλμοῖς προκειμένων ἀπωλοφύροντο. καὶ τὸ πραχθὲν ἀναλογιζόμενοι ἀμηχανίᾳ συνείχοντο καὶ διπλῆν ἐπὶ τοῖς γινομένοις δίκην ὑφίσταντο· καὶ τῶν ξυμφυλετῶν γὰρ ἐδάμαζον αὐτοὺς τὰ παθήματα καὶ εἰς αὐτοὺς ὅσον οὔπω προσπελάζειν τὸν κίνδυνον φανταζόμενοι χρονιωτέραν εἶχον τὴν βάσανον τῶν ἐν μέσοις ἤδη ἐνσχεθέντων τοῖς ἀχθεινοῖς, καθ᾿ ὅσον οἱ μὲν τῆς πονηρᾶς ἐλπίδος ὑπέληγον, ἤδη τοῦ κακοῦ ἐπιστάντος, ὃ πάλαι κατὰ νοῦν ἔστρεφον, τοῖς δὲ τὸ προορᾶν ἀεὶ τὸ δεινὸν καὶ τὸ οἴεσθαι τὸ μέλλον ὡς ἐφεστὼς καὶ νυκτὸς ἀφῄρει τὸν ὕπνον καὶ ἡμέρας πλέον βασάνου πάσης ἐπέπληττε τὴν συνείδησιν. τὸ δὲ καινότατον, οὐ μόνον ταῦτ᾿ ἔπασχον ὁπόσοι τὸ ἔνδον εἶχον κριτήριον ὑποθρᾶττον ὡς οὐκ ἀγαθὰ τῷ Ἀνδρονίκῳ εὔχονται καὶ βουλεύονται, ἀλλὰ καὶ οἷς ἐκεῖνος προσέκειτο καὶ ἀεί τινος μετεδίδου χρηστοῦ· τὸ γὰρ ἐς ἅπαντας ἄπιστον ἦθος καὶ τὸ τῆς γνώμης παλίμβολον ὑφορώμενοι, ἔτι δὲ τὸ πρὸς κόλασιν ἑτοιμότατον δεδιττόμενοι, οὐδ᾿ οὗτοι τὸ τοῦ κινδύνου ὀξὺ σφῶν αὐτῶν ἀπετρέποντο.

Ἀλλὰ γὰρ μηδὲ τοῦτο παραδραμέτω ὁ λόγος. αἰτοῦνταί τινες Ἀνδρόνικον, οἷς μετῆν παρρησίας, τὰ τῶν κρεμασθέντων καθαιρεθῆναι σώματα. ὁ δὲ ὡς ὁ Πιλᾶτος ἐπὶ τοῦ θεανθρώπου Χριστοῦ ἠρώτησεν, εἰ πάλαι ἀπέθανον· καὶ γνοὺς ἐκ τῶν ἀναρτησάντων κακοὺς κακῶς καταστρέψαι τὸν βίον, συμπαθείας εἶπε τοὺς ἄνδρας καταξιοῦν καὶ ἐπεδάκρυσε τούτῳ τῷ ῥήματι, ἰσχυροτέραν φάμενος εἶναι τῆς οἰκείας ὁρμῆς καὶ προθέσεως τὴν τῶν νόμων αὐστηρίαν καὶ αὐθεντίαν καὶ τὴν τῶν δικαστῶν ἀπόφασιν ὑπερκεῖσθαι τῆς αὐτοῦ προαιρέσεως.

Ὢ δάκρυον τοῖς πάλαι μὲν καὶ ἡμῖν ἐν συνοχῇ ψυχῆς ὡς ἐκ νέφους ὄμβρος τῆς καρδίας ἐπιψεκαζόμενον. ὢ λύπης σφοδροτέρας σύμβολον καὶ τῶν ἔνδον πιεζόντων τεκμήριον ἀναμφήριστον, ἐνίοτε δὲ καὶ ὑπὸ χαρᾶς συλλειβόμενον καὶ ἀποσταζόμενον ὡς ἐξ ἀμάρας τῶν ὀφθαλμῶν, παρ᾿ Ἀνδρονίκῳ δὲ μὴ ταὐτὸ σθένον, ἀλλ᾿ ἑτέραν φύσιν λαχὸν καὶ τεκμαίρεσθαι παρέχον ὄλεθρον ἐν τῷ ἀμαρεύεσθαι. ὢ πόσων ἔσβεσας κόρας θερμότερον προχεθέν. ὢ πόσους εἰς ᾅδου παρέσυρας πέταυρον λάβρον ἐπιρρυέν. ὢ πόσους κατέκλυσας. ὢ οἵους ἄνδρας εἰς τύμβον παρέπεμψας εἰς τὰ ὕστατα νίπτρα παραληφθὲν ἢ ὡς χοὴ ἐπιτάφιος καὶ λοιβή τις λοίσθη ἐκκενωθέν.

Καὶ ὧδε μὲν ἐξ ἀνθρώπων ἔθετο τὸν Μακροδούκαν Κωνσταντῖνον καὶ τὸν Δούκαν Ἀνδρόνικον κἀπὶ τοιούτοις οὗτοι Ἀνδρόνικον εἴδοσαν ἀντιμετροῦντα σφίσι τῆς εὐνοίας τὰ ὀφειλήματα. μετ᾿ οὐ πολὺ δὲ καὶ τοὺς Σεβαστειανοὺς ὁμαίμονας, δυάζοντας τὸν ἀριθμόν, ἐς τὴν ἀντιπέραν ἀναρτᾷ τοῦ πορθμοῦ, ὃς κικλήσκεται Πέραμα, διὰ τὸ δῆθεν ἐπιβουλεύειν αὐτοῦ τῇ ζωῇ.

Ἀλλ᾿ ἐν τούτοις μὲν καὶ παραπλησίοις ἄλλοις οὐκ ὀλίγοις καὶ χείροσιν ἀεὶ ἐνηυκαίρει Ἀνδρόνικος. ὁ δ᾿ ἐκ Κομνηνῶν Ἀλέξιος, ὃς ἐπὶ τοῦ κεράσματος ἐτέτακτο τῷ βασιλεῖ Μανουὴλ ἐκ τῆς αὐτοῦ φύτλης γεγενημένος (ἐκ γὰρ ἀδελφόπαιδος προελήλυθεν), ὑπερορίαν ἐς τοὺς Σκύθας Ἀνδρονίκῳ κατακριθεὶς κἀκεῖθεν φυγὰς γενόμενος, εἴποι ἄν τις ὄφις πετόμενος, εἰς Σικελίαν κατέλυσε καὶ τῷ ταύτης τυραννεύοντι Γιλιέλμῳ εἰς ὄψιν ἐλθὼν καὶ ἑαυτὸν ὅστις εἴη καταφανῆ θέμενος, σὺν αὐτῷ δὲ καὶ ὁ ἐκ τῆς Φιλίππου ἐπαρχίας ὁρμώμενος Μαλεῗνος, ἀνὴρ οὐ τὸ γένος ἐπίσημος, οὐ τὴν τύχην λαμπρός, οὐ γνώριμος τὸ ἐπιτήδευμα, ὃν συνέλαβον ἄμφω χόλον καὶ ὤδινον ἐπὶ πλεῖστον κατ᾿ Ἀνδρονίκου, ὁ μὲν καὶ δικαίως ἴσως ἐπεγκαλῶν, ὁ δὲ Μαλεῗνος τῷ Κομνηνῷ χαριζόμενος καὶ δοκεῖν τις εἶναι τῶν αἰδοῦς ἀξίων παρὰ τοῖς οὐκ εἰδόσι πραγματευόμενος, τοῦτον κατὰ τῆς πατρίδος ἀπέτεκον, ἐκεῖνα μὴ πρὸς οὖς τοῦ ῥηγός, ἀλλ᾿ ἐπὶ πολλῶν εὐπαρακλήτως λαλήσαντες ἐν τῷ μικροῦ τῶν ἐκείνου ποδῶν θωπευτικῶς τὰ πέλματα καταψᾶν καὶ κυνηδὸν ταῖς ἑαυτῶν γλώτταις περιλιχμάζειν, οὐχ ὅσοις κακῶς παθεῖν Ἀνδρόνικος ἤμελλεν, ἀλλ᾿ οἷς ὡς ἐπὶ θήραμα πρόχειρον τὴν ἅλωσιν τῶν Ῥωμαϊκῶν χωρῶν διερεθίσειν εἶχον τὸν τῶν Σικελῶν τύραννον.

Ὁ δὲ τοῖς τούτων λόγοις ἀναρριπισθείς, καὶ ἄλλως ἔχων ἀναφέρειν τὰ ἐπᾳδόμενα ἐς τὸ σύμφωνόν τε καὶ ταὐτοδύναμον οἷς καὶ παρὰ ταὐτογενῶν ἐκείνῳ Λατίνων πολλάκις ἀκήκοε, πάλαι μὲν ἐπὶ μισθῷ συνόντων Ῥωμαίοις καὶ τὴν αὐτοκρατορικὴν ἐκτριβόντων αὔλειον, τότε δὲ διασπαρέντων ἄλλων ἄλλοσε διὰ τὸν παρά σφισιν ἀτεράμονα καὶ ἄτεγκτον Ἀνδρόνικον καὶ τὸ ἐξ αὐτοῦ ἀκηδές, τάς τε οὔσας πολεμικὰς δυνάμεις ἐς τὸ ἐπικρατὲς διατίθησι καὶ τὸ ξενολογικὸν ἐκ πολλῶν ὁπλιτῶν ἀποκρίνας καὶ ἁδροῖς ἐπάρας μισθώμασι καὶ μείζοσι φυσήσας τοῖς ἐπαγγέλμασιν ἐς χιλιάδας τὴν ἵππον καταριθμεῖ. καὶ τὴν μὲν πεζὴν στρατιὰν ἐς Ἐπίδαμνον διαβιβάσας καὶ ταύτην αὐτοβοεὶ κατασχών, τὴν δὲ ναυτικὴν δύναμιν εὐθυπλοήσασαν σχὼν ἐς τὰ τῆς Θεσσαλονίκης ἐπίνεια, τὰς ἐν τῷ μεταξὺ χώρας ὁμολογίᾳ αἱρεῖ.

Ὁμοῦ δὲ τῶν στρατευμάτων κατά τε γῆν κατά τε θάλατταν τὴν λαμπρὰν ἐν πόλεσι Θεσσαλονίκην διαλαβόντων καὶ διαζωσάντων μίτρᾳ Ἄρεος, ἑάλω αὕτη πολιορκίᾳ καὶ εἴσω μεθ᾿ ἡμέρας δέχεται τὸ πολέμιον, οὔκουν διὰ τὸ τῶν ἔνδον ἀμυνομένων ἀπάλαμνόν τε καὶ ἀπειρόμαχον, τὴν δὲ προδοσίαν μᾶλλον τοῦ στρατηγοῦντος Δαυὶδ τοῦ ἐκ Κομνηνῶν. οὗτος γὰρ ἐς οὐδὲν χρήσιμος τοῖς Θεσσαλονικεῦσιν ὀφθείς, δεξιώτατος δὲ μόνον γενόμενος ἀεὶ δεδιέναι Ἀνδρόνικον καὶ τρόπον ἐπιζητεῖν, δι᾿ οὗπερ τὰς ἀάπτους ἐκείνου χεῖρας διαφευξεῖται, δέον κῦμα θαλάσσης ὑπελθεῖν ἢ κατὰ πετρῶν ἠλιβάτων βαλεῖν ἑαυτὸν ἢ ὄρεσι καὶ σπηλαίοις εὑρέσθαι ἀποκρυβὴν ἢ κατὰ προφήτην φυγάδα κήτει θαλαττίῳ καταποθῆναι, ὁ δὲ τοιοῦτον μὲν οὐδέν τι ποιεῖν ἐπεβάλετο, ἐπὶ κακῇ δὲ μοίρᾳ τὴν τῶν Θεσσαλονικέων χειρίζων ἀρχὴν καὶ τὴν ἀρχηγίαν ὁ καὶ γυναικῶν θηλύτερος καὶ τῶν ἐλάφων δειλότερος οὐκ εὐκλεῶς κληρωσάμενος ἔλαθε τοὺς συλληψομένους αὐτόν τε καὶ τὴν πόλιν Θεσσαλονίκην καὶ πόρρωθεν ὄντας μεταπεμπόμενος ἄντικρυς καὶ ἑαυτὸν ἐκείνοις ἐγχείριον ἑκούσιον ζώγρημα θέσθαι διὰ παντὸς μελετῶν.

Οὐκοῦν καὶ τοῦ τῆς μάχης ἐνστάντος καιροῦ καὶ παντοίων ὅπλων καὶ μηχανῶν κινουμένων κατὰ τῆς πόλεως, θεατὴς τῶν πολεμίων μάλιστα ἦν αὐτός, οὐκ ἀντίπαλος· οὔτε γὰρ δι᾿ ὅλης τῆς πολιορκίας ὤφθη ἐπεκδραμών, καίπερ διανιστώντων αὐτὸν οὐ μετρίων πρὸς τοῦτο οἳ τῆς πόλεως προησπίζοντο, οὔτε δράσειν οὕτως αὐτοῖς ἐνέδωκεν, ἀλλ᾿ ἦγχε τὸ τῶν πολιτῶν πρόθυμον οἷα καὶ σκυλάκων γενναῖον ὅρμημα θηρατὴς ἀχρειότατος. τοίνυν οὐδενὶ τῶν ἁπάντων ὦπτο πανοπλίαν ἀμφιασάμενος, ἀλλ᾿ ἀπεῖχε κράνους καὶ θώρακος καὶ κνημίδων καὶ θυρεοῦ κατὰ τὰς ἐσκιατραφημένας τῶν γυναικῶν καὶ μηδὲν εἰδυίας πλέον γυναικωνίτιδος καὶ περιῄει τὴν πόλιν ἡμιόνῳ ἔποχος μετ᾿ ἀναξυρίδος συνεπτυγμένης ὀπισθίῳ δεσμεύματι καὶ πεδίλων κομψῶν ἐστιγμένων χρυσῷ ἐς αὐτὸν ἀποληγόντων ἀστράγαλον. τῶν δὲ μηχανημάτων τὰ τείχη τυπτόντων καὶ βαλλόντων τοὺς λίθους ἔραζε, αὐτὸς εἰς γέλωτα εἶχε τὰ τῶν ἀφιεμένων πετρῶν ῥοιζήματα καὶ τὰ τοῦ περιβόλου ἐν τῷ πλήττεσθαι μυκήματα· κἀν τῷ ἐρείπεσθαι ῥήγματα „ἐνωτίζεσθε γοῦν” ἔφασκε τοῖς ἐκείνῳ συνοῦσι φαύλοις ἀνδραρίοις, ὑπὸ ἁψῖδα ἰσχυρὰν τοῦ τείχους παραβυόμενος „τὰ τῆς γραίας μυκήματα” ὁ τιθηνοῦ εἰσέτι δεόμενος· ἐκάλει δ᾿ οὕτω τὴν μεγίστην τῶν ἑλεπόλεων, ὑφ᾿ ἧς ἠχρειοῦτο τὸ τεῖχος τῆς πόλεως, τῶν λίθων ἐκπηδώντων τῆς ἁρμογῆς.

Τοιοῦτον τοίνυν προδότην ἡ Θεσσαλονικέων τῷ τότε δυστυχῶς κληρωσαμένη φύλακα καὶ κυβερνήτην λαχοῦσα τὸν καταποντιστὴν καὶ ἰατῆρα τὸν φαρμακέα ἐπ᾿ ὀλίγον ἀντισχοῦσα τοῖς ἐχθροῖς ὑπέκυψε.

Τὰ δ᾿ ἐπὶ τούτοις γεγενημένα ἄλλη τίς ἐστιν Ἰλιὰς καὶ τραγικὰς ὑπερβαίνουσι συμφοράς· ἅπας γὰρ οἶκος τῶν ἐνόντων ἠρήμωτο, οὐδ᾿ ἦν οἰκία τις σώζουσα, οὐ στενωπὸς τῶν ἀναιρούντων λυτρούμενος, οὐ κατάδυσις ἐπὶ πολὺ ἀποκρύπτουσα. ἀλλ᾿ οὐδὲ σχῆμα ἠλεεῖτο ἐλεεινόν, οὐδ᾿ ἐδυσωπεῖτο δυσώπησις, ἀλλὰ διὰ πάντων ἐχώρει τὸ ξίφος καὶ θυμοῦ λῆξις ἦν ἡ ἀπάγουσα τοῦ βίου πληγή. κενὴ δὲ καὶ ἡ κατὰ τοὺς ἱεροὺς νεὼς συνδρομὴ τῶν πολλῶν ἐδείκνυτο καὶ ματαία ἡ ἐπὶ ταῖς θείαις εἰκασίαις πεποίθησις. οἱ γὰρ βάρβαροι καὶ θεῖα καὶ ἀνθρώπινα συγχέοντες πράγματα τιμᾶν οὐκ ᾔδεσαν τὰ Θεοῦ, οὔτε ἀσυλίαν παρεῖχον τοῖς ἐς τὰ τεμένη προστρέχουσιν· ἀλλ᾿ ὃ ἦν ἐπὶ τοῖς κοινοῖς δόμοις κατάντημα, τὸ μαχαίρᾳ δηλονότι παραυτίκα πεσεῖν ἢ γοῦν τῆς οὐσίας πάσης ψιλωθέντα τινὰ διαφίεσθαι, ὃ παρὰ τοῖς πορθηταῖς ἐς μεγίστην εὐποιΐαν συνελογίζετο, τοῦτο καὶ οἱ ἐν τοῖς νεῲς καταφεύγοντες πέρας εὕρισκον, ἵνα μὴ προσθείην καί τι βαρυσυμφορώτερον ἕτερον, τὸ ἐκθλίβειν ἐκεῖσε κακῶς τὴν ψυχὴν τῇ τῶν μυριάδων συνδρομῇ τε καὶ συμπιλήσει, αἳ τοὺς θείους δόμους εἰσέδυσαν· κἀν τοῖς ἱεροῖς γὰρ μεθ᾿ ὅπλων ἐπεισπηδῶντες οἱ ἐναντίοι τὸν ἐν ποσὶν ἀνῄρουν ἀεὶ καὶ ὡς θύματα τοὺς καταλαμβανομένους ἀνηλεῶς ἐκεράϊζον.

Πῶς δὲ ἀνθρώπων ἤμελλον φείδεσθαι οἱ τοῖς θείοις ἐμπαροινοῦντες καὶ μηδ᾿ ὅλως Θεοῦ ἐμπαζόμενοι; ἀλλ᾿ οὐ τοσοῦτον καινόν, εἰ τὰ τῷ θεῷ ἀνατεθειμένα ἱεροσύλουν καὶ χερσὶ βεβήλοις καὶ ὀφθαλμοῖς κυνέοις ἥπτοντο τῶν ἀψαύστων καὶ τοῖς μὴ θεατοῖς ἐνητένιζον, ὅσον δὴ ἀνόσιον, εἰ τὰς παναγεῖς Χριστοῦ εἰκόνας καὶ τῶν αὐτοῦ θεραπόντων ἠδάφιζον, καὶ τούτων κατεπεμβαίνοντες, εἴ τις μὲν κόσμος ἐξ ὕλης προσῆν τιμαλφοῦς, τοῦτον ἀφῄρουν ἐκσπῶντες ὡς ἔτυχεν, αὐτὰς δ᾿ εἰς τὰς τριόδους ἐξέφερον τοῖς παροδεύουσιν ἐσομένας εἰς καταπάτημα, ἢ τῷ τῆς διαίτης πυρὶ παρεδίδοσαν. ἀνοσιώτατον δὲ μάλιστα καὶ ὠσὶ δυσήκουστον τῶν πιστῶν, εἴ τινες ἦσαν, οἳ τῆς θυωροῦ καὶ ἀγγέλοις αὐτοῖς δυσθεάτου ἄνωθεν ἀνιόντες τραπέζης ἐπ᾿ αὐτῆς ὠρχοῦντο μεταφερόμενοι ἀσχημόνως καί τινα βαρβαρικὰ ἀπηχῆ ᾀσμάτια πάτρια ἔψαλλον, εἶτα τὴν αἰδῶ ἀνακαλύψαντες καὶ τὸν ποδεῶνα τοῦ τῆς κοιλίας ἀσκοῦ ῥέειν ἀνέντες ἐνούρουν κύκλῳ κατὰ τὸ ἅγιον ἔδαφος, περιρραντήρια ταῦτα τελοῦντες δαίμοσι καὶ λουτρὰ θερμὰ τοῖς ἀλάστορσι σχεδιάζοντες, οἷς οὗτοι μετὰ κάματον διανήχονται, ὃν διήνεγκαν ἀνθρώποις συμφορὰς μηχανώμενοι καὶ δεινὰ διαθλοῦντες ἀνήκεστα.

Ἐπεὶ δέ ποτε τὰ δεινὰ δόξαν τοῦ λῆξαι εἴληφε καὶ εἰς ἀνοχὴν ἀπεῖδεν ὁ πόλεμος, μέσον ὀφθέντων οἵπερ εἰς ἀρχηγοὺς τῶν Σικελῶν ὑπερανεστήκεσαν καὶ τὴν τῶν πολλῶν ἐπισχόντων ὁρμὴν εἰς ἀναίρεσιν, ὧν ἅτερος ἔφιππος σιδήρῳ κατάφρακτος τὸν τοῦ μυροβλύτου μάρτυρος εἰσέδυ νεὼν καὶ τοὺς μὲν τῷ πλατεῖ παίων τοῦ ξίφους, τοὺς δὲ καὶ εἰς ἀληθὲς τραῦμα πλήττων ἴσχυσε μόλις τὴν τοῦ κακοῦ στῆσαι φοράν, οὐδ᾿ οὕτω τὰ ἑξῆς ὡς ἐν κακοῖς μέτρια τοῖς Θεσσαλονικεῦσιν ἐφάνησαν, ἀλλὰ τὸ μὲν ἐς ᾅδου κατάγεσθαι τοὺς πολιορκηθέντας ἡ μετὰ τὴν ἅλωσιν εὐθὺς ἡμέρα κατέπαυσε, τὰ δ᾿ ἐπισυμβαίνοντα ἄλλως ὀδυνηρὰ πρὸς τὸ αὐτὸ τῆς ζωῆς τέρμα μυριαχῶς τοὺς τλήμονας κατήπειγον καὶ βέλτιον τὸ θανεῖν ἐποίουν ὑπὲρ τὸ ζῆν, ὥστε, τὸ τοῦ τλησιπόνου Ἰώβ, πολλοὶ δεόμενοι τελευτῆς οὐκ ἐτύγχανον.

Καὶ πᾶς μὲν γὰρ ἕτερος πολέμῳ τὸ ἀντίπαλον χειρωσάμενος κακῶς αὐτῷ κέχρηται καὶ ἀνελεημόνως προσφέρεται καὶ ὅσα ἡ ἐκ τῆς νίκης ὑπεροψία ὑποτίθησι διαπράττεται, Λατῖνος δὲ πορθήσας τὸ ἀντιπῖπτον καὶ ὑποχείριον ἐργασάμενος ἀνύποιστόν ἐστι μάλιστα κακὸν καὶ λόγῳ ἀπεριήγητον· εἰ δὲ καὶ Ῥωμαῖος εἴη ὁ συλληφθεὶς καὶ οὗτος καθαρεύων γλώττης Ἰταλιώτιδος καὶ τοσοῦτον τοῦ ἑτεροφύλου ἔθνους ἀποξενούμενος, ὡς μηδὲ κατὰ τὴν σωματικὴν περιβολὴν βραχύ τι γοῦν Λατίνοις ἐπικοινωνεῖν, εἴη ἂν οὗτος ἐστυγημένος θεῷ καὶ τῆς ὀργῆς Κυρίου ἀμιγῆ κατακριθεὶς πιεῖν τὴν κύλικα καὶ τὸ ποτήριον ἀκέραστον προσενέγκασθαι. ποία γὰρ θανατηφόρος ἔχιδνα ἢ πτερνοφύλαξ ὄφις ὀλέθριος ἢ ταυροφόντης λέων τὰ τῶν βρωμάτων ἕωλα παρορῶν, θερμῆς δ᾿ ἔτι τῆς θήρας ἐμφορούμενος, οὕτως ἂν ἐλυμήνατο ὡς ἀπανθρωπία Λατίνη ζωγρήσασα; οὐκ ἐπικλᾶται λιταῖς, οὐ θηλύνεται δάκρυσιν, οὐχ αἱμύλοις ἱλαρύνεται φθέγμασι. κἂν ᾄσῃ τις χάριεν, κλαγγὴ τοῦτο ἰκτίνων ἢ κρωγμὸς κορώνης λογίζεται. εἰ δ᾿ οὕτως εἴη θελκτήριον ὡς καὶ πέτρας αἱρεῖν, ὁποῖα τὰ Ὀρφαϊκὰ κρούματα, εἰς κενὸν μὲν καὶ οὕτως ὁ φορμίζων ἐψάλαξε καὶ μάτην ἀείδειν ἀνεβάλετο λιγυρόν· εἰ δέ που καὶ ἁλοίη τῇ ἀοιδῇ ὁ βάρβαρος, ἀλλ᾿ εἰς κύκνειον ᾆσμα τελευταῖόν τε καὶ φιλότιμον ἡ ἀμείλικτος τοῦτο ψυχὴ μεθιστᾷ αὖ πάλιν κατεργαζομένη θάνατον καὶ μένουσα πάλιν ὡς πρότερον ἄθελκτος ἢ ὥσπερ ἄκμων ἀνήλατος πρὸς πᾶσαν ἱκετείαν ἀνένδοτος. μόνῳ οἱ τοῦ γένους τούτου τῷ θυμῷ χαρίζεσθαι ἴσασι, καὶ οἷς οὗτος ἐπιτάσσει ὀργίλως ὑπενδιδόναι πεφύκασι.

Τί δ᾿ ἂν κακὸν εἴη παρεικὼς ἀτέλεστον ἀνὴρ μισορρώμαιος καὶ τοσαύτην ἀποθησαυρίσας ἐν ἑαυτῷ καθ᾿ Ἕλληνος ἀνδρὸς τὴν ἀπέχθειαν, ὁποίαν οὐδ᾿ ὄφις αὐτὸς ὁ ἀρχαῖος τοῦ ἀνθρωπίνου γένους ἐπίβουλος συνειληφὼς πάλαι ἀπέτεκεν, ἐπεὶ καὶ παραδείσῳ μὲν ἄντικρυς παρὰ τοῖς καταρατοτάτοις Λατίνοις εἰκάζεται ἣν ἡμεῖς ἐλάχομεν οἰκεῖν καὶ ἀποκαρπεύεσθαι, καὶ δυσέρωτες ὄντες τῶν παρ᾿ ἡμῖν ἀγαθῶν κακογνωμονοῦσιν ἀεὶ περὶ τὸ ἡμέτερον γένος καὶ κακῶν εἰσι τέκτονες διὰ παντός. κἂν φιλεῖν πλάττωνται, τὸν καιρὸν ὑποδυόμενοι, μισοῦσιν ὡς ἔχθιστοι· κἂν ὁ λόγος αὐτοῖς εὐπροσήγορος καὶ ὑπὲρ ἔλαιον ῥέων ἀψοφητὶ ἁπαλύνηται, ἀλλὰ βολίδες εἰσὶ καὶ οὕτως αὐτοὶ καὶ μαχαίρας ἀμφιστόμου τομώτεροι. οὕτω μέσον ἡμῶν καὶ αὐτῶν χάσμα διαφορᾶς ἐστήρικται μέγιστον καὶ ταῖς γνώμαις ἀσυναφεῖς ἐσμεν καὶ κατὰ διάμετρον ἀφεστήκαμεν, εἰ καὶ σώμασι συναπτόμεθα καὶ τὴν αὐτὴν πολλάκις κληρούμεθα οἴκησιν. ὅθεν καὶ αὐτοὶ μὲν ὑψαυχενοῦντες ὡς τὰ πολλὰ καὶ τὸ τοῦ σχήματος ἐξ ὑπερηφανίας ὑποκρινόμενοι ὄρθιον ὡς πτέρναν φιλοῦσι τηρεῖν καὶ περιεργάζεσθαι τὸ λεῖον τοῦ ἤθους ἡμῶν καὶ ὑποκαταβαῖνον χαμαὶ διὰ τὸ τοῦ φρονήματος μέτριον, ἡμεῖς δὲ τὸ ἐκείνων ὑπέροφρυ καὶ τὸ κομπηρὸν καὶ σεμνὸν καὶ τὴν κόρυζαν οἷά τινα κεφαλὴν ἄνω ὑποβλεπόμενοι τείνουσαν ἐπ᾿ αὐτῆς τὴν πορείαν τιθέμεθα φλῶντες ἐς δεῦρο τῇ δυνάμει Χριστοῦ τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων ἐξουσίαν βραβεύοντος καὶ τὸ μηδὲν ἐντεῦθεν παθεῖν ἢ καὶ ἠδικῆσθαι παρέχοντος.

Καὶ οὕτω μέν, ἵνα καθ᾿ εἱρμὸν αὖθις προΐῃ τὸ λέγειν, ὁ Σικελικὸς στρατὸς τῆς πόλεως Θεσσαλονίκης ἔνδον γενόμενος ὅσα καὶ οἷα μὴ θεῷ φίλα τετέλεκε κατὰ τὴν ἕκτην ἡμέραν τοῦ Αὐγούστου μηνὸς τῆς τρίτης ἐπινεμήσεως τοῦ ἑξαχιλιοστοῦ ἑξακοσιοστοῦ ἐνενηκοστοῦ τρίτου ἔτους τῆς τειχομαχίας ἀρξάμενος καὶ συμπεράνας ταύτην ἀβλαβῶς ἑαυτῷ πάντῃ κατὰ τὴν πέμπτην καὶ δεκάτην τοῦ αὐτοῦ μηνός.

Οὐ μόνον τοίνυν, ὡς ἐλέγομεν, τοῦ πολέμου ἐνισταμένου τὰ τῶν ὅλων πεπόνθασιν οἱ Θεσσαλονικεῖς χείριστα, ἀλλὰ καὶ τούτου λήξαντος οὐκ ἔρρεψεν ἡ τύχη πρὸς τὸ φιλάνθρωπον, οὐδ᾿ ἐνεῖδον αὐτοῖς οἱ αἰχμαλωτεύσαντες ἥμερον. οὐ γὰρ οἰκιῶν μόνον τοὺς δεσπότας ἐξήλασαν καὶ τῶν κειμηλιουμένων ἐντὸς ἀπεστέρησαν αὐτοὶ ταῦτα ἰδιωσάμενοι, ἀλλὰ καὶ τὰ ἱμάτια προσαφείλοντο μηδὲ τῶν ἐσχάτων ὑποδυτῶν ἀποσχόμενοι τῶν κρυπτόντων, ἃ ἡ φύσις ὡς ἀσχήμονα καλύπτειν ἐπέταξε, μήτε μὴν τρύφους τοῖς δεσπόταις μεταδιδόντες, ὧν αὐτοί περ εἰς τοὺς κόπους εἰσεληλύθεσαν, ἀλλ᾿ οἴκοι μὲν οἱ ἀλλότριοι καθήμενοι κατεσπάθων τὰ ἐνόντα καὶ ὁσημέραι ἐκώμαζον, τοὺς δὲ συγκεκομικότας εἰς τὰς σηπίας εἴων ἐπὶ τῶν τριόδων πλάζεσθαι νήστιδας, χαμαιεύνας, γυμνόποδας καὶ ἀχίτωνας, ὡς κλίνην μὲν ἔχειν τοὺς πρότερον εὐπαρύφους τὸ δάπεδον, στέγην τὸν οὐρανόν, τὴν δὲ κοπρίαν θαλπωρὸν δέμνιον. ὃ δὲ χεῖρον τῶν ἀφηγουμένων καὶ ἕως αὐτῆς δάκνον ψυχῆς, οὐκ ἐξῆν τοῖς πρώην δεσπόταις παρεισιέναι τὸν οἶκον αὐτοῖς, ἀλλ᾿ εἴ τις τοῦτο εἰργάσατό ποτε ἢ μόνον προύκυψεν ἔνδοθι, αὐτίκα ὡς ὑπὸ Σκύλλης ἀρχαίου κακοῦ τῶν ἐντὸς αὐτῆς ἀφηρπάζετο καὶ καθιστάμενος εἰς λόγους καὶ πολλάκις τὸ αἴτιον διερωτώμενος τοῦ ἐκεῖσε παραβαλεῖν ἢ ὄμμα τοῖς ἔσω βαλεῖν ἢ τὸν οὐδὸν τῆς αὐλείου πατῆσαι πολλὰς ἐδαίρετο καὶ χρήματα παρέχειν κατηναγκάζετο, ἃ ἐκεῖσέ που ὑπωπτεύετο κατακρύψαι καὶ οἷς τὴν καρδίαν δῆθεν ἐκχέων καὶ οἷον συμβεβυσμένην αὐχῶν περιπαπταίνειν προήχθη τὸ οἴκημα δεδιώς, μὴ σεσύληνται, καὶ σπεύδων μαθεῖν, εἰ οὐκ ἔλαθε τὸ μέρος τῆς οἰκίας τοὺς πολεμίους καθ᾿ ὃ ταῦτα ἐγκέκρυπται, ἐπιμελέστερον περὶ τὴν αὐτῶν διατεθέντας ἀνεύρεσιν ἢ αὐτὸς ἀσφαλέστερον, ὡς εἴησαν ἀφανῆ. καὶ διδοὺς οὖν τις πολλάκις ὅπερ συνέστειλε τὴν ἐκ τοῦ δώματος αὐτοῦ προορώμενος ἄπαρσιν οὐδ᾿ οὕτως ἠλλοτριοῦτο τῶν μαστιγώσεων, ἀλλὰ πλείους αὐτῷ ἐνετείνοντο αἱ πληγαὶ καὶ πολυειδέστεροι αἱ βάσανοι ἐπήγοντο, ἵνα καὶ πλείω τὰ ἀποθησαυρισθέντα ἐκφήνειε. καὶ μὴ παρέχων δέ τις ἕτερος, ἀλλὰ πένεσθαι καὶ νῦν ὡς πρώην διατεινόμενος καὶ φάσκων ὡς πόθος πατρῴου οἰκήματος ἢ πολλαῖς ὑπ᾿ αὐτοῦ δαπάναις ἀνεγερθέντος παρενεγκὼν τῆς προκειμένης ὁδοῦ καὶ ἄκοντα ἐπεσπάσατο, θεατὴν ἅμα καὶ θρηνητὴν τοῦ οἰκείου ποτὲ κτήματος ἀναδείξας, οὐδ᾿ οὕτως εἶχε τὸν ἐλεοῦντά τε καὶ λυτρούμενον, ἀλλὰ στρεβλούμενοί τε καὶ αἰκιζόμενοι, κἀκ τοῦ ποδὸς ἀπαιωρούμενοι καὶ ἀχυρμιᾷ κάτωθεν ὑποβεβλημένῃ καὶ ἀναπτομένῳ πυρὶ καπνιζόμενοι, τό τε στόμα μινθούμενοι καὶ τὰς πλευρὰς κεντούμενοι βέλεσι καὶ μυρίας ἄλλας κολάσεις ὑφιστάμενοι ἢ ἐν τῷ ταῦτα πάσχειν ἐξέρρησσον τὴν ψυχήν, ἢ ἡμιθνῆτες ἑλκόμενοι τοῦ ποδὸς ὥσπερ τι τῆς οἰκίας ἐξεφέροντο ἀποσάρωμα κἀν ταῖς πλατείαις προύκειντο αἴθριοι.

Τί δέ; ἀλλὰ τοιούτοις μὲν φιλοφρονήμασιν ἐδεξιοῦντο τοὺς πάλαι τῶν δόμων κυρίους οἱ Σικελοὶ καὶ ἐθεράπευον, τοὺς δὲ λοιπούς, ὅσοι τὰς αὐτῶν οἰκίας παρέτρεχον ὅσα καὶ ᾅδου στόμια ἢ λαβύρινθον Κρητικὸν ἢ Καιάδα Λακωνικόν, ἡμέρως προσίεντο καὶ μετόχους ἐποίουν φιλανθρωπίας ἡστινοσοῦν; οὐμενοῦν οὐδαμῶς. ποῦ γὰρ τοιοῦτόν τι παρ᾿ ἐκείνοις, ἀγριωτέροις οὖσι θηρῶν καὶ ὅλως ἠγνοηκόσι, τί ἐστιν ἔλεος, καὶ ταῖς ἀνθρωπίναις συμφοραῖς ἐπιχαίρουσι; καὶ κύνες μὲν ἔστιν ὅπῃ τῶν ἐπικαταλαμβανομένων ἀπέσχοντο, οὐδ᾿ ὀδοῦσιν αὐτοὺς παρελύπησαν, ἀλλ᾿ οἷς τὸ γόνυ ὤκλασαν οἱ καταδιωκόμενοι παρῆκαν τὸ ὑλακτεῖν καὶ εἰς μάτην αὐτοῖς ἑκοῦσιν ὥσπερ ἀπετελεύτησε τὸ χανεῖν· οἱ δὲ τοσοῦτον ἀπεῖχον τοῦ οἰκτείρειν οὓς τῶν ὄντων ἐστέρησαν καὶ ὧν τὰς οὐσίας κατεδαπάνων μετὰ πορνῶν, ἃς καὶ περὶ πλείστου ἐτίθεσαν εἰς τὰς αὐτῶν τροχιὰς ἐκκλίνοντες καὶ ὑφ᾿ ὧν μικροῦ καὶ κονδυλιζόμενοι ἔφερον οἱ πᾶσαν τὴν Ῥωμαίων κομπάζοντες καταλήψεσθαι ὡς ἔρημον νοσσιὰν καὶ συλλαβεῖν ὡς ἐγκαταλελειμένα ᾠά, ὥστε καὶ εἰς γέλων τὴν γυμνιτείαν ἐτίθεσαν τῶν πολλῶν καὶ ἀτάκτῳ καγχασμῷ συνεβράσσοντο, ἡνίκα ἄν τις παρῄει ἐκτεταριχευμένος ἀπαστίᾳ, ᾠδηκὼς τὴν γαστέρα, τὴν ὄψιν ὕπωχρος καὶ νεκρώδης ἐκ τοῦ λαχάνοις ἐνευωχεῖσθαι καὶ μόνοις ἐνεορτάζειν βότρυσιν ἐκ τῶν ἐκεῖ που ἀμπελώνων σὺν δέει συλλεγομένοις. οὕτω δ᾿ ᾤκτειρον τοὺς διερρωγόσι περιβλήμασι κεχρημένους καὶ περιστέλλοντας ψιάθῳ ἃ κρύπτειν χρεὼν μέρη τοῦ σώματος καὶ ταῖς τῶν σχοίνων ἐκφύσεσιν εἰς πλέγμα συνεστραμμέναις τὴν κεφαλὴν συσκιάζοντας, ὡς μετὰ μειδιάματος καὶ σεσηρότος σχήματος ἐν τῷ κατὰ τὴν πορείαν συναντᾶν ἀλλήλοις ἀμφοτέραις λάζεσθαι τῶν γενείων καὶ τοῦ τῆς κεφαλῆς τριχώματος ἅπτεσθαι καὶ ταῦτα μὲν λέγειν εἶναι κακά, ἐς τὸ λάσιον καὶ καθειμένον τοῦ πώγωνος ἀποσκώπτοντας, τὴν δὲ κεφαλὴν δεῖσθαι τοῦ ἀποθριχθῆναι κατ᾿ αὐτοὺς περιτρόχαλα. ἔστι δ᾿ ὅτε καὶ μετὰ δοράτων μειλίνων ἔφιπποι τὴν ἀγορὰν διιόντες ἐς τοὺς κατ᾿ ὄψιν ταλαιπώρους τὸ δόρυ κραδαίνοντες ἀνέτρεπον. εἰ δὲ καὶ ἰλὺς ἢ βόρβορος ἐγγύς που παρέκειτο, κατ᾿ ἐκεῖνο τὸ μέρος τῆς λεωφόρου, αὐτοὺς ἐνέβαλλον ὡς οὐκ ἀποτελεστικὸν ἀγαθοῦ τινος συνάντημα ἐκτρεπόμενοί τε καὶ μυσαττόμενοι ἢ τὴν αὐτὴν ἐκείνοις δυσανασχετοῦντες πορεύεσθαι. ἐσθίουσι δέ ποτε Ῥωμαίοις ἄρτον ὀλυρίτην ἤ τι ἕτερον ἐδώδιμον, ὁπόσα συνιστᾶν σῶμα τὸ ἀνθρώπινον ἔχουσιν, ἐφιστάμενοι ἀνέτρεπον τὰ τρυβλία ἐμπαίζοντες καὶ τὴν τράπεζαν λάξαντες συνέχεον τὴν ἑστίασιν καὶ οὐκ εἴων κατὰ καιρὸν τὸν τῆς ὀδύνης ἄρτον προσίεσθαι ἢ τὴν κύλικα προσενέγκασθαι ἐκτροπίαν οἶνον κιρνῶσαν ἢ ἐξ ὕδατος λακκαίου δεξιουμένην καὶ τὸ δίψος παύουσαν. οἱ δ᾿ ἀναιδείας πληρέστατοι καὶ γελοιασταὶ καὶ τὸ θεῖον δεδιότες μηδ᾿ ὁπωσοῦν κατακύπτοντες ἐς ἱκανὸν καὶ τὰς πυγὰς καὶ ὅσα περιστέλλουσιν ἄνθρωποι τῇ ἀνελκύσει τῶν ἐσθήτων ἀπογυμνοῦντες τὸν πρωκτὸν ἐς αὐτοὺς ἔτρεπον καὶ τῶν σιτίων γινόμενοι ἔγγιστα ἀπέπερδον δριμύτερον γαλῆς οἱ ἀβέλτεροι. ἔστι δ᾿ ὅτε καὶ τὰ τῆς γαστρὸς λύματα ὡς διὰ σίφωνος τῆς ἕδρας ἀκοντίζοντες ἔχραινον τὰ ὄψα καὶ κατὰ τῶν προσώπων ἐνίους ἐμόλυνον. ἐνούρουν τε τοῖς φρέασι καὶ ἐξ αὐτῶν ἐσέπειτα τὸ ποτὸν ἀνιμώμενοι προσεφέροντο. καὶ τὸ αὐτὸ παρ᾿ αὐτοῖς ποτήριον ὡς ἀμὶς καὶ οἰνοχόη πρὸς ἄμφω ἦν ἐπιτήδειον· μὴ πρότερον βαπτιζόμενον τόν τε καταποθησόμενον οἶνον καὶ τὸ ὕδωρ εἰσεδέχετο καὶ ἔστεγεν ὁμοίως τὸ ἐκ τοῦ σωματικοῦ κρουνοῦ ἀποχεόμενον περίττωμα.

Οὐ μὴν ἀλλὰ καὶ τοὺς ἀπογεγραμμένους ἐν πρωτοτόκοις θεράποντας Θεοῦ οὕτω τιμᾶν ᾔδεσαν καὶ τοῖς δι᾿ αὐτῶν τελουμένοις προσεῖχον θαύμασι καὶ ἐξεπλήττοντο τὰ ἐξαίσια καὶ καινὰ θεάματα, δι᾿ ὧν δοξάζει Χριστὸς τοὺς αὐτὸν τοῖς οἰκείοις ἐνδοξάσαντας μέλεσιν, ὥστε καὶ τὸ ἐκ τῆς σοροῦ τοῦ ἐν θαύμασι καὶ μάρτυσι διαβοήτου Δημητρίου ἀναδιδόμενον μῦρον καδδίοις καὶ λέβησιν ἀρυόμενοι ταῖς τῶν ἰχθύων λοπάσιν ἐνέχεον καὶ τὸ τοῦ ποδὸς σκύτος ταῖς μυραλοιφαῖς ἐλίπαινον καὶ πρὸς τὰς λοιπὰς ὑπηρεσίας, ὅσας παρὸν τὸ ἔλαιον διατίθησι, χύδην καὶ ἀσώτως ἐκέχρηντο. τὸ δὲ ὡς ἀπὸ πηγῆς προϊὸν ἀκενώτου ἢ ἐξ ἀβύσσου ἀναβάλλον ἐπέρρεε πλησμιώτερον καὶ ὑπερεξεχεῖτο καινοπρεπῶς, ὡς καὶ τοὺς βαρβάρους αὐτοὺς διὰ θαύματος τίθεσθαι τὸ ὁρώμενον καὶ τὴν χάριν ἐκπεπλῆχθαι τοῦ μάρτυρος, ἣν θεόθεν εἴληχεν.

Εἰ δὲ καιρὸς ὑμνῳδίας ὁμηγυρέας ἐτίθει κατὰ τοὺς νεὼς τοὺς Ῥωμαίους, οὐδὲ τότε σφῶν ἀπείχοντο οἱ ἀπαίδευτοι τοῦ στρατεύματος, ἀλλὰ προσιόντες ὡς συνεκκλησιάσωνται Ῥωμαίοις καὶ συνθύσωσι θεῷ θυσίαν αἰνέσεως, τοῦ μὲν τοιοῦτόν τι ποιεῖν ἀφίσταντο, λαλαγοῦντες δὲ πρὸς ἑαυτοὺς καὶ ταῖς ἀσήμοις βοαῖς διαρρηγνύμενοι ἢ καί τινας τῶν Ῥωμαίων διά τι συμπεσὸν πρὸς βίαν ἄγχοντες καὶ πράγματα παρέχοντες συνέχεον τὸν ὕμνον, καὶ ἦσαν οἱ ψάλλοντες ἄντικρυς ἐπὶ γῆς ἀλλοτρίας ᾄδοντες καὶ οὐχ ὡς ἐφεστῶτες τεμένει Θεοῦ. πολλοὶ δὲ καὶ ἀντᾴδοντες τοῖς ἀλαλάζουσι Κυρίῳ ᾄσματα ἠφίεσαν πορνικὰ καὶ κυνηδὸν ὑλακτοῦντες ἐνέκοπτον τὴν ᾠδὴν καὶ ὑπερεφώνουν τὸν εἰς θεὸν ἱκετήριον.

Καὶ τοιαῦτα μέν, ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν, οἱ Θεσσαλονικεῖς πολιορκηθέντες ἔπασχον, ἃ καὶ εἰς ἰδικήν τινες ἀπέτεμον συγγραφὴν καὶ τὴν ἱστορίαν ἐς τὸ πολύστιχον ἐφακέλωσαν. ἐπεὶ δὲ ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν διέκυψεν οὐρανόθεν καὶ οὐδένα τῶν αἰχμαλωτευσάντων ἑώρακε συνιέντα ἢ ἐκζητοῦντα θεόν, ἀλλὰ πάντας ἀχρειωθέντας καὶ πρὸς ἔργα ἐκκλίναντας ἄθεσμα, ἔγνωκεν αὐτοὺς μὲν ἐκμυκτηριεῖν ἐκτρῖψαί τε καὶ ταράξαι τῷ οἰκείῳ θυμῷ, τὴν δὲ τοῦ οἰκείου λαοῦ κατοικτίσασθαι κάκωσιν καὶ τούτοις ἐλευθερίαν βραβεύσειν ἐν τῷ προσχεῖν ἀκηδιῶντι πνεύματι καὶ καρδιῶν μὴ ἐξουθενῶσαι σύντριμμα. κολοβοῖ τοίνυν, ὡς οἶμαι, διὰ τοὺς ἐκλεκτοὺς τὴν χρονικὴν τῶν ἀπευκταίων παράτασιν, καὶ ὅσα τοῖς Βαβυλωνίοις διηπειλήκει πρότερον οὐκ ἐλεήσασι τὴν Σιὼν καὶ τοὺς υἱοὺς αὐτῆς τοὺς τρυφεροὺς καὶ τὰς θυγατέρας ἐν ἀπαγωγῇ καὶ αἰχμαλωσίᾳ, ταῦτα καὶ αὐτοῖς ἐν ἀκαρεῖ ἐπήνεγκε· καὶ ἐνδοξάζεται Κύριος ὡς οὐδέποτε ἐφ᾿ οἷς τὸ τηνικάδε καιροῦ τὸ οἰκεῖον ἔλεος ἐθαυμάστωσε, μαρτυρικοῖς, ὡς ἔοικεν, ἐπικαμφθεὶς λιτασμοῖς καὶ εὐχῆς ἐπακουὸς γενόμενος τοῦ τῆς Θεσσαλονικέων ἀρχιερέως· Ἦν δ᾿ οὗτος ὁ πολὺς ἐν λόγῳ καὶ ἀρετῇ διαβεβοημένος ἁπανταχῇ Εὐστάθιος, ᾧ καὶ τὸ ἀπὸ συνέσεως μὲν ἐπιπρεπὲς ἀξιέπαινον καὶ ἡ πολυπειρία θαυμαστή τις καὶ ἀξιάγαστος, τὸ δὲ παρὰ πολὺ τῶν ἄλλων ἐν λόγοις κρατεῖν καὶ σοφίας πάσης, ὁπόση τε ἡμετέρα καὶ ὅση τῶν θύραθεν, κρατῆρα εἶναι περιχειλῆ τὸ οἰκειότατον ἐκείνῳ καὶ ἐξαίρετον ἦν χαρακτήρισμα. οὗτος γὰρ συγκακουχεῖσθαι τῷ οἰκείῳ ποιμνίῳ ἑλόμενος μᾶλλον ἢ τοὺς μισθωτοὺς ἐζηλωκέναι, οἳ τῶν λύκων ἐρχομένων ἐῶντες τὰ θρέμματα ἐκδιδράσκουσιν, ἐξὸν μεταναστεῦσαι τῆς πόλεως, ἔτι τῶν πολεμίων προσδοκωμένων μηδὲ περικαθισάντων αὐτήν, τοῦτο μὲν οὐδαμῶς ἐδικαίωσεν, εἴπερ αὐτοῦ συμπαραμεμενηκότος πλεῖστοι σώζεσθαι ἤμελλον, ἐνειρχθεὶς δὲ τῇ πόλει ἑκὼν οὐκ ἐπαύσατο συνδιαφέρων τὰ ἀλγεινὰ τοῖς πάσχουσιν, ὡς μὲν τῷ καθ᾿ αὑτὸν ὑποδείγματι συμπείθων, ὡς δὲ παραινῶν, ὅσα καὶ πατρὸς ἡμέρου δήγματα τὰ τοῦ Θεοῦ καθυποφέρειν πλήγματα καὶ τὴν ἐκ τοῦ πατάξαντος προσμένειν αὖθις ἴασιν. „εἰ γὰρ καὶ οἶδέ” φησι „πατάσσειν πολλάκις, ἀλλὰ καὶ ἰᾶσθαι πλειστάκις φιλεῖ, καὶ μάλιστα εἰ πράως φέρει τις καὶ εὐχαρίστως τὰ λυπηρὰ καὶ μὴ πρὸς τὸ δριμὺ τούτων καὶ βάλλον τὴν αἴσθησιν ἀηδιζόμενος ἀποστόργως ἔχει πρὸς τὸν ἐπάγοντα καὶ καταστενάζει μὲν τῆς προνοίας, κριμάτων δὲ βάθος ἀποσείεται θεϊκῶν, οἷα τῷ Κυρίῳ ἐξομολογεῖσθαι μεμαθηκὼς ἐν μόνῳ τῷ ἀγαθύνεσθαι καὶ ὅταν ἐξ οὐρίας φερόμενον τὸ τοῦ βίου ἀκάτιον διακομίζῃ ἀναυαγήτως ἐκείνῳ καὶ ῥεῖα καὶ κούφως τὰ ἐφετά, ὡς αἱ νῆες μακρόθεν τὰ ἀγώγιμα.” Οὐκοῦν καὶ τοῖς στρατηγοῖς ὀπτανόμενος, οὓς κόντους εἴπῃ τις ἂν Λατίνῃ διαλέκτῳ χρώμενος, ἐμετρίαζε τὰ χείρω τοῖς πεπονθόσιν ἐπιτάγματα ἐκεῖθεν χορηγὰ κομίζων ἀνέσεως καὶ πᾶν ἕτερον πρυτανεῦον αὐτοῖς παράκλησιν—τάχα γὰρ καὶ πέτρας ἀγελάστου ὁ ἐκείνου λόγος καθίκετο—καὶ δι᾿ αἰδοῦς καὶ μόνον ὀφθεὶς τοῖς ἀλλοφύλοις ἤγετο καὶ θώκων ὑπεξίσταντο καὶ ἡδέως αὐτοῦ ἤκουον καὶ πρὸς τὸ πραότερον καὶ χρηστότερον ἦθος μετεποιοῦντο οἷα τραῦμα φλεγμαῖνον χειρὶ κούφῃ καταλεαινόμενον ὕδατι. εἰ γὰρ καὶ ἦσαν οὗτοι ἀγχινεφεῖς μικροῦ αἰρόμενοι γαμψώνυχες ὄρνιθες καὶ βαρεῖς ἐπεποτῶντο τοῖς ὑπὸ χεῖρα τηνικαῦτα Ῥωμαίοις, μετοικεσίαν αὐτοῖς εἰς Σικελίαν ἐπαπειλούμενοι, ἀλλ᾿ οὖν ἐκεῖνος τοὺς τῷ δέει περιβαμβαίνοντας καὶ δεινότερα τῶν ἐνεστώτων τὰ ἐσέπειτα ὑφορωμένους κακὰ ἐπισυνῆγέ τε καὶ διέθαλπεν, καθὰ καὶ ὄρνις ὑπὸ τὰς ἑαυτῆς περισυστέλλει πτέρυγας τὰ νεόττια, καὶ τὸ τοῦ θυμοῦ Μερραῖον τῶν κρατούντων μετήμειβε ποιοῦ τοῦ πικράζοντος ὥσπερ Μωσαϊκὸν ξύλον μέσος προσλαμβανόμενος.

Ὁποῖος δὲ ὁ τρόπος τῆς ἐλευθερίας καὶ διὰ μέσου τίνος τὸ θεῖον τουτονὶ ἐκαινούργησε, τὸν οἰκεῖον ἀναμεινάτω καιρόν.

Τὸ δὲ λέγειν ἐπανίτω πάλιν ὅθεν ἐκβέβηκε καὶ διδόσθω τὰ τοῦ βασιλέως Ἀνδρονίκου τῷ ἱστορεῖν.

Εἶχε μὲν οὖν ἐπὶ ξύλου ἀναρτήσας τοὺς κασιγνήτους Σεβαστειανοὺς ὡς εἰς τυραννίδα δῆθεν ἐπαίροντας καὶ αὐτοῦ καθαίρεσιν τὸν Κομνηνὸν Ἀλέξιον. οὗτός ἐστιν ὁ ἐκ παρανόμων τῆς ἀνεψιᾶς Θεοδώρας περιπλοκῶν τῷ βασιλεῖ ἀποτεχθεὶς Μανουὴλ καὶ γαμικῶς συναφθεὶς τῇ ἐξ ὁμοίων φυείσῃ σπερμάτων θυγατρὶ τοῦ Ἀνδρονίκου Εἰρήνῃ. βραχέος γοῦν διαλιπόντος καιροῦ καὶ αὐτὸν συνειληφὼς τὸν Ἀλέξιον εἱρκτῇ παραδίδωσιν, ἔπειτα τοὺς ὀφθαλμοὺς διαλωβησάμενος ἐς τὴν Χηλὴν ὑπερόριον τίθησι· πολίχνιον δέ ἐστιν αὕτη πάραλον, ἀγχοτάτω τοῦ Ποντίου ᾠκισμένον στόματος, ἔνθα καὶ πυργίον εἰσδέχεται τὸν Ἀλέξιον τούτου ἕνεκα δομηθέν. καὶ τὴν θυγατέρα Εἰρήνην ἀποστυγεῖ καὶ ποιεῖται ἀπὸ προσώπου Ἀνδρόνικος, ὅτι ὁ μὲν μὴ ἀχθεσθῆναι μηδὲ κόψασθαι ὁπωσοῦν ἐπέταξεν ἐπὶ τῷ ταύτης ἀνδρί, εἰ φιλοπάτωρ ἐστὶ θυγάτηρ καὶ ὑπεραλγεῖ τοῦ φυτεύσαντος, μᾶλλον μὲν οὖν καὶ ἀποστυγῆσαι τὸν σύλλεκτρον καὶ τὸ πρώην φίλτρον μετενεγκεῖν εἰς μῖσος ἀντίρροπον, ἡ δὲ ἐθρήνησεν, ὡς εἰκός, οὐκ ἀποστέρξασα τὸν ὁμόκοιτον καὶ δυσείμων ἀποθριξαμένη τεθέαται.

Ἀλλ᾿ οὕτω μὲν ἐξάπινα διέστη τὰ τῆς θαυμαστῆς ταύτης καὶ μεγαληγορουμένης γαμικῆς συναφῆς ὑπὸ τῶν καταρατοτάτων κολάκων καὶ τῶν ἀντιφθεγγομένων νόμοις δικασπόλων, οἳ τὴν κάμηλον καταπίνοντες διύλιζον τὸν κώνωπα, ὑφ᾿ ἧς καὶ τὰ χρονίως ἀπορραγέντα συνελθεῖν αὖθις προεφοιβάζετο τὴν ἕω τε προσπλακῆναι τῇ δύσει καὶ παλαιὰν ἐκπολέμωσιν ἀποτρίψασθαι καὶ ἔθνη ὥσπερ τὰς γλώττας οὕτω καὶ τὰς γνώμας Ῥωμαίοις ἀνόμοια τὸ σύμπνουν ἀσπάσασθαι καὶ τὸν ταὐτισμὸν τῶν ἠθῶν τῆς προτέρας καινοπρεπῶς ἀλλάξασθαι διαστάσεως, ὡς συγκοπῆναι τὰς ζιβύνας εἰς ἄροτρα καὶ συμβοσκηθῆναι ἄρνας τοῖς λέουσιν. εὐνομίαι τε πόλεων ἐμεγαλύνοντο καὶ τῶν ἐκφορίων τῆς γῆς ἐπίδοσις διαρκὴς καὶ παράλογος ἔκφυσις, ὡς ὄχνας μὲν προενεγκεῖν τὴν ῥάμνον, τὴν δὲ συκῆν ἀσταχύων φρίσσειν ἀνθέρικας, ἢ γοῦν ὡς ἐν τῇ μίξει Διὸς καὶ Ἥρας οἱ ποιηταί φασιν, ὑποστρωννύεσθαι μὲν λωτὸν ἑρσήεντα, κρόκον δ᾿ ἀναφύεσθαι καὶ ἀνατέλλειν ὑάκινθον.

Ὄντως οἱ λογοποιοὶ τῶν τοιούτων ἐμωράνθησαν προδηλότατα καὶ φάσκοντες εἶναι σοφοὶ καὶ προβλεπτικοὶ τῶν ἐσομένων καὶ προειδότες τὰ ἔμπροσθεν οὐδὲ τὰ ἐν ποσὶν ὁρῶντες ἠλέγχοντο, ἀλλὰ κατὰ τὴν προφητικὴν ἀρὰν βλέποντες οὐκ ἔβλεπον οὐδ᾿ ἀΐοντες ἠνωτίζοντο. ἢ ἑώρων μὲν ἀσφαλῶς καὶ ᾔδεσαν ἀκριβῶς καταποντισμοῦ φθεγγόμενοι ῥήματα καὶ εἰς ὅπλα καὶ βέλη τοὺς ἑαυτῶν ὀδόντας μεταγομφοῦντες, χαριτογλωττοῦντες δ᾿ ὅμως καὶ πρὸς ἀργύριον λαλοῦντες καὶ βοῦν ἐπὶ γλώττης φέροντες καὶ τὸ ἀνθρωπάρεσκον κατὰ κράτος μεταδιώκοντες, ὁποίους οὐ δέον βόσκουσι τὰ ἀνάκτορα τῶν κακῶν ἐπαινέτας, τὸ δὲ καλὸν γνῶναι μὴ θέλοντας, ἐπιμελῶς ἐνέκειντο πρὸς τὰ πονηρὰ καὶ ἐπευδόκουν ἐκείνοις, οἷς ἔχαιρεν ὁ κρατῶν, οὐ μὴν ὁ δι᾿ οὗ βασιλεῖς ἠρέσκετο βασιλεύουσιν.

Οὐ μόνον δὲ ἀπανθρώπως οὕτω καὶ ἀνεπιεικῶς διέθετο Ἀνδρόνικος τὸν Ἀλέξιον, ἀλλὰ καὶ ὅσοι περ τῶν ὑπηρετῶν ἐκείνῳ λόγιμοι συλλαβὼν εἶχεν ἐμφρούρους. μετ᾿ οὐ πολὺ δὲ κἀκ τούτων ἀριστίνδην οὐκ ὀλίγους συνειληφὼς τῶν ὄψεων ἀπεστέρησεν. ἕνα δ᾿ ἀπολαβών, ὃς ἐν ὑπογραφεῦσι τῷ Ἀλεξίῳ ἠρίθμητο, τοὐπίκλην Μάμαλος, ἐς θοίνην ἐταμίευσε πύματον. οὕτω δ᾿ αὐτὴν ἐδαίτρευσε καὶ καρυκείας μετέδωκε πλείονος, ὡς ἀξίαν εἶναι μὴ ἄλλον εὐτυχήσειν δαιταλευτὴν ἢ μόνον Ἀνδρόνικον καὶ τραπέζαις Ἐριννύων καὶ Τελχίνων φθονερῶν ἑστιάσεσι μὴ ἀπᾴδειν τὸ παράθεμα καὶ οἷον οὐδέπω τις ὀψοποιὸς μαγγανεύσας αὐτοὺς εἱστίακε. τὸ δὲ ἦν πυρὶ παραδοθῆναι τὸν ἄνθρωπον κατὰ τὸ Ἱππικόν.

Ἀμέλει τοι καὶ τὸ μὲν ἀνῆπτο καὶ διεχεῖτο ἡ φλὸξ ἐπὶ τοῦ ἀέρος πολὺ κατὰ τὴν τοῦ σταδίου σφενδόνην ἐπ᾿ ἴσης τῇ Χαλδαϊκῇ ἐκείνῃ καμίνῳ, ἣν ἀνέκαυσε νάφθα καὶ κληματὶς ὑπερῇρεν εἰς ἑπταπλάσιον, ὁ δὲ παρῆκτο σχοινόδετος καὶ γυμνός, ὁποῖος πρώτως προσεῖπε τὸν ἥλιον τῆς μητρικῆς νηδύος ἐκθορών. παραστησάμενοι οὖν ὡς ἱερεῖον τὸν μείρακα οἱ καμινευταί, ὑπηνήτην ὄντα τὸ πρῶτον καὶ ἰούλῳ τὰς παρειὰς στεφόμενον, ἐνώθουν μετὰ καμάκων μηκίστων ἐς τὸ μεσαίτατον τοῦ πυρός. ὁ δὲ προσομιλῶν τῇ καμίνῳ καὶ ἀλγυνόμενος, φιλοψυχῶν δὲ καὶ ὡς ἄνθρωπος, ἴσως δὲ καὶ ὡς φευξεῖται διανοούμενος τὸν ἤδη ἀνυπεξάλυκτον θάνατον, νῦν μὲν ἐμπίπτων ἀντέβαινε ταῖς διακοντίσεσι μετριωτέρας κρίνων τὰς ἐκ τούτων ὀδύνας τῆς τοῦ πυρὸς ἐρωῆς καὶ τοῦ ἐπ᾿ ἀνθράκων ἁπλώματος, νῦν δὲ τοῖς ἐμπυρευταῖς εἰς τὸ τῆς φλογὸς μεσαίτατον ἐμβαλλόμενος καὶ ὑπὸ τῆς πυρᾶς διειλημμένος κατὰ τοὺς τῶν ὄφεων ἀκοντίας τῆς καμίνου ἐξετινάσσετο τὸν περὶ ψυχῆς τρέχων καὶ ὑπὲρ τὸ Θετταλὸν διαλλόμενος πήδημα. καὶ τοῦτο ἐφ᾿ ἱκανὸν γινόμενον εἰς δάκρυα ἐκίνει τοὺς θεατάς. ὀψὲ δὲ καμὼν ἐξυπτίασε, τὸ δὲ πῦρ λάβρον τὰς ἐκείνου σάρκας περιχυθὲν ἐν βραχεῖ συνετέλεσε, κνίσσα δ᾿ ἐς οὐρανὸν ἀνιοῦσα τὸν κύκλῳ διέφθειρεν ἀέρα καὶ ἦν τὸ τῆς λιγνύος ἀποφερόμενον ῥισὶν ἀνθρώπων ἐκεῖ που προσπελαζόντων ἀπρόσιτον.

Ὢ πυρσὸς ἐκεῖνος ἀνήμερος. ὢ ἀσπάσιον δαίμοσιν ὁλοκαύτωμα. ὢ ἱερεῖον Τελχίνων. ὢ ἀλαστόρων ὁλόκληρος προσφορά. ὢ οὐκ εὐωδίας ὀσμή, ἣν ὀσφραίνεται Κύριος, ἀλλ᾿ Ἐριννύων χορὸς καὶ κακοεργὸς Ἀνδρόνικος, ὃς βουθυτεῖν ἀκούων τοὺς πάλαι καὶ κνίσσαις θεραπεύειν τὸ προσκυνούμενον τὴν αὐτὴν δραμεῖν οὐκ ἠνέσχετο, ἀλλὰ νηλεεστέραν τρέφων ψυχὴν τῶν πώποτε ἀνεπιεικεστάτων ἀνδρῶν ἀνθρωποθυτεῖν κακῶς ἐπεβάλετο. τίς Καμβύσης μαινόμενος ἢ ἀπηνὴς Ταρκύνιος ἢ Ἔχετος καὶ Φάλαρις ἄγριοι καὶ θηριώδεις τοιαῦτα εἰργάσαντο; ἢ τίνες Ταυροσκύθαι ξενοκτονίαν νενομικότες, ὧν τὰ ἤθη ὁ πολυπλανὴς οὗτος ἀνεμάξατο γέρων, οὕτως ἐπέθεντο καὶ διεχειρίσαντο.

Ποιῶν δὲ τὴν τιμωρίαν οὐκ ἀναιτίατον, ἀλλά τι προϋφεστὼς ἐπισυρομένην ἔγκλημα, βίβλους τινὰς συγκατέκαυσε τῷ Μαμάλῳ, διεξιούσας δῆθεν περὶ βασιλέων ἀρξόντων εἰς τοὐπιόν, ἃς τῷ Ἀλεξίῳ ὑπαναγινώσκων Μάμαλος ἐνάγειν τοῦτον εἰς τὸ βασιλειᾶν ἐμυθίζετο.

Οὕτω δ᾿ ἐπὶ τοῖς πραττομένοις τούτοις ὑστεροβουλίᾳ ἐβάλλετο ἢ τοῦ τὰ αὐτὰ καὶ αὖθις δρᾶν ἀπήγετο, ὡς καὶ τὸν Δισύπατον Γεώργιον (ἦν δ᾿ οὗτος ἐκ τοῦ τῶν ἀναγνωστῶν τάγματος, οἳ τὸν Μέγαν ἀμφιπονοῦνται Νεὼν) εἱρκτῇ συνειληφέναι, παθηνάμενον μόνον ἐφ᾿ οἷς κακῶς ἐποίει Ἀνδρόνικος καὶ κακῶς εἰπόντα Ἀνδρόνικον, καὶ ὀβελίσκοις ἐμπεῖραι διαμπερὲς μελετᾶν καὶ ἐπ᾿ ἀνθράκων ὀπτηθέντα τῇ τούτου παρεισενεγκεῖν γαμετῇ. καὶ ἦν ἂν ὁ πιμελῴδης Δισύπατος κατὰ δελφάκιον διαπειρόμενος καὶ πυρρακίζων τὴν ἐπιδερμίδα καὶ ὡς ὄψον ἐπὶ κανοῦ τιθέμενος καὶ τοῖς κατ᾿ οἶκον εἰσαγόμενος καὶ τῇ ὁμευνέτιδι προτιθέμενος (οὐκ οἶδα ἐφ᾿ ὅτου, πολυχανδοῦς δὲ δήπουθεν), εἰ μὴ ὁ τῆς γαμετῆς τούτῳ πατὴρ ὁ Μοναστηριώτης Λέων ἀνεσείραζεν Ἀνδρόνικον τῆς ὁρμῆς καὶ ἦγχε καὶ κατεῖχε τοῦ ἐγχειρήματος, ὅσα καὶ λέων κνώδαλα ἐκφοβῶν, καθ᾿ ὧν τὰ ἁνδάνοντα τοῖς τότε πράγμασιν ἐξηρεύγετο, στόμα τῆς συγκλήτου πρὸς Ἀνδρονίκου καλούμενος, καὶ φῆμαι δὲ ἤδη πάντοθεν λύουσαι τὸ πτερὸν τοὺς μὲν Σικελοὺς ἀπήγγελλον Ἐπίδαμνον παραστήσασθαι, ἐς δὲ Θεσσαλονίκην ἀμαχητὶ καὶ εὐθυώρως πορεύεσθαι, Ἀνδρόνικον δ᾿ ἐξέκρουον τῶν φρενῶν ὑποθράττουσαι καὶ τῶν ἀνθρωπίνων κολάσεων τὸ σύντονον ὑπεχάλων ἐπὶ βραχύ.

Φρουρᾷ τοίνυν συνισχημένος Δισύπατος τὰς χεῖρας πρὸς τὸ θεῖον ἀνέτεινεν, οὐ κατὰ Δαυὶδ ἐπευχόμενος καὶ λέγων „ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου” ἢ τὸ τοῦ Ἰωνᾶ φθεγγόμενος „ἆρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου;” ἀλλ᾿ „ἀπάλειψόν με τῆς μνήμης τοῦ Ἀνδρονίκου, καὶ εἴην παρ᾿ ἐκείνῳ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ καὶ μῆνας ἐκ μηνῶν καὶ ἡμέρας ἐξ ἡμερῶν ἄϊστος ἄπυστος καὶ τῆς τῶν ζώντων βίβλου, ἕως Ἀνδρόνικος βιῴη, ἀλλοτριούμενος.” καὶ θεὸς ἦν ἀληθῶς ὁ ἐκ χειρὸς Ἀνδρονίκου Δισύπατον ἐξελόμενος.

Ὅπως δὲ ἠπίστατο τιμᾶν Ἀνδρόνικος τοὺς τῆς ἐκείνου θεραπείας ἐξεχομένους καὶ διαπύρους τῶν αὐτοῦ θελημάτων ἐραστὰς καὶ πληρωτάς, ἐδήλωσε μὲν καὶ ἐξ ὧν ἀπανθρώπως τοῦ βίου ἐξήγαγε τὸν Μακροδούκαν Κωνσταντῖνον καὶ τὸν Δούκαν Ἀνδρόνικον, ὧν, ὡς εἴρηται, τὸν μὲν τῷ τῶν πανυπερσεβάστων ὑπεξῆρε σεμνώματι, τὸν δὲ Δούκαν υἱωσάμενος τοῖς πάνυ φιλουμένοις ἐνέγραφε, σαφῶς δὲ τὸ τῆς γνώμης ἄστατον καθυπέδειξε καὶ τὸ μὴ βεβηκὸς εἰς εὔνοιαν ἐν οἷς προσέθετο καὶ τὸν Τρίψυχον ἐκπηρῶσαι Κωνσταντῖνον, ἄνδρα πολυάρατον χρῆμα παρ᾿ ἐκείνῳ καὶ πάγχρηστον ἐν ταῖς τῆς τυραννίδος καθυπουργήσεσι καὶ τοσοῦτον ὑπερηγαπηκότα Ἀνδρόνικον καὶ θερμῶς αὐτῷ προσεσχηκότα, ὡς ὑπερελάσαι πάντας μικροῦ, ὁπόσοι τὰ Ἀνδρονίκου ἐπρέσβευον. παρὰ τοσοῦτον γὰρ εἴργετο τὸ ἐκ διαμέτρου νῖκος μονώτατος ἀποφέρεσθαι Τρίψυχος, παρ᾿ ὅσον εἶχε συμπτερυσσόμενον αὐτῷ καὶ πρὸς τὸ ὑπερβάλλον τῆς προθυμίας ἀνθαμιλλώμενον τὸν Ἁγιοχριστοφορίτην Στέφανον καὶ τὸ μονάζον τοῦ βραβείου δυάζοντα, οἷς κἀκείνῳ τῆς ἀπηνείας ἐπλέκετο στέφανος.

Ἦν δὲ ἡ αἰτία τοῦ σβεσθῆναι τὰς κόρας Τρίψυχον βραχεῖά τις παραλύπησις καὶ ἀξία παροραθῆναι μᾶλλον ἢ πεσεῖν ὑπ᾿ ἐξέτασιν καὶ κολάσαι τὸν παρειπόντα, καὶ ταῦτα φιλούμενον πολὺ καὶ φιλοῦντα οὐκ ἔλασσον. ἀλλ᾿ ἐπεὶ καὶ ὑπὲρ ἀργοῦ λόγου λόγον ἐδίδοσαν ἄνθρωποι ἐπὶ τῶν Ἀνδρονίκου καιρῶν, κατὰ τοῦτο καὶ ὁ ἐξεταστὴς τῶν τοιούτων Τρίψυχος καὶ πολλοὺς βασάνοις ὑποβαλὼν καὶ τῆς οὐσίας πάσης ἀποψιλώσας, ὅτι καὶ γογγυσμοῦ ῥῆμα κατ᾿ Ἀνδρονίκου ἀπέπτυσαν ἢ ἐγκατάλειμμα πονηροῦ ἐνθυμίου παρ᾿ ἑαυτοῖς ὑπελίποντο, τοῖς ὁμοίοις καὶ αὐτὸς ἀνηλεῶς περιπέπτωκε τῇ ἀνομίᾳ τῆς οἰκείας πτέρνης περιληφθεὶς καὶ ᾧ μέτρῳ πολλάκις μεμέτρηκε, σεσαγμένῳ καὶ πεπιεσμένῳ καὶ ὑπερεκχυνομένῳ, τούτῳ ἀντιμετρηθεὶς καὶ εἰς ὃν ὤρυξε βόθρον τῷ πλησίον πολλάκις, ἐπὶ τοῦτον (ὡς αἰνῶ σε, δίκη) χαριέντως ἐμπεπτωκὼς καὶ ἐφ᾿ ἑαυτὸν λίθον κυλίσας, ὃν ἀνώχλισε πλειστάκις κατὰ τῶν ἔγγιστα.

Τῷ τοι κατειπόντος αὐτοῦ πρὸς Ἀνδρόνικον τῶν γνησιωτάτων τινὸς ὡς ἶσα τοῖς οὐκ εὐηργετημένοις μηδ᾿ εὖ παθοῦσιν ὑπ᾿ Ἀνδρονίκου ὑποτονθορύζει κατ᾿ Ἀνδρονίκου καὶ Τρίψυχος, ὁ τόσαις εὐποιΐαις περιαντλούμενος καὶ τὰ τῶν ἀξιωμάτων ὑπέρογκα κτώμενος κἀν ταῖς βασιλείοις ἀκούων ἐπιστολαῖς ἠγαπημένος υἱὸς καὶ κνιπὸς ἄνθρωπος καὶ ἐν ταῖς νῦν ἡμέραις δυσεύρετος, ὁ πολύολβος, ὁ εὐπάρυφος, ἐπαθήνατο τὴν ψυχὴν Ἀνδρόνικος καὶ ἀπιστίαν καταγνοὺς ὅλων ἐπὶ συννοίας εἱστήκει, πρὸς ὀργὴν ὑπὸ τῶν λεχθέντων ἀναρριπιζόμενος καὶ εἰς θυμοῦ ἐπιφρίσσων κλυδώνιον. ἐπεὶ δὲ ὁ προσαγγέλλων ἑώρα τὸ ἀναθαλπόμενον τοῦ θυμοῦ καὶ ἑτέρας ἐπιδεὲς δριμυτέρων ῥημάτων ἐπιφορᾶς, ὡς ἂν οὕτω λάβρον γεγονὸς μεταρσιωθείη αἰθέριον, ἢ τὸ αἱμωπὸν ἐκεῖνο τῆς ὀργιλότητος πέλαγος καταιγιδώδη θέλον πνοὴν ἐς τὸ διανοιγῆναι εἰς χάσμα καὶ κατακρύψαι ὡς ἕτερον τριστάτην Αἰγύπτιον τὸν ἄθλιον Τρίψυχον, φησὶ πρὸς Ἀνδρόνικον ὡς „καὶ τὸν υἱὸν καὶ διάδοχον τῆς σῆς βασιλείας καὶ κληρονόμον ἔννομον τῆς ἀρχῆς, τὸν κάλλιστον καὶ ἀσπασιώτατον ἅπασιν Ἰωάννην, διασύρων οὐ παύεται Τρίψυχος ἀπόπληκτα φθεγγόμενος ῥήματα καὶ βδέλυγμα τοῦτον ἀναγορεύων θείῳ τόπῳ τῷ τῆς αὐτοκρατορίας ἐνιδρυθησόμενον,” καί ποτε παριέναι μὲν τὸν βασιλέα Ἰωάννην ὑπὸ πλείστων εὐφημούμενον καὶ προπεμπόμενον, τὸν δὲ Τρίψυχον ἐπεγγελῶντά οἱ δυσφημεῖν καὶ Ζιντζιφίτζην ἀποκαλεῖν, καὶ μέγα στενάξαντα εἰπεῖν „ὢ δυστυχὴς Ῥωμαίων ἀρχή, οἷός σοι ὁ αὐτοκράτωρ ἐλπίζεται.” ἦν δὲ ὁ Ζιντζιφίτζης ἀνδράριον εἰδεχθέστατον, ταῖς τῶν σταδιοδρόμων ἵππων ἀμφιπεριστρεφόμενον ἄντυξι, καὶ τὰ πλείω μὲν τῶν μελῶν ἀνάρμοστον καὶ βραχὺ τὸ δέμας καὶ εὔσαρκον, εὐτράπελον δὲ ἄλλως καὶ δεινὸν ἐς ταμιεῖα πλῆξαι ψυχῆς ἁπαλυνομένοις βωμολοχίᾳ σκώμμασι καὶ ποιητικοῖς γέλωτος λόγοις διαχέουσι σκηνικώτερον.

Οὐκ ἐνεγκὼν τοίνυν τὰ λεγόμενα, ὡς δὲ βολίδας ἔνδον ἐν καρδίᾳ δεδεγμένος Ἀνδρόνικος, ἅτε λαῖλαψ τὰ προσόντα τῷ Τριψύχῳ διαφορεῖ καὶ εἱρκτῇ παραδοὺς ἀδέσμῳ εἶτα καὶ τοῦ τῶν ὀμμάτων φάους ἀποστερεῖ. καὶ τοιοῦτο μὲν τὰ τῆς παραδυναστείας τῷ Τριψύχῳ πέρας εἰλήφασιν, ὡς ἐπ᾿ αὐτῷ ἄντικρυς ῥηθῆναί τε καὶ περατωθῆναι τὸ τοῦ Σολομῶντος ἐκεῖνο δοκεῖν, ὅ φησιν „εἰσὶν ὁδοὶ δοκοῦσαι μὲν ἀνδρὶ τὰ πρῶτα ὀρθαί, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς θάνατον.”


ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΑΝΔΡΟΝΙΚΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ

Ὁ δέ γε Σικελικὸς στρατὸς τριχῇ διαιρεθείς, ὁ μὲν τῇ Θεσσαλονίκῃ παρέμενε, τῶν δ᾿ αὖ μερίδων ἡ μὲν ἐσβάλλει κατὰ τὰς Σέρρας καὶ τὰ ἐκεῖσε πάντα χειροῦσθαι καὶ πορθεῖν ἔγνωκεν, ἡ δὲ ὡς διὰ λείας ὁδοῦ φερομένη καὶ μηδένα τὸν ἐς χεῖρας ἰόντα ἢ ἀντιπίπτοντα ἔχουσα ἐς αὐτὴν τὴν Μοσυνόπολιν κατεσκήνωσε καὶ τὸ κύκλῳ ὑποχείριον ἔθετο.

Ἀνδρονίκῳ δὲ τὰ μὲν πρῶτα ἐμέλησε στεῖλαι τὸν φυλάξοντα τὴν Ἐπίδαμνον καὶ ἀφίκετο ἐκεῖσε ὁ Βρανᾶς Ἰωάννης· βραχεῖαι δὲ ἡμέραι, καὶ οἱ μὲν Ἰταλοὶ Ἐπιδάμνου ἐπέβησαν ὡσεὶ πτηνοὶ καὶ ἀέριοι μικροῦ τε θάτερον τῶν ποδῶν περιβάδην ἐκτείναντες ἀπραγμόνως τὰ τῶν περιβόλων ὑπερέβησαν κρήδεμνα, ὁ δὲ Βρανᾶς εἰς Σικελίαν αἰχμάλωτος μετατίθεται. ἔπειτα δὲ τῷ διέπειν λαχόντι Θεσσαλονίκην Δαυὶδ ἐπέστελλε καὶ ἐπέτελλεν ἐπαγρυπνεῖν τῇ τῆς πόλεως φυλακῇ καὶ μὴ δεδιέναι τοὺς πεδιλορράφους Λατίνους, πηδᾶν δὲ καὶ δάκνειν καὶ κεντεῖν, ἵν᾿ αὐτὰς τὰς Ἀνδρονίκου παραθήσομαι λέξεις. καὶ ἐφ᾿ ὅτῳ μὲν Ἀνδρόνικος οὑτωσὶ συνετίθει τὰ γραμμάτια, μόνος ὁ ἐκδιδοὺς ἐπιστάμενος ἦν Ἀνδρόνικος· αὐτοῖς δὲ τοῖς φιλοσκώμμοσι πολίταις διὰ γέλωτος ἤγετο τὰ γραφόμενα, ἀντιφέρουσι ταῦτα καὶ ἀντιβάλλουσι πρὸς αἰσχρά τινα δημόσια ῥήματα, ἃ μὴ προφέρειν χρεών.

Ἐπὶ δὲ τούτοις τὰς Ῥωμαϊκὰς δυνάμεις συνηθροικώς, ὅσαι τε ἑῷαι καὶ ὅσαι ἑσπέριαι, καὶ ταύτας εἰς τμήματα διελὼν τὸ μὲν τῷ βασιλεῖ καὶ υἱῷ Ἰωάννῃ ἐπέταξε περὶ τὴν Φιλίππου διατρίβοντι ἐπαρχίαν, τὸ δὲ τῷ χαρτουλαρίῳ παραδέδωκε Χούμνῳ, ἄλλο τῷ Παλαιολόγῳ Ἀνδρονίκῳ, ἕτερον τῷ ἐκτομίᾳ Νικηφόρῳ, ὃς τιμήεις ἦν παρ᾿ Ἀνδρονίκῳ τῷ τοῦ παρακοιμωμένου κυδρούμενος ἀξιώματι. ἀλλὰ καὶ Ἀλέξιον ἐκπέπομφε τὸν Βρανᾶν μεθ᾿ ἑτέρου στρατεύματος.

Πλὴν ὁ μὲν υἱὸς κυνηγεσίοις ἐνευπάθει κατὰ τὴν Φιλιππούπολιν ὅσα καὶ πυλῶν Γαδειρίδων κατάσχεσιν ἢ Διονυσίων στυλίδων καθαίρεσιν τὴν τῆς Θεσσαλονίκης προνόμευσιν φανταζόμενος· οἱ δὲ λοιποὶ ταυτησὶ πολιορκουμένης ἐγγίσαι μὲν καὶ ἐπαρῆξαι οὐδ᾿ ὅλως ἐθάρρουν, πορρωτάτω δὲ σκηνούμενοι δι᾿ ὀπτήρων καὶ ταχυδρόμων κλεπτόντων τὴν εἰς τὸ στρατόπεδον τῶν πολεμίων ἄφιξιν τὰ κατὰ Θεσσαλονίκην ἦσαν ἐνωτιζόμενοι. μόνος δ᾿ ἀπὸ πάντων ὁ Χοῦμνος Θεόδωρος ὑπέστη ἐγγύτερον προσελθεῖν, ὡς ἢ ἐπαμυνῶν Θεσσαλονικεῦσιν ἐν τῷ συμπλακῆναι τοῖς διειληφόσι τὴν πόλιν στρατεύμασιν, ἢ καὶ παρελευσόμενος ἔσωθεν, εἰ καὶ τοῦτο ἐξείη. ἀλλὰ καὶ πρὸς ἄμφω διαμαρτὼν τοῦ σκοποῦ αἰσχίστως παλίμπους ἐφέρετο· οἱ γὰρ ἀμφ᾿ αὐτὸν μηδὲ μέτωπον κόρυθος τῶν ἐναντίων βλέψαι ὑπενεγκόντες τὰ νῶτα μετέβαλον καὶ ἀμεταστρεπτὶ ἔφευγον, ἓν τοῦτο παρὰ τοὺς λοιποὺς ὁμοφύλους ἀνδρισάμενοι, τὸ γοῦν ἀεὶ μὴ ἐφησυχάζειν, ἀλλ᾿ οὓς οἱ πευθῆνες ἀνήγγελλον αὐτοῖς πολεμίους, τούτους αὐτοψεὶ κατιδεῖν καὶ ἔργοις αὐτοῖς διδαχθῆναι τὸ ἐν μάχαις ὀξύρροπον τῶν ἀνδρῶν.

Ἐπεὶ δὲ ἑάλω ἡ λογίμη Θεσσαλονίκη καὶ ὁ διαμερισμός, ὥς μοι εἴρηται ἤδη, ξυνέβη τοῦ Σικελικοῦ στρατεύματος, ἄλλος δ᾿ ἂν εἶπέ τις ὡς κατὰ τὴν μυθικὴν Χίμαιραν συναπτόμενον πρότερον τὸ ἀντίπαλον, τότε διαιρεθέν, τὸ μὲν κράτιστον αὐτοῦ ὅσα καὶ λέων προηγούμενον εὐθὺ τῆς βασιλίδος ἵετο πόλεως, τὸ δὲ μέσον τὰ κατ᾿ Ἀμφίπολιν καὶ Σέρρας ἐνέμετο, τὸ δὲ λοιπόν, ὅσον δηλονότι ναυτικὸν καὶ ὡς ὄφις συρόμενον ἐν τοῖς ὕδασιν, ἐτήρει τὴν προκαθεζομένην πόλιν τῶν Θετταλῶν, οὐδ᾿ οὕτως ὄντες ὁμοθυμαδὸν οἱ Ῥωμαῖοι καὶ βάλλοντες ἓν στρατήγιον ἑνί τινι γοῦν συμπλακῆναι ἀπεθάρρησαν τμήματι. ἀλλ᾿ οἱ μὲν κατειληφότες τὴν Μοσυνόπολιν πολέμιοι καὶ περὶ τῆς περαιτέρω πορείας ἐσκέπτοντο μηδ᾿ ὀφθαλμοῖς ὁπλίτην Ῥωμαῖον ἐνοπτρισάμενοι, Ῥωμαῖοι δὲ τὰς τῶν ἐκεῖσε προκαταλαβόντες ὀρέων λαγόνας εἰς τὸ πεδίον οὐκ εἶχον ὑποκαταβῆναι καὶ δέξασθαι τὸ ἐπιὸν δυσμενές. ὅθεν ἐγνώκεσαν Ἰταλοὶ μηκέτ᾿ ἀναδύεσθαι, ἀλλ᾿ ὁμοῦ συσπειραθῆναι καὶ πρὸς ἓν κατάντημα τὴν Κωνσταντίνου καλλίπολιν ἐπειχθῆναι καὶ ταυτηνὶ χειρώσασθαι.

Οὕτω γὰρ αὐτοὺς ἐπῇρεν ὁ ἐκ Κομνηνῶν Ἀλέξιος, ὅς σφισι συνὼν καὶ μηδ᾿ ἐν μέρει ταττόμενος στρατηγοῦ ὅμως ἃ τελεσθῆναι οὐκ ἔμελλον φανταζόμενος ᾤετο ὁ ἀνούστατος καὶ μηδὲ προβατίων ἄρχειν ἐπάξιος ὑπὲρ ἐκείνου διαπονεῖσθαι τὸν ῥῆγα τῶν Σικελῶν, καὶ ὡς ἤδη ἐν τῷ βασιλικῷ σχήματι καταστὰς καὶ ἀρχαιρεσιασθεὶς αὐτοκράτωρ ὁ Μελιτίδης ὠφρύωτο φάσκων καὶ διατεινόμενος πρὸς τὸ ἀλλόθρουν στράτευμα μὴ ἂν ὑποβεβηκέναι τὸν αὐτοῦ πόθον παρὰ τοῖς Κωνσταντινουπολίταις πρὸς τὸ μεγαλεῖον τοῦ βασιλέως καὶ πρὸς πατρὸς αὐτῷ θείου τοῦ Μανουήλ, ἀλλ᾿ οὕτως ἡγεῖσθαι παρὰ Ῥωμαίοις ἀσπάσιος ὅσα καὶ ἡμεροφαὴς ἥλιος καὶ κατὰ τὴν ἀέρος ὁλκὴν ἀπαραίτητον κρίνεσθαι ἀγαθόν. καὶ ταῦτα μὲν οὕτως.

Αὐτὸς δὲ Ἀνδρόνικος τὰ τῆς πόλεως τείχη περιελθών, εἴ τι χρόνῳ ὑποσκάζον ἦν καὶ καμόν, ὑπερείδεσθαί τε τοῦτο καὶ ἐπισκευάζεσθαι προσετετάχει. καὶ ἦν ἔργον εὐθὺς τὸ ἐπιταττόμενον. κατηρείποντο οὖν ὅσα τῶν οἰκημάτων παραπεπηγότα τοῖς τείχεσιν ἔξωθεν εὐέφοδα τοῖς πολεμίοις ἐποίει τὰ ἔσωθεν καὶ νῆες μακραὶ περὶ τὰς ἑκατὸν ἐσάλευον κατὰ τὰς ἀκτὰς ἡτοιμασμέναι πρὸς ἔκπλοιαν, δεῆσαν ἐπιβοηθήσουσαι πόλεσι κακῶς διακειμέναις ὑπὸ τοῦ στόλου τῶν Σικελῶν καὶ τοῖς Κωνσταντινουπολίταις ἀρήξουσαι (καὶ οὗτοι γὰρ ἐπιστῆναι ᾤοντο αὐτίκα μάλα τοὺς πολεμίους) καὶ διαληψόμεναι κατὰ καιρὸν τὸν ἐσέχοντα θαλάττιον κόλπον καὶ ποταμίου δίκην ὁλκοῦ τὴν κατὰ τὰς Βλαχέρνας ἠϊόνα προσκλύζοντα.

Καὶ τὰς μὲν κοινὰς ἐς τοσόνδε διαθέμενος φροντίδας ἀνέπεσεν ὡς ἀρκούντως ἤδη καὶ ἀραρότως τὰ πρὸς ἀντιμάχησιν διοικήσας καὶ καταπολέμησιν τῶν τοῖς Ῥωμαίοις ἐπιόντων ἐχθρῶν· ἀκηκοὼς δὲ ἁλῶναι Θεσσαλονίκην ἐς κακοποιΐαν τρέπεται τῶν προσγενῶν τοῦ Δαυίδ, ὃν φύλακα τῆς πόλεως ταύτης τὸ λέγειν ἤδη δεδήλωκε, καὶ συλλαβὼν τούτους καθείργνυσιν ἐν φρουραῖς. δημηγορῶν δὲ οὐδὲν μέγα τὸ συμβὰν ἔλεγεν εἶναι, οὐδ᾿ ἄξιον ἐς κατόρθωμα σεμνολογεῖσθαι τοῖς Σικελοῖς· οὐ νῦν γὰρ πρώτως, ἀλλὰ καὶ πρώην πόλεων ἁλώσεις ἐπάγειν τὸν χρόνον φιλεῖν καὶ νίκην ἐπαμείβεσθαι ἄνδρας. φήμαις δὲ βαλλόμενος ἀπευκταίαις ἄλλοτε ἄλλαις καὶ συχνάκις ἐφισταμένων τῶν ἀγγελλόντων ὡς νῦν μὲν οἱ ὑπεναντίοι Ἀμφίπολιν παρεστήσαντο, νῦν δὲ τὰς ἐφεξῆς ληϊσάμενοι χώρας κατὰ τὴν Μοσυνόπολιν ἐναυλίζονται, καὶ τὰς τοιαύτας ἀγγελίας ὡς οὐδέπω δεινὰς ἀπεπέμπετο καὶ ἔλεγεν ὡς μετελεύσεται τοὺς ἐχθροὺς καὶ ἐξολοθρεύσειε τέλεον ὃν τρόπον οἱ θηραταὶ τοὺς μοναστικοὺς τῶν συῶν. αὐτούς τε γὰρ κατὰ βραχὺ μεθισταμένους τῆς λόχμης ἐγκλείεσθαι λιχνευομένους περὶ τὴν προκειμένην ἐδητύν, ἔνθα ὁ δόλος καὶ ἡ πάγη καττύεται, καὶ οὕτως ἐμπείρεσθαι δόρατι ἢ βαθεῖαν κατὰ τῶν σπλάγχνων δέχεσθαι τὴν πληγήν· καὶ τοὺς Ἰταλοὺς δὲ ὡσαύτως ἀφροντιστοῦντας, ὡς οὐκ ὄντος τινὸς ἀνθισταμένου, καὶ ἀεὶ προχωροῦντας τοῖς ἔμπροσθεν καὶ τῇ τῶν πλειόνων σκύλων ὑποσαινομένους ἐφέσει μέλλειν εἰς τὸν ἔσχατον καὶ ἀπρόοπτον ὄλεθρον ἐμπεσεῖσθαι καὶ ἐπὶ κορυφὴν αὐτῶν τὴν ἀδικίαν αὐτῶν καταβήσεσθαι.

Ἦν δὲ ταῦτα οὐδὲν ἕτερον ἢ ἀνδρὸς τῇ φύσει τῶν πραγμάτων ἀντιμαχομένου προδήλως αἱμύλα προβλήματα καὶ πολιτείας ἤδη κατ᾿ αὐτοῦ φλεγμαινούσης μειλίγματα, οἷς οὐκ ἦν ἀρρενούμενος καὶ πᾶσαν μηχανὴν μετιών, ὅπως ἀποσοβήσειε τὸ ἀλλόγλωττον. καίπερ δὲ τοιούτων καὶ τοσούτων ἐφεστώτων κακῶν καὶ πάντων πείσεσθαι φανταζομένων τὰ οἰκτρότατα καὶ ὡς ἤδη παρόντων καὶ ἀνιώντων ὀδυρομένων, ὁ δὲ ὁμαλῶς ἔφερε τὰ ἀνύποιστα καὶ οἷον ἐπ᾿ ἀλλοτρίοις δεινοῖς τὸ φιλόσοφον ἐπεδείκνυτο, καὶ ταῦτα, εἴπερ τις, φίλαρχος ὢν καὶ δι᾿ ἔρωτα βασιλείας εἰς ἀπάνθρωπα ἤθη ἐκκυλισθεὶς καὶ τυράννους ὑπερελάσας τοὺς πώποτε.

Ἔνθεν τοι καὶ τῆς πόλεως πολλάκις ἀπανιστάμενος μετὰ χορείας ἑταιρίδων καὶ παλλακῶν ἐφιλοκρίνει τὰ τῶν τόπων ἐρημικώτερα καὶ οἷς ἡ τῶν ἀέρων ἐπλεόναζεν εὐκρασία καὶ θηρίων δίκην συναγκείαις ὀρῶν καὶ χλοεροῖς παραβυόμενος ἄλσεσιν ὡς ὄρνιθας κατοικιδίους ἀλεκτρυὼν ἢ αἶγας τράγος ἡγούμενος αἰπολίου ἢ καθάπερ ὁ Σεμέλης Διόνυσος τὰς Θυάδας, Σοβάδας, Μαινάδας, Βάκχας εἶχεν ἑπομένας τὰς ἐρωμένας μόνον οὐ νεβρίδα ἐξημμένος καὶ τὸν κροκωτὸν ἐνδυόμενος. καὶ ἦν κατὰ τακτὰς μὲν ἡμέρας ὡσεὶ διὰ παραπετάσματος ὀλίγοις τῶν ἐκ τῆς βασιλείου αὐλῆς ὀπτανόμενος, καὶ τούτων οἵπερ ἐκείνῳ μάλιστα προσῳκείωντο, αὐλητρίσι δὲ καὶ ἑταιρίσιν ἀναπεταννὺς πᾶσαν πάροδον καὶ πάντα καιρὸν εἰς ὁμιλίαν αὐταῖς χαριζόμενος. ἔχαιρέ τε κατὰ Σαρδανάπαλον ταῖς ἀνέσεσιν, ὃς τόσσ᾿ ἔχειν, ὅσσ᾿ ἔφαγε καὶ ὅσσ᾿ ἐφύβρισε, τῷ ἐπιταφίῳ ἐνεκόλαπτεν ἐπιγράμματι. Ἐπικούρειός τε ἦν καὶ Χρυσίππειος καὶ λαγνείαν δυστυχῶν πολύποδος ἵμερον ἐδίωκε καὶ φιλότητι μαργαίνων καὶ τὸν Ἡρακλέα μιμούμενος ἀτεχνῶς κατὰ τὴν τῶν πεντήκοντα καὶ μόνον τοῦ Θυέστου θυγατέρων φθοράν. οὐκ ἔχων δὲ τὴν ἴσην πρὸς τὸ ἀκολασταίνειν ἰσχύν, ὡς Ἰόλεων ἐκεῖνος κατὰ τῆς παλιμφυοῦς Ὕδρας συνέριθον, οὕτω καὶ οὗτος τὰ ὑπὸ γαστρὸς πρὸς συνουσίαν ἀλοιφαῖς καὶ περιττοῖς σκευάσμασιν ἀνερρώννυεν. ἤσθιε δὲ καὶ ζῶον Νειλῷον, κροκοδείλῳ πάνυ τι ἐμφερές, ἀπόσιτον μὲν τοῖς μὴ τὰ τοιαῦτα βρωτέα κρίνουσι, διερεθίζον δ᾿ ὅμως καὶ διανιστῶν ἐν ταῖς ὁμιλίαις πρὸς ἀπουσιασμόν.

Κατὰ δὲ τὰ ἀρχεῖα γινόμενος ἀπὸ τῶν ἔξωθεν διατριβῶν τε καὶ διαχύσεων οὐκ ὀλίγον μὲν καὶ τὸ περὶ αὐτὸν εἶχε δορυφορικόν, καὶ τοῦτο ἐκ βαρβάρων ἰλῶν καὶ ἀνδρῶν λοιμῶν χαιρόντων ἀπαιδευσίᾳ καὶ τὰ πλεῖστα μηδ᾿ ἐπαϊόντων Ἑλληνίδος φωνῆς. καὶ τοὺς προκοίτους δὲ καὶ προφύλακας ἐξ ἀεὶ τοιούτων ἀναγώγων συνείληχεν ὁμηγύρεων. τελευτῶν δὲ καὶ κύνα κάρχαρον, οἷον καὶ λέουσιν ἀντιπλέκεσθαι καὶ ἄνδρα ἔφιππον ὁπλίτην κατενεγκεῖν ἔραζε, σύνοικον ἑαυτῷ πεποίητο· οἱ μὲν γὰρ σωματοφύλακες καὶ δορυφόροι ἄποθέν που τοῦ βασιλικοῦ κοιτῶνος νυκτὸς κατηυνάζοντο, ὁ δέ γε κύων πρὸς ταῖς θύραις ἐδέδετο, χαλκεόφωνος ὢν καὶ πρὸς βραχεῖαν διαταραττόμενος ψόφησιν καὶ γινόμενος ὑλακόμωρος.

Προϊὼν δὲ οὕτω κατετρύφα τῆς τῶν Κωνσταντινουπολιτῶν εὐηθείας καὶ ὡς ἀπὸ ῥινὸς ἑλκομένους ἐχλεύαζε καὶ πρὸς πᾶσαν τῶν κρατούντων θεραπείαν τε καὶ θωπείαν ἑτοίμως ἔχοντας ἐκωμῴδει, ὥστε καὶ τῶν παρ᾿ αὐτοῦ θηρωμένων ἐλάφων τὰ κέρατα, ὁπόσα εἰς ὕψος ἦρτο καὶ εἶχόν τι θαύματος, ταῖς κατὰ τὴν ἀγορὰν ἁψῖσιν ἀνήρτα, τῷ μὲν δοκεῖν εἰς ἔνδειξιν τοῦ μεγέθους τῶν παρ᾿ αὐτοῦ ἁλισκομένων ἀγρίων, τῷ δὲ ὄντι διαμωκώμενος τὸ πολίτευμα καὶ διασύρων εἰς ἀκρασίαν τῶν γαμετῶν.

Ὁπηνίκα δὲ κατὰ τὴν μεγαλόπολιν γένοιτο τῶν τῆς Προποντίδος τρυφηλῶν χωρίων καὶ περιττῶν ἀπανιστάμενος διαιτήσεων, οὐκ ἦν μὴ ἀποφράδα κρίνεσθαι τὴν τότε ἡμέραν· οὐ γὰρ δι᾿ ἄλλ᾿ ἄττα παρεῖναι ἐδόκει ἢ ὡς θύσων καὶ ἀπολέσων ὁπόσον ὡς ἐπίβουλον ὑπωπτεύετο. καὶ ἡ Ἀνδρονίκου ἐπιδημία τοῖς πολλοῖς ζημία καὶ δυσθυμία ἢ καὶ τοῦ βίου ἐκδημία καὶ ἔσχατον ἄλλο κακὸν συλλελόγιστο, ἐπειδήπερ ὁ ἀνὴρ ὡσεὶ καὶ γραμμὴν μονοδιάστατον καὶ μηκιζομένην εἰς τὸ λεπταλέον καὶ ἀπλατὲς ἐν τῷ ἐδαφίῳ τῆς ψυχῆς τὴν οἰκείαν καθάπαξ ὠμότητα προϋποθεὶς καὶ πρὸς ταύτην ἅπαν ἀποστενῶν τὸ πραττόμενον ἀβίωτον ὅλως ἥγητο τὴν ἡμέραν, καθ᾿ ἣν οὐκ ἐκρεωβόρησέ τινα τῶν ἐν ὑπεροχαῖς ἢ λύχνους οὐκ ἔσβεσε σώματος ἢ ὁτουδήτινος οὐ καθήψατο φιλονείκως ἢ ἐπιτιμητικῷ βλέμματι καὶ Τιτανικῷ ἐμβριμήματι μὴ ἐξέστησε τοῦ φρονεῖν. παιδαγωγῷ γὰρ ἐμβριθεῖ ἐοικὼς θαμὰ τῶν μειρακίων καταφέροντι τὴν σκυτάλην εὐκαίρως ἀκαίρως ἐπέπληττεν ἐφιστάμενος καὶ πρὸς πᾶσαν ἀκοὴν ἐκείνῳ ἀνήδυντον παρωξύνετο.

Κατηφιῶντες οὖν οἱ τότε ἄνθρωποι καὶ στυγνάζοντες ἐβίωσκον. οὐδ᾿ ὁ ὕπνος ἄφροντις τοῖς πολλοῖς καὶ ὀδυνῶν ἀδαὴς καὶ μαλακός, ἀλλ᾿ ὀφθαλμοῖς ἐφιζάνων ἄκροις ἀφίπτατο καὶ διεψευσμένος ἦν τὰ πολλὰ ἢ Ἀνδρονίκῳ διασοβούμενος ὄναρ πολλάκις ἐφισταμένῳ κακὸν ἢ ὅσους ὁ τραχὺς οὗτος καὶ δυσεκβίαστος καὶ ἀπαραίτητος τὴν ὀργὴν τῆς οἰκείας ἀπηνείας ἔθετο πάρεργον. ὃ γὰρ ἐπὶ τῶν ἐσχάτων συμβήσεσθαι ἡμερῶν ὁ θεάνθρωπος προηγόρευσε, δηλονότι ὅτι „ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ὁ εἷς παραλαμβάνεται καὶ ὁ ἕτερος ἀφίεται,” τοῦτο ἀτεχνῶς κἀν ταῖς ἡμέραις ἐκείναις ἐγίνετο, ἑνός τινος τῶν συνεύνων ἐξάπινα συλλαμβανομένου καὶ ἀπαγομένου πρὸς σωματικὴν κάκωσιν.

Οὐδὲ γὰρ καὶ γυναῖκες ἀπῆσαν τοῦ μὴ ὑπὸ δίκην πίπτειν καὶ τὰ ἀπευκταῖα ὑφίστασθαι, ἀλλὰ καὶ τούτων οὐκ ὀλίγαι τὸ τῶν ὀφθαλμῶν ἀπώλεσαν φῶς καὶ λιμὸν καὶ φρουρὰν καὶ αἰκισμοὺς ὑπέστησαν σώματος. καὶ πατὴρ ἠλόγει τέκνων καὶ υἱεῖς ὠλιγώρουν πατρός· καὶ διεμερίζοντο πέντε ἐν οἴκῳ ἑνί, τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισί. πολλοὶ δὲ καὶ ὡς Σοδομιτικὸν ἐμπρησμὸν τὸν τοῦ Ἀνδρονίκου θυμὸν ἐκτρεπόμενοι φυγάδες ὅλῳ ποδὶ τῆς πατρίδος γεγόνασιν, οἳ καὶ εἶχον ἂν ἑαυτοὺς ἀπαθεστάτους κακῶν, εἰ τὴν φυγὴν τῇ Ἀνδρονίκου ζωῇ συνεμέτρησαν. νῦν δὲ τῶν κατ᾿ οἶκον μεταποιούμενοι εἰς στήλην μὲν ἁλὸς κατὰ τὴν γυναῖκα Λὼτ οὐκ ἐπάγησαν, οὐδὲ νεκρὸς ἐγεγόνεισαν ἅλς, ἄλλως δὲ μωρανθέντες τὸ ζῆν κατέστρεψαν κακῶς.

Οὕτω δ᾿ ὀργιλότητος ἔχων καὶ τραχὺ καὶ σκληρὸν τὸ ἦθος αὐχῶν καὶ ἀμετάθετος ὢν τὸ κολάζειν καὶ παίζων ἐν ταῖς τῶν πέλας συμφοραῖς καὶ κακώσεσι ταῖς τε καθαιρέσεσι τῶν ἄλλων τὴν ἰδίαν ἐπιτειχίζειν δοξάζων ἀρχὴν καὶ τοῖς ἑαυτοῦ παισὶν ἐπικρατύνειν τὴν βασιλείαν καὶ τὸ τῆς ψυχῆς ἐντεῦθεν αὔξων ἡδόμενον ὅμως καὶ ἀγαθῶν μετεῖχεν οὐκ ὀλίγων πράξεων, καὶ οὐ παντάπασι δήπουθεν πρὸς τὴν ἐναντίαν ἀπονενεύκει διάθεσιν σκηνοβατῶν τὰ ὀλέθρια, ἀλλ᾿ ἦν ὡς ἀπὸ ὄφεως σαρκῶν ἐκείνου πανάκειαν θηράσασθαι περιμάχητον καὶ σώζουσαν εὑρέσθαι ἀντίδοτον καὶ ὥσπερ ἐξ ἀκανθῶν τρυγῆσαι ῥόδον ἡδύπνοον ἢ γοῦν ἐξ ἑλλεβόρου καὶ κωνείου ψαρσὶ παραθέσθαι καὶ ὄρτυξιν ἡδεῖαν ἑστίασιν, ἐπεὶ καὶ δωρεαῖς ἔθαλπε τῶν ὑπηκόων τοὺς ἐνδεεῖς, εἰ μόνον ἐλπίδος τι διεφαίνετο ὡς ὁ αἰτῶν οὐκ ἀποστυγεῖ ἐκεῖνον παθαινόμενος τὴν ψυχὴν ἐφ᾿ οἷς κακοεργὸς δείκνυται.

Καὶ τὴν τῶν μέγα δυναμένων πλεονεξίαν οὕτως ἐκόλασε καὶ χεῖρας τἀλλότρια διφώσας οὕτως συνέστειλεν, ὥστε βασιλεύοντος ἐκείνου αἱ πλείους ἐπαρχίαι πρὸς πληθυσμὸν ἐπέδωκαν τῶν οἰκούντων αὐτάς.

ἕκαστος γὰρ κατὰ τὸ προφητικὸν παράγγελμα ἐπὶ τὴν σκιὰν τῶν δένδρων αὐτοῦ ἀνεκλίνετο καὶ τὸν τῆς ἀμπέλου καρπὸν συγκομίζων καὶ γῆς εἰσοικιζόμενος τὰ ἐκφόρια ἀσμένως ἤσθιε καὶ ἡδέως ἐκάθευδε, μὴ φορολόγου ἀπειλὴν δεδιττόμενος, μὴ πλεονέκτην εἰσπράκτορα κατὰ νοῦν στρέφων, μὴ τὸν ἐκφυλλίζοντα ὑποβλεπόμενος, μὴ τὸν καλαμώμενον φανταζόμενος, ἀλλὰ τὰ τοῦ Καίσαρος Καίσαρι ἀποδιδοὺς οὐδένα τὸν ἐπιδιπλοῦντα εἶχε τὸ κέρμα καὶ τὸν τὸ τάλαντον πολυπλασιάζοντα, ἔστι δ᾿ ὅτε καὶ τὸ χιτώνιον προσαπαιτοῦντα καὶ τὸ ψυχίδιον αὐτὸ πολλάκις ἀναχρέμψασθαι βιαίως ἐγκείμενον. ἦν γὰρ ἡ Ἀνδρονίκου ἐπίκλησις οἷά τι ὀλέθριον καὶ διασκεδαστικὸν τῶν φορολόγων ἔπᾳσμα καὶ φαρμάκευμα καὶ δυσήκουστον φόβητρον τοῖς ὅσοι παρὰ τὰ διατεταγμένα εἰσέπραττον καὶ νάρκωσις καὶ πάρεσις χειρῶν, αἳ πρὸς μόνον ἀφεώρων πρότερον τὸ λαβεῖν. πολλοῖς δὲ καὶ τὸ ἐθελουσίως ἀποχαριζόμενον ἀπεπέμπετο, ὥσπερ σὴς ὑφορώμενον τῶν ἐκείνοις προσόντων ἢ ἑτέρα τις φθαρτικὴ δύναμις τὸ προσεγγίζον ἀπολλοῦσα. τὸ δὲ δὴ μεῖζον, καὶ ἁδροῖς ὀψωνίοις ἐνιαχοῦ ἐφοδιάζων τοὺς τὰς δημοσίους ἀναζωννυμένους ἀρχὰς καὶ ὅσα πείσονται δεινὰ τὰς αὐτοῦ παραβλεψάμενοι ἐντολὰς προαγγέλλων οὕτως ἐξέπεμπεν, οὐκ ὠνίους ταύτας τοῖς βουλομένοις προβάλλων καὶ τοῖς ἐκ τριόδων ἀποδιδοὺς ὁποιουδήτινος δόματος, ἀλλὰ δῶρον τὰς ἀρχαιρεσίας καὶ ἐπιλέγδην παρεχόμενος. ὅθεν οἱ πάλαι τῷ χρόνῳ παρασυρέντες καὶ τοῖς κοινοῖς πράγμασι νοσοῦσι κατενεχθέντες εἰς θάνατον, ὥσπερ ἀρχαγγέλου τινὸς εἰς τὰ ἐκείνων ὦτα περισαλπίσαντος, τὸν χρόνιον ἀπεσείσαντο κάρον καὶ τὴν παλαιὰν ἀπέθεντο νέκρωσιν· καὶ καθὼς ἡ τοῦ Ἰεζεκιὴλ ὅρασις βούλεται, ὀστᾶ συνήγοντο πρὸς ὀστᾶ καὶ ἁρμονίαι πρὸς ἁρμονίας· καὶ ἐν βραχεῖ αἱ πλεῖσται τῶν πόλεων ἀνεβίωσαν καὶ τὸ πρώην ἀπέλαβον εὔδαιμον. εἰ δὲ δεῖ τι καὶ τῶν τοῦ ψαλτῳδοῦ Δαυὶδ ἐνταῦθα προσεπαγαγεῖν, ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. καὶ τὰς διασπορὰς ἐπισυνῆξε τῶν τοῦ δημοσίου τελεστῶν ἐκ τοῦ παῦσαι τοὺς ἐκ τῶν πρακτόρων κονδυλισμοὺς καὶ συστεῖλαι εἰς ὡρισμένον τι ζήτημα τὰς ἐπαλλήλους ἀπαιτήσεις, ὁπόσας οἱ δεινοὶ τῶν φόρων ἐφεῦρον συζητηταὶ καὶ εἰς ὄφλημα ἐκράτυναν ἐνιαύσιον, οἱ ἐν βρώσει ἄρτου τὸν ὑποπίπτοντα λεὼν κατεσθίοντες.

Ἔθους δὲ ἀλογωτάτου παρὰ Ῥωμαίοις, ὡς ἔοικε, μόνοις ἰσχύοντος (τὸ δέ ἐστι τὸ τὰς χειμαζομένας ναῦς, ὑπὸ πνευμάτων καὶ φλοίσβῳ θαλαττίῳ ταλαντευούσας, μηδένα ἔχειν τὸν συναιρόμενον καθ᾿ οὓς ἂν λιμένας ἢ τόπους ἐκβράσσωνται κύμασιν ἐλαυνόμεναι, τοὐναντίον μὲν οὖν καὶ καταιγίδος χείρους ὁρᾶν τοὺς ἐκεῖσέ πῃ λαχόντας τὴν οἴκησιν, διασπῶντας καὶ ἀφαρπάζοντας ὁπόσα μὴ παρέσυρε θάλασσα) οὕτω τοι πρὸς τὴν τοιαύτην ἀτοπίαν πολὺς ἀντέπνευσε καὶ εἰς πραεῖαν αὔραν μετέβαλε τὴν τῶν πλοίων καταποντιστικὴν τῶν πλείστων ὁρμήν, ὡς ἀντὶ πολλῶν ἓν εἰς εὐφημίαν ἐκείνῳ τοῦτο τὸ ἔργον καὶ μόνον ἀρκεῖν. οἱ μὲν γὰρ περὶ τὸ βασίλειον βῆμα δυσίατον τὸ κακὸν ἢ τέλεον ἀμετάβλητον ὡς εἰς ἕξιν ἐληλυθὸς καὶ προκόψαν ἐπὶ τὸ χείριστον ᾤοντο· πολλοὺς μὲν γὰρ καὶ τῶν πρότερον αὐταρχησάντων Ῥωμαίων βουληθῆναι τὴν τοῦ ἔθους τούτου παῦσαι παραλογότητα καὶ φακέλους ἀπολῦσαι διαταγμάτων βασιλικῶν τὰ ἀνήκεστα διαπειλουμένων τοῖς ὁπλιζομένοις κατὰ πλοίων τῶν ναυαγῶν καὶ διαρπάζουσι τὰ ἔνδον αὐτῶν, ἐν γράμμασι δὲ μόνοις μεῖναι τὰ τοιαῦτα θεσπίσματα, οἷα κατὰ κλύδωνα τοῦ κακοῦ κορυφουμένου καὶ μεταρσίως αἰρομένου καὶ τὸ βασιλικὸν ἀπαλείφοντος ἐρυθρόδανον, ὡς γράφειν ἄντικρυς τοὺς γράφοντας δοκεῖν καθ᾿ ὑγρῶν καὶ ὑποσημαίνεσθαι μάτην τὰ οἰκεῖα κελεύσματα.

Καὶ οἱ μὲν τοιαῦτα ἐφθέγγοντο, ὁ δὲ δριμέως τὸ περὶ ἐκεῖνον σύμπαν περιβλεψάμενος στενάξας εἶπε βαθὺ ὡς „οὐδὲν τοῖς βασιλεῦσιν ἀδιόρθωτον, οὐδ᾿ ἔστι τι τῶν πλημμελῶς γινομένων, ὃ τὴν ἰσχὺν αὐτῶν ὑπερπέπαικεν. ἐβλακεύοντο τοίνυν, ὡς ἔοικεν, οἱ πρότερον αὐτοκράτορες ἢ ἐπλάττοντο τὸν ἐπὶ τοῖς κακίστοις ἀχθόμενον. εἰ γὰρ ἀληθῶς ἠβούλοντο στῆναί ποτε τὰ βιοφθόρα καὶ παρρησίαν ἄγειν ὁπόσα τὴν εὐνομίαν συνίστησι, παρηγκωνίσαντο ἂν τὸ ἐν τοῖς γράμμασιν ἐρυθρὸν καὶ τὸν χάρτην ὡς οὐδὲν ὀνησιφόρον παραβλεψάμενοι ἐβάλοντο ἂν κατὰ νοῦν, ὡς αἵμασι πενθοῦσιν, ἀλλ᾿ οὐχὶ δάκρυσιν ἐπιστένουσιν οἱ σπιλάδων καὶ ὑφάλων τραχυτέρους εὑρίσκοντες παρ᾿ οἷς αἱ νῆες αὐτῶν ἐκβράσσονται ὑπὸ κλύδωνος, καὶ κατ᾿ αὐτῶν ἐχρήσαντο ἂν τῷ ξίφει μὴ φορουμένῳ μάτην μηδὲ εἰκῇ καὶ ἔβαλον ἂν εἰς κεφαλὰς ἀνόμων θάνατον. νῦν δ', ὡς πέπεισμαι, γράφοντες αὐτόχρημα πονηρίαν ἔγραφον κἀπὶ τοῖς ἄλλων κακοῖς οὐκ ἐπαινετῶς ἐπιδεικνύμενοι τὸ μακρόθυμον τοῖς πάσχουσι συνεπετίθεντο καὶ αὐτοὶ καὶ ἐπεκράτυνον μᾶλλον τὰ οὐκ ἐπαινετέα ἔθιμα, οἷς τὴν τούτων διόρθωσιν ἑκόντες ἐκπεριίσταντο.” Ταῦτ᾿ εἰρηκὼς „ἄνδρες,” προσεπῆγεν „οἳ καθ᾿ αἷμά μοι προσῳκείωσθε καὶ ὅσοις ἡ πρὸς ἐμὲ πίστις εὔνοιαν ἐπεβράβευσε, καὶ τὸ περιεστηκὸς δὲ λοιπόν, ὅσον τε εἰς γερουσίαν ἐγκέκριται καὶ ὅσον ἐς τὸ ἄλλως ὑπουργικὸν τῇ βασιλείᾳ Ῥωμαίων ἀποκεκλήρωται, ἀκούσατέ μου, ἀκούσατε. φθέγξομαι γὰρ οὐχ ὅσαπερ ἀὴρ διαφορήσει ἀτέλεστα, ἀλλ᾿ ὁπόσα εἰ μὴ τὸν εἰκότα χρόνον ἐπ᾿ ἔργον ἐκβήσονται, τὸν μὲν τὸ ποιητέον ἐμὲ διακελευόμενον ἐκμήνωσιν εἰς ὀργήν, ἡ δὲ βαρεῖά τις καὶ δυσύποιστος ἐπενσκήψει τοῖς παρὰ τὰ διατεταγμένα μοι πράττουσι καὶ ἀρχικῶν οὐκ ἐμπαζομένοις ὅλως φωνῶν. χρεὼν μὲν οὖν καὶ τἆλλα τὰ κοινοβλαβῆ καὶ κηρεσιφόρα Ῥωμαίοις παύσασθαι καὶ ἔστωσαν εἰδότες οἱ τὸν πλεονέκτην βίον μεταδιώκοντες, ὡς εἰ μὴ λήξουσιν ἐθελονταὶ τῆς τῶν ἀλλοτρίων ἐφέσεως, καὶ τὰ οἰκεῖα προσαπολέσουσι καὶ τοῖς τῶν πενήτων ἐκφυσηθήσονται στεναγμοῖς, ὥσπερ ἐν σφοδρᾷ λαίλαπι χοῦς ἀπὸ προσώπου γῆς ἐκριπίζεται, μάλιστα δὲ τὸ ταῖς ναυσὶν ἐπιτίθεσθαι καὶ διαρπάζειν τοὺς φόρτους, ἐνίοτε δὲ καὶ αὐτὰς κατατεμαχίζειν τε καὶ ἀπογομφοῦν. εἴ τις τοίνυν ὑμῶν ἀρχὴν ἐκ τοῦ ἡμετέρου κράτους χειρίζει, εἴ τις ἀκινήτων παραλίων κύριος, καταρτισάτω πρότερον ἑαυτόν, εἶτα καὶ τὸ ὑπήκοον εἰς δέος τὸ τοῦ Θεοῦ καὶ τῆς ἐμῆς βασιλείας ὑποστολὴν καὶ αἰδῶ, ἢ μὴν ἐκ τῆς ψυχῆς ἐκζητηθήσεται πολλαπλάσιον τὸ ἀδίκημα τοῦ τὴν ἐπαρχίαν διέποντος ἢ τὸν ἀγρὸν κατέχοντος, κἂν εἴη αὐτὸς μὲν ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, οἱ δ᾿ ὑποδρηστεύοντες ἐκείνῳ τὴν ἄθεσμον πρᾶξιν ἀποτελέσωσι. λοιμοῦ γὰρ μαστιγουμένου κυρίου τὸ ὑπὸ χεῖρα νοῦν οἴσει· καὶ ὥσπερ ἐξομοιοῦσθαι τῷ ἄρχοντι φιλεῖ τὸ ἀρχόμενον προτέρῳ δρῶντι τὰ μὴ ἐπαινετὰ ἐφεπόμενον, οὕτω καὶ μαστιζομένῳ καὶ ἀναγκαστῶς μεταμανθάνοντι τὸ κοινῇ συνοῖσον ἐφέψεται τὸ ὑπήκοον κατὰ πόδας, ὅσα καὶ μητρὶ παῖς.

Ἵνα δὲ εἰδῆτε καὶ τὸν τρόπον τῆς ἐκδικήσεως, ᾗ καθυποβληθήσεται ὁ τῆς ἐμῆς παρήκοος ἐντολῆς, ἐπὶ τοῦ ἱστοῦ ἀπαιωρηθήσεται τῆς νεώς, εἰ δὲ τοῦτον παρέσυρε φλοῖσβος θαλάττιος, ἐφ᾿ ὑψηλῆς ἀγχιάλου ἀνασκολοπισθήσεται σκοπιᾶς, μεγίστης τινὸς καὶ ἰθυτενοῦς ἐκ τῶν ἐκεῖσέ που ὀρέων ἀποτμηθείσης δοκοῦ, ἵν᾿ οὕτω καὶ τοῖς κατὰ τὰ ἀχανῆ ναυτιλλομένοις πελάγη περίοπτος ἔσοιτο ὡς λαῖφος ἐν κεραίᾳ προφαινόμενος καὶ ναυαγὸς ἐν γῇ δεικύμενος καὶ εἰς σύμβολον παραλαμβανόμενος τοῦ μὴ προβῆναι καὶ εἰσέτι θραῦσιν νηῶν καὶ τῶν ἐνόντων αὐταῖς προνόμευσιν, καθὰ καὶ θεὸς ἐν ἀέρι τὸ ἑαυτοῦ τόξον ἐνέτεινεν εἰς σημεῖον τοῦ μηκέτι ἔσεσθαι ὕδωρ εἰς κατακλυσμόν.” Καὶ ὁ μὲν φάμενος ταῦτα πρὸς ἑτέροις εἶχε τὸν νοῦν, τὸν ἄγαν χαρακτηρίζων παθαινόμενον καὶ εἰκάζων τὸν μηδ᾿ ὅλως παραδεξόμενον τῶν δοξάντων μεταποίησιν ἢ ῥοπὴν φιλάνθρωπον ἐφ᾿ οἷς ἀπεφήνατο· οἱ δ᾿ ἀκηκοότες ἀπολιθωθέντες τῷ δέει μικροῦ (πείρᾳ γὰρ ᾔδεσαν ὡς οὐκ οἶδε παίζειν Ἀνδρόνικος, οὐδ᾿ ἄλλα μὲν ἐν τοῖς τοιούτοις φθέγγεσθαι, ἄλλα δὲ κεύθειν ἐν ταῖς φρεσίν), ὀψὲ καὶ μόλις ἐν τῷ καθεστῶτι γενόμενοι, ἐπιστολὰς γράψαντες διὰ ταχυδρόμων ἐξέπεμψαν τοῖς τῶν σφετέρων ἐπιστάταις κτημάτων καὶ τοῖς ἀντ᾿ αὐτῶν διοικοῦσι δημοσίας ἀρχάς, πολλὰ τούτοις ἐπισκήπτοντες καὶ παράκλησιν πᾶσαν ἐπάγοντες, προσσχεῖν τε καὶ ἐπαγρυπνήσειν, μήπως ναυαγίῳ ἐγκύρσασα ναῦς ἐσεῖταί τι πεπονθυῖα δεινόν, εἰ δὲ δυνατόν, καὶ τοῖς ἀνέμοις αὐτοῖς ἐπιτιμᾶν ἢ κατὰ τὴν Αἰόλου μυθολογίαν ἀσκοῖς τὰ πνεύματα συλλαμβάνειν, ἵνα μὴ καταιγίδας ἐγείρωσι καὶ τὴν ἅλμην διατινάσσωσιν.

Ἀμέλει τοι ἐκ τοῦδε οὐκ ἦν ὁρᾶν πλοῖον, ὃ περιπεσὸν κλύδωνι παρά του τῶν ἁπάντων διηρπάγη τι τοῦ φόρτου ἢ μέρος τῶν καταστρωμάτων ἀφῄρητο ἢ καθῄρητο τὸν ἱστὸν ἢ ἄγκυραν ἀπεβάλετο ἢ τῶν ὅπλων τινὸς ἐστέρητο μέχρι καὶ μηρίνθου λεπτῆς, ἀλλὰ πνεύμασι τῇ χέρσῳ ἐκπτυόμενα ἢ χοιράσιν ἀρασσόμενα πέτραις ἢ προβόλοις καταρρηγνύμενα ὡσεὶ καὶ Χαρωνικὰ ψυχαγωγὰ ἀκάτια ἐκ στομίου ᾅδου ἀναγόμενα ὑπεβλέποντο ἀντιπαρερχόμενα ἢ ὡς νῆες θεωρίδες ἀμφιπεριείποντο καὶ μεθ᾿ ὑποστολῆς εἶχον ἀμφιπονούμενον αὐτὰς τὸν πολὺν καὶ λαώδη ὅμιλον καὶ τὸ χειρίζον τὰς ἀρχάς, μή πού τι κατὰ χέρσον ἀπολέσωσιν, ὃ μὴ κλύδων ἠφάντωσεν ἅλιος. καὶ ἦν ἀτεχνῶς γαλήνη διαγελῶσα ἐκ ζάλης καὶ δεξιᾶς ὄντως θειοτέρας ἀλλοίωσις τὸ ὁρώμενον.

Οὗτος ἀνεκαίνισε μεγίσταις δαπάναις καὶ τὸν παλαιὸν ὑπόγειον ἀγωγόν, ὃς περὶ μέσην ἔξεισιν ἀγορὰν ὑετίζων κάτωθεν ὕδωρ οὐχ ἑστὼς καὶ νοσῶδες, ἀλλ᾿ ἥδιον ὡς πλανώμενον. καὶ τὸν ποταμὸν Ὑδράλην ἐπωχέτευσε τῷ αὐλῶνι τούτῳ τοῦ ὕδατος, οὗ περὶ τὰς πρώτας πηγὰς πύργον τε ἀνῳκοδόμησε καὶ οἰκήματα ἤγειρε πρὸς θερινὴν διαίτησιν ἐπιτήδεια. καὶ νῦν ἐκ τούτου ὑδρεύονται ὁπόσοι περὶ τὰς Βλαχέρνας καὶ ἔτι ἐνδοτέρω τὴν οἴκησιν ἔλαχον. οὐδὲ γὰρ ἅπαν τὸ ὑδροδοχεῖον ἐπεσκεύαστο, ἵνα καὶ κατὰ μέσην τὴν ἀγορὰν ἐκδίδωσι τὸ ὕδωρ διαυλωνιζόμενον· ὁ γὰρ μίτος ἐκεῖνον ἐπιλέλοιπε τῆς ζωῆς. τοσοῦτον δ᾿ ἐμέλησε τοῖς μετ᾿ ἐκεῖνον ἄρξασιν, ὅσοι τέως ἐς δεῦρο ἀνάσσουσι, πέρας ἐπιθεῖναι τῷ κοινωφελεῖ τούτῳ ἔργῳ, ὥστε καὶ ὁ τοῦτον μεταστήσας τῆς ἀρχῆς ἅμα καὶ τῆς ζωῆς Ἰσαάκιος τόν τε πύργον κατήρειψε καὶ τὰς χαριεστάτας οἰκήσεις κατέβαλε, φθονῶν ὥσπερ Ἀνδρονίκῳ τῆς καλλίστης ταυτησὶ πράξεως.

Ἀναποιῶν δὲ καὶ τὰς πραιτωρίας ἀρχὰς ἄνδρας λογίμους καὶ τῶν ἀπὸ τῆς βουλῆς ἀρίστους αὐταῖς ἦν ἐφιστῶν. ἀλλὰ καὶ ἁδροτάτοις ἐπαίρων φιλοδωρήμασι τεθραμμένους εἴποι ἄν τις ταῖς εὐποιΐαις ἐξέπεμπε, προμηθούμενος ἐντεῦθεν τοῦ ἀνεπαχθῶς ταῖς πόλεσι στέλλεσθαι καὶ τοῦ σφᾶς ἐπιμόνως προσανέχειν τῷ ἐλέῳ καὶ τῇ κρίσει τῶν ταπεινῶν οἱ δὲ διαρκῶς τῶν ἐπιτηδείων ἔχοντες (ἀνὰ τεσσαράκοντα γὰρ καὶ ἀνὰ ὀγδοήκοντα νομίσματος ἀργυρέου μνᾶς ἀπεφέροντο) ὥσπερ ἱερῶν χρημάτων ἐφείδοντο ἃ παρά τινων καὶ αὐθαιρέτως σφίσι παρείχοντο ἀνθ᾿ ὧν ἐκ χειρὸς δυνάστου ἐρρύσθησαν ἤ τινος ἄλλως ἀγαθοῦ μετέλαβον. ὅθεν διὰ βραχέος εἰς πληθυσμὸν αἱ πόλεις ἐπέδωκαν ἥ τε γῆ τὰ ἐκφόρια κατὰ ἑκατοστύας ἀνέδωκε καὶ ὀλίγου τὰ πρὸς τὸ ζῆν ἀπεδίδοτο.

Ἦν δὲ καὶ τοῖς κατειπεῖν ἔχουσι τῶν χειροδικῶν εὐέντευκτος καὶ πρόσωπα μὴ λαμβάνων οὐκ ᾖρεν ἀπὸ τοῦ δικαίου τὸ δίκαιον ἐπ᾿ ἴσης τε τῷ τὴν τύχην χθαμαλῷ τὸν καὶ γένει καὶ πλούτῳ σεμνὸν παράγων ἐπὶ τὸ κρίνεσθαι ἀμφοτέρων νουνεχόντως κατηκροᾶτο καὶ ἐπέπληττεν ἱκανῶς καὶ δίκην ἐπετίθει ἀνάλογον τῷ γαύρῳ καὶ ἀδοξοῦντι μετὰ πένητος κρίνεσθαι, εἰ πεφώραται ἀδικῶν ἢ ἐκθλίβων καὶ τύπτων πυγμῇ τὸν ἔγγιστα.

Ποτὲ οὖν καιροῦ περιέστησαν αὐτὸν ἐξ ἀγροικίας τινὲς καταβοῶντες τοῦ Δαδιβρηνοῦ Θεοδώρου ὡς καταλύσαντος παρ᾿ αὐτοῖς ἐν τῷ ἐφοδεύειν καὶ πορισαμένου μὲν ὅσων ἐσπάνιζεν αὐτὸς καὶ ἡ ὑπηρεσία αὐτοῦ ἅπασα καὶ τὰ ὀχήματα ξύμπαντα, μηδὲν δ᾿ ἀπόδομα καταθεμένου ἐν τῷ μεθίστασθαι. ἔστι δ᾿ ὁ Δαδιβρηνὸς οὗτος, ὃν ὁ λόγος ἐδήλωσεν ἄνωθεν ὑπηρετῆσαι μεθ᾿ ἑτέρων τῇ τοῦ βασιλέως Ἀλεξίου πνιγμονῇ. δικάσας οὖν μετὰ τῶν ἀγροτέρων ἐκεῖνον καὶ ἀληθείας εὑρὼν ἐχόμενα τὰ λεγόμενα αὐτὸν μὲν δι᾿ ἀλλακτῶν ἐπαίδευσε δώδεκα, τὴν δὲ τῶν ἀναλωμάτων τιμὴν ἐς τὸ πολλαπλάσιον ἐκέλευσε καταθέσθαι τοῖς ἐπὶ τῶν χρυσώνων τῶν βασιλικῶν.

Τοσοῦτον δ᾿ ἀπεῖχε τὴν τότε καὶ νῦν περὶ δογμάτων θείων κρατοῦσαν κατάστασιν ἐπαινεῖν ἢ περὶ Θεοῦ τι λέγειν καὶ ἀκούειν ἀεὶ καινότερον ἤθελε, καὶ ταῦτα τῆς ἡμετέρας σοφίας οὐκ ἄκρῳ λιχανῷ γεγευμένος, ὥστε καὶ τῷ Νέων Πατρῶν Εὐθυμίῳ (μέγας δ᾿ ἐν λόγοις οὗτος ἦν ὁ ἀνὴρ) καὶ τῷ Κιννάμῳ Ἰωάννῃ οὐ μόνον ἐπέπληξεν ἐντὸς τῆς βασιλείου σκηνῆς κατὰ τὸ Λοπάδιον διαλεγομένοις περὶ τῆς τοῦ „ὁ πατήρ μου μείζων μού ἐστι” τοῦ θεανθρώπου φωνῆς, ἀλλὰ καὶ κατὰ τοῦ Ῥυνδακοῦ ποταμοῦ ἀκοντίσειν χαλεπήνας ἠπείλησεν, εἰ μὴ παύσαιντο ποιούμενοι περὶ Θεοῦ τὴν διάλεξιν. καὶ μὴν κἀκεῖνό γε σημεῖον τοῦ μὴ πάμπαν ἐκτεθηριῶσθαι Ἀνδρόνικον· τοῦ γὰρ λόγου λόγον τιθέμενος οὐ πόρρω τῆς ἁλουργίδος τοὺς πατέρας λόγων ἐτίθετο, ἀλλ᾿ ἐγγὺς ἄγων τοῦ θρόνου καὶ δωρεαῖς διαθάλπων συχναῖς καὶ τιμῆς οὔκουν ἐλαχίστης μεταδιδοὺς ἐδείκνυ ἑαυτὸν καὶ φιλοσοφίαν οὐρανοβάμονα ὡς μέγα τι χρῆμα πλείστου τιμώμενον καὶ σοφιστὴν ἐγκωμιάζοντα καλλιρρήμονα καὶ τοὺς νομοτριβεῖς ἄνδρας περὶ πλείστου μάλα τιθέμενον.

Τὴν δέ οἱ τοῦ σκήνους κατάθεσιν ἐς τὸν νεὼν τῶν ἁγίων τεσσαράκοντα μαρτύρων βουληθεὶς ποιήσασθαι ὡς κάλλει κάλλιστον καὶ μεγέθει μέγιστον καὶ περὶ τὸ καίριον καὶ μέσον ἀνεγηγερμένον τῆς πόλεως ἅπαντα φιλοτίμως τὰ πεπονηκότα μέρη τοῦ τεμένους ὑπέλαβε καὶ τὸ ἀποσβεσθὲν ἀνέθαλψεν ἀγλαόμορφον τήν τε τοῦ σωτῆρος ἡμῶν εἰκόνα Χριστοῦ, δι᾿ ἧς ὁμιλῆσαί ποτε τῷ βασιλεῖ Μαυρικίῳ λόγος αἱρεῖ, πολυτελῆ περιέβαλε κόσμον καὶ τὴν πορφυρᾶν μεγίστην πλυνόν, ἧς τοῖς χείλεσι φρικώδεις δύο ἀμφελίττονται δράκοντες εἰς ὁλκοὺς λορδούμενοι, θαῦμα ἰδέσθαι, ἐκ τοῦ κατὰ τὸ μέγα παλάτιον κηπίου περὶ τὴν αὔλειον μετήνεγκε τοῦ νεὼ κἀκεῖσε τὰ τῆς ὁμευνέτιδος αὐτοῦ μετακεκόμικε λείψανα ἐκ τῆς τοῦ Ἀγκουρίου μονῆς, ἔνθα πρώην ἐτέθαπτο. ἔξωθεν δὲ περὶ τὰς ἀρκτῴας καὶ κατ᾿ ἀγορὰν τετραμμένας τοῦ νεὼ πύλας ἐπὶ μεγάλου πίνακος ἀνέστησεν ἑαυτόν, οὐκ ἐσταλμένον βασιλικῶς οὐδὲ χρυσοφοροῦντα ὡς ἄνακτα, ἀλλά τινα πόλυτλαν ἐργατικὸν ἐκ καλαίνου βαφῆς, ἐνδεδυμένον ἀμπεχόνην ἐς γλουτὸν ἀμφισχιδῆ καταβαίνουσαν καὶ λευκαῖς κρηπῖσι περιστελλόμενον τοὺς πόδας ἀναβαινούσαις εἰς γόνατα καὶ δρέπανον περικαμπὲς κατέχοντα τῇ χειρί, βριθὺ καὶ μέγα καὶ στιβαρόν, συμμάρπτον τῷ ἐπικλινεῖ σχήματι καὶ σαγηνεῦον ἐντὸς ἀγαλματίαν μειρακίσκον ἕως φάρυγγος καὶ ὤμων προφαινόμενον, ἐκεῖνα διὰ τῆς εἰκόνος τοὺς παροδεύοντας μυῶν ἀτεχνῶς καὶ διδάσκων στηλῶν καὶ κύρβεων πασῶν ὑψηλότερον καὶ τιθεὶς τοῖς βουλομένοις ὑπόψια, ἅπερ εἶχεν ἐπὶ τῶν ἔργων ἠνομηκώς, τὸν κληρονόμον ἀπεκτονὼς καὶ τὴν ἀρχὴν ἅμα καὶ τὴν ἄκοιτιν ἐκείνου ἑαυτῷ μνηστευσάμενος.

Ἀλλὰ καὶ ἐπὶ κίονος κατὰ τὸ χαλκοῦν μετέωρον τετράπλευρον, ἐν ᾧ γυμνοὶ περιβλημάτων μηλοβολοῦσιν ἀλλήλους Ἔρωτες, ὃ Ἀνεμοδούλιον κέκληται, ἑαυτὸν ἀναστήσειν ἐμελέτα χαλκοῦν, καίπερ τὰς εἰκόνας τῆς βασιλίδος Ξένης τῆς τοῦ βασιλέως Ἀλεξίου μητρός, ἣν διὰ πνιγμονῆς τοῦ ζῆν ἀπεξένωσε, πρὸς γεραιτάτην καὶ ῥικνὴν μεταζωγραφῶν μορφὴν τὸν ἐκ τῶν παριόντων καὶ θεωμένων τὸ λαμπρὸν ἐκεῖνο καὶ περικαλλέστατον εἶδος καὶ τοῦ θαυμάζεσθαι ἀξιώτατον ὑποβλεπόμενος ἔλεον, τὰς δὲ πλείους καὶ ἀπαλείφειν ἐνδοὺς τοῖς θέλουσι καὶ μετεγγράφειν αὐτὸν ἐν σχήματι βασιλικῷ τῇ Ἀλεξίου μνηστῇ συνιστάμενον ἢ καὶ καθ᾿ ἑαυτὸν ἰδίᾳ τυπούμενον.

Ἐπὶ πᾶσιν ἀνεγείρας κατὰ τὸν νεὼν τῶν Τεσσαράκοντα μαρτύρων πολυτελῆ οἰκήματα ἑαυτῷ ἀφώρισεν εἰς ἐνοίκησιν, ἡνίκα ἂν ἀφίκοιτο πρὸς τὸ τέμενος. μὴ ἔχων δ᾿ οὖν ἐκ τῶν προσφάτων καὶ νεαρῶν αὐτοῦ πράξεων καταπάττειν τοὺς δόμους τῷ τῶν χρωμάτων συγκερασμῷ ἢ ταῖς λεπταῖς καταποικίλλειν τῶν ψηφίδων συνθέσεσιν εἰς τὰ πρὸ τῆς βασιλείας ἔβλεψεν ἔργα· καὶ ἦν ἱππηλάσια καὶ κυνηγέσια ζωγραφούμενα, κλωγμὸς πτηνῶν, θωϋσμὸς κυνῶν, ἐλαφηβολίαι καὶ λαγῶν θηρεύσεις καὶ χαυλιόδους σῦς διακοντιζόμενος καὶ ζοῦμπρος διελαυνόμενος δόρατι (ζῶον δὲ οὗτος τὸ μέγεθος ὑπὲρ ἄρκτον θυμικὴν καὶ πάρδαλιν στικτήν, κατὰ τοὺς Ταυροσκύθας φυόμενον μάλιστα καὶ τρεφόμενον) καὶ βίος ἀγροικικὸς καὶ σκηνήτης καὶ ἑστίασις ἐκ τῶν θηρευομένων σχέδιος καὶ αὐτὸς Ἀνδρόνικος μιστύλλων αὐτοχειρὶ κρέας ἐλάφειον ἢ κάπρου μονάζοντος καὶ ὀπτῶν περιφραδέως πυρί, καὶ τοιαῦθ᾿ ἕτερα, ὁπόσα τεκμηριάζειν ἔχουσι βίοτον ἀνδρὸς πεποιθότος ἐπὶ τόξῳ καὶ ῥομφαίᾳ καὶ ἵπποις ὠκύποσι φεύγοντός τε τὴν ἐνεγκαμένην δι᾿ οἰκείαν ἀβελτηρίαν ἢ ἀρετήν.

Ὁ δ᾿ Ἀνδρόνικος καὶ εἰς Δαυὶδ ἀνῆγε τὰ ἑαυτοῦ καὶ κατ᾿ ἐκεῖνον ἔλεγε καὶ αὐτὸς τὰ τοῦ φθόνου ἐκδιδράσκειν πάλαι θήρατρα καὶ πρὸς τὴν ἀλλοτρίαν πολλάκις μετασκευάσασθαι. ὑπεξαίρων δ᾿ ἔσθ᾿ ὅπῃ τὰ ἑαυτοῦ τὸν μὲν καθίσαι τῶν ὁρίων τῆς Παλαιστίνης ἄποθεν βραχὺ κατὰ τὴν Σικελὰν ἔλεγε καὶ συγκόπτειν τὸν Ἀμαληκίτην μαχαίρᾳ καὶ γλίσχρως ἀποζῆν, ὥστε καὶ τὸν Νάβαλ ἀπεκτονὼς ἦν ἄν, ὅτι μὴ οὐκ εἶχεν ἀνὰ χεῖρας τὸ αἰτηθέν, ἑαυτὸν δὲ δι᾿ ἐθνῶν τῶν ἁπάντων σχεδὸν διιέναι καὶ ἐπὶ πᾶσι τὸ τοῦ Χριστοῦ βαστάσαι καὶ κηρῦξαι ἀποστολικῶς ὄνομα τιμῶν τε τῶν ἀνωτάτω μεταλαχεῖν δι᾿ ὧν διήρχετο καὶ προπεμπόμενον ἀπανίστασθαι. καὶ ταῦτα μὲν διεξῄει μετὰ πειθανάγκης ἱκανῆς, ὁποῖος ἐκεῖνος, καὶ μάλιστα ἢν ἀνδράσιν ὡμίλει λόγου καὶ σοφίας μετέχουσιν, ἔτι τῶν πραγμάτων γαληνιώντων καὶ ἠρεμαίαν ἐχόντων κατάστασιν.

Τὰ δὲ τελευτῶν αὐτῷ μελετώμενα, ἤδη δὲ καὶ ἀρχὴν λαμβάνοντα γίνεσθαι, ἐσχάτης ἦν ἀπονοίας ἀποκυήματα καὶ παρεληλακότα πᾶσαν ἀπανθρωπίας ὑπερβολήν. ὁρῶν γὰρ τὰ μὲν τῆς ὑπ᾿ ἐκεῖνον ἀρχῆς σμικρυνόμενα, τοὺς δὲ πολεμίους κατὰ τοὺς ἐξ ὄμβρων πλήθοντας ποταμοὺς καὶ τὰς ὄχθας ὑπερανιόντας τὰ ἐν ποσὶν ἐξερημοῦντας καὶ κατακλύζοντας, κατὰ βραχύ τε τὴν πολιτείαν ἐλευθεροστομοῦσαν καὶ πρὸς ἀποστασίαν ὑποκινουμένην, οἷς μὴ φροντιδοκοπεῖται ὑπὲρ αὐτῶν, ἀλλ᾿ ὡς εἰς κάρωμα ὕπνου κατενεχθεὶς οὔθ᾿ ὁρᾶν οὔτ᾿ ἀΐειν ἔχει τὰ ὑπὸ τῶν ἐπιστρατευσάντων ἐθνῶν ἀνομούμενα, ὠδίνησέ τε πόνον καὶ ἀνομίαν ἀπέτεκεν. ἡ δὲ ἦν τὸ μὴ μόνον ὅσους συνείληφεν ἐν φρουραῖς θανάτῳ ὑποδικάσαι καὶ οὓς μὲν μαχαίραις ἀνελεῖν, οὓς δὲ θαλάσσης ἀκοντίσαι βυθῷ, ὧν δὲ ἀκινάκαις ἀναρρῆξαι τὰς γαστέρας καὶ ἄλλους ἄλλως ὑπεξαγαγεῖν τοῦ βιοῦν, ἀλλὰ καὶ κατὰ τῶν συναπτομένων τούτοις πρὸς γένος ἠκονηκέναι τὸ ξίφος· „τί γάρ” φησιν „ὄνειαρ, εἰ κόρσης τεμνομένης μιᾶς, πλείονα φυήσονται κάρηνα, τοῖς δὲ οὐκ ἐπάγει τις τὸν σίδηρον σίζοντα; ἐπαινετέος ἐν τούτῳ μάλιστα ὁ ἡμίθεος καὶ ἥρως Ἡρακλῆς, ὅτι τὸν Ἰόλεων ἐπικάοντα εἶχε καὶ τὸ τῆς Ὕδρας παλιμφυὲς ἀφανίζοντα.” Ἔνθεν τοι καὶ ἐκκλησιάσας τὸ φίλον σύστημα καὶ τῶν δικαστῶν ὁπόσοι χρημάτων ὤνιοι καὶ τὴν βασιλικὴν περιπαπταίνοντες τράπεζαν καθάπερ οἱ γῦπες τὰ θνησιμαῖα, ἐκτραγῳδεῖ ὁπόσα ἐπονηρεύσαντο Ἰταλοὶ καὶ οἵοις κακοῖς περιβάλλουσιν ἐπαρχίας τὰς ἑσπερίας καὶ ἃς παρεστήσαντο πόλεις νόμῳ πολέμου· καὶ ἦν οὐκ ἄλλοις τὴν αἰτίαν τούτων ἀνατιθείς, ἀλλ᾿ οἵπερ ἐκείνῳ ἀντίφρονες ὁπόσοι τε τούτοις καθ᾿ αἷμα καὶ εὔνοιαν προσῳκείωντο. τούτους γὰρ τὴν Ἀνδρονίκου διψᾶν ἀπώλειαν καὶ πάντα κάλων κινεῖν, εἴ πως τῆς ἀρχῆς ἐκσφαιρισθείη Ἀνδρόνικος καὶ πεσεῖται πτῶμα παγχάλεπον. μὴ ἔχοντας δ᾿ οὖν ὅμως διὰ συνάρσεως ὁμογενῶν δοῦναι τὴν ἔφεσιν πέρατι ἀλλοτρίαν καὶ ὑπερόριον εἰσενεγκεῖν στρατιὰν καὶ ταὐτὸν ἄντικρυς δρᾶν τῷ τῶν ἀκρίδων ἔθνει, αἳ τὸ πῦρ ἐκδιδράσκουσαι τοῖς ὕδασιν ἀποπνίγονται. „ἀλλ᾿ οὐ μὰ τὸ γῆρας τοῦτό” φησι „χαιρήσουσιν οἱ φίλεχθροι καὶ πολεμοχαρεῖς Ἀνδρονίκῳ, ἀλλ᾿ ὃ παθεῖν Ἀνδρόνικον γλίχονται, τοῦτ᾿ αὐτοὶ πρὸς Ἀνδρονίκου πείσονται. εἰ δὲ τὸ μόρσιμον εἰς ᾅδου δώματα ἐφέλκεται τὸν Ἀνδρόνικον, αὐτοὶ καθηγήσονται καὶ ὑπανοίξουσι πρότερον τὴν ὁδόν· εἶθ᾿ οὕτως ἐπιπορευσεῖται Ἀνδρόνικος.” Ταῦτ᾿ εἰπὼν καὶ τὸ τοῦ Παύλου παραφάμενος „ὥστε οὐχ ὃ θέλω δράσαιμι ἀγαθόν, ἀλλ᾿ ὃ οὐ θέλω κακόν, τοῦτο καὶ διαπράξομαι, ἀντιστρατευομένων μοι τῶν ἐναντίων καὶ αἰχμαλωτιζόντων εἰς τὰ παρὰ προαίρεσιν” θεραπείαν ἐζήτησε τοῦ κακοῦ. ἀράντων δὲ τὴν φωνὴν τῶν ἐκ τῆς φατρίας ἐκείνου πάντων καὶ μέγα κραξάντων αἴρειν αὐτοὺς ἐκ τῆς γῆς καὶ φείσασθαι μηδενὸς κυροῦται ἡ τῶν ὅλων ἀφάντωσις, ὅσους τε εἶχε συνειληφὼς ἐν φρουραῖς καὶ ὅσοι τὴν ὑπερορίαν κατεκρίθησαν, καὶ τὸ θεραπευτικὸν τούτων καὶ συγγενές. καὶ δὴ τόμος εὐθὺς ἐδέχετο τὰ ὑποτυπούμενα, ὑπαγορεύοντος τοῦ πρωτασηκρῆτις, ἀμφιπονουμένου τοῦ ἐπὶ τῶν δεήσεων, τοῦ δὲ πρωτονοταρίου τοῦ δρόμου ταῖς φωναῖς ἀλαλάζοντος. τὰ δὲ ὀνόματα τούτων καὶ νῦν παρείσθω μοι καὶ τῶν καθεξῆς ὁμοίως συμπραττόντων, ὅσοι τὸν περὶ τοῦ κενοῦ δοξαρίου τρέχοντες ὠρακίων τότε καὶ ὠρρώδουν Ἀνδρόνικον· ὧν πρωτοστάτης ἦν καὶ ταξίαρχος ὁ Ἁγιοχριστοφορίτης Στέφανος, τῷ τοῦ φθέγματος βροντώδει καταδουπῶν τὰ ἀνάκτορα καὶ καθά τι ῥεῦμα ποτάμιον ὀξὺ καχλάζων καὶ παρασύρων τὸ δοκοῦν Ἀνδρονίκῳ ὑπεύθυνον.

Εἶχε δὲ τὰ ὑπομνηματιζόμενα οὑτωσί πως τῆς φροιμιάσεως· „Θεόθεν κινηθέντες καὶ οὐκ ἐξ ὁρισμοῦ τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν αὐθέντου καὶ βασιλέως ψηφηφοροῦμεν καὶ ἀποφαινόμεθα συνοῖσον εἶναι κοινῇ καὶ ἰδίᾳ λυσιτελὲς Ἀνδρονίκῳ τῷ σωτῆρι Ῥωμαίων ἄρδην ἀπολωλέναι οἵπερ ὡς αὐθάδεις καὶ στασιώδεις συλληφθέντες φυλακαῖς ἐνείργνυνται ἢ τὴν ἀλλοτρίαν οἰκεῖν ἀφωρίσθησαν, συσχεθῆναι δὲ καὶ τοὺς τούτοις προσήκοντας καὶ καθ᾿ αἷμα συναπτομένους καὶ θανάτῳ πάντας ὑποβληθῆναι· οὕτω γὰρ ἂν καὶ Ἀνδρόνικον γένοιτο, τὸν ἀγαθῇ τύχῃ Ῥωμαίων τὰ τῆς βασιλείας σκῆπτρα διέποντα, βραχύ τι γοῦν ἀναπνεῦσαι, ταῖς κοιναῖς φροντίσι βαλλόμενον καὶ τὰς τῶν ἐπιβούλων κακογνωμοσύνας ὑποβλεπόμενον, καὶ αὐτοὺς δὲ τοὺς ἀλλοεθνεῖς Σικελιώτας ᾆσαί ποτε παλινῳδίαν, μηδένα ἔτι τὸν αὐτοῖς ὑφηγούμενον ἔχοντας ὁπόσα χρῆναι κατὰ Ῥωμαίων ποιεῖν. πάντες γὰρ οὗτοι συσχεθέντες καὶ τοὺς ὀφθαλμοὺς ἐξορυχθέντες ἀμεταθέτως ἔχουσι τῆς κακονοίας καὶ οὐδείς ἐστι τοῦ λοιποῦ τρόπος ὁ σωφρονίσων αὐτούς, μόνη δὲ ἡ τοῦ ζῆν ὑπολείπεται στέρησις, ἣν ὡς τελευταίαν καὶ σώτειραν ἄγκυραν δεῖ ἡμᾶς ἐπιχαλᾶν τοῖς κακόφροσιν, οἳ τοσοῦτόν εἰσι φρενοβλαβεῖς τε καὶ ἀποτρόπαιοι, ὡς πρὸς κέντρα λακτίζειν καὶ μὴ συνιέναι ὅλως ὡς καθ᾿ ἑαυτῶν οἱ λασιόκωφοι τὴν μάχαιραν θήγουσιν.” Οὕτω μὲν οὖν καὶ τοιαῦτα, ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν, διεξῄει τὸ ἄθεσμον ἐκεῖνο θέσπισμα, ἐφεξῆς δ᾿ ὁ τῶν συλληφθησομένων καὶ τεθνηξομένων κατάλογος ἦν. ὑπεδηλοῦτο δὲ καὶ ὁ τρόπος, καθ᾿ ὃν ἀποθνήσκειν ἕκαστος ἤμελλον.

Ἐγὼ γοῦν καὶ τὰς ἄλλας μὲν τῶν ἀνδρῶν τουτωνὶ πράξεις διὰ θαύματος τίθεμαι καὶ ἀνοσίας παντάπασιν ἥγημαι, τὴν δὲ νῦν ἀφηγουμένην καὶ λίαν ὑπερεκπέπληγμαι καὶ θαυμάζω, πρὸς τί περατωθησόμενον ταύτην ἐκύρωσαν ἢ πῶς ποτε κρίνοντες τὴν ἑαυτῶν μιαιφονίαν προσῆπτον θεῷ καὶ κίνησιν θεόθεν ἀνερυθριάστως ὠνόμαζον ἣν ὁ ἀρχῆθεν ἀνθρωποκτόνος σκέψιν αὐτοῖς ὑφηγήσατο, ἐξὸν ἑτέρως προοιμιάζεσθαι καὶ μὴ ἀναιδῶς οὕτω καὶ ἀπεριβομβήτως φθέγγεσθαι, μηδὲ γυμνῇ κεφαλῇ τὸ θεῖον συκοφαντεῖν ὡς χαῖρον αἵμασιν, ὃ πρώτως εἰς τὸ εἶναι τὸν ἄνθρωπον ἔκτισε μὴ πεποιηκὸς θάνατον καὶ οὗ ἐνώπιον φωνὴ αἵματος Ἄβελ βοᾷ καὶ ὃ διαρρήδην κέκραγε μὴ βούλεσθαι τὸν τοῦ ἁμαρτωλοῦ θάνατον ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῆσαι.

Καὶ οἱ μὲν οὕτω παντὸς ἀπώλειαν καταψηφισάμενοι τὸν σύλλογον διέλυσαν· Ἀνδρόνικος δὲ τὰς ἐπὶ ταῖς πράξεσι ταύταις ταῖς μυσαραῖς ἐκτιθεμένας δικαστικὰς ψήφους ἀνὰ χεῖρας δεχόμενος ἐφύλαττεν ἐν φωριαμῷ ἀσφαλῶς, οὐκ οἶδ᾿ ὅ τι διανοούμενος, οἶμαι τὸ ἐσόμενον προσκοπούμενος καὶ δεδιὼς φόβον, ὃς ἐπῆλθεν αὐτῷ μετέπειτα. συσχεθεὶς γὰρ καὶ λόγους ὧν διεπράξατο παρὰ τῶν συνεληλυθότων εἰσπραττόμενος ἑαυτὸν ἀπηλλοτρίου τῶν γενομένων, ἐφ᾿ οἷς τινας παρελύπησεν ἢ κακώσεσι σωματικαῖς καθυπέβαλε, καὶ τοὺς μὲν δικαστὰς ἔφασκε καὶ τὴν γερουσίαν ἀποφαίνεσθαι τὰς τιμωρίας, ἃς ὑπέστησαν καὶ ὁποίας πεπόνθασιν οἱ προσκεκρουκότες αὐτῷ πρὸ τῆς ἀρχῆς καὶ κατὰ τὴν βασιλείαν αὐτήν, αὐτὸν δὲ ταῖς ἐκείνων γνώμαις ὑπηρετεῖν (μηδὲ γὰρ εἰκῇ φορεῖν τὴν μάχαιραν) καὶ χρᾶν τὴν χεῖρα εἰς πέρας ὧν ἀπεφαίνοντο.

Τότε δ᾿ οὖν τὴν ἐξενεχθεῖσαν ψῆφον πληροῦν ἐπεβάλετο, πρὸς ἣν ὁ υἱὸς αὐτοῦ ὁ σεβαστοκράτωρ ἀπεπήδησε Μανουήλ, εἰπὼν μηδαμῶς συντίθεσθαι πράξει, ἥτις μὴ καθ᾿ ὁρισμὸν τελεῖται βασιλικόν, ὡς οἱ θεσπίζοντες προαναβάλλονται, καὶ ἄλλως δὲ μὴ ἀνασχέσθαι ὁπωσοῦν ποτε ἀπόφασιν οἰκειώσασθαι ὑπὸ κρίμα θανάτου τιθεῖσαν σχεδὸν τὸ Πανρώμαιον καὶ μὴ μόνον ἀφανίζουσαν ὁπόσοι Ῥωμαίων προήλθοσαν, ἀλλὰ καὶ τῶν ἐξ ἔθνους οὐχὶ βραχεῖς διαφθείρουσαν· εἰς γὰρ ἄπειρον ἀποτελευτήσειν τὴν τελευτήν, τοῦ μὲν διὰ τόνδε συλλαμβανομένου τε καὶ ἀναιρουμένου, κἀκείνου μὴ ἀπόλιδος εὑρισκομένου μηδὲ φυέντος ἀπὸ δρυός, ἀλλ᾿ ἐκ πατρὸς καὶ μητρός, ἢ καὶ ἐξ ἀγχιστείας τὸ συναπτόμενον εἰς γένος καὶ τὸ φίλιον ἀναφαίνοντος.

Καὶ δὴ ἀπὸ διαταγμάτων βασιλικῶν, ἀρχὴν δεξαμένων τὸ δικαστικὸν τοῦτο γνωμάτευμα, ἤμελλον ὡς πρόβατα σφαγῆς εἰς ἓν συνάγεσθαι ἄθροισμα οἱ ἐν διαφόροις ἐπαρχίαις ἐκτοπισθέντες καὶ οἱ ταῖς ὁπουδήποτε καθειργνύμενοι φυλακαῖς, ὥστ᾿ ὑφίστασθαι ἕκαστον θάνατον, εἰς ὃν ἀφώριστο, εἰ μὴ κατὰ τὸν προφήτην εἰπεῖν τὴν οἰκείαν μάχαιραν ἐπέβαλεν ὁ θεὸς ἐπὶ τὸν ἀποστάτην δράκοντα, τὸν σκολιόν, τὸν ἐν τοῖς ὕδασιν ὑποφεύγοντα τῇ καθύγρῳ ταύτῃ, ὡς ἔδειξε, βιοτῇ καὶ μηδὲν ὑπὲρ τὰ ὁρώμενα καὶ βίον τὸν ἡδονικὸν φανταζόμενον.

Συνέβη δέ τι καὶ ἕτερον εἰς τὴν τοσαύτην αὐτὸν ἐκτραχηλίσαν ἀνοσιότητα. ὁρῶν γὰρ ἁπανταχόθεν στενά οἱ τὰ πράγματα καὶ τοὺς ἐκ Σικελίας ὅσον οὐδέπω κατὰ κεφαλῆς αὐτῷ ἐπιστησομένους καὶ ὡς ἑκατογκέφαλον Τυφῶνα καταπιέσοντας, τοὺς δ᾿ ἐντὸς τὸν αὐτοῦ θάνατον διψῶντας ἐπισκοπήν τε ἡγουμένους Θεοῦ καὶ λύσιν δοξάζοντας τῶν κακῶν τὴν αὐτοῦ ἀνάλυσιν ἐκ τοῦ σώματος, καὶ τὴν ἀπὸ τοῦ θείου δὲ ὑφορώμενος ἐγκατάλειψιν, οἷς πολυτρόπως τὸ ὑπερέχον ἐδάμασε, καὶ ταῦτα διατεινόμενος ἐκ τῆς αὐλῆς εἶναι Χριστοῦ καὶ τὸ αὐτὸ γένος τοῖς ἐκθλιβομένοις λαχών, πρὸς τὴν διὰ θωπείας εἴτε καὶ θεραπείας τῶν ἐναγῶν δαιμόνων πρόγνωσιν τῶν μελλόντων ὁρμᾷ, καθὰ καὶ ὁ παλαιὸς ἐκεῖνος Σαοὺλ εἰς τὰς ἐγγαστριμύθους ὕστερον ἔβλεψεν, ἃς ἐδίωκε πρότερον τὸ θεῖον ἑαυτῷ ἱλεούμενος.

Καὶ δὴ τὴν θυτικὴν καταργηθεῖσαν πάλαι ὁρῶν καὶ τὴν διὰ ταύτης δήλωσιν τῶν ἐσομένων τεθνηκυῖαν καὶ ἄφαντον ἤδη παντάπασιν, ὡσαύτως καὶ τὴν δι᾿ ὀρνίθων περιεργίας πάλαι ἀποπτᾶσαν ἐξ ὁρίων Ῥωμαϊκῶν ἐνυπνιασμούς τε καὶ κληδονισμούς, μόνους δὲ τοὺς διὰ πλυνῶν καὶ λεκανίδων φενακομάντεις περιλειπομένους καὶ τοὺς ὅσοι τὰς τῶν ἄστρων θέσεις περισκοπεύουσιν, οὐχ ἧττον πλανῶντες ἤπερ πλανώμενοι, τὴν μὲν ἀστρονομίαν τῷ τέως ὡς συνηθεστέραν καὶ ἀξυμφανῶς τὰ μέλλοντα ὑπεμφαίνουσαν ὑπερέθετο, ὅλον δ᾿ ἐφίησιν ἑαυτὸν οἵπερ ὡς εἰπεῖν ἐν ὕδασι τεκμαίρονται τὰ ἄδηλα καὶ ὡς οἷά τινας ἀκτῖνας ἡλίου παραυγαζούσας ἰνδάλματά τινα τῶν ἐσομένων παρυφιστῶσιν ἐνθένδε.

Αὐτὸς μὲν οὖν παρεῖναι τοῖς τελουμένοις ἀπείπατο, ἐκκλίνων, ὡς ἔοικε, τὴν κωτίλον φήμην, ἣ τὰ ἐν κρυπτῷ δρώμενα διορᾷ καὶ τίθησι τοῖς ἅπασιν ἔκφορα, ἀνατίθησι δὲ τὴν μυσαρὰν ταύτην νυκτεργασίαν τῷ Ἁγιοχριστοφορίτῃ Στεφάνῳ, οὗ πολλάκις ἐμνήσθημεν. ὁ δὲ τὸν Σὴθ παραλαβών, ἐκ βούπαιδος τετελεσμένον τὰ τοιαδὶ καὶ τούτων ἕνεκεν ἐκκοπέντα τὰς κόρας παρὰ τοῦ βασιλέως Μανουήλ, ὡς ἐν τοῖς περὶ ἐκείνου λόγοις εἰρήκαμεν, ἐρώτησιν τίθησι δι᾿ ὧν ἔδρασεν (ὅσα ἐμοὶ μὲν γνῶναί τε καὶ εἰπεῖν οὐχ ἡδύ, μαθεῖν δ᾿ ἑτέρωθεν ἔξεστι τοῖς βουλομένοις) εἰδέναι, ὅς ἐστιν ὁ μετὰ τὸν βασιλέα ἄρξων Ἀνδρόνικον ἢ καὶ παραλύσων αὐτὸν τῆς ἀρχῆς. τὸ δὲ πονηρὸν ἀποκρίνεται πνεῦμα, ἢ μᾶλλον ἀμυδρῶς ὡς ἐν ὕδασι, καὶ τούτοις θολεροῖς, παραδείκνυσι τῶν πρώτων γραμμάτων τινὰ Ἰσαάκιον νοεῖν ὑπεμβάλλοντα, οὐχ ἅπαν ξυνθὲν τὸ ὄνομα, ἀλλὰ σίγμα προφῆναν ὁποῖον τὸ τῆς σελήνης ἡμίτομον, καὶ τούτου ὄπισθεν προσδιατυπῶσαν ἰῶτα, εἰς τὸ ἀξυμφανὲς ἄγον ἐντεῦθεν τὸ μάντευμα καὶ οἷον τοῦ ἐσομένου προκέντημα, ἢ ἀληθεστέρως εἰπεῖν, ὃ μὴ ἀκριβῶς ἠπίστατο, τοῦτο τῇ ἀσαφείᾳ ὑπομελαῖνον τὸ πολυμερὲς τὴν κακίαν νυκτινόμον δαιμόνιον, τὸν τοῦ ψεύδους ἐκτρεπόμενον ἔλεγχον. ὥστε καὶ Ἀνδρόνικος Ἴσαυρον ὑπετόπασεν, ἐξ ὧν ἤκουσε, τὰ ὀφθέντα σημαίνειν· καὶ τοῦτον εἶναι ἰσχυρίζετο τὸν Κομνηνὸν Ἰσαάκιον, ὃς τῆς Κύπρου κατετυράννευσε καὶ ὃν ἐνήγετο ὑποπτεύειν ἐνδελεχῶς ὡς διάδοχον τῆς ἀρχῆς, ἐπειδὴ καὶ Ἰσαυρίας ἀπάρας εἰς Κύπρον ἀφίκετο, κακοεργὸς ὡς οὔπω τις ἕτερος καὶ φθοροποιὸς Τελχὶν καὶ θάλασσα πελαγίζουσα συμφορὰς ἢ γοῦν Ἐριννὺς ἐπιμανεῖσα τοῖς πρώην εὐδαίμοσι τῆς νήσου ταύτης οἰκήτορσι· συμπαθητιῶ γὰρ ἐν ῥήμασι τοῖς ἐν πράγμασι πεπειραμένοις τοῦ κοινῇ συμπεσόντος ἐκείνοις κακοῦ.

Ἀγασάμενος δ᾿ Ἀνδρόνικος τὸν χρησμὸν „μὴ ἐρώτα” εἶπε „μόνον τὸν διαδεξόμενον, ἀλλὰ πρόσθες καὶ τὸν καιρόν.” γενομένης οὖν καὶ περὶ τοῦ καιροῦ ἐρωτήσεως, ἐμπεσὸν καὶ ψοφῆσαν τῷ ὕδατι τὸ μερικὸν καὶ γεωχαρὲς πνεῦμα ἐφοίβασε δι᾿ ἐπᾳσμάτων, ὁποῖα μὴ ἐκφαίνειν χρεών, ὡς ἐντὸς τῶν ἡμερῶν τῆς ὑψώσεως τοῦ σταυροῦ. ἦν δὲ ἀρχόμενος ὁ Σεπτέμβριος μήν, ὅτε ταῦτα ἐγίνετο. ὡς δὲ ἠκηκόει καὶ τὰ περὶ τῆς δευτέρας Ἀνδρόνικος πεύσεως, ἀηδές τι καὶ διεψευσμένον μειδιάσας καὶ ἀτεχνῶς σαρδόνιον καὶ εἰπὼν ὡς λῆρος ὁ χρησμὸς οὗτος (ποῦ γὰρ δυνήσεται Ἰσαάκιος Κυπρόθεν καταπλεῦσαι διὰ μετρίων πάνυ τουτωνὶ ἡμερῶν καὶ καθελεῖν αὐτὸν τῆς ἀρχῆς;) οὐδ᾿ ὅλως προσέσχε τοῖς εἰρημένοις. φήσαντος δὲ τοῦ Ἀποτυρᾶ Ἰωάννου (ἦν δ᾿ οὗτος κριτὴς τοῦ βήλου παρ᾿ Ἀνδρονίκου προβεβλημένος καὶ θερμὸς διὰ τοῦτο τῶν αὐτοῦ θελημάτων ὑπηρέτης) ὡς δεῖ συλληφθέντα ἐξ ἀνθρώπων γενέσθαι τὸν Ἰσαάκιον Ἄγγελον, μήπως εἰς τοῦτον ἀφορῶσι τὰ τοῦ μαντεύματος, αὐτοὶ δὲ τὰ πόρρωθεν φαντάζονται τὰ ἐν ποσὶν ὑπερβαίνοντες, οὐδ᾿ οὕτω τῷ χρησμῳδήματι ἔθετο. τοὐναντίον μὲν οὖν καὶ μωκίαν κατέχεε τοῦ Ἀποτυρᾶ, εἰ τοιαῦτα ὅλως φαντάζεται Ἰσαακίου ἕνεκα τοῦ Ἀγγέλου, ἐξουθενῶν ἅμα ἐς μαλακότητα ἤθους τὸν ἄνδρα καὶ πρὸς οὐδὲν κατόρθωμα τοῦτον ἐνδέξιον εἶναι διατεινόμενος· ἤγγιζε γὰρ τὸ μόρσιμον καὶ ἦν τὸ θεῖον αὐτοῦ συνετώτερον.

Πλὴν θερμουργὸς ὢν ὁ Ἁγιοχριστοφορίτης Στέφανος καὶ τοῦ κυρίου βασιλέως παντοίως κηδόμενος τὸν Ἰσαάκιον προσέθετο συλλαβεῖν καὶ πρῶτα μὲν ἐνεῖρξαι φυλακῇ, εἶτα καὶ θανάτῳ ὑπαγαγεῖν, ᾧ ἂν Ἀνδρόνικος δοκιμάσειεν. οὐκοῦν εἰς τὴν οἰκίαν Ἰσαακίου παραγενόμενος, ἐγγὺς οὖσαν τῆς μονῆς τῆς Περιβλέπτου, περὶ δείλην τῆς ἑνδεκάτης τοῦ Σεπτεμβρίου μηνὸς τοῦ ἑξακισχιλιοστοῦ ἑξακοσιοστοῦ ἐνενηκοστοῦ τετάρτου ἔτους, καὶ τὴν αὔλειον εἰσελθὼν ἐπέταττεν Ἰσαακίῳ κατελθεῖν καὶ ἕπεσθαί οἱ, ἔνθα ἂν προάγῃ. τοῦ δὲ ὡς εἰκὸς ἀναβαλλομένου, ὅτι καὶ μόνον ὀφθεὶς ἐκεῖνος κακὸν ἔσχατον συλλελόγιστο, ὁ δὲ καὶ βίαν προσεπῆγε καὶ τοῖς συνοῦσιν ἐπετίμα μὴ καὶ πρὸς τὴν πρώτην ἀναβολὴν ἁπτομένοις αὐτοῦ τῶν τριχῶν καὶ λαζομένοις ἐκ τοῦ γενείου καὶ ἀτίμως τοῦ δωματίου κατάγουσι καὶ ἀπάγουσιν ἐπὶ κεφαλὴν ὠθούμενον καὶ τυπτόμενον εἰς ἣν ἂν αὐτὸς καθηγήσεται κάθειρξιν.

Καὶ οἱ μὲν ὀπαδοὶ πρὸς τοῖς ἐπιτεταγμένοις ἦσαν· ὁ δ᾿ Ἰσαάκιος τὴν θήραν ἰδὼν ἄφυκτον καὶ ἀνυπεξάλυκτον τὴν σαγήνην, ἣν ἐφήπλωσεν ὁ ἐπελθὼν ἐκείνῳ ἀσπαλιεύς, καὶ ἤδη συνέχουσαν, οὐ δειλανδρεῖ οὔτε μὴν φιλοψυχεῖ, ἀλλ᾿ ὡς τεθνηξόμενος προτίθεται μαχέσασθαι, εἴ πως οὐχὶ τεθνήξεται, ἢ μᾶλλον μὴ ἔχων ἄνετα κροαίνειν ὡς ὁ ἀκοστήσας ἵππος Ὁμήρειος καὶ ποδὶ κατὰ πεδίων ἐλευθέρῳ φέρεσθαι (ἡ γὰρ ἅρπη ἤδη ἐτέτατο καὶ ἡ σύλληψις οὐκ ἦν δυσχερὴς) μιμεῖται τὸν πολεμιστήριον καὶ τὸ οὖς ἀναστήσας ὡς πρὸς σάλπιγγα ἠχοῦσαν τὸ ἐνυάλιον καὶ φρίξας κόμην τὴν ἐπαυχένιον καὶ φριμάξας ὁμόσε χωρεῖ καταφρονητὴς ξιφῶν, ὑπερόπτης Ἄρεος, ἀπειλῶν οὐδ᾿ ὁπωσοῦν ἐμπαζόμενος.

Ἀμέλει καὶ ὡς εἶχε τὸ ξίφος σπασάμενος (εἶχε δὲ ἀπερικαλύπτως τῆς κεφαλῆς, τὸ δὲ σῶμα λωπίῳ διχρώμῳ συνεῖχε περὶ τὴν ἰξὺν καταβαίνοντι, ἔκτοτε δὲ διαιρουμένῳ διχῇ) καὶ τὸν ἵππον ἀναβὰς τὴν χεῖρα ἀνατείνει ξιφήρη κατὰ τῆς τοῦ Ἁγιοχριστοφορίτου κεφαλῆς. ὁ δὲ τὴν Ἰσαακίου ὁρμὴν πτοηθεὶς ἐκξιφισαμένου καὶ θανατῶντος προδήλως μεταστρέψας τὴν ἡμίονον, ᾗ ἔποχος ἦν, καὶ συχνὰ κεντρίζων τὴν ἡμίκερκον τῆς ἐξόδου ἅπας γίνεται. ἀλλ᾿ οὔπω ἀκριβῶς τὴν πύλην διεληλύθει, καὶ Ἰσαάκιος καιρίαν κατάγει καὶ πλήττει κατὰ μέσον τὸ κρανίον τὸν δείλαιον. καὶ διχῇ διελὼν ἐκεῖνον μὲν ἐᾷ κύρμα προκεῖσθαι κυσίν, ὡς βόσκημα σφακελίζοντα καὶ τῷ ἰδίῳ παλυνόμενον αἵματι, αὐτὸς δὲ τῶν ἐκείνου ὀπαδῶν ὃν μὲν διαθροήσας καὶ γυμνῷ μόνῳ τῷ ξίφει, ἑτέρου δὲ τὸ ὠτίον ἀφελόμενος καὶ ἄλλον ἄλλοσε διαστήσας, ὡς ἐπὶ τὰ σφῶν ἕκαστον ἀπαλλάσσεσθαι, ὅλῳ ῥυτῆρι πρὸς τὸν Μέγαν ἵεται Νεὼν διὰ τῆς λεωφόρου μέσης καὶ τῆς ἀγορᾶς διιὼν καὶ πᾶσι διαπρυσίως. φθεγγόμενος ὡς διεχρήσατο τῇ σπάθῃ ταύτῃ (ἔτι γὰρ γυμνὴν ἔφερε τῇ χειρὶ) τὸν Ἁγιοχριστοφορίτην Στέφανον.

Καὶ ὁ μὲν ὡς εἶχε τὸν θεῖον εἰσιὼν ναὸν ἄνεισι τὸν ἀνάσταθμον, ὃν οἱ φονεῖς ἀνερχόμενοι τὸ οἰκεῖον ἀνακεκαλυμμένως διατρανοῦσι πλημμέλημα τὴν ἐκ τῶν εἰσιόντων τε καὶ ἐξιόντων τὸ ἱερώτατον τέμενος αἰτοῦντες συγχώρησιν· τὸ δὲ πλῆθος τῆς πόλεως, ὃ μὲν αὐτοψεὶ τὸν Ἰσαάκιον θεασάμενον ἐς τὸν Μέγαν Νεὼν ἐπελαύνοντα, ὃ δὲ εἰς ἀκοὴν ὠτίου δεξάμενον τὸ πραχθέν, συρρέει κατὰ χιλιοστύας αὐτίκα αὐτόν τε ὀψόμενον Ἰσαάκιον καὶ τὸ ἐπ᾿ αὐτῷ γενησόμενον ὀφθαλμοῖς ἐθέλον παραλαβεῖν· πάντες γὰρ ᾤοντο μὴ ἂν ἐπιδῦναι τὸν ἥλιον, καὶ Ἰσαάκιον συλληφθέντα παρ᾿ Ἀνδρονίκου τίσειν δίκας τὰς ἀνηκέστους καὶ τιμωρίας καινὰς εἰς αὐτοῦ κάκωσιν ἐπινοηθῆναι παρὰ τοῦ κομψοῦ τὰ τοιαῦτα μαγγανευτοῦ. συμπαραγίνεται δέ οἱ καὶ τὴν αὐτὴν στάσιν ἀσπάζεται ὁ πρὸς πατρὸς Ἰσαακίῳ θεῖος, Ἰωάννης ὁ Δούκας, καὶ ὁ τούτου υἱὸς Ἰσαάκιος, οὐχ ὅτιπερ Ἰσαακίῳ ἦσαν συμμέτοχοι τῆς τοῦ Ἁγιοχριστοφορίτου σφαγῆς καὶ κοινωνοὶ τοῦ αἵματος τούτου, ἀλλ᾿ ὅτι παρεπομένην ᾔδεσαν ἐγγύῃ τὴν ἄτην, ἣν ὑπὲρ ἀλλήλων ἔδοσαν Ἀνδρονίκῳ, τὴν ἐς αὐτὸν κρατυνάμενοι πίστιν ἀναγκαστῶς.

Ἀμέλει καὶ οἱ μὲν ὡς ὅσον οὐδέπω συλληφθησόμενοι καὶ πρὸ ὀφθαλμῶν τὸν θάνατον ἔχοντες περιδεεῖς ἦσαν καὶ τοὺς ὀδόντας ἐκροτάλιζον ἀτεχνῶς καὶ τοὺς συνεισδραμόντας εἰς τὸ ἱερὸν ξύγκλυδας καὶ ἀεὶ ἐπεισρέοντας γλωττηματικώτερον ὁμιλοῦντες καθικέτευον συμπαραμεῖναι σφίσι καὶ ἐπαρήξειν, ὡς ἔχουσι, τὰ ἔσχατα πείσεσθαι κινδυνεύουσι. καὶ ἦσαν οἳ κατένευον πρὸς τὴν αἴτησιν καὶ ᾤκτειρον τῆς ἐνεστώσης τύχης τοὺς ἄνδρας. ἐπεὶ δὲ τῶν ἐκ τοῦ βασιλέως παρῆν οὐδεὶς ἀγανακτῶν ἐπὶ τοῖς γεγενημένοις τούτοις, οὐ τῶν γένει λαμπρῶν, οὐ τῶν Ἀνδρονίκῳ τηρούντων εὔνοιαν, οὐ πελεκυφόρος βάρβαρος, οὐχ οἱ τὰ ὑσγινοβαφῆ φοροῦντες ῥαβδοῦχοι, οὐ τῶν ἁπάντων τις ἕτερος, ἔτι μᾶλλον οἱ συλλεγέντες ἦσαν θρασεῖς καὶ λελυμένῃ καὶ ἀχαλίνῳ γλώττῃ ἐχρῶντο τῇ τῶν κωλυσόντων ἐρημίᾳ πτερούμενοι καὶ πᾶσαν βοήθειαν συνεισενεγκεῖν ἐπηγγέλλοντο.

Ὅλην μὲν οὖν τὴν τότε νύκτα οὕτω παρίππευσεν Ἰσαάκιος, οὐ λόγον βασιλείας τιθέμενος, ἀλλὰ περὶ τοῦ μὴ κατατυθῆναι δεόμενος· ᾔδει γὰρ τὸν κρεωβόρον Ἀνδρόνικον ὡς βοῦν αὐτὸν ἱερεύσοντα ἢ μᾶλλον καὶ ὠμῶν τῶν αὐτοῦ σαρκίων ἀπογευσόμενον κατὰ Κύκλωπα. ἐκ δὲ τῆς ἐπιμελοῦς ἱκετείας ἔσχε τινὰς τῶν συνειλεγμένων τὰς πύλας ἐπικλίναντας τοῦ νεὼ καὶ φῶτα εἰσενέγκαντας καὶ τῷ καθ᾿ ἑαυτοὺς ὑποδείγματι τούτῳ πολλοὺς συμπείθοντας μὴ μεθίστασθαι οἴκαδε. πρωΐας δὲ γενομένης οὐκ ἦν ὅστις οὐ παρῆν οἰκήτωρ τῆς πόλεως, οὐδ᾿ ἐθεοκλύτει αὐτοκρατορήσειν μὲν Ἰσαάκιον, Ἀνδρόνικον δὲ καθαιρεθῆναι τῆς βασιλείας καὶ συλληφθέντα παθεῖν ὁπόσα δέδρακε τῇ τῶν ὅλων σχεδὸν ἐπιβουλεύων ζωῇ.

Ἔτυχε μὲν οὖν τῷ τότε κατὰ θεῖον, ὡς ἔοικε, μὴ παρεῖναι τοῖς ἀρχείοις Ἀνδρόνικον, ἀλλ᾿ ἐς τὸ ἑῷον μέρος τοῦ ἀναπλεομένου τῆς Προποντίδος πορθμοῦ περὶ τὰ τοῦ Μηλουδίου κεκλημένα διατρίβειν βασίλεια. ἔνθεν τοι καὶ περὶ τὴν πρώτην φυλακὴν τῆς νυκτὸς τὸν τοῦ Ἁγιοχριστοφορίτου θάνατον ἐνωτισάμενος τότε μὲν ἔμεινε κατὰ τόπον, μηδέν τι ἐπιτάξας ἕτερον ἢ γραμματίῳ βραχεῖ τοὺς μεγαλοπολίτας δεξιωσάμενος παύσασθαι παραινῶν τοῦ νεωτέροις ἐγχειρεῖν πράγμασιν, οὕτω πως ἀρχομένῳ „ὁ λαβὼν ἔλαβεν, ἡ δὲ δίκη ἐκόπη.” Ἕωθεν δὲ ὅσοι τε Ἀνδρόνικον ἐθεράπευον καταστέλλειν ἐπειρῶντο τὸν ὄχλον κυμαινόμενον καὶ αὐτὸς Ἀνδρόνικος κατὰ τὸ μέγα παλάτιον παραγίνεται τριήρει βασιλικῇ. ἀλλ᾿ οὐδὲ μία τις ἦν ἀναστολὴ τῆς τοῦ λεὼ συρροῆς, οὔτ᾿ αὐτὸς Ἀνδρόνικος κατὰ τὸ ἀρχεῖον εἶναι ἀπαγγελλόμενος ἐξέκρουσέ τινας τῆς ὁρμῆς. ἀλλ᾿ οὐδὲ ὁ εἰσηγούμενός τι ἕτερον παῦον τὴν συνδρομὴν εἰς ὦτα ἐῴκει λέγειν ἀκουόντων· πολλοὶ μὲν οὖν καὶ ἐγγὺς τοῦ τεθνάναι ἤλθοσαν μόνον ὑπογρύξαντες καὶ μὴ καλὸν ἔργον γίνεσθαι φάμενοι. ἀλλ᾿ ὡς ἐξ ἑνὸς συνθήματος ἅπαντες παγγενεί τε καὶ πανδημεὶ ἔθεον ἔνθους καὶ ἀτεχνῶς κορυβαντιῶντες εἰς τὸ τοῦ Λόγου μέγιστον τέμενος ἀλλήλους παραθήγοντες, ἐρεσχελοῦντες τοὺς μὴ ταὐτοζήλους μήτε μὴν τὰς χεῖρας ὁπλίζοντας ὅπλῳ ὁτῳδή, ἀλλ᾿ ἀργοὺς οὕτως ἑστῶτας καὶ θεωμένους τὰ παρ᾿ ἄλλων γινόμενα. οἱ δὲ λογικῶν μαθημάτων ἐν μεθέξει καὶ μέλος ἀπεκάλουν αὐτοὺς σεσηπὸς μὴ συμπάσχον τῷ λοιπῷ τῆς πολιτείας σώματι καὶ πληρώματι.

Ἐπὶ τούτοις διαθλῶσι τὰς κλεῖς καὶ τοὺς ὀχέας τῶν δημοσίων φρουρῶν καὶ τοῖς φυλακίταις τιθέασι τὴν ἔξοδον ἄνετον, οὐ πᾶσιν οὖσι κακούργοις, ἀλλὰ καὶ γένους μετειληχόσι λαμπροῦ, κακουχουμένοις δ᾿ ὅμως ἐν δεσμωτηρίοις διά τι συμπεσὸν βραχὺ ἁμάρτημα ἢ παράφθεγμα ἢ καὶ φίλου κακούργημα προβὰν ἐς Ἀνδρόνικον. τοῦτο δ᾿ ἔτι μάλιστα τὸ πλεῖον συναγήοχε τοῦ λαοῦ καὶ τοὺς κατ᾿ Ἀνδρονίκου τονθορύζοντας πρότερον καὶ ὀκνοῦντας τὴν πρᾶξιν ὡς κίνδυνον ὑποφαίνουσαν εἰς ἐναντίαν μοῖραν μετέστησεν ἀκραιφνῶς. ἦν οὖν ἐκ τοῦδε ἰδεῖν ξιφηφοροῦντας οὐκ ὀλίγους καὶ θυρεοφόρους καὶ πεφραγμένους θώραξιν οὐ βραχεῖς, τοὺς δὲ πλείστους ῥοπάλοις καὶ τοῖς ἐκ τῶν ἐργαστηρίων ξύλοις τὰς χεῖρας ὁπλίσαντας. καὶ συναγωγῆς πλείστης λαοῦ μεθ᾿ ὁρμῆς τοιαύτης γεγενημένης βασιλεὺς αὐτοκράτωρ Ῥωμαίων ἀναγορεύεται Ἰσαάκιος, τινὸς τῶν νεωκόρων τὸ τοῦ μεγάλου Κωνσταντίνου στέφος, ὅπερ ἄνωθεν ἀπῃώρητο τραπέζης τῆς μυστικῆς, κατενεγκόντος διὰ κλίμακος καὶ τῇ τοῦ Ἰσαακίου κεφαλῇ ἐφαρμόσαντος.

Ἵνα δὲ μηδὲ τοῦτο εἴη ἀνιστόρητον καὶ ἀκοαῖς ἀπεριήχητον τῶν ἐσέπειτα, ὁ μὲν Ἰσαάκιος ἐδυσκόλαινε πρὸς τὴν στεφηφορίαν οὐχ ὡς ἔρωτα μὴ τρέφων ἀρχῆς, ἀλλ᾿ ὡς ὑφορώμενος τὸ τοῦ πράγματος ἐργῶδές τε καὶ δυσέφικτον καὶ ὄναρ οὐχ ὕπαρ ἄντικρυς ἐπιτελεῖσθαί οἱ τὰ παρόντα οἰόμενος, ὑποβλεπόμενος δὲ καὶ τὴν Ἀνδρονίκου ὀργιλότητα καὶ μὴ ἐντεῦθεν ἐκμῆναι τοῦτον πλειόνως βουλόμενος. συνεστὼς δὲ ὁ δηλωθεὶς ἄνωθεν Δούκας τὸν πῖλον τῆς κεφαλῆς ἀφελόμενος ἑαυτῷ περιθέσθαι ἱκέτευε τὸ διάδημα, ἐψιλωμένον τριχῶν προδεικνὺς κρανίον καὶ τὴν φαλάκραν ὡς πλησίφωτον σελήνην ὑπερφαίνουσαν. ὁ δ᾿ ὄχλος ἀπηναίνοντο φάσκοντες μηκέτι γέροντα ἄρχειν βούλεσθαι ἢ βασιλεύειν ἐπ᾿ αὐτούς· πολλῶν γὰρ ἐμφορηθῆναι κακῶν ἐκ τοῦ πολιότριχος Ἀνδρονίκου καὶ δι᾿ αὐτὸν μισεῖν τε καὶ ἀποστρέφεσθαι πάντα σοροδαίμονα καὶ πολυετῆ ἄνθρωπον, καὶ μάλιστα εἰ καθειμένον ἔχει τὸ γένειον διχῇ διῃρημένον καὶ μυουρίζον περὶ τὴν τελευτὴν τοῦ πώγωνος.

Οὕτω τοίνυν εἰς βασιλέα χρισθέντος Ἰσαακίου, συνέβη καὶ ἕτερόν τι ἀξιαφήγητον. ἵππων γὰρ χρυσοφαλάρων βασιλικῶν ἐκ τῆς περαίας κατὰ τὸν πόρον τῶν Κιονίων διαπορθμευομένων εἷς τοὺς πόδας ἀναβαλὼν καὶ τυραννήσας τὸν ἱπποκόμον ἔθεε διὰ τῶν λεωφόρων καὶ συλληφθεὶς εἰσάγεται Ἰσαακίῳ πρὸς ὄχησιν.

Καὶ ὁ μὲν ἐκ τοῦ Μεγίστου Νεὼ ἀπαίρει συνεπόμενον ἔχων τὸν πατριάρχην Βασίλειον τὸν Καματηρόν, ἐπεὶ καὶ τοῦτον τὸ πλῆθος συμπράττειν καὶ συνεπευδοκεῖν τοῖς τελουμένοις ἄκοντα ἐπεσπάσατο· ὁ δ᾿ Ἀνδρόνικος κατὰ τὸ μέγα γεγονὼς ἀρχεῖον, ἐπεὶ ὁ συμμιγὴς θροῦς ἐκέντει αὐτοῦ τὰ ὦτα, μετὰ βραχὺ δὲ καὶ τὴν ὄψιν τῶν γινομένων εἶχε διδάσκαλον, ἐπέβαλε μὲν τῇ ἀντιμαχήσει τοῦ πλήθους καὶ τοὺς συνόντας συνεκρότει πρὸς πόλεμον, εὑρίσκων δὲ βραχεῖς ἐκ τούτων ἑτοιμοπειθεῖς πρὸς τὸ ἐκείνου σκέμμα καὶ σύνθημα ηὐτούργει καὶ αὐτὸς ἐν τῷ μέρει τὸν πόλεμον, τόξον δοὺς τῇ χειρὶ κἀκ τῶν τοῦ μεγίστου πύργου διασφάγων, ὃς κικλήσκεται Κεντηνάριον, ἀφιεὶς τοῖς ἐπιοῦσι βέλεμνα. γνοὺς δὲ ὡς μάτην ἀνηνύτοις ἐπιχειρεῖ διά τινος ὁμιλεῖν προάγεται τοῖς λαοῖς, ἀποτίθεσθαι λέγων τὴν βασιλείαν καὶ παραπέμπειν ταύτην πρὸς τὸν παῖδα τὸν Μανουήλ, πεποιθὼς ἐντεῦθεν καταστεῖλαι τὸν θόρυβον καὶ τὸν ἐπ᾿ ἀκμῆς καὶ παρὰ βραχὺ κίνδυνον ἀποκρούσασθαι. οἱ δὲ πλειόνως ἐπὶ τῷ ῥήματι τούτῳ ἐκτραχυνθέντες ὕβρεσιν αὐτὸν ἁπάσαις ἀπαισίοις ἔπλυνον καὶ ὃν ἔφασκε τῆς βασιλείας καταλιπεῖν κληρονόμον.

Ἐπεὶ δὲ τὸ πλῆθος ἦν εἰσχυθὲν ἔσωθεν τῶν ἀνακτόρων, ἀνατραπείσης τῆς πύλης, ἥτις Καρέα λέγεται, τρέπεται πρὸς φυγὴν καὶ τὸ φοινικοβαφὲς πέδιλον τοῦ ποδὸς ἀφελιξάμενος καὶ τὸ ἀρχαῖον αὐτῷ περιφύλαγμα τὸν σταυρὸν ὁ θεοβλαβὴς ἀποτραχηλισάμενος ἐκεῖ που καὶ πῖλον βαρβαρικὸν τῇ κεφαλῇ περιθέμενος, ὃς ἐς ὀξὺ λήγων πυραμίδι εἴκασται, τὴν βασιλικὴν εἴσεισιν αὖθις τριήρη, δι᾿ ἧς ἐκ τοῦ Μηλουδίου πρὸς τὸ μέγα παλάτιον ἐσαφίκετο. καὶ γενόμενος αὖθις κατὰ τὸ αὐτὸ κατάντημα, δύο ἐκ τῶν γυναικῶν προσλαβόμενος, Ἄνναν τὴν ἁρμοσθεῖσαν Ἀλεξίῳ τῷ βασιλεῖ, ἐκείνου δὲ γενομένου ἐξ ἀνθρώπων ᾧ εἰρήκειμεν θανάτῳ γαμηθεῖσαν Ἀνδρονίκῳ, καὶ τὴν ἑταιρίδα Μαραπτικήν, ἧς ἐνεθουσία τῷ ἔρωτι καὶ προσπαθῶς εἶχεν Ἀνδρόνικος ὡς οὐδὲ πάλαι τῆς Λαμίας ὁ πολιορκητὴς Δημήτριος, ἣν Πτολεμαῖον καταγωνισάμενος ἐν Κύπρῳ ἔλαβε δορυάλωτον αὐλοῦσαν οὐκ εὐκαταφρονήτως, ἤλαυνε κατὰ κράτος ἣν προέθετο. ᾑρετίσατο δὲ τὴν ἐπὶ τοὺς Ταυροσκύθας πᾶσαν ἐπαρχίαν Ῥωμαϊκὴν καὶ τοπαρχίαν ἄλλην ἐθνικὴν ὡς ἐπίβουλον ἀθετήσας.

Καὶ τοῦτον μὲν τὸν τρόπον Ἀνδρόνικος τῆς Ῥωμαϊκῆς ἀρχῆς ἀπεσφαίριστο, Ἰσαάκιος δὲ τῶν ἀρχείων εἴσω παρελθὼν καὶ βασιλεὺς αὐτοκράτωρ Ῥωμαίων ὑπὸ τῶν συνεληλυθότων ὄχλων αὖθις ἀναρρηθεὶς στέλλει τοὺς ὀπίσω Ἀνδρονίκου καταδιώξοντας. τὸ δὲ τοῦ δήμου πολύ, ἐπειδὴ τὰ ἀνάκτορα ἄνετα ἐγεγόνεισαν καὶ οὐδεὶς ἦν ὁ κωλύσων αὐτοὺς ἢ ἀπάξων τοῦ δρᾶν οἷα καὶ ὅσα βούλοιντο, διαρπάζουσιν οὐ μόνον ὁπόσα χρήματα εὕραντο παρὰ τοῖς Χρυσιοπλυσίοις ἔτι ταμιευόμενα (ἦσαν δὲ ἄνευ τῶν μὴ κεκομμένων εἰς νόμισμα ὑλῶν χρυσίου κεντηνάρια δώδεκα, ἀργυρίου τριάκοντα καὶ τοῦ ἐκ χαλκοῦ κόμματος διακόσια), ἀλλὰ καὶ πᾶν ἕτερον, ὅπερ εἶχον αἱ χεῖρες ἑνός τινος μεταφέρειν ῥᾳδίως ἢ καὶ πολλῶν συνερχομένων ὁμοῦ. ὅπλων δὲ μετήνεγκαν μυριάδας τὰς ὁπλοθήκας εἰσιόντες. προέβη δὲ τὰ τῆς ἁρπαγῆς καὶ εἰς τοὺς ἔνδον τῶν βασιλείων νεώς, ὥστε καὶ κόσμους ἀπορραγῆναι ἁγίων εἰκασιῶν καὶ αὐτὸ δὲ τὸ ἱερώτατον κλοποφορηθῆναι σκεῦος, οὗ ἔνδοθεν φήμη ἄνωθεν διαρρέει καὶ ἐς ἡμᾶς καταβαίνουσα τὸ τοῦ Κυρίου ἐπιστόλιον συνεπτύχθαι, ὅπερ οἰκείαις χερσὶν ἐξέθετο πρὸς τὸν Αὔγαρον.

Ἡμέρας οὖν συχνὰς τῷ μεγάλῳ παλατίῳ ἐνδιατρίψας ὁ βασιλεὺς Ἰσαάκιος πρὸς τὸ ἐν Βλαχέρναις ἀρχεῖον μεθίσταται, ἔνθα καὶ οἱ ἀγγέλλοντες ἐληλύθεσαν ἁλῶναι Ἀνδρόνικον. ἦν δὲ ὁ τρόπος τῆς αὐτοῦ συλλήψεως οὑτοσίν. ἀποδιδράσκων ἀφικνεῖται εἰς Χηλὴν ὀλίγους τῶν πρὸ τῆς βασιλείας ὑπηρετῶν συνεπομένους ἔχων ἑαυτῷ καὶ τὰς δύο γυναῖκας ἐπαγόμενος. ἰδόντες οὖν αὐτὸν οἱ ἐκεῖσε μηδὲν τεκμήριον περικείμενον τῶν κρατούντων, ἀλλ᾿ ὡς φυγάδα τὴν ἐπὶ τοὺς Ταυροσκύθας διαπλώϊσιν ἐπισπέρχοντα καὶ φεύγοντα μηδενὸς διώκοντος, συλλαβεῖν μὲν οὔτε ἐθάρρησαν, οὔτε ὁπωσοῦν ἐδικαίωσαν (τὸν γὰρ θῆρα καὶ γυμνὸν οὐδὲν ἔλαττον ἐδεδίεσαν καὶ πρὸς μόνην τὴν ἐκείνου θέαν κατέπτησσον), νῆα δὲ ἡτοιμάσαντο καὶ Ἀνδρόνικος μετὰ τῶν ὑπ᾿ αὐτὸν ἐμβέβηκεν εἰς αὐτήν. ὥσπερ δὲ καὶ θαλάσσης ἀγανακτούσης κατ᾿ Ἀνδρονίκου, ὅτι σώμασιν ἀθώοις τοὺς αὐτῆς κόλπους πολλάκις ἔχρανεν, ὀρθόν τε τὸ κῦμα ἵστατο καὶ εἰς χάσμα διίστατο καὶ καταπιεῖν αὐτὸν διανίστατο καὶ πρὸς χέρσον ἡ ναῦς ἐξεβράσσετο. καὶ τοῦτο πολλάκις γινόμενον ἐκόλουσε τὴν Ἀνδρονίκου περαίωσιν, ἕως οἱ καταληψόμενοι ἐπέστησαν.

Οὕτω τοίνυν ὁ τάλας Ἀνδρόνικος συσχεθεὶς ἀκατίῳ παραρριπτεῖται μετὰ τῶν γυναικῶν δέσμιος. ἀλλ᾿ ἦν κἀν τῷ τότε καιρῷ Ἀνδρόνικος ὁ πολύμητις ἐκεῖνος καὶ περίφρων Ἀνδρόνικος. συνιδὼν γὰρ ὡς χεῖρες οὐκ εἰσίν, ὡς πόδες οὐκ εἰσίν, οὐδὲ πάρεστι ξίφος εἰς τὸ δρᾶσαί τι γενναῖον καὶ διαδρᾶσαι τοὺς συλλαβόντας, ὑποκρίνεται τραγῳδίαν δεξιοστροφήσας τὸ τρίχορδον τῆς φθογγῆς καὶ θρηνῶδες ᾄδει τι μέλος καὶ περιπαθὲς ἀναβάλλεται, τὰς παλαιὰς πειθανάγκας ἀνατινάσσων καὶ περιτρέχων ὡς δεξιὸς μουσηγέτης εὐήχου ὀργάνου χορδάς, καὶ καταλέγει μελεάζων ὡς ἀηδόνες τὸ γένος ὡς ὑψηλόν, τὸ εὐγενὲς ὡς ὑπὲρ τοὺς πολλούς, τὴν προτέραν τύχην ὡς εὐτυχῆ, τὸν πάλαι βίοτον, κἂν πλάνης ἦν καὶ ἀνέστιος, μηδαμῶς ἀβίωτον, καὶ τὴν τότε κατασχοῦσαν αὐτὸν συμφορὰν ὡς λίαν οὖσαν οἰκτράν. ἀντᾳδούσας δ᾿ εἶχε καὶ τὸ μέλος γοερώτερον διασκευαζούσας οἷα σοφὰς τὰς γυναῖκας. καὶ ὁ μὲν ἦρχε τῶν θρηνημάτων, αἱ δὲ ἀντῇδον αὐτῷ συνυπακούουσαι καὶ συμψάλλουσαι.

Ἀλλ᾿ ἦν μάτην ταῦτα πάντα μετιὼν καὶ διακενῆς τεχνώμενος ὁ πολυτροπώτατος· ἃ γὰρ ἀνόσια διεπράξατο ἔργα, ταῦτα ὡσεὶ κηρὸς τὰς τῶν κατασχόντων αὐτὸν ἐπέβυσεν ἀκοάς, καὶ οὐδεὶς οὐδένα οἶκτος εἰσῄει, οὐδ᾿ ἐνήχησις ἦν ὧν κατὰ Σειρῆνας ἐμελῴδει γυναικωδῶς, εἴτ᾿ οὖν ὑπούλως καὶ δολερῶς, εἰπεῖν οἰκειότερον, καὶ τὸ μῶλυ τὸν Ἑρμῆν ἐπιλέλοιπε τοῦ θείου μηνίσαντος.

Εἶχε τοίνυν τοῦτον ἡ τοῦ Ἀνεμᾶ λεγομένη φρουρὰ δυσὶ παχείαις ἁλύσεσι τὸν ὑψιτενῆ βαρούμενον τράχηλον, ὑφ᾿ ὧν οἱ ἐν δεσμωτηρίοις σιτούμενοι λέοντες μετὰ σιδηρέων κλοιῶν συνέχονται, καὶ πέδαις τοὺς πόδας κακούμενον. ἐμφανισθεὶς δὲ οὕτως ἔχων καὶ παραστὰς Ἰσαακίῳ τῷ βασιλεῖ ὕβρεσι βάλλεται, κατὰ κόρρης ῥαπίζεται, τοὺς γλουτοὺς ἐπικρούεται, τὴν γένυν τίλλεται, τοὺς ὀδόντας ἐκριζοῦται, τὴν κεφαλὴν ψιλοῦται τριχῶν, εἰς κοινὸν ἐκδίδοται παίγνιον πᾶσι τοῖς συνελθοῦσιν, ἐμπαροινεῖται καὶ ὑπὸ γυναικῶν καὶ τύπτεται πυγμαῖς κατὰ στόματος, καὶ τούτων ὁπόσαι μάλιστα ἢ θανάτῳ ὑπ᾿ Ἀνδρονίκου ἀπεβάλοντο τοὺς συνεύνους ἢ τοὺς ὀφθαλμοὺς ἀπεσβεσμένους ἀπέλαβον. ἔπειτα τὴν δεξιὰν χεῖρα πελέκει ἀποκοπεὶς παραρριπτεῖται αὖθις τῇ αὐτῇ φυλακῇ, ἄσιτος, ἄποτος, ὑπ᾿ οὐδενὸς μεταλαγχάνων οἱασοῦν κομιδῆς.

Μεθ᾿ ἡμέρας δέ τινας καὶ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἐξορύττεται καὶ καθεσθεὶς ἐπὶ καμήλου ψωριώσης διὰ τῆς ἀγορᾶς θριαμβεύεται, κατὰ γεράνδρυον ἄφυλλον ᾠοῦ ψιλότερον ἀκαλυφές τε παντάπασι κρανίον προφαίνων καὶ βραχεῖ ῥακίῳ τὸ σῶμα σκεπόμενος, θέαμα ἐλεεινὸν καὶ πηγὰς ἐθέλον δακρύων ἡμέροις ὄμμασιν. ἀλλ᾿ οἱ εὐηθέστατοι καὶ ἀπαιδευτότατοι τῆς Κωνσταντίνου οἰκήτορες καὶ τούτων οἱ ἀλλαντοπῶλαι πλέον καὶ βυρσοδέψαι καὶ ὅσοι τοῖς καπηλείοις διημερεύουσι κἀκ τῶν καττυμάτων ἀποζῶσι γλίσχρως καὶ ταῖς ῥαφίσι τὸν ἄρτον στενῶς συλλέγουσι, κατ᾿ ἔθνεα συναθροισθέντες μυιῶν, αἳ τοὺς γαυλοὺς ἀμφιπεριίπτανται ἔαρος καὶ περιχαίνουσι τὰ πιαλέα κισσύβια, μηδένα λόγον θέμενοι, εἰ βασιλεὺς οὗτος πρὸ τρίτης καὶ βασιλείῳ διαδήματι περιδούμενος καὶ ὡς σωτὴρ ὑμνούμενος ὑπὸ πάντων ἀνευφημούμενός τε καὶ προσκυνούμενος καὶ ὡς φρικώδεσιν ὅρκοις τὴν εἰς αὐτὸν ἐνεπέδωσαν πίστιν καὶ εὔνοιαν, ἀλόγῳ δὲ θυμῷ καὶ παραλογωτέρῳ νοῒ φερόμενοι οὐδέν τι τῶν κακῶν ἐνέλιπον, ὃ μὴ εἰς Ἀνδρόνικον ἀνοσίως εἰργάσαντο. οἱ μὲν γὰρ κατὰ κεφαλῆς κορύναις αὐτὸν ἔπληττον, οἱ δὲ βολβίτοις τὰς ἐκείνου ῥῖνας ἐμόλυνον, ἄλλοι διὰ σπόγγων λύματα γαστέρων βοείων καὶ ἀνθρωπείων τῶν ὄψεων ἐκείνου κατέχεον. ἕτεροι αἰσχρορρημονοῦντες ἐκακολόγουν ἐς μητέρα καὶ τὸν λοιπὸν τῶν τοκέων. ἦσαν οἳ καὶ ὀβελίσκοις ἔπειρον αὐτοῦ τὰς πλευράς. οἱ δ᾿ ἀναιδέστεροι λιθολευστοῦντες κύνα ὠνόμαζον λυσσητῆρα. μία δέ τις πορνικὴ γυνὴ καὶ ἀκόλαστος κεράμιον θερμοῦ ὕδατος πλῆρες ἁρπασαμένη ἐξ ὀπτανείου τῶν ἐκείνου κατεκένωσε παρειῶν. καὶ οὐδεὶς ἦν, ὃς οὐκ ἦν ἐπ᾿ Ἀνδρονίκῳ κακοποιός. καὶ οὕτως ἀτίμως ἐπὶ τὸ θέατρον ἀπαχθεὶς μετὰ γελοιώδους θριάμβου καὶ τοῦ οἰκτροῦ ἐκείνου καὶ παιζομένου ἐπὶ καμήλου ὑψώματος καὶ ὅπερ ἄνωθεν κατέβη αὐτόχρημα ἐκ ποδῶν ἀναρτᾶται, τινῶν ἀναψάντων ἐκ φελλύρας καλώδιον, κατὰ τοὺς περὶ τὰς ἐπικλινεῖς τὸν τράχηλον ἐκ χαλκοῦ πεποιημένας λύκαινάν τε καὶ ὕαιναν ἱσταμένους δύο στυλίσκους καὶ λίθον ἐπικείμενον ἔχοντας.

Τοσαῦτα δὲ πεπονθὼς καὶ μυρία ἕτερα ὑποστάς, ὅσα ὁ λόγος παρέδραμεν, ὅμως ἀντεῖχεν ἔτι γενναίως πρὸς τὰς ἐπιφορὰς τῶν δεινῶν ἐρρωμένος ὢν τὸ φρονεῖν. πρὸς δὲ τοὺς ἐπεισχεομένους καὶ βάλλοντας ἐπιστρεφόμενος ἄλλο μὲν οὐδὲν ἐφθέγγετο, εἰ μὴ τὸ „Κύριε ἐλέησον” καὶ „ἵνα τί κάλαμον συντετριμμένον προσεπικλᾶτε”; ἀλλ᾿ οὐδὲ μετὰ τὴν ἐκ ποδῶν ἀπαιώρησιν οἱ ἀνούστατοι ὄχλοι τοῦ πολυπαθοῦς ἀπέσχοντο Ἀνδρονίκου ἢ φειδὼ τῶν ἐκείνου σαρκῶν ἔλαβον, ἀλλὰ περιελόντες τὸ χιτώνιον κακῶς ἐτίθουν τὰ παιδογόνα μόρια. ἀνόσιος δέ τις καὶ διὰ τοῦ φάρυγγος εἰς τὰ ἔγκατα ἐπίμηκες ξίφος ἔβαψε, τινὲς δὲ τῶν ἐκ τοῦ Λατινικοῦ γένους καὶ κατὰ τῆς ἐξέδρας ἀκινάκην ἀμφοτέραις ἐπήρεισαν καὶ περιστάντες κατέφερον τὰ ξίφη, ὁποῖόν ἐστι τμητικώτερον ἀποπειρώμενοι καὶ τῇ τῆς χειρὸς κομπάζοντες δεξιότητι διὰ τὸ ἀξιόλογον τῆς πληγῆς.

Καὶ μετὰ τοσαῦτα μογήματα καὶ παθήματα μόλις ἀπέρρηξε τὴν ζωήν, τὴν δεξιὰν χεῖρα μετ᾿ ὀδύνης ἐκτείνας καὶ περιαγαγὼν οὕτω τῷ στόματι, ὥστε καὶ τοῖς πολλοῖς ἔδοξεν ἐκμυζᾶν τοῦ ἐκ ταύτης ἔτι θερμοῦ ἀποστάζοντος αἵματος διὰ τὸ νεαρὸν τῆς τομῆς.

Ἦρξε δ᾿ ἐνιαυτοὺς δύο καὶ ἕνα τῶν πραγμάτων κύριος ἐγεγόνει τηβέννης ἄνευ καὶ ἀρχικοῦ διαδήματος. ἦν δὲ τὴν τοῦ σώματος φυὴν εὐφυής, ἀγητὸς τὸ εἶδος, ὄρθιος ἀναβαίνων, τὴν ἡλικίαν ἡρωϊκὸς κἀν τῷ βαθεῖ γήρᾳ τὴν ὄψιν νεοειδὴς ὑγιεινότατός τε ἀνθρώπων, ὅτι μηδ᾿ ὀψοφάγος ἦν καὶ ἀκρατῶς ἔχων κοιλίας ὡς ζωροπότης καὶ τένθης, ἀλλὰ κατὰ τοὺς Ὁμηρικοὺς ἥρωας μάλιστα τοῖς ὀπτοῖς προσέκειτο τῷ πυρί, ὅθεν οὐδ᾿ ἐρυγγάνοντά τις αὐτὸν ἐθεάσατο. ἀλλ᾿ εἴ ποτε πλημμελῶς εἶχε στομάχου, πανημερίῳ μόγῳ τε καὶ νηστείᾳ καὶ τὸ βραχέως ἐνοχλοῦν ἀπεκρούετο ψωμῷ ἄρτου καὶ οἴνου κεράσματι ἐπιμετρῶν τὴν θεραπείαν τοῦ σώματος. οὐκοῦν οὐδ᾿ ἀντιδότῳ ἐχρήσατο πώποτε, εἰ μὴ ἅπαξ ἐν τῇ βασιλείᾳ, καὶ τότε τῶν ἰατρῶν εἰς τοῦτο ἐποτρυνάντων ἄκοντα, φαμένων, εἰ καὶ μὴ δι᾿ ἐνσκήψασαν καχέκτησιν, ἀλλ᾿ οὖν προφυλακῆς χάριν τὸ ἀνύσιμον χρεὼν προσενέγκασθαι φάρμακον. πιὼν τοίνυν τὸ καθάρσιον βράδιον καὶ περὶ δύνοντα ἥλιον ἀπεκένωσέ τι τοῦ ἐν φλεψὶ περιττώματος, ὥστε καὶ πρὸς τοὺς φάσκοντας τῶν ἑταίρων ἐπ᾿ αὐτῷ οἴεσθαι τοὺς πλείστους τὸ παλαίφατον λελέχθαι τοῦτο χρησμῴδημα „δρεπανηφόρε, τετράμηνόν σε μένει” ἐπιμειδιῶν ἔλεγε διεψεῦσθαι προδήλως· αὐτὸς γὰρ καὶ ἐνιαυτὸν ὅλον νοσηλείᾳ παντοίᾳ τοῦ σώματος διαρκέσειεν ἂν προσπαλαίων τῷ ῥωμαλέῳ πεποιθὼς τοῦ σώματος καὶ φανταζόμενος, ὡς ἔοικεν, ὡς μαλακῷ θανάτῳ δαμήσεται καὶ εἰρηνικῷ τέλει συμπερανεῖ τὴν ζωήν, τὴν δ᾿ ἐναντίαν τελευτὴν ἢ ἑκὼν ἀποπροσποιούμενος ἢ μὴ κατὰ νοῦν ὅλως βαλλόμενος.

Καίτοι λόγος διαρρέων καὶ ἐς ἡμᾶς ἵκετο ὡς ἵππων ἀγομένης ἁμίλλης, ἐκτείνας τὴν χεῖρα Ἀνδρόνικος δακτύλῳ ὑπέδειξε τῷ ἐξαδέλφῳ καὶ βασιλεῖ Μανουὴλ τοὺς κίονας, ὧν μέσον αὐτὸς ἀνηρτήθη, εἰπὼν ὡς ἐκεῖσε μέλλει ποτὲ βασιλεὺς ἀπαιωρηθῆναι Ῥωμαίων κακῶς παθὼν ὑπὸ τοῦ τῆς πολιτείας πληρώματος· τὸν δὲ πρὸς τὴν Ἀνδρονίκου εἰσήγησιν ἀποκρίνασθαι, ἀλλ᾿ αὐτὸς τέως οὐκ ἐσεῖται ὁ τοῦτο πεισόμενος.

Καὶ τοιοῦτο μὲν τέλος θανάτου κατείληφε τὸν Ἀνδρόνικον, ἐξάπινα εἰς ἐρήμωσιν ὡσεὶ καὶ ἐνύπνιον ἐξεγειρομένου γεγενημένον, καὶ ἐν τῇ πόλει τὴν οἰκείαν ἐξουθενωμένον εἰκόνα, εἴτε τὸν τοῦ προσώπου χαρακτῆρα βούλοιτό τις οὕτω νοεῖν, εἴτε τὰ ἐπὶ τῶν τοίχων καὶ σανίδων εἰκάσματα, ἐπεὶ καὶ ταῦτα ὁ πολὺς κατηχρειώκει λεὼς καὶ διεσκεδάκει πρὸς γῆν καὶ ἐλέπτυνεν, ὡς οὐδ᾿ οἱ περὶ Μωσέα πρότερον ἀφορισθέντες τὸ χωνευθὲν ἐν μέθῃ ταυρόκρανον.

Μεθ᾿ ἡμέρας δέ τινας καθαιρεθεὶς τοῦ οἰκτροτάτου ἐκείνου ὑψώματος ὅσα καὶ πτῶμα θρέμματος ἐν μιᾷ τῶν τῆς ἱπποδρομίας ἁψίδων παραρριπτεῖται. ἐσύστερον δέ τινες μερίδα τῷ ἐλέῳ διδόντες καὶ μὴ πάντα τῷ θυμῷ χαριζόμενοι ἐκεῖθεν τὸν Ἀνδρονίκου νεκρὸν ἀνελόμενοι παρά τινι κατωτάτω τόπῳ κατέθεντο περί που τὴν Ἐφόρου μονήν, ἣ κατὰ τὸ Ζεύξιππον ἵδρυται, ὃ καὶ εἰσέτι μὴ πάντῃ διαλυθὲν τῆς ἁρμονίας τοῖς βουλομένοις ὀπτάνεται. ὁ γὰρ ἀμεμφής, ὡς ᾤετο, τὰ πάντα καὶ δίκαιος Ἰσαάκιος οὐ κατένευσε καθαιρεθῆναι καὶ ταφῇ παραδοθῆναι Ἀνδρόνικον ἢ ἀπενεχθῆναι τὸν τούτου νεκρὸν εἰς τὸν τῶν ἁγίων τεσσαράκοντα νεών, ὃν Ἀνδρόνικος ἐπεποίησε φιλοτίμως καὶ λαμπροῖς ἠγλάϊσε κόσμοις καὶ ἀναθήμασι περιττοῖς κατεκάλλυνε καὶ ἐν ᾧ τὸν τοῦ σώματος χοῦν ἀποθησαυρίσαι προεμηθεύσατο.

Ἐκλείπων δὲ ἦν τὴν ψυχὴν εἰς τὰς τοῦ θεοκήρυκος Παύλου ἐπιστολὰς καὶ συνεχῶς τοῦ ἐκ τούτων ἀποστάζοντος ἐνεφορεῖτο μέλιτος καὶ ἄριστα ἐπιστέλλων ἐκ τῆς αὐτῶν πειθανάγκης τὰ οἰκεῖα περιέβαλλεν ἐπιστόλια. ἀμέλει τοι καὶ ἀρχαίας χειρὸς εἰκόνα τοῦ πνευματορρήτορος Ταρσέως κόσμῳ λαμπρύνας τῷ ἐκ χρυσοῦ ἀνέθηκε τῷ ῥηθέντι ναῷ· ἡ δέ, τῆς Ἀνδρονίκου καταστροφῆς ἐγγιζούσης, τῶν ὀφθαλμῶν ἀπεστάλαττε δάκρυον. τοῦτο δ᾿ ἀκηκοὼς Ἀνδρόνικος στέλλει τοὺς ἀκριβωσομένους τὰ τῆς ἀκοῆς. ἦν δὲ μεθ᾿ ἑτέρων εἰς τοῦτο ἐπιλεγεὶς καὶ ὁ Ἁγιοχριστοφορίτης Στέφανος, ὃς καὶ διὰ βαθμίδος ἀνελθὼν (ἦν γὰρ ἡ εἰκὼν μετέωρος) ἀπέψησεν ὑφάσματι ἀκηράτῳ τὰς τοῦ Παύλου κόρας. αἱ δὲ κατὰ τὰς διασμωμένας κρήνας ἔτι πλεῖον τὸ δάκρυον ἐξεκένουν. καὶ θαυμάσας ὃ ἑώρακεν Ἀνδρονίκῳ ἀπιὼν διηγήσατο. ὁ δὲ μέγ᾿ ὀχθήσας καὶ τὴν κάραν ὦδε κἀκεῖσε ταλαντεύσας ἐπέμυξε καὶ εἴρηκεν ἐπ᾿ αὐτῷ ἄρα δακρύειν ἐοικέναι τὸν Παῦλον καὶ κακὸν αὐτῷ χείριστον προσημαίνειν τὸ ἀγγελλόμενον· φιλεῖν γὰρ ἐκθύμως τὸν Παῦλον καὶ τῶν αὐτοῦ ῥημάτων ἄκρως ἐξέχεσθαι καὶ ἀντιφιλεῖσθαι δήπουθεν ὑπὸ Παύλου.

Ἵνα δὲ συνελὼν εἴπω τὸ πᾶν, εἰ τοῦ ἐντόνου τῆς ἀπηνείας ὑπεχάλα Ἀνδρόνικος, μηδ᾿ εὐθὺς ἐπῆγε τὸν καυτῆρα καὶ τὴν τομὴν ἀεὶ ῥανίσιν αἱμάτων προσδιαπλέκων καὶ διαχρώζων τὸ ἀμπεχόνιον τῷ ἀπαραίτητος εἶναι πρὸς κόλασιν, ὅπερ ἐκ τῶν ἐθνῶν, οἷς προσέμιξεν, ἀπεμάξατο πολυπλανέστατος ἀνθρώπων γενόμενος, ἦν ἂν οὐκ ἐλάχιστος ἐν τοῖς ἐκ Κομνηνῶν ἄρξασιν, ἵνα μὴ λέγω ὡς ἐν ἴσῃ τῇ στάθμῃ καὶ πάντῃ ἰσόρροπος, ἐπειδήπερ ἦν κἀκ τούτου συλλέγειν ἀνθρώπινα ἄττα μέγιστα ἀγαθά· οὐ γὰρ πάντῃ ἀπηνθρώπιστο, ἀλλὰ κατὰ τὰ διφυῆ ἀναπλαττόμενα μορφώματα θηριωδίας μετέχων καὶ βροτείῳ εἴδει ἐκέκαστο.

Περὶ δ᾿ Ἀνδρονίκου καὶ ἕτεροι τὸ μέλλον αὐτῷ προφοιβάζοντες ἰαμβεῖοι στίχοι βίβλοις ἐμφέρονται καὶ στόμασι πολλῶν περιᾴδονται, σὺν ἄλλοις δὲ καὶ οὗτοί εἰσιν· „αἴφνης δ᾿ ἀναστὰς ἐκ τόπου πλήρους πότου ἀνὴρ πελιδνός, ἀγέρωχος τὸν τρόπον, στικτός, πολιός, ποικίλος χαμαιλέων, ἐπεισπεσεῖται καὶ θερίσει καλάμην. πλὴν ἀλλὰ καὐτὸς συνθερισθεὶς τῷ χρόνῳ ἐσύστερον τίσειεν ἀθλίως δίκας ὧν περ κακῶς ἔπραξεν ἐν βίῳ τάλας· ὁ γὰρ φέρων μάχαιραν οὐ φύγῃ ξίφος”. πλήρη δὲ πότου τόπον τὸ Οἴναιον ὑπεμφαίνουσιν, ὡς δηλοῖ καὶ τὸ τῆς χώρας προσώνυμον, ἐξ οὗπερ Ἀνδρόνικος ἀπάρας, ὡς ἤδη ἐρρέθη μοι, πρὸς Κωνσταντινούπολιν παρεγένετο.


ΒΑΣΙΛΕΙΑ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ

Ἀπραγμόνως δ᾿ οὕτω τὴν βασιλείαν παραλαβὼν Ἰσαάκιος ὁ Ἄγγελος καὶ τῷ τοῦ Ἁγιοχριστοφορίτου αἵματι ὡς εἰπεῖν αὐτὴν ὠνησάμενος ἐκ τοῦ μεγάλου παλατίου εἰς τὰ ἐν Βλαχέρναις ἀφικνεῖται ἀνάκτορα καὶ εἰς ἑαυτὸν οὐκ ὀρθῶς ἕλκων τὰ ἔπη καὶ ἀνὰ στόμα φέρων διὰ παντός, ἃ περὶ τοῦ βοοσχήμονος βασιλέως ἐκπεφώνηται καὶ διέξεισιν οὑτωσί· „τὸ σχῆμα φαίνει τὸν τόπον καὶ τὸν τρόπον, ὅθεν μολήσας, οἷος ὀφθείς μοι φίλος· πρώτας γὰρ ἔχεις ἀρετὰς ἄλλων πλέον καὶ σωφρονίζεις σωφρονῶν τοὺς φιλτάτους· ὅθεν τέτευχας χρηστοτάτου τοῦ τέλους μόνος ἀναχθεὶς ἐξ ἀνακτόρων κλέος καὶ τῷ νεκρῷ, κράτιστε, λιπὼν τὸ κράτος· ὡς ἐν βραχεῖ γὰρ εὐτυχήσεις τὸ κράτος” ἀρίστως τὸν δίκαιον ὑπεκρίνετο. τῷ ἐλέῳ τε γὰρ τῶν ἐνδεῶν ἤλειφε πλησμίως τὴν κεφαλὴν βασιλεύσας καὶ τῶν ταμιείων ἔνδον ὡμίλει τῷ ἐν τῷ κρυπτῷ βλέποντι πατρὶ θεῷ. ἀθροίσας δὲ καὶ τοὺς ἐν ἐξορίαις κακουχουμένους καὶ ὅσους Ἀνδρόνικος ἢ τῆς οὐσίας ἐψίλωσεν ἢ ἐς σῶμα διελωβήσατο εὖ ἐποίει ἱκανῶς οὐκ ἀποδιδοὺς μόνον, εἴ τι τῶν πάλαι προσόντων αὐτοῖς οὐκ ἠφάντωτο τῇ βασιλικῇ γάζῃ στεγόμενον ἢ παρ᾿ Ἀνδρονίκου βραβευθὲν ἑτέροις εἰσέτι περιελέλειπτο, ἀλλὰ κἀκ τῶν ἀρχικῶν θησαυρῶν προσπαρέχων καὶ φιλοτίμῳ χειρὶ δεξιούμενος.

Ὃ καὶ τὸν κατὰ τῶν Ἰταλῶν κατεύθυνε πόλεμον, οἳ Θεσσαλίαν τε εἶχον ἤδη καὶ Ἀμφίπολιν παρεστήσαντο, καταθρασυνόμενοι ἀναίδην καὶ αὐτῆς τῆς περιωνύμου μεγαλοπόλεως καὶ μεγαλαυχοῦντες τῷ κατά τε γῆν κατά τε θάλασσαν αὐτὴν διαλαβεῖν ῥᾳόνως ὡς ἐρήμην καταλήψεσθαι νοσσιὰν καὶ σκυλεύσειν ἀταλαιπώρως βραχυημέρῳ πάνυ καιρῷ. οἱ γὰρ ἄνθρωποι τὴν Ἰσαακίου ἀρχὴν ὡς ἐκ χειμῶνος εἰς ἔαρ μετάβασιν ἢ γαλήνην ἀπὸ ζάλης θεασάμενοι σταθερὰν ἐκ τῶν ἁπανταχῇ Ῥωμαϊκῶν συνέρρεον χώρων, οὐ μόνον ὅσοι ὡπλίτευον, ἀλλὰ καὶ οἳ ἀπόμαχοί ποτε ἦσαν, καὶ αὐτοὶ δὲ οὐχ ἧττον ἠΐθεοι, οἱ μὲν ὀψόμενοι μόνον τὸν ἐλευθερωτὴν Μωσῆν καὶ τὸν ἐπανάγοντα Ζοροβάβελ τὴν αἰχμαλωσίαν Σιών (οὕτω γὰρ αὐτοῖς ἐκρίνετο Ἰσαάκιος), οἱ δὲ ἀποληψόμενοι τὰ συνήθη τοῖς στρατευομένοις ὀψώνια, τινὲς δὲ καὶ στρατολογηθησόμενοι καὶ κατὰ τῶν Σικελῶν ἀνδρισόμενοι.

Ὡς δὲ δήλη γέγονεν ἡ Ἀνδρονίκου καταστροφὴ τοῖς κατὰ τὴν Φιλίππου ἐπαρχίαν τῷ βασιλεῖ συναπάρασιν Ἰωάννῃ τῷ Ἀνδρονίκου παιδί, παραχρῆμα καὶ αὐτὸς συλληφθεὶς τὰς κόρας ἐκκόπτεται καὶ καταστρέφει τὴν ζωὴν ἐπωδύνως, ὑπομείνας παρακαλοῦντα καὶ μὴ εὑρών, καὶ συλλυπούμενον καὶ μὴ ἰδών.

Καὶ ὁ ἀδελφὸς δέ οἱ ὡσαύτως Μανουὴλ συσχεθεὶς ἐκτυφλοῦται, κατὰ μηδὲν αὐτῷ ἐπαρκέσαντος τοῦ μηδ᾿ ὅλως τοῖς πατρικοῖς συντίθεσθαι ἀνομήμασι καὶ συνειδέναι τοῦτο ἀκριβέστατα οὐ μόνον τοὺς ἐν ἀγορᾷ στρεφομένους, ἀλλὰ καὶ αὐτὸν ἁπάντων μάλιστα Ἰσαάκιον, ὃς ἐστέρησε τὸν ἄνδρα φωτός.

Ἰδὼν δὲ Ἰσαάκιος τὴν ἐκ τῶν ἑῴων πόλεων συνδρομὴν τοῦ λεὼ ἱκανὴν συνάρασθαί οἱ κατὰ τῶν ἐκ Σικελίας ἐχθρῶν αὐτούς τε ἀσμένως εἰσῳκίζετο καὶ δωρεαῖς εὐφραίνων ὅση δύναμις καὶ ὁπλοδοτῶν εἰς τὸ μετὰ τοῦ Βρανᾶ στρατόπεδον ἐξαπέστελλε καὶ τοῖς λοιποῖς δὲ Ῥωμαϊκοῖς τάγμασιν, ὁπόσα ἐθυραύλει τοῖς πολεμίοις ἀντιφερόμενα, ἔπεμψε τὰ βασιλικὰ σιτηρέσια καὶ ἔτι μᾶλλον πρὸς τὸν ἀγῶνα ἐπέρρωσε τὸν προκείμενον ποσωθέντα εἰς χρυσίου κεντηνάρια τεσσαράκοντα.

Αὐτὸ μέντοι τὸ ἐκ Σικελίας ἀντίμαχον, μήπω τὰ κατ᾿ Ἀνδρόνικον ἐνωτισάμενον, εὐθαρσῶς τε τῆς εἰς τὰ πρόσω πορείας εἴχετο πέρας τῆς ὁδοιπορίας τὴν Κωνσταντίνου θέσθαι διανοούμενον· καὶ ὁ στόλος δὲ ἀναπλεύσας ταῖς νήσοις προσώκειλεν, αἳ ἄγχιστα τῆς πόλεως ἀμφιρρέονται. ἀλλ᾿ ὁ τοὺς γίγαντας μὴ ἐν πλήθει ἰσχύος αὐτῶν καὶ ἅρμασι καὶ ἵπποις σώζεσθαι ἀφιεὶς καὶ τοῖς ταπεινοῖς χάριν ἐπισταλάττων, οὗτος τοὺς ὑψαύχενας ἔσφηλε, καὶ αὖθις ἀτεχνῶς καταβὰς οὐ συνέχεε μὲν τὰς γλώσσας αὐτῶν, εἰς δὲ τρισσούμενα τούτους καταδιεῖλε τμήματα. τὸ μὲν γὰρ τὴν τῶν Θετταλῶν προκαθημένην εἰάθη φρουρεῖν καὶ ἔμενε κατὰ χώραν μετὰ νηῶν ταχυναυτουσῶν, τὸ δὲ τὰς Σέρρας ἔκειρε περιιὸν ἀδεῶς, τὸ δὲ τρίτον τοῦ πρόσω ἐχόμενον οὐδ᾿ αὐτὸ καθαρῶς ἦν ἀδιαίρετον, ἀλλ᾿ ὃ μὲν Στρυμόνος ἔπινε καὶ ἐλούετο φθεῖρον τὰ κατ᾿ Ἀμφίπολιν, ὃ δὲ προπορευόμενον γεγηθὸς καὶ οἷον προαρπάζον τὴν εἰς τὴν βασιλεύουσαν εἴσοδον κατὰ Μοσυνόπολιν ἐστρατοπεδεύετο. ἀεὶ δὲ νικῶντες καὶ μηδένα τὸν ἐς χεῖρας ἔχοντες ἐπιόντα ἀπερισκέπτους ἔδρων τὰς ἐκδρομὰς καὶ κατὰ ἴλας ἀποδιίσταντο καὶ ἄλλος ἄλλοθι, ὥσπερ ἑκάστῳ φίλον, ἀπεσκεδάννυντο, εἴ ποτε δεήσειεν ἐξιέναι τῆς Μοσυνοπόλεως ἐπὶ ληϊσμῷ καὶ τὰ ἐπιτήδεια εἰσενέγκασθαι.

Φυλάξας τοίνυν ὁ στρατηγὸς τὰ παρὰ τῶν βαρβάρων ὧδέ πῃ γινόμενα τὴν στρατιὰν ἐπάγει κατὰ καιρόν, μόλις πείσας ἀποστῆναι μικρὸν τῶν ὀρέων καὶ βαδίσαι ποτὲ καὶ πεδίον ἱππήλατον. καὶ ὡς ἤνυσάν τι χρηστὸν ἐκ πρώτης ὁρμῆς καὶ μοῖραν ἐτρέψαντο τῶν ἀντιπάλων, τὸν τῶν Μυρμιδόνων μῦθον ἔργοις αὐτοῖς ἐπιστώσαντο αἴφνης εἰς ἀγαθοὺς ἄνδρας μετατεθέντες καὶ ἀεὶ τὸν ὄπισθεν κτείνοντες. συνέβη δ᾿ ἐπιταθῆναι τὴν τῶν πολεμίων ἐπιδίωξιν καὶ κατὰ Μοσυνόπολιν αὐτήν. εὐτυχῶς δὲ καὶ τοῖς ἐφεξῆς προσπλακέντες ἐπιτίθενται καὶ τοῖς τοῦ πολίσματος ἔνδοθι. ἀμέλει καὶ τὰς πύλας παρὰ τῶν πολεμίων φρουρουμένας (ἤδη γὰρ φόβος καὶ φρικασμὸς αὐτοὺς περιεκέχυτο σώματος) παραδόντες πυρὶ εἰσπεπηδηκότες ἔσωθεν ἐνειστιῶντο ταῖς σφαγαῖς ἐπὶ μακρὸν ἀπόσιτοι ὄντες καρυκευμάτων ἀρεϊκῶν. ὡς δ᾿ ἔφαγον πλοῦτον ἐθνῶν ἐνεπλήσθησάν τε καὶ ἐλιπάνθησαν τοῖς λαφυραγωγήμασι, καὶ κατὰ τῶν περὶ τὴν Ἀμφίπολιν ἐφρονηματίσθησαν ὡς ἕωλον τροφὴν τὴν πρότριτα νίκην ἀντιπαρελθόντες.

Ἀπῆραν οὖν ὡς παρεμβολὴ Θεοῦ ἢ λεόντων στρατόπεδον τοῖς τῶν πολεμίων ἵπποις καὶ ὁπλισμοῖς φραξάμενοι κατὰ τῆς περὶ τὸν Στρυμόνα ἔτι σκηνουμένης λοιπῆς μερίδος τῶν ἀντιπάλων· ὅτε καὶ τοῦ κύβου τῶν πραγμάτων θεόθεν ἄλλως ῥιφέντος, οἱ μὲν πρώην ὑψαύχενες καὶ γαῦροι καὶ μικροῦ τοῖς δόρασιν ὄρη μετεωρίσειν καὶ μεταθήσειν κομπάζοντες, ὡς καταιβάτῃ πληγέντες ἢ βροντῆς ἤχῳ ἐξαισίας παρακοπέντες τὸν νοῦν τοῖς τῶν κατὰ Μοσυνόπολιν οἰκείων ἀπευκταίοις ἀκούσμασιν, ἀνεβάλλοντο τὴν μάχην καὶ ἐξετάσσοντο ῥᾳθύμως, οἱ δὲ Ῥωμαῖοι τὸ ταπεινὸν ἀποθέμενοι τοῦ φρονήματος ὡς εἰς θήραν ὀρνίθων χαμαιπετῶν ὑψινεφεῖς ἐξεποτῶντο ἀετιδεῖς καὶ ὤργων ἀπτέρῳ τάχει συμπλακῆναι ὑφ᾿ ὧν ἦσαν ἀπορνιθούμενοι πρότερον ὀνειδείοις ῥήμασιν.

Ἐπεὶ δ᾿ εἰς ἕνα χῶρον συνήλθοσαν ἀμφότερα τὰ στρατεύματα (ἦν δὲ οὗτος ὁ τοῦ Δημητρίτζη λεγόμενος τόπος), τότε δὴ μᾶλλον οἱ Σικελοὶ καθυπέδειξαν ὃ πεπόνθασι δείλανδρον. συμβάσεων γὰρ ἐμέμνηντο καὶ τούτων ἕνεκα διεκηρυκεύοντο πρὸς Βρανᾶν. καὶ τὰ μὲν πρῶτα Ῥωμαίοις ἥνδανε τὰ αἰτούμενα· μετὰ βραχὺ δ᾿ οὐκέτ᾿ αὐτοὶ γεγονότες, ἀλλὰ δόλον εἶναι ὑποτοπάσαντες τὰ παρὰ τῶν ἀντιπάλων προβαλλόμενα, ἢ εἰ μὴ τοῦτο, δειλίαν γοῦν ἐκ τοῦ ἀναμφιλέκτου πρόδηλον, μὴ πολέμου ἀναμείναντες σύνθημα, μὴ σάλπιγγος ἠχὴν μήτε τι ἕτερον παράγγελμα τῶν ὅσα στρατηγοῖς εἴθισται ποιεῖν πρὸ τῶν συμπλοκῶν, προσβάλλουσι τοῖς πολεμίοις τὰ ξίφη γυμνώσαντες. οἱ δὲ μέχρι μέν τινος εὐθαρσῶς καὶ ἀνδρείως τὴν τῶν Ῥωμαίων ἐμβολὴν ἐδέξαντο καὶ καμπάς τινας καὶ ἑλίξεις ὁ πόλεμος ἔλαβε· τέλος δὲ πρὸς τὸ ὑπεράγαν ἔνθερμον τῆς Ῥωμαϊκῆς ὁρμῆς ὑπενδόντες ἔκλιναν εἰς τροπὴν καὶ ἀκόσμως ἔφευγον. ὅθεν καταλαμβανόμενοι ἀνῃροῦντο, ἐζωγροῦντο, ὠθοῦντο κατὰ ποταμοῦ τοῦ Στρυμόνος, ἐλαφυραγωγοῦντο, ἐσκυλεύοντο. ἤγετο δὲ ἑβδόμη τοῦ Νοεμβρίου μηνὸς καὶ περὶ δείλην ἦν τῆς ἡμέρας, ὁπότε ταῦτα ἐγίνετο.

Συλλαμβάνονται δὲ καὶ οἱ δύο στρατηγοὶ τοῦ στρατεύματος, ὅ τε Ῥιτζάρδος ὁ τῆς γυναικὸς τοῦ Ταγκρὲ κασίγνητος, ὃς ἐναυάρχει τοῦ τῶν Σικελῶν ναυτικοῦ, καὶ ὁ Ἀλδουῗνος κόντος, γένους μὲν οὐ φὺς εὐγενοῦς καὶ λαμπροῦ, διὰ δὲ τὴν κατὰ πόλεμον δεξιότητα αἰδέσιμος ὢν τῷ ῥηγὶ καὶ τότε ὑπὲρ πάντας τὸ τῆς στρατηγίας ὑπεζωσμένος σέμνωμα· ὃς καὶ ταῖς προτέραις κατὰ Ῥωμαίων νίκαις μεγαλοπρεπευόμενος ἑαυτὸν ἐξωμοίου τῷ Ἀλεξάνδρῳ τῷ πάνυ τῷ Μακεδόνι, μόνον οὐκ ἐν στήθεσι κατ᾿ ἐκεῖνον τρίχας δεικνὺς ῥάμφους καὶ πτερῶν εἰκασίαν ὑπεμφαινούσας, καὶ μείζω ἢ ἐκεῖνος ἔργα δι᾿ ἀκαριαίου καιροῦ καὶ ἀναιμωτὶ ὑπερηφανεύετο διαπράξασθαι.

Ὅσοι δὲ τὸ τοῦ πολέμου διαταθὲν ἐξήλυξαν δίκτυον ἔκ τε τουτωνὶ τῶν ἰλῶν καὶ οἳ τὰ ἐν Σέρραις χωρία κατέτρεχον, εὐθὺ τῆς Θεσσαλονίκης ἵενται καὶ τῶν ἐκεῖσε μακρῶν ἐπιβάντες νηῶν, ὡς εἶχον εὐθὺς ἀπὸ τῆς φυγῆς, οὐκ εὔπλουν τὸν πλοῦν εὕρισκον· φοροὶ γὰρ εἰς τὴν αὐτῶν ἀφάνισιν ἀνεγερθεῖσαι λαίλαπες ἀποπλῆσαι τὸν μόρον αὐτοὺς εἰργάσαντο, ὃν θεόθεν χερσαῖον ἐπικλωσθέντα μετὰ βραχὺ μετέθεντο κατὰ θάλατταν. πολλοὶ δὲ μὴ ἐντυχόντες τριήρεσιν, ἐπικαταλαμβανόμενοι ἔτι κατὰ Θεσσαλονίκην ἀλύοντες πολυτρόπως ἐφθείροντο, καὶ μάλιστα ὑπὸ τῶν ἐπικούρων Ἀλανῶν. οὗτοι γὰρ ἀντίρροπα δρῶντες ὧν πεπόνθασιν, ἡνίκα Θεσσαλονίκη ἑάλωκεν, οὐ φειδώ τινος τῶν πολεμίων ἐλάμβανον, τὰς δ᾿ ἀμφόδους καὶ τὰ τῶν θείων σηκῶν πρόναα πτωμάτων ἐνέπλησαν. ἐπερόμενοι δὲ καὶ τοὺς συλλαμβανομένους Σικελοὺς „ποῦ ποτὲ ὁ ἀδελφός”; (ὁ συμφυλέτης δηλαδὴ Ἀλανός, ὃν κατὰ τὴν ἅλωσιν οἵδε ἀπέκτειναν) ἐπῆγον ἅμα τῷ λόγῳ τὸ ξίφος. ἀλλὰ καὶ τοὺς προσρυομένους τεμένεσιν ἀπέσφαττον „ποῦ ποτε ὁ παπᾶς”; λέγοντες, ὅπερ ἔστιν οὓς ἀνῃρήκεσαν ἱερεῖς ἐκεῖνοι εἰσεφρηκότες ἔνδον τῶν ἱερῶν.

Ὅτε καὶ τοιοῦτο καινόν τι ἐπισυνέβαινε· τοὺς γὰρ κύνας φασὶ κατὰ μὲν τὴν τῆς πόλεως ἅλωσιν μηδενὸς νεκριμαίου σώματος τῶν ἀναιρεθέντων Ῥωμαίων ἅψασθαι ἢ ὅλως ὀδοῦσι σίνασθαι ἢ αἰκίσασθαι, τότε δὲ οὕτως ἐμμανῶς τοῖς πτώμασι τῶν πεσόντων Λατίνων προσφέρεσθαι καὶ κόρον οὐδένα μηδαμῶς εἰδέναι σαρκοβορίας, ὡς καὶ τυμβωρυχεῖν καὶ ἀνακαλύπτειν τὰ παραδοθέντα ταφῇ σώματα καὶ κύρμα ταῦτα ποιεῖν.

Ζωγρεῖται δὲ σὺν οἷς εἴπομεν δυσὶ στρατηγοῖς καὶ ὁ ἐκ Κομνηνῶν νοὸς ἔρημος καὶ φθόριμος Ἀλέξιος, ὁ τούτων πάντων αἴτιος τῶν κακῶν, καὶ τοῦ τῶν ὀφθαλμῶν φωτὸς στέρεται ὁ τῶν Χαρωνείων οἰκήσεων ἄξιος.

Ἦσαν δ᾿ οἳ καὶ πρὸς τὴν Ἐπίδαμνον ἀπεσώθησαν καὶ τοῖς ἐκεῖσε ὁμοφύλοις φρουροῖς τῆς πόλεως ὡς σπέρματα χιλιοστύων πολλῶν ἀγαπητῶς ἀπεδόθησαν· ἣν καὶ παντοίοις ὅπλοις ἀμυντηρίοις ὁ Σικελίας ῥὴξ κρατυνάμενος ὕστερον οὐκ ἀπεδίδου Ῥωμαίοις μετὰ τὴν τῶν οἰκείων στρατευμάτων φθοράν, ἀλλ᾿ ἣν οὐκ ἔδει μετὰ ἧτταν καὶ αἰσχύνην περιφανῆ δόξαν ἑαυτῷ θηρώμενος κατεῖχε φρενοβλαβῶς. μετὰ βραχὺ δὲ πρὸς τὰς δαπάνας ἀπειρηκὼς ἑκόντως ἀπέσχετο.

Καὶ ὁ μὲν χερσαῖος πόλεμος τοιοῦτον αἴσιον ἀπείληφε πέρας οὐδέποτε ἐπὶ καρδίαν ἡμῶν τινος ἀνελθόν. ἀλλ᾿ ὁ πάντων κηδόμενος θεός, ὅτι πάντων δεσπόζει, καὶ μετὰ φειδοῦς πολλῆς διοικῶν τὰ ἀνθρώπινα καὶ ἐλεῶν τὰ πάντα, ὅτι πάντα δύναται, οὗτος εἰς ῥοπὴν πλάστιγγος ἐπαγαγὼν τὰ ἡμέτερα καὶ χρηστὴν ἐλπίδα πᾶσαν ἀπενεγκὼν ἡμᾶς παιδεύσας βραχέα τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι ἐμαστίγωσεν, οὐ στοιχείων μεθαρμοζομένων, οὐδὲ γῆς μὲν ἐξαγούσης πλῆθος σκνιπῶν, ποταμοῦ δὲ ἐξερευγομένου ἔνυδρα ζῶα βατράχους, οὐδὲ σφηκῶν ἀποστελλομένων προδρόμων τοῦ στρατοπέδου ἤ τινος ἑτέρου τῶν παλαιῶν ἐξαισίων, ἀλλὰ τῶν ἀναιρουμένων ἀποκτεινόντων τοὺς φονευτὰς τῷ ἐξαίφνης εἰς ἀποτόμους ὑπὸ Θεοῦ μεταβληθῆναι πολεμιστάς, ἐπεὶ καὶ δειλόν τι πρᾶγμα ἡ πονηρία ἰδίῳ καταδικαζόμενον μάρτυρι, καὶ προσείληφεν ἀεὶ τὰ χαλεπὰ τῇ οἰκείᾳ συνειδήσει συνεχόμενον.

Τί γὰρ καὶ εἶχον δεινὸν ἐπεγκαλεῖν Ῥωμαίοις οἱ Σικελοί, οὓς οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα πλεῖστον ἀφ᾿ ἡμῶν ἐξετόπισαν; ἀλλ᾿ εἴπερ ἔστι τῶν βαθυτέρων ἀνεπιπλήκτως ἅψασθαι κριμάτων Θεοῦ, Κύριος ἔπαισεν ἡμᾶς, ὅτι ἔγνωκεν ἁμαρτήματα ἡμῶν· ἀλλ᾿ ἐπειδήπερ ἦσαν ἰταμοὶ καὶ οὐκ ᾤκτειρον οἵτινες ἡμᾶς θεόθεν εἰλήφασιν εἰς μαστίγωσιν, οὐδ᾿ αὐτοὶ τοῦ τὸν ἔλεον θέλοντος καὶ ψωμίζοντος ἄρτον δακρύων καὶ ποτίζοντος ἐν δάκρυσιν ἐν μέτρῳ τὸν δίκαιον χόλον ἐξέφυγον, ἀλλ᾿ ὡς ἐκ δρυμοῦ λέων ἐμπίπτοντες καὶ ὡς λυκιδεῖς ὀλοθρεύοντες καὶ ὡς πάρδαλις ἐφαλλόμενοι, γεγένηνται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες καὶ κατεκυριεύθησαν οἱ κυριεύσαντες καὶ κεκέρακεν αὐτοῖς Κύριος πνεῦμα πλανήσεως, δείξας ὡς καὶ αὐτοῖς ἦσαν κηλῖδες διὰ τὸ τοῦ τρόπου φονικὸν εἰς φοινικοῦν χρωζόμεναι καὶ νίτρων δεόμεναι. οὐκοῦν καὶ τὰ οἰκεῖα ὅρια ὑπερβαλόντες εἰσέδραμον τὰ ἡμέτερα, μαστιγοῦντες ἡμᾶς βραχέα καὶ μαστιγωθησόμενοι πλείονα.

Καὶ τὴν μὲν ἵππον οὕτως ἡ δίκη μετῆλθεν. αἱ δὲ μακραὶ νῆες ὑπὲρ τὰς δὶς ἑκατὸν οὖσαι οὐδ᾿ αὗται κακῶν ἀπαθεῖς πρύμναν ἐκρούσαντο. ἀποβᾶσαι γὰρ κατὰ τὸν Ἀστακηνὸν κόλπον πολλοὺς ἀπεβάλοντο τῶν πλωτήρων, Ῥωμαϊκαῖς ἐγκύρσασαι στρατιαῖς, αἳ τὰς ἐνορμίσεις αὐτῶν ἀπεκώλυον ἀμφὶ τὰς ἀκτὰς ἑλισσόμεναι καὶ πᾶσαν ἄβατον ἐποίουν ἤπειρον· τὸ δὲ Σικελικὸν ναυτικόν, εἴ ποτε κατὰ χέρσον προύκυψεν ἢ ἀποβάθραν ἔβαλεν, εὐθὺς τοῖς βέλεσιν ὡς ὕδατος σταγόσι πάντοθεν καταντλούμενον ὡς κέλυφος χελῶναι τὰ τῶν νηῶν ὑπέτρεχε καταστρώματα.οσαύταις δὲ οὔσαις τὸν ἀριθμὸν ταῖς ναυσὶ αἱ ἡμέτεραι εἰσάπαξ ἑκατὸν συγκροτούμεναι μάχεσθαι ἀπεθάρρουν. καὶ οὐ τὸ ναυτικὸν ἐκαρδίωττε μόνον, ἀλλὰ καὶ πολλοὶ τῶν ἀστυπολιτῶν ταῖς ἁλιάσιν ἐμβάντες καὶ ὅτῳ τύχοι καθοπλισάμενοι τὸν πλοῦν ἐς τοὺς πολεμίους ἔσφυζον θέσθαι· οὐ συνεχωροῦντο δὲ πρὸς τοῦ βασιλέως καὶ τῶν συνδιασκεπτομένων αὐτῷ τὰ κοινά, οὐκ εἰς τὸ πρόθυμον τῶν ἡμετέρων ἀφορᾶν μόνον ἐχόντων, ἀλλὰ καὶ τὸ ὑπερπαῖον προορωμένων τῶν ἀντιμαχομένων νηῶν. καὶ κατὰ τοῦτο περὶ τὴν τῶν Κιόνων ἠϊόνα αἱ τριήρεις σαλεύουσαι οὐ περαιτέρω προῄεσαν· ὁ δὲ τῶν ἐναντίων στόλος περὶ τὰς δεχεπτὰ τὴν κώπην σχάσας ἐν ταῖς νήσοις ἡμέρας ὡς οὐδένα πως ἑώρα τῶν ὁμοφύλων κατὰ χέρσον προσιόντα, οὐκ ἀγαθὴν εἰκάσας τὴν ἀναβολὴν μεθαρμόζεται πρὸς ἀπόπλοιαν. καὶ δὴ τὴν νῆσον τὴν Καλώνυμον πυρπολήσας καὶ ὅσα πάραλα κεῖται κατὰ κόλπον τὸν Ἑλλησπόντιον εἴχετο τοῦ οἴκαδε πλοῦ. φασὶ δὲ ὡς καὶ τούτων πολλαὶ αὔτανδροι τῷ βυθῷ κατέδυσαν ἀντιπνοίαις περιπεσοῦσαι καὶ καταιγιδώδεσιν ὁμιλήσασαι πνεύμασι. καὶ λιμὸς δὲ καὶ νόσος ἔστιν ἃς ἐξεκένωσε.

Καὶ οὕτω μὲν οὐ μεῖον ἢ δέκα χιλιάδες μαχίμων ἀνδρῶν ἐν τοῖσδε τοῖς πολέμοις ἀπώλοντο, αὐτοὶ δὲ οἱ ζωγρηθέντες κατ᾿ ἀμφοτέρους τοὺς πολέμους ὑπὲρ τὰς τέσσαρας χιλιάδας ἀριθμούμενοι ταῖς δημοσίαις φυλακαῖς ἐγκαθείργνυνται. μὴ ἐκ βασιλικῶν δὲ ψωμιζόμενοι ταμιείων ἤ τινος τῶν ὅσα τὸ ζῆν συνίστησι μεταλαγχάνοντες ἄλλοθέν ποθεν, ἀλλ᾿ ἄρτῳ μόνῳ διαζῶντες, χορηγουμένῳ πρὸς τῶν θεοφιλῶς ἐπισκεπτομένων τοὺς ἐν εἱρκταῖς, κακῶς ἐφθείροντο, ὥσθ᾿ ὁ τὴν ἀρχὴν τῆς Σικελίας χειρίζων καὶ τὴν τότε κατὰ Ῥωμαίων κίνησιν θέμενος τοῦτο πυθόμενος διὰ γραμμάτων τῷ βασιλεῖ κατωνείδιζε τὸ ἀφίλοικτον ὡς ἐῶντι ἀφιλανθρώπως λιμῷ καὶ γυμνότη τι παραπόλλυσθαι τηλίκων καὶ τοσούτων στίχας ἀνδρῶν, ἐναργῶς μὲν ἀράντων ὅπλα κατὰ Ῥωμαίων νόμῳ πολέμου, Χριστιανῶν δ᾿ ὅμως ὄντων καί οἱ παραδεδομένων εἰς χεῖρας ὑπὸ Θεοῦ. χρῆναι δ᾿ ἔλεγε τὸν νικῶντα ἢ πανωλεθρίαν εὐθὺς τῶν ζωγρηθέντων καταψηφίζεσθαι, εἰς θηρίου φύσιν ἐκ πολλοῦ τοῦ παραλόγου μεταμειφθέντα καὶ τὸν ἀνθρώπινον νόμον παραβλεψάμενον, ἢ μὴ δοκιμάσαντα τοῦτο, συνειληφότα δὲ καὶ καθείρξαντα, τρύφος ἄρτου διαθρύπτειν ὀκτάβλωμον, εἰ περὶ τὴν διαρκῆ διαίτησιν κιμβικεύεται, ἀλλὰ μὴ τιμωρεῖν τοῦ διὰ ξίφους καὶ αὐτίκα μόρου μακρότερα λιμώττειν ἐῶντα καὶ παγετῷ καὶ κρυμῷ διαρρηγνύναι κακῶς τὴν ψυχὴν καὶ φόνου αἰτίαν ἐπάγεσθαι, εἰ καὶ μὴ τὰ στέρνα διατορεῖ δόρατι ἢ τὸ βέλος ἁρπαζόμενον τοῖς σπλάχνοις καὶ ἐμβαπτόμενον δείκνυσιν, ἐπεὶ μηδὲ διαφέρειν τὸ φονεῦσαι καὶ φόνου παρασχεῖν πρόφασιν. βασιλεὺς δὲ ὠσὶν ἄκροις παραδεξάμενος τὰ γραφόμενα εἴασε τοὺς τάλανας ὡς πρότερον φθίνεσθαι, ὡς ἐν αὐτῷ ὄντος τοῦ ὅ τι ποτ᾿ ἂν αὐτοὺς βούλοιτο δρᾶσαι. σύνδυο οὖν καὶ σύντρεις πολλάκις τῆς ἡμέρας ἐκκομιζόμενοι νεκροταφίων ἄμοιροι καὶ ἄτερ τῶν τελευταίων λουτρῶν κατὰ τῶν πολυανδρίων ἐξετινάσσοντο καὶ καταδύσεων τῶν ὑπογείων.

Καθίσας δ᾿ ὁ βασιλεὺς ἐπὶ δίφρου χρυσοκολλήτου καὶ περιδὺς τὴν λιθόστρωτον τήβενναν βῆμά τε πολυανθρωπότατον ἠθροικώς, ὡς εἴη μὴ τοῖς ἀλλοφώνοις μόνον ἀλλὰ καὶ Ῥωμαίοις ἐπιφοβώτατος, εἰσάγεσθαι κελεύει τοὺς τοῦ Σικελικοῦ στρατεύματος ἀρχηγούς, δηλαδὴ τὸν Ἀλδουῗνον καὶ τὸν Ῥιτζάρδον. οἳ καὶ τὸ τῆς κεφαλῆς ἀποθέμενοι κάλυμμα καὶ δουλικωτέραν προσκύνησιν ἀπονείμαντες ἠρωτήθησαν παρὰ τοῦ βασιλέως, ὅπως αὐτόν, χριστὸν ὄντα Κυρίου, ἐκακολόγουν ἐν τοῖς πρὸς αὐτὸν γράμμασιν, οὐδὲν μὲν δικαίως ἔχοντος ἐπεγκαλεῖν, τῇ δ᾿ ἐνεστώσῃ τύχῃ παρὰ τὸ δέον χρωμένου καὶ κυδρουμένου καὶ τῷ ἡττῆσαι κατὰ κράτος τὸ πολέμιον φυσωμένου.

Αὐτὸς μὲν γὰρ ὁ βασιλεὺς Ἰσαάκιος τὴν βασιλείαν ἄρτι παραλαβὼν πρέσβεις ἀποστείλας, ἔτι τῆς Λατίνης στρατιᾶς συνεστώσης, οὐδέν τι τῶν πρὸς διαλλαγὴν φερόντων τοῖς στρατηγοῦσιν ἐλάλησε, μήτε δώροις ἀγάλλων, μήτ᾿ εὐνοίας ὑπαγόμενος πλάσμασιν, ἀλλ᾿ ἐπιστείλας ἀρχικώτερον καὶ πάσαις μὲν αἰτίαις πᾶσι δὲ βάλλων ἐγκλήμασιν ἐσοβαρεύετο πρὸς ἄνδρας ἔτι νικῶντας κἀπὶ τοὺς ἑαυτῶν πόδας τιθέντας ἅπαν τὸ ἐν Ῥωμαίοις καὶ τὸ οἰκεῖον ἀνυμνῶν ἄντικρυς ξίφος καὶ μεγαλύνων ὡς τμητικώτατον διηπειλεῖτο ἐφ᾿ οἷς ἔτι διηπορεῖτο ἐξολόθρευσιν αὐτῶν καὶ ἀπώλειαν, εἰ μὴ μεταβουλευσάμενοι παλίμποδες γένωνται, ὅθεν ἐξῄεσαν.

Ὁ δ᾿ Ἀλδουῗνος ἀγέρωχος ὢν καὶ ἄλλως, ὡς ἔδειξε, τότε δὲ καὶ ταῖς ἐνεστώσαις τύχαις ὡς ἀσκὸς ἐξοιδούμενος, οὐκ ἐνεγκὼν τὰ ἐπεσταλμένα ἀμείβεται τὸν βασιλέα λόγοις κομψευτικοῖς. τό τε γὰρ ξίφος αὐτοῦ ἐκωμῴδησεν ὡς σκιατραφέσιν ὀξυνόμενον σώμασιν (ὑπῃνίττετο δὲ τὰ γραφόμενα τὸν τοῦ Ἁγιοχριστοφορίτου θάνατον), καὶ αὐτὸν δὲ τὸν Ἰσαάκιον ὡς ἀπάλαμνον ἐμωκᾶτο· μηδὲ γὰρ θυραυλῆσαί ποτε καὶ ἐπὶ θυρεοῦ ἀφυπνῶσαι ἢ μαρύλλης ἀνασχέσθαι κράνους καὶ μολυσμὸν ὑπενέγκειν θώρακος, ἀλλὰ καπνῷ γραμμάτων προσανέχειν ἐς γραμματιστοῦ φοιτῶντα ἐξ ἁπαλῶν ἔτι ὀνύχων καὶ δέρριν ἐξημμένον περὶ ἀριθμῷ διεξιοῦσαν πινακίδιόν τε καὶ γραφεῖον ἀνὰ χεῖρας ἔχοντα τὴν σκυτάλην συχνὰ ὑποβλέπεσθαι καταφερομένην τῶν χειρῶν αὐτοῦ καὶ τῶν πυγῶν, καὶ ταύτης μόνης εἰδέναι καὶ δεδιέναι τὰ κροταλίσματα, ἀπειλὴν δ᾿ Ἄρεος ὑφίστασθαι μηδαμῶς, μηδὲ δοῦπον ἀκόντων ἐνηχηθῆναί ποτε. οὐ ταῦτα δὲ μόνον ἐπικερτομῶν ἔγραφεν, ἀλλὰ καὶ παραίφασιν εἰσῆγε καὶ ἐχθρὸς ὢν συμφράδμων ἐγίνετο. καὶ ἐνῆγεν ἀποθέμενον τὸ βασίλειον στεφάνωμα καὶ τὰ λοιπὰ τῆς ἀρχῆς ἀποβαλόμενον καὶ συμπτύξαντα σύμβολα τούτων μὲν ὑπεκστῆναι καὶ τηρεῖν τῷ νικῶντι καὶ κρείττονι, τὸν ἑαυτοῦ κύριον οὕτω τὸν ῥῆγα λέγων, αὐτὸν δὲ ὑποπεσεῖν καὶ περὶ τοῦ μόνον ζῆν ἐπανατείνεσθαι δέησιν.

Καὶ βασιλεὺς μὲν διὰ ταῦτα ὑπ᾿ εὐθύνην ἦγε τότε τοὺς στρατηγούς, μὴ φέρων τὸ τοῦ Δαυὶδ κατὰ νοῦν „ἡ γλῶσσα ἡμῶν παρ᾿ ἡμῖν ἐστι· τίς ἡμῶν κύριός ἐστι”; καὶ θανάτου ἐτίμα τὰ γεγραμμένα.

Ὁ δὲ Ἀλδουῗνος οὐκ ἦν ἄρα μόνον δεινὸς ἐπιπλῆξαι τὴν τύχην ἔτι ἔχων ὑπερηφανευομένην, ἀλλὰ καὶ κολακεύειν ἤσκητο ἄκρως, πρὸς ὃ μόνον πᾶν ὅπλον καὶ πᾶσα μικροῦ μηχανὴ πέφυκεν ἀσθενέστερα, ἐν οἷς ἀπολελοιπὸς ἦν αὐτὸν τὸ εὐδαιμονεῖν· ἐξέκρουσε γὰρ τῆς ὀργῆς καὶ καθήδυνε τὸν βασιλέα ὑποσκυζόμενον, τὸ ξίφος αὐτοῦ μεγεθύνειν ἀρξάμενος ὡς βασιλικὸν ὄντως καὶ τομόν, καὶ μὴ κουφολογίαν ἀνόνητον, ῥήματα δὲ ἀληθείας τὰ παρὰ βασιλέως τότε γραφέντα διετείνετο εἶναι καὶ ἀτεχνῶς ἐνσημανθέντα χειρὶ Θεοῦ. ἀλλὰ καὶ ἑαυτὸν οὐκ ἀπόβλητον ἐδεῖτο ἡγεῖσθαι, εἰ δριμύτερα ἐπέστελλε· τὸ γὰρ τῶν ἐχθρῶν μῖσος καὶ ἡ φύσις οἶδεν ἀνέγκλητον.

Πρὸς ἅπερ ἀπεσιώπησε βασιλεὺς μηδέν τι προσθεὶς ἕτερον, οὐκ οἶδ᾿ εἴτε τῇ κολακείᾳ ἐκθηλυνθείς, εἴτε τῇ ὑπερηγορίᾳ καταπεισθείς.

Καὶ αὐτοὶ μὲν ἐκεῖθεν ἐξήλθοσαν, καὶ γεγόνασιν αὖθις ἔμφρουροι. βασιλεὺς δ᾿ ἑτέραις προσσχὼν ὑποθέσεσι προσέθετο τοῖς παροῦσι διατρανώσασθαι καὶ τοῖς λοιποῖς δὲ πᾶσιν οὐκ εἶναι ὅλως ἀνήκοον ἤθελεν ὡς ἀπὸ τῆς ἡμέρας ἐκείνης οὐδένα ἐς τὸ σῶμα διαλωβήσεται, κἂν ἔχθιστος ἀνδρῶν τις ἐσεῖται. κἂν τῇ αὐτοῦ βιοτῇ καὶ βασιλείᾳ ἐπιβουλεύων ἁλῷ. καὶ οἱ μὲν τὸ βασιλικὸν βῆμα τότε πληροῦντες ἐπευφήμησαν τοῖς λελαλημένοις τούτοις καὶ ἐπερρόθησαν ὡς μικροῦ φωνῆς ἀκηκοότες Θεοῦ, καὶ πᾶς ἐνηχηθεὶς τὸ ῥῆμα τουτὶ δώρημα Θεοῦ τὸν βασιλέα τέλειον ἔλεγε, πρὸς τὴν τοῦ ἐπηγγελμένου ἐργωδίαν ὁρῶν καὶ τὸ τῆς πραότητος πολὺ ἐκπληττόμενος· μηδὲ γὰρ ἐξεῖναί τινι, καὶ μάλιστα βασιλεύοντι, μοχθηρίαν φύσεως φέρειν ἀκίνητον πρὸς τὸ κρεῖττον ἢ δυσμετάθετον, ἢ στέγειν ἄνθρωπον ἀποστατικὸν καὶ λῃστεύοντα τὴν ἀρχήν, κἂν ἀρετῆς μεταποιοῖτο μάλιστα καὶ μετὰ Δαυὶδ οὐκ ἀνταποδιδοίη τοῖς ἀνταποδιδοῦσι κακά, ἢ ψάλλων εἴη κατ᾿ ἐκεῖνον ἐν καιροῖς κινδυνώδεσιν „ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς”.

Αὐτὸς μέντοι βασιλεὺς ἀντιφθεγγομένην προδήλως τῇ γλώττῃ καθυπέφηνε μετὰ βραχὺ τὴν προαίρεσιν, καὶ ὥσπερ ἐν τῷ λέγειν οὐ διεστείλατο, οὕτω κἀν τῷ πράττειν οὐ συνεστείλατο, ἀλλὰ μικροῦ διημιλλήθη Ἀνδρονίκῳ τὸ προσκεκρουκὸς σινόμενος, μὴ τὸ τοῦ Σολομῶντος ἐπῃνεκὼς ὅ φησιν „ἀγαθὸν τὸ μὴ εὔξασθαι ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι”.

Ὁ δέ γε τοῦ Ἰκονίου σουλτάν (ἦν δὲ εἰσέτι ὁ Κλιτζασθλάν, εὐγηρίαν ἄγων καὶ γεγονὼς ὑπὲρ ἔτη τὰ ἑβδομήκοντα) τὸν Ἀνδρονίκου ἐνωτισθεὶς θάνατον καὶ τὴν ἀνάρρησιν Ἰσαακίου πυθόμενος καταστοχάζεται ἀρίστως ὅσα εἰκὸς ἐπὶ ταῖς τῶν βασιλέων τοιαῖσδε μεταθέσεσί τε καὶ παραλύσεσι γίνεσθαι, καὶ μᾶλλον εἰ πόλεμος ἀνθέλκει ἑσπέριος καὶ πολέμων ὁ κράτιστος· καὶ δὴ ἐσβολὴν ποιεῖται κατὰ τοῦ τῶν Θρᾳκησίων θέματος δι᾿ εὐίππου καὶ εὐόπλου πάνυ στρατιᾶς, τοῦ Σαμῆ ἀμηρᾶ στρατηγοῦντος. οὐκοῦν ἀνδρῶν κεκενωμένον εὑρὼν τὸ τοῦ Κελβιανοῦ κλίμα ὅπλα φέρειν εἰδότων (πάντες γὰρ ὡς χείμαρροι μετερρύησαν πρὸς τὸν νεωστὶ τὴν ἁλουργίδα ἐμπορπησάμενον Ἰσαάκιον) ἀνθρώπους τε πολλοὺς ἐχειρώσατο καὶ ζώων ἤλασεν ἀγέλας παντοδαπῶν καὶ ὠφελειῶν ἄλλων τὸ οἰκεῖον ἐνέπλησε στράτευμα.

Ἠρεμησάντων δὲ καὶ τῶν ἑῴων ἐθνῶν ἄλλοις τε προσκαίροις φιλοτιμήμασιν, ἀλλὰ δὴ καὶ ἐτησίων ἀπολήψεσι φόρων (οὕτω γὰρ οἱ ἐς ἡμᾶς ὑπερκαθήμενοι Ῥωμαίων μετιέναι ἴσασι τὸ ἀλλόφυλον, τὴν οἰκουρίαν μεταδιώκοντες ὡς θαλαμηπόλοι νεάνιδες, αἳ περὶ τὴν ταλασίαν διαπονοῦνται), ἠθέλησεν ἐξ ἀλλοεθνοῦς γένους ἑαυτῷ μνηστεύσασθαι γαμετήν· ἣν γὰρ ἐνυμφεύσατο πρότερον θανάτῳ ἀπεβάλετο. καὶ δὴ κοινολογησάμενος διὰ πρέσβεων τῷ τῆς Οὐγγρίας ῥηγὶ τῷ Βελᾷ μνηστεύεται εἰς γυναῖκα τὴν ἐκείνου θυγατέρα, τῆς δεκαετηρίδος οὔπω ἀκριβῶς ἁψαμένην.

Τὰ δὲ γαμοδαίσια θύειν ἀπὸ χρημάτων δημοσίων σμικρολογούμενος ἀμισθὶ ταῦτα ἐκ τῶν οἰκείων συνέλεγε χώρων· καὶ ἔλαθε διὰ σμικροπρέπειαν καὶ ἄλλας μὲν πόλεις καλαμησάμενος, αἳ κατ᾿ Ἀγχίαλον συνῳκίζοντο, ἑαυτῷ δὲ μάλιστα καὶ Ῥωμαίοις ἐκπολεμώσας τοὺς κατὰ τὸν Αἷμον τὸ ὄρος βαρβάρους, οἳ Μυσοὶ πρότερον ὠνομάζοντο, νυνὶ δὲ Βλάχοι κικλήσκονται.

Οὗτοι γὰρ ταῖς δυσχωρίαις πεποιθότες καὶ τοῖς φρουρίοις θρασυνόμενοι, ἃ πλεῖστα τέ εἰσι καὶ ὀρθὰ κατ᾿ ἀποτόμους κείμενα πέτρας, καὶ ἄλλοτε μὲν κατὰ Ῥωμαίων ἐμεγαλαύχησαν, τότε δὲ πρόφασιν εὑρηκότες ὃ δὴ λέγεται Πάτροκλον τὴν τῶν οἰκείων θρεμμάτων ἀπαγωγὴν καὶ κάκωσιν ἑαυτῶν ἐς ἀποστασίαν λαμπρὰν ἀνεσκίρτησαν.

Ἦσαν δὲ οἱ τοῦ κακοῦ πρωτουργοὶ καὶ τὸ ἔθνος ὅλον ἀνασείσαντες Πέτρος τις καὶ Ἀσάν, ὁμογενεῖς καὶ ταὐτόσποροι, οἳ καὶ μὴ δρῶντες τὴν νεωτέρισιν ἀπροφάσιστον προσίασι βασιλεῖ, σκηνουμένῳ ἐν τοῖς Κυψέλλοις, αἰτούμενοι συστρατολογηθῆναι Ῥωμαίοις καὶ διὰ βασιλείου γράμματος σφίσι βραβευθῆναι χωρίον τι βραχυπρόσοδον κατὰ τὸν Αἷμον κείμενον· καὶ ἀποτυχόντες τοῦ αἰτήματος—ἦν γὰρ ἡ θεία ἐπικρατεστέρα κίνησις—ὑπετονθόρυζον ὡς οὐκ εἰσακουσθέντες, εἰκαίως δὲ καὶ τὴν αἴτησιν ἐπανατεινάμενοι παρέπτυσάν τι καὶ ῥῆμα θερμότερον τὴν ἀποστασίαν ἐμφαῖνον καὶ ὅσα ἐπανιόντες οἴκαδε δράσουσι, καὶ τούτων μάλιστα ὁ Ἀσὰν ὁ καὶ θρασύτερος καὶ ὠμότερος, ὃς καὶ τύπτεται κατὰ τῶν προσώπων ἐπιταγῇ τοῦ σεβαστοκράτορος Ἰωάννου, ἐπιπληχθεὶς εἰς ἀναίδειαν.

Καὶ οἱ μὲν ἄπρακτοι οὕτως ἐπανῆλθον καὶ περιύβριστοι· ὅσα δὲ κατὰ Ῥωμαίων οἱ ἀνοσιουργοὶ οὗτοι καὶ μιαροὶ διεπράξαντο, τίς ἂν ἐφίκοιτο λόγος ἢ ποία διήγησις τοσαύτας κακῶν Ἰλιάδας συμπεριλήψεται; ἀλλὰ μήπω περὶ τούτων, τὸ δὲ λέγειν προβαινέτω μοι καθ᾿ εἱρμόν.

Ἔτι τοῦ ἐκ Κομνηνῶν Ἰσαακίου τυραννεύοντος τῆς Κύπρου καὶ μήτε χρημάτων ὑποσχέσεσιν ἀποσχέσθαι ταύτης προτιθεμένου μήθ᾿ ὑποκλινομένου τῷ βασιλεῖ, οὔτε μὴν τὰ δεινὰ μετριάζοντος, ὅσα ἐκακούργει κατὰ Κυπρίων ἀεὶ καινοτέρας κολάσεις ἐπινοῶν, ἔγνω κατ᾿ αὐτοῦ στόλον καταρτύσειν ὁ βασιλεύς. καὶ ἐπειδὴ μακραὶ νῆες ἡτοιμάσθησαν ἑβδομήκοντα, ναύαρχοι ἀναδείκνυνται ὁ Κοντοστέφανος Ἰωάννης, οὐδοῦ ἐπιβὰς γήραος, καὶ ὁ Κομνηνὸς Ἀλέξιος, ὃς εἰ καὶ εὐῆλιξ ἦν καὶ ἀνδρεῖος καὶ τοῦ βασιλεύοντος ἐξανεψιός, ἀλλ᾿ ἐκκοπεὶς τὰς κόρας ὑπ᾿ Ἀνδρονίκου ἀχρεῖος πρὸς τῶν ὅλων εἰς τὴν τότε στρατήγησιν συλλελόγιστο καὶ τοῖς πολλοῖς ἀπαίσιος ἐκρίνετο οἰωνός.

Καὶ δὴ ὁ μὲν ἐς Κύπρον πλοῦς ἀκίνδυνος καὶ τὸ πνεῦμα λίαν φορόν, ἠρέμα πως ἐμπῖπτον τοῖς λαίφεσι, τὰ δ᾿ ἐφεξῆς καὶ μετὰ τὸ προσσχεῖν εἰς τοὺς ἐκεῖσε λιμένας ἁπάσης ἀγριώτερα λαίλαπος· αὐτούς τε γὰρ ὁ τῆς Κύπρου κρατῶν Ἰσαάκιος συμβαλὼν ἐτροπώσατο καὶ ὁ τῶν τότε κατὰ θάλατταν πειρατῶν κράτιστος, ὁ Μεγαρείτης καλούμενος, ἐπαμύνων Ἰσαακίῳ ἀνωϊστὶ ἐπέθετο ταῖς ναυσὶ κεκενωμένας εὑρὼν τῶν ἀνδρῶν εἰς τὸν χερσαῖον πόλεμον ἐξιόντων. οἱ δὲ τριηράρχαι οὐ μόνον οὐδέν τι γενναῖον ἴσχυσαν ἐκτελέσαι, ἀλλὰ καὶ χερσὶ τῶν ἐναντίων ἑάλωσαν εὐμαρῶς. καὶ αὐτοὺς μὲν τῷ Μεγαρείτῃ ἐκδίδωσιν Ἰσαάκιος ἐς ὅ τι βούλεται χρήσασθαι· καὶ εἶχε τούτους Σικελία καὶ ὁ ταύτης τύραννος, εἰς ὃν ὡς δεσπότην ὁ Μεγαρείτης ἀνέφερε τὰ ἑαυτοῦ. ὁ δ᾿ Ἰσαάκιος πολλοὺς μὲν τῶν Ῥωμαίων μετὰ τὴν ἧτταν τοῖς οἰκείοις κατέλεξε τέλεσι, πολλοὺς δὲ καὶ ἀγρίαις ποιναῖς καθυπέβαλεν, ὁποῖος οὗτος ἀπαραίτητος ὢν κολαστής, ἐν οἷς καὶ τὸν Ῥεντακηνὸν Βασίλειον πελέκει ἐκ τοῦ γόνατος θάτερον τῶν ποδῶν ἐκτεμών. ἦν δὲ ὁ ἀνὴρ οὗτος ἄριστος τὰ πολέμια καὶ τῷ Ἰσαακίῳ τούτῳ ὡς Ἀχιλλεῖ ποτε Φοῖνιξ μύθων τε ῥητὴρ καὶ τῶν πολεμικῶν ἔργων διδάσκαλος πεφηνώς· ὀργιλώτατος δ᾿ ὢν ἀνθρώπων ὁ Ἰσαάκιος καὶ κατὰ λέβητα καχλάζων ἀεὶ τῷ θυμῷ παράφορά τε φθεγγόμενος ἐν τῷ χολᾶν καὶ τὴν κάτω γένυν τρομαλέαν δεικνύς, καὶ ἄλλως δὲ οὐχ ἱλαρὰ θρέπτρα ἐκτίνειν εἰδώς, τοιαύτῃ τιμωρίᾳ τὸν ἑαυτοῦ καθυποβάλλει παιδαγωγόν, τὸ δὲ ναυτικὸν πλῆθος ἔνθα οἱ πρὸς βουλῆς διαφῆκε πορεύεσθαι. οἳ καὶ ὡς ἐκ ναυαγίου μακροῦ χρόνιοι τὰ οἴκοι κατέλαβον, ὅσοι μὴ τριῶν ἑνί τινι κακῷ θαλάσσης καὶ λιμοῦ καὶ τελευτῆς ἀπεγένοντο.

Τῶν δὲ Μυσῶν ἀποστασίαν νοσησάντων περιφανῆ καὶ ἀρχηγῶν τοῦ κακοῦ τοῦδε ὧν εἴρηκα γεγονότων, ἔξεισι βασιλεὺς κατ᾿ αὐτῶν.

Χρὴ δὲ κἀκεῖνα μὴ παριδεῖν ἀνιστόρητα. οἱ Βλάχοι ὤκνουν τὰ πρῶτα καὶ ἀπεπήδων πρὸς τὴν ἀπόστασιν, εἰς ἣν ἐνήγοντο πρὸς τοῦ Πέτρου καὶ τοῦ Ἀσάν, τὸ τοῦ πράγματος μέγεθος ὑφορώμενοι. τῆς δὲ δειλίας ταύτης τοὺς ὁμογενεῖς ἀπάγοντες οἱ ταὐτόαιμοι εὐκτήριον ἐδείμαντο οἶκον ἐπ᾿ ὀνόματι Δημητρίου τοῦ καλλιμάρτυρος, εἰς ὃν πολλοὺς τῶν δαιμονολήπτων συνηθροικότες ἐξ ἑκατέρου γένους, αἱμωποὺς καὶ διαστρόφους τὰς κόρας, λυσιχαίτους, καὶ τἆλλα ἀκριβῶς διασώζοντας, ὁπόσα οἱ τοῖς δαίμοσι κάτοχοι διαπράττονται, τοιάδε τούτοις ἐνθουσιῶσιν ὑπετίθουν φθέγγεσθαι, ὡς ὁ θεὸς τοῦ τῶν Βουλγάρων καὶ Βλάχων γένους ἐλευθερίαν εὐδόκησε καὶ τοῦ χρονίου ζυγοῦ ἐπένευσεν ἀπαυχένισιν, οὗ χάριν καὶ τὸν Χριστομάρτυρα Δημήτριον ἀπολιπεῖν μὲν τὴν Θεσσαλονικέων μητρόπολιν καὶ νεὼν τὸν ἐκεῖ καὶ τὰς παρὰ Ῥωμαίοις διατριβάς, ἐς δ᾿ αὐτοὺς ἀφικέσθαι ὡς ἐπαρήξοντα καὶ συλλήπτορα τοῦ ἔργου ἐσόμενον. ἀνακωχευόμενοι δὲ πρὸς βραχὺ οἱ παράφοροι οὗτοι καὶ αἴφνης τὸ πνεῦμα πλεῖον συλλέγοντες ἐπιληπτευόμενοι ἀνεσοβοῦντο καὶ ἐβόων ἐνθεαστικῶς καὶ διάτορον μὴ εἶναι τὸ ἀπὸ τοῦδε ἕδρας ἀκμήν, ἀλλ᾿ ὅπλα μετὰ χεῖρας λαβεῖν καὶ Ῥωμαίοις ὁμόσε χωρεῖν, τοὺς δέ γε συλλαμβανομένους κατὰ πόλεμον μὴ ζωγρεῖν, μὴ ζωογονεῖν, ἀλλ᾿ ἀποσφάττειν καὶ κατακαίνειν ἀνηλεῶς, μηδ᾿ ἐπὶ λύτροις ἀφιέναι, μηδ᾿ ἐπικάμπτεσθαι δεήσεσι, μηδὲ γονυκλισίαις θηλύνεσθαι, ἀλλ᾿ ὥσπερ τινὰς ἀδάμαντας πρὸς πᾶσαν ἀνενδότους εἶναι παράκλησιν καὶ φθείρειν πάντα τὸν συλληφθέντα.

Ὑπὸ θεοπρόπων οὖν τοιούτων ὅλον τὸ γένος ἐξομιληθέντες τῶν ὅπλων ἅπαντες γίνονται. καὶ ὡς αὐτίκα εὐημερήθη τούτοις τὰ τῆς ἀποστασίας, ἔτι μᾶλλον ἔθεντο τῇ ἐλευθερίᾳ σφῶν ἐπευδοκεῖν τὸν θεόν. καὶ μικρὸν ἡγησάμενοι τὸ καθ᾿ ἑαυτοὺς ἄνετον καὶ ἀπόλυτον καὶ κατὰ τῶν ἐκτὸς ἐμπλατύνονται τοῦ Ζυγοῦ. ἅτερος δὲ τῶν ὁμαιμόνων ὁ Πέτρος καὶ στεφανίσκῳ χρυσέῳ διαδεῖται τὴν κεφαλὴν καὶ τοῖς ποσὶν ὑπορράπτει καὶ περιτίθησι κοκκοβαφὲς πέδιλον. τῇ δὲ Πρισθλάβᾳ προσβαλόντες (πόλις δ᾿ αὕτη ὠγυγία ἐκ πλίνθου πᾶσα ὀπτῆς καὶ πλείστην τὴν περίμετρον ἔχουσα), ὡς οὐκ ἀκίνδυνον ἑώρων τὴν πολιόρκησιν, αὐτὴν μὲν ἀντιπαρέρχονται, τὸν δ᾿ Αἷμον ὑποκατέρχονται, καὶ Ῥωμαϊκαῖς ἐπικαταρραγέντες κωμοπόλεσιν ἀπροσδόκητοι πολλὰ μὲν σώματα Ῥωμαίων ἐλεύθερα, πολλοὺς δὲ βόας καὶ ὑποζύγια καὶ τῶν ἄλλων βοσκημάτων χρῆμά τι οὐκ ἐλάχιστον διαρπάζουσιν.

Ἔξεισι τοίνυν ὁ βασιλεὺς κατ᾿ αὐτῶν. οἱ δὲ τῶν δυσχωριῶν καὶ ἀπροσβάτων αὖθις ἐπιλαβόμενοι ἀντέσχον ἐπὶ πολύ. γνόφου δὲ παρὰ δόξαν ἀναβάντος ὑπὸ Θεοῦ, ὃς σκότος τίθησι τὴν οἰκείαν ἀποκρυβήν, καὶ τὰ ὄρη καλύψαντος, ἃ ἐτήρουν οἱ βάρβαροι τὰς τῶν παρόδων στενὰς προλοχίσαντες, ἔλαθον Ῥωμαῖοι λάθρᾳ αὐτοῖς ἐπιστάντες καὶ διασκεδάζουσιν οὕτω καταπλῆγας θέμενοι. καὶ οἱ μὲν ἀρχηγοὶ τοῦ κακοῦ καὶ τῆς στρατιᾶς, ὁ Πέτρος δηλαδὴ καὶ Ἀσάν, καὶ ὅσον περὶ αὐτοὺς ἑταιρικὸν ἀποστατικὸν κατὰ τὴν τῶν εὐαγγελικῶν χοίρων ἀγέλην ὡς εἰς θάλασσαν τὸν Ἴστρον ὥρμησαν καὶ τοῦτον διαπλωϊσάμενοι τοῖς ἐκ γειτόνων Σκύθαις προσέμιξαν· ὁ δὲ βασιλεὺς κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν πᾶσαν τὴν Μυσίαν ἔχων περιελθεῖν καὶ φρουρὰς ἐπιστῆσαι ταῖς ἐκεῖσε πόλεσιν, αἳ πολλαὶ μέν εἰσι κατὰ τὸν Αἷμον, αἱ δὲ πλείους ἢ γοῦν ἅπασαι σχεδὸν ἐπὶ πετρῶν ἀποτόμων καὶ περινεφῶν γηλόφων πεπολισμέναι, τοιοῦτον μὲν οὐδέν τι καὶ διαπέπραχε, πυρὶ δὲ τὰς θημωνίας τῶν καρπῶν παραδοὺς καὶ τοῖς τῶν ὀφθέντων Βλάχων φενακισμοῖς ὑπαχθεὶς παλίμπους ἐκ τοῦ παραυτίκα γίνεται, ἔτι ὠδίνοντα τὰ ἐκεῖσε παρείς. ὅθεν εἰς πλατύτερον μᾶλλον κατὰ Ῥωμαίων ἐπῆρε τοὺς βαρβάρους μυκτῆρα καὶ πλειόνως ἠρρένωσεν.

Ὁ μὲν γὰρ τὴν βασιλίδα καταλαβὼν ἐπὶ τοῖς κατωρθωμένοις ἦν βρενθυόμενος, καί τινα τῶν ἐπὶ τῷ δικάζειν (ἦν δὲ οὗτος ὁ Μοναστηριώτης Λέων) παθήνασθαι εἰπόντα τὴν τοῦ Βουλγαροκτόνου Βασιλείου ψυχήν, ὅτι τὸ τυπικὸν αὐτοῦ ἀπεσκοράκισε βασιλεὺς καὶ ὅσα ἐπὶ τῇ τοῦ Σωσθενίου μονῇ ἐκεῖνος διέθετο, καὶ κατὰ τοῦτο νεωτερίσαι τοὺς Βλάχους, ἐρεσχελῶν καὶ διασύρων οὐ καθυφῆκε βραχὺ ὡς δῆθεν σφαλέντα περὶ τὴν πρόρρησιν, φάσκων ὡς αὐτὸς αὖθις εἰς τὴν προτέραν ὑποταγὴν καὶ δουλείαν τοὺς ἀποστάτας συνέπεισέ τε καὶ ἐπανήγαγεν ἀκαριαίως οὕτως, ὡς οὐδὲ χρονίως ἐκεῖνος, καὶ μάτην αὐτὸν ὡς ἀπὸ δαφνηφάγου λαιμοῦ καὶ τρίποδος ἀπερεύγεσθαι τὰ τοῦ ψεύδους ὀδωδότα καὶ διάκενα θεοπρόπια.

Οἱ δὲ περὶ τὸν Ἀσὰν βάρβαροι τὸν Ἴστρον διαβάντες καὶ τοῖς Σκύθαις συμμίξαντες πλεῖστον ἐκεῖθεν συμμαχικόν, καθὼς ᾑροῦντο, στρατολογήσαντες ἐς τὴν πατρίδα Μυσίαν ἐπανῆκον. καὶ σεσαρωμένην ἀτεχνῶς εὑρόντες αὐτὴν καὶ Ῥωμαϊκοῦ κεκενωμένην στρατεύματος μετὰ κόμπου ἐπεισέφρησαν μείζονος οἷα λεγεῶνας πνευμάτων τὴν ἐκ Σκυθῶν ἐπαγόμενοι σύναρσιν. ὅθεν οὐδ᾿ ἠγάπων, εἰ τὰ ἑαυτῶν ἔχουσι σώζειν καὶ τὴν τῆς Μυσίας μόνην περιβαλοῦνται τοπάρχησιν, ἀλλ᾿ εἰ μὴ καὶ τὰ Ῥωμαίων μέγιστα βλάψουσι καὶ τὴν τῶν Μυσῶν καὶ τῶν Βουλγάρων δυναστείαν εἰς ἓν συνάψουσιν, ὡς πάλαι ποτὲ ἦν, οὐδαμῶς ἠνείχοντο.

Καὶ ἦν ἂν δισσούμενα τὰ καλά, εἴπερ αὐτὸς καὶ πάλιν ὁ βασιλεὺς κατὰ τῶν ἀποστάντων ἐξώρμησε. πλὴν ἀλλ᾿ αὐτὸς μὲν τὴν οἰκείαν ὁρμὴν εἰς ἕτερον καιρὸν ὑπερέθετο, τὴν δ᾿ ἀρχηγίαν τῷ πρὸς πατρὸς ἐνεχείρισε θείῳ τῷ σεβαστοκράτορι Ἰωάννῃ. ὁ δὲ οὐκ ἐπισφαλῶς, ἀλλ᾿ ὡς ἄγαν ἐπαινετῶς διακυβερνήσας τὴν στρατιὰν καὶ τοὺς πολεμίους ἐν τῷ συμβαλεῖν λυπήσας οὐχὶ βραχέα, εἰς ὁμαιχμίαν συσπειραθέντας καὶ εἰς πεδία ὑποκαταβάντας ἱππήλατα, μετὰ μικρὸν τὸν στρατηγὸν ἀποζώννυται ὑποβλεπόμενος βασιλειᾶν.

Διαδέχεται δὲ τὴν ἡγεμονίαν ὁ καῖσαρ Ἰωάννης ὁ Καντακουζηνός, γαμβρὸς ὢν τοῦ βασιλέως ἐπ᾿ ἀδελφῇ. ἀνὴρ δ᾿ οὗτος πελώριος μὲν τὸ τοῦ σώματος μέγεθος καὶ τῷ θυμῷ γενναιότατος καὶ εὐρυφωνότατος καὶ ἐμπειρίαν περὶ τοὺς πολέμους πλουτῶν, σφαλλόμενος δ᾿ ἀεὶ ἐν τοῖς πλειστοῖς ἢ τοῖς ἅπασι διὰ θρασύτητα καὶ ἀγερωχίαν. ἀπέσβεστο δὲ καὶ τὰς κόρας· ὁ γὰρ Ἀνδρόνικος καὶ κατὰ τούτου τὸν πηρωτικὸν ἐπύρωσε σίδηρον. ἀμέλει καὶ τῶν βαρβάρων τῷ ὑπογυίῳ πταίσματι παιδευθέντων μὴ ἀφίστασθαι τῶν ὀρέων, ἐκτρέπεσθαι δὲ τὰ πεδινὰ ὡς αὐτοῖς ἀνάρσια, ὁ καῖσαρ τὸ περιεσκεμμένον τοῦ ἔργου δειλίαν εἶναι ὑποτοπάσας ἰχνηλάτει κατὰ κυνηγέτας ἐπιπορευόμενος καὶ κατεσκήνου, ὅπῃ παρήκοι, ἀχαράκωτος. νυκτὸς οὖν τῶν δυσμενῶν ἐπιθεμένων, αὐτός τε μόλις σῴζεται καὶ τὸ στράτευμα πολυτρόπως ἐκάκωσεν. οἱ μὲν γὰρ ἔτι εὐναζόμενοι καταλαμβανόμενοι ἀνῃροῦντο, οἱ δὲ μηδὲ τὰ ὅπλα περιθέσθαι φθάσαντες ἐζωγροῦντο· ὅσοι δ᾿ ἴσχυσαν ἀποδρᾶναι ἄτερ ὅπλων συναλισθέντες περὶ τὸν καίσαρα πικρότερον αὐτὸν τῶν πολεμίων εὕρισκον. οὐ γὰρ ἀνίει βάλλων ὕβρεσι καὶ διαβάλλων ὡς ἀπαλάμνους καὶ καταπροδόντας αὐτόν. ἀναμαχέσασθαι δὲ τὴν ἧτταν πειρώμενος ἐθωρακίσατο καὶ εἰς ἵππον θυμικὸν Ἀρράβιον ἀνεπήδησε καὶ δόρυ βριθὺ καὶ στιβαρὸν ἠγκωνίσατο. καὶ τοῦτο κατὰ τῶν πολεμίων ἰθύνων ἕπεσθαί οἱ παρῄνει ὁπόσον τῆς στρατιᾶς οὐκ ἠφάνισται, καίπερ τὰ ἐν ποσὶν οὐκ ἔχων ὁρᾶν, μηδ᾿ ὅτι καταστρατοπεδεύεσθαι εἰδὼς τὸ διάφορον. κατατροπαιουχηθέντων δ᾿ οὕτω Ῥωμαίων τά τε σημεῖα ὑπὸ τῶν βαρβάρων ἐλήφθησαν καὶ οἱ μαλακοὶ δὲ χιτῶνες καὶ τὰ κομψὰ τοῦ καίσαρος χλανιδίσκια καθηρπάγησαν, ἃ καὶ οἱ περὶ τὸν Ἀσὰν καὶ τὸν Πέτρον περιδυσάμενοι καὶ τὰ σημεῖα προηγούμενα ἔχοντες αὖθις τῶν πεδινῶν ἔχονται.

Καὶ τοῦ Καντακουζηνοῦ δὲ τὴν ἀρχὴν ἀποθεμένου, ὁ Βρανᾶς Ἀλέξιος ἀνερρήθη στρατηγός, βραχὺς μὲν τὴν ἡλικίαν, κολοσσιαῖος δὲ τὸ ὑποκαθήμενον τῆς γνώμης καὶ τὸ πανοῦργον τοῦ φρονήματος καὶ τῶν τότε πάντων στρατηγικώτερος. ἀλλ᾿ οὗτος τὴν στρατιὰν παραλαβὼν οὐ θερμῶς, ἀλλὰ φυλακτικῶς τὴν οἰκείαν στρατηγίαν μετήρχετο, ἀεὶ τοῦ πρόσω βάδην ἐχόμενος καὶ τοῦ λυπεῖν μὲν τοὺς δυσμενεῖς προμηθούμενος, οὐχ ἧττον δὲ καὶ τοῦ οἰκείου ἀκινδύνου ἐπιμελόμενος. πολλὰς δὲ δυσχωρίας παρελθὼν αὐλίζεται κατὰ τὸν λεγόμενον Μέλανα Βουνὸν κἀκεῖσε χάρακα βάλλεται. καὶ ἦν χρηστόν τι ἐργάσασθαι προσδοκήσιμος.

Ἔρωτι δὲ βασιλείας ληφθεὶς καὶ δεσπόζοντα ἔχειν τὸν Ἰσαάκιον ἀδοξῶν ἢ ὅλως ὁρᾶν οὐκ ἀνεχόμενος βασιλεύοντα καὶ πάλαι μέν, οὔπω πρώην, ἑάλω βασιλειῶν, ἡνίκα ἐστρατήγει τὸν κατὰ τῶν ἐκ Σικελίας πόλεμον. ὅτε καὶ μὴ ἔχων εὐμαρῶς διὰ τῶν ὑπ᾿ αὐτὸν Ῥωμαικῶν δυνάμεων ἣν ὤδινεν ἀποστασίαν ἐκρῆξαι εἰς φῶς πρῶτα μὲν εἰς ἑαυτὸν ὑπηγάγετο τὸ ἐξ Ἀλαμανῶν συμμαχικόν· εἶτα, ὡς οὐκ ἀξιόχρεων ἑώρα τοῦτο πρὸς ἀρωγὴν τῷ περὶ βασιλείας ἐγχειρεῖν μέλλοντι, ἐκείνην ἔγνω τραπέσθαι, ἣν Ἰσαάκιος πορευσάμενος ἀπραγμόνως τὴν αὐταρχίαν ἐνεπορεύσατο. νύκτωρ γὰρ τὸν Μέγαν Νεὼν εἰσεληλυθὼς καὶ τῷ ἱερῷ προσρυεὶς ἀδύτῳ, ἔτι διατρίβειν ἐν τοῖς ἔξωθεν προσδοκώμενος, ἐδεῖτο τῶν εἰσιόντων ἐπαρήξειν αὐτῷ τὴν τοῦ βασιλέως ἄδικον ἐκκλίνοντι πρόθεσιν, μηδὲ γὰρ προσκεκρουκέναι οἱ ὁπωστιοῦν, προσεπάγων ἅμα τῇ ἱκετηρίᾳ καὶ ἀφήγησιν ὀχληρὰν ὧν ἐμεγαλούργησε τροπαίων, δὶς λέγων προσβαλεῖν τοῖς τῶν ἐναντίων στρατεύμασι καὶ μεγίσταις μάχαις καὶ ἀρίστοις στρατηγικοῖς μεθοδεύμασι τοσαυτάκις τούτους τροπώσασθαι. ὡς δ᾿ οὐ προυχώρει τηνικαῦτα τὰ ἑαυτοῦ διαβούλια, σπονδὰς ἐκ βασιλέως δεξάμενος τὴν μὲν ἔφεσιν καὶ πάλιν ἔτρεφε τὴν αὐτὴν κατέχων βίᾳ καὶ ἄγχων ὣς ἵππον ἐξήνιον τὸ ἐνδόμυχον φίλαρχον, τότε δὲ ὡς ξυρὸς ἀκόνης τῆς συνδρομῆς τῶν στρατευμάτων λαβόμενος ὑπέθηξεν ἑαυτὸν πέρας ἐπιθεῖναι τοῖς πάλαι μελετωμένοις.

Καὶ δὴ συμβούλοις εἰς τοῦτο χρησάμενος τοῖς ὅσοι κατὰ γένος ἐκείνῳ συνήπτοντο πατριώταις (ἐκ τῆς Ἀδριανοῦ δὲ ὥρμητο πόλεως), πολλοῖς οὖσι καὶ ἅπασι δυνατοῖς, τὸ ἐρυθρὸν ὑποδύεται πέδιλον· καὶ μεταβὰς ἐκεῖθεν εἰς τὴν πατρίδα καὶ πρὸς παντὸς ἀναγορευθεὶς τοῦ στρατεύματος τὴν ἐς τὴν βασιλεύουσαν πόλιν στέλλεται καὶ περὶ τὸ ἔξω λεγόμενον καταστρατοπεδεύεται Φιλοπάτιον.

Περὶ δὲ δείλην μετὰ τῶν εὐοπλοτάτων δυνάμεων τῷ τείχει προσπελάσας τῆς πόλεως, ἵππῳ ἔποχος ὢν παρὰ τοσοῦτον μὴ παντὶ μέλανι, παρ᾿ ὅσον λευκαὶ τρίχες ἐς κύκλον σεληναίας περιαγόμεναι φυεῖσαι ἦσαν περὶ τὸ μέτωπον, τοῖς ἐπὶ τῶν τειχῶν βασιλικοῖς καὶ θεαταῖς τῶν δρωμένων ἀστυπολίταις ἀπειλητὴς ἅμα καὶ παραινέτης ἐδείκνυτο. τὰ μὲν γὰρ αὐτοῦ φρονοῦντας εὖ παθεῖν ἔφασκεν, ὥσπερ καὶ εἰ διαπετάσαντες τὰς πύλας εἰσδέξονται, σωτῆρά τε καὶ εὐεργέτην εὑρήσουσι καὶ ὑπτίαις ἀγκάλαις αὐτοὺς προσδεχόμενον· εἰ δὲ διὰ τῆς θύρας εἰσιόντι καὶ μὴ ἀναβαίνειν ἀλλαχόθεν ἐθέλοντι ἀντιβαῖεν δήπου καὶ ἀντισταῖεν, πάντως κλέψας τὴν εἴσοδον καὶ λῃστεύσας τὴν βασιλείαν ἐκεῖνα ἀνεπεγκλήτως ἐργάσαιτο, ὁπόσα καὶ ὠμησταὶ θῆρες τοὺς ποιμένας παρωσάμενοι καὶ μὴ διὰ τῆς αὐλῆς τῶν προβάτων, ἀλλ᾿ ἑτέρωθεν εἴσω παρεισιόντες. ταῦτα καὶ τοιαῦθ᾿ ἕτερα μεγαλαυχήσας καὶ ἅμα παράταξιν ἐνδειξάμενος ὁποίας χρεία τοῖς ἑτοιμασθεῖσιν εἰς πόλεμον, πρὸς τὸ οἰκεῖον στρατόπεδον ὑπενόστησε.

Τῇ δ᾿ ἐπιούσῃ ἄρτι τοῦ ἡλίου τὰ ἑῷα φαυσιβολοῦντος πρὸς τοῖς τείχεσιν αὖθις τῆς πόλεως γίνεται κἀπὶ ταῖς χερσαίαις πύλαις ἀντιτάξας τὴν στρατιάν, αἳ τοῦ Χαρσίου λέγονται, εἰς δεξιὸν καὶ εὐώνυμον κέρας αὐτὴν διαιρεῖ καὶ τὸ μέσον αὐτὸς ἐπέχων τῆς φάλαγγος ἐφίησι τοῖς ἐκχεομένοις τῆς πόλεως στρατοῖς συμπλέκεσθαι· οὐδὲ γὰρ μόνον ἐντὸς τῶν πυλῶν τῆς πόλεως τὸ ὑπερπονοῦν ἑαυτοῦ κατεμέρισε βασιλεύς, ἔστι δ᾿ ὃ καὶ τῶν τειχῶν ἄνωθεν ἐπέταξεν ἐφεστάναι, ἀλλὰ καὶ μέρος ἀποδιελόμενος ἐπέτρεψεν ἐπεκθέειν ἔξωθεν ἑκαστάτω τῆς τάφρου καὶ τοῖς πολεμίοις ὡς ἐνὸν ἀντιφέρεσθαι. εἰ δέ γε κάμωσιν ἐπιβρισάντων τῶν ἐναντίων, προσφύεσθαι παρῄνει τοῖς τείχεσιν, ὅπως οἱ τῶν πυργοβάρεων ἄνωθεν αὐτοῖς ἐπαμύνωσιν. ἕως μὲν οὖν σταθηρᾶς μεσημβρίας τοξασμοὶ καὶ ἀκροβολισμοὶ παρ᾿ ἑκατέρων ἐγίνοντο τῶν μερῶν· καὶ βραχύ τι μὲν ἄχρι τινὸς ἐκράτουν τῶν τοῦ βασιλέως οἱ τοῦ Βρανᾶ ὡς πολέμων ἔμπειροι, καὶ τούτων μάλιστα οἱ ἐκ τοῦ Λατινικοῦ πεζικοῦ συγκροτούμενοι στίφους, ἐπεὶ καὶ οἳ τοῖς ζῶσιν ἔτι συνεξητάζοντο ἐκ τοῦ ζωγρηθέντος Σικελικοῦ στρατεύματος, τούτους ὁ βασιλεὺς φρουρᾶς ἀνεὶς καὶ δεσμῶν καὶ ὁπλισμοῖς ὑπαγαγὼν πρὸς Βρανᾶν ἀπέστειλε, καὶ ἦσαν κρατίστη φάλαγξ περὶ αὐτὸν πεζικὴ ἱππικῷ θυρεῷ καὶ ξίφει ἐπιμήκει καὶ δόρατι ἐγχήρει φραττόμενοι. ἐπιβοηθήσαντος δὲ καὶ τοῦ κατά σφας ἱππεύοντος τάγματος, κατὰ κράτος οὕτω τοὺς ἐξ ἄστεος τρέπονται ὡς καὶ ἄκοντας τὴν τάφρον διαβῆναι καὶ προσφῦναι τοῖς τείχεσιν· ἐπήμυνον δὲ αὐτοῖς οἱ τῶν τειχῶν ὑπερφαινόμενοι.

Καὶ τὰ μὲν τῆς τόθ᾿ ἡμέρας ἐν τούτοις κατέληξεν· ἀνοχεύσας δ᾿ ἐφ᾿ ἡμέραις πέντε τὰς οἰκείας δυνάμεις ὁ τύραννος τῶν αὐτῶν καὶ πάλιν ἔχεται πόνων τοῖς περιβόλοις ἐπιστὰς τῆς πόλεως· ποιῶν δ᾿ ἐπίφοβον τοῖς ἀστικοῖς ἑαυτὸν καὶ διαστασιάζειν τοὺς ἔνδον πειρώμενος μοῖράν τινα τῆς ἑαυτοῦ στρατιᾶς παρελόμενος ἐκπέμπει κατὰ τὴν βόρειον ἀντίπορθμον τῆς πόλεως πλευράν, ἥτις πόρος Βοὸς κληΐζεται, ἀφ᾿ ἧς καταφανής ἐστιν ἀκριβῶς ὁ μέχρι τῶν ἐν Βλαχέρναις ἀνακτόρων συρόμενος θαλάττιος ὁλκὸς καὶ ὅσα πρὸς ἄνεμον βορρᾶν ἐπινενεύκασι μέρη τῆς πόλεως. καὶ οἵ γε τὸ ἐπιτετραμμένον τέλει διδόντες τοὺς ἐκεῖσέ πῃ μετεώρους γηλόφους ἀνιόντες τὰς σημαίας ἠνέμωσαν. ὁ δὲ ἥλιος τοῖς θώραξιν ἐμπίπτων καὶ τοῖς τῶν στρατιωτῶν προσβάλλων θώραξι νεοσμήκτοις οὖσι καὶ λείοις ἐποίει ἀποπάλλεσθαι τούτων κατὰ καμπὴν καὶ ἐπάνοδον τῶν ἀκτίνων σελαγισμάτων ἐκπυρηνίσματα, ὡς καθ᾿ ὁμηγύρεις τὸν ἀστικὸν συλλέγεσθαι δῆμον εἰς τὰ ἀνεστηκότα τῆς πόλεως γήλοφα καὶ τὰ πραττόμενα θεᾶσθαι καὶ διὰ πλείστου τίθεσθαι θαύματος.

Μετὰ δὲ τοῦτο καὶ τοὺς τῆς Προποντίδος οἰκήτορας εἰς ἑαυτοὺς ἐπεσπάσαντο, οἳ μάχης μὲν οὐ πάντες ἵστορες, κώπην δ᾿ ἐλαύνειν παμπληθεὶ ἄριστοι. ὅθεν τὰ πρὸς ἰχθύων ἄγραν παρ᾿ αὐτῶν ναυπηγούμενα σκάφη εἰς πολεμιστηρίους συνεκρότησαν οὗτοι ναῦς, σανίσι παχείαις ἑκατέρωθεν αὐτὰ διειληφότες, καὶ οἱ μὲν σφενδόναις ὡπλίσαντο, οἱ δὲ τόξα καὶ γωρυτὸν ἀνέλαβον. καὶ οὕτως εἰς ἀρεϊκοὺς ἄνδρας ἐκ δικτυοπλόκων μετασκευασθέντες κατὰ τῶν βασιλικῶν ἰσχύουσι καὶ κραταιοῦνται τριηρέων, αἳ τὴν πόλιν περιιοῦσαι τὰς ἐκ τοῦ στρατεύματος τοῦ Βρανᾶ νυκτερινὰς ἐφόδους ἐσκόπευον καὶ ἐτήρουν ἐπιμελῶς, μή πως τὴν διὰ τῶν χερσαίων πυλῶν πάροδον ὁ τύραννος ἀπογνοὺς διὰ τῶν παρακτίων λάθοι ἔνδοθεν παρεισδύς. οἱ δ᾿ ἐπὶ τῶν μακρῶν νηῶν τὰ μὲν πρῶτα μαίνεσθαι ᾤοντο ἀτεχνῶς τοὺς τῶν ἰχθύων ἀγρευτάς, εἰ οὕτως ἐπὶ τῶν ἁλιάδων μόλις σαλεύοντες ἐγχρίψειν αὐτοῖς ἀπεθάρρησαν· ὡς δὲ καιρὸς ἐνειστήκει τοῦ βάλλειν καὶ βάλλεσθαι, αἱ μὲν μετὰ βυκάνων καὶ σαλπίγγων ἔξορμοι γίνονται, τὰ δὲ τῶν ἀσπαλιευτῶν πορθμεῖα σιγῇ, καὶ οἱ ἐπ᾿ αὐτῶν μένεα πνέοντες ἔτυπτον τὴν θάλασσαν ἐρετμοῖς καὶ συμβαλόντες ὑπερτεροῦσι τῶν ἀντιπάλων μεγίστων σκαφῶν καὶ ταῖς τῆς πόλεως ᾐόσι συγκλείουσι. τὰ μὲν γὰρ διὰ τὸ μήκιστα εἶναι καὶ δυσδιέλικτα οὐκ ἐκ τοῦ αὐτίκα ἐκάκουν τὸ ἀνθιστάμενον, τὰ δὲ συμφορηδὸν ἐπιόντα καὶ πολλὰ μίαν τριήρη συμμίγδην περιιόντα, ἔκ τε πρύμνης καὶ πρώρας καὶ παρ᾿ ἑκάτερον τοῖχον μαχόμενα, ὡς ἐν στενοπόρῳ πορθμῷ τὴν νίκην εἶχον ἐπινηχομένην αὐτοῖς καὶ λαμπρὸν ἀνίστων τρόπαιον.

Ἀλλ᾿ οὐκ ἐς πολὺ τὸ ἐκ τῆς ἥττης αἶσχος ὑπενεγκόντες οἱ τοῦ στόλου τοῦ βασιλέως παλίωξιν τῶν λεμβαδίων τιθέασι. τάχα δ᾿ ἂν καὶ τῷ ὑγρῷ πυρὶ τὰ πορθμεῖα ταῦτα ἠφάνισαν, εἰ μὴ ἐκ τοῦ σχεδὸν ἑστῶτες ἐπεβοήθησαν οἱ τοῦ Βρανᾶ ὁπλομάχοι ἐκ τῶν λόφων καταβάντες καὶ τὸν αἰγιαλὸν ἐπιπαριόντες ἕνεκα τοῦ ἐπαρήγειν τῷ ναυτικῷ.

Ἰδὼν δὲ ὁ ἀποστάτης ὡς οὔτε κλέπτειν ἔχει τὴν πάροδον, οὔτε μὴν πολέμῳ ἢ πειθοῖ ἀνύσιμά οἱ τὰ μελετώμενα, ἄλλην τραπέσθαι διενοεῖτο· ἢ γὰρ λιμῷ τὴν βασιλίδα παραστήσασθαι πόλιν, μεγίστην ἐπιστήσας αὐτῇ καὶ κρατίστην ἑλέπολιν τὴν τῶν ἐδωδίμων ὑποσπάνισιν (ἤδη γὰρ ἡ ἑῴα τε καὶ ἑσπέριος ὑπὸ Ῥωμαίους λῆξις αὐτῷ προσεχώρησε) μηδεμίαν ἐπισκήψας νῆα σιταγωγὸν καταίρειν εἰς τὸ Βυζάντιον, ἢ προσβαλεῖν μετ᾿ ἀκμαιοτέρου στόλου καὶ πλείονος. ἐκεῖνα δ᾿ ἦν ἀνελίττων κατὰ νοῦν, ἃ μὴ τὸ θεῖον ἐπιτελῆ ποιήσειν κατένευεν. ὁ γὰρ βασιλεὺς ὁρῶν αὐτῷ προσκείμενον τὸ τῆς πόλεως πλήρωμα καὶ μὴ μόνον οὐκ ἀνεχόμενον βασιλεύειν Βρανᾶν, ἀλλὰ καὶ ἀναθέματι καθυποβάλλον αὐτόν, ἄνω τῶν τειχέων ἀναγαγὼν οἷά τι ἄμαχον ὀχύρωμα καὶ ἀνάλωτον χαράκωμα τὴν εἰκόνα τῆς θεομήτορος, ἥτις ἐκ τῆς τῶν Ὁδηγῶν μονῆς, καθ᾿ ἣν προσκεκλήρωται, Ὁδηγήτρια ἐπικέκληται, ἠρρενώθη μὲν καὶ οἴκοθεν πρὸς ἀντιμάχησιν κρίνας ἀλυσιτελῆ τὴν χρόνιον ἐντὸς τοῦ ἄστεος κάθειρξιν καὶ ἀπευκταῖον δέ τι καινοποιήσουσαν, πλειόνως δ᾿ ὑπεῖξε ταῖς ἐπιπλήξεσι καίσαρος τοῦ Κορράδου.

Ἦν δὲ ὁ ἀνὴρ οὗτος τὸ μὲν γένος Ἰταλιώτης, πατρὸς δ᾿ ἐξέφυ τοῦ τὴν χώραν τῆς Μόντης Φεράντης κατέχοντος. τοσοῦτον δ᾿ ἐπ᾿ ἀνδρείᾳ καὶ συνέσει διέφερεν, ὥστε οὐ παρὰ Ῥωμαίοις μόνον ἦν περιώνυμος καὶ μάλιστα τῷ βασιλεῖ Μανουὴλ ἐπιπόθητον ἄκουσμα ὡς φύσεως λαχὼν εὐκληρίαν καὶ διανοίας ὀξύτητα καὶ χειρῶν δραστηριότητα, ἀλλὰ καὶ παρὰ τοῖς ὁμογενέσιν αὐτῷ περικλέϊστος. οὗτός ἐστιν ὁ μεγίστοις φιλοδωρήμασι παρὰ τοῦ βασιλέως Μανουὴλ ἐπαρθεὶς καὶ ἀντάρας χεῖρα τῷ τῆς Ἀλαμανίας ῥηγὶ καὶ μάχῃ τὸν ἐπίσκοπον Μαγέντζης νενικηκώς, καγκελάριον τοῦ ῥηγὸς ὄντα, κατὰ τὴν Ἰταλίαν ἐμβαλόντα μετὰ πλείστων δυνάμεων, συνειληφώς τε αὐτὸν καὶ δεσμοῖς περιβαλὼν καὶ οὐκ ἄλλως ἀπολύσειν ἰσχυριζόμενος, εἰ μὴ εἴη τοῦτο καὶ τῷ Ῥωμαίων βασιλεῖ προσταχθέν.

Τότε δὲ τοῦ βασιλέως Ἰσαακίου τὸν αὐτοῦ ὁμαίμονα Βονιφάτιον διὰ πρέσβεων μεταστελλομένου, ὡς κατὰ γάμον συναφθείη Θεοδώρᾳ τῇ αὐτοῦ κασιγνήτῳ, ἐπεὶ νύμφην ἐκεῖνος ἡρμόσατο καὶ ᾄσας εἶχε προσεχῶς τὸν ὑμέναιον, οὗτος τὴν τοῦ βίου κοινωνὸν θανάτῳ ἀποβαλόμενος ὡς ἕρμαιον τοῖς πρέσβεσι κρίνεται καὶ τὸ πάρεργον τοῦ ἔργου μεῖζον κατὰ πολύ· ναὶ μὴν ὑποσχέσεσιν οἱ πρέσβεις μεγίσταις τὸν Κορράδον κουφίσαντες σὺν αὐτῷ ἐπανέζευξαν. καὶ ὡς εἱστίακε τοὺς γάμους ὁ βασιλεύς, μετὰ μικρὸν δὲ ἡ τοῦ Βρανᾶ ἐπηκολούθησεν ἐπανάστασις, οὐ διέλιπε τὸ τοῦ βασιλέως διανιστῶν φρόνημα καὶ ταῖς χρηστοτέραις ἀναθάλπων ἐλπίσιν, ἀπεσβηκὸς ἤδη καὶ εἰς ἀγεννῆ καταβληθὲν χαλαρότητα, καὶ ὥσπερ ἀκόνη τῷ βασιλεῖ πρὸς τὸν τοῦ πολέμου ξυρὸν γινόμενος.

Ἀμέλει καὶ βασιλεὺς μὲν τοὺς γυμνόποδας καὶ χαμαιεύνας τῶν μοναχῶν ἠθροικὼς καὶ ὅσοι κίοσι τῆς γῆς ὑπερήρθησαν καθελὼν ἐδεῖτο δι᾿ αὐτῶν τοῦ Θεοῦ διασκεδασθῆναι τὸν ἐφεστῶτα ἐμφύλιον πόλεμον καὶ μὴ μεταβῆναι ἢ ἀποπτῆναι τὸ κράτος πρὸς ἕτερον, τῶν δὲ κατὰ πόλεμον ἠτημέλει παντάπασι τὰς ἐλπίδας ἁπάσας ἐπανάπτων τῇ παντευχίᾳ τοῦ Πνεύματος· ὁ δέ, ὡς ὁ καρκίνος τὴν πίνναν, πολλάκις τοῦτον διύπνιζε καὶ ὑπονύττων διανίστα, πείθων μὴ πάντα τοῖς ἀβίοις τούτοις θαρρεῖν, ἀλλ᾿ ἐν τῷ μέρει καὶ στρατῶν ἐπιμέλεσθαι καὶ φάλαγξιν ὁπλομάχοις κατὰ τοῦ ἀντάρτου χρήσασθαι, ὅπως εἴη μὴ μόνον διὰ τῶν δεξιῶν ὅπλων, τῶν συνάρσεων δηλαδὴ τῶν ἁγίων ἀνδρῶν, ἀλλὰ καὶ διὰ τῶν ἀριστερῶν τῶν κρατυνομένων ξίφει καὶ θώρακι τὸν ἀντικαθήμενον πολέμιον μετερχόμενος, μηδὲ χρημάτων ὑποτιθεὶς φείδεσθαι, ἀλλὰ καὶ ταῦτα διασπείρειν εἰς στρατευμάτων συναγωγήν, ἐπεὶ καὶ ἄνευ τῶν καθ᾿ αἷμα τῷ βασιλεῖ συναπτομένων καὶ τῶν ὅσοι τὰς οἰκήσεις μὴ ἐκτὸς εἶχον τῆς πόλεως πάντες ὑπέκυψαν τῷ Βρανᾷ κἀκ τῶν ἔξωθεν οὐκ ἦν ἐπεισενέγκασθαι στρατιάν.

Οἷς δὴ τοῦ καίσαρος λόγοις καθάπερ ἐνδελεχῶς βουπλῆγι τιτρώμενος ἀνένηψέ τε τοῦ κάρου καὶ τῆς ἀκηδίας μεθήρμοστο καὶ ἤρξατο συλλέγειν συμμαχικόν. μὴ εὐπορεῖν δὲ λέγων χρυσίνων ἐκ τῶν βασιλικῶν ταμιείων ἀργύρεα σκεύη ἀνελόμενος παρακατέθετο ταῦτα ταῖς χρυσίου εὐπορούσαις μοναῖς καὶ τὰ ἐκεῖθεν πορισθέντα χρήματα εἰς συλλογὴν διέδωκε στρατιᾶς, κἂν ὕστερον μετὰ τὴν νίκην καὶ τὸ χρυσίον οὐκ ἀπέδωκε καὶ τὰ παρακατατεθέντα ἀνείλετο. ἀμέλει καὶ ἐν βραχεῖ καιρῷ ὁ μὲν Κορράδος ἀπὸ τῶν κατὰ πόλιν συναγήοχε Λατίνων ἱππότας περὶ τοὺς δὶς ἑκατὸν καὶ πεντήκοντα, πάντας ἀρειμανίους, καὶ πεζοὺς πεντακοσίους. οὐκ ὀλίγοι δ᾿ ἐστρατολογήθησαν καὶ ἀπὸ Ἰσμαηλιτῶν καὶ τῶν ἑῴων Ἰβήρων, κατ᾿ ἐμπορίαν στειλαμένων τὴν εἰς τὴν βασιλίδα τῶν πόλεων. τὸ δὲ περὶ τὸν βασιλέα ἐπίσημον τῷ γένει καὶ ἄλλως περὶ τὴν βασίλειον αὐλαίαν εἱλούμενον περὶ τοὺς χιλίους ἠρίθμητο. τοσαύτην δ᾿ ὁ Κορράδος ὑπὲρ τοῦ κρατοῦντος εἰσηνέγκατο σπουδήν, ὥστε θεόπεμπτον ἀγαθὸν κατὰ καιρὸν τῷ βασιλεῖ ἐπιστὰν τοῖς ἅπασιν ἐλογίζετο.

Ἔστι δ᾿ ὅτε τῷ βασιλεῖ ἐσθίοντι ἐπιστὰς „εἴθε οὕτως” ὑποστενάξας εἴρηκε „τῶν κατὰ τὸν ἐφεστῶτα πόλεμον ἐπεμέλου, ὥσπερ γίνῃ τρεχέδειπνος, ἐπὶ τὰ προκείμενα βρώματα λιχνευόμενος καὶ ὅλην τὴν φροντίδα τοῖς παρακενουμένοις διαχαλῶν δαιτρεύμασιν”. ὁ δὲ ἐρυθριάσας ἐπὶ τῷ ῥήματι τούτῳ καὶ πυρωπότερος φανεὶς ἑαυτοῦ καὶ μειδιάσας βεβιασμένον ἐπελάβετο τῆς χλανίδος τοῦ καίσαρος καὶ διασεσοβηκὼς εἶπεν ὡς „κατὰ καιρόν, ὦ οὗτος, ἑστιασόμεθά τε καὶ μαχεσόμεθα”.

Ἐγένοντο δὲ καὶ διοσημίαι τηνικαῦτα· ἡμέρας γὰρ ἀστέρες ἐφάνησαν καὶ ὁ ἀὴρ ταραχώδης ὤφθη καὶ περὶ τὸν ἥλιον πάθη τινὰ συμβεβήκασιν, ἅ φασιν ἅλωνας, ὡς μηδὲ τοῦτον καθαρὸν καὶ ἀθόλωτον, ἀλλ᾿ ὠχρότερον ἀποδισκεύειν τὸ φῶς.

Τοσαύτην δ', ὡς ἐνεδίδου τὰ πράγματα, συνηθροικὼς ὁ βασιλεὺς στρατιὰν ἔγνω μὴ ἀναδύεσθαι καὶ μέλλειν εἰσέτι καθήμενος ὑπωρόφιος, ἀλλ᾿ ἐν τῷ μέρει καὶ αὐτὸς ξιφήρης ὀφθῆναι τῷ ἀποστάτῃ. στὰς τοίνυν θωρακοφόρος εἴσω τοῦ περιβόλου τῆς πόλεως, ὃν ὁ βασιλεὺς ἀνήγειρε Μανουὴλ ἔρυμα τῶν ἐν Βλαχέρναις ἀρχείων, παρεθάρρυνε λόγοις τὸ συγγενὲς καὶ τὸ παρεστὼς ἐγγύθεν ὁπλιτικὸν τοιάδε παρακελευόμενος· „Κρεῖσσόν ἐστι δήπουθεν καὶ παρά γε θεῷ ἀνεπέγκλητον τοῦ ἐννόμως κρατοῦντος προκινδυνεύειν τοὺς ὑπ᾿ ἀρχὴν ἢ γοῦν προσρέπειν ἀνδρὶ νεωτεριστῇ καὶ κατ᾿ ἀλλήλων ἐκπολεμώσαντι τὸ ὁμόγλωττον. εἰ δέ τινες εἶεν μετακυβευομένην ἔχοντες τὴν γνώμην καὶ ἀμφιτάλαντον ἢ προσκεχηνυῖαν ὅλην τῷ ἀποστάτῃ καὶ δυσερώτως αὐτοῦ ἐξέχονται, καὶ ὃν χθὲς ὡς δεσπότην δεσμόχειρες ἐθεράπευον, τοῦτον ἀθετοῦσι σήμερον, αἴτησιν ταύτην αὐτοὺς αἰτοῦμαι δικαιοτάτην, ἐπ᾿ οἴκου ἱζάνειν μηδενὶ ἐπαρήγοντας, ἕως ἂν πολέμῳ διακριθείη τὰ πράγματα καὶ τῷ νικῶντι πρὸς τοῖς ἄλλοις ὑποπεσοῦνται, ἢ μεταχωρεῖν ἐς τὸν ἀποστάτην ἐξ αὐτῆς καὶ πρὸ τῆσδε τῆς συμπλοκῆς κἀκείνου προπολεμεῖν τε καὶ προκινδυνεύειν, ὅπως καὶ χάριν εἴσεται πλείονα τροπαίοις ἀναδηθείς. ὡς τό γε ἐμοὶ μὲν προσκολλᾶσθαι καὶ χείλεσι τιμᾶν, ἑτέρῳ δὲ προσνενευκέναι καρδίᾳ κἀκείνῳ ἀπονέμειν ἅπαν τὸ πρόθυμον, οὐκ οἶδα εἴ τις καὶ ἐπαινέσεται ἢ ὅπως ζυγοστατηθείη παρὰ θεῷ, ὃς τὰς ἐπὶ στήθους ἐννοίας ἐξετάζει φιλοδικαίως. τὸ γὰρ ἔτι τούτων χεῖρον καὶ ἀναιδέστατον οὐδὲ βαλέσθαι προάγομαι κατὰ νοῦν, τουτέστι τὸν τοῦ πολέμου καιρὸν αὐτομολίας ἐργάζεσθαι πρὸς τὸν τύραννον καὶ κακὸν καὶ τοῖς ἐκλεκτοῖς ἀνδράσι προκεῖσθαι παράδειγμα εἰς τὸ συμμεθίστασθαί σφισι καὶ προσαπαίρειν εἰς ἕτερον, ὃ κἀπὶ τοῖς ἀγεληδὸν πετομένοις πτηνοῖς ὁρῶμεν γινόμενον· ἑνὸς γὰρ ἀναπτάντος καὶ τὰ λοιπὰ ῥοιζηδὸν συνανίπτανται καὶ τῇ τοῦ ἑτέρου καταπαύσει συστέλλουσιν ἅπαντα τὸ πτερόν.” Ταῦτα δ᾿ ἐφθέγγετο δι᾿ ὑποψίας ἔχων τὸν πρὸς πατρὸς θεῖον τὸν σεβαστοκράτορα Ἰωάννην ὡς πάλαι τε τῷ Βρανᾷ συνήθη καὶ ὀλίγῳ πρότερον τῆς ἀποστασίας γάμον υἱοῦ θύσαντα μετὰ θυγατρὸς τοῦ Βρανᾶ. ἐφ᾿ οἷς καὶ ὅσοι μὲν ἐπλήρουν τὸν τότε σύλλογον οὐ μικρῶς ἐπαθήναντο, ὁ δὲ σεβαστοκράτωρ ἅπαν ἑαυτοῦ μεθιστῶν ὕποπτον παλαμναιοτάταις ἀραῖς τοὺς κατ᾿ οἶκον ἅπαντας ἑαυτοῦ καὶ ἑαυτὸν δὴ καθυπέβαλλεν, εἰ ὅλως ἐγνώκει ποτὲ τῷ Βρανᾷ προστεθήσεσθαι· μηδὲ γὰρ οὕτως εἶναι τοῦ καθήκοντος ἀδαὴς ἢ τὸν νοῦν ὑπὸ τοῦ γήρως ἀπολωλεκέναι καὶ ἠλιθιάζειν παντάπασιν, ὡς ἀδελφόπαιδος βασιλέως καὶ ἀπὸ δόξης εἰς δόξαν μετεωρίσαντος τὸν ὕπαιθρον καὶ ἔπηλυν ἀνταλλάξασθαι δι᾿ ἀγχιστείαν παιδός, καὶ ὃν οὐκ ἴσησιν ἀκριβῶς, εἰ διανοήσαιτο δήπουθεν ἐπ᾿ αὐτῷ καὶ δράσειε τὰ χρηστότερα.

Ἐπεὶ δ᾿ ἐκάλει καιρὸς πρὸς παράταξιν καὶ ὁ ἀποστάτης ἐκτάσσειν τὰς οἰκείας δυνάμεις ἠγγέλλετο, ἀνακλίνονται μὲν αἱ πύλαι τῆς πόλεως, ἐκχέονται δὲ τὰ στρατεύματα. καὶ τὸ μὲν εὐώνυμον κέρας ὁ πρωτοστράτωρ ἐπεῖχε Μανουὴλ ὁ Καμύτζης, ὃς οὐκ ὀλίγα τῷ βασιλεῖ ἐχορήγησε χρήματα κατὰ τὴν τότε γενομένην τῶν ὁπλιτῶν ξενολόγησιν· ἔχθιστος γὰρ ὢν τῷ Βρανᾷ, μηδ᾿ ἀγαθαῖς ἐννοίαις βαλλόμενος, εἴπερ εἴη ἐπικρατέστερος ὁ Βρανᾶς, πᾶσαν τὴν οὐσίαν βασιλεῖ ἀνεκάλυψε καὶ ταύτης ὁπόσον βούλοιτο μέρος ἀποδάσασθαι συγκεχώρηκε, κρεῖσσον οἰηθεὶς ὑπὲρ βασιλέως φιλοῦντος καὶ προσγενοῦς καταπροέσθαι τὰ ὄντα ξύμπαντα καὶ πλείω νικῶντος μετ᾿ εὐχαριστίας ἀπολήψεσθαι, ἢ τὰ οἴκοι ἀλλοτρίῳ, καὶ τούτῳ ἀσπόνδῳ τε καὶ ἀγνώμονι, ταμιεύειν εἰς κατάγελων οἰκεῖον κἀκείνου ῥᾳστώνην ἄφθονον. τὸ δὲ δεξιὸν αὐτὸς διεῖπεν ὁ βασιλεὺς Ἰσαάκιος, ἐν ᾧ συνείλεκτο ἅπαν εἴ τι κράτιστον καὶ ὅπλοις ἀριπρεπέστατον, τὸ δὲ μέσον ὁ Κορράδος καῖσαρ μετὰ τῶν ἐπὶ μισθῷ ἀγηγερμένων Λατίνων ἱππέων τε καὶ πεζῶν.

Τοῦ δ᾿ ἀντιταξαμένου στρατοπέδου τὸ μὲν μέσον τῆς φάλαγγος, ἔνθα καὶ τὸ συγγενὲς καὶ φίλιον ἥλιστο τῷ Βρανᾷ καὶ εἴ τι τῶν συνακολουθησάντων ἐπίσημον τῷ γένει καὶ εὐθαρσές, αὐτὸς ἐπέχων ἦν ὁ Βρανᾶς, τὰ δ᾿ ἑκατέρωθεν ἱστάμενα τάγματα ἄλλοι τε στρατηγίας εἰδήμονες καὶ ὁ Σκύθης Ἐλπούμης.

Μήπω μὲν οὖν μεσούσης ἡμέρας ἀκροβολισμοὶ ἑκατέρωθεν καὶ ἐμπηδήσεις κατ᾿ ἀλλήλων ἐγίνοντο παρ᾿ ἀμφοτέρων τῶν στρατευμάτων καὶ πεζικαὶ προβεβλημέναι δυνάμεις μάχης ἐξ ἀντιστάσεως ἥπτοντο. ἐπεὶ δ᾿ ὁ ἥλιος κατὰ κορυφὴν ἔφλεγε, τότε δὴ τὰ σημεῖα τῆς μάχης αἴρεται καὶ πρῶτος ὁ Κορράδος διακινεῖται, φοινικοβαφὲς μετὰ τῶν αὐτῷ συνόντων τὸ τῶν ὅπλων ἔχων ἐπίσημον. αὐτὸς μέντοι ἄνευ θυρεοῦ τηνικαῦτα διηγωνίζετο, ἐκ δὲ λίνου πεποιημένον ὕφασμα οἴνῳ αὐστηρῷ ἱκανῶς ἡλισμένῳ διάβροχον πολλάκις περιπτυχθὲν δίκην θώρακος ἐνεδέδυτο. ἐς τοσοῦτον δ᾿ ἦν ἀντιτυπὲς ἁλσὶ καὶ οἴνῳ συμπιληθέν, ὡς καὶ βέλους εἶναι παντὸς στεγανώτερον· ἠριθμοῦντο δ᾿ ἐς ὀκτωκαίδεκα καὶ πλείω τὰ τοῦ ὑφάσματος συμπτύγματα. ποιήσας δὲ τὸ μεταίχμιον βραχύτερον αὖθις ἵσταται, καὶ ἐπεὶ οἱ μὲν πεζοὶ τὰς λόγχας ὡς πρὸς συμπλοκὴν ἀνέστησαν πυργηδὸν παραταξάμενοι (ἀσπὶς γὰρ ἀσπίδα καὶ κόρυς κόρυθα ἤρειδε καὶ οἱ θυρεοὶ ἀλλήλοις συνέμυον), οἱ δὲ ἱππεῖς τὰ δόρατα ἠγκωνίσαντο καὶ τὰ τῶν ποδῶν κέντρα τοῖς ἵπποις ἐνέπειραν, ἤδη δὲ καὶ τὸ τοῦ βασιλέως τάγμα ἐπηκολούθει, οὐδὲ τὴν πρώτην ἔμπτωσιν τοῦ περὶ τὸν Κορράδον ὁπλιτεύοντος πεζικοῦ, οὐδὲ τὴν ῥόθιον ἐπαγωγὴν τῶν ἱππέων οἱ κατὰ τὸν Βρανᾶν ὑπενεγκόντες τὰ νῶτα μεταβαλόντες διασκίδνανται· ἐπὶ δὲ τούτοις καὶ τὰ λοιπὰ διαθροηθέντα τάγματα τρέπονται πρὸς φυγήν.

Αὐτὸς δ᾿ ὁ Βρανᾶς γεγωνὸς κεκραγὼς καὶ διάτορον „στῆτε Ῥωμαῖοι· πλείους γὰρ πρὸς ἐλάττονας μαχεσόμεθα καὶ πρῶτος ἔγωγε κατὰ τῶν ἐνωπίων ἐμβαλῶ πολεμίων” καὶ ἅμα δρῶν ὃ ὑπετίθετο παλίνστροφον μὲν οὐδένα ποιήσειν ἴσχυσε, κατὰ δὲ τοῦ Κορράδου ἄτερ κόρυθος μαχομένου τὸ δόρυ ἴθυνεν, οὐ καιρίως δ᾿ ἔβαλεν, ἀλλὰ τὸ μὲν τὸν τοῦ καίσαρος ὦμον παραξέσαν ἅλιον τῶν ἐκείνου χειρῶν ἐξερρύη, ὁ δὲ ἀμφοτέραις τοῦ οἰκείου ξυστοῦ λαβόμενος ἐμπήγνυσι τοῦτο τῇ παρειᾷ τοῦ Βρανᾶ καὶ σκοτοδίνης πίμπλησι καὶ κατακρημνίζει τοῦ ἵππου Βρανᾶν. τὸ δ᾿ ἀπὸ τοῦδε περιστάντες αὐτὸν οἱ δορυφόροι τοῦ καίσαρος καταδορατίζουσι. φασὶ δὲ ὡς ἐν τῷ πρώτως ὑπὸ Κορράδου τρωθῆναι τὴν τελευτὴν πτοηθεὶς ἱκετηρίασε Βρανᾶς μὴ τεθνάναι, τὸν δὲ Κορράδον ἐκείνῳ μὴ χρῆναι δεδιέναι ἀποκρίνασθαι· οὐδὲ γὰρ ἀηδές τι πείσεται ἕτερον ἢ τὴν κεφαλὴν μόνον ἀποκοπήσεται. ὃ καὶ παραχρῆμα πέπονθεν.

Ἀκόσμου δὲ τῆς φυγῆς γενομένης, ἕκαστος τὸν καθ᾿ αὑτὸν διώκων ἀνῄρει. τοῦτο δὲ ἀρχομένης συμβὰν τῆς τροπῆς οὐ περαιτέρω προβέβηκε· καὶ Ῥωμαῖοι γὰρ ὁμογενοῦς ἐφείδοντο αἵματος, καὶ αὐτοὶ δὲ οἱ διωκόμενοι τὸν περὶ ψυχῆς τρέχοντες μεθ᾿ ἁπάσης ὁρμῆς ἀπεδίδρασκον. ἐσκύλευται οὖν ὁ χάραξ ὑπὸ τῶν νικώντων καὶ εἰς διαρπαγὴν ἐκκείμενος ἦν οὐ μόνον τοῖς τοῦ βασιλέως στρατεύμασιν, ἀλλὰ καὶ τοῖς ἐκχεομένοις ἀστυπολίταις.

Ἀναιρεῖται δὲ κατὰ τοῦτον τὸν πόλεμον καὶ Κωνσταντῖνος ὁ Στηθάτος περὶ τὸν βουβῶνα λόγχῃ τρωθείς, ἀνὴρ ἀγαθὸς καὶ μείλιχος, ὃς διέπων τὴν ἐπαρχίαν τῆς Ἀγχιάλου οὐχ ἑκόντως ἐπηκολούθησε τῷ Βρανᾷ, ἀλλ᾿ οὔτε τὸν προσλαβόμενον ὤνησέ τι, καθὼς καὶ προσεδοκᾶτο, Βρανᾶν καὶ ἑαυτὸν οὐκ ἐξέσωσε τοῦ μαχαίρᾳ πεσεῖν, τῶν τότε ἀστρολόγων ὁ δοκιμώτατος ὤν· ἀλλά τι τὴν ἐκείνου γνῶσιν διαδραμόν, ὡς ἔοικε, λεπτεπίλεπτον ἡσυχῇ μένειν πέπεικεν ἐπὶ τῆς σκηνῆς καὶ ἐπιὸν οὐκ ἔδεισε τὸ πολέμιον. ἐλέγετο δὲ τῷ Βρανᾷ φοιβάζειν προρρητικῶς, ἐκ τῶν τῆς τέχνης ἐκβάσεων τεκμαιρόμενος, ὡς κατὰ τὴν ἡμέραν ἐκείνην τῆς πόλεως ἐντὸς εἰσελεύσεται καὶ θριαμβεύσει περιφανῶς. τοῦτο δὲ εἰ μὲν ἀληθῶς αὐτὸς εἴρηκεν ὁ Στηθάτος, ἀσφαλῶς οὐκ ἴσημι, ὅτι μηδ᾿ ἀψευδῶς τὰ πάντα ἡ φήμη μυθεύεται, ὁπόσα περιλάλητα τιθέναι φιλεῖ. ὅτι δέ, εἰ δῶμεν εἰπεῖν ὁπόσα ἡ φήμη ἐδίδαξεν, ἐπὶ κενῆς ἐτοξεύθησαν ὑπὸ τοῦ προφάντορος Στηθάτου, αὐτά, φησί, τὰ πράγματα ἔφαναν, εἰ μή τις τῇ οὐρανοσκόπῳ ἐπιστήμῃ προσκείμενος μὴ παντάπασι διεψεῦσθαι τουτονὶ διατείνοιτο καὶ τὰ τῆς τέχνης μὴ καθόλου διαπεσεῖν, εἰς τὴν τοῦ Βρανᾶ κεφαλὴν μετάγων τὰ προρρηθέντα καὶ τὸν ἕτερον αὐτοῦ τῶν ποδῶν, ἅπερ τῆς ἡμέρας ἐκείνης διὰ τῆς ἀγορᾶς ἐμπεπαρμένα κοντοῖς ἐνεπόμπευσαν, σὺν αὐτῇ δὲ καὶ κεφαλήν τινος ἀγοραίου, Ποιητοῦ λεγομένου, ἣν οὐδεμία πολεμία χεὶρ ἀφείλετο, αὐτὸς δὲ βασιλεὺς μετὰ τὴν λαμπρὰν ἐκείνην νίκην καὶ τὴν τῶν ἐναντίων καταπολέμησιν ἀποτμηθῆναι προσέταξεν, οὐκ οἶδα ἐφ᾿ ὅτῳ συνοίσοντι ἢ κατορθώματι.

Καὶ τοιοῦτο μὲν ὁ τότε ἀγὼν εἴληφε πέρας, αὐτὸς δὲ ὁ βασιλεὺς τραπόμενος εἰς ἑστίασιν πᾶσαν τῶν ἀρχείων ἀνῆκε πύλην αὔλειον καὶ παράθυρον προσκήνιον, ὥστε τοὺς βουλομένους εἰσιέναι καὶ θεᾶσθαι αὐτὸν τροπαιοῦχον. ἐν δὲ τῷ ἅπτεσθαι τῶν σιτανείων χανδὸν καὶ τὰς χεῖρας κινεῖν εἰς τὸν τῶν προκειμένων ἐδεστῶν πόλεμον, ἐπεισόδιόν τι οὐκ εὐπρεπὲς καὶ ἄθυρμα ἐπιδείπνιον τὴν τοῦ Βρανᾶ παρεισαχθῆναι κεκέλευκε κεφαλήν. ἡ δὲ ὡς εἰσῆκτο, ἐπ᾿ ἐδάφους ἔρριπτο, σεσηρυῖα καὶ μεμυκυῖα τὼ ὀφθαλμώ, ὧδέ τε κἀκεῖσε δίκην σφαίρας διαγομένη τε καὶ μεταγομένη διηκοντίζετο. ὕστερον δὲ καὶ τῇ αὐτοῦ γαμετῇ ἔνδον τῶν ἀνακτόρων καθειργμένῃ παρεισφέρεται καὶ ἀνέρεται αὕτη, εἰ σύνοιδεν, ὅτου ἐστὶν ἡ κεφαλή. ἡ δὲ τοὺς ὀφθαλμοὺς ἐπιβαλοῦσα τῷ οἰκτρῷ ἐκείνῳ καὶ ἀέλπτῳ θεάματι „οἶδά” φησι „καὶ ταλανίζω ἐμαυτήν.” ἦν γὰρ σώφρων ἡ γυνὴ καὶ τὴν ἐπιπρέπουσαν τῷ θήλει σιωπὴν τιθεμένη περὶ πολλοῦ, οὗ χάριν καὶ καλὴν ἐν γυναιξὶ κατωνόμαζεν ὁ πρὸς μητρὸς αὐτῇ θεῖος ὁ αὐτοκράτωρ Μανουὴλ καὶ οἷόν τι τῶν ἐκ γένους ὀσφράδιον.

Τὰ δέ γε πρὸς ἀποστασίαν τῷ Βρανᾷ συναράμενα στρατεύματα, ὅλους ἀνέντα χαλινούς, τὰς ὁπουδήποτε φερούσας ἐτράπετο. καὶ οἱ μὲν ὄπισθεν ἑστῶτες τῶν προμάχων κατὰ τὸν καιρὸν τῆς συμπλοκῆς, ὡς ᾔσθοντο τῆς τροπῆς, ἁψάμενοι τῆς φυγῆς πρότεροι τοὺς κατόπιν ἐλαύνοντας ὡς πολεμίους ὑφορώμενοι τὸν δρόμον, ὡς μὴ συλληφθεῖεν, ἐπέτεινον· οἱ δ᾿ ἐφεπόμενοι τὸ σύντονον εἰς φυγὴν τῶν προαγόντων ὡς πρᾶξιν ζηλοῦντες σώζουσαν καὶ τὴν τῶν πολεμίων ἐπιδίωξιν δεδιττόμενοι ἐκεῖνα ηὔχοντο ἄντικρυς, τοὺς μὲν ἵππους μὴ ποσὶ κόπτειν τὸ δάπεδον, ἀλλ᾿ ἵπτασθαι κατὰ Πήγασον, αὐτοὺς δὲ ἀορασίᾳ καλύπτεσθαι, ὡς εἰ τὴν κυνέην Ἅιδου ὑπέδυσαν. ἦ πολλὴ τότε ἦν αὐτοῖς ἡ δείλανσις καὶ πᾶν ἐποίει καὶ πράττειν καὶ εὔχεσθαι. ἀλλὰ καὶ περὶ τὴν γέφυραν πλεῖστοι ἂν ἀπολισθόντες ὀλώλασιν, ἥτις κατὰ τὸ Δαφνούτιον περιάγεται, εἰ μή τις αὐτοὺς ἐπεπείκει καθυφεῖναι τῆς ὀξείας φυγῆς κατὰ κόσμον τε καὶ μὴ ἐπισφαλῶς διὰ τῆς ἁψῖδος ἰέναι, εἰς οὐρανὸν ἀνατείνας τὰς χεῖρας καὶ τὸ θεῖον ἐπομοσάμενος μηδένα κατ᾿ αὐτῶν ἐπιέναι πολέμιον ὄπισθεν, ἀλλὰ πάλαι μεταστραφέντας παύσασθαι τῆς καταδιώξεως.

Ὅσοι μὲν οὖν τὴν τύχην ἦσαν φλαῦροι καὶ περιπέζιοι, οὗτοι ἀνεπαχθῶς καὶ ἀνεπεγκλήτως ἀφίκοντο οἴκαδε τὴν οἰκείαν παράβυστον σώζουσαν ἔχοντες καὶ μηδένα δεδιότες τὸν ἐπὶ τῷ κολάσαι ἀναδιφήσοντα· οἱ δὲ τὸ γένος λαμπροὶ καὶ ἐπίσημοι δι᾿ ἡγεμονίαν ἢ ἀρχηγίαν, οὗτοι ἐς ἄθρουν ἁλισθέντες σύνταγμα διαπρεσβεύονται βασιλεῖ, συγγνώμην αἰτοῦντες, οἷς ἀπέστησαν ἀπ᾿ αὐτοῦ καὶ τῷ ἀποστάτῃ ἐπηκολούθησαν, καὶ παρὰ βασιλέως λαμβάνοντες τὸ ἀνέγκλητον ἀγαθοὶ καὶ πιστοὶ θεράποντες ἐς τὸ μέλλον ἔσεσθαι συνετίθεντο κἀκ τῶν ἔργων αὐτῶν ὑποδεῖξαι τὴν μετάνοιαν ἐφ᾿ οἷς ἐκ παρανοίας πεπαρῳνήκασι κατὰ τοῦ κυρίου βασιλέως ἐφοπλισάμενοι. εἰ δὲ βασιλεύς, φησί, τὸ τῆς ψυχῆς θυμούμενον πλουτῶν ἀμετάθετον οὐκ αὐτῆμαρ καταπέψει τὴν ὀργιλότητα ἢ γοῦν ἐσέπειτα στήσει τὰ ἡμαρτημένα σφίσιν αὐτοῖς, ὃν ὑπέτυφε κότον εἰς σπινθῆρας ἀναρριπίζων θυμοῦ, καὶ αὐτοὶ φευξοῦνται ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τὸν παρὰ τοῖς φιλεχθροῦσιν ἔθνεσι Ῥωμαίοις ζητήσουσιν ἔσχατον σταθμὸν κἀκεῖνα Ῥωμαίους ἐργάσονται, ὅσα οἷς προσερρύησαν δρᾶν ὤφειλον, ἐπεὶ μηδὲ καινόν, εἰ διφῴη τις τὸν ἀντίπαλον καὶ κολακεύει τουτονὶ ὡς φίλιον τὸν οἰκεῖον εὑρίσκων πολέμιον.

Ταῦτα οἱ μὲν πρέσβεις ὑπετονθόρυσαν. βασιλεὺς δὲ πᾶσιν ἀμνηστίαν ἐβράβευσε καὶ τοὺς προσιόντας εὐμενῶς προσδεχόμενος παρῄνει μετάμελον ἐπὶ τῇ παραβάσει τῶν πρὸς αὐτὸν ὀμωμοσμένων ἐνδείκνυσθαι καὶ ἀρχιερεῖ ὀπτάνεσθαι τῷ μεγάλῳ καὶ ζητεῖν ἐκεῖθεν λύσιν τοῦ ἀναθέματος, ᾧπερ αὐτοὺς οἱ τῆς πόλεως οἰκήτορες καθυπέβαλον ἄνωθεν ἑστῶτες τῶν πυργοβάρεων καὶ τὰ παρ᾿ αὐτῶν θεώμενοι δρώμενα. καὶ πολλοὶ τῷ πατριάρχῃ προσήλθοσαν, ὅσοις τέως εὐλαβείας μετῆν· οἱ δ᾿ ἄλλοι τῇ κατανεύσει τῆς κεφαλῆς τὸ πέρας τῆς παραιφάσεως συμμετρήσαντες ὡς λῆρον ἡγήσαντο τὴν εἰς τὸν Μέγαν Νεὼν ἄφιξίν τε καὶ ἐξαγόρευσιν. ἐῶ γὰρ λέγειν ὡς ἦσαν οἳ τῶν ἀτασθάλων μετὰ τὴν ἐκ προσώπου τοῦ βασιλέως ἐξέλευσιν διεχλεύαζον αὐτὸν καὶ ἐξεμυκτήριζον καὶ οὐ καινὸν ἔλεγον, εἰ θεῷ πρότερον κληρωθείς, ἐπεὶ καὶ τοῦτο προσδιεβέβλητο, ἐκεῖνα καὶ αὐτοῖς ὑφηγεῖται νῦν, ὁπόσα δὴ καὶ ἐξ ἐφήβου δεδίδακται. πολλοὶ δὲ καὶ τῷ Ἀσὰν καὶ τῷ Πέτρῳ προσερρύησαν· ἀλλὰ καὶ οὗτοι γράμμασι βασιλικοῖς μετὰ μικρὸν ἐπανήλθοσαν.

Ἄλλο δ᾿ ἐπὶ τούτοις παρηκολούθησεν ἔργον παραλογώτατον. ὁ γὰρ βασιλεὺς πᾶσιν ἐνέδωκεν ἀτεχνῶς ἀστικοῖς τε καὶ ἀλλοχώροις διεκχεῖσθαι καὶ κακῶς δρᾶν ὁπόσοι πρὸς Βρανᾶν μετετάξαντο τῶν τε ἀγχοῦ τῆς πόλεως ἀγροτῶν καὶ τῶν τὴν Προποντίδα λαχόντων εἰς οἴκησιν. καὶ τὴν μὲν τῆς ἡμέρας ἐκείνης διάδοχον νύκτα, καθ᾿ ἣν Βρανᾶς κατηγώνιστο, ἐνίεται ταῖς οἰκίαις τῶν δυστήνων Προποντίων τὸ ὑγρὸν πῦρ, ὃ ἐπὶ τοῖς στέγουσιν ἀφυπνοῦν σκεύεσι κατὰ τῶν ἀστραπῶν ἐξαίφνης πρόεισι τὰ ἐξάλματα καὶ πιμπρᾷ καθ᾿ ὧν διεκπῖπτον ἀφίεται. τὸ δὲ λάβρον ἐμπεσὸν τοῖς δρυφάκτοις ἐπυρπόλησεν ἅπαν οἰκοδόμημα, εἴτε τέμενος τοῦτο ἅγιον ἦν, εἴτε σεμνεῖον ἱερόν, εἴτε οἴκημα ἰδιωτικόν· καὶ τοῦ κακοῦ παρὰ πᾶσαν δόκησιν ἐπελθόντος οὐ μόνον τὰ μέλαθρα τὸ πῦρ ἐπενέμετο καὶ ἡ φλὸξ μικροῦ διεῖρπεν αἰθέριος, ἀλλὰ καὶ τὰς οὐσίας ἐπεβόσκετο τῶν ἀνθρώπων, οὐδενὸς ἁρπάσαι τι καὶ μετενεγκεῖν ἔχοντος, εἰ μὴ ὅσα τῶν χρημάτων εὐάγκαλα.

Κατὰ δὲ τὴν μετ᾿ αὐτὴν ἕω ἔξεισιν ὡς ἐκ προσκλήσεως τὸ Λατινικὸν στῖφος, ὃ τῷ Κορράδῳ καίσαρι συνετέτακτο, καὶ τὸ ἀγελαῖον καὶ πτωχεῦον πλῆθος τῆς πόλεως καὶ τὰ πέριξ διαδραμόντες, οἱ μὲν ἔτι τὰ ὅπλα φέροντες, οἱ δ᾿ ἀμυντηρίῳ τῷ παρευρεθέντι χρώμενοι, τί μὲν οὐχ ἥρπασαν, τί δὲ χείριστον οὐκ εἰργάσαντο; οἰκήματα κατήρειψαν, τὸν ἔνδον πλοῦτον περιεβάλοντο, ἱερὰ ἀνηρεύνησαν φροντιστήρια, ἔπιπλα ἀφείλοντο παναγῆ, σκεύη τίμια ἐβεβήλωσαν, σεμνὴν μοναζόντων πολιὰν οὐκ ᾐδέσθησαν, ἀρετῆς, ἣν καὶ πολέμιος οἶδε τιμᾶν, ἠλόγησαν, καὶ ἵνα τὰ πολλὰ συντέμω, πᾶσαν κάκωσιν καθ᾿ ὧν ἐπῄεσαν ἐπεδείξαντο. πολλοὶ δὲ καί, ὅτι τῶν κατ᾿ οἶκον σκυλευομένων ὑπέμυξαν, θάνατον εὕραντο τὸ ζημίωμα. προύκοψε δ᾿ ἂν τὸ δεινὸν καὶ χρονιώτερον γεγονὸς ὤφθη περιαλγέστερον, εἰ μή τινες ἀνενεγκόντες βασιλεῖ τὰ τελούμενα καὶ βαρυαλγήσαντες, ὡς εἰκός, ὑπένυξαν πρὸς διόρθωσιν. καὶ στείλας εὐθύς τινας τῶν κατ᾿ ἀξίωσιν καὶ γένος περιφανῶν ἀνέστειλέ τε τὰς τῶν ἀτάκτων ὁρμὰς καὶ κατέληξεν οὕτως ὀψέ ποτε τὰ εἰς μέγα μέρος ἀφανισμοῦ τῶν ἐκεῖσε τολμώμενα.

Ἀλλ᾿ οὔπω ταῦτα διετεθρήνητο ἀκριβῶς ὁπόσοις τῶν ἀνθρώπων ψυχὴ φίλοικτος καὶ τὸ δάκρυον ταῖς τῶν πασχόντων ἀναπιδύει θερμότερον συμφοραῖς, καὶ τὸ τῆς πόλεως χειρωνακτικὸν καὶ ὅσον οὐ συνεπευδόκησε τοῖς λοιποῖς ἐπὶ τὰ ἱστορημένα ἤδη τῷ λέγειν μοι δεινὸν ἡγησάμενοι, εἰ οὐχ ὅπως ἐλευθεροστομοῦσι Λατῖνοι καὶ βρενθύονται τῷ ὑπ᾿ αὐτῶν καταγωνισθῆναι Βρανᾶν, ἀλλὰ καὶ κατὰ τῶν ἀστυγειτόνων σφίσι Ῥωμαίων διαπεπράχασι τὰ ἀνύποιστα, κατὰ φάλαγγας ἀγειρόμενοι καὶ σπείρας χειμερίου δίκην χειμάρρου ταῖς τῶν Λατινικῶν γενῶν οἰκίαις προσρήγνυνται. αἵ τε οὖν ἄσημοι φωναὶ τὸν ἀέρα ἐγέμιζον, ὡς οὐδ᾿ εἰ κολοιῶν ἢ γεράνων ἢ ψάρων ἔθνεα κλαγγηδὸν ἐπτερύσσοντο ἢ ἐπέκλωζον θηρευταὶ καὶ ἐπεθώϋζον κυνηγέται, ἀλλήλους τε παρεκάλουν ἐπισπώμενοι τῶν χιτωνίων. οὐκ ἦν οὖν ἐκεῖ τις τῶν εἰσηγουμένων τὰ πρὸς εἰρήνην κατήκοος, ἀλλ᾿ ὡς ἀσπίδες τὰ ὦτα βύοντες πάντα παρέτρεχον σοφὸν φαρμακόν.

Ἡγεμόνευε δὲ τῆς τότε τῶν ἀγοραίων συνδρομῆς οὐ μόνον θυμὸς ἄλογος, ἀλλὰ καὶ ὁ τῶν ἀλλοτρίων ἠρρένου ἔρως χρημάτων· ᾤοντο γὰρ ἐν βραχεῖ πόνῳ τοὺς Λατίνους ἐκστῆσαι τῶν οἰκημάτων καὶ διαρπάσαι ἅπαν ἀπραγματεύτως τὸ ἔνδον κειμηλιούμενον, ὥσπερ κατὰ τοὺς χρόνους Ἀνδρονίκου διαπεπράχασι. τοῖς δὲ εἰς τοὐναντίον τὰ τῶν ἐλπίδων μετέστραπται· οἱ γὰρ διάφοροι, ὡς εἶδον τὴν ἐπ᾿ αὐτοὺς τῶν ξυγκλύδων σύρροιαν, τάς τε λεωφόρους περιεφράγμωσαν μεγίστοις σκόλοψιν, ὅσαι κατ᾿ αὐτοὺς ἦγον τὸ παροδεῦον, καὶ θωρακισθέντες βύζην ἐν τοῖς ὀχυρώμασιν ἔστησαν. ὁ δ᾿ ἀγελαῖος ὄχλος πολλάκις μὲν ὑπερβῆναι τὰ περισταυρώματα ὥρμησαν, οὐ μόνον δὲ τοῖς κατὰ σκοπὸν οὐκ ἔδοσαν πέρας, ἀλλὰ καὶ κακῶς ὑπὸ τῶν Λατίνων ἔπαθον· ἀσιδήρωτοι γὰρ καὶ γυμνοὶ πρὸς ὡπλισμένους μαχόμενοι, οἱ πλεῖστοι δὲ καὶ οἰνόφλυγες ὄντες, τότε ὃ ἔδρων ἐγίνωσκον καὶ τὸν Ἐπιμηθέα τοῦ Προμηθέως καταδεέστερον ᾔδεσαν, ὁπότε βαλλόμενοι ἀπὸ τόξων ἢ παρασταδὸν οὐταζόμενοι κατὰ γῆς ἔπιπτον.

Καὶ τὴν μὲν δείλην ὅλην τῆς ἡμέρας ἐκείνης μέχρι καὶ ἐς βαθεῖαν ἑσπέραν οὕτω κατίσχυε τὸ δεινόν· ἡλίου δὲ τὸν ὁρίζοντα ὑπερβάντος μετὰ μείζονος Ῥωμαῖοι ῥύμης ὡς εἰς ἀγώνισμα δεύτερον συνηθροίζοντο πλείστους τοὺς μεθ᾿ ὅπλων προβεβλημένοι. ἀλλ᾿ οἵ τε συνελθόντες ἐκ βασιλέως λόγιμοι ἄνδρες αὐτοὺς ἀνέστειλαν καὶ οἱ ἐκ τῆς Λατίνης φυλῆς κατασοφισάμενοι τοὺς εὐήθεις κατέσβεσαν τὸ πολὺ τῆς ὁρμῆς· συναγαγόντες γὰρ τοὺς ἐν τῷ πολέμῳ καταλύσαντας τὸ ζῆν Ῥωμαίους καὶ μετὰ τὴν τῶν περιβλημάτων ἀφαίρεσιν δείξαντες ἐν χρῷ κουρίας ἐξέθεντο κατὰ τὴν αὔλειον σφῶν καὶ πλαστῶς ἐπ᾿ αὐτοῖς ὡς ἐφ᾿ ὁμογενέσι παθηνάμενοι ὑπεδείκνυον τοῖς προσιοῦσιν ἐκ βασιλέως καὶ ἱκεσίαζον, μὴ ἀνασχέσθαι καὶ εἰσαῦθις συρραγῆναι πόλεμον καὶ δὶς αὐτοὺς πεπονθέναι ὁπόσα καὶ ὁρᾶν ἔχουσιν. οἱ δὲ πρὸς τὸν ἀποχειροβίοτον λαὸν ταῦτα διαπορθμεύοντες κἀπὶ τοὺς τεθνεῶτας τείνειν τὰ ὄμματα πείθοντες, μηδ᾿ ἐπαινεῖν τὰ γινόμενα φάσκοντες ἴσχυσαν οὕτως ὀψέ ποτε μαλάξαι τοὺς σύρφακας, ὡς ἀποχωρῆσαι πρὸς τὸ οἰκεῖον ἕκαστον ἐπιτήδευμα. καὶ ἄλλως δὲ εἰπεῖν, μὴ τοῦ συνήθους ἡγεμόνος, τοῦ οἴνου φημί, αὐτοὺς θωρακίσαντος, μηδ᾿ ἀκριβέστερον σιδήρου πρὸς τὸν ἀγῶνα παραθήξαντος (πρώϊος γὰρ ἦν ὁ καιρός), διελύθησαν εὐμαρῶς ἀναμίλλητοι οὖς ὑποσχόντες εὐήκοον τῇ παραιφάσει τῶν διαλλακτήρων μεγίστων ἀνδρῶν. εἰ γὰρ οἴνῳ προκατελήφθησαν οἱ καὶ ταπύρων οἰνοβαρέστεροι, ποία τις αὐτοὺς ἴυγξ ἢ τίνων τερετίσματα Σειρήνων πρὸς εἰρήνην ἂν μετερρύθμισαν ἢ πρὸς ἑτέραν εὐσχήμονα πρᾶξιν μετέθηκαν; ὧν γε καὶ ἄλλοι μὲν ὡς ὑπὸ μέθης διαρρεόντων οὐκ ὀλίγα ξυνέθεντο σκώμματα, ὁ δὲ Μένανδρος οὑτωσί πως ἐπιλαμβάνεται „μεθύσους τοὺς ἐμπόρους ποιεῖ τὸ Βυζάντιον· ὅλην ἔπινον τὴν νύκτα”. καὶ ταῦτα μὲν ὧδέ πῃ ἐφέρετο.


ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ

Βασιλεὺς δὲ δισσεύει κατὰ Μυσῶν ὑστεροβουλίᾳ πληττόμενος, ὅτι μὴ κατὰ τὴν προτέραν αὐτοῦ ἐμβολὴν τὰ τῆς πολεμίας εὖ διέθετο γῆς, ἀλλ᾿ ἀναστὰς ᾤχετο ἐκεῖθεν, ὡς εἰ καὶ πολέμιοι ἐπέκειντο βάλλοντες, μήτε τοῖς φρουρίοις Ῥωμαίους ἐπιστήσας φύλακας, μήτε ὅμηρα λαβὼν τὰ τῶν βαρβάρων φίλτατα. καὶ τότε μὲν αὐτὸς μετὰ τῶν συνόντων οἱ ὀλίγων ἐξῄει τῆς πόλεως· ἠκηκόει γὰρ μηκέτι τοὺς Μυσοὺς τὰ ὄρη περιπαπταίνειν καὶ τοὺς βουνούς, ἀλλ᾿ ὁπλιτικὸν ξενολογήσαντας Σκυθικὸν ἐς τὰ τῆς Ἀγαθοπόλεως μέρη παρεμβαλεῖν καὶ ταῦτα κατὰ κράτος ληΐζεσθαι κακὰ ἐργαζομένους Τερμέρεια· τὸ δὲ λοιπὸν ἐκ προσκλήσεως συνήγετο στράτευμα. πρὸς γὰρ τὴν ἄελπτον καὶ ὀξεῖαν ἔφοδον τῶν βαρβάρων καὶ αὐτός τι τοιουτότροπον ἐμεθόδευσε, καὶ συστολὴν ἐντεῦθεν τοὺς ἐχθροὺς παθεῖν προμηθούμενος καὶ τοὺς οἰκείους μὴ ἀπαυδήσειν ἐς τὴν παρὰ πόδας καὶ δευτέραν κατὰ τῶν Βλάχων ἐξόρμησιν, εἰ κατὰ τούτων πρῶτος αὖθις αὐτὸς τὰ ὅπλα ἤρατο καὶ τὸν ἵππον ἀνέβη τὸν πολεμιστήριον.

Καὶ ὁ μὲν κατὰ τὸν Ταυρόκωμον γενόμενος (κτησείδιον δέ ἐστιν οὗτος οἰκούμενον κωμηδὸν καὶ μὴ πάνυ πόρρω τῆς Ἀδριανοῦ κείμενον) ἐπέμενε τὰς δυνάμεις συνελθεῖν, ἐπέσκηψε δὲ καὶ τὸν καίσαρα Κορράδον μηδέν τι μελλήσαντα ἐξελθεῖν.

Ὁ δὲ δυσχεραίνων προδήλως πρὸς ἣν εὕρατο ἐκ βασιλέως φιλοφροσύνην ὡς τῷ ἑαυτοῦ γένει ἀπᾴδουσαν καὶ τῷ βασιλείῳ κήδει ἀσύμφωνον, ὁρῶν δὲ καὶ τὰς ὑπερηφάνους ἐλπίδας καταληγούσας ἐς μόνον τὸ μὴ τοῖς πολλοῖς ὁμόχρωμον ὑπόδημα τοῦ ποδὸς (τὸ τῶν καισάρων λέγω παράσημον), καὶ ἄλλως δὲ σταυροφορήσας οἴκοθεν καὶ τὴν ἐς Παλαιστίνην ὁδεῦσαι πάλαι προθέμενος, ἤδη κατασχεθεῖσαν ὑπὸ τῶν κατὰ τὴν Αἴγυπτον Σαρακηνῶν, καὶ πάρεργον ὁδοῦ τὴν μετὰ τῆς ἀδελφῆς τοῦ βασιλέως ἐπιτελέσας συνάφειαν, κατένευσε μὲν συνεξιέναι τῷ βασιλεῖ καὶ συνδιαθέσθαι τὸν προκείμενον πόλεμον, ὡς δ᾿ ἀντέκρουσε τὸ βεβουλεῦσθαι θεὸν κακοτυχεῖν Ῥωμαίους ὑπὸ Μυσῶν, ἐπ᾿ ἄλλοις τρέπει τὸν νοῦν.

Νῆα γὰρ ἐξαρτύσας εὐπαγῆ τε καὶ νεογόμφωτον τὸν πλοῦν ἐς Παλαιστίνην ἔθετο καὶ τῇ Τύρῳ προσορμίσας καὶ παρὰ τῶν ἐκεῖσε ὁμογενῶν ὡς οἷά τις κρείττων ὁραθεὶς καὶ προσδεχθεὶς δύναμις τοῖς Σαρακηνοῖς ἀντεφέρετο, Ἰόππην ἐπανασωσάμενος, ἣ νῦν Ἄκε λέγεται, καὶ ἑτέρας πόλεις τοῖς ὁμοφύλοις. ἀλλὰ γὰρ ὅτι καὶ τὰ ἐκεῖ πάσχειν κακῶς ἀφώριστο, ἄλλοι τε καλοὶ καὶ γενναῖοι ἀπώλοντο στρατηγοὶ τὴν κατὰ Χριστὸν ἑκόντως καὶ οἰκείοις ὀψωνίοις πορείαν στειλάμενοι, καὶ αὐτὸς δὲ ἀναιρεῖται ὑπὸ Χασισίου μικρόν τι ἐπιβιοὺς καὶ ὅσον πεῖραν τῆς αὐτοῦ ἀνδρείας τε καὶ φρονήσεως δοῦναι τοῖς Ἀγαρηνοῖς καὶ θαυμασθῆναι.

Γένος δέ εἰσιν οἱ Χασίσιοι τοσαύτην λεγόμενον τηρεῖν τῷ ἄρχοντι σφῶν συστολὴν καὶ τῶν ἐντελλομένων πλήρωσιν, ὡς καὶ κατὰ κρημνῶν ὠθεῖν ἑαυτοὺς ἐκείνου ἐπ᾿ ὀφρύσι μόνον νεύσαντος καὶ χορεύειν κατὰ ξιφῶν καὶ ὑδάτων καθάλλεσθαι καὶ κατὰ πυρὸς ἀκοντίζεσθαι. ἀμέλει τοι καὶ πρὸς οὓς ἂν ἐθέλωσιν οἱ τῶν Χασισίων ἐξουσιάζοντες ἀποστέλλουσι τούς σφας ἀναιρήσοντας· οἱ δὲ ὡς φίλιοι προσιόντες ἤ τι τῶν καθηκόντων εἰπεῖν ἔχοντες ἢ καὶ ὡς πρέσβεις ἐξ ἐθνῶν ἥκειν πλαττόμενοι πλήττουσι πολλάκις παραξιφιδίῳ καὶ θανατοῦσιν ἐνίους ὡς τοῖς κυρίοις αὐτῶν διαφόρους, μὴ τὸ τοῦ πράγματος ἐργῶδες ἐν νῷ βαλλόμενοι ὅλως, μηδ᾿ ὅτι ἐκ τοῦ δήπουθεν ἀναιρεθήσονται γοῦν αὐτοί, καὶ μὴ τὸν ἑτέρου καταπραξάμενοι θάνατον.

Ἀλλ᾿ ὁ μὲν βασιλεὺς περὶ δισχιλίους ἐπιλέκτους ἀποκρίνας καὶ τούτοις ὅπλα καὶ ἵππους ὠκύποδας διαδοὺς ὥρμησεν ἐκ τοῦ Ταυροκώμου πρὸς τὸ πολέμιον, τὴν δ᾿ ἀποσκευὴν πᾶσαν καὶ τὸν ὑπηρετικὸν ὄχλον ἐς Ἀδριανούπολιν ἱκέσθαι διετετάχει· οἱ δὲ ἠγγέλλοντο παρὰ τῶν ὀπτήρων τὰ περὶ τὸν Λαρδέαν λεγόμενα κατατρέχειν καὶ πλείστους μὲν ἀπεκτονέναι, οὐκ ἐλάττους δὲ συνειληφέναι, καὶ ὡς ἐπαναζευγνύειν ἐγνώκασι πολλῶν ἐμπεπλησμένοι ὠφελειῶν.

Ἐννύχιος τοίνυν ὑπὸ σάλπιγγι τὸν ἵππον ἀναβὰς ἐπορεύετο καὶ κατὰ τόπον Βαστέρνας λεγόμενον ἀφιγμένος διανέπαυεν ἐκεῖσε τὴν στρατιάν, μὴ ἐπιφαινομένων τῶν πολεμίων.

Μετὰ δὲ τρεῖς ἡμέρας ἐκεῖθεν ἀπάρας τῆς εὐθὺ τῆς Βερόης ἐπορθρευσάμενος ἥπτετο. ἀλλ᾿ οὔπω παρασάγγας παρῆλθε τέσσαρας, καί τις εὔζωνος ἐφίσταται ἀνὴρ τὸ τῆς ἀγγελίας ἔχων ἐπὶ τοῦ προσώπου κακὸν καὶ ἔλεγε τὸ πνεῦμα συχνάκις ἀνακαλούμενος ἀγχοῦ που μετ᾿ αἰχμαλωσίας τὸ ἀντίπαλον ὑποστρέφειν, ἀνειμένην τὰ πλεῖστα τὴν πορείαν κατ᾿ ἄμφω ποιούμενον, ὅτι τε οὐδένα ἑώρακεν ἀντίμαχον καὶ ὡς ἔμφορτον πολλῶν ληϊσμῶν. αὐτίκα γοῦν εἰς ἡγεμόνας τὸ συνὸν αὐτῷ διελὼν στράτευμα καὶ σχῆμα παρατάξεως θέμενος ὥδευεν ἐκείνην καθ᾿ ἣν ὁδοιπορεῖν ἐλέγετο τὸ πολέμιον.

Ἐπεὶ δὲ εἴδομέν τε καὶ ἐθεάθημεν (συνειπόμην γὰρ καὶ αὐτὸς βασιλεῖ ὑπογραμματεύων), οἱ μὲν Σκύθαι καὶ Βλάχοι τὴν λείαν παραδόντες τισὶν ἐξ αὐτῶν μοίραις ἐκέλευσαν τὰς ἐπιτομωτέρας ἀναλέγεσθαι τῶν ὁδῶν καὶ τὴν πορείαν ἐπιτείνειν, ἕως ἂν ἐφάψωνται τῶν ὀρειαίων· οἱ δ᾿ ἄλλοι συστραφέντες ἐδέχοντο εὐπετῶς τοὺς κατ᾿ αὐτῶν ἱππαζομένους Ῥωμαίους καὶ τὸν πάτριον αὐτοῖς καὶ ἐθάδα τρόπον μαχόμενοι ἐπιόντες ἠφίεσαν βέλεμνα καὶ δόρασι προσεπλέκοντο, μετὰ βραχὺ δ᾿ αὖ μεταβαλόντες τὴν ὁρμὴν εἰς φυγὴν καὶ καταδιώκειν ὀπίσω αὐτῶν ὡς φυγάδων τὸ ἀνθιστάμενον ἐρεθίζοντες, αὖθις ὡς οὐδὲ πτηνὰ τὸν ἀέρα τέμνοντα τὰ νῶτα εἰς τὴν τῶν ὄψεων μεταθέμενοι χώραν ἐνώπιοι τοῖς ἐπιοῦσιν ἐμάχοντο καὶ πολλῷ γενναιότερον συνεπλέκοντο. καὶ τοῦτο πολλάκις πεποιηκότες, ὡς ἤδη τῶν Ῥωμαίων ἦσαν ἐπικρατέστεροι, οὐκέτ᾿ ἐμέμνηντο τῶν ἑλίξεων, ἀλλὰ τὰ ξίφη γυμνώσαντες καί τινα βοὴν καταπληκτικωτάτην ἐκρήξαντες μικροῦ καὶ ἐννοήματος τάχιον Ῥωμαίοις ἐνέπεσον καὶ τὸν μαχόμενον ὁμοίως καὶ τὸν δειλαινόμενον καταλαμβάνοντες ἐξεθέριζον.

Καὶ τάχ᾿ ἂν τὴν τότε ἡμέραν οἱ Σκύθαι μέγα κλέος ἀράμενοι ἐνεκαυχήσαντο καθ᾿ ἡμῶν καὶ λαῷ ἄφρονι ὄνειδος παρεδόθημεν, εἰ μὴ αὐτὸς ἐπεβοήθησε βασιλεὺς ἔτι τὴν περὶ αὐτὸν ἔχων ἀκραιφνῆ φάλαγγα, αἵ τε σάλπιγγες ἐπίτορον ἀλαλάξασαι καὶ αἱ χαλκόστομοι κώδωνες διηχήσασαι τά τε τῶν δρακόντων ὀφθέντα εἰκάσματα, ἃ ἐπὶ δοράτων ᾐώρηνται περισοβούμενα πνεύμασι, τοὺς πολεμίους κατέπληξαν φαντασίαν παρασχόντα μείζονος στρατιᾶς.

Τότε μὲν οὖν ὁ βασιλεὺς βραχύ τι τῆς αἰχμαλωσίας ὡς ἐκ στόματος θηρῶν ἀφαρπάσας κατέλαβε τὴν Ἀδριανούπολιν ἣν βαδίζειν προύθετο παρεικώς· τῶν δὲ βαρβάρων οὐκ ἠρεμούντων, ἣν παρῆκε τρέχειν αὖθις προείλετο. καὶ δὴ γενόμενος κατὰ Βερόην τὰς τῶν Μυσῶν καὶ Σκυθῶν ἀνέστελλεν ἐκδρομὰς καὶ δι᾿ ἀνδρῶν μὲν ἠκριβωκότων τὸ στρατηγεῖν, καὶ δι᾿ ἑαυτοῦ δὲ οὐχ ἥκιστα. οἱ δὲ καίπερ ὑφορώμενοι Ῥωμαίους καὶ βασιλέως παρόντος ἐπιστρεφόμενοι, ὅμως αὖ πάλιν ἐπετίθεντο λεληθότως, ὧδέ πῃ ἐμβάλλοντες ὡς πολεμησείοντες καὶ καραδοκεῖν ὡς ἐπιόντας αὐτοὺς παρεχόμενοι, ἄλλοθι δὲ μεταβαίνοντες καὶ ἀεί τι δρῶντες ἐπιτυχές. ἦν δ᾿ ὅτε καὶ βασιλεὺς μὲν ὡς Ἀγαθόπολιν ἤλαυνεν ἐπισχήσων τοὺς βαρβάρους τῶν ἐπελεύσεων, αὐτοὶ δὲ τὰς κώμας ἔκειρον, αἳ ἦσαν ἄγχιστα τῆς Φιλιππουπόλεως. κἀκείνου πρὸς τὸ πάσχον ἐπιόντος, ἐκεῖνοι αὖθις ἐπήλαυνον ἐξ ὧν ὁ βασιλεὺς ἀπανίστατο. ταῦτα δ᾿ ἐποίει ἅτερος τῶν ἀδελφῶν ὁ Ἀσάν, ἀγχίνους ὢν διαφερόντως κἀν τοῖς ἀπόροις ἐπινοῆσαι τὰ ξύμφορα ἱκανώτατος.

Ἐγνώκει οὖν ὁ βασιλεὺς καὶ πάλιν εἰς τὴν Ζαγορὰν εἰσελθεῖν καὶ ὡς οἷόν τε πειράσασθαι παραστήσασθαι τοὺς Μυσούς. καὶ δὴ ἐξάρας ἀπὸ Φιλιππουπόλεως εἰς Τριάδιτζαν παραγίνεται· ἐκεῖθεν γὰρ ἠκηκόει μὴ δυσπορεύτους εἶναι κατὰ πολὺ τὰς εἰς τὸν Αἷμον τροχιάς, ἀλλ᾿ ἔσθ᾿ ὅπῃ καὶ εἰς εὐθείας ἀνοίγεσθαι καὶ ὕδωρ εἶναι εἰς ἄντλημα ἱκανώτατον καὶ χιλὸν τοῖς ὑποζυγίοις ἐνόδιον, εἰ κατὰ καιρὸν ἐκεῖ τις πορεύοιτο. ὡς δ᾿ εἰς χειμέριον τροπὴν παρεγκλίνας ἤλαυνεν ἥλιος καὶ ποταμοὶ μὲν ὑπὸ ψύχους ἐπήσσοντο καὶ ἄλλως βορείου καὶ ψυχροῦ τοῦ ἐκεῖσε κλίματος ὄντος, χιὼν δὲ πλείστη κατενεχθεῖσα τὸ τῆς γῆς ἠφάνισε πρόσωπον, οὐ μόνον πλήσασα φάραγγας, ἀλλὰ καὶ θύρας οἰκημάτων ἐπιζυγώσασα, ὑπερέθετο τὸ ἔργον εἰς ἀνάφανσιν ἔαρος καὶ τὴν μὲν στρατιὰν αὐλίζεσθαι διαφῆκε κατὰ τὴν ἐκεῖθι ἐπαρχίαν, αὐτὸς δ᾿ εὔζωνος τὴν βασιλίδα καταλαβὼν διεχεῖτο ἵππων ἁμίλλαις καὶ θεωρείοις ἐγάννυτο.

Ἅμα δ᾿ ἦρι φανέντι ἔξεισι καὶ πάλιν καὶ μέτεισι τοὺς Μυσούς. ὅλους οὖν μῆνας τρεῖς ἐξηνυκὼς καὶ περὶ τὴν τοῦ φρουρίου κατάσχεσιν, ὃ Λοβιτζὸς ἐπικέκληται, πλεῖστα πεπονηκὼς ἀτελὲς τὸ ἐγχείρημα καὶ πάλιν ἀπολιπὼν ἐκεῖθεν μεθίσταται καὶ τὴν βασιλίδα τῶν πόλεων εἴσεισιν· αἱ γὰρ τῆς Προποντίδος χάριτες καὶ τὰ ἐπιτερπῆ κατ᾿ αὐτὴν σκηνώματα τά τε κυνηγέσια καὶ ἱππάσια, ἁλυσιδοῦντα οἷον τὸν Ἰσαάκιον, οὐκ εἴων ἐπὶ μακρὸν θυραυλεῖν, ἀλλ᾿ ὡς ῥιψάσπιδα γινόμενον ἔπειθον αὐτομολεῖν ἐς αὐτά.

Τότε δὲ καὶ τὴν τοῦ Ἀσὰν γυναῖκα κατέσχεν ὁ βασιλεὺς καὶ τῶν ἀδελφῶν αὐτοῦ θάτερον τὸν Ἰωάννην εἰς ὅμηρον εἴληφεν. ἀλλὰ καὶ οὕτως ἐπὶ τὰ χείρω τὰ πράγματα προύβαινε.

Κατὰ δὲ τὸν καιρὸν τοῦτον τυραννίδι ἐπικεχείρηκεν ὁ Φιλαδελφεὺς Θεόδωρος ὁ Μαγκαφᾶς. καὶ τὰ μὲν πρῶτα τὸ τῆς πόλεως ταύτης ἀγελαῖον, πολυανδρούμενον ὂν θρασύ τε καὶ ἀναιδές, ἑαυτῷ προσῳκείωσε καὶ ὅρκοις τὴν εἰς αὐτὸν πίστιν κατενεπέδωσεν· ὁδῷ δὲ προϊὼν καὶ βασιλείας ἑαυτῷ περιέθηκεν ὄνομα τοὺς Λυδοὺς πάντας εἰς ἀποστασίαν ἐπισπασάμενος· ἔπειτα δὲ καὶ τῶν προσοίκων ἀποπειρᾶται χωρῶν καὶ ἀργύρεον κέκοφε νόμισμα τὴν οἰκείαν ἐγχαράξας ἐν αὐτῷ στήλην. ὡς δὲ προύκοπτε τὰ τῆς ἀποστασίας καὶ ὁ ἐπὶ τοῖς δρωμένοις πρότερον γέλως εἰς πληγὴν γενναίαν μεθίστατο πρὸς ἧπαρ χωροῦσαν τοῦ βασιλέως, μὴ μέλλειν οὗτος ἐγνώκει, ἀλλὰ κατ᾿ αὐτοῦ τὰ ὅπλα διφᾶν. καὶ δὴ κατὰ τὴν Φιλαδέλφειαν γεγονὼς ἔμφρουρον αὐτῇ τὸν Μαγκαφᾶν ἀπειργάσατο, ὃς καὶ τὴν τοῦ Μωροθεοδώρου προσωνυμίαν ἐκτήσατο, τῶν κατὰ σκοπὸν ἐκείνῳ διαπεσόντων ἐσέπειτα. καὶ ἱκανὸν χρόνον τῇ πολιορκίᾳ ἐγκαρτερήσας οὐκ ἴσχυσε τοὺς Φιλαδελφεῖς παραστήσασθαι· ὅθεν πρὸς ὁμολογίας καὶ συμβάσεις ἐτράπετο, ὥστε τὸν μὲν Θεόδωρον τὰ τῆς βασιλείας ἀποθέσθαι παράσημα καὶ καθ᾿ ἑαυτὸν ὡς πρότερον πολιτεύεσθαι, τὸ δὲ τῆς πόλεως ἐκείνης πλήρωμα βασιλεύεσθαι πάλιν ὑφ᾿ οὗ καὶ πρώην ἐβασιλεύετο. καὶ ὅμηρα ἐκεῖθεν δεξάμενος ὧν ᾑρεῖτο τοὺς παῖδας ἐπανέζευξεν εἰς τὴν μεγαλόπολιν. οὐκ ὀλίγοι δὲ κἀν τῇ ἐπαναστάσει ταύτῃ ἀγαθοὶ καὶ γενναῖοι ἄνδρες ἀπώλοντο.

Μετ᾿ οὐ πολὺ δὲ ὁ Βατάτζης Βασίλειος, γένους μὲν ἀσήμου βλαστῶν, διὰ δὲ τὸ εἰς γυναῖκά οἱ γαμετὴν συναφθῆναι τὴν τοῦ βασιλέως πρὸς πατρὸς ἐξανεψιὰν δομέστικος τῆς ἀνατολῆς τιμηθεὶς καὶ τὴν δουκικὴν ἀρχὴν τῶν Θρᾳκησίων ἀναζωσάμενος, χρήμασιν ὑπέφθειρε πλείστους τῶν τοῦ Μαγκαφᾶ ὀμοτῶν· καὶ αὐτὸν μὲν οὐκ ἔσχε συλλαβεῖν καὶ δεσμοῖς περιβαλεῖν, τῆς δὲ πόλεως Φιλαδελφείας φυγαδεύσας ἔδοξε καὶ οὕτως μέγα τι κατωρθωκέναι καὶ ἀσπάσιον ἔργον τῷ βασιλεῖ.

Ἀλλ᾿ οὗτος τῷ τοῦ Ἰκονίου σουλτὰν προσρυείς, ᾧ ἡ κλῆσις Καϊχοσρόης, συμμαχικὸν μὲν αἰτήσας κατὰ Ῥωμαίων οὐκ ἔλαβεν, ἐνεδόθη δέ οἱ προσλαμβάνεσθαι ἀνεπεγκλήτως ὁπόσοι τῶν Τούρκων κερδαλεόφρονες κἀπὶ τῷ γωρυτῷ καὶ τῷ τόξῳ τὴν πεποίθησιν ἔχοντες Ῥωμαίους λῃστεύουσιν. οὐκ ὀλίγην οὖν τῷ τρόπῳ τούτῳ συνηγηόχει δύναμιν καὶ ἐπιὼν τούς τε πατριώτας ἑαυτοῦ ἐς τὸν γεωργικὸν ὄχλον καὶ τῶν ζώων ἐλυμαίνετο τὰ ὑπὸ ζυγὸν καὶ τοὺς Λαοδικεῖς δὲ Φρύγας μυριαχῶς ἐκάκωσεν, ὥσπερ καὶ τοὺς τῶν Χωνῶν τῶν ἐμῶν οἰκήτορας, τὰς ἅλωνας κατὰ τὸν θέρειον καιρὸν πυρπολῶν καὶ τὸ προστυχὸν ὡς πολέμιος χειρίστως διατιθέμενος· ἐῶ γὰρ λέγειν ὡς φιλανθρωπευομένους ἐνίοτε πρὸς τὸ Χριστώνυμον κακῶς ἔφασκε καὶ ἐπέπληττεν. ἐμβαλὼν δὲ τῇ Καρίᾳ καὶ πολλοὺς προνομεύσας τῶν ἐκεῖ τοῖς βαρβάροις ἐκδέδωκεν εἰς ἀπαγωγήν. ἀλλὰ καὶ τὸν νεὼν τοῦ ἀρχιστρατήγου Μιχαὴλ ὁ ἀνόσιος οὗτος διαφῆκεν ἐμπρῆσαι, ἔργον μέγιστον καὶ περίπυστον ὄντα καὶ ὑπερβαίνοντα ἐς κάλλος καὶ τὴν εἰς μῆκος ἔκτασιν τὸ ἐν τῇ βασιλίδι πόλει τοῦ καλλιμάρτυρος Μωκίου τέμενος.

Ὡς δέ ποτε πρὸς τὸν σουλτὰν ἐπανέξευξε τοιούτων παρανομιῶν πλήρης καὶ πύθοιτο βασιλεὺς οὐκ εἰς ἀγαθὰς ἐννοίας καὶ πράξεις τὸν Ἰκονιάρχην ἐνάγειν Καϊχοσρόην, ἄρτι πρὸς πατρὸς ἐκλελοιπότος τὸ ζῆν τὴν ἀρχὴν τοῦ Ἰκονίου δεξάμενον, πρέσβεις ἔστειλε καὶ χρήματα παρασχὼν τῷ σουλτὰν καταπροδοθέντα εἶχε καὶ ἀνάπεμπτον αὐτῷ γενόμενον τὸν Μαγκαφᾶν, πλήν γε δὴ μεθ᾿ ὁμολογίας καὶ πίστεως, μὴ ὥστε τοὐπιτίμιον αὐτῷ τῆς ἀποστασίας κείσεσθαι θάνατον ἢ μέρος περικοπῆναι καὶ διαλωβηθῆναι τοῦ σώματος· οὗ χάριν ἀπαθὴς ἑτέρου παντὸς ὀφθεὶς κακοῦ δεσμὰ κατακέκριτο χρόνια. τοσοῦτον δὲ τὸ ἔργον τόδε τοῦ σουλτὰν τοῖς λοιποῖς αὐτοῦ κασιγνήτοις, ὁπόσοι τὴν πατρῴαν ἀρχὴν συνδιείλοντο ἐκείνῳ, ἀποθύμιον ἔδοξεν, ὥστε καὶ ὅπλα ἤραντο ἂν κατ᾿ αὐτοῦ ὡς ἄνθρωπον ἐς αὐτὸν ἑκουσίως ἀφιγμένον συνειληφότος καὶ καταπροδόντος Ῥωμαίων βασιλεῖ ἐπὶ λήμμασιν, εἰ μὴ οὗτος εὐπρόσωπον τιθεὶς τὴν ἀπόκρισιν ἐπὶ συμβιβάσεσιν ἀποστεῖλαι, οὐ μὴν καταπροδοῦναι διισχυρίζετο καὶ πλάνητα ὄντα ἐς τὴν πατρίδα καταγαγεῖν, ὡς μηκέτι διώκοντα εἶναι καὶ διωκόμενον. καὶ ταῦτα μὲν εἶχεν οὕτως.

Οὐκ ἦν δὲ λυκάβαντα παρελθεῖν μή τι ἐπενεγκόντα κοινὸν ἀποτρόπαιον, ὡς εἴπερ τὸ θεῖον ἐπέκλωσεν ἀνειρηνεύτους τὰς ἡμέρας τῶν καθ᾿ ἡμᾶς μερόπων παραδραμεῖν· ὡς γάρ τι ἐνδεόντων πρὸς τὸ καθῆκον τῆς μαστιγώσεως τῶν ἐκ τοῦ κύκλῳ βαρβαρικοῦ μαχησμῶν, καὶ ὑπερόριον κακὸν εἰσεκώμασε Φρεδερίχος ὁ τῶν Ἀλαμανῶν ῥήξ. πρὸς γὰρ τὸν βασιλέα διαπρεσβευσάμενος Ἰσαάκιον ὡς διὰ φιλίας ᾐτεῖτο τῆς Ῥωμαίων γῆς παριέναι αὐτός τε καὶ ὅσον οἱ συνεφέποιτο στράτευμα ἐν τῷ ἀπαίρειν εἰς Παλαιστίνην καὶ τὰ πρὸς τὸ ζῆν ὠνουμένοις αὐτοῖς χορηγεῖσθαι καὶ τὸ δοκοῦν ἐπὶ τούτοις αὐτῷ σημανεῖν δι᾿ οἰκείων ἀνταποστολῆς πρέσβεων.

Στέλλεται τοίνυν πρὸς αὐτὸν ὁ τοῦ δρόμου λογοθέτης Ἰωάννης ὁ Δούκας καὶ πίστεις δοὺς καὶ λαβὼν ὡς αὐτὸς μὲν ὁ ῥὴξ τὴν ὑπὸ Ῥωμαίους ἀμαχεὶ διελεύσεται καὶ μηδέν τι δράσας ἐσεῖται κακόν, οὐ πόλιν, οὐ κώμην, οὐ φρούριον, οὐ πολίχνιον, Ῥωμαῖοι δὲ προβαλοῦσιν αὐτῷ τὰ ἐπιτήδεια ἄφθονα, ὡς μή τινος σπανίζειν τὴν ὑπ᾿ αὐτὸν στρατιάν, ἀλλ᾿ ἀπραγμόνως καὶ κατὰ λαιμὸν ἔχειν ὥσπερ ἐπεμβυόμενα ὅσοις ἄνθρωποι τρέφονται καὶ οἷα τοῖς ἵπποις ξυμβάλλεται, μετὰ καιρὸν ἐκεῖθεν ἐπάνεισι καὶ ἀγγέλλει τὰ ξυμφωνηθέντα τῷ βασιλεῖ. καὶ βασιλεὺς τῆς ξυλλογῆς τῶν ὠνίων φροντίδα τίθησι καὶ ἦν ἐξ ἐπιτάγματος ὑπὸ τῶν ἐπαρχεωτῶν αὐτίκα μεταφερόμενα καθ᾿ οὓς ἔμελλε τόπους ὁ ῥὴξ διέρχεσθαι.

Ὡς δὲ καὶ αὐτὸς ἐντὸς εἶναι τῶν ὁρίων ἠγγέλλετο τῶν Ῥωμαϊκῶν καὶ γράμματα πεφοιτηκότα τῷ βασιλεῖ μετ᾿ ἀνδρῶν κατὰ γένος λαμπρῶν καὶ ἀξίωσιν τὴν αὐτοῦ παρουσίαν ἐσήμαινον, ὁ αὐτὸς καὶ πάλιν στέλλεται λογοθέτης εὖ διαθήσων τὴν δίοδον τοῦ ῥηγός, σὺν αὐτῷ δὲ καὶ ὁ Καντακουζηνὸς Ἀνδρόνικος. ἀλλ᾿ οὗτοι ἀνεπιστημοσύνῃ τῶν ὀφειλόντων γενέσθαι καὶ μαλακότητι οἰκείᾳ (χρεὼν γὰρ καὶ φίλων ἡμῖν τῶν ἀνδρῶν ὄντων ὡς πρεσβυτέραν καὶ φιλτέραν τιμᾶν τὴν ἀλήθειαν) αὐτόν τε τὸν ῥῆγα κατὰ Ῥωμαίων ἐξέμηναν καὶ τὸν βασιλέα ὡς πολέμιον ἐκεῖνον ὑφορᾶσθαι παρέπεισαν. ὅθεν οἵ τε ὅρκοι συνεχέθησαν καὶ ἡ τῶν ζωαρκῶν ἐπιλελοίπει συγκομιδή. καὶ ἡμεῖς οἱ ταῦτα γράφοντες πλείστοις ἀνιαροῖς προσεπλάκημεν, τὴν τοῦ θέματος Φιλιππουπόλεως ὑπεζωσμένοι τηνικαῦτα καὶ ἀρχὴν καὶ ἀπογραφήν, νῦν μὲν πρὸς βασιλέως ἐπιταττόμενοι ἀνακτίζειν τὸν τῆς Φιλίππου περίβολον καὶ διαταφρεύειν καὶ οὕτω κατὰ τοὺς στενοὺς ἐκείνους καὶ κινδυνώδεις χρόνους διαπραττόμενοι, μετὰ βραχὺ δὲ διὰ γραμμάτων τὴν καθαίρεσιν ἐπιτιμώμενοι, ἵνα μὴ εἴη κρησφύγετον τῷ ῥηγί.

Ἀμέλει καὶ ὁ μὲν ἐκδρομὰς ποιούμενος τὰ πρὸς τὸ ζῆν ἐπορίζετο, βασιλεὺς δὲ τοὺς τοῦ ῥηγὸς πρέσβεις οὐκ εἴα ἐπανελεύσεσθαι πρὸς τὸν ἀποστείλαντα καὶ τὰς στενὰς τῶν παρόδων, ὡς ἐκείνῳ ἐδόκει, ἀπέκλειε καταβάλλων διὰ πελέκεων τὰ τῶν δένδρων ὑψιτενῆ καὶ βαθύρριζα καὶ ταῦτα ἐκκορυφῶν ὡς εἰς ἀδιεξίτητον ἀντίφραγμα τῷ ῥηγί. ἀλλὰ καὶ τὸν ἐξάδελφον ἐκείνου Μανουὴλ τὸν Καμύτζην, πρωτοστράτορα ὄντα, καὶ τὸν τῆς δύσεως δομέστικον τὸν Γίδον Ἀλέξιον παρέπεσθαί οἱ μετὰ στρατευμάτων ἐπέσκηψε καὶ λεληθότως ἐπιτίθεσθαι τοῖς χορτολογοῦσι καὶ τὰς τροφὰς μαστεύουσιν Ἀλαμανοῖς. τῷ δὲ ῥηγὶ οὕτως προσέστησαν τὰ ταῖς δυσχωρίαις γεγενημένα διὰ καταβολῆς τῶν δένδρων ἐπιτειχίσματα, ὥστε σὺν πόνῳ οὐδενὶ παρῆλθεν αὐτά. τὸ δὲ δὴ χαριέστερον, αὐτὸς μὲν δι᾿ ἄλλης ὁδοῦ ἐπορεύθη καὶ εἰσεληλύθει τὴν Φιλιππούπολιν καὶ κατ᾿ αὐτὴν ἐβάλετο χάρακα, Ῥωμαίους δὲ ἀντιπαρελθὼν ἔλαθε γενόμενος ἐν τοῖς ἔμπροσθεν καὶ κατέχων ὧν εἴργετο καὶ ὧν χάριν αἱ πάροδοι ἀπεφράσσοντο.

Τὴν δὲ Φιλιππούπολιν εἰσιὼν κεκενωμένην εὗρε τῶν πλειόνων καὶ ἐπιφανεστέρων αὐτῆς οἰκητόρων· εἰ γάρ τις καὶ ὑπολέλειπτο, πτωχεύων ἦν οὗτος καὶ τὴν οὐσίαν πᾶσαν ἐν οἷς ἐνεδέδυτο ἀριθμῶν ἢ τοῖς Ἀρμενίοις καταλεγόμενος· οὗτοι γὰρ μόνοι τῶν ἁπάντων οὐκ ἐπιδρομὴν ἐθνῶν, ἀλλὰ φίλων παρουσίαν τὴν τῶν Ἀλαμανῶν διέλευσιν ἥγηντο, ἐπειδὴ καὶ συγχρῶνται Ἀρμενίοις Ἀλαμανοὶ καὶ κατὰ τῶν αἱρέσεων τὰς πλείστας ἀλλήλοις συμφέρονται. Ἀρμενίοις γὰρ καὶ Ἀλαμανοῖς ἐπ᾿ ἴσης ἡ τῶν ἁγίων εἰκόνων προσκύνησις ἀπηγόρευται καὶ τοῖς ἀζύμοις κατὰ τὰς ἱεροτελεστίας ἀμφότεροι κέχρηνται καὶ ἄλλα ἄττα ὀρθοδόξοις Χριστωνύμοις ἀπόβλητα οὗτοι σφαλλόμενοι τοῦ ὀρθοῦ τηροῦσιν ὡς ἔννομα.

Πλὴν καὶ τῆς Φιλίππου γενόμενος ὁ ῥὴξ ἐγκρατὴς οὐκ ἀνῆκεν ἐπιστέλλων τῷ πρωτοστράτορι καὶ διαμηνυόμενος ὡς μάτην αὐτὸν τῆς πρόσω πορείας Ῥωμαῖοι κωλύουσι καὶ μὴ δέον ἐπέχουσιν ἐπειγόμενον· μηδὲ γὰρ κατὰ Ῥωμαίων ἀξύμφορόν τι καὶ ἄχαρι καὶ νῦν καὶ πρότερον βεβουλεῦσθαι καὶ τὰ συντεθειμένα δὲ φυλάσσειν ἀπαρεγχείρητα. ὁ δὲ δῆλα τιθεὶς τῷ αὐτοκράτορι τὰ γραφόμενα καὶ τὸ ποιητέον ἐκεῖθεν ἐπιταττόμενος οὐδέποτε εἶχε τὸν βασιλέα τὰ πρὸς εἰρήνην ἀντεπιστέλλοντα, ἀλλ᾿ ἀρρενοῦντα μᾶλλον αὐτὸν εἰς τὴν μετὰ τοῦ ῥηγὸς συμπλοκὴν καὶ εἰς ἀγενὲς κατονειδίζοντα φρόνημα, ὅτι μὴ ἐς δεῦρο ἔχει πυθόμενος ἀναίρεσιν καὶ ἧτταν Ἀλαμανῶν κατὰ ἴλας ἐξιόντων εἰς σιτίων ἀνεύρεσιν καὶ κατὰ πώεα πλατέα κἀκεῖ καὶ τῇδε ἐκχεομένων μετὰ πλείστης ὅσης τῆς πεποιθήσεως.

Ταῦτα δὲ γράφων ἦν ἐν τῷ δοξάζειν παρ᾿ ἑαυτῷ καθάπερ ἀπὸ τρίποδος τοῦ τότε πατριάρχου τοῦ Δοσιθέου, περὶ οὗ ἐροῦμεν τὰ εἰκότα μετὰ βραχύ, μηδέποτε προθέσθαι τὸν ῥῆγα τὴν Παλαιστίνην καταλαβεῖν, ἀλλὰ τὴν ἔφεσιν τρέφειν καὶ τὴν ὁρμὴν κατὰ τῆς βασιλίδος τῶν πόλεων, καὶ μέλλειν ἐκ τοῦ δῆθεν ἀναμφιλέκτου διὰ τῆς λεγομένης Ξυλοκέρκου πυλίδος τῆς πόλεως ἔνδοθι γενέσθαι καὶ δρᾶσαι πρῶτον τὰ ἀπευκταῖα, παθεῖν δ᾿ ἔπειτα τὰ ἀντίρροπα τοῖς δικαίοις τοῦ Θεοῦ σταθμίοις. καὶ τοιαύταις φαύλαις προληφθεὶς γνώμαις αὐτήν τε τὴν Ξυλόκερκον διὰ τιτάνου καὶ ὀπτῆς πλίνθου ἀπέφραξε καὶ βέλη νεοχάλκευτα φέρων πολλάκις ἐν ταῖν χεροῖν ταῦτ᾿ ἔφασκεν ἀκονᾶν κατὰ καρδίας παγησόμενα τῶν Ἀλαμανῶν· δεικνύων δὲ καὶ παράθυρον ἐν τοῖς βασιλείοις τῶν Βλαχερνῶν, δι᾿ ἧς ὁρατὰ ἦν τὰ ἱππήλατα πεδία τὰ ἔξωθεν τῶν ἐπάλξεων ἐν τοῖς Φιλοπατίοις καθυπτιάζοντα, ἐκ ταύτης ἔλεγε μέλλειν ἀφιέναι τὰ βέλεμνα, βάλλειν τε καὶ καταβάλλειν τοὺς Ἀλαμανούς, ὥστε καὶ ἐν γέλωτι ἤγετο τοῖς ἀκούουσι τὰ λεγόμενα.

Ὁ δὲ Δοσίθεος οὗτος ἦν μὲν ἐν τῇ τοῦ Στουδίου ἱερᾷ μάνδρᾳ τὴν ἄσκησιν μετιών, ἐκ Βενετίκων δ᾿ ἕλκειν τὸ γένος καὶ πατρὸς τοὔνομα Βιτικλίνου γενονέναι ἐλέγετο· συνήθης δὲ καταστὰς Ἰσαακίῳ πρὸ τῆς ἀρχῆς προείρηκεν αὐτῷ τὴν ἀρχήν, κἀπειδήπερ εἰλήφει πέρας τὰ τῆς προρρήσεως, ἤγετο δι᾿ ὅτι πλείστης τιμῆς παρὰ τῷ βασιλεῖ τούτῳ καὶ τὰ μεγάλα δεδύνητο. καταλύσαντος δὲ τὴν ζωὴν τοῦ τὸν θρόνον τῶν Ἱεροσολύμων τότε διέποντος Λεοντίου, ἐς τοῦτον αὐτὸς ἀναρπάζεται.

Ὁποία δὲ ἡ τῶν βασιλέων ὁρμὴ καὶ ἰσχὺς οὔκουν ἀνεχομένη μὴ οὐχ, ὡς ἡ ἔφεσις αὐτοῖς ὑποβάλλει, μεταφέρειν καὶ ἀλλοιοῦν τὰ θεῖά τε καὶ ἀνθρώπινα πράγματα, βασιλεύσας Ἰσαάκιος τοῦ πατριαρχικοῦ θρόνου παραλύει τὸν Καματηρὸν Βασίλειον, καίτοι πρὸς τὴν ἀρχὴν τὰ μέγιστα συναράμενον· αἰτία δ᾿ αὐτῷ περιήφθη τῆς καθαιρέσεως, ὅτι ἃς Ἀνδρόνικος τῶν εὖ γεγονυιῶν γυναικῶν οὐχ ἑκούσας ἀπέκειρε μοναχάς, ταύταις αὐτὸς ἐνέδωκε τὸ μέλαν ἀποδύσασθαι ἄμφιον καὶ πρὸς τὴν προτέραν μεταβλέψαι καὶ στολὴν καὶ ζωήν. προβαλόμενος δ᾿ ἀντ᾿ αὐτοῦ πατριάρχην τὸν Μουντάνην Νικήταν, τῆς Μεγίστης Ἐκκλησίας ὄντα σακελλάριον, οὐδὲ τὸν τριγέροντα τουτονὶ τῷ θρόνῳ παρῆκεν ἐναποψῦξαι, ἀλλ᾿ ἀφέλειαν καταγνοὺς τοῦ ἀνδρὸς καὶ γῆρας ἐπεγκαλέσας ἀνέγκλητον καὶ ἄκοντα τοῦ θρόνου ἀπεσφενδόνησε.

Φροντιστικώτερον δὲ διατεθεὶς περὶ τοῦ τὸν κυβερνήσοντα τὴν ἐκκλησίαν εὑρεῖν προχειρίζεται μεγαποίμενα Λεόντιόν τινα μοναχόν, διαβεβαιούμενος ἐπὶ βασιλικοῦ καὶ διομνύμενος βήματος ὡς οὐκ ᾔδει τὸν ἄνδρα πρότερον, νυκτὸς δὲ ἡ θεομήτωρ τοῦτον αὐτῷ καθυπέδειξεν, οὐ τὸ εἶδος μόνον καὶ τὴν ἀρετὴν ὑπογράψασα, ἀλλὰ καὶ τὸν τόπον διασαφήσασα, καθ᾿ ὃν τὴν οἴκησιν ἔλαχεν. ἀλλ᾿ οὔπω ἐνιαυτὸς ἐξίκετο, καὶ καταστρέφει καὶ τὸν Θεοτοκίτην τουτονὶ τοῦ πατριαρχικοῦ ὑψώματος ἐν οὐδενὶ θέμενος λόγῳ ὅσα ἐπὶ κοινοῦ συλλόγου διείλεκται.

Ἀποσκορακισθέντος δ᾿ οὕτω καὶ Λεοντίου, ἔγνω δραματουργῆσαι μετάθεσιν καὶ εἰς τὴν οἰκουμενικὴν ἐπᾶραι προέδρευσιν τὸν τῶν Ἱεροσολύμων Δοσίθεον. εἰδὼς δὲ τοὺς κανόνας τοῦτο μὴ συγχωροῦντας μέτεισιν ὑπούλως τὸν διέποντα τὸν θρόνον τῆς Θεουπόλεως μεγάλης Ἀντιοχείας Θεόδωρον τὸν Βαλσαμών, ἄνδρα ὑπὲρ τοὺς τότε πάντας ὄντα νομοτριβῆ. καὶ δὴ κατὰ μόνας αὐτῷ συγγενόμενος ὑπεκρίνετο τὸν ἀσχάλλοντα, εἰ οὕτως ἀνδρῶν φιλοθέων ἡ ἐκκλησία καὶ λογίων σπανίζεται καὶ ἡ μοναχικὴ διέρριπται καὶ ἠφάντωται ἀρετή, ὡς μὴ πρότερον εἶναι τὸν ἡμέριον τουτονὶ λαμπτῆρα τὸν ἀεικίνητον ἢ τὸν ἐπὶ τῶν κεροιάκων τοῦ ἱεροῦ καθιζησόμενον θρόνου καὶ ἀρίστως τὸ τῶν πιστῶν διιθυνοῦντα πλήρωμα. καὶ τοιαῦθ᾿ ἕτερα σχετλιαστικῶς προαναβαλόμενος ἐπήγαγε πάλαι μὲν βούλεσθαι μετενεγκεῖν αὐτὸν ἐκ τῆς τῶν Ἀντιοχέων λυχνίας πρὸς τὴν οἰκουμενικὴν περιωπὴν ὡς λύχνον ταῖς τῶν νόμων τηλαυγείαις πάμφωτον, ὑποστέλλεσθαι δὲ τὴν μετάθεσιν ὡς πάλαι τοῖς κανόσιν ἀπαγορευθεῖσαν καὶ μὴ τοῖς ἐκκλησιαστικοῖς συνᾴδουσαν θεσμοῖς· εἰ δ᾿ αὐτὸς σχοίη ἂν ὡς νόμους καὶ κανόνας ἀκριβωσάμενος χώραν ἔχουσαν ἀποδεδειχέναι καθά ποτε καὶ νῦν τὴν μετάθεσιν καὶ τὰς τῶν πολλῶν εἰς τοῦτο μεθαρμόσειε γνώμας, ἕρμαιον ὄντως ἡγήσεται τὸ πραχθὲν καὶ οὐκ ἀναβαλεῖται τὸ πέρας ἀνεύθυνον ποιοῦν τὴν προχείρισιν. καὶ ὁ μὲν βασιλεὺς οὕτω μετῆλθε τὸν Ἀντιοχείας Θεόδωρον, ὁ δὲ πάντα ἐκτελῆ γενέσθαι κατέθετο.

Σύλλογοι οὖν μετ᾿ ἐκείνην τὴν ἡμέραν ἀρχιερέων ἀνὰ τὰ ἀρχεῖα τὰ ἱερὰ καὶ σύνοδοι καὶ συζήτησις περὶ μεταθέσεως καὶ παρὰ πόδας ἐκχώρησις καὶ τόμος ἐπὶ βασιλικοῦ συμπληρούμενος βήματος· καὶ ὁ μὲν Ἀντιοχείας Ἀντιοχείας πάλιν ἐώμενος, ὁ δὲ Δοσίθεος ἀπὸ τοῦ τῶν Ἱεροσολύμων θώκου εἰς τὸν τῆς Κωνσταντινουπόλεως ἀναγόμενος· καὶ ἡ προπομπὴ ὡς λαμπροτάτη καὶ πολυανθρωποτάτη τῶν πώποτε, ὡς εἶναι καὶ θριάμβοις βασιλέων ἀμφήριστος, καὶ ἀχανεῖς ἐπὶ τοῖς ὁρωμένοις οἱ φενακισθέντες ἀρχιερεῖς καὶ τοὺς κανόνας εἰκῇ κατενωτισάμενοι.

Ἀμέλει τοι καὶ μὴ ἐπὶ πολὺν χρόνον ἐνεγκεῖν τὸν γέλωτα ἔχοντες παρασυναγωγὰς ποιοῦσι καὶ ὀχλαγώγια οἱ λογάδες τοῦ βήματος καὶ τῶν ἀρχιερέων ὁπόσον εἶχε τὴν γλῶτταν πρὸς λόγων ἰσχὺν ἐπίσημον. οὐκοῦν ἐπιβάτης ἐκκλησίας ἀλλοτρίας ἀκούει καὶ μοιχὸς ὁ Δοσίθεος καὶ ἀναλυομένην ἔσχε τὴν δευτέραν τιμὴν καὶ τοῦ θρόνου κατάγεται.

Τὴν δ᾿ ἧτταν μὴ φέρειν ἔχων ὁ βασιλεὺς ἀναμαχόμενος ἦν καὶ παντοίως σπεύδων ἰσχύειν τὴν κυρωθεῖσαν μετάθεσιν. καὶ μετὰ βραχύν τινα χρόνον ἀναλύσας τὰ ἐπιγενόμενα αὖθις ἐστήριξε τὸν Δοσίθεον, ὅτε καὶ διὰ τῶν πελεκυφόρων αὐτοῦ δορυφόρων καὶ τῶν τοῦ παλατίου ἐκκρίτων προύπεμψεν αὐτὸν εἰς τὸ μέγιστον τέμενος δεδιώς, μὴ τὸ πλῆθος νεωτερίσειεν· ἦν γὰρ διὰ μίσους ἅπασιν ὡς φιλόθρονος ὁ Δοσίθεος καὶ τὸ τοῦ κρατοῦντος ἐπὶ μὴ καιρίοις πράγμασιν ἐνστατικόν τε καὶ φίλαυτον παμμισές. ἀλλὰ καὶ πάλιν τοῦ θρόνου ἀποδιοπομπεῖται Δοσίθεος καὶ πέπονθεν ἀτεχνῶς τὸ τῆς Αἰσωπείας κυνὸς ἧς τε διεῖπεν ἀποπεσὼν ἱερᾶς ἀρχῆς (ἕτερος γὰρ Ἱεροσολύμων κεχειροτόνητο) καὶ τοῦ μείζονος θρόνου καθαιρεθείς. καὶ τοῦτο μὲν ἐσέπειτα, καὶ προχειρίζεται πατριάρχης μέγας ὢν σκευοφύλαξ ὁ Ξιφιλῖνος Γεώργιος.ότε δ', ὡς ἁπανταχῇ περιῄδετο, ἐκ Σολομωντείων βίβλων ἰνδάλματα τῶν ἐσομένων καί τινας ἐμφάσεις κατὰ τοὺς ὀνειροπομποὺς δαίμονας ἀποτρυγῶν ὁ Δοσίθεος οὐχ ὥσπερ ἀπὸ ῥινός, ἀλλ᾿ ἐκ τῶν ὤτων εἷλκε τὸν αὐτοκράτορα.

Ὁ μέντοι πρωτοστράτωρ κατὰ τὰς βασιλικὰς ὑποθημοσύνας διαπραττόμενος παρεβλέπετο τὰ πρὸς αὐτὸν γραφόμενα παρὰ τοῦ ῥηγὸς καὶ ἅπας ἐγίνετο διηνεκῶς τοῦ δρᾶσαί τι κακὸν τοὺς Ἀλαμανοὺς περὶ φρυγανισμὸν ἐξιόντας. καὶ δή ποτε περὶ τοὺς δισχιλίους εὐόπλους τε καὶ εὐίππους ἀποκεκρικὼς ἠθέλησεν ἀγχοῦ που τῆς Φιλίππου πορευθῆναι νυκτὸς καὶ τῶν ἐκεῖθι βουνῶν ἐχομένως ὑποκαθίσαι λόχον καὶ τοῖς σιτοφόροις ἐπιθέσθαι ὄρθριος. καὶ αὐτὸς μὲν τοιαύτης εἴχετο πράξεως, τὰ δὲ σκευοφόρα καὶ τὸ ὑπουργικὸν τοῖς στρατιώταις καὶ τὸ λοιπὸν στράτευμα ἐκεῖθεν μεταβῆναι μεθ᾿ ἡμῶν ἐπέταξεν, ὡς εἰ θεόθεν ἦν ἐμπνευσθείς. οὔπω γὰρ ἦν ἡμέρα διαγελῶσα, καὶ οἱ Ἀλαμανοὶ μαθόντες παρὰ τῶν ἐς τὸ φρούριον τὸν Προυσηνὸν Ἀρμενίων (ἐκεῖσε γὰρ ἡ βασιλικὴ κατεστρατοπεδεύετο στρατιὰ) ὅσα ἦν τῷ πρωτοστράτορι πρὸς βουλῆς, νύκτα τὴν αὐτὴν ἐξάραντες τῆς Φιλίππου ὑπὲρ τὰς πέντε χιλιάδας σιδήρῳ πάντες κατάφρακτοι ἐπιθέσθαι ἡμῖν ἠπείγοντο λαθόντες οὓς εἶχε τὸ ἡμέτερον στράτευμα ὀπτῆρας τε καὶ προφύλακας, μηδὲ τοῖς σὺν τῷ πρωτοστράτορι ἐπιλέκτοις συνηντηκότες, ἐπεὶ καὶ ὁ μὲν πρωτοστράτωρ τὰ τοῖς ὄρεσι προσεγγίζοντα μέρη ἐπεπορεύετο, ἔνθα καὶ χωρία ἦν εἰσέτι τῶν ἐπιτηδείων ἔμπλεα, καὶ τοὺς γηλόφους ὑπεδύετο κλέπτων τὸ θεαθῆναι πρὸς τοῦ θηράματος, οἱ δ᾿ Ἀλαμανοὶ πεποιθότως ἐβάδιζον τὴν διὰ λείου πεδίου ἐς τὸ Ῥωμαϊκὸν στρατόπεδον φέρουσαν. ὡς δ᾿ οὐδένα εὕροσαν ἀντίμαχον οἱ πολέμιοι, ἀλλὰ τὴν μὲν ἀποσκευὴν τοῦ στρατεύματος κατὰ τὴν τῆτες δείλην ἀπονοστήσειν ἐκεῖθεν ἐπύθοντο, ὅσον δ᾿ αὐτοῦ κράτιστον κατὰ τῶν ἐκ τοῦ γένους σφῶν τὰ σῖτα εἰς τὴν παρεμβολὴν μεταφερόντων ἐξωρμηκέναι, μὴ ἀναμείναντες τὴν ἀγγελίαν τοὺς ἵππους μετήνεγκαν, εὑρεθῆναι τοῖς ζητοῦσιν γλιχόμενοι.

Οὐκοῦν οἱ μὲν τὸν ἐκεῖθι λόφον ὑποκαταβαίνοντες, ὃς περὶ τὸ φρούριον ἐξῆρται τὸν Προυσηνόν, οἱ δ᾿ ἡμέτεροι ἀνιόντες προσέμιξαν ἀλλήλοις ἀδόκητοι. ἐπεὶ δὲ καὶ συμπλακέντες ἐμάχοντο, οἱ μὲν Ἀλανοὶ ἐξηγούμενον αὐτῶν ἔχοντες τὸν τοῦ Ἀλεξίου Βρανᾶ υἱὸν τὸν Θεόδωρον μικροῦ ἔπεσον πάντες ὡς μόνοι καὶ πρῶτοι διαμαχεσάμενοι τοῖς Ἀλαμανοῖς, οἱ δὲ Ῥωμαῖοι ἐδραπέτευον προτροπάδην καὶ ἀκλεῶς μηδὲ καθαρῶς ἐμβλέψαι τοῖς ἐναντίοις ὑπενεγκόντες. καὶ αὐτὸς δὲ ὁ πρωτοστράτωρ δι᾿ ἄλλης ὁδοῦ ἀνακεχωρηκὼς ἄφαντος ἦν ἐκ τοῦδε ἡμῖν εἰς τρίτην ἡμέραν, τρισάσμενος δὲ τὰς χεῖρας τῶν πολεμίων διεκφυγὼν μόλις ἀσπάσιος ἐπανέζευξεν, ὡς ἐκ μακροῦ πελάγους εἰς λιμένα κατάρας, ἔτι τὴν ἅλμην ἀποπτύων τοῦ μαχησμοῦ καὶ τοῖς ὠσὶ φέρων ἐναύλους τὰς ἐπὶ τῷ αὐτὸν ἁλῶναι προϊεμένας διατόρους φωνὰς τῶν Ἀλαμανῶν. πολλοὶ δὲ καὶ ἄνιπποι καὶ ἄνοπλοι ἐς τὸ στρατόπεδον ἐπανήλθοσαν, τῇ συντονίᾳ τοῦ δρόμου λακισάντων σφίσι τῶν ὀχημάτων.

Τὸ δ᾿ ἀπὸ τοῦδε τοσοῦτον ἀπεσχοινίσμεθα ἀλλήλων Ἀλαμανοί τε καὶ Ῥωμαῖοι, ὡς σταδίους διεστάναι πλείους τῶν ἑξήκοντα· οἱ μὲν γὰρ ἔτι τῇ Φιλίππου προσέμενον, ἡμεῖς δὲ περὶ τὰ ἔσχατα τῆς Ἀχριδοῦ γενόμενοι ἡσυχάζομεν, ὡς σωζοίμεθα μόνον ἐπιμελόμενοι, εἴπω δέ τι καὶ ἕτερον, κείροντες τὴν ἰδίαν τὰ σῖτα εἰσεφερόμεθα.

Καὶ τὰ τοιαῦτα εἰσεληλυθότα τοῦ βασιλέως ἐνώπιον ἐνδοῦναι μόγις τοῦ ἄγαν ἔπεισαν. καὶ ἡμεῖς δ᾿ ἐς αὐτὸν μετὰ βραχὺ ἀφικόμενοι καὶ κατὰ μέρος πάντα διηγησάμενοι καὶ προσθέμενοι ὥς φασιν οἱ Ἀλαμανοὶ μηδὲν ἕτερον εἶναι τὸ πεῖσαν τὸν βασιλέα Ῥωμαίων τὰ τῶν ἑσπερίων Χριστιανῶν ὅρκια παραβλέψασθαι ἢ τὸ μετὰ τοῦ τῶν Σαρακηνῶν ἄρχοντος σπείσασθαι καὶ κατὰ τὸ παρ᾿ αὐτοῖς περὶ φιλίας κρατοῦν ἔθιμον ἀμφοτέρους σχάσαι φλέβα τὴν ἐπιστήθιον καὶ τὸ ἐκεῖθεν ἐκρυὲν αἷμα ἑκάτερον εἰς πόσιν ἀλλήλοις ἀντιπροτείνασθαι, μεταβαλεῖν ἰσχύσαμεν τῆς ἐνστάσεως.

Ἀμέλει τὴν ἐναντίαν τραπόμενος τῆς προτέρας ὁ βασιλεὺς προθέσεως ἐγλίχετο τῆς ἐς ἕω τοῦ ῥηγὸς περαιώσεως. ὁρῶν δὲ πάλιν αὐτὸν διὰ τὴν ἐς χειμῶνα τῆς ὥρας μετατροπὴν (ἦν γὰρ Νοέμβριος μήν, ὅτε ταῦτα ἐγίνετο) εἰς ἔαρ τὴν μετάβασιν ἀνατιθέμενον πάλιν τοῖς προτέροις ἐνέμενε καὶ ἐπιστέλλων προηγόρευε τῷ ῥηγί, βασιλεῦσιν οὐχ ἁρμοδίως, ὡς θανεῖται πρὸ τῶν πασχαλίων ἡμερῶν.

Καὶ ἵνα τὰ ἐν μέσῳ παρῶ πλείω κατηγορίαν τοῦ δρῶντος καὶ λέγοντος ἤπερ ἔπαινον ἔχοντα, πείθεται μόλις διαφεῖναι τοὺς πρέσβεις ἐς τὸν ῥῆγα ἐπανελθεῖν. αὐτὸς δὲ τούτους ἰδὼν καὶ μαθὼν ὡς οὔτε καθέδρας ὁ βασιλεὺς αὐτοῖς μετέδωκεν, ἀλλὰ δουλοπρεπῶς ἐπ᾿ ἴσης Ῥωμαίοις αὐτῷ παρειστήκεισαν ὀπτανόμενοι, οὔτε τινὸς ἑτέρου ἐξαιρέτως ἠξίωσεν ἀγαθοῦ ἐπισκόπους τε ὄντας καὶ αὐτῷ προσγενεῖς, ἠγανάκτει καὶ δῆλος ἦν ἐπὶ τῷ γεγονότι τῷδε διαπριόμενος. ὡς δὲ καὶ πρέσβεις ἡμέτεροι παρ᾿ ἐκεῖνον ἀφίκοντο, ἑαυτῷ συμπαρέδρους πεποίηκεν αὐτούς τε καὶ τοὺς ὑπηρετουμένους αὐτοῖς μηδὲ τοὺς ὀψοποιοὺς καὶ ἱπποκόμους καὶ μάττοντας παρίστασθαι ἀφεικώς. μὴ εἶναι δὲ λεγόντων ἐκείνων εἰκὸς βασιλεῖ μεγίστῳ συνθακεύειν ὑπηρέτας (ἀρκετὸν γὰρ ὅτι καὶ οἱ κύριοι αὐτῶν συνεδρεύουσιν), οὐ καθυφῆκέ τι μικρὸν τοῦ σκοποῦ, ἀλλὰ καὶ μὴ ἑκόντας τοῖς δεσπόταις αὐτοὺς συγκατέκλινεν, ἐν οἷς ἔπραττε Ῥωμαίους καταμωκώμενος καὶ δεικνὺς μὴ ἀρετῆς καὶ γένους παρ᾿ αὐτοῖς εἶναι διαστολήν, ἀλλ᾿ ὡς ἐς συφεὸν οἱ συφορβοὶ τὰς ὗς ἁπαξαπάσας εἰσελῶσιν μὴ διιστῶντες τὰς πίονας καὶ πλειόνως διαχέειν ἐχούσας τὸ ἀποδίδοσθαι, οὕτω καὶ Ῥωμαῖοι παραστατοῦντας ἔχουσιν ἅπαντας.

Οὐ πολλοῦ δὲ διαγενομένου καιροῦ ἠνάγκασεν αὐτὸν ἡ τῶν ἐπιτηδείων ὑποσπάνισις μερίσαι τὸ στράτευμα. οὐκοῦν αὐτὸς μὲν ἄπεισιν εἰς Ὀρεστιάδα, κατὰ δὲ τὴν Φιλιππούπολιν εἴασε τὸν ἑαυτοῦ υἱὸν καὶ τοὺς ἐπισκόπους μεθ᾿ ἱκανοῦ στρατεύματος εἰπὼν ὡς „ἀναπαύσασθαι χρεὼν ὑμᾶς ἐνταυθοῖ, ἄχρι δὴ τὰς παρειμένας κνήμας καὶ τὰ παραλελυμένα γόνατα ἐκ τοῦ παρίστασθαι τῷ βασιλεῖ Γραικῶν ἀναρρωσθείητε.” Ἐπεὶ δ᾿ ὁ χειμὼν παρῆλθε καὶ τὰ ἄνθη ἔδωκεν ὀσμήν, ἀνανεοῦνται τοὺς ὅρκους ὅ τε βασιλεὺς καὶ ὁ ῥήξ, καὶ τοῦ μὲν ὀμωμόκεσαν οἱ τοπάρχαι καὶ μεγιστᾶνες παρελεύσεσθαι τὸν ῥῆγα διὰ τῆς Ῥωμαϊκῆς γῆς, καὶ μὴ δι᾿ ἀγρῶν ἢ ἀμπελώνων διελεύσεσθαι, ὁδῷ δὲ βασιλέως πορεύσεσθαι, οὐδ᾿ ἐκκλινεῖν δεξιὰ ἢ ἀριστερά, ἕως τὰ τῶν Ῥωμαίων παρελεύσεται ὅρια, βασιλεὺς δὲ δέδωκεν ὁμήρους τινὰς τῶν ἐξ αἵματος. ὡρκώθησαν δὲ καὶ ἔνδον τοῦ Μεγίστου Νεὼ ἀπὸ τῶν ἀγοραίων καὶ τῆς βασιλείου αὐλῆς πεντακόσιοι ὡς ὁ βασιλεὺς ἀπαραβάτους τὰς συνθήκας φυλάξει καὶ χορηγήσει τοῖς Ἀλαμανοῖς ἡγεμόνας ὁδοῦ καὶ ἐφόδια.

Τότε καὶ τῶν κριτῶν τοῦ βήλου τινὲς εἰς τὸν ῥῆγα κατὰ λόγον ὁμήρων στελλόμενοι οὐχ ὑπήκουσαν καὶ μὴ ἔχοντες ἀντιπίπτειν βασιλεῖ καὶ καθῆσθαι οἴκαδε ἀδεῶς γωνίαις ἀλλοτρίων δόμων ἑαυτοὺς ἐνετύμβευσαν μέχρι τῆς ἐς ἕω τοῦ ῥηγὸς διαβάσεως. βασιλεὺς δὲ χολωθεὶς ἀντὶ μὲν τῶν κριτῶν τοῦ βήλου ταβελλίονας ἀπέσταλκεν ὄψιδας, τὰς δὲ τῶν μὴ πεισθέντων κτήσεις τε καὶ οἰκήσεις οἷς ᾑρεῖτο παρέσχετο καὶ δικαστὰς ἑτέρους προυβάλετο. ὕστερον δὲ μὴ ἀπείθειαν, ἀλλὰ δειλίαν εἶναι οὐκ ἄλογον ἐπιγνοὺς τὸ πραχθὲν τῶν τε κτήσεων κυρίους αὖθις πεποίηκε καὶ τῶν προτέρων ἠξιώκει δικαστικῶν ἐπιτιμιῶν. τῶν δὲ συμφωνιῶν πεπερασμένων, βασιλεὺς μὲν τῷ ῥηγὶ ἀργυρέων νομισμάτων στέλλει κεντηνάρια τέσσαρα καὶ περιφανῆ νήματα χρυσοϋφῆ κἀκεῖνος ἄλλοις ἀντιδεξιοῦται τοῦτον δωρήμασι. κἀντεῦθεν πλοίων πλείστων ἱππαγωγῶν ἀπενεχθέντων εἰς Καλλιούπολιν, ἐπεὶ καὶ τοῦτο ἀλλήλοις συνέδοξεν ὥστε διαπλωΐσεσι διτταῖς μετὰ τοῦ παντὸς αὐτὸν διαπεραιωθῆναι στρατεύματος (ἐδεδίει γὰρ μὴ παρασπονδήσαντες Ῥωμαῖοι τοῖς κατὰ βραχεῖς διαπερῶσιν εἰς τὴν ἀντιπέραν ἐπίθωνται), οὕτως οὐχ ἡμέραις πλείοσι τῶν τεττάρων κατὰ τὴν ἕω γίνεται.

Ὡς δ᾿ ἤγγισε κατὰ τὴν Φιλαδέλφειαν οὔτε παρῆλθε διὰ τῆς πόλεως, καὶ οἱ ταύτης φιλενδεικτοῦντες οἰκήτορες ἐν τῷ ἀπαίρειν τὸν ῥῆγα ἐκεῖθεν πρὸς πόλεμον μεθηρμόσθησαν καὶ μέρει τῆς στρατιᾶς κατὰ λῃστείαν ἐπέθεντο. ὡς δ᾿ οὐ προυχώρει τούτοις τὰ καταθύμια, ἀλλ᾿ ἀνδριᾶσι χαλκήρεσιν ἢ γίγασιν ἔγνωσαν προσεγγίζοντες, μετέθεντο τὴν ὁρμὴν εἰς τροπήν. οἱ δὲ διὰ τοῦ Ἀετοῦ λεγομένου χώρου πορευθέντες παρενέβαλον εἰς τὴν ἐν Φρυγίᾳ Λαοδίκειαν. καὶ φιλοφρονηθέντες ἐκεῖσε ἀσπασιώτατα καὶ ξεναγωγηθέντες ὡς οὐχ ἑτέρωθι καὶ πάντες μὲν τοῖς Λαοδικεῦσι πάντα τὰ θεόθεν ἐπηύξαντο ἀγαθά, ὁ δὲ ῥὴξ καὶ μάλιστα· ἀνατείνας γὰρ τὰς χεῖρας εἰς οὐρανὸν καὶ ἄρας ἄνω τὰ ὄμματα, τὸ δὲ γόνυ κάμψας εἰς γῆν, εἴ τι βιωφελές, εἴ τι ψυχῶν σωτήριον, ἐκ τοῦ τῶν ὅλων κηδεμόνος Θεοῦ καὶ πατρὸς ἐπικαταπτῆναι τούτοις ἱκέτευσεν ἐπειπών, ὡς εἰ Χριστιανοῖς τοιούτοις ἐνευθηνεῖτο ἡ τῶν Ῥωμαίων γῆ καὶ εὐγνωμόνως οὕτω τοὺς τοῦ Χριστοῦ ὁπλίτας καθυπεδέχοντο, κἀκεῖνοι τὸν ἐπιφερόμενον πλοῦτον σφίσιν ἀγαπητῶς ἐδηδόκεισαν ἄν, τὰ ἐπιτήδεια μετ᾿ εἰρήνης παρέχοντες, καὶ αὐτοὶ τὰ ὅρια Ῥωμαίων πάλαι παρήλθοσαν ἀγεύστους Χριστιανῶν αἵματος καὶ ὑπνούσας ἐπὶ κουλεῶν τὰς λόγχας φέροντες.

Ἁψάμενοι δὲ τῆς ἄνω πορείας οὐδὲ τοὺς Τούρκους εὕρισκον ἠπίως αὐτοῖς προσφερομένους, ἀλλὰ καὶ οὗτοι τὴν ἐνώπιον μάχην ἐκκλίνοντες ἐλῄστευον, ὅπη ποτὲ ἴσχυον, καίτοι Ῥωμαίοις ἐπ᾿ ἴσης συνθέμενοι διὰ τῆς χώρας σφῶν τούτους ἀμαχητὶ παρελθεῖν καὶ πάντα χορηγήσειν, ὁπόσων οἱ παροδεύοντες χρῄζουσι. καὶ ἦν ἂν οὐ πρὸς κακοῦ καὶ αὐτοῖς, εἰ τὰς συνθήκας ἐτήρησαν· νῦν δ᾿ ἐλπίσι κεναῖς κουφιζόμενοι πρὸς προῦπτον ἠρρενώθησαν πόλεμον. τῷ τοι καὶ περὶ τὸ κάστρον τὸ Φιλομίλιον συγκεκροτηκὼς πόλεμον ὁ ῥὴξ μετὰ τῶν παίδων τοῦ Ἰκονιέως σουλτάν, οἵτινες αὐτὸν τοῦ ἄρχειν καὶ βασιλεύειν παρέλυσαν καὶ τοῦ Ἰκονίου ἀπεώσαντο τὴν προτέραν πατρικὴν εὐκληρίαν εἰς γῆρας μεταθέμενοι δύσδαιμον, αὐτούς τε ῥᾷστα ἐτρέψατο καὶ τὸ Φιλομίλιον πολιορκήσας ἐνέπρησεν.

Ἀλλὰ καὶ κατὰ τὸ λεγόμενον Γιγκλάριον αὐτοῖς συμβαλὼν τὸ κράτος ἤρατο, ὅτε καὶ οἱ μὲν Τοῦρκοι τὰς τῶν παρόδων προκατειληφότες στενὰς ἐτήρουν τὴν τῶν Ἀλαμανῶν ἐκεῖθι ἄφιξιν, ὁ δὲ ῥὴξ τὸ τῶν ὑπεναντίων σκέμμα συνεὶς ἐπὶ τόπου κατεστρατοπέδευσε πεδινοῦ, νυκτὸς δὲ εἰς δύο μοίρας τὸ οἰκεῖον στρατόπεδον διελὼν ὃ μὲν ταῖς σκηναῖς προσμένειν ἀπέταξε, τὸ δὲ λοιπὸν ἅμα ὑποφαινομένῃ τῇ ἕω εἰς ἀπόδρασιν ἐπέταξεν ἐνσκευάζεσθαι ἄλλης ἁπτόμενον ὁδοῦ. οἱ τοίνυν Πέρσαι τὸν δόλον ἔργον ἀληθὲς εἶναι ὑποτοπάσαντες ἀπανίστανται μὲν περιχαρῶς τῶν δυσχωριῶν, κατὰ δὲ τὸ πεδίον γενόμενοι τὸν χάρακα εἰσέδυσαν τῶν Ἀλαμανῶν ἀφροντιστοῦντες ἅμα καὶ χαίροντες ὡς προκειμένῳ ἑρμαίῳ τοῖς ἐν αὐτῷ ἐντευξόμενοι πολλοῖς οὖσι καὶ ἀγαθοῖς, ἐπεὶ καὶ φιλοκερδὴς ἅπας βάρβαρος καὶ τὰ πλείω ἢ τὰ πάντα πράττων ἐστὶ καὶ φθεγγόμενος πρὸς ἀργύριον. ὡς δὲ οἵ τε φεύγοντες ἐπανέλυσαν καὶ οἱ ἐν ταῖς σκηναῖς εὐθαρσῶς ὑπηντίαζον, περιειλούμενοι οἱ Πέρσαι τὴν πρὸς θάνατον ἤγοντο.

Οὐ μόνον οὖν ἐκ τῶν δυοῖν τούτων πολέμων φοβερὸς ὁ ῥὴξ ἐγεγόνει καὶ παρὰ τοῖς ἑῴοις ἔθνεσι διαβόητος, ἀλλ᾿ ὅτι καὶ κατ᾿ αὐτὸ τὸ Ἰκόνιον τοῖς αὐτοῖς τοὺς Τούρκους περιέβαλε δυσπραγήμασιν. αὐτὸς μὲν γὰρ ὁ σουλτὰν εἰς τὰ Τάξαρα δραπετεύσας ἀπελογεῖτο μηδὲν εἰδέναι ὧν οἱ υἱεῖς αὐτοῦ διεπράξαντο, ὅτι καὶ τῆς ἀρχῆς ὑφ᾿ ἑνὸς αὐτῶν τοῦ Κοτπατίνου ἀπεσκοράκισται. οἱ δὲ Τοῦρκοι τὰ τῶν κήπων ὑπεισδύντες ταφρεύματά τε καὶ τὰς διώρυχας, αἱ συνεχεῖς εἰσι περὶ τὸ Ἰκόνιον, καὶ τοὺς διὰ λίθων περιβόλους ὡς ἕρκος περιβαλόμενοι ἐκ τούτων ᾤοντο ἐπισχήσειν τὴν ἐς Ἰκόνιον πάροδον τῶν Ἀλαμανῶν, οἷα τοξόται πάντες κράτιστοι περὶ ἕνα χῶρον συνηλισμένοι καὶ πρὸς ἱππεῖς ὁπλοφόρους ἐν δυσχωρίαις κοῦφοι διαμιλλώμενοι. ἀλλ᾿ εἰς κενὸν καὶ τοῦτο αὐτοῖς τὸ διαβούλιον ἔσχασεν. οἱ γὰρ Ἀλαμανοὶ θεασάμενοι τοὺς Τούρκους τὰς τῶν κήπων ὑπεισιόντας αἱμασιὰς καὶ ὡς ἀφ᾿ ὁρμητηρίου τινὸς ἐκεῖθεν τοξεύοντας τάδε ἐποίουν· ἐπὶ τὸ οἰκεῖον ὄχημα τῶν ἱππέων ἕκαστος πεζὸν ἐπανέλαβεν ὁπλίτην καὶ τούτους ὡς διὰ βαθμίδων τῶν ἵππων ἄνωθεν τῶν περιβόλων θέμενοι, ἔνθα οἱ Τοῦρκοι συνεσπειράθησαν, διαφῆκαν ἐνθένδε σφίσι συμπλέκεσθαι, ἐπεβοήθουν δὲ καὶ αὐτοὶ ἐν οἷς ἐξῆν διιππάζεσθαι. καὶ κακοὶ καὶ τότε κακῶς οἱ πλείους ἀπώλοντο, οἱ δὲ καὶ διασπαρέντες ἐσώθησαν. ἵνα δὲ καὶ ταῖς ἀπὸ τῶν ἐχθρῶν μαρτυρίαις τὸ πλῆθος πιστωσώμεθα τῶν πεσόντων, ἔφασκέ τις Ἰσμαηλίτης, ὃς τῷ πολέμῳ τούτῳ παρατετυχήκει, τῷ βασιλεῖ προσρυεὶς καὶ τὴν οἰκείαν εἰς ὅρκον παραλαμβάνων θρησκείαν, διακοσίους ἀργυρέους καταβαλέσθαι στατῆρας εἰς ἐκκόμισιν τῶν νεκρῶν, οἳ κατὰ τὸν κῆπον αὐτοῦ ἀπεσφάγησαν.

Οἱ δ᾿ Ἀλαμανοὶ τὸ Ἰκόνιον κατασχόντες τούτου μὲν ἐντὸς οὐκ εἰσέδυσαν, κατὰ δὲ τὴν ἔξω λεγομένην πόλιν ηὐλίσαντο ἄνωθεν τῶν δωμάτων τὰς αὐλαίας πηξάμενοι. καὶ μηδὲν ἕτερον ὅτι μὴ τὰ πρὸς τὸ ζῆν ἐπιτήδεια καὶ μόνα ἐκεῖθεν ἐνσκευασάμενοι τοῦ πρόσω εἴχοντο.

Κατὰ δὲ τὴν ἀνάβασιν ταύτην λέγεται Ἀλαμανόν τινα, πελώριον τὸ σῶμα, τὴν ἰσχὺν ἀπροσμάχητον, τῶν ὁμοφύλων ἐπὶ πλεῖστον ἀπολειφθῆναι. καὶ τὸν μὲν ἀνύειν ποσὶ τὴν ὁδὸν ἀνειμένοις ἐκ τοῦ χαλινοῦ τὸν ἵππον ἐφέλκοντα τῇ ὁδοιπορίᾳ καμόντα, τῶν δ᾿ ἐξ Ἰσμαὴλ ἀθροισθῆναι περὶ αὐτὸν ὑπὲρ τοὺς πεντήκοντα, κρατίστους ἅμα πάντας καὶ τὰς οἰκείας τάξεις ἀπολιπόντας. οἱ μὲν οὖν ὡς ἐς κύκλωσιν αὐτὸν διειληφότες περιετόξευον, ὁ δὲ τῷ εὐρεῖ σάκει σκεπόμενος καὶ τῇ τῶν ὅπλων θαρρῶν στεγανότητι γεγηθὼς ἐπορεύετο ἀτίνακτος κατὰ πρῶνα ἢ πρόβολον τοῖς τῶν ἐναντίων βλήμασι καὶ ὢν καὶ δεικνύμενος. ὡς δ᾿ ἐκείνων εἷς γενναῖόν τι δράσειν ὑπὲρ τοὺς ἄλλους ἐπαγγελλόμενος ἀπέθετο μὲν τὸ τόξον ὡς οὐκ ὀνήσιμον, τὴν δ᾿ ἐπιμήκη μάχαιραν ἐξερύσας καὶ τὸν ἵππον ἐς δρόμον ἀνεὶς ἀγχωμάλως ἐπεβάλετο μάχεσθαι, αὐτὸς μὲν ὅσα καὶ ἀκρώρειαν ὄρους ἢ ἀνδριάντα χάλκεον ἔπαιε τὸν Ἀλαμανόν, ὁ δὲ τὸ ξίφος σπασάμενος παχείᾳ καὶ ἡρωϊκῇ χειρί, βριθὺ καὶ μέγα καὶ στιβαρόν, πλήττει τὸν ἵππον ἐπιδοχμίως περὶ τοὺς πόδας καὶ ἄμφω τοὺς ἔμπροσθεν ὡς οὐδ᾿ ἀγροῦ τις χόρτον ἀποδιεῖλεν. ὡς δ᾿ ἐπὶ γόνυ κλιθεὶς ὁ ἵππος ἔτι τὸν ἀναβάτην ἐρειδόμενον εἶχε τῇ ἐφεστρίδι, ἐκτείνας ὁ Ἀλαμανὸς τὸν βραχίονα κατὰ μέσης τῆς τοῦ Πέρσου κόρσης τὴν σπάθην κατήνεγκεν. ἡ δὲ τῇ οἰκείᾳ τε ἀντιτυπίᾳ καὶ τῇ τοῦ φέροντος γενναιότητι οὕτως ἀξιοθαύμαστον εἰργάσατο τὴν τομήν, ὡς τὸν μὲν πληγέντα διαιρεθῆναι διχῇ, κακῶς δὲ καὶ τὸν ἵππον ἐς τὸν νῶτον παθεῖν διαπτάντος τὴν ἀστράβην τοῦ πλήγματος, τοὺς δὲ λοιποὺς Πέρσας πρὸς τὴν τοιαύτην θέαν καταπλαγέντας μηκέτι ἀποθαρρῆσαι τὸν μεθ᾿ ἑνὸς πόλεμον. καὶ οἱ μὲν οὕτως, ὁ δὲ ὡς λέων τῇ οἰκείᾳ πεποιθὼς ῥώμῃ οὐκ ἐπέτεινε τὴν πορείαν, ἀλλὰ βάδην ὁδεύων περὶ ὀψίαν τοῖς ὁμογενέσι προσέμιξεν, ἔνθα ηὐλίσαντο.

Φασὶ δὲ ὡς οἱ ἐξ Ἰσμαὴλ ὑφορώμενοι, μή πως κατὰ τὴν αὐτῶν χώραν εἴη χρονίσας ὁ ῥὴξ ὡς ἤδη καταπαλαίσας σφας, φιλοφροσύνην ἐς αὐτὸν προσποιητὴν ἐνδειξάμενοι ἔδοξάν πως αὐτὸν ἐκμειλίξασθαι· τὸν δὲ ὅμηρα τὰ τῶν μέγα παρ᾿ αὐτοῖς δυναμένων τέκνα δεξάμενον καὶ ἡγεμόνας ὁδοῦ προσλαβόμενον πλείστους τὰ αὐτῶν ὅρια οὕτως ὑπερβαλεῖν, ὀλίγῳ δὲ ὕστερον τῆς Ἀρμενίας ἁψάμενον οὐ βραχεῖς ἐκ τούτων δοῦναι τῷ ξίφει, τοὺς δὲ λοιποὺς ἀποπέμψαι ὀπίσω.

Φιλοτίμως δὲ ὑπὸ τῶν Ἀρμενίων προσδεχθεὶς καὶ συχνὰς ἡμέρας ἐκεῖσε προσδιατρίψας ἐς τὴν Ἀντιόχου πόλιν ὥρμητο μεταχωρεῖν, μέγα ἀεὶ περιβαλλόμενος ὄνομα ἐπί τε συνέσει καὶ τῷ ἀκαταμαχήτῳ στρατεύματι καὶ μηδὲν ἔχων ὑπαντιάζον πολέμιον. γενόμενος δὲ κατά τινα ποταμὸν (ὢ τῶν ὑπὲρ δόξαν καὶ ἀέλπτων περιπτώσεων, ἢ μᾶλλον τῶν ἀνεφίκτων ἀνθρώποις κριμάτων Θεοῦ) ταῖς τῶν ὑδάτων δίναις ἐναποπνίγεται, ἀνὴρ διὰ μνήμης ἄγεσθαι ἀγαθῆς καὶ διηνεκοῦς καὶ μακαρίζεσθαι δικαίως τοῦ τέλους παρὰ τοῖς εὐφρονοῦσιν ἄξιος, οὐ μόνον ὅτιπερ εὖ εἶχε τοῦ γένους καὶ πολλῶν ἐκ τριγονίας κατῆρχεν ἐθνῶν, ἀλλ᾿ ὅτι τῷ τοῦ Χριστοῦ πόθῳ πυρούμενος ὑπὲρ τοὺς ὁπουδήποτε τῶν τότε Χριστιανῶν αὐτοκράτορας πατρίδα καὶ χλιδὴν βασίλειον καὶ ἀνάπαυλαν καὶ τὸν οἴκοι μετὰ τῶν φιλτάτων ὄλβον καὶ τὸν ὑπερήφανον βίοτον παρωσάμενος εἵλετο συγκακουχεῖσθαι τοῖς κατὰ Παλαιστίνην Χριστιανοῖς ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ καὶ τῆς τοῦ ζωοπαρόχου τάφου τιμῆς, τὴν ἀλλοτρίαν τῆς οἰκείας προκρίνας, μηδ᾿ ὑποχαλασθεὶς τῆς ὁρμῆς τοῖς παρασάγγαις τῆς πολλῆς καὶ πάσης ἀργαλέας ὁδοῦ καὶ τοῖς ἐκ τῶν ἐθνῶν κινδύνοις, δι᾿ ὧν παρέρχεσθαι ἤμελλεν. οὐδὲ τὸ στενὸν ὕδωρ καὶ ὁ μετρητὸς ἄρτος, καὶ οὗτος ὠνητός, ἐνιαχοῦ δὲ καὶ ἐπίβουλος, ἐξέκρουσαν αὐτὸν τῆς προθέσεως, οὐδὲ τέκνων περιχύσεις καὶ περιβολαὶ μετὰ δακρύων καὶ ὕστατοι ἀσπασμοὶ τὴν αὐτοῦ ψυχὴν συγκεχύκασιν ἢ ἐξεθήλυναν· ἀλλὰ κατὰ τὸν ἀπόστολον Παῦλον μὴ ἔχων τὴν οἰκείαν ψυχὴν τιμίαν παρ᾿ ἑαυτῷ ἐπορεύετο μὴ μόνον δησόμενος, ἀλλὰ καὶ ἀποθανούμενος ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ. οὕτως ἀποστολικὸς ἦν τοῦ ἀνδρὸς ὁ ζῆλος καὶ θεοφιλὴς ὁ σκοπὸς καὶ τῶν ὑπερτελῶν τὸ κατόρθωμα, οἱ πρὸς τὴν ἀνάντη πολιτείαν τῆς εὐαγγελικῆς ὑψηγορίας ὅλον τὸν νοῦν ἀνατείναντες καὶ πρὸς ταύτην ἅπαντα τὸν δρόμον συντείναντες τὰ κατὰ τὸν βίον ἁπαξαπλῶς ὡς σκύβαλα παρεβλέψαντο.

Καὶ ὁ μέν, ὡς ἐμαυτὸν πείθω, μακαριστοῦ τετύχηκε τέλους· ὁ δ᾿ ἐκείνου υἱὸς τὴν πατρῴαν ἀρχηγίαν δεξάμενος τὴν Ἀντιόχειαν εἰσελήλυθεν, ἐκεῖθεν δ᾿ ἀφιγμένος εἰς τὴν προσωτέρω Κοίλην Συρίαν Λαοδίκειαν κατεστήσατο, καθ᾿ ἑαυτὴν στασιάζουσαν καὶ πρὸς τοὺς ἐξ Ἰσμαὴλ μεταρρέπουσαν, καὶ Βηρυτὸν πόνῳ οὐδενὶ παρεστήσατο καὶ ἄλλας πλείστας Συριακὰς ὑπηγάγετο πόλεις, Λατίνοις μὲν ὑπηκόους πρότερον, τότε δὲ προσκεχωρηκυίας Σαρακηνοῖς. ἀλλὰ καὶ κατὰ τὴν Τύρον ἀφιγμένος καὶ πολιορκήσας τὸ Ἄκε, ὑπὸ Ἰσμαηλιτῶν κατεχόμενον, καὶ μογήσας ἐφ᾿ ἱκανὸν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ καὶ αὐτὸς ἐκεῖσε τὴν ζωὴν καταλέλυκε. τὸ δὲ περιλειφθὲν τοῦ στρατεύματος οὐκέτι διὰ τῆς ἠπείρου θέσθαι τὴν ἐπάνοδον ἐδοκίμασεν ἀπιστίαν κατεγνωκὸς τῶν ἐθνῶν, δι᾿ ὧν παρώδευσε, πλοίων δ᾿ εὐπορῆσαν στρογγύλων, ἅπερ ἦσαν ἐκ τῶν ἑσπερίων ὁμοφύλων αὐτοῖς γενῶν εἰς Τύρον καταίροντα, τοῖς οἴκαδε ἀνασώζεται.

Τῷ καιρῷ δὲ τούτῳ οὐ μόνον Ἀλαμανοὶ κατὰ τῶν τὴν Παλαιστίνην κατασχόντων καὶ τὴν Ἱερουσαλὴμ ἐκπορθησάντων Σαρακηνῶν ἐστράτευσαν, ἀλλὰ καὶ ὁ ῥὴξ Φραγγίας καὶ ὁ τῶν πελεκυφόρων κατάρχων Γερμανῶν, οὓς νῦν φασὶν Ἰγγλίνους, ναῦς ὅτι πλείστας ἐκ Σικελίας καὶ τῆς κατὰ τὴν Ἰταλίαν ἠπείρου ἀγείραντες σίτου τε αὐτὰς ἐμπλησάμενοι καὶ τῶν ἄλλων ἐπιτηδείων εἰς Τύρον ἔπλευσαν· ταύτην γὰρ τὴν πόλιν εἶχον οἱ ἀθροιζόμενοι ναύσταθμον καὶ πρὸς τὸν κατὰ Σαρακηνῶν πόλεμον ὁρμητήριον. πλὴν οὐδ᾿ οὗτοι τῆς ἁγίας πόλεως ἐξελάσαι ἴσχυσαν τοὺς Σαρακηνούς, ἀλλ᾿ ἀτέλεστον ἀφεικότες ὃ προέθεντο ἔργον τοῦ πρὸς τὰς πατρίδας πάλιν ἥψαντο πλοῦ.

Ὁ δέ γε τῶν Ἰγγλίνων ῥὴξ ἐν τῇ ἀναγωγῇ κατάρας εἰς Κύπρον αὐτῆς τε ἐκράτησε καὶ τὸν ταύτης τύραννον, ἢ μᾶλλον ἀπάνθρωπον καὶ δυσμείλικτον ὀλοθρευτήν, Ἰσαάκιον τὸν Κομνηνόν, συλλαβὼν τὰ μὲν πρῶτα εἶχεν ἐν δεσμοῖς, μικρῷ δὲ ὕστερον ἐκεῖθεν ἐκτοπίσας τὸν ἀλιτήριον ὅσα καὶ ἀνδράποδόν τινι τῶν ὁμογλώττων ἀπεχαρίσατο. καὶ αὐτὸς μὲν εἰς Παλαιστίνην κατέπλευσεν, ἐν δὲ τῇ Κύπρῳ καταλείψας στράτευμα ὡς οἰκείας ἤδη τῆς νήσου ἀντεποιεῖτο καὶ στέλλων ἐς τὴν νῆσον νῆας φορταγωγοὺς τὰ πρὸς τὸ ζῆν ἐκεῖθεν ἐφορολόγει. κἀν τῷ ἀπαίρειν ἤδη τῆς Παλαιστίνης ὡς σφετέραν ἐδωρήσατο χώραν τὴν Κύπρον τῷ τῶν Ἱεροσολύμων ἡγήτορι ῥηγί, ἵν᾿ ἐκεῖσέ τε τὰς οἰκείας ποιοῖτο διατριβὰς ἐκεχειρίαν ἄγων ἐκ τῶν πολέμων οἷα τὴν οἰκείαν ἀρχὴν ἀποβεβληκώς, καὶ κατάρχῃ τῶν Κυπρίων ὡς ὑπ᾿ αὐτοῦ προσκληρωθέντων τάφῳ τῷ κυριακῷ καὶ τῆς νήσου συναφθείσης τοῖς τῆς Παλαιστίνης ὁρίσμασι. καὶ ταῦτα μὲν οὑτωσί.


ΤΟΜΟΣ ΤΡΙΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ

Ὁ δέ γε βασιλεὺς Ἰσαάκιος ἐπὶ τρισὶ παισὶ τὴν τοῦ γένους σαλεύων διαδοχήν, οἳ ἐκ τῶν προτέρων αὐτῷ γάμων γεγένηντο, δυσὶ μὲν θηλείαις, ἑνὶ δὲ ἄρρενι, τῶν μὲν τὴν πρεσβυτέραν κατὰ τὸν χρόνον εἰς μοναχὴν ἀποκείρει καὶ τὸν τοῦ Ἰωαννίτζη λεγόμενον οἶκον εἰς γυναικεῖον μετασκευάσας πολλοῖς ἀναλώμασι φροντιστήριον (τοῦτο δὲ καὶ ἡ βασιλὶς Ξένη ποιεῖν ἐπεβάλετο μετὰ μόρον τοῦ ταύτης ξυνεύνου καὶ βασιλέως Μανουὴλ) αὐτὴν ἐκεῖσε ὡς ἀμνάδα τῷ θεῷ ἱερώσας ἐνεμάνδρευσε καὶ ἀπέταξε, θατέραν δὲ εἰς γυναῖκα πέπομφε γαμετὴν τῷ υἱῷ τοῦ ῥηγὸς Σικελίας τοῦ Ταγγρέ, ὃς τὸν Γιλίελμον διεδέξατο θανάτῳ ἐξ ἀνθρώπων γενόμενον, τὸν καὶ κατὰ Ῥωμαίων ἄραντα πόλεμον ἐξ ἠπείρου τε καὶ θαλάσσης, ὡς φθάσαντες ἱστορήκειμεν. τὸν δὲ υἱὸν Ἀλέξιον τῆς βασιλείας κληρονόμον ἀνέτρεφε, κἂν οὐδέπω τὸ τοῦ βίου φανταζόμενος πέρας ἢ ἔκπτωσιν τῆς δυναστείας ὑφορώμενος δύο καὶ τριάκοντα χρόνους ἄρξειν ἀδιστάκτως ἐχρησμολόγει, ὥσπερ τὸ θεῖον προειδὼς βούλημα ἢ τοὺς ὅρους πήσσων ἑαυτῷ τῆς ζωῆς, οὓς ὁ θεὸς ἔθετο παρὰ τῇ ἰδίᾳ ἐξουσίᾳ.

Οὐ μόνον δὲ ὁ Βρανᾶς Ἀλέξιος καὶ ὁ Λυδὸς Θεόδωρος κατὰ τοῦ βασιλέως τούτου πτερνισμὸν ἐμεγάλυναν, ἀλλὰ καὶ ἕτεροι βασιλείας ἑαυτοῖς περιτεθείκασιν ὄνομα. αὐτίκα γάρ τις Ἀλέξιος, ἑαυτὸν εἶναι λέγων υἱὸν τοῦ τῶν Ῥωμαίων αὐταρχήσαντος Μανουήλ, τοσοῦτον ἀρίστως τὸν ἀγωνιστὴν ὑπέδυ τοῦ δράματος καὶ τὸ τοῦ βασιλέως Ἀλεξίου προσωπεῖον εὐφυῶς ὑπεκρίνατο, ὡς καὶ κόμην διευθετίζειν κατὰ τὴν ἐκείνου ὑποξανθίζουσαν καὶ τὸν τῆς γλώττης τοῦ παιδὸς καὶ βασιλέως σχηματίζεσθαι ψελλισμόν. ἐκ τῆς Κωνσταντίνου μὲν ὥρμητο ὁ μεῖραξ, ἐς δὲ τὰς κατὰ Μαίανδρον πόλεις πρώτως ὀφθεὶς κατέλυσεν εἰς πολίχνιον λεγόμενον Ἅρμαλα κἀκεῖσε Λατίνῳ τινὶ ἐπιξενωθεὶς καὶ ὅστις εἴη ἀπηγγελκὼς (ἔλεγε δέ, ὡς μικρὸν εἰρήκειμεν ἄνωθεν, καὶ ἐκδοθῆναι μὲν εἰς τὸ κατὰ βυθοῦ θαλάσσης ἀκοντισθῆναι παρ᾿ Ἀνδρονίκου, οἰκτειρηθῆναι δὲ παρὰ τῶν τοῦτο ἐπιταχθέντων ὡς πατρῴων αὐτῷ ὀμοτῶν) σύναμά οἱ πρὸς τὸ Ἰκόνιον ἄπεισι καὶ τῷ γέροντι ὀφθεὶς σουλτὰν (οὔπω γὰρ αὐτὸν καθῄρηκε τῆς ἀρχῆς ὁ ἐκείνου παῖς Κοτπατῖνος) ὡς υἱὸς ἀληθινὸς τοῦ αὐτοκράτορος Μανουήλ, ἀλλ᾿ οὐχ ὡς ἐπείσακτος καὶ πλάνος ἐκείνῳ προσδιελέγετό τε καὶ προσεφέρετο. πολλάκις δὲ καὶ ἐπέπληττε καὶ τῶν ἐκ τοῦ δῆθεν πατρὸς ἐκείνῳ τοῦ Μανουὴλ ἐπ᾿ αὐτῷ γεγενημένων ἀναμιμνήσκων εὐποιϊῶν ἀχάριστον περὶ τὸν εὐεργέτην ἐκάλει καὶ τὸ ἀφιλάνθρωπον αὐτῷ ἐπωνείδιζεν, εἰ οὕτως ἀτυχοῦντι τῷ τοῦ φίλου τέκνῳ ἐπαμύνειν οὐκ ἐπικάμπτεται.

Ὁ δὲ τοῦτο μὲν ἀπὸ τῆς ἀναιδείας, τοῦτο δ᾿ ἐκ τῶν τοῦ χαρακτῆρος ἰνδαλμάτων τιμᾶν αὐτὸν ἐναγόμενος, δώροις τε οὐκ ὀλίγοις ἥδυνε καὶ ἀγαθαῖς ἐλπίσιν ὑπέσαινεν. ἦν δ᾿ ὅτε καὶ πρεσβευτὴν Ῥωμαίων ἑστῶτα καὶ ἀκροώμενον ὅπως ἑαυτὸν τῇ ἐξόχῳ εὐγενείᾳ ἐσέμνυνεν, ἤρετο ὁ σουλτάν, εἰ ἐπίσταται τοῦτον τοῦ αὐτοκράτορος υἱὸν Μανουήλ. τοῦ δὲ μηδέν τι φήσαντος ἕτερον, ἀλλ᾿ ὅτι δὴ ἐκεῖνος ἀληθῶς ἀπόλωλε φανεὶς ὑδατόκλυστος καὶ οὗτος μάτην περὶ ἑαυτοῦ τὰ μὴ πιστεύεσθαι πεφυκότα ξυντίθησι τῷ τοῦ κειμένου ὀνόματι ἐποχούμενος, βράττων ἀτεχνῶς θυμῷ καὶ ζέων ἀκριβῶς τῷ χόλῳ ὁ μεῖραξ Ἀλέξιος μικροῦ ἂν τοῦ πώγωνος ἐπελάβετο τοῦ πρεσβεύοντος, εἰ μὴ αὐτὸς ὁ πρέσβις διακινηθεὶς ἐς ὀργὴν ἀπεκρούσατο γενναίως μάλα τὸν Ψευδαλέξιον καὶ ὁ σουλτὰν δέ οἱ ὡς ἄτοπα δρῶντι ἐμβριμησάμενος ἀτρεμεῖν ἐκέλευσε.

Τῇ συχνῇ δ᾿ ὅμως τοῦ νεανίου ἐκλιπαρήσει ὁ Περσάρχης καθυπενδοὺς οὐδὲ τότε μὲν τὰ τῶν αἰτήσεων ὑπέρογκα ἐτερμάτωσε, συνεχώρησε δ᾿ οὖν ὅμως διὰ σουλτανικοῦ γράμματος, ὅ φασιν οἱ Τοῦρκοι μουσούριον, ὅσους ἂν σχοίη τῶν ὑπὸ τὴν ἐκείνου ἀρχὴν ὑποποιήσασθαι ἀδεῶς. ὁ δὲ ἀναχωρήσας καὶ τὸ γράμμα τοῖς Τούρκοις καθυποδείξας τὸν ἀμηρᾶν ἐφέλκεται Ἀρσανῆν καὶ ἑτέρους οὐκ ὀλίγους, οἳ λῃστεύειν τὰ Ῥωμαίων εἰώθασιν, ὡς ἐν βραχεῖ καιρῷ χιλιάδας ὀκτὼ στρατεύματος ἐφεπομένας λαχεῖν· ὅθεν τὰς κατὰ Μαίανδρον ἐπιὼν πόλεις ἃς μὲν ὁμολογίᾳ χειρούμενος ἦν, τινὰς δὲ καὶ ἀνθισταμένας παντοίως διέφθειρε. μάλιστα δὲ τὰς ἅλωνας ἐλυμαίνετο, ὅθεν καὶ καυσαλώνης ἐπεκέκλητο.

Κατὰ δὲ τούτου τοῦ μείρακος πολλοὶ μὲν καὶ ἄλλοι πολεμησείοντες ἀπεστάλησαν, οὐδεὶς δ᾿ ἐργάσασθαί τι ἔσχε νεανικόν, ἀλλ᾿ ὑπενόστουν ἄπρακτοι δεδιότες, μὴ καταπροδοθεῖεν ὑπὸ τῶν συνόντων ἐκείνοις Ῥωμαίων οἷα μάλιστα ῥεπόντων εἰς τὸν καθιστάμενον ἄρτι βασιλέως παῖδα καὶ βασιλέα ἢ ἄρχειν αἱρουμένων τὸν βασιλεύοντα Ἰσαάκιον. οὐ γὰρ τοῖς πολλοῖς ἤδη καὶ ἀγροτέροις ἠσπάζετο καὶ ἦν διὰ στόματος καὶ ὀνόματος καὶ θεώμενος ἐδόκει ἐπέραστος, ἀλλὰ καὶ τοῖς κατὰ τὴν βασίλειον αὐλὴν διατρίβουσι καὶ εἰδόσι μάλα ἐπισταμένως ὡς Ἀλέξιος ὁ τοῦ βασιλέως παῖς Μανουὴλ πάλαι τὸν βίον ἀπολέλοιπε τὸν ἀνθρώπινον εἰς θαῦμα ἐτίθετο, γινώσκουσι μὲν τὰ ὄντα, τὰ δὲ καθ᾿ ἡδονὴν σφίσιν εἰκάζουσι.

Σὺν ἑτέροις δὲ καὶ ὁ τοῦ βασιλέως ἀδελφὸς Ἀλέξιος ἔξεισιν, ὃς καὶ ὕστερον ἐβασίλευσεν. πλὴν καὶ οὗτος κατ᾿ οὐδεμίαν μάχην συνεπλάκη τῷ Ἀλεξίῳ, ἀλλ᾿ ὡς πλεῖστον ἀποσκηνούμενος ἐπισυνίστη μόνον τὸ λεῖπον τῆς παροικίας, ὁπόσον γε ἐκείνῳ μὴ προσεχώρησε, καὶ συνεῖχε τὸ διαρρέον καὶ μεταβαῖνον εἰς τὸν ἀναβεβιωκότα τοῦτον Ἀλέξιον. ἀλλ᾿ ἔτι τῶν πραγμάτων οὕτως ὄντων ᾐωρημένων καὶ τοῦ μὲν ἀεὶ ἐμπλατυνομένου τε καὶ κρατυνομένου, τοῦ δὲ σεβαστοκράτορος ὑποφεύγοντος καὶ ἀγῶνα τὸν ἐνώπιον ὑποπτήσσοντος, λύει θεὸς τὸν ἐμφύλιον πόλεμον καινοπρεπῶς καί, ὡς αὐτὸς ἐπίσταται μόνος, ἐν ἀκαρεῖ· τὸν γὰρ Ἀλέξιον αὖθις ὑποστρέψαντα πρὸς τὰ Ἅρμαλα καὶ μετὰ πότον ὑπνώττοντα ἀποσφάττει τις τῶν ἱερέων τὴν αὐτοῦ παρακειμένην σπασάμενος μάχαιραν. οὗ τὴν κεφαλὴν ἀποκομισθεῖσαν ἀθρήσας ὁ σεβαστοκράτωρ Ἀλέξιος καὶ τῆς ξανθῆς ἀναλαμβάνων κόμης πολλάκις διὰ τοῦ ἱππείου μύωπος „οὐ πάντῃ” ἔφασκεν „ἀμαθῶς αἱ πόλεις τῷ ἀνθρώπῳ τούτῳ ἐπηκολούθησαν”.

Ἀλλὰ τότε μὲν οὗτος τοιαύτην ἔτισε δίκην καὶ ὧν μὲν ἐπλημμέλησεν ἑτέρως, Πέρσας μὲν ὁπλίσας κατὰ Ῥωμαίων, τούτων δ᾿ αὖ ὁπόσον αὐτῷ προσερρύη καθ᾿ ὁμοφύλου ἀγριάνας αἵματος, καὶ ὧν δὲ παρῴνησεν ὁ ἐπάρατος εἰς τὸν ἐν ταῖς ἐμαῖς Χώναις περιώνυμον νεὼν τοῦ ἀρχιστρατήγου τῶν θείων καὶ ἀΰλων τάξεων Μιχαήλ· ἐμίανε γὰρ τὸ τοῦ Θεοῦ πανάγιον σκήνωμα εἰσελθὼν μετὰ Περσῶν καὶ ἠνείχετο καθορῶν ὁ ἀλάστωρ τὰ διὰ ψηφίδων ποικιλοχρόων τοῦ Χριστοῦ καὶ τῶν ἁγίων ἀχρειούμενα ἔκτυπα καὶ τὸν ἱερὸν ἀνάσταθμον πελέκει καὶ λαξευτηρίῳ καταρασσόμενον καὶ τὴν παναγῆ καὶ θυωρὸν βεβηλουμένην καὶ βαλλομένην ἔραζε τράπεζαν.

Οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις καὶ ἕτερός τις τὴν αὐτὴν κλῆσιν καὶ βασιλέα τὸν αὐτὸν γεννήτορα ψευδωνύμως ὑπεισιὼν κατὰ Παφλαγονίαν ἐπεφάνη. καὶ τινὲς μὲν καὶ τούτῳ ἐπαρχίαι προσκεχωρήκασι. σταλεὶς δὲ κατ᾿ αὐτοῦ ὁ σεβαστὸς Θεόδωρος ὁ Χοῦμνος, χαρτουλάριος ὢν τῶν ἱπποστάθμων, ἥττησέ τε πόλεμον συγκροτήσας καὶ συνειληφὼς ἀπέκτεινεν.

Ἐπὶ τούτοις καὶ ὁ Χοτζᾶς Βασίλειος κατὰ τὴν ἄγχουρον Νικομηδεῦσι Ταρσίαν ἀνταρσίαν ἐμελέτησε καὶ προέβη μὲν καὶ ἡ τούτου ἐφ᾿ ἱκανὸν τυραννίς, συλληφθεὶς δὲ καὶ αὐτὸς ἀμαυροῦται τοὺς ὀφθαλμοὺς καὶ φρουρᾷ παραδίδοται.

Οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ ἄλλοι ἄλλοτε πάλιν καὶ πάλιν καὶ οὐκ ἔστιν ὁσάκις εἰπεῖν ἐπανέστησαν ἢ καὶ ὡς σπαρτοὶ ἀνεδόθησαν γίγαντες, κἂν ὡς πομφολυγώδη φυσήματα διάκενα, ὡς ἦν ἰδεῖν, ἀπέπιπτόν τε καὶ διελύοντο. ὅ τε γὰρ Κομνηνὸς Ἰσαάκιος, ὁ τοῦ τυράννου Ἀνδρονίκου ἀδελφιδοῦς, τῆς φυλακῆς ἀποδρὰς καὶ τὸ μέγα τέμενος εἰσιὼν ἀνασείειν τὸν ὄχλον ὥρμησε, συλληφθεὶς δὲ καὶ ἀπαιωρηθεὶς καὶ βαρείαις ἐτάσεσιν ὑποβληθεὶς ἐπὶ τῷ τοὺς συνίστορας ἐκφῆναι τῆς τυραννίδος τὰ ἐντὸς διεφθάρη καὶ ἀπεβίω τὴν μετ᾿ ἐκείνην.

Καὶ ὁ Τατίκιος Κωνσταντῖνος σύστρεμμα τεκτηνάμενος καὶ πεντακοσίους ἔχων τοῦ ἔργου συλλήπτορας καὶ ἐφ᾿ ἱκανὸν χρόνον τῇ πόλει κρυπτόμενος καὶ λεληθὼς καταμηνυθεὶς μικρῷ ὕστερον ἑάλω καὶ τοὺς ὀφθαλμοὺς ἐξορώρυκτο.

Καὶ ῥακενδύτης δέ τις, ἐκ Κομνηνῶν ἕλκων τὸ γένος, τὴν αὐτὴν τοῖς εἰρημένοις βαδίσας ἐκ τοῦ παραχρῆμα συσχεθεὶς ἀπεστέρηται τοῦ φωτός.

Τῶν δὲ συχνῶν τουτωνὶ ἐπαναστάσεων ἦν μὲν αἴτιον καὶ τὸ τὸν Ἰσαάκιον τὴν βασιλείαν διακυβερνᾶν μαλθακώτερον, ἀκριβῶς πεπεισμένον ὡς ἐκ Θεοῦ τὸ ἄρχειν ἐδέξατο καὶ παρ᾿ ἐκείνου μόνου ἐστὶ φρουρούμενος· πλειόνως δ᾿ ἐπτέρου τοὺς φιλάρχους εἰς παρρησίαν τε καὶ ἀπόστασιν τὸ τῆς βασιλείας ἀπραγμόνως ἐπιλαβέσθαι τὸν αὐτοκράτορα. καὶ ὡς εἰ θελήσουσι, βασιλεύσουσιν, οἱ πλείους φρεναπατώμενοι ἄτερ ὅπλων τοῖς κατ᾿ ἔφεσιν πλειστάκις ἐπέβαλον, ἐκείνην ἀτραπιτὸν στείβοντες, ἣν ἀνέῳξεν ἐς λεωφόρον ἄντικρυς Ἰσαάκιος, ἑσπέρας τὸν Ἁγιοχριστοφορίτην ἀπεκτονὼς καὶ τῷ Μεγίστῳ Νεῷ προσρυεὶς καὶ βασιλεύσας ἐς νέωτα, κακῶς κρίνοντες καὶ διὰ τοῦτο κακῶς πάσχοντες καὶ ἀντὶ πορφυρίδος διπλοΐδα αἰσχύνης ἐνδιδυσκόμενοι, ἐνιαχοῦ δὲ καὶ πορφύρεον θάνατον ὑφιστάμενοι.

Οὐ γὰρ τὸ θεῖον φιλεῖ διὰ τῆς αὐτῆς ὡσαύτως κινήσεως ἢ ἐφορμήσεως τὰ κατὰ τὸν βίον μεθιστᾶν καὶ διακυβερνᾶν πράγματα, ἀλλὰ τὸ ποικίλον παριστῶν τῆς τοῦ παντὸς τοῦδε διεξαγωγῆς τε καὶ διοικήσεως ἄλλοτε ἄλλως τὰς ἐξουσίας μεθαρμόζει καὶ μετατίθησι τὰς ἀρχὰς μηδὲ τὸ λεπτότατον ἐῶν τῆς αὐτοῦ χειρὸς ἔξωθεν. καὶ Φαραὼ μὲν αὐτοῖς τριστάταις τῷ ἁλίῳ βυθῷ παραδίδωσιν· ἄλλον ἀπολαιμίζει μαχαίρᾳ διὰ γυναικός, καὶ ταύτης καλλιπαρῄου καὶ λευκωλένου· ἕτερον χερσὶ τῶν πολεμίων παραδοὺς τῶν τῇδε μεθίστησιν. ἔστι δ᾿ ὃς τὰς φρένας παρακοπεὶς καὶ λογισθεὶς ὡσεὶ νεκρὸς ἀπὸ καρδίας καὶ εἰς τέλος ἐπιλησθεὶς τῶν ἀρχείων μετ᾿ ἐπιχαρμάτων ἐκκομίζεται καὶ ταφῇ παραπέμπεται κἀκεῖθεν λεπτὸν ὑπηχῶν καὶ ποθῶν τὴν ἡμέραν, οὐ τῆς ἀρχῆς ἀντεχόμενος, ἐᾶται καὶ οὕτως φθινύθειν καὶ ὡς ἀνδρῶν χείριστος καλῶς ἀφίεται ἵεσθαι τὴν ἐς θάνατον. πολλοὶ δὲ μαλακῷ δαμέντες θανάτῳ πρὸς τὰ ἐκεῖθεν ὡς μύσαντες ἐν ὕπνῳ μετέβησαν. εἰσὶ δ᾿ οἳ καὶ ἵππου χρεμετίσαντος τῆς βασιλείας ἐπέβησαν. ἄλλος ἐξ ἀρότρου καὶ αὔλακος τὴν τήβενναν ἠμφιάσατο καὶ μειρακίσκος προβατεὺς ἐξόπισθεν ληφθεὶς τῶν λοχευομένων θεόχριστος ὤφθη βασιλεύς. καὶ τί ἄν τις διεξίῃ τὰ πάντα ἢ τὰ πλείονα, ὁπόσα ἡ πολύτροπος πρόνοια ποιεῖ καὶ μετασκευάζει κατὰ τὸ ἑκάστῳ τῶν ἀνθρώπων χρήσιμον; Εὐέμπτωτος δ᾿ ὢν ὁ βασιλεὺς εἰς θυμὸν καὶ μεγάλα περὶ ἑαυτοῦ φανταζόμενος οὐκ ἐκ μικρᾶς μόνον παραρριφείσης λαβῆς, ἀλλὰ κἀκ μόνης ὑπονοίας ἐνίοτε καὶ τῆς παρά τινων εἰσηγήσεως κακῶς ἐτίθει πολλούς. τὸν γὰρ Κομνηνὸν Ἀνδρόνικον (ἦν δὲ οὗτος Ἀλεξίου παῖς, ὃν Βρυέννιος ὁ καῖσαρ καὶ Ἄννα ἐγείνατο ἡ θυγάτηρ Ἀλεξίου τοῦ πρώτως ἐκ Κομνηνῶν βασιλεύσαντος) ἐν τῷ χειρίζειν τὴν Θεσσαλονικέων ἀρχήν, εἰσηγησαμένου τινὸς τῆς βασιλείας ἐρᾶν καὶ κοινολογεῖσθαι περὶ τοῦ ἔργου τῷ πρώην σεβαστοκράτορι Ἀλεξίῳ τῷ σκοτίῳ υἱῷ τοῦ αὐτοκράτορος Μανουὴλ κατὰ τὴν Δράμαν τότε διάγοντι, εὐθὺς τοῦ συλληφθῆναι κρίνει ἄξιον. οἱ μὲν οὖν εἰς τοῦτο ἀποσταλέντες ὡς ἐνέτυχον Ἀνδρονίκῳ πρὸς βασιλέα ἐπανιόντι, οὐδὲν ὧν ὡρίσθησαν διαπεπράχασι δέον κρίναντες μὴ προσοβῆσαι τὸ θήραμα ἑκόντως, ὡς δίδωσιν ὁρᾶν, καθάπερ εἰς γαλεάγραν τὴν Κωνσταντινούπολιν εἰσιὸν καὶ ἐγγίζον τῷ προθεμένῳ συλλαβεῖν. ὀφθεὶς δὲ τῷ βασιλεῖ Ἰσαακίῳ Ἀνδρόνικος εἰς ἀπιστίαν εὐθὺς ὀνειδίζεται. κἀκείνου τοὺς ἐλέγχους ἀπαιτήσαντος, σχῆμα μόνον διαιτήσεως τὰ τῆς δίκης ἐδέξατο. τὸ δ᾿ ἐκ τούτου ἐξ ἐρήμης συσχεθεὶς Ἀνδρόνικος εἰς φυλακὴν ἀπάγεται, μετὰ μικρὸν δὲ καὶ τὰς κόρας ἐκκόπτεται.

Συλλαμβάνεται δὲ καὶ ὁ συνίστωρ εἶναι τούτῳ τῆς βασιλείας λεγόμενος Ἀλέξιος καὶ κείρεται εἰς μονάζοντα, ἡμῶν ὑπουργησάντων τῷ ἔργῳ, καθ᾿ ἓν τῶν σεμνείων, ἃ συχνά εἰσι καὶ ψυχῶν πάντα σωτήρια κατὰ τὸ ὄρος τὸν Παπύκιον, περὶ οὗ καὶ εἰπεῖν οὐκ ὀλίγα δυνάμενος βραχέων μεμνήσομαι.

Οὐ γὰρ ἦν μόνον εὐμήκης καὶ ἀνδρεῖος καὶ πλήρης συνέσεως, πατρώζων τὴν ὄψιν ἀκριβῶς τάς τε χεῖρας ἀκμαῖος καὶ τοὺς ὤμους κατ᾿ ἐκεῖνον ὕπερθεν ἔχων εὐρέας, ἀλλὰ καὶ ὡς ἐπίπαν μείλιχος καὶ εὐέντευκτος. πρὸς ἃ καὶ ὁ πολύτλας Ἀνδρόνικος ἀπιδὼν τὴν οἰκείαν θυγατέρα Εἰρήνην ἐμνήστευσε τῷ ἀνδρὶ κρίνας καὶ παρανόμους γάμους τετελεκέναι, εἰ μέλλει μόνον Ἀλέξιος τοῖς γνησιωτέροις ἐκείνῳ συγγενέσιν ἐγγράφεσθαι, ὅθεν πλειόνως τούτῳ ἤπερ τοῖς υἱεῦσι προσέκειτο πρότερον καὶ τῆς βασιλείας ἐμελέτα καταλείψειν διάδοχον. μεταβουλευσάμενος δ᾿ ὕστερον τὸν υἱὸν Ἰωάννην ἀνθείλετο, εἰρηκὼς πρὸς οὓς ἀνέπτυσσε τὰ τῶν βουλευμάτων ἀπόρρητα μὴ ἐξ ἄλφα εἰς ἄλφα τὴν βασιλείαν μέλλειν μεταπεσεῖν, ἀλλὰ τῷ ἰῶτα μᾶλλον προσρέπειν καὶ εἰς τοῦτο θεόθεν συνάγεσθαι. ἅμα δὲ τῇ μεταθέσει τῆς γνώμης, ἣν εἶχεν ἐπ᾿ Ἀλεξίῳ Ἀνδρόνικος, καὶ τῆς συντονίας τοῦ φίλτρου ὑπέληξεν· οὐ γὰρ ὡς συμφυὴς ἔτι περιεσπούδαστο καὶ ὁμόψυχος ὁ Ἀλέξιος, ἀλλ᾿ ὡς φιλτάτῃ θυγατρὶ συνοικῶν δι᾿ αἰδοῦς μόνον ἤγετο καὶ τιμῆς. μετὰ δέ τινα καιρὸν καὶ τοῦτον ἀπεξένωσε τοῦ φωτός, τὴν δ᾿ αἰτίαν προειπόντες ἔχομεν.

Ἀνακληθεὶς δὲ μετὰ ταῦτα πρὸς τοῦ βασιλέως Ἰσαακίου καὶ ἀπὸ σεβαστοκράτορος εἰς καίσαρα ὑποποδισθείς, ὡς ἐξόν οἱ, τὰ ἀρχεῖα ἐξέκλινε καὶ τὴν καθ᾿ ἑαυτὸν ἐδίωκε βίωσιν, πλὴν οὐδ᾿ οὕτως τὸν ἄλυπον ἐκίχησε βίοτον.

Τότε δ᾿ οὖν τὴν ἐπὶ τὰ χείρω ἔτι μᾶλλον τῶν πραγμάτων ἔχων φορὰν καὶ μετάβασιν καὶ μέλλων μὴ ἑκὼν ἀποθρίξασθαι οὐχ ἕνα ᾔτησεν ἄρτον καὶ σπόγγον καὶ κίθαριν κατὰ πάλαι τινὰ τῆς τύχης πειραθέντα σκληρᾶς καὶ ἀγνώμονος, ὡς ἔχων ἐν ᾧ τὸ τοῦ σώματος ἐντενεῖ βάρβιτον, χαλαρὸν τῇ τῶν σιτίων κενώσει γενόμενον, ὑποψήλῃ τὰ οἰκεῖα καθ᾿ αὑτὸν δυσπραγήματα, συνερίθῳ τῇ κιθάρᾳ χρώμενος, τῷ δὲ σπόγγῳ ἀποψήσῃ τὰ τῶν δακρύων ἀποκρουνίσματα, ἅπερ ὡς ἐκ πέτρης γλαφυρῆς τῶν ὀμμάτων ἐκείνου ἀπελείβετο, ἀλλὰ πράως ἤνεγκε τὰ συμπίπτοντα, μὴ καταστενάζων τῆς προνοίας, μηδ᾿ ἐς τὸ τῆς τύχης ἄστατον καὶ παλίνστροφον ἀπολύων τὰ καθ᾿ ἡμᾶς, τὴν δὲ τῶν προσόντων ἐκείνῳ ἀφαίρεσιν ὡς οὐδὲ κτῆσιν ἄλλος τις ἐλελόγιστο.

Ἐπεὶ δὲ τῆς Δράμας ἀπάραντες εἰς Μοσυνόπολιν ἀφικόμεθα καὶ τῷ Παπυκίῳ προσβαίνειν ἐμέλλομεν, ὡς ἂν τὰ τῶν μοναχῶν προσταχθὲν οὕτω τελέσωμεν ἐπ᾿ αὐτῷ, τότε πεπονθώς τι ἀνθρώπινον ἐπὶ συννοίας ἦν καὶ ὑπεγνοφοῦτο τὸ πρόσωπον διοίσειν οὐκ ἔχων τὰ ἔνδοθεν θλίβοντα. ἐγκειμένου δέ μου καὶ τὴν αἰτίαν πυνθανομένου τῆς ἐξάπινα μεταβολῆς, „οὐ τὸ σχῆμά” φησιν, „ὦ λῷστε, δέδια (τί γὰρ τὸ διαθροοῦν ἔχει τῶν χρωμάτων ἡ ἄμειψις;), ἀλλὰ τὰ ἐπὶ τῷ σχήματι πεφρικώς εἰμι ἐπαγγέλματα καὶ τὸ μὴ εὔθετον εἰς τὴν τῶν οὐρανῶν εἶναι ὁπωσοῦν βασιλείαν τὸν βαλόντα χεῖρα ἐπ᾿ ἄροτρον καὶ μεταστραφέντα φρενοβλαβῶς”.

Καὶ ὁ μὲν τοσαῦτ᾿ εἰπών, καὶ ἄλλως ὢν ἀποφθεγματικός, οὐχ ἑκοντὶ τὸ κατὰ Χριστὸν ὑπέδυ τριβώνιον μηδ᾿ ἄκροις ὠσὶ τὰ ἐπᾳδόμενα ἐνηχούμενος, μόνον δ᾿ ἐν χρῷ κουρίας ὁ ἀκερσεκόμης γενόμενος καὶ μετονομασθεὶς Ἀθανάσιος. θαυμάσαι δ᾿ ἄν τις ἐκεῖνο, μηδὲ τυχαίως εἴπῃ συμβῆναι· ἐκ γὰρ ἁπασῶν τῶν κατὰ τὸν Παπύκιον μονῶν ἐκείνην κατοικεῖν ᾑρετίσατο, καθ᾿ ἣν ὁ πρωτοστράτωρ πρώην Ἀλέξιος τὴν κοσμικὴν ἀπεκείρατο τρίχα παρὰ τοῦ βασιλέως συλληφθεὶς Μανουὴλ δι᾿ αἰτίαν μὲν οὐδ᾿ ὅλως πρόδηλον, ὡς ἐν τοῖς περὶ τούτου εἴπομεν λόγοις, ὅτι δ᾿ ἐβεβρίθει πλούτῳ πολυταλάντῳ καὶ ἦν ἱκανὸς βουλεύσασθαι καὶ καταπράξασθαι περιδέξιος· τὴν γὰρ ἐκ τῶν πατρικῶν ὀμφάκων πρὸς τοὺς υἱεῖς μεταρρέουσαν αἱμωδίαν καὶ ὁ Κομνηνὸς οὗτος Ἀλέξιος, ὡς ἔοικε, παθεῖν κατακέκριτο.

Ἀλλ᾿ οὔπω τρεῖς μῆνες παρίππευσαν, καὶ βασιλεὺς αὐτὸν ἐκεῖθεν ἀνακαλεσάμενος πάλιν ἔδειξεν ἐξ ὧν ἔδρασε μὴ σὺν λόγῳ τὰς οἰκείας πράξεις ποιεῖσθαι καὶ διὰ τοῦτο χαίρειν ταῖς ἀγχιστρόφοις μεταβολαῖς κατὰ τὸν τῆς Αὐλίδος παλιρρόθιον πορθμόν· παραλαμβάνων γὰρ τὸν Ἀλέξιον σύσσιτον νώτοισι διηνεκέσι κρεῶν γέραιρε, ὡς Ἀγαμέμνων πάλαι τὸν Αἴαντα, καὶ ἐνάγων πρὸς τὴν τῶν προκειμένων ἐδεσμάτων ἀνυπόστολον ἔφαψιν „φάγε, καθηγούμενε” πολλάκις ἐπέλεγεν.

Οὐ τὸν Ἀλέξιον δὲ <μόνον> καὶ τὸν Ἀνδρόνικον οὕτως διέθετο, ἀλλὰ καὶ Κωνσταντῖνον τὸν Ἀσπιέτην, ὑπερφθεγξάμενον τοῦ στρατεύματος, οὗ ἡγεμόνευε τὸν κατὰ τῶν Βλάχων μετιὼν πόλεμον, καὶ φήσαντα μόνον ὡς οὐ φέρειν ἔχουσιν οἱ στρατιῶται λιμῷ καὶ Βλάχοις διαμιλλᾶσθαι, δυσὶ δυσαπαντήτοις κακοῖς, ἀλλὰ χρεὼν αὐτοῖς παρασχεθῆναι τὰ ἐπέτεια σιτηρέσια, τὸν θυμὸν ἐκκόψαι μὴ δυνηθεὶς κατέσχε τε αὐτίκα μεταστήσας τῆς ἀρχηγίας καὶ τοῦ φωτὸς τῶν ὀμμάτων ἐστέρησεν, ἀναταράττειν ὑποπτεύσας τὸν ἄνδρα τὴν στρατιὰν τῷ τῆς ὑπερηγορίας προσχήματι.

Ὁ δὲ τοῦ Κομνηνοῦ Ἀνδρονίκου υἱός, ὃν προσεχῶς εἰρήκειμεν, οὐκ οἶδ᾿ εἴτε τῆς πατρικῆς ἀποστασίας ἀναπληρῶσαι τὸ μέτρον βουλόμενος, εἴτε τῷ τεκόντι ἐπαμῦναι προθέμενος, πρόσεισι μετὰ βραχὺ τῆς τοῦ πατρὸς πηρώσεως τῷ Μεγίστῳ Ναῷ, ποθῶν ἐκεῖθεν εἰς βασιλείαν ἀναρπασθῆναι καὶ ἀναρρηθῆναι πρὸς τοῦ συνειλεγμένου λεώ. ἀλλ᾿ οὔπω τοῖς συνελθοῦσι κατὰ τὸ τέμενος ὁ τρόπος ἔγνωστο, καθ᾿ ὃν ἐκεῖσε εἰσέδραμε, καὶ χειροῦται ὡς ἀποστὰς καὶ στέρεται τοῦ φωτός, μὴ ταῖς τῶν προεισιόντων καὶ τῶν κατὰ σκοπὸν ἀποπεσόντων ποιναῖς παιδευθείς. καὶ δέον ἄλλον τινὰ εἶναι τὸν ὕστατα τιμωρούμενον ὡς βασιλείας ἐρῶντα καὶ τῷ τεμένει προσιόντα, οὗτος ἐπισφράγισμά τι καὶ τελευτὴ γέγονε τῶν ἀποστατῶν· οὐ γὰρ ἔκτοτέ τις τὴν αὐτὴν βαδίσαι προέθετο.

Ὡς δὲ τὰ κατὰ δύσιν χειρόνως εἶχον ἀεὶ καὶ οἱ Βλάχοι ληϊζόμενοι μετὰ Κομάνων καὶ δῃοῦντες τὴν ὑπὸ Ῥωμαίους ἐπῄεσαν συνεχῶς, ἔξεισιν αὖθις ὁ βασιλεὺς κατ᾿ αὐτῶν. καὶ δὴ τὴν Ἀγχίαλον παραλλάξας ἐκ περιελεύσεως τὸν Αἷμον εἴσεισι. μηδέν τι δ᾿ ἔχων παρουσίας βασιλέως ἄξιον διαπράξασθαι δυσὶ μησὶ τὴν ἐκστρατείαν ἀφώρισε. τὰ γὰρ ἐκεῖσε φρούρια καὶ πολίχνια ἰσχυροτέραν τῆς προτέρας εὗρε περιβεβλημένα ἰσχὺν καὶ τείχεσι νεοδμήτοις καὶ ἀρτιστεφέσι προσδιειλημμένα βάρεσι καὶ τοὺς ἔξωθεν ἀμυνομένους ὡσεὶ καὶ ἐλάφους ἐπὶ τὰ ὑψηλὰ τοὺς πόδας ἱστῶντας καὶ δίκην αἰγάγρων κρημνοβατοῦντας καὶ τὴν εἰς χεῖρας συμπλοκὴν ἀλυσκάζοντας. τὸ δὲ καὶ Σκυθῶν ἐπιδρομὴν ὑφορᾶσθαι τὸν αὐτοκράτορα (ἦν γὰρ ὁ καιρὸς εἰς τὴν τούτων περαίωσιν οὐκ ἀνάρσιος) ὀξεῖαν τὴν ἐκεῖθεν ἠνάγκασε ποιῆσαι μετάβασιν.

Οὐκοῦν μὴ δι᾿ ἐκείνης ἀναχωρήσειν προθέμενος, δι᾿ ἧς εἰσελήλυθεν, ἀλλ᾿ ἐπιτομωτέραν ἄλλην μεταλλεύων καὶ ἣν τέμνων εἰς Βερόην διὰ τῶν ἐκεῖσε τεμπῶν ὑποκαταβήσεται, τό τε πλεῖον ἀπώλεσε τοῦ στρατεύματος καὶ αὐτός, εἰ μὴ Κύριος ἦν ἐν αὐτῷ, τῷ ᾅδῃ παρῴκησεν ἄν. δέον γὰρ διὰ τῆς εὐρυνομένης ἐνιαχοῦ καὶ ἐνδιδούσης ἱκανῶς ἐνιππάσασθαι πορευθῆναι, τρυμαλιᾷ δυσβάτων χωρίων καὶ ὀρεινῶν αὐλῶνι παρόδων παρενέβυσεν ἑαυτὸν καὶ τὴν στρατιάν. παρέρρει δὲ κατὰ τὸν ἐκεῖ χῶρον καὶ ὑδάτιον ἐκ χειμάρρου.

Προῆγον μὲν οὖν ὁ πρωτοστράτωρ Μανουὴλ ὁ Καμύτζης καὶ ὁ Κομνηνὸς Ἰσαάκιος, ὁ τοῦ ὕστερον βασιλεύσαντος Ἀλεξίου γαμβρὸς ἐπὶ θυγατρί, ὠπισθοφυλάκει δὲ ὁ σεβαστοκράτωρ Ἰωάννης ὁ Δούκας, ὁ πρὸς πατρὸς θεῖος τοῦ βασιλέως. τὸ δὲ μέσον ἐπεῖχε τῆς φάλαγγος, ἧς ἐπίπροσθεν ὥδευε τὰ σκευοφόρα καὶ τὸ ἑπόμενον ἔξω τάξεως ὑπηρετικόν, αὐτός τε ὁ βασιλεὺς Ἰσαάκιος καὶ ὁ τούτου αὐτάδελφος ὁ σεβαστοκράτωρ Ἀλέξιος. οἱ δὲ βάρβαροι παρ᾿ ἑκάτερα τῆς στενῆς ἐκείνης παρόδου φαινόμενοι δῆλοι ἦσαν ἀεί τι τελέσοντες δεινόν.

Τὰ μὲν οὖν προπορευθέντα στρατεύματα παρήλθοσαν ἀμαχεί, μήπω τῶν Βλάχων ἀπηντηκότων κατὰ τὰ στενὰ τῆς ὁδοῦ, καὶ ἄλλως δὲ κρινάντων ἐπιεικῶς ὠφέλιμον τοὺς πρώτως παριόντας ἀναιμωτὶ τὰς ἄκρας ὑπερβαλεῖν, τῷ δὲ μέσῳ συνεπιστῆναι καὶ προσαράξαι σφᾶς τῆς φάλαγγος, καθ᾿ ὃ πάρεστι βασιλεὺς καὶ ἡ τούτου θεραπεία καὶ ὁπόσον αὐτῷ κατὰ γένος ἐπίσημον προσεφέπεται. καὶ οὐκ ἐψεύσθησαν τῶν κατὰ σκοπόν. ἐπειδὴ γὰρ προυχώρησεν ἐς πολὺ τοῦ χαλεποῦ ἐκείνου τόπου καὶ μηδαμῇ διάφευξιν ἔχοντος ὁ αὐτοκράτωρ, οἱ βάρβαροι τηνικαῦτα μεθ᾿ ὅτι πλείστου ὁμάδου ἐπέθεντο. ἀλλ᾿ οὐδ᾿ οἱ τοῦ πεζικοῦ Ῥωμαϊκοῦ στρατεύματος ἐπὶ τούτοις ἠμέλουν, ἀλλὰ καὶ αὐτοὶ μὴ ἐγκυκλωθῆναι σπεύδοντες πρὸς τὸ ἄναντες ἐφορμῶντες τοῦ χώρου ἀνέστελλον, εἰ καὶ πονήρως μάλα καὶ ἐπικινδύνως, τοὺς ὑποκατιόντας τῶν ἀκρωρειῶν. ὡς δ᾿ ἐβιάζοντο τῷ πλήθει καὶ τοῖς ἐπικυλιομένοις λίθοις κακῶς ἔπασχον, ἐνεδίδοσαν εἰς τροπήν, πλὴν ὑφειμένως καὶ τότε οὐδ᾿ ὑπεράγαν, καὶ τοῦτο οὐκ ἐπὶ πολύ· τὸ γὰρ ἀεί τι τοὺς ἀλλοθρόους πλεονεκτεῖν, ἐπιβρίθοντάς τε καὶ κατὰ πλείονας ἐγκειμένους, ἐπικατέβαλέ σφας ἀκόσμως τῇ στρατιᾷ.

Τὸ δ᾿ ἀπὸ τοῦδε συγχύσεως γενομένης καὶ πάντων σώζειν ἑαυτοὺς προθεμένων, ὡς θρέμματα κατακλεισθέντα σηκῷ κατῄκιζον οἱ πολέμιοι τὸν ἐπικαταλαμβανόμενον καὶ ἀεὶ τὸν ἐν χερσὶν ἔκτεινον. ἀμύνων δὲ οὐδεὶς ἦν, οὐδ᾿ ἠδύνατο. βασιλεὺς δὲ αὐτός, ὡς ἐν ἄρκυσι μέσος ληφθείς, πολλάκις μὲν ἀπώσασθαι τὸ καθ᾿ αὑτὸν ἐπιὸν ἀπεπειράσατο βάρβαρον, σὺν δὲ τῷ μηδὲν ἀνύειν καὶ τὸν τῆς κεφαλῆς ἀπεβάλετο κάσιν. πολλῶν δὲ καὶ κρατίστων συνειλεγμένων περὶ αὐτὸν καὶ πολλὰ μὲν ἀνῃρηκότων ὑποζύγια, ὡς δέ φασι καὶ στρατιώτας Ῥωμαίους, ὁπόσοι τῇ παρόδῳ διὰ τὴν συμπίλησιν προσίσταντο, οὕτως αὐτῷ ἡ ἔξοδος διηυμάριστο καὶ σέσωστο μόνος ἀπολωλότων πολλῶν. καὶ ὁ μὲν τοῖς προηγησαμένοις συναφθεὶς τάγμασιν ἔθυε σῶστρα Δαυιτικῶς τῷ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κατὰ τὸν τότε πόλεμον ἐπισκιάσαντι σωτῆρι θεῷ· ὁ δὲ σεβαστοκράτωρ ὁ Δούκας μὴ βατὰ καθορῶν τὰ ἐν ὄψεσιν ἄλλην ἐβάδισεν ἀγαθοῦ τινος ἡγεμόνος εὐπορήσας, ὃν τοῦ κατ᾿ αὐτόν τις στρατεύματος, Λιτοβόης τοὔνομα, ἐκ τοῦ τῶν βαρβάρων τάγματος προσδιαλεξάμενος ἐπεσπάσατο, καὶ δι᾿ ἐκείνης ἀπείρατος ἐξῆλθε κακοῦ.

Βασιλεὺς δὲ διὰ τοῦ λεγομένου Κρηνοῦ πρὸς τὴν Βερόην ἀποσωθεὶς εὗρε τὴν προεξελθοῦσαν ἀπαθῶς στρατιὰν οὐκ ἀγαθὰ φανταζομένην περὶ αὐτοῦ· διεθρυλλεῖτο γὰρ ὡς καὶ αὐτὸς τῷ λοιπῷ συναπολώλει στρατεύματι. διὰ γοῦν τὸ τῆς φήμης ἄγνωμον ὀλίγας ἡμέρας τοῖς ἐκεῖ που προσδιατρίψας μέρεσι πρὸς τὴν τῶν πόλεων ἐπάνεισι βασιλίδα. ἡ μέντοι ἀπευκταῖα περὶ τοῦ κρατοῦντος ᾄδουσα φήμη ὑφ᾿ ἑτέρας ἀγγελίας παρευδοκίμητο, ἣν πτερώσας ὁ βασιλεὺς ἀφῆκε κατὰ τὸν Καρχηδόνιον Ἄννωνα τὰς πόλεις ἐπιοῦσαν νικητὴν διαγορεύειν αὐτόν. ἀλλ᾿ οὔτε Ἄννων ἐπὶ πολὺ ὤνατο τῆς τῶν ᾠδικῶν ὀρνίθων συλλογῆς, οὓς μετὰ τὸ διδαχθῆναι διὰ μειρακυλλίων ὡς „ὁ Ἄννων θεός”, ἐνδελεχῶς παρακαθημένων αὐτοῖς καὶ τοῦτο ὑποβαλλόντων ἀεὶ μάθημα, διαφῆκεν ἄλλοσε ἄλλον, ὡς ἁπανταχῇ διαρρεύσῃ τὸ ὑπὲρ αὐτοῦ τῶν ὀρνίθων μέλος· λύσαντες γὰρ τὸ πτερὸν οὐκέτι Ἄννων ᾖδον θεός, ἀλλὰ τὰ τῶν ὀρνίθων καὶ πάλιν ἐμουσούργουν ὡς πρότερον· οὔτε βασιλεὺς ἐς μακρὸν τῆς εὐαγγέλου φήμης ἀπέλαυσεν· ἡ γὰρ πτῶσις πολυάνθρωπος γενομένη τὰς πόλεις ἐπιστεναχούσας ἐδείκνυ καὶ τοὺς ἀγροὺς κῶμον κωμάζοντας ἄγριον.

Εἰσιὼν δὲ τὴν τῶν πόλεων ἄρχουσαν ὑπεχάλασέ τι μικρὸν τῆς ὀφρύος καὶ ἦν ἐπὶ τοῖς συμβεβηκόσι τούτοις δακνόμενος. πρώην δὲ οὐχ οὕτως διέκειτο, ἀλλ᾿ ἀπαίρων κατὰ βαρβάρων τὰ προφητικὰ ἐκεῖνα εἰς ἑαυτὸν ἐφελκόμενος ῥήματα ᾤετο ἐν εὐφροσύνῃ ἐξελεύσεσθαι καὶ ἐν χαρᾷ εἰσελεύσεσθαι καὶ ὡς τὰ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενα αὐτὸν ἐν χαρᾷ καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἐπικροτήσει τοῖς κλάδοις καὶ ἀντὶ στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ κονύζης ἀναβήσεται μυρρίνη, ἐπεὶ καὶ ἀλλοκότοις δόξαις περὶ ἑαυτοῦ συγκεκρότητο. καὶ πολλάκις τὰ ἐν μυχῷ καρδίας ἐπηλυγαζόμενα ἐξαγγέλλων ἐφθέγγετο μὴ διὰ τὰ κοινῶς ὑφ᾿ ἡμῶν ἡμαρτημένα καὶ Θεοῦ κρίσιν πάντας καταλιπεῖν βαρυνθῆναι τὸ οὖς Κυρίου τοῦ μὴ ἀκούειν ἡμῶν καὶ παραδοθῆναι ἡμᾶς εἰς μαστίγωσιν λαῷ μωρῷ καὶ οὐχὶ σοφῷ, ἀλλὰ τίνοντας δίκην τοῦ ὀπίσω Ἀλεξίου τοῦ Βρανᾶ πορευθῆναι ἀποστασίαν κατ᾿ αὐτοῦ νοσήσαντος τοιούτοις ἐκδεδόσθαι τοὺς προνομευομένους κακοῖς.

Ὢ τῶν τοῦ πονηροῦ σκεμμάτων τε καὶ ὑφηγημάτων, εἰ οὕτω τινὲς ὑπειλήφασιν ὡς εὐσεβῶν μυριάδας τῆς ὁποιασοῦν ὑπό τινος αὐτῶν παροινήσεως ἀντάλλαγμα καὶ ἀντίψυχον ἐκδίδωσιν ὁ θεὸς συγκινηθεῖσιν ἔθνεσι καὶ ὡς πρόβατα σφαγῆς παρίησιν ἀπάγεσθαί τε καὶ ἀποκτείνεσθαι. τίς γὰρ Ἱερεμίας πολύδακρυς ἐθρήνησεν ἂν ἀρκούντως τοὺς αἰχμαλωτιζομένους, τοὺς ἀναιρουμένους, τοὺς εἰς τὰς πορρωτέρω χώρας ἀποδιδομένους, καὶ τούτων ἐφ᾿ ὅσαις τὸ τοῦ Χριστοῦ μὴ ἐπικέκληται ὄνομα.

Οὐ ταῦτα δὲ μόνον διεξιὼν ἦν παραβόλως, ἀλλ᾿ ὅτι καὶ μοναρχίαν περιβαλεῖται δήπουθεν καὶ θηλάσει γάλα ἐθνῶν καὶ αὐτὸς ἐσεῖται τὴν Παλαιστίνην ἐλευθερῶν καὶ τὴν δόξαν τοῦ Λιβάνου κτώμενος καὶ τοὺς Ἰσμαηλίτας ὑπὲρ τὸν Εὐφράτην κεραΐζων καὶ ληϊζόμενος καὶ τὸ βαρβαρικὸν κύκλῳ ἀνακαθαίρων. προσεπῆγε δὲ ὡς καὶ οἱ τότε ὑπ᾿ αὐτὸν ἡγεμόνες οὐκ ἔσονται τοῖς σήμερον ὅμοιοι, ἀλλ᾿ ἰσχὺν περιβαλοῦνται πλείστην καὶ πλοῦτον ἐθνῶν ἔδονται καὶ τὰ πάχη αὐτῶν ἐκμυελιοῦσιν εἰς τὴν αὐτὴν ῥηξὶ καὶ τοπάρχαις ἐξουσίαν καὶ περιφάνειαν καθιστάμενοι.

Ἐλέγετο δὲ πάντων τούτων ὑφηγητὴν Ἰσαακίῳ καθεστάναι τὸν πατριάρχην Δοσίθεον, ὡς σῆτα ταῖς κενοφωνίαις ταύταις τὴν ἐκείνου φύσιν πρὸς τὰ καινὰ τῶν ἀκουσμάτων οὖσαν κατάρροπον ὑπεισιόντα καὶ κατεσθίοντα, ἢ μᾶλλον ὡς αἱ τίτθαι τὰ βρεφύλλια ἐπικλινῆ τιθέναι πρὸς ῥᾳστώνην καὶ βίον ἐξημβλυμένον ἀναπεπτωκότα τε ποιεῖν τὸν βασιλέα τοῖς τῶν τοιούτων μυθολογημάτων ἐπᾴσμασιν, οἷα δὴ καὶ μηδὲν αὐτουργοῦντος αὐτοῦ, τῆς δ᾿ ὡρισμένης ἐπιστάσης ὑποκεισομένων αὐτῷ πασῶν τῶν βασιλειῶν, καθ᾿ ὃν δὴ τρόπον καὶ οἱ πάλαι ζωγράφοι Τιμόθεον ἔγραφον αὐτὸν μὲν καθεύδοντα, τὴν δὲ τύχην περιιοῦσαν καὶ εἰς ἕνα κύρτον τὰς πόλεις ἐμβάλλουσαν καὶ προσάγουσαν αὐτῷ καὶ παραδιδοῦσαν.

Τὸ δὲ δὴ θαυμάζεσθαι ἀξιώτερον, ἔλεγε διαρρήδην ὡς ὁ Κομνηνὸς Ἀνδρόνικος, ὃν αὐτὸς τοῦ ἄρχειν καθελὼν εἰς θάνατον ἐξέδωκε πόνηρον, ἐνναετίσειν ἤμελλε τῇ βασιλείᾳ Ῥωμαίων, συνέστειλε δὲ τὴν ἐκείνου ἐννεαρχίαν εἰς τριετίαν θεὸς ὡς ὄντος κακοεργοῦ, ἀμέλει τοι καὶ ὡς ῥάκος πορφύρᾳ ἐπιβέβληνται τῇ αὐτοῦ ἀρχῇ καὶ οἱ ἐκείνου ἓξ λυκάβαντες καὶ μέλλει κατὰ τούτους αὐτὸς τοὺς χρόνους μὴ εἶναι πάνυ τι ἐπιεικής τε καὶ μέτριος, μηδ᾿ ὡς ἐπίπαν ταῖς ἀγαθοπραξίαις γαννύμενος, ὡς τῶν κακοποιῶν Ἀνδρονίκου ἐνιαυτῶν πρὸς τὴν ἐκείνου μεθελκόντων φύσιν αὐτὸν καὶ ἀντισπώντων ἀναγκαστῶς. ταῦτα δὲ εἰ τὴν πάλαι σεσηπυῖαν εἱμαρμένην ἀνίστησι καὶ συνίστησι τὴν ἀναγκαίαν καὶ Ἀνδρονίκῳ χαρίζονται τὸ ἀνέγκλητον ὡς κατὰ χρόνους ἄρξαντι κακοποιούς, παρίημι τοῖς βουλομένοις σκοπεῖν. ἐπεὶ δὲ οἱ ἓξ παρήλθοσαν ἐνιαυτοί, ἔδειξεν ἐκ τῶν πραγμάτων αὐτῶν μὴ τὴν χρονικὴν περίοδον, ἀλλὰ τὴν γνωμικὴν ἰδιότητα ὑποβάλλειν καὶ ὑποτιθέναι τὰ βουλητέα τισίν· ἀγαθὰ γὰρ ἐπαγγελλόμενος μείζονα τοῖς ὑπηκόοις εἰς τοὺς μετέπειτα ἐνιαυτοὺς οὐδέν τι τῶν προτέρων εἰργάσατο ἄμεινον.

Οἱ μέντοι Βλάχοι τῷ ἀεὶ νικᾶν ἐπαιρόμενοι καὶ πλοῦτον ἁβρὸν καὶ παντοῖον ὁπλισμὸν ἐκ τῶν Ῥωμαϊκῶν λαφύρων περιβαλλόμενοι ἀκατάσχετοι τὰς ὁρμὰς ἐγεγόνεισαν καὶ οὐκέτι κώμας καὶ ἀγροὺς ἐληΐζοντο ἐπιόντες, ἀλλὰ καὶ κατὰ τῶν μεγαπύργων ἐφωπλίζοντο πόλεων. τήν τε οὖν Ἀγχίαλον ἐξεπόρθησαν καὶ τὴν Βάρναν παρεστήσαντο καὶ κατὰ τὴν Τριάδιτζαν ἀφικόμενοι, ἥ ἐστιν ἡ πάλαι λεγομένη Σαρδική, τὸ πλεῖον ταύτης μέρος ἠφάνισαν. καὶ αὐτὸ δὲ τὸ Στούμπιον τῶν ἐνοικούντων ἐκένωσαν καὶ εἰς τὸν Νῖσον ἀφιγμένοι κἀκεῖθεν οὐκ ὀλίγην λείαν ἀνθρώπων τε καὶ ζώων ἐπεσπάσαντο.

Μὴ ἔχων δ᾿ ὁ βασιλεύς, ὡς οἷα ὑπὸ μελισσῶν κηρίον κυκλούμενος, τίνι τῶν κακῶς πασχόντων ἐπαρήξειε πρότερον ἢ τίνι τελευτῶν βραβεύσοι τὴν σύναρσιν, εἰς ἀρχηγοὺς μερίζει τὴν στρατιάν. ἀμέλει καὶ τὴν Βάρναν ἀνέκτισε καὶ ἐπύργωσε τὴν Ἀγχίαλον καὶ φρουρὰν αὐταῖς ἐγκατέστησε. καὶ ἐδόκει μὲν οὐκ ἄπο προμηθείας εἶναι ταῦτα βασιλικῆς, ἦσαν δὲ καὶ οὕτως τὰ τῶν ἐναντίων αὖθις ἐπικρατέστερα.

Ἐξιὼν δὲ καὶ αὐτὸς κατὰ τὰς μετοπωρινὰς τροπὰς περὶ τὴν Φιλίππου καὶ τὴν γυναικωνῖτιν συνεπαγόμενος, ὡς ἐνόν, ἀνέστελλε τὰς τῶν Βλάχων καὶ Σκυθῶν ἐπιδρομάς. κακουργοῦντος δὲ τοῦ τῶν Σέρβων ζουπάνου καὶ τὰ Σκόπια φθείροντος, ἄπεισι κατ᾿ αὐτοῦ· καὶ ὡς συνερρώγεσαν αἱ τάξεις κατὰ τὸν Μοράβον λεγόμενον ποταμόν, ἐνέκλιναν οἱ βάρβαροι, καὶ καταδιώξεως γενομένης, οὐκ ὀλίγοι τούτων ἀφανισμῷ παρεδόθησαν ὕδασι καταβαπτιζόμενοι καὶ δόρασι διαπειρόμενοι. παρελθὼν δὲ τὸν Νῖσον καὶ περὶ τὸν Σάουβον γενόμενος ποταμὸν τῷ οἰκείῳ συνέμιξε κηδεστῇ τῷ τῆς Οὐγγρίας ῥηγὶ τῷ Βελᾷ. καὶ συχνὰς ἐκεῖσε διατρίψας ἡμέρας ἐπάνεισιν αὖθις εἰς Φιλιππούπολιν κἀκεῖθεν τὴν μεγαλόπολιν εἴσεισιν ἐκκλίνων τὴν εἰς τὸν Αἷμον πάροδον.

Εἰς δ᾿ ἑτέραν τῶν κατὰ Φιλιππούπολιν ἀπιδὼν κυβέρνησιν, ὡς τῶν ἐκεῖσε μάλιστα κακῶς πασχόντων ἀεί, στέλλει τὸν οἰκεῖον ἐξάδελφον Κωνσταντῖνον, ὃν καὶ δοῦκα τοῦ στόλου προυβάλετο, εἰς στρατηγὸν ἀποτάξας. ὁ δὲ κἂν οὔπω ὑπεραναβεβήκει τὸν μείρακα, τὸ γοῦν θυμοειδὲς παραδεικνύων, ὡς οἱ τῶν λεόντων σκύμνοι τὴν ὀφρὺν εὐθὺς ἐκ γενέσεως καὶ τῆς ἐπαυχενίου κόμης τὸ λάσιον καὶ τὰς τῶν ὀνύχων ἀκωκάς, οὕτω πρὸς ὑπακοὴν καὶ δέος τὸ συνὸν αὐτῷ ἐρρύθμισε στράτευμα, ὡς νεύματι μόνῳ πείθεσθαί οἱ καὶ ἐννοήματι καὶ πρὸς τὰ ἐπιταττόμενα ῥᾳδίως ὑπάγεσθαι. ἐστρατήγει οὖν μετὰ τῆς φυσικῆς ὀξύτητος. εἰ δέ που ἡ νεότης σφαδάζουσα ἐξέπιπτε τοῦ καθήκοντος, ἡ τῶν ἐκείνῳ συνεζευγμένων ὑποστρατήγων ἐμπειρία ταύτην ἀνασειράζουσα μὴ ὅρους ὑπερβαίνειν ὑπετίθει τοὺς τακτικούς. ἔπτηξαν οὖν αὐτὸν οἱ ἀποστάται Βλάχοι ὅσον οὐδ᾿ αὐτὸν τὸν βασιλέα ὀπτανόμενον κατεπλάγησαν καὶ πολλάκις ὁ Πέτρος σὺν τῷ Ἀσὰν κείρειν τὰ κατὰ Φιλιππούπολιν καὶ Βερόην προθέμενοι οὐκ ἔλαθον ἐξιόντες τὸν Κωνσταντῖνον, ἀλλ᾿ ἐφέποντα εἶχον καὶ τὰς ἐκείνων κλονοῦντα φάλαγγας, ὥστε οὐχ ὡς πρότερον συχνὰς ἐποίουν τὰς ἐκδρομάς.

Ἀλλὰ δέον τὰ λυσιτελῆ ταῦτα τῇ πατρίδι καὶ ταῖς ἐκεῖσε πόλεσιν αἱρεῖσθαι τὸν Κωνσταντῖνον, ὁ δὲ τὴν ἐναντίαν ἐτράπετο. ἐπαρθεὶς γὰρ τοῖς μικροῖς ἀγωνίσμασι τούτοις ὡς τὰς φρένας ἀστατῶν τῇ νεότητι ἤρξατο ὑποποιεῖσθαι τοὺς συνόντας αὐτῷ ἀρχηγοὺς κἀκ τῶν ἐγχωρίων στρατιωτῶν ὁπόσους τὸ γένος αἰδεσίμους ἐγίνωσκε καὶ περιδεξίους εἰς ἔργα πολέμια. οὐκοῦν καὶ βραχεῖαν ἐκ τούτων ῥοπὴν ἐσχηκὼς πρὸς τὴν τῶν κατ᾿ ἔφεσιν ἐκπεράτωσιν τῆς στρατηγίδος ἀνθαιρεῖται στολῆς τὴν βασίλειον καὶ τοὺς πόδας εἰς ἑτοιμασίαν τῆς τυραννίδος φοινικοβαφὲς ἀμφιέννυσι πέδιλον. καὶ παραδηλοῖ γράμμασι τὰ ἐπ᾿ αὐτῷ τετελεσμένα τῷ τῆς ἀδελφῆς γαμέτῃ, τῷ μεγάλῳ δομεστίκῳ τῆς δύσεως Βασιλείῳ τῷ Βατάτζῃ. τὸν δὲ οὐ μόνον οὐκ ἔσχεν ἐπαινοῦντα τὰ τετολμημένα ἢ προσσχόντα οἷς ἔπραττε νηπιωδῶς καὶ ἐπέστελλεν αὐθαδῶς εἰς Ἀδριανούπολιν τότε διάγοντα, ἀλλὰ καὶ μᾶλλον τὴν ἄκαιρον ὁμοῦ καὶ ἄλογον φιλοτιμίαν καταμωκώμενον καὶ ὡς ὅσον οὐδέπω ἀπολούμενον αὐτὸν ὀδυρόμενον· ὃ καὶ παρὰ πόδας ἐπηκολούθησεν.

Ἄρας γὰρ ἐκ τῆς Φιλίππου ἐπὶ σκοπῷ τοῦ κατ᾿ Ἀδριανούπολιν γενέσθαι καὶ μὴ ἑκόντα τὸν οἰκεῖον συμπαραλήψεσθαι γαμβρὸν τὸν Βατάτζην συλλήπτορα τοῦ ἔργου καὶ συνεπευδοκοῦντα τοῖς τελουμένοις καὶ φθάσας περὶ τὸ λεγόμενον Νεούτζικον (τόπος δέ ἐστιν οὗτος διοριστικὸς τῶν ἐπαρχιῶν ἀμφοτέρων, τῆς Ἀδριανοῦ φημὶ καὶ τῆς Φιλίππου) συλλαμβάνεται καὶ καταπροδίδοται βασιλεῖ παρ᾿ αὐτῶν ἐκείνων τῶν εἰς ἀποστασίαν ὑπονυξάντων καὶ ἀναγορευσάντων αὐτὸν αὐτοκράτορα. οἱ δ᾿ αὐτοὶ καὶ τὸν ὑπὲρ ἑαυτῶν ἀπόλογον ἐφ᾿ οἷς ἔδρασαν πρὸς τὸ εὔσημον μεθαρμόζοντες διεμηνύσαντο βασιλεῖ τὸ μὲν ὑποκλιθῆναι καὶ προσνεῦσαι τῷ ἀποστάτῃ μὴ καθ᾿ ἕτερον τρόπον ἐργάσασθαι ἢ τῷ συμμεταβεβλῆσθαι ἀθελήτως τῷ καιρῷ καὶ τοῖς πράγμασιν (ὁρᾶν γὰρ οὐκ ἀκίνδυνον αὐτοῖς καὶ ἀκόνδυλον τηνικαῦτα τὸ ἀντιτείνειν πρὸς τὰ παρὰ τοῦ Κωνσταντίνου ὑποβαλλόμενα· εἶναι καὶ γὰρ τῶν προηγησαμένων στρατηγῶν ἐπιχολώτατον καὶ τὸ ξίφος ἐκ τοῦ αὐτίκα γυμνοῦντα κατὰ τῶν μὴ ἐμμενόντων τοῖς αὐτοῦ δόγμασι), τὸ δὲ νῦν τελεσθὲν τῆς ἐς αὐτὸν ἐκεῖνον ἀκραιφνοῦς τεκμήριον πίστεως τὸ οἰκεῖον ἐνδειξαμένων, ὁπηνίκα εὐκαιρίας ἐλάβοντο. καὶ ᾔδει μὲν βασιλεὺς παλιμβόλων ἀνδρῶν τεχνάσματα ταῦτα καὶ κατεσχηματισμένα προβλήματα, ἐπαινέσας δ᾿ ὅμως τὸ γεγονὸς ὡς αὐτῷ ξύμφορον τῶν μὲν συναραμένων τοῦ ἔργου τῷ Κωνσταντίνῳ οὐδένα ἐκ τοῦ προδήλου παραλελύπηκεν, αὐτὸν δ᾿ ἐς τὸ φῶς ἐλυμήνατο.

Τοσοῦτον δ᾿ εὐφράνθησαν οἱ Βλάχοι καὶ ἠγαλλιάσαντο Πέτρος τε καὶ Ἀσὰν ἐπὶ τοῖς συμβεβηκόσι τούτοις τῷ Κωνσταντίνῳ, ὥστε κἀκεῖνον ἐπὶ τοῦ ἑαυτῶν ἔθνους ἔλεγον τῇ βασιλείᾳ ἐπιβαλεῖν καὶ βασιλέα μὴ ἔχοντα μειζόνως εὐεργετήσειν ἄλλως τοὺς Βλάχους τὰς κόρας ἐκκόψαι τοῦ Κωνσταντίνου, θυμοσοφοῦντες ἐν τοῖς τοιούτοις καὶ τὰ Ῥωμαίων μυκτηρίζοντες πράγματα ἐπὶ τὸ κάταντες ἀεὶ προχωροῦντα καὶ ταῖς χείροσι μερίσιν ὑπενδιδόντα. οἱ δ᾿ αὐτοὶ καὶ τοῖς ἐκ φύτλης τῶν Ἀγγέλων τὴν τῶν Ῥωμαίων χειρίζουσιν ἀρχὴν πολυετὲς ἐπηύχοντο κράτος, μηδὲ ἰδεῖν ποτε θάνατον, εἰ δυνατόν, ἐξελιπάρουν τὸ θεῖον, ἢ ἀφαίρεσιν τῆς βασιλείας παθεῖν· καὶ τὴν αἰτίαν προστιθέντες ἐχρηστηρίαζον οἱ κατάρατοι ὡς, αὐτῶν βασιλευόντων, ἔτι καὶ ἔτι τὰ τῶν Βλάχων εὐτυχοῦντα προσεπιδώσουσί τε καὶ μεγαλυνθήσονται, καὶ χώρας δὲ καὶ πόλεις ἀλλοτρίας ἐπικτήσονται καὶ ἄρχοντες ἐξ αὐτῶν καὶ ἡγούμενοι ἐκ τῶν μηρῶν αὐτῶν ἐξελεύσονται, οὐκ οἶδ᾿ ὅθεν καὶ ὅπως τὰ ἐσπουδασμένα ταῦτα διεξιόντες.

Ἔνθεν τοι καὶ οἱ μὲν ὡσεί τι ἐκπορθήσοντες φρούριον ἢ κώμας ἀναρπάστους θησόμενοι ἢ πόλεις ἀναστάτους δείξοντες μετὰ φάλαγγος ἐπῄεσαν Σκυθικῆς καὶ τὸ προστυχὸν ἅπαν ἐσίνοντο, ποτὲ μὲν τῇ Φιλίππου ἐπιόντες, ποτὲ δὲ τῇ Σαρδικῇ ἐφεδρεύοντες, ἐνίοτε δὲ κατὰ τὴν Ἀδριανούπολιν ἐξερχόμενοι· οἱ δὲ Ῥωμαῖοι νωθέστερον ἐπεξῄεσαν, εἰ δέ ποτε καὶ ἀντετάχθησαν ἢ συνεπλάκησαν, κατὰ μετρητοὺς ἐκάκουν τοὺς ἀντιπάλους.

Ὁ δὲ βασιλεὺς οὗτος δολιχοδρόμῳ ἢ γοῦν σταδιεῖ προσεοικὼς εὐθὺς πρὸς τῇ νύσσῃ κατέπαυσε, τὸν τῆς ἀρίστης βασιλείας δρόμον τρέχειν ἀρξάμενος· οὐ γὰρ ἦν πολλοὺς ἀμφιιὼν κύκλους τῆς ἀρετῆς, ἀλλ᾿ ὡς ἀποκαμὼν ὑπεχαλάσθη τοῦ συντόνου τῆς ὁρμῆς καὶ τῆς ἐπαινετῆς ἐς ἅπαν ἐξενευρίσθη προθέσεως. οὐκοῦν πολλοῖς τὰ χαλινὰ καὶ τὰς ἡνίας ὑπαλλάξας τῆς βασιλείας, ὡς εἴπερ αὐτὸς ἀποπεφύκει πρὸς σπουδαίαν ἀρχῆς διοίκησιν, φέρων ἐνεχείρισε τὴν πάντων διεξαγωγὴν καὶ κυβέρνησιν καὶ τῷ πρὸς μητρὸς θείῳ Θεοδώρῳ τῷ Κασταμονίτῃ.

Ἦν δ᾿ οὗτος περὶ πραγμάτων ἐγχείρησιν καὶ μάλιστα περὶ τὰς δημοσίας συνεισφορὰς δεξιώτατος καὶ λόγων σοφωτέρων μέτοχος. ὃν καὶ λογοθέτην τῶν σεκρέτων προβαλόμενος ἤγετο ὑπ᾿ αὐτοῦ καὶ μετήγετο καθάπερ βασιλευόμενος, ὅθεν ὡς ἄν τις ἐν ὑπηρέτου μοίρᾳ καθήμενος πᾶν, ὅπερ ὑπ᾿ αὐτοῦ ἐπετάττετο, διεπράττετο σχεδὸν μηδὲν διακρίνων. νοσῶν δὲ τὰ ἄρθρα τῶν ποδῶν ὁ Κασταμονίτης φοράδην τὰ πολλὰ πρὸς τὸν κρατοῦντα εἰσήγετο ὑπὸ δυοῖν φορέων αἰρόμενος διὰ σκίμποδος ὡς οἱ τῶν οἴνων ἀμφορεῖς· καὶ συνομιλῶν βασιλεῖ τὰ πρόσφορα, ἢ μᾶλλον καπηλεύων τὰ Ῥωμαίων πράγματα καὶ ὀλίγου ἀποδιδούς, αὖθις ἐξήγετο. οἱ δέ γε λαοὶ καὶ τὸ τῆς πολιτείας γερούσιον καὶ ὅσοι τῷ βασιλεῖ καθ᾿ αἷμα συνήπτοντο εἵποντο ἐκείνῳ καὶ προπέμποντες ἐκύκλουν τὸν νεκροφόρον ἄντικρυς ὀκλαδίαν, τὰς οἰκείας τύχας, οὐκ ἐκεῖνον ἀποκλαιόμενοι. οὐ γὰρ ἦν τι τῶν γινομένων ἐκείνου ἄνευ διαπραττόμενον, ἀλλ᾿ οὐδέ τις καὶ τῶν ἐν ὑπεροχαῖς συμμετεῖχε τῷ Κασταμονίτῃ καθέδρας, ἀλλὰ παρίσταντο πάντες δουλοπρεπεῖ σχήματι. καὶ ὁ κρατῶν ἐπὶ τούτοις οὐκ ἐδυσχέραινε καὶ τὴν οἰκείαν δόξαν ὁρῶν ἀναρσίως πρὸς ἕτερον μεταβαίνουσαν καὶ διαρπαζομένην τὴν βασιλείαν οὐμενοῦν οὐδέν τι πρὸς τὴν ἀτοπίαν ταύτην ἐφρόνει ἐνδόσιμον, ἀλλ᾿ ἦν τοῖς τελουμένοις ἐπευδοκῶν κατ᾿ οὐδένα πρόδηλον δίκαιον σκοπόν. προϊὼν δὲ καὶ φάλαρα ὀξυβαφῆ αὐτῷ ἐνέδωκεν ἔχειν, τοῦ ἱεροῦ σχοινίσματος ὄντι, καὶ ἐφεστρίδα τοιαύτην ἐν τῷ ἱππεύειν κεκτῆσθαι καὶ διὰ βαφῆς ὁμοίας ὑποσημαίνεσθαι τοὺς τόμους τῶν δημοσίων λόγων καὶ τὰ γραμμάτια. καὶ ἦν ὄντως τὰ πράγματα μετακεκλικότα πρὸς τὸ ἀσύνηθες καὶ τῇ ἰδίᾳ φύσει ἀντιτασσόμενα, ἕως τις νόσος φιλάνθρωπος τοὺς μὴ ἑαυτοὺς ἐλεοῦντας οἰκτειρήσασα ἐπέβρισε τῷ ἀνθρώπῳ ἐξ ὕλης μοχθηροτέρας, ἥτις τὰ ἄρθρα τοῦ σώματος ἀναμοχλεύουσα ἐπενέμετο καὶ ἐπέθετο τῷ λογιστικῷ κραταιότερον.

Ἦγε δὲ τότε πεντεκαιδεκάτην ὁ Αὔγουστος μὴν καὶ ὁ Κασταμονίτης μετὰ φυσήματος καὶ πολυοχλίας ἀρχικωτάτης τῇ μονῇ τῆς Παντανάσσης διὰ τῆς ἀγορᾶς ἐπεφοίτησε τὰ ὅσια τελέσων τῇ μεταστάσει τῆς θεομήτορος, ὅτε καὶ πρώτως ἀκούσας δεσπότης καὶ βασιλεύς, ἐπεὶ καὶ τοῦτο προσεφεῖτο ἐπιλέγειν τοῖς κόλαξι καὶ τοῖς αἰκάλλειν εἰωθόσι τοὺς δυναστεύοντας, ἔδοξε τοῖς κομψοτέροις τῶν συνελθόντων εἰς ἐπιληψίαν ἀποκλῖναι διὰ τὸ καινότερον τοῦ ἀκούσματος. ἀλλὰ καί τις τῶν τοῦ βήλου κριτῶν παρεστὼς (τὸ δὲ ὄνομα ἑκὼν ὑπερβήσομαι) διαχαλάσας τὴν ἐσθῆτα ἐδέσμει τὰς γαστροκνημῖδας τοῦ λογοθέτου τῇ ζώνῃ τῆς ὀσφύος, ἐπισχήσειν τὸ ἀνωφερὲς τῆς ὕλης ἐντεῦθεν πειρώμενος. πλὴν ὁ μὲν καὶ οὕτως ἀλύτως εἶχε τῆς τῶν φρενῶν παρακοπῆς, ὁ δὲ τὸν παρὰ πάντων εὖ μάλα ὠφλίσκανε γέλωτα διά τε τῶν ἱματίων τὸ ἄνετον καὶ τὸ τῆς γνώμης εὐάγωγον. ἀλλὰ τότε μὲν βραχύ τι καὶ ὅσον ἡδυτέραν τὴν ἡμέραν ὑπολογίσασθαι τῆς καχεξίας ἀνανεύσας πάλιν ἐμπέπτωκεν εἰς αὐτὴν καὶ μεθ᾿ ἡμέρας ἀπέρρηξε τὴν ψυχήν, καὶ ἄλλως ἀσθενικὸς ὢν τὸ σῶμα καὶ τὰ περὶ τὴν ἕδραν ὑπὸ νόσου πολύτρητος.

Ἐκδηλότερον δὲ τὸ αἶσχος ἐγγὺς τοῦ κάλλους ὁρώμενον. τοῦ γὰρ Κασταμονίτου τελευτήσαντος διαδέχεται τὴν βασιλέως εὔνοιαν νεανισκάριόν τι γραμματιστοῦ καὶ πινακιδίου δεόμενον.

Καὶ τούτου τὸν ἐν ἡμῖν βίον ἀπολιπόντος, παιδίον μικρὸν τὴν τῶν κοινῶν διοίκησιν ἀναζώννυται, οὔπω πέρυσιν ἀφειμένον δονακίσκου καὶ μέλανος, ὃς οὐ τὸν κρατοῦντα μόνον αὐτὸν ὡς τὸ κῆτος ὁ λεγόμενος προπομπὸς μετῆγεν, ὡς ᾑρεῖτο, καὶ περιέφερεν, ἀλλὰ μετῄει καὶ ὅσα τῶν στρατιωτικῶν εἰσι καταλόγων, ὡς εἴπερ ἐκ σπαργάνων αὐτῶν τῇ πηδαλιουχίᾳ τῶν μεγίστων ἐνετέθραπτο πραγμάτων ἢ τὰς κοσμικὰς φροντίδας ἠπίστατο πρὸ γενέσεως, καθὰ καὶ περὶ Σιβύλλης φασὶν ὡς ἅμα τε τῆς μητρῴας νηδύος ἐξώλισθε καὶ ἅμα περὶ τῆς τοῦ παντὸς ἐφιλοσόφει συστάσεως. πολλαπλασίονα οὖν καὶ οὗτος τοῦ Κασταμονίτου τὴν ἰσχὺν ἐνεδέδυτο κἀκεῖνα τῷ αὐτοκράτορι θεμιτά, ὁπόσα οἱ θελητὰ ἐδέδοκτο.

Καὶ ἦν βομβυλιὸς ἀτεχνῶς εἴτε κώνωψ ὠτίον περιβομβῶν λέοντος ἢ μυρμηκάνθρωπος μελάγχροος τὸ τῆς γῆς μέγιστον ἄχθος διακυβερνῶν ἐλέφαντα ἢ μήρινθος λεπτὴ ἀπὸ ῥινὸς ἐφέλκουσα κάμηλον, εἴπῃ δ᾿ ἄν τις οὐκ ἀκόμψως καὶ παχεῖα κυψελὶς περὶ τὸ τῆς βασιλικῆς ἀκοῆς ἐνσκήψασα ἕλιγμα καὶ τῶν ἑτέρωθεν ἐνηχουμένων τὴν εἰσροὴν ἀποφράττουσα, ἢ καὶ τεθλιμμένη παράθυρος καὶ στενὴ πυλὶς καὶ συνεπτυγμένη ὁδὸς εἰσάγουσα πρὸς τὰ βασίλεια. αἱ δ᾿ εὐρεῖαι τῶν εἰσόδων, δι᾿ ὧν προσεφοίτων πρότερον τοῖς κρατοῦσιν οἱ δεόμενοι, τέλεον ἐπεζυγώθησαν καὶ ταῖς μωραῖς τῶν παρθένων οἱ δι᾿ ἐκείνων εἰσελθεῖν πειρώμενοι ἐῴκεσαν ἀτεχνῶς, ὅτι μηδ᾿ ἦν ὁ κατ᾿ ἐκείνας τῷ κρούοντι ὑπανοίγων εἰ δέ τις ὀψέ ποτε διὰ τῆς τῶν πυλῶν συμμύσεως τοῖς ἐπιμένουσι τῷ κρούειν ἐπαπταίνετο, οὐδὲν μέντοι πρὸς τὴν πεῦσιν ἀπεκρίνετο, τὸ δ᾿ ἀπελθεῖν εἰσηγεῖτο κατὰ τὴν παραπυλίδα τὴν πλάγιον καὶ δι᾿ ἐκείνης εὐμαρῆ τὴν εἴσοδον εὕρασθαι καταθέμενόν τι τῶν ἐν τῷ κόλπῳ ἢ τὴν οἴκοι ἀποδόμενον δίπλακα.

Συνεμάχετο δὲ τῷ παιδιογέροντι τούτῳ πρὸς τὸ ὑπερφιλεῖσθαι παρὰ τοῦ αὐτοκράτορος καὶ εἷς ἀντὶ παντὸς λογίζεσθαι καὶ τὸ ἦθος μὲν σοφιστικὸν καὶ εὐτράπελον ὂν καὶ τὸ πολυειδὲς ὡσαύτως τῆς γνώμης καὶ ὕφαλον, ἐπεὶ καὶ κατηγόρει ταῦτα τούτῳ ἡ τῶν ὀφρύων γραμμὴ ξυνεχὴς φυεῖσα καὶ μηδέν τι μεταίχμιον ἔχουσα. πλέον δὲ μᾶλλον προσῳκείου τῷ βασιλεῖ τὸ ἐμπορικὸν φρόνημα καὶ ὁ ὑπεράπειρος λημματισμός· οὐ γὰρ μόνον τοῖς ἐξ ὕλης παντοίας στατῆρσιν ἐνσκολιευόμενος ὑφεῖρπε καὶ ἐνήδρευε τοῖς πρὸς δίαιταν, ἀλλὰ καὶ ποπάνοις ἐνελύττα καὶ ἐνέχαινε πέποσι καὶ ξύμπαν ἄλλο περιειργάζετο τῆς γῆς ὡραῖον ἐδώδιμον.

Ἀλλ᾿ ἐπανακτέον τὸν λόγον ἐκτραπόμενον τοῦ ἴχνους, ἐφ᾿ ὅπερ ὥρμησεν ἐξ ἀρχῆς. τὰ δ᾿ ἐφ᾿ ὅσον ἐνεδήμει χρόνον τῇ βασιλίδι τῶν πόλεων ὑπὸ τοῦ βασιλέως τούτου πραττόμενα, ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν, οὑτωσί πως διετετράνωτο. ἐτρύφα καθ᾿ ἡμέραν λαμπρῶς παρατιθέμενος τράπεζαν Συβαρίτιδα καὶ τῶν ἡδυτάτων χυμῶν γευόμενος βουνίζων τε τοὺς ἄρτους καὶ λόχμην κνωδάλων ἰχθύων τε διάπλευσιν καὶ πόντον οἴνοπα δεικνὺς τὴν ἑστίασιν. ναὶ μὴν ἑτερημέροις ἐνευπάθει λουτροῖς ὠσφραίνετό τε μυρεψουμένων εὐωδιῶν καὶ ταῖς στακταῖς ἐρραντίζετο, ὡς ὁμοίωμά τε ναοῦ στολαῖς ἐξάλλοις ἐκέκαστο βοστρυχιζόμενος. ἐπιδεικτικός τε ἦν ὡς ταὼς ὁ φιλόκοσμος καὶ μὴ δὶς τὸν αὐτὸν χιτῶνα ἐνδιδυσκόμενος ἢ ὥσπερ ἐκ παστοῦ νυμφίος καὶ ὡς ἐκ λίμνης περικαλλοῦς ἥλιος προϊὼν καθ᾿ ἑκάστην τῶν ἀνακτόρων.

Χαίρων δὲ ταῖς εὐτραπελίαις καὶ τοῖς ἐκ τῆς ἁπαλῆς Μούσης ᾄσμασιν ἁλισκόμενος ἐγερσιγέλωσί τε ἀνθρωπίσκοις συμπαραφύρων οὐκ ἐπεζύγου κέρκωψί τε καὶ μίμοις καὶ παρασίτοις καὶ ἀοιδοῖς τὰ βασίλεια. τοῖς δὲ τοιούτοις ὁ πάροινος κῶμος συνέζευκται πάντως καὶ ἡ κατὰ τὰς κοίτας ἀσέλγεια συνεφέπεται καὶ ὅσα χρηστῆς καὶ ὑγιοῦς βασιλείας συνδιαφθείρει κατάστασιν. ἀτὰρ εἴρηκέ ποτε ἐπὶ δείπνου „ἐνέγκατέ μοι ἅλας”, παρεστὼς δὲ τῶν τότε μίμων ὁ χαριέστατος, ᾧ τὸ ἐπώνυμον Χαλιβούρης, περιβλεψάμενος τὸν τῶν γυναικῶν χορὸν ἐκ παλλακῶν καὶ συγγενῶν τοῦ βασιλέως κεκροτημένον „γνωσόμεθα” εἶπε „πρώτως ταύτας, ὦ βασιλεῦ· εἶθ᾿ οὕτως ἄλλας εἰσενεχθῆναι κέλευσον”. καὶ πρὸς τὸ ῥῆμα τοῦτο πᾶσαί τε καὶ πάντες ἐξεκάγχασαν· τῷ δὲ τρέπεται ὁ χρὼς καὶ μόλις τὸν θυμὸν ἐν πείσει κολάσας ἐμβριμήματι τὴν τοῦ γελωτοποιοῦ ἐλευθεροστομίαν ἀνέστειλε. μεταδιώκων δὲ τὰ τῶν χωρίων εὖ ἔχοντα καὶ ὥρας καὶ θέσεως ἐκ διαλειμμάτων εἰς τὴν μεγαλόπολιν ἐπανήρχετο καὶ κατὰ περιόδους ὡς ὄρνις ὁ Φοῖνιξ ἐπωπτάνετο.

Ὑπὲρ πᾶν δ᾿ ἕτερον τὰς τῶν ὑπερόγκων οἰκημάτων ἀνεγέρσεις περιεσπούδαζε μανικώτερον ἐπὶ τὰ ἐραστὰ ἐμπηδῶν, κἀν τοῖς πλείστοις τοῦ καθήκοντος ἐκφερόμενος. ἐντός τε οὖν τῶν βασιλείων ἀμφοτέρων λουτρὰ καὶ διαιτήσεις λαμπροτάτας ἐδείματο καὶ κατὰ τὴν Προποντίδα πολυτελεῖς δόμους ἀνήγειρε νησίδιά τε τὴν θάλασσαν ἀπογαιώσας εἰργάσατο. προθέμενος δὲ καὶ πύργον τεκτήνασθαι κατὰ τὸ ἐν Βλαχέρναις παλάτιον, ἅμα μὲν εἰς ἔρυμα τῶν ἀνακτόρων, ὡς ἔφασκε, καὶ ὑπέρεισμα, ἅμα δὲ καὶ εἰς ἐνοίκησιν ἑαυτῷ, ναούς τε κατὰ τὴν ἀκτῖνα πάλαι ἱσταμένους ἀτημελεῖς κατήρειψε καὶ τοὺς πλείστους τῶν κατὰ τὴν βασιλίδα πόλιν περιφανῶν οἴκων ἔθετο εἰς ἐρήμωσιν, ὧν ἕως ἄρτι τινὲς θέαμα τοῖς παριοῦσι δακρύων ἄξιον τοὺς θεμελίους προβάλλονται, καὶ τὴν ἐκ πλίνθου πάσης ὀπτῆς λαμπροτάτην τοῦ γενικοῦ οἰκοδομὴν κατηδάφισε. σὺν πολλοῖς δὲ καὶ τὸν περίκλυτον οἶκον τῶν Μαγγάνων κατέβαλε, μήτε τὸ τοῦ ἔργου κάλλος καὶ τὸ μέγεθος αἰδεσθείς, μήτε τὸν τροπαιοφόρον μάρτυρα πτοηθείς, ᾧ ἀνέκειτο οὑτοσί.

Ἐπισκευάσαι δὲ βουληθεὶς καὶ τὸν ἐν τῷ ἀνάπλῳ νεὼν τοῦ ἀρχιστρατήγου τῶν ἄνω τάξεων Μιχαήλ, εἴ τις ἐν πλαξὶ τοῖς βασιλείοις δόμοις ὑπέστρωτο καὶ περιήμπισχε τοὺς τοίχους καλλίστη τε τῇ στιλπνότητι καὶ ῥανίσιν ἐστιγμένη ποικιλοχρόοις, ἐκεῖσε μετακεκόμικεν. ἀλλὰ καὶ τὰ τοῦ ἀρχαγγέλου διὰ χρωμάτων καὶ ψηφίδων τυπώματα, ὁπόσα ἡ πόλις ἔστεγεν ἢ κώμαις καὶ χώραις ἀνέκειντο φυλακτήρια, χειρὸς ἀρχαίας ἔργα καὶ θαυμασίας, κατὰ τὸ αὐτὸ συνήθροισε τέμενος. ἡ δὲ τοῦ βασιλέως τούτου σπουδή, ὅπως ἐκ τῆς νῦν λεγομένης Μονεμβασίας ἀνακομίσειε τὸν ἐπὶ σταυρὸν ἑλκόμενον Χριστὸν ὡς ἔργον ἀξιάγαστον καὶ τὴν τέχνην καὶ τὴν χάριν, οὐδὲν ἀπελείπετο τῶν ἐμμανεστάτων παθῶν· ὅλος γὰρ ἀνήρτητο ταῖς ἐλπίσιν, ἕως ἐκεῖθεν σὺν δόλῳ ἀφῄρηκεν· οὐ γὰρ ἀκίνδυνος ἦν παντάπασιν ἡ προφανὴς ἐπιχείρησις. ἀλλὰ καὶ τὰς χαλκᾶς πύλας ἐκεῖσε μετέθηκεν, αἳ πρώην μὲν ἐπεζύγουν τοῦ μεγάλου παλατίου τὴν εἴσοδον εὐρεῖαι οὖσαι καὶ ὕψισται, ἐς δ᾿ ἡμᾶς τὴν εἱρκτὴν ξυνεῖχον, ἥπερ ἐξ αὐτῶν Χαλκῆ κατωνόμασται. καὶ τὸν ἐν τῷδε τῷ ἀνακτόρῳ περιώνυμον ναόν, ὃς Νέα κικλήσκεται, θείου παντὸς ἐπίπλου καὶ ἱεροῦ σκεύους ἐψίλωσε. κἀπὶ τούτοις λαμπρυνόμενος ἦν καὶ θρυπτόμενος, ὡς οὔτις ἄλλος ἐπ᾿ ἔργοις θαυμαστοῖς ἁβρυνόμενος. ᾤετο γὰρ προσένεξιν τὴν ἀφαίρεσιν καὶ πρόσθεσιν τὴν μετάθεσιν, οὐκ ἀγαθοεργίας σκιαγραφίαν καὶ μικρὸν ἢ οὐδὲν φιλοθεΐας ἴνδαλμα χρώζουσαν, μήτε μὴν τὸ θεῖον χολᾶν, χαίρειν δὲ μᾶλλον, εἰ οὗτος μὲν ὁ νεὼς τῆς πρώην ἀχρειοῦται λαμπρότητος εἰς ἐννόσσευσιν πτηνῶν καὶ κατοίκησιν ἐχίνων παρεώμενος, ἐγκαινίζεται δ᾿ ἕτερος ὀθνείοις κειμηλίοις καὶ κόσμοις ἀλλοτρίοις καταγλαΐζεται.

Ὃ δὲ καὶ τόλμης μετεῖχεν, ἵνα μετρίως γοῦν εἴποιμι, ἐκοίνου τὰ ἱερὰ σκεύη κἀκ τῶν θείων αὐτὰ ναῶν ἀποσπῶν ταῖς ἑαυτοῦ τραπέζαις παρεισέφερεν. ὤχει δὲ καὶ τοῖς δακτύλοις κατὰ πότον τὰ ἐν τάφοις βασιλέων ᾐωρημένα κυπελλοειδῆ τῷ θεῷ ἀναθήματα, ἐκ λίθων τιμαλφῶν καὶ χρυσίου ἀπέφθου ἐσκευασμένα, καὶ εἰς χέρνιβα χειρῶν ὑδροχόοι περιεφέροντο ἄμαχοι τὸ κάλλος καὶ ἄπληστοι τὴν ὥραν, οἷς ἀπομόργνυνται λευῖται καὶ ἱερεῖς τὰ θεῖα μετιόντες μυστήρια. ἀφαιρῶν δὲ καὶ ἀπὸ τιμίων σταυρῶν καὶ πτυχῶν τῶν ἀκηράτων Χριστοῦ λογίων κόσμους πολυτελεῖς περιδέραια καὶ στρεπτοὺς ἐτίθετο ἐξ αὐτῶν καὶ τούτους αὖ κατὰ τὸ αὐτῷ δοκοῦν μεταβάλλων ἑτέραις ἐνήρμοζεν ἀπεριθαμβήτως βασιλικαῖς στολαῖς.

Πρὸς δὲ τοὺς εἰσάγοντας παραίφασιν μὴ συνᾴδειν αὐτῷ τὰ γινόμενα ταῦτα θεοφιλεῖ αὐτοκράτορι ὄντι καὶ ἄνωθεν ἐκ προγόνων τὴν εὐσέβειαν ἐπικαταβαίνουσαν ἔχοντι καὶ θεοσυλίαν εἶναι προφανῆ τὰ γινόμενα σφοδρὸς ἦν καὶ παροξυντικὸς καὶ ἐπέπληττεν ὡς ἀνοηταίνουσι προδήλως καὶ δυσπραγοῦσιν ἄγνοιαν τοῦ καλοῦ τοῖς οὕτω φάσκουσι· πάντα γὰρ ἐξεῖναι τοῖς βασιλεύουσι ποιεῖν διετείνετο καὶ Θεοῦ καὶ ἄνακτος κατὰ τὸ ἄρχειν τῶν ἐπὶ γῆς μὴ ὡς ἐπίπαν εἶναι τὸ διεστὼς ἀσύμβατον καὶ ἀντίθετον, ὡς τῇ καταφάσει ἀπόφασις. συνιστῶν δὲ ὡς δῆθεν ἀμεμφῆ καὶ ἀνεύθυνα τὰ γινόμενα παρῆγεν εἰς παράδειγμα τὸν ἐν βασιλεῦσι Χριστιανοῖς κράτιστον ὁμοῦ καὶ πρώτιστον Κωνσταντῖνον τὸν μὲν τῶν ἥλων, δι᾿ ὧν ὁ Κύριος τῆς δόξης τῷ ξύλῳ τῆς κατάρας πεπαττάλευτο, τῷ ἱππείῳ χαλινῷ ἐγχαλκεύσαντα, τὸν δὲ τῇ κόρυθι ἐνερείσαντα. τὸν δὲ σκοπὸν ἑκὼν παρεβλέπετο, δι᾿ ὃν ὁ τῆς πίστεως ἀρχηγὸς ἄναξ ταῖς τοιαύταις ἐνεκαλλωπίζετο πράξεσι, δύναμιν θειοτέραν τὸν τοῦ σταυροῦ λόγον δεικνὺς τοῖς Ἕλλησι καὶ τιθέμενος, οἳ μωρίαν τὸ κήρυγμα ἥγηντο.

Ἀλλὰ καὶ τὸ ἀργύριον κιβδηλεύσας ἀδόκιμον τὸ νόμισμα κέκοφε καὶ τὴν τῶν χρημάτων συλλογὴν οὐκ ἀνέγκλητον ἐποιεῖτο παντάπασι τάς τε τῶν δημοσίων φόρων εἰσπράξεις ἐπέτεινε καὶ περὶ τὴν τούτων ἀπόχρησιν ἠσωτεύετο. καὶ τὰς ἀρχὰς προύβαλλεν εἰς ἐξώνησιν, ὡς τὰς ὀπώρας οἱ ἀγοραῖοι. ἐνίοτε δὲ καὶ ἄτερ βαλαντίου καὶ πήρας ἀποστολικῶς εἰς τὰς ἐπαρχίας ἐξέπεμπεν οὓς ᾔδει μερίδα τῷ δικαίῳ διδόντας καὶ ἀκαταγοητεύτους χρυσίῳ, μηδ᾿ οἴκοι καταβύοντας πάντα τὰ συλλεγόμενα, ἀλλὰ καὶ τῷ δημοσίῳ ταμιείῳ κατατιθεμένους τὸ ἐφάρμοστον ὄφλημα.

Ναοῖς δὲ καὶ τεμένεσι καὶ εὐκτηρίοις οἴκοις καὶ ἱεροῖς φροντιστηρίοις, ὡς οὔ τις πρότερον, τὸ φιλότιμον ἐπεξέτεινε· τοὺς γὰρ καμόντας χρόνῳ ὑπήρεισε, καὶ ὅσοις τὸ ἀγλαοφανὲς ἠμαύρωτο, τούτους τοῖς ἐκ ψηφίδων καὶ χρωμάτων ὡραϊσμοῖς κατεκόσμησε. πρὸς δέ γε τὴν θεομήτορα τοσαύτην ἔτρεφε πίστιν, ὡς καὶ τὴν ψυχὴν ἐκκεχύσθαι ταῖς εἰκόσιν αὐτῆς. καὶ διὰ τοῦτο πλείστας χρυσίῳ περιστείλας καὶ λίθοις περιανθίσας τιμαλφέσιν ἀνέθηκε ναοῖς εἰς προσκύνησιν, καθ᾿ οὓς γίνονται πλειστάκις τῶν εὐσεβῶν συνδρομαί.

Ἀλλὰ καὶ τὴν ἐπὶ τὸ κάταντες ἐν τῷ λιμένι τῶν Σοφιῶν ἑστίαν Ἰσαακίου τοῦ σεβαστοκράτορος εἰς πανδοχεῖον μετασκευάσας ἀνδρῶν μὲν ἑκατὸν παρέθηκε τράπεζαν καὶ κλίνας ἰσομέτρους, τοσαυταρίθμων δὲ ὑποζυγίων ἱππῶνας ἀνέστησε· καὶ εἱστιῶντο καθ᾿ ἑκάστην οἱ παραβάλλοντες ἄτερ καταθέσεως ἀργυρίου ἐφ᾿ ἡμέραις πλείοσι. μετέβαλε δὲ εἰς νοσοκομεῖον καὶ τοὺς βασιλικοὺς δόμους, οὓς κατὰ τὸν νεὼν τῶν Τεσσαράκοντα μαρτύρων ὁ βασιλεὺς Ἀνδρόνικος ἐδομήσατο. ἔτι γε μὴν τὸν τοῦ μεγάλου δρουγγαρίου ὀνομαζόμενον οἶκον ἐκ τοῦ δεσπόζοντος ὠνησάμενος ὁμοίως καὶ τοῦτον εἰς ἀνάπαυλαν τῶν καχεκτούντων ἀπέταξεν οὐδενὸς φεισάμενος ὁπόσα πρὸς ῥῶσιν ὁρῶσι τῶν ἀσθενούντων, καὶ πυρὸς τὸ προσάρκτιον κλίμα τῆς πόλεως ἀφανίσαντος, διαδόσεσι χρημάτων τοὺς ἐς δόμους καὶ τὰ ὄντα ζημιωθέντας παρεκάλεσε. καὶ βασιλεύσας τοῖς πολίταις διένειμε χρυσίου κεντηνάρια πέντε. καὶ τῆς μεγάλης ἑβδομάδος ἐφισταμένης, καθ᾿ ἣν τὰ ὑπὲρ ἡμῶν τοῦ θεανθρώπου πάθη σεβάζονται, πολλάς τε ἀποβαλομένας θανάτῳ τοὺς εὐνέτας ἀνεκτᾶτο τῆς χηρείας δι᾿ εὐποιΐας καὶ παρθένοις ἐχορήγει τὰ πρὸς γαμήλιον δᾷδα καὶ παστάδα καὶ ὑμέναιον ἐπιτήδεια.

Οὐ μόνον δὲ καθ᾿ ἕνα καὶ κατ᾿ οἴκους καὶ συγγενείας ἐνεπίμπλα φιλοδωρίας, ἀλλὰ καὶ πόλεις ἔστιν ὅτε ὅλας εὐηργέτει ταῖς τῶν φόρων ἀνέσεσιν. ὡς δ᾿ ἔπος εἰπεῖν, οὕτως ἔχαιρε τῷ ἐλέῳ καὶ πρὸς τὴν τῶν ἀγειρομένων ἀπόκτησιν ἔρρωτο, ὡς ἀπαντλεῖν ἀμφοτέραις τὰ ἐπεισρέοντα· ὁπόθεν αὐτῷ ὑπεισέδυ καὶ ὑπούλως παρεισεφθάρη τὸ μὴ ἐκ πόρων ἀεί ποτε δικαίων τὰ χρήματα συγκομίζεσθαι· τὰς γὰρ τῶν δαπανῶν ὑπερόγκους τῇ ἀσωτίᾳ ἐγγιζούσας οἱ πλεῖστοι μὴ ὑφορώμενοι, εἰσπράξεων ἐφευρεταὶ καινῶν καθιστάμενοι ὡς γεωργίῳ ἡμέρῳ μελίνην ἢ ῥόδῳ ἀνεμώνην τὰ μὴ καλῶς μηδ᾿ ὁσίως συλλεγόμενα συμφύρουσι χρήματα τοῖς δικαίοις.

Κατάφορος δ᾿ ὢν εἰς θυμὸν οὐδὲ τοῦ συμπαθοῦς ἤθους ἀπῴκιστο, ἀλλ᾿ αὐτὸς ἑαυτὸν πρὸς εὐμένειαν ἐπανάγων σύνδρομον πολλάκις ἐπεποίητο τῇ ὀργῇ τὴν συμπάθειαν καὶ ταῖς συμφοραῖς τῶν ἀνθρώπων ἐπικλώμενος τὰ πρὸς ὑφαίρεσιν ἑκάστῳ ἐπεμέτρει τῶν ἀλγεινῶν.

Ταῦτα δὲ πράττων καὶ ἄλλ', ὁπόσα τὸ λέγειν παρέδραμεν, ᾤετο τῇ βασιλείᾳ ἐνεστηρίχθαι ὡς οὐδ᾿ ἐν οὐρανίῳ σφαιρώματι ἥλιος ἢ ὡς στέλεχος φοίνικος ὑπὸ ὀσμῆς ἀναθηλούμενον ὕδατος καὶ κέδρος Λιβανίτης ὑψίκομος ἐς κύκλους διατηρηθῆναι μακραιώνων ἐνιαυτῶν. τοῦτο δ᾿ ἂν καὶ ἄλλος τις ὑπετόπασε τὴν ἀγαθὴν ἀποκρίνας μερίδα καὶ ἀσπασάμενος καὶ μὴ τοῖς ἑπτὰ μόνον διδοὺς τὸ ἀνάλογον, ἀλλὰ καὶ τὸ τῆς ὀγδόης μυστήριον ἔχων πρὸ ὀφθαλμῶν κἀν τῷ τῆς ἐφ᾿ ἑκάτερα ῥοπῆς κύριος εἶναι προσρέπων συνεχῶς τοῖς ἀμείνοσιν, τοῖς δ᾿ ἐναντίοις ἐπινηχόμενος βράδιον, ἀλλ᾿ οὐ γινόμενος ὑποβρύχιος. θεὸς δὲ οὐχ οὕτω βεβούλευται. τίς δ᾿ ἔγνω νοῦν Κυρίου ἢ τίς συμπαρείληπταί οἱ σύμβουλος; ἀμέλει καὶ ἐκποδὼν τὸν ἄνδρα θέσθαι προμηθευσάμενος, ἀρίστῃ πράξει καὶ καλλίστῃ προθυμίᾳ συνεπεγείρας οἷον αὐτὸν καὶ ἐπιρρώσας χρήσασθαι, ἀσπαστὸν καὶ μετὰ τὴν ἀπόθεσιν τῆς ἀρχῆς τοῖς πλείοσιν ἔδειξε.

Μὴ φέρειν γὰρ ἔχων τὰς μετὰ Σκυθῶν ἐπιδρομὰς καὶ λῃστείας τῶν Βλάχων, πληττόμενος δὲ καὶ τῷ τὸν Γίδον Ἀλέξιον καὶ τὸν Βατάτζην Βασίλειον, ὧν ὁ μὲν τῶν ἑῴων ἡγεῖτο ταγμάτων, ὁ δὲ Βατάτζης τῶν ἑσπερίων προυκάθητο, συμπλακέντας τοῖς πολεμίοις ἔγγιστά που τοῦ πολίσματος, οὗ δομήτωρ Ἀρκάδιος, μὴ μόνον οὐδέν τι κατωρθωκέναι χρηστόν, ἀλλὰ τὸν μὲν Γίδον ἀκόσμως φυγεῖν ἀπολωλεκότα τὸ κρεῖττον τῆς στρατιᾶς, τὸν δὲ συμφθαρῆναι ταῖς ὑπ᾿ αὐτὸν τάξεσιν, ἔγνω καὶ πάλιν δι᾿ ἑαυτοῦ κατὰ τῶν ἀντιπάλων ἐξενέγκασθαι πόλεμον. συλλογαὶ οὖν καὶ ἀπογραφαὶ τῶν Ῥωμαϊκῶν ἐγίνοντο στρατευμάτων, οὐκ ἀχρεῖον δὲ καὶ τὸ μισθοφορικὸν ξυνελέγετο. πέμψας δὲ καὶ πρὸς τὸν ἐκείνου πενθερὸν τὸν ῥῆγα τῶν Οὔννων δι᾿ ἐπικούρων ᾐτεῖτο σύναρσιν· ὁ δὲ ἀσμένως ἐπαρήξειν ἐπένευσε καὶ διὰ τῆς Βιδίνης ἐκπέμψειν ἴλας συνέθετο στρατιώτιδας.

Ἀποχρῶσαν οὖν τὴν τοῦ στρατοπέδου ξυλλογὴν ἐργασάμενος καὶ πέντε μὲν πρὸς τοῖς δέκα χρυσίου ἐνσκευασάμενος κεντηνάρια, ἀργυρίου δ᾿ ἐνθέμενος ὑπὲρ τὰ ἑξήκοντα καὶ ἕτερ᾿ ἄττα τῇ στρατιᾷ ἐφοδιασάμενος χρήσιμα, κατὰ τὰς Μαρτίου ἡμέρας τῆς βασιλίδος τῶν πόλεων ἔξεισιν ἀφεὶς ἑαυτὸν θεῷ καὶ κατὰ τῶν βαρβάρων στηρίξας τὸ ἴδιον πρόσωπον καὶ θεὶς ὡσεὶ πέτραν αὐτὸ στερεὰν καὶ ὅρον τῆς ἐπαναστροφῆς θέμενος τὸ πέρας τῶν ἔργων, ὧν χάριν κατὰ τῶν ἀποστατῶν ἐξεστράτευεν, εἰ μὲν δεξιὸν εἴη τοῦτο, ἐπανατιθεὶς τῷ θεῷ, εἰ δ᾿ ἀπαίσιον, ὅπερ ἀπηύχετο, καὶ οὕτως τῶν ἐκείνου κριμάτων ἐξαρτῶν εἰσέτι δοκιμάζοντος τὴν τῶν ἁμαρτωλῶν ῥάβδον πατάσσειν κλῆρον τὸν δίκαιον.

Καὶ ὁ μὲν ἀπαίρει τοιοῦτον τρέφων τὸ πρόθυμον καὶ ὁμόσε τῇ ἀκμῇ τοῦ κινδύνου χωρῶν· ἡ δ᾿ ὑπερκειμένη πάντων χεὶρ καὶ ῥοπὴ ἔτι ἦν ὑψηλή, οὐδ᾿ ὁ τοῦ Κρείττονος ἀπεστράφη θυμός, ὡς ἔδειξεν, ἐπὶ πᾶσιν οἷς οἱ Βλάχοι κραταιωθέντες προηγωνίσαντο. καὶ οὕτω μὲν οἱ ὀφθαλμοὶ τοῦ κρατοῦντος ἐπὶ τοὺς παραπικραίνοντας ἔβλεπον ἀποστάτας καὶ τῷ διανοητικῷ ἐκείνου τὰ ἀφεστῶτα πόρρωθεν ἐφαντάζοντο, ὁ δὲ τοῦτον τῆς ἀρχῆς ἀνατρέψων ἐγγὺς ὢν καὶ συνεστὼς παρεβλέπετο καὶ τὸ ἀφ᾿ ἑστίας σκῶλον ὡς μὴ παρενοχλοῦν ὑπεραλλόμενος ἦν. καὶ καινὸν οὐδέν, ἐπεὶ καὶ τὰς παραβλαστανούσας κακίας ταῖς ἀρεταῖς ἀγχιθύρους ἢ καὶ φεραλλήλους μάλιστα οὔσας οὐχ ὁρᾶν, ὡς δέον ὁρᾶν, οἱ πλεῖστοι τῶν ἀνθρώπων αἱρούμεθα ἢ δυνάμεθα. ἐῶ γὰρ λέγειν ὅτιπερ ἐνεσημήνατό πως ἡμῖν ἡ φύσις καὶ ἐνεφύτευσε πρὸς τὰ οἰκεῖα πάθος καὶ συνδήσασα τῷ φίλτρῳ ἐνδιδόναι καὶ μαλακίζεσθαι πρὸς τὰς φαύλας ἕξεις καὶ πράξεις ἑαυτῶν καὶ τῶν φίλων ἐνιαχοῦ παραβιάζεται καὶ μὴ ῥᾳδίως ὑπάγεσθαι διατίθησι τοῖς ἐπαντλοῦσιν ὡς εἰς τετρημένον πίθον τὸ οὖς καὶ ὑφηγουμένοις τὰ δρώμενα οἷς προσπεπόνθαμεν.

Οὐκοῦν καὶ οὗτος ὁ βασιλεὺς παρὰ πλείστων ἐνωτιζόμενος ἐπιβουλεύειν τῇ αὐτοῦ ἀρχῇ καὶ ζωῇ τὸν ἀδελφὸν Ἀλέξιον, εἰ καὶ παραπετάσματι φιλίας συγκαλύπτων λέληθε τὸν μισάδελφον, ὡς λῆρον ἀπεπέμπετο τὰ λεγόμενα, μὴ τὸ ἐξεταστικὸν ὡς λίθον Ἡράκλειαν προσάγων καὶ βασανίζων τὰ δρώμενα, ἀλλὰ δριμὺς ὢν τοῖς τὰ τοιαῦτα εἰσηγουμένοις ὡς ἔχουσι πρὸς ἐφέσεως ἐξίτηλον ποιεῖν τὴν ἀνέκπλυτον καὶ οἷον εἰς βάθος ἐγκεκαυμένην τῇ ἑαυτοῦ ψυχῇ πρὸς τὸν κασίγνητον στοργήν, ὃν μόνον ἀπὸ πάντων ὁ λωβητὴρ Ἀνδρόνικος οὐκ ἐσίνατο.

Ἀφιγμένος τοίνυν ἐς τὴν παραθαλαττίδιον Ῥαιδεστὸν τὴν πρωτίστην ἐκτελεῖ καὶ κυριώνυμον ἀναστάσιμον ἑορτὴν καὶ θύει καὶ ἐσθίει πάσχα τὸ μυστικόν. ἔνθα καὶ τῷ Βασιλακίῳ συγγίνεται. ἦν δ᾿ οὗτος ἀλλότροπόν τινα βίοτον μετιὼν δόξαν τε παρὰ πάντων ἠνέγκατο προφητεύειν καὶ προβλέπειν τὰ ἔμπροσθεν, ὅθεν εἰς αὐτὸν τὰ πλήθη συνέρρεον, ὡς οὐδ᾿ ἐς μυρμηκιὰν οἱ ἐπανιόντες τε καὶ ἐξιόντες φιλόπονοι μύρμηκες ἢ γοῦν οἱ ἐς Ἄμμωνος πάλαι καὶ Ἀμφιάρεω ἀφικόμενοι. ἀληθὲς δὲ οὐδὲν καὶ σαφὲς περὶ τῶν ἐσομένων οὗτος ἐφθέγγετο, πεπλανημένα δὲ καὶ ἀσύμφωνα ἑαυτοῖς καὶ γριφώδη διεξῄει ῥήματα· ἐν πολλοῖς δὲ καὶ γέλωτος διατεχνώμενος ἄξια τὸν ἀγελαιοκόμον ὅμως καὶ πρὸς ὕννιν ἀφορῶντα καὶ κώπην ἐπεσπᾶτο λεών. τῶν γὰρ ἀφικνουμένων ἐς αὐτὸν γυναικῶν ἐμάστευε τοὺς μαστοὺς καὶ περιαθρῶν τὰ σφυρὰ ληρῶν ἐπὶ τούτοις ἦν καὶ ἀποφοιβάζων ἀδιάγνωστα λόγια. ἀπεσιώπα δὲ κἀπὶ ταῖς πλείσταις τῶν πεύσεων, αἵπερ αὐτῷ παρὰ τῶν προσιόντων ἐπήγοντο, καὶ τὰς οἰκείας πράξεις μεταβάσεσι τοπικαῖς καὶ σχηματισμοῖς ἐπέραινε Πανικοῖς. συνεστῶτα δέ τινα γύναια Γραϊκά, οἰστρηλατοῦντά τε καὶ κωθωνιζόμενα, κατὰ γένος αὐτῷ συναπτόμενα, ὑφηγοῦντο τοῖς παραβάλλουσι τὰ ὑπὸ τοῦ Βασιλακίου τελούμενα, ὅ τι τῶν γενησομένων τεκμηριάζουσι, καὶ τὴν σιγὴν ὥς τι φθεγγομένην καὶ ὑποδηλοῦσαν σοφὸν διεσήμαινον. ἐδόκει οὖν ὁ ἀνὴρ οὗτος τοῖς μὲν πολλοῖς, ὡς ἔχω εἰπών, προφητικὸς καὶ προσημαίνων τὰ συμβησόμενα, καὶ μάλισθ᾿ ὁπόσαις τῶν γυναικῶν αἱ τῶν πεύσεων ἄσεμνοι καὶ ἀσχήμονες τῶν ἐσθημάτων ἐγκομβώσεις ὡς παιδιά τις περιεσπούδαστο γέλωτι σύμμικτος, τοῖς δ᾿ ἐς νοῦν βάπτουσι περίεργόν τι καὶ γελωτοποιὸν καὶ ληρῶδες γερόντιον ἥγητο. εἰσὶ δ᾿ οἳ καὶ πνεύματι Πύθωνος κάτοχον εὐστόχως εἰρήκασιν, οἷς ἐθέμην μάλιστα καὶ αὐτός.

Τότε γοῦν ἐπιστάντι τῷ αὐτοκράτορι οὔτε προσέσχεν ὅλως ὡς περιβεβλημένῳ τοσαύτην καὶ τοιαύτην ἰσχύν, οὔτε πρὸς τὴν αὐτοῦ προσηγορίαν (ἡ δὲ ἦν „χαίροις, ὦ πάτερ Βασιλάκιε”) τὴν ἀπόκρισιν ἔθετο ἢ γοῦν ἀντησπάσατο σιωπῇ κατανεύσας τῇ κεφαλῇ, ἀλλ᾿ ὧδε κἀκεῖσε μετὰ πωλικῶν φερόμενος σκιρτημάτων καὶ παραφόρων μετακινήσεων ἐκακολόγει τοὺς προσιόντας, μηδ᾿ αὐτοῦ φειδόμενος τοῦ κρατοῦντος. ὀψὲ δὲ καὶ μόλις τῶν ἀτάκτων λήξας κινήσεων τὴν χεῖρα ἐκτείνας ἀχρειοῖ διὰ τοῦ σκίπωνος, ὃν ἔφερε ταῖν χεροῖν, τὴν εἰκόνα τοῦ βασιλέως, ἥτις κατὰ τὸ εἰς εὐχὴν ἀποτεταγμένον αὐτῷ οἰκίδιον χρώμασιν ἐπὶ τοίχου ἐστήλωτο, τοὺς ὀφθαλμοὺς διαλωβησάμενος. ὡρμήκει δὲ καὶ τὸν τῆς κεφαλῆς πῖλον ἀφελέσθαι τοῦ βασιλέως. ταῦτα ὁ μὲν οὕτως διεπεπράχει, ὁ δὲ αὐτοκράτωρ ἀφροσύνην τοῦ ἀνδρὸς καταγνοὺς ἐκεῖθεν μεθίσταται. αὐτοῖς μέντοι γε τοῖς συνειλεγμένοις ὀφθαλμοῖς παραλαβοῦσι τὰ γεγονότα οὐκ εὐσύμβολος τῶν ἐσομένων οἰωνὸς συλλελόγιστο· ὡς δὲ καὶ τὰς ἀποβάσεις οὐ πάντῃ ἀπᾳδούσας τοῖς συμβόλοις τεθέανται, ἐπὶ πλέον ἕκαστος ἔτι τὴν περὶ τοῦ Βασιλακίου δόξαν ἐκράτυναν, ἀμφιρρεπῆ τε οὖσαν, ὡς ἤδη μοι λέλεκται, κἀπὶ τοῖς πλείστοις ἀμφισβητήσιμον.

Ὡς δ᾿ εἰς τὰ Κύψελλα ὁ κρατῶν ἐγεγόνει, τὰ μὲν τῶν στρατευμάτων εἰς τάξεις συνέταττε, τὰ δὲ καραδοκῶν προσέμενεν ἀφικέσθαι. ὁ δ᾿ ἀδελφὸς πάλαι ἐνεδρεύων τῇ βασιλείᾳ, τότε τὰ ὑποδεδυκότα τῇ ψυχῇ καὶ ὑποθαλπόμενα τοῦ στήθους ἀναμηρύων εἰς φῶς προήνεγκε. τοίνυν ὁ μὲν αὐτοκράτωρ εἰς κυνηγέσιον ὁρμηθεὶς καὶ πρὸς τῷ ἔφιππος εἶναι γινόμενος μετεπέμπετο καὶ τὸν ἀδελφὸν συνεξιέναι οἱ καὶ συνδιαχυθῆναι κατὰ τῶν ἐκεῖσε πεδίων τὰ ποώδη καὶ ἀνθηρά· ὁ δὲ τὸ πρὸς τὸ ἐν χερσὶν ἔργον ἑτοιμασάμενος ἐπισπέσθαι οἱ ἀπείπατο, πρὸς σχάσιν φλεβὸς ἑτοιμασθῆναι λέγων, μαλακισμὸν ὑποκρινάμενος σώματος.

Καὶ οὕτως ὁ μὲν ἔξεισι καὶ μόνος καὶ τῆς προκειμένης ἔχεται, ὁ δὲ ὡσεὶ σταδίους τρεῖς τὸν ἀδελφὸν καὶ βασιλέα προϊόντα ἰδὼν τῆς σκηνῆς μετὰ τῶν πέλας καὶ φίλων, οἷς πεπολίτευτο καὶ οἳ συνδιῴκουν αὐτῷ τὰ κατ᾿ ἔφεσιν, τὴν βασίλειον εἴσεισι καταγωγήν. ἦσαν δ᾿ οὗτοι ὁ Βρανᾶς Θεόδωρος, ὁ Παλαιολόγος Γεώργιος, ὁ Πετραλίφας Ἰωάννης, ὁ Ῥαοὺλ Κωνσταντῖνος, ὁ Καντακουζηνὸς Μανουήλ, καὶ συχνοὶ ἕτεροι ἀνάρσιοι καὶ εὔριποι ἄνθρωποι κατὰ γένος τῷ βασιλεῖ συναπτόμενοι καὶ σμῆνος ἄλλο ἀγελαῖον, περὶ τὸ σεβαστοκρατορικὸν πάλαι ἀλητεῦον καὶ χαῖνον ἑστιατόριον καὶ χαῖρον ταῖς τῶν πραγμάτων ἐξαλλαγαῖς. προσχωρεῖ δέ οἱ καὶ πρὸς μόνην τὴν τῶν νεοχμωθέντων ἐνήχησιν ἅπαν τὸ στρατιωτικὸν ἰλαδὸν καὶ ὁπόσον Ἰσαακίῳ προσέρρεπεν ὡς θεραπευτικὸν καὶ οἰκίδιον καὶ οἵπερ εἰς βουλῆς ἀξίωμα ᾔρθησαν.

Ὁ δὲ βασιλεὺς ἀσήμους τὰ πρῶτα φωνὰς εἰς ἀκοὴν ὠτίου δεξάμενος, εἶτα καὶ κατὰ τὴν ἀρχικὴν αὐλαίαν τῶν πλείστων θεώμενος συνδρομὴν καὶ τὴν τοῦ ἀδελφοῦ ἀνάρρησιν ἐνηχούμενος, μετ᾿ οὐ πολὺ δὲ καὶ τοὺς ἀγγέλλοντας ἔχων τὰ τολμώμενα, ἔστη τε τοῦ ἵεσθαι περαιτέρω καὶ τὸ τοῦ σταυροῦ σημεῖον ἑαυτῷ ἐγχαράξας „ἱλήκοις, Χριστὲ βασιλεῦ” ἀνεβόησε καὶ ῥυσθῆναι τῆς ὥρας ἐκείνης πολλάκις ἐθεοκλύτησεν. ἐξενεγκὼν δὲ καὶ ὃ εἶχεν ἐγκόλπιον τῆς θεομήτορος μόρφωμα πυκνὰ τοῦτο περιεπτύσσετο τὰ μὲν ἀνθομολογούμενος, τὰ δὲ καὶ ἐξιλεούμενος, καὶ μετὰ συνοχῆς ἐδεῖτο καρδίας διαδρᾶναι τὰ ἐπιόντα κακά. ἐπεὶ δὲ καὶ τοὺς συλληψομένους αὐτὸν ἑώρα πάντα χαλινὸν ἀνεικότας καὶ ἓν πνέοντας καὶ πρὸς ἓν βλέποντας τὴν αὐτοῦ κατάσχεσιν, φυγαδείας ἅπτεται· καὶ τὸν ποταμὸν ἐπικινδύνως διαβάς, ὃς ἐκεῖσε βαθυδίνης διὰ τοῦ πεδίου σύρεται, εἴχετο τῆς ὁδοῦ ἐς οὐδέν τι προδήλως σῶζον κατάντημα συνορῶν, τὸν δ᾿ ὄλεθρον ὡς ἀνυστὸν ἐκτρεπόμενος, ὃς ἐκ τοῦ μανιώδους τῶν ἐφεπομένων ὁρμήματος καὶ τοῦ μηδὲν ἀνιέναι τοῦ τάχους ὀξύτατος συλλελόγιστο. ἀφιγμένος δὲ κατὰ Στάγειραν, ἥτις Μάκρη νῦν κέκληται, συλλαμβάνεται παρὰ Παντευγένου τινὸς καὶ καταπροδίδοται τοῖς ἐπιδιώκουσιν.

Καὶ τοίνυν τὸν ἔσχατον ἥλιον θεασάμενος ἄμφω τὼ ὀφθαλμὼ μικρὸν ὕστερον ἐξορύττεται κατὰ τὴν ἐν Βήρᾳ μονήν, ἧς δομήτωρ ὁ τοῦ βασιλέως Ἀνδρονίκου τοκεὺς Ἰσαάκιος. εἰ δὲ κατὰ θείαν νέμεσιν ἐκεῖσε ταύτην τὴν δίκην ἔτισεν, ἑτέροις σκοπεῖν ἀφίημι· βούλεται γὰρ ἡ τὸ πᾶν ἀρίστως διεξάγουσα πρόνοια καὶ τοῖς ἐχθροτάτοις τοὺς τιμωροὺς φιλανθρώπως προσφέρεσθαι ὑφορωμένους τὸ μὴ ἀειπαγὲς τῆς ἰσχύος καὶ τὴν τοῦ κράτους ἀπόζωσιν καὶ τὴν ἐκ τοῦ αὐτοῦ κινήματος εἰς τὸ αὐτὸ κατάντημα πολλάκις μετακύβευσιν ἢ παλινδρόμησιν.

Καὶ τὸν μὲν εἶχε μετὰ τοῦτο τὸ πάθος, ἡμερῶν συχνῶν μὴ προσενεγκάμενον σῖτον διὰ τὴν σεισάχθειαν τῆς κολάσεως, τῶν βασιλείων ἔνδοθι κάθειρξις πρόσκαιρος, καὶ αὖθις ἡ κατὰ τὸν Διπλοῦν Κίονα περαία, βίον ἀγρότην ἀντλοῦντα, οἴνῳ τε καὶ σίτῳ μετρητῷ διαζῶντα, τὸν δ᾿ ἀδελφὸν ἡ βασιλεία μετ᾿ εἰρηναίας καὶ ἀστασιάστου τῆς καταστάσεως, καὶ ὡς εἴπερ κατὰ τοὺς Διοσκόρους δύνειν τε καὶ φαίνειν ἑτερημέρως τῷ τῆς βασιλείας συνέθεντο στερεώματι.

Ἦρξε δὲ Ῥωμαίων Ἰσαάκιος ἐνιαυτοὺς ἐννέα σὺν μησὶν ἑπτά, φλογερὸς ὢν τὴν ὄψιν, τὴν τρίχα πυρσός, τὴν ἡλικίαν μέσος, τὴν ἰσχὺν εὔρωστος, οὔπω τεσσαράκοντα ἔτη γεγενημένος, ὁπηνίκα καθῄρητο τῆς ἀρχῆς.


ΒΑΣΙΛΕΙΑ ΑΛΕΞΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ ΤΟΜΟΣ ΠΡΩΤΟΣ

Καὶ τόνδε μὲν τὸν τρόπον ὁ Ἄγγελος Ἰσαάκιος τῆς ἀρχῆς καταστρέφεται καὶ τὸν δυνάστην εὐχερῶς ἀποζώννυται προσπαθὼν φωτὸς στέρησιν ὑφ᾿ ὧν ὡς παρ᾿ οἰκείων ὀφθαλμῶν χειραγώγησιν ἐφαντάζετο.ί γὰρ ἀδελφοῦ, καὶ τούτου φιλουμένου, ἐγγύτερον ἄλλο καὶ γνησιώτερον; εἰ δὲ τὸ ὕδωρ πνίγει, τί καὶ πιώμεθα ἄνθρωποι; καὶ εἰ καθ᾿ ἑαυτῶν τὰ μέλη ὁπλίζεται, τίνι ἂν συναρμολογηθέντες ζησώμεθα; καὶ ἡ μὲν φιλάνθρωπος τέχνη ἐξ ἀντιθέτων σαρκῶν ἀντίδοτον συνεκεράσατο σώζουσαν, ἔνιοι δὲ τῶν ἀνθρώπων τῶν τῆς φύσεως σεμνῶν δώρων ἐπιλαθόμενοι ἐπανέστησάν τε ἀλλήλοις καὶ ὅπερ εἰσὶν ἠγνοήκασι μοχθηρίᾳ γνώμης καὶ δόξης ἔρωτι μείζονος. ἦν τοίνυν παρ᾿ ἔθνεσι καὶ τοῦτο Ῥωμαίων εἰς ἐξουθένωμα παρακολούθημά τε καὶ ἐπισύμβαμά τι λελόγιστο τῶν προηγησαμένων ἁπάντων αἴσχιον ἐπὶ ταῖς τῶν πραγμάτων μεταπεττεύσεσι καὶ ταῖς τῶν κρατούντων μεταθέσεσί τε καὶ ἀλλοιώσεσιν. ἦσαν δ᾿ οἳ καὶ τῆς ἐς τοὺς πέλας φιλίας ἀφιστάμενοι ἀπομνύμενοί τε τὴν πάλαι συνήθειαν „ἀδελφὸς οὐ λυτροῦται· λυτρώσεται ἄνθρωπος;” ἔλεγον. καὶ οἷς τὰ μυστηριώδη τῶν βουλευμάτων τινὲς ἀνεκάλυπτον, τούτων τηνικαῦτα καὶ τὴν προσαγορείαν ὡς ἐπίβουλον ὑπεβλέποντο πρὸς παράδειγμα τὸ γεγονὸς ἀφορῶντες.

Αὐτὸς δὲ ὁ τῆς ἀρχῆς ἐπιβήτωρ Ἀλέξιος, μὴ ἐν νῷ βαλόμενος ὡς ἑαυτὸν καθῄρηκε τῆς ἀρχῆς τὸν ἀδελφὸν καθελών, εἰς τὸν βασιλικὸν αὐτίκα θρόνον ἐπὶ τῷ θερμῷ τούτῳ ἀνεπήδησεν ἀνομήματι καὶ τοὺς ἱματισμοὺς καὶ τὸ στέφος διφήσας τοῦ κασιγνήτου καὶ περιθέμενος ὑπὸ παντὸς τοῦ στρατιωτικοῦ τάγματος καὶ ὅσοι μέρος ἦσαν τῆς γερουσίας βασιλεὺς αὐτοκράτωρ ἀναγορεύεται, καὶ τῇ μὲν γυναικὶ καὶ τοῖς ἐν πόλει καθήκουσι δῆλα τὰ ξυνενεχθέντα παραχρῆμα ποιεῖ.

Αὐτὸς δὲ τοὺς συναραμένους αὐτῷ τῆς ἀρχῆς δεξιούμενος τῆς τε σπουδῆς ἀμειβόμενος καὶ τὸ λοιπὸν ἅπαν πλῆθος θεραπεύων, ὅτι τε ἀσμένως ἑαυτῷ προσεχώρησε καὶ οὐδέν τι διεστασίασεν, ἤρξατο μὴ σὺν λόγῳ καὶ τάξει τινί, ἀλλὰ πρὸς τὴν ἑκάστου αἴτησίν τε καὶ ἔφεσιν διαδιδόναι τὰ χρήματα, ὁπόσα ἐκστρατεύων ἐπήγετο Ἰσαάκιος. τούτων δ᾿ ὑπορρευσάντων τῇ ἀσώτῳ καὶ ἀνομοίῳ διανομῇ γήδια καρποφόρα καὶ δημοσίους συνεισφορὰς παρεῖχε τοῖς αἰτουμένοις. ὡς δ᾿ ἐπιλελοίπει καὶ ταῦτα, τοῖς τῶν ἀξιωμάτων ἐπεφύη λαμπροῖς καὶ ἦν κἀπὶ τούτοις ἐξαίρων οὐ τόνδε ἢ τόνδε τῶν ἐλλογίμων ἢ ἀνάγων εἰς τὸν προσεχῆ βαθμὸν καὶ ἀνάλογον, ἀλλὰ πάντα, καὶ τὸν βραχέος τιμώμενον τὴν τιμὴν καὶ τὸν οὐδέπω τῆς πρώτης ἠξιωμένον βαθμῖδος ἐπὶ τὴν ἀνωτάτω καὶ κορυφαίαν μετεωρίζων ἀνεβίβαζεν, ὡς εἶναι τὸ πολύτιμον ἄτιμον καὶ τὸ φιλότιμον ἄχαρι. πολλοὶ δὲ καὶ ὑποβιβασμὸν τὴν ἄνοδον ᾤοντο ὡς ὀψέ ποτε δικαίως ἠξιωμένοι ὧν ἄλλοι παρ᾿ ἀξίαν προηυμοιρήκεισαν κἀκείνοις τὴν αὐτὴν τιμὴν συγκληρούμενοι ὧν ἠξιωμένων τιμῆς αὐτοὶ παραβλεπόμενοι ἄδοξοι ἐκρίθησαν τιμηέστεροι.

Ἦν δὲ καὶ ἡ κτῆσις πρόχειρος· ὃν γὰρ ἄν τις προσήνεγκε χάρτην τῷ βασιλεῖ αὐτίκα ὑπεσημαίνετο, κἂν σολοίκως εἶχε τῆς φράσεως, κἂν ὁ προτείνων ἐδεῖτο ναυτίλλεσθαι μὲν τὴν ξηράν, ἀροῦσθαι δὲ τὴν θάλασσαν, ἢ τὰ ὄρη ἐν καρδίαις θαλασσῶν μετατίθεσθαι, εἴτε μήν, ὡς ὁ μῦθος βούλεται, Ὀλύμπῳ Ἄθων ἐπανατίθεσθαι.

Οὕτω δὲ πάντα τετελεκώς, ἢ μᾶλλον συντετελεκὼς οἰκειότερον εἰπεῖν, ὡς καὶ χαρίζεσθαι τῷ καιρῷ τε καὶ τοῖς πράγμασι βιαζόμενος διαφίησιν ἔπειτα τὰ στρατεύματα εἰς ἤθη τὰ οἰκεῖα ἐπανελθεῖν μηδένα θέμενος λόγον, εἰ τὰ ἐν ποσὶν οἱ Βλάχοι ληΐζονται μετὰ Σκυθῶν ἐπιόντες. καὶ αὐτὸς μὲν οὐκ εὐθὺς ῥυτῆρι παντὶ τῆς εἰς τὴν πόλιν ἥψατο, ἀλλ᾿ ὡς τοῦ ἀδελφοῦ συσχεθέντος καὶ πηρωθέντος μηδένα ὑφορώμενος κίνδυνον, βάδην καὶ τοῖς σταθμοῖς ἐμβραδύνων ἐπορεύετο.

Ἤδη γὰρ καὶ τὸ τῆς πολιτείας αὐτὸν ἀνευφήμησε πλήρωμα καὶ πρὸς τῆς γυναικὸς Εὐφροσύνης ἡ τούτου προητοίμαστο εἴσοδος τό τε τῆς συγκλήτου μέρος, εἰ καὶ μὴ ἅπαν, ἱλαρῶς ὅσα οἱ ξυνενήνεκται ἤνεγκε καὶ τῶν ἐκ τοῦ δήμου πρὸς τὴν ἀκοὴν τῶν ἠγγελμένων οὐδέν τις ἀτάσθαλον ἐνεόχμωσεν, ἀλλ᾿ ἠρέμησαν πρῶτα μὲν πάντες καὶ συνεπηυδόκησαν τοῖς ἀκουσθεῖσι, μήτε βατταρίσαντες, μήτ᾿ ἀναφλεγέντες πρὸς δικαίαν ὀργήν, οἷς εἰωθὸς αὐτοῖς βασιλέα χειροτονεῖν, ὑπὸ τῶν στρατοπέδων καὶ τοῦτο ἀφῄρηνται.

Ἐπεὶ δὲ πρὸς τὸ μέγιστον ἀρχεῖον ἡ τοῦ Ἀλεξίου σύνευνος Εὐφροσύνη ἄρασα ἤλαυνε, τότε τῶν βαναύσων καὶ ξυγκλύδων τινὲς φιλοτάραχοι φατρίαν κροτήσαντες καὶ σύστρεμμα ποιησάμενοί τινα Κοντοστέφανον, ὀνόματι Ἀλέξιον, ἐπ᾿ ἀγορᾶς ἀναγορεύουσιν αὐτοκράτορα, ἀστροθεάμονα ὄντα καὶ πάλαι τῇ ἀρχῇ ἐνεδρεύοντα, οὐκέτι λέγοντες θέλειν ὑπὸ Κομνηνῶν βασιλεύεσθαι γεγενημένων αὐτοῖς εἰς πλησμονήν.ῆς δὲ βασιλίδος Εὐφροσύνης ἐπικινδύνως οὕτω τὸ μέγα παλάτιον εἰσιούσης καὶ τῶν ἀπ᾿ εὐσήμου γένους ἐκείνῃ ἐφεπομένων κατὰ τοῦ Κοντοστεφάνου ἐξορμησάντων τολμηρότερον μᾶλλον ἢ συνετώτερον, τό τε χυδαΐζον τῆς πόλεως διασκίδναται καὶ ὁ Κοντοστέφανος συλληφθεὶς φρουρᾷ παραδίδοται.

Τοῦ δὲ δημώδους πλήθους οὕτως ἠρεμηκότος, καὶ αὐτὸ συναπτῶς τὸ τῆς ἐκκλησίας πλήρωμα τῇ νέᾳ τυραννίδι συμβαίνει καί τις τῶν νεωκόρων ὀλίγοις ὑποφθαρεὶς κέρμασι (τοῦτο δὲ καὶ τῶν ἀγοραίων οἱ ταραχώδεις πεπόνθασι καὶ βραχεῖς τῶν ἐκ τοῦ δικαστικοῦ τάγματος, τὰ δὲ ὀνόματα προφέρειν οὐ δύναμαι) τῆς τοῦ Ἀλεξίου εὐφημίας κατάρχεται εἰς τὸν ἱερὸν ἀνάσταθμον ἀνιών, μὴ ἀναμείνας ἐκ τοῦ ἀρχιποίμενος τὸ ἐνδόσιμον. ἀλλὰ καὶ οὗτος, μικρόν τι ἐνστὰς καὶ ὅσον τὸν μὴ αὐτόκλητον ὑπεμφῆναι, τὴν γνώμην εἰς τὸν ἄρξαντα μετατέθεικε. καὶ τοῦ πατριάρχου τοίνυν ὑποχαυνωθέντος, οὐδεὶς ἦν ἐκ τούτου γνωσιμαχῶν, ἀλλ᾿ ἁπαξάπαντες τὸ ἀρχεῖον καταλαμβάνοντες ηὐτομόλουν ἀτεχνῶς τῇ βασιλίδι ὡς ἀνδράποδα καὶ πρὶν ἰδέσθαι τὸν τυραννήσαντα ἢ γνῶναι ἀκριβῶς, ὁποῖα τὰ ξυνενεχθέντα τῷ πρώην ἄνακτι, τῇ τοῦ λεγομένου βασιλεῦσαι καθυπέκυπτον γυναικὶ καὶ ὑπετίθουν ὡς θρανίδας τὰς κεφαλὰς καὶ τὴν ῥῖνα τῇ ἐμβάδι δίκην προσκνυζωμένων κυνιδίων ἐνήρειδον καὶ περιδεεῖ παρίσταντο σχήματι τὼ πόδε συνάπτοντες καὶ τὼ χεῖρε συμβάλλοντες. καὶ οἱ μὲν ἀβέλτεροι οὕτως ἐξ ἀκοῆς ἀνασσόμενοι· ἡ δὲ βασιλὶς χρῆμά τι οὖσα ποικίλον καὶ πράγμασιν εὐμεθάρμοστον προσφυεῖς ταῖς πεύσεσι τὰς ἀποκρίσεις ἐμέριζε καὶ τοὺς εὐήθεις διέχεε Βυζαντίους ἐν οἷς ἐκώτιλλεν· οἱ δὲ ὡς ὕες, αἳ τὰς γαστέρας καταψώμεναι ὑπτιάζουσιν, ὑποκνώμενοι τὰ ὦτα τοῖς εὐπροσηγόροις ἀσπασμοῖς οὐδέν τι τῶν συμβεβηκότων ὑπὸ νέμεσιν ἔθεντο. καὶ τοιαύτη μὲν ἡ προεισόδιος ἑτοιμασία τοῦ βασιλέως ἦν Ἀλεξίου, ἀναίμακτος πάντῃ καὶ μηδένα τῶν ὅλων ἐς οὐσίαν ἀδικήσασα.

Εἴσεισι δὲ τὸ Βυζάντιον μεθ᾿ ἡμέρας τινὰς καὶ αὐτὸς καὶ κλίνῃ χρυσοπάστῳ νεόλουτος ἐνιζήσας κατὰ τὸ λεγόμενον ἔξω Φιλοπάτιον περιχαρῶς καὶ ἀσμένως τοὺς ἐς αὐτὸν ἀφικνουμένους προσίετο, μὴ καταπεπτωκὼς τὴν κατάστασιν τῆς ψυχῆς ἐξ ὧν ἐς τὸν ἀδελφὸν διεπράξατο.ινὲς δὲ τῶν τοῦ βήλου κριτῶν μὴ εὐκαίρως τὸν καιρὸν κολακεύοντες βωμολόχους ἐπαφῆκαν φωνάς, ἐν αἷς καὶ ὦφλον κατάγελων. ἦσαν δ᾿ οἳ καὶ ἐπεστέναξαν τοῖς ὁρωμένοις καὶ τοὺς βασιλείους κόσμους κατωπτευκότες, οὓς ἑαυτῷ ἐπέρραψεν Ἰσαάκιος, περιαμπίσχοντας ἄρτι τὸν ἐκείνου κασίγνητον ἐπωδύραντο τὴν ἀτοπίαν ἐκπλαγέντες τοῦ πράγματος καὶ τὴν τοιαύτην ἀλλοίωσιν τῆς ἀρχῆς ἀρχὴν προσφάτων οἰωνίζοντο συμφορῶν τά τε Ὀσίριδος καὶ Τυφῶνος ἐβάλοντο κατὰ νοῦν, ὑφ᾿ ὧν ἐκακοπράγησεν Αἴγυπτος.

Εἰσελθὼν δὲ τὸ τῆς τοῦ Θεοῦ Σοφίας περίπυστον καὶ μέγιστον τέμενος, ὅπως κατὰ τὸ ἔθιμον ἐς βασιλέα χρισθῇ καὶ περιβαλεῖται τὰ τοῦ κράτους σύμβολα, πρῶτα μὲν ὀψιαίτερον τὸ τῆς πίστεως ἐγγράφει σύμβολον βαφῇ τῇ βασιλικῇ, ἔπειτα ταῖς ὡραίαις λεγομέναις τοῦ νεὼ πύλαις ἐγγίσας ἱκανὸν ἐκεῖσε χρόνον διέτριψε προσδεχόμενος, πότε ἂν ἐπιταχθείη τὴν εἴσοδον παρὰ τῶν ἀκριβούντων τὸ τῆς ὥρας καίριον τῶν ἱερῶν Κατηχουμενείων ἄνωθεν. ἐξιὼν δὲ τοῦ νεὼ καὶ μέλλων ἐπιβῆναι τοῦ ὀχήματος, ὁ μὲν ἵππος (ἦν δὲ οὗτος φατνιστὸς καὶ Ἀράβιος) προσάγεται παρὰ τοῦ πρωτοστράτορος ἀπὸ τοῦ χαλινοῦ ἑλκυσθείς, γίνεται δέ τι τῶν ἀήθων καὶ ἀξίων θαύματος. οὐ προσίεται ὁ ἵππος τὸν ἀναβάτην, ἀλλὰ φριμάσσων ὕφαιμος τὸ ὄμμα καὶ τὸ οὖς μετέωρος καὶ συχνὰ κόπτων τὸ δάπεδον καὶ ἀναβάλλων τοὺς ἔμπροσθεν πόδας καὶ ῥύδην φερόμενος αὐτὸν ἀπεστρέφετο, ἀδοξῶν ὥσπερ ἐπὶ τῶν νώτων ὀχεῖν καὶ κατ᾿ αὐτοῦ ἀγριούμενος. πολλάκις οὖν πρὸς τὸ ἱππεύειν γενόμενον τὸν Ἀλέξιον ἀπεκρούσατο τὰς ἐμπροσθίους ἐνσείων χηλὰς καὶ τὰς ὄψεις ἐπιστρέφων ὀπίσω. ὡς δέ ποτε μετὰ πλεῖστα περιποππύσματα καὶ διομαλίσεις τοῦ αὐχένος ἔδοξεν ἠρεμήσειν καὶ παύσασθαι τῶν ἀγερώχων ἐκείνων ἑλίξεων καὶ τῆς τῶν ποδῶν ἀερώσεως, ὁ μὲν βασιλεὺς ἐπ᾿ αὐτὸν ἀνεπήδησε καὶ τῶν ἡνίων ἐλάβετο, ὁ δὲ ὥσπερ ἠπατημένος καὶ δεξάμενος ἀναβάτην, ὃν οὐκ ἤθελεν, ἠτάκτει τε ὡς πρώην καὶ τοὺς πόδας ἀνίστη μετ᾿ ἐξακούστων τῶν χρεμετίσεων· οὐδ᾿ ἔληξεν ἐκβακχευόμενος οὕτως, ἕως τὸ μὲν λιθόστρωτον στέφος ἐκ τῆς κεφαλῆς τοῦ βασιλέως εἰς γῆν κατήνεγκεν, ὡς καὶ τούτου διαθραυσθῆναι μέρη τινά, αὐτὸν δ᾿ ἀπεσφαίρισεν. ἵππου τοίνυν ἑτέρου προσενεχθέντος, οὐχὶ μεθ᾿ ὑγιοῦς ἐπόμπευσε στεφανώματος, ὃ καὶ μὴ αἴσιον τῶν ἐσομένων ἔδοξε σύμβολον· μηδὲ γὰρ ἂν ἀδιαλώβητόν οἱ συντηρηθῆναι τὴν βασιλείαν, ἀλλὰ τοῦ ὕψους ἀποπεσεῖν καὶ προσπαθεῖν αὐτὸν ὑπὸ τῶν ἐναντίων κακῶς.

Συνεπόμπευον δὲ τῷ βασιλεῖ ἔφιπποι καὶ οἱ δύο ἐπὶ θυγατράσι τούτῳ γαμβροί, ὁ Κοντοστέφανος Ἀνδρόνικος καὶ ὁ Κομνηνὸς Ἰσαάκιος, καὶ ὁ πρὸς πατρὸς ἐκείνῳ θεῖος Ἰωάννης ὁ Δούκας, πεπαίτερος ὤν, ᾧ καὶ κατὰ τὴν πομπαίαν ἐκείνην πρόοδον συνέβη τι τοιοῦτον παράλογον· μὴ γάρ τινος διαταράξαντος τὴν ἡμίονον, ᾗ ἔποχος ἦν, τὸν σεβαστοκρατορικὸν ἀπεβάλετο στέφανον, ἀνατραπέντα τῆς κορυφῆς καὶ αὐτομάτως καταπεσόντα εἰς ἔδαφος. πρὸς ὅπερ οἱ μὲν θεώμενοι ἐξεβόησαν καὶ εἰς γέλων διεκινήθησαν τὴν ἐγκρυφιαζομένην τῷ στεφάνῳ πρότερον φαλάκραν ὡς πλησίφωτον σελήνην τότε κατωπτευκότες· ὁ δὲ Δούκας τὴν ἀνάγκην μετατιθεὶς εἰς τὸ εὔχαρι καὶ τὸ μείλιχον, ἄλλως τε κἀν τοῖς ἀβουλήτοις μὴ ἑτοίμως χολούμενος, ἔφερεν ὡς σύμμικτον ἡδονῇ παιδιὰν τὴν τῶν πλείστων ἐπὶ τῷ γεγονότι διάχυσιν γεγηθὼς ἐν μέρει καὶ αὐτὸς καὶ μηδαμῶς τὸν ἀγανακτοῦντα ὑποκρινόμενος.

Ὁ δὲ βασιλεὺς τὴν ἀγγελωνυμίαν παρωσάμενος Κομνηνὸς ἐπελέγετο, εἴτε τὸ ἐπώνυμον ἀδοξῶν οἷα ὑφιζάνον πρὸς τὸ Κομνηνικὸν κλέϊσμα, εἴτε συναφαντῶν τῷ ὁμαίμονι καὶ τὴν ἐκείνου ἐπίκλησιν. ἁπάντων δ᾿ οἰομένων μετὰ τὴν ἀναγόρευσιν αὐτίκα καὶ τὴν τῶν πραγμάτων ἠρέμησιν ὁπλιτεύοντα φανῆναι καὶ θυραυλοῦντα τὸν Ἀλέξιον καὶ οὐχ ὅπως ἀντιστήσεσθαι τοῖς ἐν χερσὶ δυσχερέσιν, ἀλλὰ καὶ τὰ πρότερον ἡμαρτημένα πρὸς τοῦ κασιγνήτου μὴ ἄν ποτε ἀνασχέσθαι παροφθῆναί οἱ ὁπωσοῦν ἀδιόρθωτα, καὶ μάλισθ᾿ ὅσα κακῶς ὑπὸ βαρβάρων ἔπαθον μὴ τὸν ἀνθιστάμενον ἔχοντα μηδὲ τὸν ὁτεδὴ παθηνάμενον, ὁ δὲ πρὸς ἅπαν τοὐναντίον μεθήρμοστο καὶ ὡς τὸ ἀκρότατον ἤδη τῶν ἐφετῶν εἰληφὼς καὶ πρὸς ὃ πάλαι τὸ πᾶν ἐπέτεινε πρόθυμον πεφθακὼς ἀνέπεσε στεφηφορήσας, ὡς εἴπερ οὐκ ἐπιστασίαν ἔννομον ἀνθρώπων, ἀλλ᾿ εὐπορίαν χλιδῆς καὶ ἀνέσεως παροχὴν τὴν βασιλείαν ᾤετο.

Οὐκοῦν καὶ τὴν τῶν κοινῶν διοίκησιν παρεικώς, ὡς τὸ πηδάλιον ὁ κυβερνήτης, ὃς ἀπείρηκε πρὸς τὰ κύματα, χρυσοφορῶν ἦν καὶ τὴν ἀκοὴν ὅλην ἀναπεταννὺς καὶ πᾶσαν ἔντευξιν χαριζόμενος τοῖς ἐκ τῆς μερίδος τῶν συνεφαψαμένων αὐτῷ τῆς ἀρχῆς καὶ ἀφειδῶς ἀμφοτέραις ἀπήντλει τὰ χρήματα, ἅπερ συνέλεξεν Ἰσαάκιος, οὔτε τὴν ἐργώδη τούτων ἐσέπειτα συναγωγὴν σκοπούμενος, οὔτε τὴν διακενῆς ἀπόκτησιν εὐλαβούμενος. τῷ τοι διαφορηθέντων δίκην ἀχυρμιᾶς καὶ κατὰ θερινὴν κόνιν ἐσκεδασμένων ταχέως πρὸς ἀργὰς γαστέρας, ἃς οὐδ᾿ ἦν ἐπιστάμενος, ὁ τῇ φιλοδωρίᾳ προσκείμενος εἰκῇ αὐτοκράτωρ ἑαυτὸν τῆς ἀσωτίας ἐμέμφετο ὕστερον, ἡνίκα χρημάτων ἐχάτιζεν.

Ἦν δὲ καὶ ἡ τοῦ βασιλέως τοῦδε ἄκοιτις τὸ μὲν φρόνημα καὶ λίαν ἀνδρώδης καὶ γλῶτταν αὐτοφυῶς αὐχοῦσα σοφιστικήν, χάρισι διηνθισμένην καὶ περιθεομένην γλυκύτητι, καὶ προγνῶναι τὸ μέλλον ἱκανωτάτη καὶ τὸ ἐνεστὼς ἀρίστως διοικήσειν ἐπισταμένη, τὰ δ᾿ ἄλλα κακὸν διωλύγιον, οὔ φημι τὰς κομμώσεις καὶ βασιλείας καθηδυπάθησιν καὶ τὸ ἰσχύειν ὑπὲρ τὸν ὁμευνέτην εὐροίᾳ φύσεως μετενεγκεῖν τὰ καθεστῶτα καὶ τὰ μὴ ὄντα ἐπεξευρεῖν (ταῦτα γὰρ οὐ διὰ λόγου τῇ ἱστορίᾳ· κἂν εἶεν γυναιξὶν οὐχ ἁρμόδια, καὶ βασιλίσσαις οἱαισδὴ προσεγένετο), ἀλλ᾿ ὅτι τὸ κάλυμμα τῆς αἰδοῦς ἀτιμάσασα ἐκλῴζετο καὶ διεσυρίττετο καὶ εἰς ὄνειδος ἦν τῷ ταύτην ἁρμοσαμένῳ. ὁ δὲ τὰ μὲν πρῶτα εἰδέναι τὰ ἀτοπούμενα παρὰ πᾶσιν ἐκρίνετο, τὸν δ᾿ ἀγνοοῦντα σχηματίζεσθαι, ἐξ ὧν δ᾿ ὕστερον διαπεπράχει, ὅτε τὰ κατὰ τὴν σύνοικον γεγόνασιν ἔκπυστα, σαφῶς ὑπέδειξεν ὡς οὐδὲν τῶν τολμωμένων ἠπίστατο. δηλώσει δὲ ταῦτα τὸ λέγειν κατὰ τὸν οἰκεῖον καιρόν.

Τῆς τοίνυν βασιλίδος τοὺς ὅρους ὑπερβαινούσης καὶ τὰ ταῖς πρὶν αὐγούσταις Ῥωμαίων ἔθιμα ἀδοξούσης, εἰς δύο ἀτεχνῶς ἀρχὰς ἡ βασιλεία διῄρητο· οὐ γὰρ ὁ κρατῶν μόνον ὁπόσα ᾑρεῖτο διεκελεύετο, ἀλλὰ ταὐτοδυνάμως τούτῳ κἀκείνη τὰ πρὸς βουλῆς διεπράττετο, ἐν πολλοῖς δὲ καὶ ἀνέλυε πρὸς τὸ θυμῆρες αὐτῇ μεταμείβουσα ἅπερ ἐδέδοκτο βασιλεῖ. ἀλλὰ καὶ πρεσβείας μεγίστης ἐθνῶν μελλούσης βασιλεῖ ἐποπτάνεσθαι, θρόνοι συμφυῶς πολυτελεῖς παρετίθεντο, καὶ συνεδρεύουσα προεκάθητο λαμπρῶς διεσκευασμένη, λίθοις τε καὶ μαργάροις διαφανέσι τὸ τυμπάνιον διαδέουσα καὶ τὸν τράχηλον ὁρμίσκοις πολυτίμοις διαλαμβάνουσα. ἐνίοτε δὲ κατ᾿ ἄλλας βασιλείους οἰκοδομὰς διιστάμενοι καὶ ἀνὰ μέρος ἀμφότεροι προφαινόμενοι εἰς ἑαυτοὺς ἐμέριζον τὸ ὑπήκοον· ἢ καὶ πρώτως ἀπονεῖμαν βασιλεῖ προσκύνησιν, ἐκεῖθεν ἀπαῖρον πρὸς τὴν βασιλίδα μετεπορεύετο καὶ βαθυτέραν αὐτῇ παρεῖχε τοῦ γόνατος σύγκαμψιν. οὐ βραχεῖς δὲ καὶ τῶν καθ᾿ αἷμα βασιλεῖ ἐγγιζόντων καὶ οἷς τὰ ὑπερήφανα τῶν ὀφφικίων ἀνέκειντο τοὺς ὤμους ὡς θρανίδας ὑποβάλλοντες ἐπὶ τῶν λαμπρῶν καὶ μετεώρων θώκων τὴν βασιλίδα ἀνέφερον.

Ἀλλ᾿ οὔπω μῆνες τρεῖς παριππεύκεισαν, καὶ φήμη τις πρόεισιν ἀψευδὴς ἐκ Κιλίκων τινὰ ὁρμώμενον Ἀλέξιον τοὔνομα, τῷ τοῦ βασιλέως Ἀλεξίου ὀνόματι ἐποχούμενον, ὃν ὁ βασιλεὺς ἐγείνατο Μανουήλ, τῷ τῆς πόλεως Ἀγκύρας σατραπεύοντι προσρυῆναι καὶ ὑπ᾿ αὐτοῦ προσδεχθῆναι ὡς υἱὸν ἀληθῆ τοῦ αὐτοκράτορος Μανουήλ, οὐχ ὅπως περατώσειεν αὐτῷ τὰ κατ᾿ ἔφεσιν (ᾔδει γὰρ κἀκεῖνος ὡς ὁ βασιλεὺς Ἀλέξιος διὰ πνιγμονῆς ὑπ᾿ Ἀνδρονίκου τὸν βίον κατέστρεψεν), ἀλλ᾿ ἵν᾿ ὁ βασιλεύων Ῥωμαίων συνδιαπλέκοιτο πράγμασι, τοῖς στασιασταῖς ἀντικαθιστάμενος, καὶ αὐτὸς ἐντεῦθεν παρακερδαίνῃ τι, χρημάτων ὤνιον τὴν μετὰ Ῥωμαίων φιλίαν κτώμενος. ἐπεὶ δὲ καὶ εἰς ἔργον ταῦτα δὴ τὰ ἀγγέλματα ἐκβεβήκει καὶ ὁ ψευδώνυμος οὗτος Ἀλέξιος τοῖς ὁμόροις τῇ Ἀγκύρᾳ Ῥωμαϊκοῖς πολίσμασιν ἐπεφύετο, ἐνισχυόμενος παρὰ τοῦ Πέρσου καὶ κρατυνόμενος, στέλλεταί τις ἐκτομίας, ᾧ τοὐπίκλην Ἠονοπολίτης, ἄρτι πρὸς βασιλέως παρακοιμώμενος τιμηθείς.

Μηδέν τι δὲ τοῦ θλαδίου κατορθοῦντος πρὸς τὴν ὑπόθεσιν δεῖν ἔγνω καὶ αὐτὸς ὁ βασιλεὺς ἐξελθεῖν, ἐν τῷ μέρει δὲ καὶ τῶν μετὰ τοῦ Πέρσου σπονδῶν ἐπιμεληθῆναι, εἰδὼς ὡς οὕτω μάλιστα ῥᾳδίως καταγωνίσαιτο τὸν ὀνόματι ἑτέρου, καὶ τούτου πάλαι τεθνεῶτος, ἐπερχόμενον αὐτῷ ἀντίπαλον. πλὴν ὁ Πέρσης τῷ καιρῷ καταχρώμενος οὐκ ἄλλως τὴν εἰρήνην ἐδέχετο, εἰ μὴ αὐτίκα δωρήσεταί οἱ βασιλεὺς ἀργυρίου κεντηνάρια πέντε κεκομμένα εἰς νόμισμα, ἐτησίως δ᾿ ἔκτοτε τρισὶν ἐκ τούτων φιλοτιμεῖται καὶ σηρικοῖς τεσσαράκοντα νήμασιν, ἅπερ ἐκ Θηβῶν ἑπταπύλων βασιλεῖ κεχορήγηται.

Ἀφικόμενος οὖν κατὰ τὸ πόλισμα τὰ Μελάγγεια πρὸς τῶν ἐκεῖσε βασιλεὺς αὐτοκράτωρ ἀναγορεύεται, πλὴν οὐχὶ καὶ γενναίαν τὴν κατὰ τοῦ ἀντιστάτου Ἀλεξίου σύναρσιν εὕρισκεν, ἀλλ᾿ ὡς βασιλεῖ Ῥωμαίων αὐτῷ προσανέχοντες οὐδὲ τὸν Ψευδαλέξιον ἐκεῖνον φιλοφροσύνης εἴων ἐκτός, τούτῳ τε κἀκείνῳ τὰ βλέμματα χαριζόμενοι πρὸς ἑκατέρους ταῖς γνώμαις ἔρρεπον, μηδαμῶς ἐμφαίνοντες, ὅτῳ προσρέπουσιν ἀκραιφνῶς· ὅθεν παντὶ τῷ βουλομένῳ παρεῖχον κατανοεῖν ὡς ἀμφίρροποι ὄντες οὐδετέρῳ μὲν ἐκ τοῦ αὐτίκα προσκείσονται, κατὰ δὲ καιρὸν τῷ νικῶντι προσθήσονται. ἀλλὰ κἀν ταῖς πρὸς βασιλέα ἐντεύξεσιν ὑπεξαίροντες τὸν Ἀλέξιον οὐδαμῶς ἔληγον· πολλάκις οὖν ἔλεγον ὡς „καὶ σὺ ἀγάσαιο ἂν τὸν ἄνδρα, εἰ θεάσαιο, δέσποτα βασιλεῦ. οὕτω πυρσαῖς καὶ ἐκτενέσι κόμαις ἠγλάϊσται, ὡς εἰ χρυσίου ἦσαν ἀπορρινήματα. οὕτως ἐστὶν εὐῆλιξ, οὕτως ἱππότης ἀκράδαντος, ὡς εἴπερ τῇ ἐφεστρίδι ἐμπεπερόνητο.” Πρὸς δὲ ταῦτα τοῦ βασιλέως ἀνθυπενεγκόντος ποτὲ ὡς ὁ τοῦ αὐτοκράτορος υἱὸς Μανουὴλ πάλαι ἀπεβίω θανάτῳ, ᾧ δὴ πρὸς Ἀνδρονίκου καταδεδίκαστο, ὁ δὲ νῦν προσιὼν οὗτος πλάνος ἐστὶ καὶ τοῦ τῶν Κομνηνῶν γένους ἀλλότριος, εἰ δ᾿ ἐκεῖνον δοίη τις ζῆν καὶ τοῦτον εἶναι τὸν ἐπιόντα, ἀλλ᾿ αὐτὸς ἄρχειν δήπουθεν δικαιότερος, ὁ καὶ τὰ Ῥωμαίων σκῆπτρα χειρίζων νυνί, ἐπελάβοντο τῶν λεγομένων οἱ ἀκροώμενοι καὶ ἀπ᾿ αὐτῶν πορισάμενοι τὴν ἀντίθεσιν „ὁρᾷς” ἔλεγον, „βασιλεῦ, ὡς ἀμφιγνοεῖς καὶ σὺ περὶ τοῦ παιδὸς καὶ τὸν ἐκείνου θάνατον ἀμφήριστον ἥγησαι; μὴ οὖν χαλέπαινε τοῖς τὸν νεανίαν οἰκτείρουσιν ἐκ μὲν τριγονίας τὴν βασιλείαν ἐς αὐτὸν καταβαίνουσαν ἔχοντα, ἀρχῆς δ᾿ ὁμοῦ καὶ πατρίδος παρὰ δίκην ἀποπλαζόμενον.” Ἰδὼν τοίνυν ὁ βασιλεὺς ὡς οὐδὲν ὠφελεῖ καὶ τὴν αὐτὸς αὐτοῦ παρουσίαν ἐπ᾿ οὐδενὶ κερδαλέῳ κατανοῶν γίνεσθαι, τὰ φρούρια διελθών, καὶ ἃ μὲν τούτων ἀποστήσας τοῦ Ἀλεξίου, ἃ δὲ πυρὶ παραδοὺς ὡς τῷ ἀντάρτῃ προσρέποντα, ἐπανόδου ἐμνήσατο, δυσὶ τὴν ἐκστρατείαν περιγράψας μησὶ καὶ τὰ κατὰ τὸν Κίλικα Ἀλέξιον ἐπιτρέψας τῷ Καντακουζηνῷ Μανουήλ.

Πλὴν οὐδ᾿ οὗτος ἐξήνεγκε πόλεμον κατ᾿ αὐτοῦ προφανῆ, καίπερ ἐμπλατυνομένου ἀεὶ τῇ ἐπικουρίᾳ τοῦ Πέρσου καὶ τῶν περὶ τὴν Ἄγκυραν φρουρίων φορολογοῦντος τὰ πάντα ἢ τὰ πλείονα. ἦν δ᾿ ἂν καὶ οὗτος ἐπὶ μακρὸν ἀμήχανον Ῥωμαίοις κακόν, εἰ μὴ θεὸς κἀνταῦθα φανεὶς καινουργὸς τὰ Ῥωμαίων ᾤκτειρε πράγματα· τὸ γὰρ φρούριον εἰσιών, ὃ Τζούγγρα κατονομάζεται, νυκτὸς ἀποσφάττεται μαχαίρᾳ παρά τινος. οὕτω μὲν οὖν καὶ οὗτος ἠφάντωται, κατὰ τάχος ἀστραπῆς διαΐξας καὶ πάλιν ἀποκρυβεὶς ἢ γοῦν ὡς ἐκ Κιλικίου Κωρυκίου πνεῦμα βίαιον διεκπνεύσας καὶ μέρος τῆς ὑπὸ Ῥωμαίους διακυκήσας μετὰ βραχὺ διεκφυσηθεὶς ἐπαύσατο τῆς σφοδρότητος.

Ἐπὶ δὲ τῷ κακῷ τούτῳ παρὰ πόδας ἕτερον ἐπεισέφρησε χείριστον, ἢ μᾶλλον δόξαν πρὸς καιρὸν ὑπορρεῦσαι πάλιν ἀνέβλαστε κατὰ κώνειον φθοροποιόν. ὁ Κομνηνὸς τοῦτο ἦν Ἰσαάκιος, ὃς ἐν τοῖς ἔμπροσθεν βιβλίοις ἐρρέθη μοι. οὗτος ἐγκρατὴς ἅμα καὶ ὀλετὴρ τῆς τῶν Κυπρίων νήσου γενόμενος ἑάλω μὲν πρὸς τοῦ ῥηγὸς Ἰγγλινίας ἐς Παλαιστίνην ἀφικνουμένου διαποντίου καὶ ὡς δοῦλος μαστιγίας τινὶ τῶν ὁμοφύλων ἐκείνῳ ἀποκεχάριστο καὶ ἦν ἁπανταχῇ διαδόσιμος ὡς κατέστρεψε τὸν βίον κακῶς ὁ κακός, φήμῃ δ', ὡς δέδεικται ὕστερον, μόνῃ ἀποβιοὺς καὶ δεσμῶν ἀπαλλαγεὶς καὶ φρουρᾶς ἀπολυθείς, ὡς μὴ ὤφελε, τῷ τῆς Ἰκονιέων ἄρχοντι πόλεως Καιχοσρόῃ προσρύεται καὶ ξενίας παρ᾿ ἐκείνῳ τετυχηκὼς τὸν παλαιὸν ἀναθάλπει τῆς τυραννίδος ἔρωτα. ἀνεκαλεῖτο μὲν οὖν πρὸς τοῦ βασιλέως Ἀλεξίου διὰ γραμμάτων συχνῶν, ἐναγούσης αὐτὸν εἰς τοῦτο τῆς βασιλίδος Εὐφροσύνης δι᾿ ἣν ἐκ συγγενείας ἐγγύτητα εἶχεν αὕτη πρὸς Ἰσαάκιον. ὁ δὲ ἀπεδυσπέτει καὶ πρὸς μόνην ἠγανάκτει τὴν τῶν ἐπιστελλομένων ἐνήχησιν, βασιλεύειν, οὐ μὴν βασιλεύεσθαι λέγων μαθεῖν, καὶ ἄλλων ἐξηγεῖσθαι, μὴ γοῦν ἑτέροις πείθεσθαι.

Συχνὰ τοίνυν γραμμάτια συνετίθει πρὸς τοὺς τῆς Ἀσιάτιδος γῆς πρωτεύοντας, τί μὲν τῶν ἀπειρημένων οὐκ εἰσηγούμενα, τί δὲ τῶν καθεστώτων οὐχὶ κινοῦντα, καὶ πάντα τοῖς πειθομένοις βραβεύοντα, εἴ πως τοῦ τῆς βασιλείας ὀνόματος ἐπιτεύξεται. ἀλλὰ καὶ πρώην διώκων ἦν τὰ ἀκίχητα καὶ ἃ μὴ θεὸς βεβούλευται διακενῆς μηχανώμενος· καὶ τότε δ᾿ ὁμοίως ἠλέγχετο μάτην διατεχνώμενος τὰ ἀνήνυτα. οὔτε γὰρ αὐτῷ προσέσχεν ὁ Πέρσης, ὥσπερ ἱμείρετο (ἐγλίχετο δὲ μεθ᾿ ὅλης τῆς οἰκείας ἰσχύος ἕπεσθαί οἱ κατὰ Ῥωμαίων στρατεύοντι καὶ πάνθ᾿ ὁπόσα ἐπιτάττειν ἔχει ποιεῖν), οὔτε οἷς ἐπέστελλε κρύβδην οὖς τις ὑπέσχετο εὔεικτον, ἀλλὰ πάντες ὡς ἀσπίδες οἷς ἐπῇδε τὰς ἀκοὰς ἐπέφραττον.

Τίς γὰρ ἂν θηρίῳ κατηκολούθησεν αἱμοβόρῳ, μετ᾿ οὐ πολὺ ταῖς ὄψεσιν ἐμπηδήσοντί τε καὶ ἀναιρήσοντι; ἢ μετ᾿ ὄφεως ἰοβόλου φιλίαν συνέθετο, κἂν προσπλέκοιτό τις αὐτῷ, τὸν ἰὸν ἐξεμοῦντος, κἂν ἐν κόλπῳ διαθάλπῃ, θανάσιμα δάκνοντος; πλὴν ἀλλὰ καὶ οὗτος κατὰ θεῖον ἐξέρρηξε μετὰ βραχὺ τὸ ψυχίδιον καὶ τοῖς λοιποῖς προσετέθη τυράννοις, οὓς χεὶρ Κυρίου ἠφάνισε, κἂν οὐκ εἴωθεν ἀμέσως ποιεῖν ἃ καινοποιεῖ πολλάκις σωτήρια. ᾔδετο δὲ μηδὲ φυσικῷ θανάτῳ δαμῆναι τὸν ἀλιτήριον, ἀλλὰ φαρμάκῳ ἀπολωλέναι κυλικοφορηθέντι παρά τινος μεγάλοις δώροις ἐπιρρωσθέντος πρὸς τοὖργον ὑπὸ τοῦ βασιλέως αὐτοῦ.

Ἐπὶ πᾶσι δ᾿ οἷς Ἀλέξιος ἐπειράσατο βασιλεύσας, εἴ πως σπείσαιτο Βλάχοις, καὶ πρέσβεις πέπομφε πρὸς τὸν Πέτρον καὶ τὸν Ἀσάν. ἐπέρανε δ᾿ οὐδ᾿ ὅλως τὴν εἰρήνην καὶ τὰς σπονδάς, οἷα τῶν ἀνδρῶν τούτων ὑπερόγκους τὰς ἀποκρίσεις ποιησαμένων κἀκεῖνα προθεμένων ὑπὲρ εἰρήνης, ἃ Ῥωμαίοις ἀδύνατά τε καὶ ἄτιμα δήπουθεν ἦν.

Ἀμέλει τοι τοῦ βασιλέως κατὰ τὴν ἕω διατρίβοντος προσβάλλουσι τοῖς περὶ τὰς Σέρρας Βουλγαρικοῖς θέμασι καὶ τὸ αὐλιζόμενον ἐκεῖσε Ῥωμαϊκὸν σύνταγμα ἡττηκότες ἄλλους τε πλείστους κακῶς εἰργάσαντο, καὶ δὴ καὶ αὐτὸν εἷλον ζωγρίαν τὸν Ἀσπιέτην Ἀλέξιον, ὃς εἰς ἀρχηγὸν Ῥωμαίοις προυβέβλητο. κρατοῦσι δὲ καὶ πολλῶν ἐκ τῶν ἐκεῖθι φρουρίων, καὶ αὐτὰ μὲν εἰς τὸ ἐπικρατὲς ἠσφαλίσαντο, αὐτοὶ δ᾿ ἐπανῆκον οἴκαδε λείαν ἐληλακότες οὐ σταθμητήν.

Βασιλεὺς δὲ μὴ καὶ μετέπειτα τοιοῦτόν τι διαπραχθείη προμηθούμενος, μεθ᾿ ἱκανῆς ἐξέπεμψε στρατιᾶς τὸν ἑαυτοῦ γαμβρὸν Ἰσαάκιον τὸν σεβαστοκράτορα, ὅτε δὴ καὶ Ἀσὰν πρὸς τοὺς εἰσάγοντας παραίνεσιν Βλάχους μηκέτι τὰς κατὰ Ῥωμαίων ἐπελεύσεις μετὰ θερμότητος τίθεσθαι, μεμνῆσθαι δὲ καὶ μεθόδων στρατηγικῶν (ἄρχειν γάρ, ὡς πυνθάνονται, ἄνδρα πολεμικὸν καὶ λίαν τοῦ ἀδελφοῦ προφερέστερον), μετὰ κόμπου ἀπεκρίνατο μὴ δεῖν ἀεὶ ταῖς φήμαις ἐπικλίνειν τὸ οὖς, μήτε ὃν ἀνδρεῖον αὕτη διαθρυλλεῖ ὡς ἤδη καὶ τοιοῦτον ὄντα τοῦτον κατεπτηχέναι, οὔθ᾿ ὃν διέξεισι δειλὸν καὶ ἀνάλκιδα πρὸ τῆς πείρας ἀθερίζειν καὶ ἀποπέμπεσθαι, ἀλλὰ τὴν μὲν φήμην μὴ πάμπαν ἀποστρέφεσθαι, ὅτι μηδ᾿ ἐς ἅπαν ἀπόλλυται, καὶ μάλιστα ἣν πλεῖστοι λαοὶ φημίζουσιν, ἐπάγειν δ᾿ ὡς λίθον Μάγνησσαν τὰς πράξεις τῶν ἐνδιαβαλλομένων εἴτε μὴν κροτουμένων παρ᾿ αὐτῆς ἀνδρῶν, ἐν πολλοῖς δὲ καὶ τὸν ὀφθαλμὸν ἱζάνειν τῶν φημιζομένων δικαστήν, καὶ οὕτω προσίεσθαι τὴν φήμην ὡς ἀληθῆ, ἢ γοῦν μύροις ἀλείφειν ὡς ψευδῆ καὶ ἄλλοθί που ἀφιέναι πέτεσθαι.

„Τὰ γὰρ ὦτα οὐκ οἶδε τὰ δρώμενα, ἀλλὰ γλώττης ὄχλον εἰσοικιζόμενα φύλακές εἰσιν ἀλλοτρίων, καὶ τούτων ἐναντίων πολλάκις ἐνηχημάτων. ἀσφαλὴς δέ ἐστι τῶν γινομένων διαιτητὴς ὀφθαλμὸς καὶ μάρτυς ὧν θεᾶται ἀπαραλόγιστος, οὐχ ἑτέρωθεν εἰσχεομένην ἔχων τὴν πίστιν ὡς τὴν τῶν λεγομένων εἰς ἐνοίκησιν ἀκοή.

Μὴ οὖν δὴ καὶ ὑμεῖς θροεῖσθε ὡς ὁ νῦν Ῥωμαίων βασιλεύων γενναῖος ὑπὸ φήμης κηρύττεται, ἀλλ᾿ εἰ τοιοῦτός ἐστιν, ὁποῖος ᾄδεται, χρεὼν σκέψασθαι. ὁδηγὸς δὲ ὑμῖν εἰς τοῦτο ἔστω βίος ὁ πρότερος καὶ καθηγητὴς ἀκριβὴς τοῦ ἀνδρὸς καθιστάσθω. ἀτὰρ εἰ φιλοκρινήσετε, οὐκ ἂν ἐφ᾿ ὁτιοῦν εὐδοκιμηκότα εἴσεσθε τουτονί· οὔτε γὰρ πολέμοις ὡμίλησε καὶ κινδύνοις ὑπὲρ Ῥωμαίων παρενεβλήθη συστρατευόμενος καὶ συγκάμνων τῷ ἀδελφῷ, ὅσα γε αὐτὸς ἴσημι κείρων ἀεὶ καὶ κατατρέχων τὴν πολεμίαν καὶ νίκας ἐπὶ νίκαις ἀναιρούμενος καὶ τροπαίοις ἐπιστοιβάζων τὰ τρόπαια, οὔτε μὴν μισθὸν καμάτων τὴν ἁλουργίδα καὶ τὸν βασίλειον εἴληχε στέφανον, ἀλλ᾿ ὡς ἐκ τῶν ἔργων ὑπέδειξε, τύχης ἀγνώμονος πέττευμα τὰ σκῆπτρα παρείληπται. οὗτος τοίνυν, ὃς οὐ τεθέαταί μοι μαχόμενος οὐδὲ χειρὶ καὶ φωνῇ καὶ βουλῇ τὰ τῶν Μυσῶν παραλυπήσας ἐνίοτε, ὅπως ἐξαίφνης εἰς ἅπαν τοὐναντίον μεταπεποίηται, ἐγὼ μὲν οὐκ ἔχω καὶ συνιδεῖν.

Ἵνα δὲ καὶ δι᾿ ὑποδείγματος, καθ᾿ ὅσον ἔξεστι, τὰ κατὰ τὸν ἄνδρα τουτονὶ καὶ τὸ λοιπὸν αὐτῷ γένος διασαφήσαιμι, ὁρᾶτε τὰ ἐπὶ τοῦ ἐμοῦ δόρατος ἀπαιωρούμενα καὶ ἀνεμούμενα διάφορα ταῖς χροιαῖς, εἰ μὴ καὶ ταῖς ὑφαῖς, νήματα. ταῦτα μιᾶς μὲν προελήλυθεν ὕλης καὶ εἷς ὑφάντης αὐτὰ ἐμηρύσατο· τοῖς δὲ χρώμασι διαλλάττοντα διεστάναι δοκοῦσι καὶ κατὰ τὸ τοῦ εἶναι ποιητικὸν αἴτιον. ἀλλ᾿ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. Ἰσαάκιος οὖν καὶ Ἀλέξιος οἱ ὁμαίμονες, ὧν ὁ μὲν τῆς βασιλείας ἤδη καθῄρηται, ὁ δὲ τηβεννοφορεῖ νῦν καὶ διαδεῖται ἀρχικῷ στεφανώματι, ἕνα τοκέα ἔσχον, τῆς αὐτῆς νηδύος ἐξώλισθον, κατὰ τὴν αὐτὴν γεγένηνται γῆν, τὰ πάνθ᾿ ὅμοια ἐκληρώσαντο, κἂν ἅτερος τούτων Ἀλέξιος τῷ χρόνῳ προήκων ἑώραται. ὅθεν οὐδὲ κατὰ τοὺς πολέμους διαφέροιεν ἄν, ὡς ἔμοιγε γοῦν δοκεῖ καὶ ὡς ἐν πείρᾳ πάντως γνωσόμεθα.

Χρῆναι τοίνυν φημὶ μετὰ τῆς αὐτῆς καὶ προτέρας προθέσεως καὶ πάλιν τῶν κατὰ πόλεμον ἅπτεσθαι, εἰδότας ὡς οἷς καὶ πρότερον ἐξ ἐναντίας μοίρας καὶ νῦν στησόμεθα, ἵνα μὴ καὶ χείροσιν εἴποιμι, ἀφορῶν μὲν καὶ πρὸς τὸ καταβεβλημένον καὶ ἀτονώτερον ἤδη φρόνημα τῶν Ῥωμαίων, οἳ πολλάκις ὑφ᾿ ἡμῶν τροπωθέντες οὐδ᾿ ἅπαξ τὰ κατ᾿ αὐτοὺς ἀναλαβεῖν ἐσχήκασι πράγματα, ἐννοῶν δὲ καὶ ἣν θεόθεν ἐπεσπάσαντο οἵδε μῆνιν τὸν αὐτοὺς βαρείας τυραννίδος ἀπηλλαχότα Ἰσαάκιον βασιλείας ἐννόμου καθῃρηκότες· οἱ γὰρ οὕτω κατὰ τῶν σεσωκότων ὁπλισάμενοι οὐκ ἂν φθάνοιεν ὑπὸ τῶν ἐχθρῶν ὡς παράσπονδοι ἀναιρούμενοι.” Τοιαύταις γνώμαις ὁ βάρβαρος τὰ τῶν ὑπ᾿ αὐτὸν ἀναστήσας φρονήματα μετὰ κόμπου μείζονος ἐπῄει κατὰ τῶν περὶ Στρυμόνα τε καὶ Ἀμφίπολιν ἐπαρχιῶν. ἐπεὶ δὲ καὶ ταῖς Σέρραις ἐμβαλεῖν Ἰσαακίῳ ἤκουσται τῷ σεβαστοκράτορι, νέος ὢν οὗτος καὶ προσεχεῖ τινι τῶν Βλάχων ἐπαρθεὶς πταίσματι, μὴ προεξετάσας τὴν τῶν πολεμίων δύναμιν, τῇ δ᾿ ἀκοῇ συνάψας τὴν κατ᾿ αὐτῶν ἐξόρμησιν, ἀνίστησί τε παραχρῆμα τὴν στρατιὰν τῆς σάλπιγγος ἐνδούσης τὸ σύνθημα καὶ τὸν πολεμιστήριον πρῶτος ἵππον ἀναβὰς καὶ θωρακισάμενος, κατ᾿ ἐπειγωλήν, οὐχὶ βάδην τὸ δόρυ κατὰ τῶν ἀντιπάλων τιταίνων ἔξεισιν, ὡς εἴπερ ἐλάφων αὐτῷ κυνηγέσιον προηυτρέπιστο ἢ θηρευτικὰ ἐκεῖ που ἀθύρματα προητοίμαστο.

Διελθὼν οὖν ἀνέτῳ ῥυτῆρι ὡσεὶ σταδίους τριάκοντα τό τε ἱππικὸν ἀποκναῖσαι πεποίηκεν, ὡς ἀχρεῖον εἶναι κατὰ τὴν ὥραν τῆς προσβολῆς καὶ τὸ πεζικὸν ἐκεῖθεν ἐκλυθὲν καὶ διαχυθὲν ἐς οὐδὲν γεγονέναι μετέπειτα χρήσιμον. ὡς δὲ ἤγγισεν ἔνθα παρενέβαλε τὸ πολέμιον, τοῦ μὲν Ἀσὰν τὸ πλεῖστον καὶ κράτιστον στράτευμα ἐς ἐνέδρας καὶ λόχους διαμερίζεται, ὁ δ᾿ Ἰσαάκιος μὴ τὸ στρατήγημα τοῦτο καὶ τὸν δόλον ὅλως κατανοήσας, ὡς ἡττήσων καὶ τροπωσόμενος βακχευτικῷ ἐπῆλθεν ὁρμήματι· διὸ καὶ τῶν ἐν τοῖς λόχοις ἐπιθεμένων, ὡς ἐν μέσαις συσχεθεὶς ἄρκυσι πολλοὺς μὲν ἀπέβαλε τῶν ἰδίων, τέλος δὲ καὶ αὐτὸς ἑάλω ζωγρίας ὑπὸ Σκυθῶν.

Ἐκ δὲ τούτου συμβέβηκεν ὡς ἐν κτήνεσι λέοντα πρός τε τὰς ἐπελεύσεις ἀδεεστάτως καὶ τὰς προνομὰς τὸν βάρβαρον ἐφορμᾶν, οἷα μηδενὸς ἀντεξιόντος ἔτι ἐκ τῶν Ῥωμαίων, ἀλλὰ πάντων ἀποδειλιασάντων καὶ τῇ πόλει ταῖς Σέρραις μετ᾿ ἀνέτων ἡνιῶν εἰσερρυηκότων, ὅσοι τέως μὴ ξίφους ὤφθησαν πάρεργον ἐν τῇ συμβολῇ.

Ὁ δὲ συνειληφὼς τὸν σεβαστοκράτορα Σκύθης παντοίως αὐτὸν περιέκρυπτεν, ὡς εἴη ἀφώρατος τῷ Ἀσάν, ὑποσαινόμενος ἐλπίσι μή τινων ἐνδεεστέραις, ὡς εἰ τοὺς Βλάχους διελθὼν ἐς τὰ οἰκεῖα ἤθη τοῦτον ἀπενέγκαι, πλεῖστα ἂν αὐτῷ κατάθοιτο λύτρα ὁ βασιλεύς. τῆς δὲ φήμης κατειπούσης συλληφθῆναι τὸν στρατηλάτην, ἐπιμελοῦς γεγενημένης ἐρεύνης, δῆλος γίνεται καὶ τῷ Ἀσὰν ἐμφανίζεται.

Καὶ τῇδε μὲν ἀπέβη καὶ ταῦτα. τὶς δὲ τῶν δορυαλώτων ἱερέων, εἰς τὸν Αἷμον αἰχμάλωτος ἀπαγόμενος, δεῖται τοῦ Ἀσὰν λυθῆναι, δι᾿ ὁμοφωνίας ὡς ἴδρις τῆς τῶν Βλάχων διαλέκτου εἰς ἔλεον αὐτὸν ἐκκαλούμενος. ὁ δ᾿ ἀνανεύσας ἔφατο μηδέ ποτε προθέσθαι Ῥωμαίους λύειν, ἀλλ᾿ ἀπολλύειν· τοῦτο γὰρ καὶ θεὸν βούλεσθαι καὶ πάλαι σώζειν αὐτόν. πρὸς ὃ τὸν θύτην λέγεται ἀνθυπενεγκεῖν, βύθιον στενάξαντα καὶ τέγξαντα δακρύοις τὰ ὄμματα, μηδ᾿ αὐτῷ ὑπολιπέσθαι οἰκτίρμονα ἀνθ᾿ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος μετὰ πένητος ἀνδρὸς διὰ ἱερωσύνης θεῷ πλησιάζοντος, ἐγγὺς δέ οἱ παρεστάναι καὶ τὸ τῆς ζωῆς τέρμα, καὶ τοῦτο μὴ ὡς ἐν μαλακῷ ὕπνῳ τῷ φυσικῷ μόρῳ ἐπελευσόμενον, ἀλλ᾿ ὡς εἴωθε τὰ πλεῖστα ἐπιέναι τοῖς σφάττειν ἐν μαχαίρᾳ προτιθεμένοις. καὶ οὐ διέπεσε τοῦ θυηπόλου τὸ πρόρρημα· μικρῷ γὰρ ὕστερον εἰς τὴν Μυσίαν ἐπανεικὼς παρά τινος τῶν οἰκείων διαχειρίζεται.

Ἦν δὲ οὗτος ὁ τρόπος τῆς αὐτοῦ ἀναιρέσεως. ἀνήρ τις ὁμοφυὴς αὐτῷ καὶ ὁμότροπος καὶ ᾧ πάνυ προσέβλεπεν ἥμερον (Ἰβαγκὸς ὄνομα τῷδε) τῇ τῆς γυναικὸς αὐτοῦ κασιγνήτῳ λάθρᾳ συνήρχετο. πυθόμενος οὖν τὰ τῆς μίξεως ἐκεῖνος τὰ μὲν πρῶτα εἰς εὐθύνας ἦγε τὴν ὁμευνέτιν καὶ θανάτου ἐτίμα τὴν ἐπὶ τοῖς δρωμένοις παρασιώπησιν· ὡς δ᾿ ἄλλοις τε αὐτὸν ἡ γυνὴ λόγοις τοῦ φονίου κατηύναζε βλέμματος καὶ ὁρμήματος, ἀλλὰ δὴ καὶ τῷ προσεπαγαγεῖν ὕστερον ὡς εἰκαίως χολᾷ κατ᾿ αὐτῆς, ἀκριβῶς γὰρ κἀκεῖνον τὰ περὶ τὴν μῖξιν ταυτηνὶ συνειδέναι, τὸν κατὰ τῆς ὁμολέκτρου χόλον εἰς Ἰβαγκὸν μετατίθησι, καὶ δὴ μεταπέμπεται τὸν ἄνδρα τῶν νυκτῶν ἀωρί, μηδέν τι καθυφεὶς τῆς ὁρμῆς. ὁ δὲ τὸ τῆς χρείας ἔξωρον οὐκ ἀναίτιον καὶ ἀνεύθυνον οἰηθεὶς ἐς τὴν αὔριον τὴν ἄφιξιν ὑπερτίθεται. ἐκείνου δ᾿ αὖ πάλιν ἐγκειμένου καὶ μὴ φέρειν ἔχοντος τὴν ῥᾳστώνην ὡς παρόρασιν, κοινοῦται τοῖς καθ᾿ αἷμα καὶ φίλοις τὸ ποιητέον ὁ Ἰβαγκός, εἰς νοῦν ὀψέ ποτε βαλὼν τὸ τῆς ἀφίξεως αἴτιον. οἱ δ᾿ ὑποτιθέασι τούτῳ τὴν προτενῆ περιζώσασθαι μάχαιραν, καὶ ταύτην τῷ ἱματίῳ ἐνθάψαντα εἰσελθεῖν, καὶ τοῦ μὲν Ἀσὰν ἠρεμαίως ἐπιπλήττοντος καὶ τὸ τοῦ θυμοῦ κατ᾿ αὐτοῦ βράττον ὕβρεσι συμμετροῦντος καὶ τοῖς λοιποῖς ἑτέροις, ἃ μὴ λυμαίνεται τὸ σῶμα, τὴν κόλασιν ἀφορίζοντος, φέρειν γενναίως καὶ τὴν ἐφ᾿ οἷς ἑάλω παραλύπησιν συγγνώμην αἰτεῖν, εἰ δ᾿ ἐκεῖνος διφῴη τὸ ξίφος, τηνικαῦτα κἀκεῖνον ἀνδρίζεσθαι καὶ σπεύδειν ὥστε φθάσειν ὃ μελλήσας αὐτίκα πείσεται καὶ πάσας καιρίας ἐπάγειν καὶ καταγούσας ἐς ᾅδου τὸν ἀναιδῆ καὶ φιλαίματον. ὃ καὶ εἶχεν ὅδε διαπραξάμενος· μηδὲν γὰρ ἐπ᾿ αὐτῷ διανοουμένου μέτριον τοῦ βαρβάρου, ἀλλὰ καὶ πρὸς τὴν πρώτην εὐθὺς θέαν ἐκθηριωθέντος καὶ τὸν σφαγέα ζητοῦντος κνώδοντα, κατὰ τοῦ βουβῶνος οὗτος φθάσας ἐκεῖνον πλήττει καὶ ἀναιρεῖ. καὶ διαδρὰς παραχρῆμα πρόσεισι τοῖς τοῦ ἔργου συνίστορσι καὶ μηνύσας τὸ γεγονὸς ἔγνω αὐτοῖς ἅμα πρὸς ἀποστασίαν ἰδεῖν· μηδὲ γὰρ ἠρεμήσειν τοὺς τοῦ πεσόντος ὁμαίμονας καὶ ὅσον αὐτῷ πρὸς γένους καὶ φίλιον. κἂν μὲν προχωροίη τὰ κατὰ σκοπὸν καὶ χεῖρας ἐκείνοις, καὶ Μυσίας ἄρξειν αὐτῆς τοῦ Ἀσὰν δικαιότερόν τε καὶ ἐννομώτερον καὶ μὴ τῷ ξίφει τὰ πάντα ὡς ὁ πεσὼν διοικεῖν, καὶ ὅπερ ἂν ὑποβάλλῃ θυμός, τοῦτο καὶ διαπράττεσθαι· εἰ δ᾿ ἄλλως αὐτοῖς μεταρριφείη τὰ διαβούλια, μήτε μὴν ὅλως προβαίνουσι τὰ κατ᾿ ἔφεσιν, πρὸς ἄλλον μετασκευάσασθαι πλοῦν, τοῖς τὰ Ῥωμαίων πράγματα κυβερνῶσι τὰ κατ᾿ αὐτοὺς ἐπιτρέψαντες.

Ἔτι τοίνυν οὔσης νυκτὸς οὐ μόνον τὴν σκέψιν ταύτην ἐκράτυναν, ἀλλὰ καὶ πολλοὺς παρώξυναν τῶν βουλευμάτων αὐτοῖς συλλαβέσθαι. ὅθεν κρατήσαντες τοῦ Τερνόβου (ὁ δέ ἐστιν ἡ ἐρυμνοτάτη ἅμα καὶ προφερεστάτη τῶν κατὰ τὸν Αἷμον ἁπασῶν πόλεων, τείχεσί τε ἰσχυροῖς περιβεβλημένη καὶ ῥεύματι ποταμίῳ διειλημμένη καὶ ὄρους ἀκρωνυχίᾳ πεπολισμένη) τοῖς περὶ τὸν Πέτρον ἀντέστησαν. ἡ γὰρ φήμη ἅμα ἕῳ οὐκ ἐπ᾿ ἄκρων μόνον τῶν τοῦ Τερνόβου τειχέων ἀλλὰ κἀν τοῖς ἔξω καὶ πόρρωθεν τὸν τοῦ Ἀσὰν περιεσάλπιζε θάνατον. ὡς δ᾿ οὔθ᾿ ὁ Πέτρος ῥᾳδίαν εὕρισκε τὴν Ἰβαγκοῦ καταστροφήν, οὔθ᾿ οὗτος ἀποκρούσασθαι Πέτρον ἠδύνατο, ὁ μὲν χρονοτριβεῖν ἐπεβάλετο καὶ μίαν ταύτην ᾤετο προσδοκίαν καταπαλαίσουσαν τὸν ἀντίπαλον Ἰβαγκόν, ὁ δὲ τῷ τῶν Ῥωμαίων προσρυῆναι βασιλεῖ δεῖν ἔγνωκε καὶ διὰ τῆς ἐκεῖθεν συνάρσεως περιγενέσθαι τῶν διαφόρων. ἐλέγετο δὲ καὶ ὑποθήκαις Ἰσαακίου τοῦ σεβαστοκράτορος ἀναιρεθῆναι πρὸς Ἰβαγκοῦ τὸν Ἀσάν, ἄλλαις τε πλείσταις ὑποσχέσεσι πρὸς τοῦτο ἐπιρρωσθέντος, καὶ προσέτι γε μὴν πτερωθέντος τῷ κατ᾿ ἐπιγαμίαν συναρμόσαι οἱ καθυποσχέσθαι τὴν οἰκείαν θυγατέρα τὴν Θεοδώραν.

Πλὴν ὁ μὲν ἐναφῆκε τοῖς δεσμοῖς τὴν ψυχήν, καὶ μηδέπω τοῦ φόνου κατεργασθέντος. ὁ δ᾿ Ἰβαγκὸς δηλώσας βασιλεῖ τὸ γενόμενον στεῖλαί τινα μετὰ στρατιᾶς διηρέθιζε τὸν παραληψόμενόν τε τὸν Τέρνοβον καὶ σὺν αὐτῷ περὶ τῆς ὅλης Μυσίας ἀγωνισόμενον. καὶ τάχ᾿ ἂν τετέλεστό τι τοῖς Ῥωμαίοις σωτήριον, εἰ βασιλεὺς αὐτίκα προθύμως πρὸς τὴν ἀγγελίαν ταύτην πραξικοπεῖν ἐπεβάλετο, ἐπειδήπερ καὶ εἰ Τέρνοβον εἷλεν, εἶχεν ἂν εὐμαρῶς καὶ ἀπόνως Μυσίαν ἅπασαν. νῦν δὲ ὁ μὲν βλακευσάμενος ἐνέφυ τοῖς ἀρχείοις καὶ πάλιν κατὰ τὸν εἰς τὸ κέλυφος βυόμενον σκώληκα, στέλλει δὲ τὸν πρωτοστράτορα Μανουὴλ τὸν Καμύτζην, ἀνειπὼν στρατηγόν. ὁ δ᾿ ἀπάρας ἐκ τῆς Φιλίππου μετὰ τῶν ἑπομένων ἐκείνῳ δυνάμεων καὶ τῶν ὅρων τῆς Μυσίας ἄκροις ποσὶν ἐφαψάμενος παλίσσυτος γίνεται παρὰ δόξαν· τὸ γὰρ στράτευμα ἐπαναστὰν „πῇ ἄγεις ἡμᾶς;” ἔλεγον „ἢ τίσι συμπλακήσεσθαι μέλλομεν; οὐχὶ πολλάκις τὰς ὀρειαίας ταύτας ὁδοὺς διήλθομεν καὶ μὴ μόνον οὐδέν τι κατωρθώκειμεν βέλτιον, ἀλλὰ καὶ μικροῦ προσαπολώλειμεν ἅπαντες; ἀνάστρεφε τοίνυν, ἀνάστρεφε, καὶ ἡγοῦ τῆς ἐπὶ τὰ σφέτερα”. ἐπὶ δὴ τούτοις καὶ δείμασιν ἀλόγοις ἐκταραχθέντες, ὥσπερ κατὰ νώτου τινῶν ἐγκειμένων καὶ παντοίοις ὅπλοις βαλλόντων, ἀκόσμως ᾤχοντο.

Καὶ αὖθις οὖν ἡ πρᾶξις αὕτη μετὰ στρατιᾶς ἐπεκέκριτο μείζονος. ἐνίκα δ᾿ ἐσαεὶ τὰ χερείονα, μηδενὸς ἐς χεῖρας ἐλθεῖν καὶ συμμῖξαι τοῖς βαρβάροις ἐν τῷ ἐπαρήγειν Ἰβαγκῷ δοκιμάζοντος. ἀπειρηκὼς τοίνυν οὗτος καὶ τοῖς κατὰ τὸν Τέρνοβον δυσχρηστούμενος πράγμασιν, οἷα τῶν περὶ τὸν Πέτρον κρατυνομένων ἀεὶ καὶ στρατιᾶς προσθήκαις ἐπαυξομένων, ἔξεισιν ἐκεῖθεν λαθραίως καὶ πρόσεισι βασιλεῖ, καὶ μετῆλθεν οὕτω καθαρῶς πρὸς τὸν Πέτρον πάλιν ἡ ἀρχηγία Μυσῶν.

Πλὴν οὐδ᾿ οὗτος θανάτῳ φυσικῷ ἐπαπῆλθεν, ἀλλὰ μικρῷ ὕστερον παρά του τῶν ὁμογενῶν ξίφει διελαθεὶς κατέστρεψεν οἰκτρῶς τὴν ζωήν, ἡ δὲ ἡγεμονία τῶν Βλάχων βλέπει πρὸς Ἰωάννην, τὸν τρίτον τῶν ἀδελφῶν. τότε δ᾿ οὖν ὁ Πέτρος, συλλήπτορα τῶν πόνων καὶ μερίτην τῆς δυναστείας Ἰωάννην προσελόμενος τὸν ὁμαίμονα (ὃς ἐφ᾿ ἱκανὸν ὡμήρευσεν ἐν Ῥωμαίοις, ἡνίκα εἶχε βασιλεὺς Ἰσαάκιος δισσεύσας κατὰ Μυσῶν, ἀποδρὰς δὲ πρὸς τὰ οἴκοι πάλιν ἀφίκετο) οὐκ ἐξ ἀντιθέτου τῷ τεθνεῶτι Ἀσὰν τὰ Ῥωμαίων ἔκειρε προνομεύων· ἡ γὰρ φύσις καὶ τούτῳ οὐδέν τι πρὸς τὰ ἡμέτερα διεβράβευσε μέτριον. ὑπήντα δὲ τῷ Πέτρῳ τῶν ἐξ ἡμῶν οὐδείς, οὐδ᾿ ἠδύνατο, ἀλλὰ τοσούτων καὶ τηλίκων πολέμων τοῖς ἐναντίοις κατωρθωμένων ἐπὶ πλείστοις ἐνιαυτοῖς καὶ τοῦ κακοῦ τοῦδε τὰ Ῥωμαίων ἐσαεὶ διακυμαίνοντος πράγματα, οὐδέποτε βραχεῖα νίκη Ῥωμαίοις διαγεγελάκει, οὔτε τι παρυφέστη τροπαιουχήματος ἴνδαλμα.

Τὴν δ᾿ ἐκ Θεοῦ παρόρασιν ταύτην καὶ τελείαν μικροῦ ἐγκατάλειψιν οὐδεὶς τῶν ὑψιθρόνων ἀρχιερέων καὶ τὰς πρώτας καρπουμένων τιμὰς ἢ τῶν τὴν ἐρέαν τῆς κεφαλῆς μέχρι καὶ ῥινὸς διαχαλώντων βαθυπωγώνων μοναστῶν ἐν νῷ βαλλόμενος ἦν ἢ διδάσκων πρὸς ταύτην ἀντιπράττειν ὁποσονοῦν ἢ ἐν τῷ παρρησιάζεσθαι βασιλέως ἐνώπιον Ῥωμαίοις διαμηχανώμενος τὰ σωτήρια· ἀλλ᾿ ὡς εἰ πάντες ἐξέκλινάν τε ἅμα καὶ ἠχρειώθησαν, ἀνεπαισθήτως εἶχον τῶν γινομένων καὶ οἷον ἀντέβαινον ταῖς ἐκ Θεοῦ μαστιγώσεσιν. Ἕλληνες δὲ τὴν αἰτίαν ἐξήτησαν τοῦ λοιμοῦ καὶ τοῦ μάντεως πυθόμενοι Κάλχαντος οὐκ ἀφῆκαν τὸ κακὸν ἀθεράπευτον, παρ᾿ οὐδὲν θέμενοι, εἰ βαρυμηνιᾶν ἔμελλεν Ἀγαμέμνων ὁ πρώτιστος καὶ κράτιστος τοῦ στρατεύματος.

Ὅ γε μὴν Ἰβαγκὸς τῷ βασιλεῖ προσρυεὶς ἀσμένως προσδέδεκτο· καὶ γέγονεν ἐς οὐκ ὀλίγα Ῥωμαίοις χρήσιμος, εὐμήκης ὢν τὴν ἡλικίαν καὶ ἀγχίνους μάλιστα καὶ τὴν ῥώμην ἀκμαῖος τοῦ σώματος, τὸν δέ γε ἄνδρα τῶν αἱμάτων τῷ τοῦ ἤθους ἀκροχόλῳ καὶ τῷ τῆς γνώμης ἀποκρότῳ σαφῶς διεχάραττε, Ῥωμαίοις μὲν συναυλιζόμενος, μεταρρυθμιζόμενος δὲ μηδαμῶς πρὸς τὸ τοῦ φρονήματος ὁμαλὸν καὶ εὐένδοτον. ὁ μέντοι κρατῶν οὐκ ἀνάξιον κρίνας τὸν ἄνδρα τῶν ἐς αὐτὸν γενομένων γαμικῶν ἐγγυήσεων τὴν μὲν παστάδα ἐς τὸν νόμιμον καιρὸν ἀνεβάλετο (ἔτι γὰρ ἐψέλλιζεν ἡ νύμφη τὰ παιδικά), αὐτὸν δὲ τοῖς μέγα δυναμένοις συγγενέσιν ἐνέγραφεν, οὐδενὸς τῶν εἰς θεραπείαν ἀρχικὴν καὶ πλοῦτον βαθὺν παρεικὼς στέρεσθαι. ὁ δὲ πρὸς τὸ τῆς κατηγγυημένης αὐτῷ θυγατρόπαιδος τοῦ βασιλέως ἀτελὲς ὁρῶν, καὶ τῇ τοῦ κάλλους ῥοδωνιᾷ τῇ τῆς τεκούσης αὐτὴν Ἄννης ἐν χηρείᾳ ἔτι οὔσης περιέργως ἐνατενίζων, καὶ γάμους φανταζόμενος μείζονας, „τί μοι καὶ τῷ ἐν γάλαξιν” ἔφασκεν „ἀρνειῷ ἀμνάδος πρὸς ὀχείαν καὶ αἰγὸς τελείας ἐπιδεομένῳ;” τὰ πλεῖστα μὲν οὖν ὁ ἀνὴρ οὗτος τοῖς περὶ τὴν Φιλίππου ἐνεπόνει μέρεσι καὶ ἦν ἀγαπητὸν Ῥωμαίοις ἀντίφραγμα τῶν ἐκ τοῦ γένους ἐκείνῳ μετὰ Σκυθῶν συνάρσεως ἐξιόντων καὶ κειρόντων τὸ προσπεσόν, ἐνίοτε δὲ καὶ βασιλεῖ συστρατεύων διαφερόντως ἐδόκει δραστήριος.ίς δ᾿ ἂν καὶ ἀριθμεῖν δύναιτο ὅσαι καὶ ὅτε τοῦ ἔτους Σκυθῶν καὶ Βλάχων ἐγίνοντο ἔφοδοι καὶ οἷα ἔργα ἔδρων ἀνόσια; μαρτυροῦσιν ἐκ τοῦ δήπου τὰ πεπραγμένα ἡ τῶν πρὸς Αἷμον χωρῶν ἐρημία, Μακεδονίας τε καὶ Θρᾴκης οἱ ληϊσμοὶ στηλῶν καὶ κύρβεων ἀκριβέστερον καὶ ξυμπάσης ἱστορίας τρανότερον.

Οὐ μόνον δὲ τὰ κατὰ τοὺς πρὸς ἄνεμον βορρᾶν ἐκπολεμωθέντας ἡμῖν βαρβάρους ἦν ἀεί πως ἐπικρατέστερά τε καὶ δυσαντίβλεπτα, ἀλλὰ καὶ καθ᾿ ἕω τὰ Ῥωμαίων Πέρσαις ἐξέκειντο πρὸς ἀφάντωσιν. μὴ γὰρ τῷ Πέρσῃ σπεισάμενος, ὃς Ἀγκύρας ἦρχε τῆς Γαλατικῆς, ἀλλὰ πῇ μὲν τὴν μετ᾿ αὐτοῦ φιλίαν παρ᾿ οὐδὲν τιθέμενος ὡς λυμαίνεσθαι Ῥωμαίους οὐκ ἔχοντος, πῇ δὲ περὶ τὴν δόσιν τῶν χρημάτων, ὧν ὑπὲρ εἰρήνης ᾔτει, σμικρολογούμενος, διετέλεσεν ἐς χρόνον ἕνα καὶ μῆνας ἓξ ἐκείνῳ διαφερόμενος. ἀμέλει τοι διὰ ταῦτα ὅ τε Κίλιξ Ἀλέξιος ὅσα εἴπομεν διεπράξατο παρὰ τοῦ τῆς Ἀγκύρας δυνάστου ἐνισχυόμενος, ἥ τε πόλις Δάδιβρα ἑάλω καὶ Πέρσαις ὑπέκυψεν.

Ἄρας γὰρ μεθ᾿ ἁπάσης ὁ Πέρσης αὐτοῦ τῆς δυνάμεως καὶ περὶ ταυτηνὶ τὴν πόλιν βαλὼν στρατόπεδον ἐπέμενε πολιορκῶν. τριβομένου δὲ τοῦ καιροῦ καὶ μὴ ἂν ἄλλως λῦσαι τὴν πολιορκίαν τοῦ βαρβάρου διομνυμένου, εἰ μὴ παραστήσαιτο Δάδιβραν, εἰς μῆνας μὲν ἡ πολιόρκησις παρετάθη τέσσαρας, ἐπικουρία δ᾿ ἦν οὐδαμοῦ τοῖς Δαδιβρηνοῖς ἐπεισιοῦσα ἐκ τῶν ἐκτός· ὅ τε γὰρ βασιλεὺς εἰ καὶ πέμπων ἐνῆγεν αὐτοὺς ἀντέχειν γενναίως καὶ συμμαχήσειν κατεπηγγέλλετο, ἔμελλεν ἀεί πως καὶ ἀνεδύετο, καὶ οἱ πρόσοροι Παφλαγόνες ἀγχοῦ που προσιέναι καὶ ἐπαμῦναι οὐδαμῶς ἀπεθάρρησαν. ἀτὰρ οἱ πολιορκούμενοι πρὸς πᾶσαν ἀπεγνώκεισαν ἀρωγὴν καὶ δῆλοι ἦσαν λιμῷ πιεζόμενοι καὶ ταῖς πετροβόλοις μηχαναῖς ἀνήκεστα πάσχοντες· τοὺς γὰρ λίθους ἐκ τῶν ἔξωθεν γηλόφων κατὰ τὸ μέσον ἀφιεῖσαι τῆς πόλεως τὰς οἰκίας κατήρειπον τίτανά τε διακοντίζουσαι καὶ πᾶν ἕτερον ἀνθρώποις ἐπίβουλον ἀκροβολίζουσαι τὰ δοχεῖα τῶν ὑδάτων ἠφάνιζον καὶ τὰ ποτὰ ἠχρείουν ἑστῶτα ὄντα καὶ μὴ πλανώμενα.

Μετ᾿ οὐ πολὺν δέ τινα χρόνον βασιλικῆς ἐπικουρίας ἀφιγμένης καὶ κατὰ τὸν Βάβαν τὸ ὄρος αὐλισαμένης, ἧς ἦρχον μείρακες τρεῖς (ὁ Βρανᾶς οὗτοι Θεόδωρος, ὁ Κατακαλὼν Ἀνδρόνικος καὶ ὁ Καζάνης Θεόδωρος), ὡς ᾔσθοντο οἱ Πέρσαι, λόχους ὑποκαθίζουσι, καὶ μήπω παρανατειλάσης ἡμέρας ἐπιθέμενοι καὶ φεύγουσι κατόπιν ἐπικείμενοι οὓς μὲν ἔκτειναν, οὓς δὲ συνειλήφασι ζῶντας, μεθ᾿ ὧν καὶ τοὺς δύο στρατηγούς. καὶ τούτους περιηγκωνισμένους τὰς χεῖρας κύκλῳ περιάγων ὁ Πέρσης ἐδείκνυ τοῖς ἐπὶ τῶν τειχῶν καὶ παρῄνει, ἕως ἡ πόλις τοῖς πολεμίοις ἀβάπτιστος κύμασι, τὴν ἐκείνης ἐγχειρίσειν αὐτῷ οἰάκισιν· μηδὲ γὰρ ἐκ τοῦδε σώζειν ἔχουσαν ἐλπίδα σφίσιν ὑπολελεῖφθαι, μηδ᾿ ἂν αὐτὸν ἐκεῖθεν μεταναστεῦσαί ποτε, εἰ μὴ ἐγκρατὴς τῆς πόλεως γένοιτο.

Τοιούτοις οὖν οἱ Δαδιβρηνοὶ θεάμασι καὶ ἀκούσμασι κατακλασθέντες τὸ πρόθυμον τρέπονται πρὸς συμβάσεις ἀσυμφόρους μέν, ὁποίας δ᾿ ἐπέταττεν ὁ καιρὸς ἀκμαῖος ἐφεστὼς καὶ τομός, κατανεύουσί τε τὴν μὲν πόλιν ἐκλιπεῖν πανσυδί, βαδίσαι δ᾿ ἕκαστον κακῶν ἀπαθῆ μετὰ τῶν φιλτάτων σφίσι καὶ τῶν κτήσεων ἣν ἂν αἱροῖντο στείλασθαι, ἐπεὶ μηδ᾿ εὕρισκον τὸν βάρβαρον μένειν αὐτοὺς κατὰ χώραν ἐῶντα καὶ φόρους αὐτῷ κατατίθεσθαι ὁπωσοῦν συντιθέμενον. ταῦτ᾿ ἄρα καὶ ὅρκων γεγενημένων, ὁ μὲν Πέρσης εἶχε τὴν πόλιν καὶ τοῖς ἐκ τοῦ γένους δίδωσιν αὐτὴν εἰς ἐνοίκησιν, αὐτοὶ δὲ μεταναστάντες ἐκεῖθεν καθ᾿ ἑτέρας χώρας καὶ πόλεις διεσπάρησαν· πολλοὶ δὲ τῆς πατρίδος ἄγχιστα πηξάμενοι μόσυνα, οὕτω δοκοῦν τῷ Πέρσῃ, προσέμειναν δούλειον ὑποδύντες ζυγόν, οἷς ἡ τῆς ἐνεγκαμένης γλυκύτης τῇ μνήμῃ προσίζανεν ἀναπόνιπτος. καὶ τοιοῦτον μὲν τῇ πόλει Δαδίβρῃ τέλος ἀπήντησεν. ὁ δὲ βασιλεὺς μετὰ βραχὺ τῷ Πέρσῃ σπεισάμενος ἀπέδωκεν ἀσπασίως ὅσα πρὸ τοῦ ἁλῶναι Δάδιβραν ἀπῃτεῖτο χρήματα, ὡς ἐξ ὀμμάτων οὖσαν τὴν τῆτες αἰσχύνην ταχέως οὕτως ἀποτριψάμενος.

Ἀλλ᾿ οὔπω ἡ Ῥωμαίων ἀρχὴ τὴν ἅλμην ταύτην ἀπέπτυσεν ἀνένευσέ τε καθαρῶς καὶ ἀνέπνευσε, καὶ δεινοτέρων ἀγγέλμασιν ἀκουσμάτων βάλλεται ἄλλων καὶ τῶν ἐνεστώτων ἦσαν τὰ προσδοκώμενα δυσαχθέστερα, εἴ γε τὰ μὲν ὑπέσαινον ἐλευθερίας ἐγκαταλείμμασιν ἀπὸ μέρους ἀλγύνοντα, τὰ δ᾿ ἐκ τῶν ἑσπερίων ἐθνῶν βάλλοντα δουλείαν παρεῖχον φαντάζεσθαι παγγενεὶ προβησομένην καὶ δυσαπάλλακτον.

Ὁ γὰρ δὴ τότε κρατῶν τῶν Ἀλαμανῶν Ἀμερρίγος, ὁ τοῦ Φρεδερίχου υἱός, ὃς ἐν τῇ κατὰ Παλαιστίνην ἀνόδῳ τὰ ὕστατα νίπτρα λέλουται ποταμίῳ ἐναποψύξας ῥεύματι, καθὼς ἐν τοῖς κατὰ τὸν βασιλέα Ἰσαάκιον τὸν Ἄγγελον λόγοις ἱστόρηται, τὴν πατρῴαν εἰληφὼς βασιλείαν Σικελίαν τε παραστησάμενος καὶ Ἰταλίαν ὑπαγαγόμενος ἐπὶ τῷδε καὶ Ῥωμαίοις αὐτοῖς ἐπεφύετο, πραγμάτων νεωτέρων ἄτοπος ὢν ἐραστὴς καὶ ῥέκτης κακῶν δυσαπάλλακτος. οὐκ ἀνέδην δὲ καὶ αὐτίκα Ῥωμαίοις ἦν ἐφεδρεύων, τὸ τῆς ἐγχειρήσεως ἐργῶδες ὑποβλεπόμενος καὶ ἔτι ἔχων τοῖς ὀφθαλμοῖς προκείμενα ὁπόσα Ῥωμαῖοι κατὰ Σικελῶν ἠνδρίσαντο ἐς τὴν ἡμετέραν πρώην παρεμβαλόντων, καὶ παρὰ τοῦ πάπα δὲ τῆς πρεσβυτέρας Ῥώμης οὐκ ἔλαττον ἀνασειραζόμενος τῆς προθέσεως.

Πέμψας οὖν πρέσβεις πρὸς τὸν αὐτοκράτορα Ἰσαάκιον (οὐ γάρ πω τῆς ἀρχῆς ἐξωστράκιστο) αἰτίας συνεῖρεν ἀναιτίου δήπουθεν διαστάσεως· ἑαυτῷ γὰρ ἀπεμέριζε καὶ προσῳκείου, ὡς ἤδη Σικελίας ἐξουσιάζοντι, τὰς ἐξ αὐτῆς Ἐπιδάμνου μέχρι τῆς μεγαλωνύμου πόλεως Θεσσαλονίκης Ῥωμαϊκὰς ἁπαξαπάσας χώρας, ὡς νόμῳ ὑποκυψάσας πολέμου τῷ τῶν Σικελῶν πρὸ τρίτης στρατεύματι· τὴν γὰρ ἧτταν τούτων καὶ κατατρόπωσιν κατ᾿ ἀπάτην ἔλεγε Ῥωμαίων προσυπαντῆσαι, οὐχ ἥκιστα πάντων λογοποιὸς ἐν τοῖς ἁνδάνουσιν εὑρισκόμενος. ἐλογίστευε δὲ καὶ λύπας τὰς τοῦ πατρὸς καὶ σταθμίοις οὐ δικαίοις αὐτὰς ἐταλάντευεν, οὐ τὰς προσφάτους μόνον, ἀλλὰ καὶ ὅσαις ἐκεῖνος ἐκ πολλοῦ προσεπάλαισε τῆς παλαιτέρας Ῥώμης ἐκδιιστάμενος ταῖς τοῦ βασιλέως Μανουὴλ ἀγχινοίαις καὶ Ἰταλίας ὡσαύτως ἐκσφενδονούμενος. καὶ ταῦτα δὴ τὰ πρὸ Εὐκλείδου ἀνυποστόλως ἀνακινῶν ἤθελε Ῥωμαίους χρήμασι μεγίστοις πρίασθαι τὴν εἰρήνην ἢ πολεμησείοντα τοῦτον ἐκ τοῦ αὐτίκα μάλα καθυπεκδέχεσθαι. προσαπῄτει δέ, ὡς εἰ κυρίων κύριος καθειστήκει καὶ βασιλεὺς ἀναδέδεικται βασιλέων, συνάρασθαι τοῖς κατὰ Παλαιστίνην ὁμογενέσιν ἐκείνῳ δι᾿ ἀποστολῆς ναυμαχικῆς στρατιᾶς. ἀντεπιστείλαντος δὲ πρὸς ταῦτα τοῦ βασιλέως καὶ ἄνδρα τῶν οὐκ ἀσήμων πρεσβευτὴν στείλαντος, πρέσβεις ἐκεῖθεν ἀφίκοντο, ὧν ἅτερος βαρὺς ἦν τὴν ὀφρὺν καὶ περιττὸς τῷ παιδοκομῆσαι τὸν ῥῆγα. ἦν δὲ καὶ τὰ δι᾿ αὐτῶν πρεσβευόμενα χρημάτων ἀποδόσεις πολυταλάντων ἀλαζονεῖαί τε καὶ κόμποι καὶ αὐχημάτων ἐγχωρίων κατάλογοι, δι᾿ ὧν καταπολιτεύονται οἱ ἀκούοντες.

Βασιλεὺς τοίνυν (ἦρχε δὲ ὁ νῦν ἱστορούμενος) μὴ ἔχων ἀπράκτους ἀποπέμψαι τοὺς πρέσβεις, κατένευσε χρημάτων τὴν εἰρήνην ἀλλάξασθαι, πρᾶγμα μήπω ἐς τόδε καιροῦ γεγονός. ὑπεξᾶραι δὲ τὴν βασιλείαν Ῥωμαίων ὡς πλουσίαν ὁ βασιλεὺς Ἀλέξιος προθέμενος ἐς οὐδὲν ἔργον τῷ καιρῷ συνᾷδον καθυπενήνεκται, ἀλλὰ καὶ λίαν παρακεκινημένον τοῦ σεμνοῦ τε καὶ εὐπρεποῦς καὶ ῥυὲν μικροῦ πρὸς Ῥωμαίων κατάγελων. τῆς γὰρ γενεθλίου ἐπιστάσης ἡμέρας Χριστοῦ, αὐτός τε τὴν διάλιθον βασίλειον στολὴν ἠμφιάσατο καὶ τοῖς λοιποῖς πᾶσιν ἐπετετάχει τὰς χρυσοϋφεῖς περιθέσθαι καὶ πλατυσήμους ἐσθῆτας. οἱ δ᾿ Ἀλαμανοὶ τοσοῦτον ἀπεῖχον ἔκθαμβοι τοῖς ὁρωμένοις τούτοις φανῆναι, ὥστε καὶ ἀνέθαλπον μᾶλλον τὸν ἔρωτα, ὃν ὑπέτυφον ταῖς λαμπρειμονίαις τῶν Ῥωμαίων ἐναυόμενον, καὶ ηὔχοντο τάχιον κρατῆσαι Γραικῶν ὡς ἀγεννῶν τὰ ἐς πόλεμον καὶ περισπουδαζόντων τὰς ἀνδραποδώδεις χλιδάς. πρὸς δὲ τοὺς συνεστῶτάς σφισι Ῥωμαίους καὶ ἐνάγοντας ἐς τὴν τῶν λίθων ἄνθην ἀφορᾶν, οἷς ὁ βασιλεὺς ὡς λειμὼν ἐνηγλάϊστο, καὶ χειμῶνος μέσου χάριτας ἐαρινὰς δρέπεσθαι καὶ τὸν ὀφθαλμὸν ἑστιᾶν, „οὐ χρείαν” ἔφασκον „Ἀλαμανοὶ τοιούτων ἔχουσι θεαμάτων, οὔτε μὴν ἐπιτηδείων γυναιξὶν ἐμπορπημάτων καὶ στολισμάτων φιλοῦσι θειασταὶ καθεστάναι, αἷς ἡ κονία καὶ κρήδεμνα καὶ ἐνώτια παμφανόωντα καὶ τὸ ἀρέσαι τοῖς ἀνδράσι διαφερόντως ἀσπάζεται”. ἀλλὰ καὶ Ῥωμαίους μορμολύττοντες „νῦν ἱκάνει καιρὸς” ἔλεγον „μεθαρμοσθῆναι τῶν γυναικωδῶν ἐμπορπήσεων καὶ σιδήρῳ περισταλῆναι ἀντὶ χρυσοῦ”. εἰ μὴ γὰρ τὰ τῆς πρεσβείας λήψονται πέρας καὶ πρὸς τὸ τοῦ κυρίου σφῶν καὶ βασιλέως συμβαῖεν Ῥωμαῖοι βούλημα, ἀνάγκη τις ἑστάναι πάντως διὰ μάχης ἀνθρώποις χωρεῖν, οἵτινες οὐ λίθοις ὡς λειμῶνες περιανθίζονται, οὐδ᾿ οἰδαίνονται πρὸς ἦθος ἀγέρωχον μαργάρων σφαιρώμασι πρὸς φῶς διαγελώντων σελήνης ἢ ταῖς ἀμεθύσοις μεθύουσι λίθαξιν ἢ ὡς ἀλαζὼν ὄρνις ὁ Μηδικὸς πορφύρᾳ καὶ χρυσῷ περιχρώζονται, ἀλλ᾿ Ἄρεος ὄντες τρόφιμοι θυμοῦ μὲν πυρὶ τοὺς ὀφθαλμοὺς ἐρυθραίνονται τοῖς τῶν λίθων ἐπίσης ἀκτινώδεσιν, ἱδρῶτας δὲ θρομβοῦντες ἐν τῷ μογεῖν πανημέρια ὑπὲρ στιλπνότητα μαργάρων αὐτοῖς καλλωπίζονται. ἠρίθμουν δὲ καὶ τὰ ὑπὲρ εἰρήνης αἰτούμενα χρήματα εἰς χρυσίου πεντήκοντα κεντηνάρια.

Πρὸς ἅπερ ὁ βασιλεὺς ἀπαυδῶν πρέσβιν ἐς τὸν ῥῆγα πέπομφε τὸν Φιλοκάλην Εὐμάθιον, ἔπαρχον ὄντα τῆς πόλεως. οὗτος δὲ πλούτῳ ὑπὲρ τοὺς τότε κομῶν ἑκόντως ὑπέδυ τὸν πρεσβευτήν. ἀμέλει καὶ δεῖται τοῦ βασιλέως μετὰ τῶν ἐπαρχικῶν παρασήμων ἐνδοθῆναί οἱ διαπρεσβεύσασθαι. καὶ βασιλεὺς ἐφόδιον, ὅπερ ᾔτησε, περιχαρῶς αὐτῷ παρασχόμενος οἰκείοις ὀψωνίοις τὴν προκειμένην παρῆκε στείλασθαι. ὅθεν ἐποφθεὶς καινός τις καὶ ἔξαλλος πρεσβευτὴς οὐ μόνον οὐδέν τι παρὰ τοὺς πρότερον πρέσβεις τετίμητο, ἀλλὰ καὶ γέλων ὦφλε τῷ ἀήθει τοῦ περιβλήματος.

Ἐπεὶ δὲ τὰ τῆς εἰρήνης ἕνεκα δοθησόμενα χρήματα εἰς δέκα πρὸς τοῖς ἓξ χρυσίου περιέστησαν κεντηνάρια, ὁ μὲν Φιλοκάλης τὴν τούτων ἀποστολὴν κατὰ Σικελίαν ἐπέμενε προσδοκῶν, ἔνθα τῷ ῥηγὶ συνεγένετο, βασιλεὺς δὲ φάσκων ἀπορεῖν χρημάτων τάς τε χώρας ἐφορολόγει, τὸ καλούμενον εἰσπράττων Ἀλαμανικόν, τότε καινισθὲν πρώτως, καὶ τὸ τῆς πόλεως ἐκκλησιάσας πλήρωμα τό τε γερουσιάζον καὶ ὅσον τοῦ βήματος τρόφιμον καὶ ὅσον εἰς διαφόρους τέχνας καὶ ἐπιστήμας μερίζεται ἔρανον ἀπῄτει γενέσθαι καὶ ἀπόδασμά τι καταθέσθαι τῆς οὐσίας ἕκαστον. ὁρῶν δὲ ὡς οὐδέν τι περαίνει, ἀλλ᾿ εἰκῇ τὰ τοιαῦτα μέτεισι κενολογῶν ἀτεχνῶς καὶ τοὺς πλείους δὲ κραυγάσους καὶ στασιώδεις εὑρίσκων οἷα μηδαμῶς ἀνεκτὰ ἡγουμένους τὰ φορτικὰ ταῦτα καὶ ἀήθη ἐπιτάγματα, ὑπό τινων δὲ καὶ λογιστευόμενος ὡς τὰ κοινὰ κατασπαθῶν καὶ τοῖς συγγενέσι τὰς ἐπαρχίας διανειμάμενος ἀχρείοις οὖσι πᾶσι καὶ ἀπεσβεσμένοις τοὺς λύχνους τοῦ σώματος, τῆς μὲν προθέσεως ταύτης μεθ᾿ ὅλης συντονίας ἀπῇρε, μικροῦ μηδ᾿ αὐτὸς εἶναι διατεινόμενος ὁ τὸ σκέμμα τόδε εἰσενεγκάμενος· ἑτέραν δὲ τραπόμενος ᾐτεῖτο τῶν χρυσέων καὶ ἀργυρέων ἀναθημάτων ὁπόσα ἐκτὸς τοῦ βήματος, μήτε μὴν πρὸς ὑποδοχὴν ἡτοίμασται τοῦ θείου σώματος καὶ αἵματος τοῦ Χριστοῦ. ἀποπηδησάντων δὲ καὶ πρὸς τοῦτο πολλῶν καὶ εἰπόντων ὡς κοινοῦν ἐθέλει τὰ ἅγια, ἔγνω δεῖν τοῖς ἀλάλοις καὶ κωφοῖς τῶν βασιλέων ἐπιθέσθαι μνήμασι, μηδένα τὸν ὑπερφθεγξόμενον ἔχουσιν. ἐτυμβωρυχοῦντο οὖν τὰ μνήματα, ὡς τοῖς πώ ποτε Ῥωμαίων ἄρξασι καὶ ὅσοις αἱ πράξεις περίδοξοι τοὺς λαΐνους περιλελεῖφθαι μόνον χιτῶνας, τὸ ψυχρὸν καὶ τελευταῖον κάλυμμα τοῦτο, παντὸς γεγυμνωμένοις ἐπικοσμήματος τιμαλφοῦς. ἦν δ᾿ ἂν οὐδ᾿ ἡ τοῦ μεγάλου Κωνσταντίνου σορὸς ἀναφὴς καὶ ἀσκύλευτος, εἰ μὴ φῶρες φθάσαντες τὸ δόγμα τοῦ βασιλέως τὴν ἐπιτρέχουσαν διάχρυσον ἀγλαΐαν ἐκλοποφόρησαν. ἀμέλει καὶ συναγηοχὼς ἀργύριον ἐντεῦθεν ὑπὲρ τὰ ἑβδομήκοντα κεντηνάρια καὶ μερίδα χρυσίου τινὸς ὡσεὶ βέβηλον ὕλην καθῆκεν εἰς τὸ χωνευτήριον. δυσὶ δὲ τῶν ἐκ τῆς βασιλείου αὐλῆς τὴν τούτων ἐπαναθεὶς συλλογὴν εἶχεν ἀμφοτέρους μετὰ βραχὺ σύνδρομον τῇ πράξει τὴν ἐκβίωσιν εἰληφότας· ὁ μὲν γὰρ πυρετῷ λάβρῳ διαφρυγεὶς ἀπελήλυθεν, ὁ δὲ ὑδέρῳ κατὰ τοὺς ἀσκοὺς οἰδηθεὶς ἀπεγένετο.

Τὰ δ᾿ ἐφεξῆς—ἀλλὰ τίς ἂν ἀξίως τὰς τοῦ Κυρίου λαλήσειε δυναστείας, ἢ τίς ἀκουστὰς ποιήσειε τὰς αἰνέσεις αὐτοῦ; φθάνει τὴν ἀποστολὴν τῶν χρημάτων ὁ τοῦ ῥηγὸς Ἀλαμανίας θάνατος. οὐ Ῥωμαίοις δὲ μόνον πολυέραστος οὗτος γεγένηται, ἀλλὰ καὶ τοῖς ἑσπερίοις τρισασπάσιος ἔθνεσιν, ὅσα τε πρὸς ἑαυτὸν ἐκεῖνος βίᾳ πλέον ἤπερ πειθοῖ ἐπεσπάσατο καὶ ὅσα μετελθεῖν μελέτην ἐτίθετο, ἀεὶ μερίμναις κατατεινόμενος καὶ πρὸς ἅπασαν ἀντίξους ὁρώμενος ἡδυπάθειαν, ὅπως μοναρχίαν περιβαλεῖται καὶ κύριος ἐσεῖται τῶν κύκλῳ δυναστειῶν, τοὺς Ἀντωνίνους καὶ Αὐγούστους Καίσαρας τῷ διανοητικῷ φανταζόμενος καὶ πρὸς τὴν ἐκείνων ἀρχὴν ἐκτείνων τὴν ἔφεσιν, καὶ μικροῦ φθεγγόμενος κατ᾿ Ἀλέξανδρον „τὰ τῇδε καὶ τὰ τῇδε πάντα ἐμά”, ὠχρός τε καὶ σύννους ὁρώμενος, καὶ τῆς ἡμέρας ὀψὲ τροφὴν προσιέμενος, καὶ πρὸς τοὺς εἰσάγοντας παραίνεσιν ὡς χρεὼν ἐκ τοῦ οὕτω σιτεῖσθαι καχεξίαν ὑποβλέπεσθαι σώματος, ἀποφαινόμενός τε καὶ γνωματεύων ἰδιώτῃ μὲν ἐπιτήδειον εἶναι πάντα καιρὸν εἰς ἑστίασιν, καὶ μάλιστα ἢν εἰώθει τενθεύεσθαι, βασιλεῖ δὲ πολυφρόντιδι μηδὲ βουλομένῳ τὴν κλῆσιν ψεύδεσθαι ἀγαπητόν, εἰ καὶ περὶ βουλυτὸν ἐνευκαιρήσει τῇ ἀνέσει τοῦ σώματος.

Ἀλλ᾿ ὅπερ ἔλεγον, καὶ πᾶσι μὲν εὐκταῖος ἔθνεσιν ὁ τοῦ ῥηγὸς Ἀλαμανίας ἐφάνη θάνατος, Σικελοῖς δὲ καὶ μάλιστα, ὅσῳ καὶ τῆς νήσου ἁλούσης πλείστοις ὑπ᾿ αὐτοῦ κακοῖς προσεπάλαισαν, ἅπερ οὐδὲ ῥᾴδιον συγγραφῇ παραδοῦναι. οὐ γὰρ μόνον ὑπήνεγκαν οἵδε σφαγὰς καὶ χρημάτων ὑπέστησαν ἁρπαγὰς καὶ πατρίδος ἐδυστύχησαν ἔκπτωσιν καὶ κολάσεσιν ἀνυποίστοις καθυπεβλήθησαν, ὁπόσαι τοῦ ζῆν αἱρετώτερον τιθέασι τὸ θανεῖν, ἀλλὰ καὶ πόλεις Σικελαὶ πολλαὶ καθῃρέθησαν καὶ φρούρια ἐπίκαιρα κατεσκάφησαν. ἐδεδίει γὰρ τὴν ἐς τοὐπιὸν ἐπανάστασιν, καὶ ὡς μή ποτε Σικελοὶ τῆς ἐλευθερίας ἐρασθεῖεν προμηθούμενος, πᾶσαν αὐτοῖς ἀγαθὴν ἐλπίδα ἀπέκοψεν, ὅση τε ἐν χρήμασι καὶ ὅση ἐν ἅρμασι καὶ ἵπποις τεθέαται καὶ ὅση περιβόλοις πόλεων εὐτειχίστοις καὶ ἀνδράσιν εὐγενέσι καὶ ἐχυροῖς ἐρύμασιν ἐμπερικροτεῖ.

Πλὴν καὶ τὸ μέλλον δεινὸν ὁσῶραι ὑφορώμενος καὶ μὴ παρὸν προαποκρουόμενος ἐπεβουλεύθη παρά τινων, καὶ κρείττων τῆς ἐκείνων φανεὶς ἐπιθέσεως οὐ τῷ διὰ ξίφους θανάτῳ τοὺς ἀντιστάτας ἠμύνατο, ἀλλὰ πολυτρόπως πρότερον βασανίσας οἰκτρότατα οὕτω τοῦ ζῆν ἐστέρησεν· ὃν μὲν γὰρ διακεχαλακὼς καχλάζοντι λέβητι καὶ θεὶς ἐπὶ κανοῦ καθάπερ σῖτον ἐκπέπομφε τοῖς οἰκείοις, ὃν δὲ ἠκοντικὼς εἰς πυρὰν ἀνακαεῖσαν ἑπταπλασίως, ὃν δὲ ἐνσακκεύσας καὶ βυθῷ παραπέμψας ἐξέτριψε. τὸν δέ γε πρωτουργὸν τοῦ συστρέμματος καὶ πρὸς ἡγεμονίαν ἐπιλεγέντα βαρυτέρᾳ τιμωρίᾳ τῶν λοιπῶν ὑπεδίκασε· στέφος ἐκ χαλκοῦ ἐπιτάξας γενέσθαι, ἐγκαρσίους ἔχον ὀπὰς ἴσας τοῖς πέρασι, περιτίθησι τοῦτο τῷ ἀντάραντι χεῖρας ἐκείνῳ, ἔπειτα τέτρασι μεγίστοις ἕστορσιν ἐς τὸ διαμπερὲς διαβεβλημένοις τῇ κεφαλῇ ἐνερείσας τὸ διάδημα οὕτω διαφῆκε βαδίζειν, „ἔχεις” εἰπὼν „ὃν ἐδίωκες, ἄνθρωπε, στέφανον· φθόνος οὐδείς· ἀπόλαυε τοῦ ἐφετοῦ σοι λίαν καὶ περισπουδάστου χρήματος”. ὁ δὲ σκοτοδίνης πλησθεὶς καὶ πρηνὴς πεσὼν μετὰ βραχὺ ἐτεθνήκει τῷ οἰκτρῷ ἐκείνῳ ἐναπορρήξας στεφανώματι τὴν ψυχήν.

Κατὰ δὲ τὴν ἅλωσιν τῆς Σικελίας ἀπήχθη μεθ᾿ ἑτέρων αἰχμάλωτος καὶ ἡ θυγάτηρ Ἰσαακίου τοῦ αὐτοκράτορος, ἧς ἡ κλῆσις Εἰρήνη, καὶ προσαρμόζεται Φιλίππῳ τῷ τοῦ ῥηγὸς Ἀλαμανίας ἀδελφῷ, ἐκ πορνικῶν φυέντι σπερμάτων, ἀποβαλοῦσα αὕτη θανάτῳ τὸν ἐκ παρθενίας καὶ πρότερον σύνευνον, ὃς ἐτυράννησε Σικελίας μετὰ μόρον τοῦ τεκόντος αὐτὸν Ταγκρέ.

Ἀλλ᾿ ἐκποδὼν καὶ τοῦδε τοῦ κακοῦ θεόθεν γεγενημένου, μεγίστου τε ὄντος καὶ ὑφ᾿ οὗ πᾶσα ἡ Ῥωμαίων ἐκαραδόκει τὰ δεινότατα πείσεσθαι, ἕτερον ἐπεκύμανε κοινοβλαβὲς καθ᾿ ἅλα κακόν. Γενουΐτης γάρ τις, Καφούρης τοὔνομα, νῆας δικρότους καὶ τρικρότους πηξάμενος καὶ πλοίοις στρογγύλοις φραξάμενος τὰς παραθαλαττίους ἔκειρε πόλεις καὶ τὰς νήσους ἐπιὼν ἐτίθει κακῶς, αἳ κατὰ τὸ Αἰγαῖον ἀνίσχουσι πέλαγος. ἀλλὰ καὶ τῷ Ἀτραμυττίῳ προσβαλὼν λείαν ἐκεῖθεν ἤλασε καὶ συνέλεξε πλοῦτον οὐ σταθμητόν. ὡς δὲ ῥέγκοντες βαθέως ἐξανέθορον ὀψέ ποτε καὶ ἀνένηψαν βράδιον οἷς ἐξῆν τὰ τοιαῦτα σκέπτεσθαι, στέλλεται κατὰ τοῦ Καφούρη μετὰ τριάκοντα νηῶν ὁ Στειριόνης Ἰωάννης, πειρατὴς μέν ποτε γεγονὼς καὶ πειρατῶν ὁ χείριστος, ἐκ Καλαβρίας ὁρμώμενος, Ἰσαακίῳ δὲ τῷ βασιλεῖ προσρυεὶς ἐπὶ μεγίστοις φιλοτιμήμασι καὶ Ῥωμαίους πλειστάκις ὠφεληκὼς ἐν τοῖς κατὰ θάλατταν ἀεθλεύμασιν. ἐξιὼν οὖν κατὰ τοῦ Καφούρη κακοδαιμονεῖ παρὰ δόξαν· ἔχων γὰρ διὰ μελέτης κατασοφίσασθαι τὸν ἀντίπαλον, πλείω προβεβλημένον ἰσχύν, ὑπ᾿ ἐκείνου καταναυμαχεῖται, πεπονθὼς ὃ δράσειν ἐκεῖνον ἐνενόει διὰ παντός.αῖς γὰρ Ῥωμαϊκαῖς ναυσὶ περὶ Σηστὸν σαλευούσαις λαθρηδὸν ἐπιστὰς ὁ Καφούρης, ὡς εὗρε περὶ μεσημβρίαν κεκενωμένας τοῦ ναυτικοῦ, ἁπαξαπάσας μετὰ τῶν ὅπλων καὶ ὧν εἶχον ἔνδοθι βιωσίμων αἱρεῖ. ἐκ δὲ τούτου τὰς νήσους ἀδεῶς ἐπιὼν καὶ χωρία τὰ πάραλα ληϊζόμενος φόρους ἐπέταττε καὶ συνέλεγεν, ὡς ἠβούλετο.

Βασιλεὺς τοίνυν ἐξηπορηκὼς ἐπὶ τούτοις δεῖν ἔγνω σπείσασθαι τῷ πειρατῇ. ἀμέλει καὶ στείλας τινὰς τῶν συνήθων ἐκείνῳ Γενουϊτῶν (πολλάκις γὰρ κατ᾿ ἐμπορίαν ὅδε κατήχθη ἐς τὸ Βυζάντιον καὶ ὃ δέδρακεν ἐς χρήματα ζημιωθεὶς παρὰ τοῦ τότε δουκὸς τοῦ στόλου Μιχαὴλ τοῦ Στρυφνοῦ εἰργάσατο) ἀνεκίνει μὲν καὶ λόγους περὶ σπονδῶν, οὐδὲν δὲ ἧττον καὶ πρὸς πόλεμον ἡτοιμάζετο, τριήρεις ἄλλας καταρτισάμενος καὶ ταύτας αὖθις τῷ Στειριόνῃ παραδούς. ὡς δὲ συνέβησαν, ὁ μὲν βασιλεὺς ἓξ κεντηνάρια χρυσίου στεῖλαι τῷ Καφούρῃ καὶ χώραν ἀποδάσασθαί οἱ Ῥωμαϊκὴν ἑπτακοσίους ἔχουσαν τρέφειν ὁμογενεῖς ἐκείνῳ ὁπλίτας, ὁ δὲ ὑπείκειν τῷ βασιλεῖ, ἐφ᾿ οἷς ἂν ὑπ᾿ αὐτοῦ ἐπιτάττοιτο, ἐφίσταται τῷ πολεμίῳ, δόξαν οὕτω βασιλεῖ, ἀπροσδόκητος ὁ Στειριόνης μετὰ τῆς ἑπομένης αὐτῷ Πισσαϊκῆς δυνάμεως, ἔτι οὔσης τῆς εἰρήνης ἀμφιπαλοῦς, καὶ μάχην συνάψας αὐτόν τε τὸν Καφούρην ἑλὼν ἀναιρεῖ καὶ τὰς ἐκείνου νῆας πλὴν τεττάρων αἱρεῖ· αὗται δὲ τὸν ἐκείνου ἦγον ἀνεψιόν.

Ἀλλὰ καὶ τῶνδε τῶν κακῶν ἐκποδὼν γενομένων ὁ ἐν τοῖς ἀρχείοις ἐπεγείρεται τάραχος, ὃς τὰ κατὰ τὸν βασιλέα ᾔσχυνέ τε τὰ μέγιστα καὶ ἐφ᾿ ἱκανὸν διεκύκησε. μέλλων δὲ τὰ περὶ τούτων διεξιέναι, ὡς εἰς ἀρχὴν τὸν λόγον ἀνάγειν πειράσομαι σαφηνείας ἕνεκα τῶν ῥηθησομένων.

Ὁ βασιλεὺς Ἀλέξιος, ὥς μοι καὶ ἄνωθεν ἀμυδρῶς λέλεκται, οὐκ εἰρηνικὸς ᾤετο τοῖς πλείστοις πρὸ τῆς ἀρχῆς, ἀλλὰ καὶ λίαν πολεμικός· ὅθεν ἐν ἐλπίσιν ἔκειτο πᾶσιν ὡς οὐ μόνον τοῖς ἐχθροῖς Ῥωμαίων τὴν λόγχην ἀνατενεῖ βασιλεύσας, ἀλλ᾿ οὐδὲ τοῖς ἀρχομένοις αὐτοῖς ἐσεῖται παντελῶς μέτριος. ἄρξας δ᾿ οὖν ἑτεροῖος ὦπτο παντάπασι καὶ πάντας ἐν τοῖς καθ᾿ αὑτὸν εἰκαιομύθους ἀπέδειξε πράγμασιν.

Ἵν᾿ οὖν τὰ πλείω παραγκωνίσωμαι, μή πως καταγορεύων ἁλῶ καὶ εἰς ψόγον τὴν ἱστορίαν διατιθέμενος, ἄρξας εὐθὺς ἀνεκήρυξε μὴ χρημάτων ὠνίους τὰς ἀρχὰς ἀνατίθεσθαι, ἀλλ᾿ ἀριστίνδην καὶ δῶρον αὐτὰς βραβεύεσθαι. καὶ ἦν ὄντως τὸ τοιοῦτον ἐννόημα ἐλευθέριόν τε ἄγαν καὶ ἀξιάγαστον καὶ κρηπὶς χρηστῆς βασιλείας καὶ ὑποβάθρα καὶ θέμεθλος, οὐδ᾿ ἄν, εἰ παραλληλίζειν τις ἕλοιτο, οὐκ ἄν ποτε οὐδ᾿ ἐγγὺς ἀφίκοιτο παραδείγματος ἐπὶ τῶν ἡμετέρων ἡμερῶν. ἀλλ᾿ οἱ τῷ βασιλεῖ προσήκοντες, κερδοσυλλέκται πάντες τυγχάνοντες καὶ ταῖς συχναῖς μεταθέσεσι τῶν ἀρχόντων μηδὲν ἕτερον περισπουδάζειν δεδιδαγμένοι ὅτι μὴ κλέψαι καὶ διαρπάσαι καὶ τὰς δημοσίους εἰσφορὰς ὑφελέσθαι καὶ περιβαλέσθαι πλοῦτον βαθύν, τούς τε προσιόντας σφίσιν ὅτου ἕνεκεν ὡς ἰσχύουσι παρὰ βασιλεῖ ἐληΐζοντο καὶ τὰ ξυλλεγόμενα ἰδιοῦντο χρήματα, ἁδρὰ ὄντα καὶ τύχην ἰδιωτικὴν ὑπερβαίνοντα.

Διὰ δὴ ταῦτα τά τε ἄλλα ἡμαρτήθη ὡς οὔ ποτε κατ᾿ ἄλλην ἀρχὴν καὶ παντάπασι τὰ Ῥωμαίων διέφθαρται πράγματα, καὶ αἱ ἀρχαὶ χειρόνως καὶ οὐχ ὡς πρότερον τοῖς πρίασθαι θέλουσι προύκειντο. ἦν οὖν τοῦ βουλομένου παντὸς χώρας ἀρχὴν ἀναζώσασθαι καὶ τοῦ μεγίστου παρὰ Ῥωμαίοις τυχεῖν ἀξιώματος. οὐ μόνον τοίνυν οἱ ἐν τριόδοις καὶ ἀγοραῖς καὶ κολλυβισταὶ καὶ πράται τῶν ὀθονῶν σεβαστοὶ ἐτιμήθησαν, ἀλλὰ καὶ Σκύθαι καὶ Σύροι ὤνιον ἀργυρίων εὕραντο τὸ σεβάζεσθαι, τοῖς πρὶν ὑπηρετεῖσθαι δεσπόταις ἠδοξηκότες.

Τούτων δὲ πάντων αἰτία τις ἦν, ὡς εἴρηται, πρωτουργὸς ἡ τῶν βασιλικῶν φρενῶν ἐλαφρία καὶ τὸ πρὸς διοίκησιν τῶν πραγμάτων ἀπροσφυές, οὐκ ἔλαττον δὲ καὶ ἡ λιχνεία τῶν περὶ αὐτὸν καὶ τὸ πρὸς συλλογὴν χρημάτων ἄπληστόν τινων καὶ ἀκόρεστον· ὅθεν ὑπὸ τῆς γυναικωνίτιδος καὶ ὅσοι τῶν ἐξ ἀνδρῶν αὐτῷ προσῳκείωντο διεπεττεύετο τὰ κοινά. τοσοῦτον δ᾿ ἀπεῖχε τοῦ εἰδέναι τὰ δρώμενα, ἐς ὅσον καὶ Ῥωμαίων ἀποσχοινίζονται οἱ τῆς Θούλης οἰκοῦντες τὰ ἔσχατα. οὐκοῦν αὐτός τε ὁ τῆς ἀρχῆς πηδαλιοῦχος κακῶς ἤκουε παρὰ πάντων καὶ τὸ ἐς πρωρεῖς καὶ νηΐτας ὑπ᾿ ἐκείνου ταχθὲν παλαμναιοτάταις ἀραῖς ὑπεβάλλετο.

Ἡ τοίνυν βασιλὶς οὐκ ἀνασχετὸν τὸ γινόμενον οὕτω κρίνουσα, ὅτι μηδὲ διαδρᾶναι οἷόν τε ἦν τὸ ταύτης ἐρευνητικὸν καὶ ἐρασιχρήματον, ἔγνω μὴ ἐπὶ μακρὸν ἐθελοντὶ ἀτρεμεῖν, ἀλλ᾿ ἢ κατὰ τοὐπίταγμα τοῦ ταύτης ἀνδρὸς τὰς προβλήσεις <εἶναι> ἀπριάτους ἢ γοῦν τὴν βασίλειον γάζαν στέγειν τὰ ξυλλεγόμενα. καὶ τὰ μὲν πρῶτα εἰς ὑπουργὸν ἡ βασιλὶς ἐπέταξεν ἑαυτῇ τὸν Μεσοποταμίτην Κωνσταντῖνον· ἦν δ᾿ οὗτος ὁ παρ᾿ Ἰσαακίῳ τῷ Ἀγγέλῳ τὰ μέγιστα δυνηθείς, καθὼς ἐν τοῖς περὶ ἐκείνου λόγοις εἰρήκειμεν. ἔπειτα δὲ τῷ ἀνδρὶ καταλλάσσει δύσνως πρὸ τῆς ἀρχῆς εἰς αὐτὸν ἔχοντι καὶ μετὰ τὴν τοῦ κράτους ἔτι ἀποστρεφομένῳ τοῦτον ἀνάζωσιν, ὅτι τε πολλὰ τῶν καθεστώτων πραγμάτων Ῥωμαίοις μετακεκίνηκε τοῦ στασίμου καὶ ὅτι ξυγκυκῶν κατὰ πρόοδον καὶ συνταράσσων τὰ σύμπαντα οὐδαμῶς ἔληγεν.

Ὡς οὖν ἡ τῶν κοινῶν διοίκησις πάλιν πρὸς τὸν Μεσοποταμίτην μετανενεύκει, ἔσβεστο μὲν ἡ τῶν ἄλλων ἰσχύς, ἠμαύρωτο δὲ τῶν τῷ βασιλεῖ προσκολλωμένων τῆς δυναστείας τὸ φῶς· καὶ ὁ πρώην παρὰ τῷ κρατοῦντι ἀπόβλητος ἀξύμβλητος τηνικαῦτα ἐκρίνετο κέρας τε Ἀμαλθείας ᾤετο παρ᾿ ἐκείνῳ καὶ πολυμιγὴς κρατὴρ ἀγαθῶν ἢ τὸ παρὰ τῷ Ἰὼβ παμβότανον τοῦ ἀγροῦ καὶ πᾶσι πάντα προσφυῶς καὶ καταλλήλως εἰδὼς γίνεσθαι, φῶς μὲν ὀφθαλμοῖς ἀναπεπταμένον, ἀὴρ δ᾿ εἰσκεχυμένος ῥισὶ ζωογόνος, τὸ τοῦ Περόζου ἄντικρυς μάργαρον ἀεὶ πρὸς τοῖς ὠσὶ τοῦ βασιλέως ἀπαιωρούμενον καὶ τῆς ὅλης ἀντάξιον ἀρχῆς κρινόμενον, εἴτε μὴν Ἀρτέμων ὁ περιφόρητος καὶ Ἄργος ὁ πολυόμματος καὶ ὁ ἑκατόγχειρ Βριάρεως.

Τὸ δὲ δὴ παράλογον οὑτωσὶ συμπεσὸν βαρέως μὲν καὶ ἄλλοι ἤνεγκαν, ὁπόσοι τῆς προτέρας ἰσχύος ἐξέπεσον ἢ γοῦν κατὰ πυγολαμπίδας ἠμαύρωντο μειδιασάσης ἡμέρας, οἱ δ᾿ ἐξ αἵματος τῆς δεσποίνης Ἀνδρόνικός τε ὁ Κοντοστέφανος, ὃς Εἰρήνῃ τῇ ταύτης θυγατρὶ συνηυνάζετο, καὶ ὁ ταύτης ὁμαίμων ὁ Καματηρὸς Βασίλειος μικροῦ τῷ γενομένῳ καὶ ἀπεπνίγησαν. ἀφέντες οὖν τῷ τέως τὴν κατ᾿ αὐτῶν βληθεῖσαν καὶ εἰς πρόσκομμα κειμένην λίθακα, τὸν Μεσοποταμίτην φημὶ Κωνσταντῖνον, ἐπὶ τὴν ἀφιεῖσαν δέσποιναν ὅλον τὸν δρόμον συνέτειναν καὶ τὸν χόλον ἐμημέκεσαν, ζητοῦντες ἐν καιρίοις τὴν ὄρεξιν τῆς ἀντιλυπήσεως.

Μετὰ γοῦν ἱκανωτάτην σκέψιν τοῦ ποιητέου καὶ μεθ᾿ ὅσην τῆς ἐπιβουλῆς προμήθευσίν τε καὶ προβούλευσιν προσίασι βασιλεῖ πρὸς τὰ ἑσπέρια μέρη ἀπαίροντι. ἰδίᾳ τε τούτῳ ἐντυχόντες ἔφησαν „εἰ καὶ ἡ φύσις οἶδε τὸ συγγενὲς τιμιώτερον καὶ πρὸς ἀγάπησιν ἐπιτηδειότερον, ἀλλ᾿ αὐτοὶ φιλοβασιλεῖς μᾶλλον καὶ φιλαλέξιοι πλέον ἢ φιλευφρόσυνοι καὶ εἶναι καὶ ἀκούειν βουλόμεθα. σοῦ μὲν γὰρ μηδέν τι ἀπευκταῖον ἐξ ἀνθρωπίνης χειρὸς πεπονθότος, τὸ κοινὸν τοῦτο πάντων ἀνθρώπων σωτήριον, ὅ ἐστι τὸ τὴν βασιλείαν σώζεσθαι, καὶ ἴδιον ἀγαθὸν ἡμῖν ποιούμεθα· εἰ δ᾿ ἐπὶ σοί τι ξυμβαίη τῶν ἀδοκήτων, κοινῇ συνανατραπέντες καὶ συμφορὰς ἰδίας προσεπιμαξόμεθα, φρούδων ἁπάντων γεγενημένων, ἅπερ ἀναδούμεθα σοῦ βασιλεύοντος”.

Οὕτω φροιμιασάμενοι καὶ δεξιῶς χορδολογήσαντες τὸ τοῦ λόγου βάρβιτον ἐπήνεγκαν τὸν κολοφῶνα τῆς ὑποθέσεως, οἷόν τι μέλισμα ἐξιστῶν τὸν βασιλέα φρενὸς καὶ μεταφέρον εἰς μανιώδη ἀλλοίωσιν, ὡς οὐδ᾿ Ἀλέξανδρον πάλαι πρὸς ὅπλισιν τὰ Τιμοθέου ἐνεθέαζον κρούματα· φασὶ γὰρ ὡς „ἡ σὴ ἄλοχος, δέσποτα, ἐς πράξεις μυσαρωτάτας ἀνακεκαλυμμένῃ χωρεῖ κεφαλῇ, καὶ σὲ τὸν εὐνέτην ὡς μαχλὰς ἐς τὴν κοίτην ἀδικοῦσα δεδίαμεν μὴ καὶ νεωτέροις ἐγχειρήσειε πράγμασι μικρῷ ὕστερον· ᾧ γὰρ λεσχηνεύουσα καὶ ἀναίδην συγκατακλινομένη γέγηθε, τοῦτον εἰκὸς καὶ ἄρχειν αὐτὴν αἱρεῖσθαι καὶ τὴν πᾶσαν πρὸς τοῦτο συντείνειν πρόθεσιν. δεῖ τοίνυν αὐτὴν μὲν ἀνακοπῆναι τοῦ τὰ πάντα δύνασθαι καὶ πλούτῳ περιρρεῖσθαι πολλῷ, τὸν δ᾿ ἐραστὴν αὐτῆς, ὃν αὐτὸς μὲν ἐς παῖδας ἐνέγραψας, ἡ δὲ ἀθεμίτως ἑαυτῆς πεποίηκεν ἐπιβήτορα, ἐκποδὼν γενέσθαι ἀνυπερθέτως καὶ μάλα αὐτίκα, ὡς μηκέτι τοιοῦτόν τι ξυμπεραίνηται μίασμα. τὰ δ᾿ ἐς τὴν ἄδικον σύζυγον γενησόμενα χρεὼν ἀναβεβλῆσθαι κατὰ καιρόν, καθ᾿ ὃν σὺν θεῷ ἀνύσας τὴν προκειμένην ἐς τὴν Κωνσταντίνου αὖθις ἐπαναλύσειας”.

Ταῦθ᾿ οἱ μὲν εἰπόντες καὶ ὑποθέμενοι ἀνδρῶν ἠκηκόεισαν βέλτιστοι καὶ χρῆμά τι σπάνιον ὁμοῦ καὶ ἀσπάσιον· ὁ δὲ βασιλεὺς μέγ᾿ ὀχθήσας ὅτι τῶν πρὸς τὸν Βατάτζην εὐποιϊῶν ταύτην ἀντείληφεν ἀμοιβήν, στείλας εὐθὺς τῶν δορυφόρων ἕνα, ᾧ ἐπίκλησις Βαστραλίτης, τίθησιν ἐξ ἀνθρώπων. ὁ μὲν γὰρ τοῖς περὶ τὴν Βιθυνίαν διέτριβε μέρεσιν, ἔτι ἀντιστατοῦντος Ἀλεξίου τοῦ Κίλικος. ὁ δὲ Βαστραλίτης ἀφικόμενος καὶ τοῦτον τοῦ στρατοπέδου ἀπαγαγών, ὡς ἂν οὕτω μηδενὸς ἀΐοντος ἀπαγγελεῖ τὰ βασιλέως ἐντάλματα, ἅπερ εἰς ἐκεῖνον ἥκει φέρων ἀπόρρητα, αὐτός τε τὸ ξίφος ἐσπάσατο καὶ οἳ τῶν ἐκείνου πρὸς φονουργίαν προητοιμάσθησαν, καὶ ἦν ὁ μεῖραξ ἐντεῦθεν ὡς βόσκημα διαμελιζόμενος. καὶ τὸ μὲν ἔργον τοῦτο βαρέως καὶ δυσφόρως ἅπαντες ἤνεγκαν ὁ στρατός, ὁπόσοις τὸ πραχθὲν ἐν ὀφθαλμοῖς προύκειτο· ὁ δὲ Βαστραλίτης πηριδίῳ τὴν τοῦ Βατάτζη κεφαλὴν ἐνθέμενος εὔζωνος ἐπανῆκεν ἐς βασιλέα. καὶ οὗτος τῷ κρανίῳ πρὸ τῶν ποδῶν ῥιφέντι λὰξ ἐναλλόμενος καὶ ἱκανῶς αὐτῷ ἐμβλέπων προσλαλιάν τινα διεξῄει μηδαμῶς ἱστορίᾳ δοθῆναι πρέπουσαν.

Καὶ βασιλεὺς μὲν μετὰ τοῦτο τῆς προκειμένης ἐχόμενος ἄπεισι πρὸς τὰ Κύψελλα, σωτήριόν τι ταῖς Θρᾳκίαις πόλεσιν ἐργασόμενος, ἃς οἱ Βλάχοι καὶ Σκύθαι κακῶς ἐτίθεσαν, ἐπὶ δὲ συλλαβεῖν τὸν Χρύσον προθέμενος ἢ γοῦν ἀνακόψαι τῶν ἐκδρομῶν, ἃς ἐποίει λαθραίως τὰ περὶ τὰς Σέρρας κείρων χωρία.

Ἦν δ᾿ ὁ Χρύσος οὗτος Βλάχος τὸ γένος, τὴν ἡλικίαν συνεσταλμένος, μὴ συμφρονήσας μὲν ἀφισταμένοις Ῥωμαίων Πέτρῳ καὶ τῷ Ἀσάν, ὅτι μὴ καὶ μᾶλλον κατ᾿ αὐτῶν ἀράμενος ὅπλα μεθ᾿ ὧν εἶχε πεντακοσίων ὁμογενῶν καὶ Ῥωμαίων γεγονὼς ἔνσπονδος. οὐ πολλῷ δ᾿ ὕστερον ἁλοὺς ὡς ῥέπων πρὸς τὸ ὁμόφυλον, τοῖς πρόσω βαίνων διὰ παντὸς καὶ δυναστείαν ἑαυτῷ μνηστευόμενος, φρουρᾷ παραδίδοται. εἶτα ἀνεθεὶς καὶ σταλεὶς ἐπὶ τῷ φρουρῆσαι τὴν Στρούμμιτζαν τὸν μὲν ἐκεῖσε πεπομφότα βασιλέα τῶν ἐλπίδων ἐψεύσατο, τῇ δὲ γνώμῃ χρησάμενος ἦν τοῖς ἐκ γειτόνων Ῥωμαίοις κἀκεῖνος κακὸν ἀδυσώπητον.

Πρὸς τοῦτον τοίνυν ἐξορμήσας ὁ βασιλεὺς καὶ στράτευμα ἱκανὸν ἐς τὰ Κύψελλα ἠθροικώς, μετὰ βραχὺ ἀποστὰς τῆς προθέσεως ἐρᾷ ἐπανόδου, ὡς μάτην μὲν ἐκεῖσε τὴν στρατιὰν ἁλισθῆναι, εἰκαίως δὲ καὶ αὐτὸν τὴν ἐς τὰ Κύψελλα πορείαν ἑλέσθαι. οὐκοῦν τὰ κατὰ τὴν ἑσπέραν ἀφεικὼς φέρεσθαι, ὡς πρώην εἶχον καὶ ἔπασχον, ἐς τὸ Βυζάντιον ἐπανέζευξε μηδὲ δύο μῆνας ἀνασχόμενος θυραυλῆσαι.

Καὶ ὁ μὲν τοῖς κατὰ τὴν Ἀφάμειαν βασιλείοις ἐναυλισάμενος τὸ Φιλοπάτιον κατειλήφει μετέπειτα. ἡ δέ γε βασιλὶς Εὐφροσύνη συναθροῦσα τῷ νῷ καὶ συλλαμβάνουσα ὅσα κατερρέθη αὐτῆς καὶ δεδοικυῖα τὸν σύλλεκτρον τὰς χεῖρας πρὸς ἅπαντας ὤρεγεν ἐλεεινῷ καὶ ἀπεσβεσμένῳ βλέμματι καὶ ἠντιβόλει τοὺς παρὰ βασιλεῖ πεποίθησιν ἔχοντας, προστῆναί τε αὐτῆς καὶ τὰ δυνατὰ ὑπερφθέγξασθαι οὐ μόνον ἀτίμως ἐξωσθῆναι τῶν ἀνακτόρων κινδυνευούσης, ἀλλὰ καὶ τὸν περὶ ψυχῆς ἤδη τρεχούσης περιφανῶς. ᾤκτειρον οὖν αὐτὴν οἱ πλεῖστοι· καὶ οἱ μὲν ἀπολιγωρῆσαι τῶν κατὰ τῆς γυναικὸς εἰσηγηθέντων τὸν βασιλέα ἐνῆγον ἐνδιέβαλλόν τε τοὺς κατειπόντας αὐτῆς ἄνδρας ἀκανθώδεις τὸν τρόπον καὶ συρραφέας ψεύδους καὶ στρεβλοχείλους αὐτοὺς ὀνομάζοντες καὶ φιλαιτίους ἔτι καὶ μεμψιμοίρους· οἱ δὲ ὑπετίθουν μετὰ προμηθείας πλείστης τὸ γενησόμενον διαπράξασθαι, ἵνα μὴ ἁλῷ ἐκείνην εἰσοικιζόμενος ὕστερον, ἣν ἀπέλυσε σήμερον ὡς μοιχεύτριαν, καὶ τὴν αὐτὸς αὐτοῦ αἰσχύνην διατεχνώμενος ἐσεῖται οὕτως παγκόσμιον περιλάλημα κἀκείνοις τῶν ζώων παραβαλλόμενος τοῖς ἐκκρούουσι μὲν ἐπὶ τῶν κροτάφων τὰ ἀμυντήρια, παροξυνομένοις δὲ οὐδαμῶς, οὔτε μὴν τὸ κέρας ὁπλίζουσι κατὰ τῶν ἐπιθορνυμένων ἐν ὄψεσι ταῖς θηλείαις αὐτῶν.

Μετὰ δὲ τοῦτο εἰς τὰ κατὰ Βλαχέρνας ἀνάκτορα εἰσιὼν οὐκ εὐθέως τὸν κότον ἐξέρρηξεν, ἀλλὰ σύσσιτον καθάπαξ παραλαβὼν τὴν ὁμόλεκτρον καὶ τότε τὴν ἔνδον ταραχὴν ὑπεμφαίνων τῷ τῆς ὄψεως σκυθρωπῷ καὶ τῷ ἄλλοσέ πῃ προσνεύοντι βλέμματι, καιόμενός τε τῷ πυρὶ τοῦ θυμοῦ, μὴ μέντοι γε καταπιμπράμενος, ἢ γοῦν ἀφανῶς ἐξαπτόμενος καὶ λεληθότως αὖθις ἀποσβεννύμενος, οὐκέτι ὁμιλῆσαι ταύτῃ καὶ συνδειπνῆσαι προσέθετο. ἡ δὲ κρίσιν ἐπὶ τοῖς εἰσαγομένοις κατ᾿ αὐτῆς ἐξαιτοῦσα ἐνέκειτο καὶ πάντα παθεῖν ἑτοίμως ἔλεγεν ἔχειν, ὁπόσα ἂν ἡ κατ᾿ αὐτῆς ἐξενεχθεῖσα ψῆφος ἀποφανεῖται· ἐδεῖτό τε τοῦ βασιλέως μὴ τῇ κομψείᾳ καὶ συγγενείᾳ τῶν καταγορευσάντων αὐτῆς προσώπων, τῇ δ᾿ ἀκριβείᾳ καὶ ἀληθείᾳ τῶν πραγμάτων προσσχεῖν. ὁ δὲ πρὸς οὐδέν τι τοιοῦτον ἑαυτὸν ἀπευθύνας, ἀλλά τινας τῶν κατευναστριῶν γυναικῶν βασάνοις ὑπαγαγὼν κἀκ τῶν θαλαμηπόλων εὐνούχων ἀκριβωσάμενος τὰ τοῦ δράματος, ἀπάγειν αὐτὴν μεθ᾿ ἡμέρας τῶν βασιλείων ἐκέλευσε, παντὸς ἐστερημένην ἀρχικοῦ στολίσματος καὶ λαμπροῦ περιβλήματος. ἐξάγεται οὖν τῶν ἀνακτόρων διὰ καθόδου τοῖς πολλοῖς ἀδήλου, εὐτελὲς περικειμένη χιτώνιον, ὁποῖον τῶν γυναικῶν αἱ χερνήτιδες, καὶ δύο ἀμφιπόλους βαρβάρους ἔχουσα, παραγραμματιστρίας καὶ ταύτας τῆς Ἑλληνίδος φωνῆς, καὶ δικώπῳ ἁλιάδι παραρριφεῖσα κατά τινα γυναικείαν μονὴν ἀπάγεται περί που τὸ τοῦ Πόντου στόμα δεδομημένην καὶ τῆς Νηματαρέας ὠνομασμένην.

Ἀλλ᾿ οὕτω τῆς δεσποίνης ἐκποδὼν γενομένης, οἱ μὲν κατειρηκότες αὐτῆς οὐ πάντῃ ἀνεπαχθῶς ὑπέφερον τὸ συμβάν, ἐπειδήπερ καὶ τοῦ ἄγαν ἐκκροῦσαι τὴν βασιλίδα πειρώμενοι κατεῖπον αὐτῆς ἐς τὸν ἄνακτα, οὐ μὴν ἐκσφαιρίσαι παντάπασι τῆς ἀρχῆς βουλόμενοι ἢ γοῦν ἐκ θεμελίων αὐτῶν εἰς τέλεον κατασεῖσαι· καὶ τὸν βασιλέα οὐκ ᾤοντο ὅλως τοιαῦτα δράσειν ποτὲ κατ᾿ αὐτῆς, εἰς τὴν τούτου ἀφορῶντες μαλακότητα καὶ τὸ φέρεσθαι αὔραις μικροῦ καὶ ῥιπίζεσθαι. καὶ οἱ μὲν ἐφ᾿ οἷς τὸ γένος ᾔσχυναν ἤχθοντο, εἰ καὶ μὴ ἐς ὅσον ἔδει καὶ δυσφορεῖν, καὶ οἱ ὀνειδισμοὶ δὲ τοῦ λεὼ καὶ αἱ κερτομίαι τούτοις ἐπιπίπτουσαι κατεπίεζον.

Ἓξ μὲν οὖν μῆνες ἐξίκοντο, καὶ ἡ βασιλὶς Εὐφροσύνη τῶν βασιλείων ἀποβέβλητο. ἐς τέλος δ᾿ ἂν παρεώρατο, εἰ μή γε οἱ τρώσαντες ἰάσαντο, οὐχ ὃν τρόπον Ἀχιλλεὺς Τήλεφον, ἀλλὰ τὸ πρὸς αὐτοὺς πάγκοινον μῖσος, ὅτι τὴν δοξάσασαν αὐτοὺς οὐδὲν δέον αὐτοὶ ἀπεδόξασαν, εὕραντο πρὸς ἐπάνοδον οἵδε πανάκειαν ἄντικρυς. παντὸς γὰρ τοῦ ἐκ συγγενείας τῷ βασιλεῖ συνωμονοηκότος, καὶ τοῦ Μεσοποταμίτου Κωνσταντίνου πάντα κάλων, ὅ φασι, κεκινηκότος καὶ ἀνταρκέσαντος, ἐπανακαλεῖται αὖθις καὶ προσλαμβάνεται, καὶ ἦν ἰσχὺν τὴν προτέραν ὑπερβαλοῦσα τῇ ὕστερον. τοῖς δ᾿ ἀντίφροσι πρὸς οὐδὲν ἐβαρυμηνίασε προδήλως ἢ ἐδολορράφησε τὰ ἀντίσταθμα, οὔτε μὴν τῇ κατακωχῇ τοῦ θυμοῦ ὡς Μήδεια ἀνοίστρησε βακχευτικῶς κατ᾿ αὐτῶν, ἀλλὰ θηροκομοῦσα τὸν σύζυγον καὶ πάλαι μὲν ἀποστέργοντα, τότε δὲ καὶ τέλεον αὐτῆς ἀποσχόμενον καὶ πρὸς εὐνὴν ἐκείνῃ μηδαμῶς συνερχόμενον, σοφιστικῶς ὑπήρχετο, θωπεύουσά τε σὺν τέχνῃ ἐχρῆτο, ὡς ᾑρεῖτο, τῷ τοῦ ἀνδρὸς ἤθει μικροῦ πᾶσαν ἀναζωσαμένη τῆς ἀρχῆς τὴν διοίκησιν. καὶ τῇδε μὲν εἶχε καὶ ταῦτα.

Ὁ δὲ Μεσοποταμίτης Κωνσταντῖνος (δοτέον γὰρ ἔτι τῷ λόγῳ τὰ κατὰ τὸν καθ᾿ ἡμᾶς Πρωτέα καὶ πολυτροπώτατον ἅμα καὶ ποικιλώτατον τόνδε ἄνθρωπον) ἀνέσπα τὴν ὀφρὺν καὶ βλακῶδες ἔβαινε διὰ τὴν τῆς δεσποίνης ἐπάνοδον. καθ᾿ ὅν, οἶμαι, λόγον μηδ᾿ ἐξαρκεῖν αὐτῷ ἐς τιμὴν τὸ παρὰ βασιλεῖ δύνασθαι τὰ πάντα οἰόμενος, τὸ μὲν ἐπὶ τοῦ κανικλείου ὀφφίκιον, ὅπερ Ἰσαακίου εἶχεν ἀνάσσοντος, βραβευόμενον αὖθις ὡς μὴ χωροῦν αὐτοῦ τῆς ἰσχύος τὸ μέγεθος ἀπηνήνατο, ἐκ δ᾿ ἀναγνώστου κληρωθῆναι εἰς διάκονον ᾑρετίσατο, μὴ καὶ τῶν ἱερῶν ἐπιθιγγάνειν ἀξόνων οὐ κρίνων ὅλως ἀνασχετόν. καὶ ἦν ἡ πρόθεσις ἔργον εὐθύς· καὶ βασιλεὺς αὐτὸς κατὰ τὸν ἐν Βλαχέρναις περίπυστον κατῄει νεών, καὶ ὁ πατριάρχης ἅμα οἱ παρῆν προχειρίζων τοῦτον ἐξ ἀναγνώστου διάκονον, καὶ στάσις αὐτῷ καὶ βαθμὸς ἀναβάσεως συγκεχώρηται πρώτιστος. τοῦτο δ᾿ ἠνυκὼς σχηματίζεται τὸν ὑπονοστοῦντα καὶ μηκέτι τοῖς ἀρχείοις παραβαλοῦντα ἢ ὑποδρηστεύσοντα βασιλεῖ ὅλως· τοὺς γὰρ κανόνας μὴ ἐνδιδόναι οἱ ὁπωστιοῦν καὶ θεῷ ἱερᾶσθαι καὶ κοσμικαῖς προσπλέκεσθαι πραγματείαις· ἀποδιεστάναι γὰρ ἄμφω καὶ μηδαμῶς συναλείφεσθαι, ὥσπερ καὶ τὸ δουλεύειν θεῷ τε καὶ μαμωνᾷ κατὰ διάμετρόν εἰσιν ἀντικείμενα. ὁ γοῦν βασιλεὺς ὅσα καὶ κιττὸς ἐξεχόμενος τούτου καὶ περιεχόμενος τόμον εὐθὺς ἐκθέσθαι τὸν πατριάρχην Ξιφιλῖνον ἠνάγκασεν ἐνδιδόντα τῷ Μεσοποταμίτῃ θεῷ καὶ βασιλεῖ, νεῷ τε καὶ ἀρχείοις προσδιαπλέκεσθαι, μηδὲν ὑφορωμένῳ βλάβος ἐκ τῶν κανόνων, οἳ τοῖς ἀμφιβίοις τούτοις δριμύσσονται δυσκολαίνοντες. τετέλεστο γοῦν καὶ τοῦτο. μικρῷ δ᾿ ὕστερον καὶ τῆς λαμπροτάτης πόλεως Θεσσαλονίκης ἀρχιερεὺς προχειρίζεται.

Ἦν ἂν οὖν τὰ τῆς δόξης ταύτης κληρούμενος οὐκ ἀπόβλητος ἴσως ὁ ἄνθρωπος, οὐδ᾿ ὧν ἐς ὕστερον πέπονθε δεινῶν αὐτὸς ἑαυτῷ παραίτιος, εἰ τῶν βασιλείων ἀπέστη λαμπρῶς, ὅρον ὀψέ ποτε τῇ ἐφέσει θέμενος ἢ τῆς φιλοπράγμονος γνώμης βραχύ τι καθυπενδούς. νῦν δὲ ἀλλ᾿ ἡ τῶν πολλῶν καὶ μεγίστων τιμῶν, καὶ τούτων ἀνομοίων, λυσσώδης καὶ ἀπέραντος λίχνευσις καὶ τῶν χθαμαλωτέρων αὐτὸν ἐξέκρουσε· καὶ προύθηκεν εἰς παράδειγμα τὸν αὐτὸν ὕψους ὑπερφυοῦς καὶ ταπεινότητος ἀμέτρου ἡ τοῖς ἀνθρωπίνοις πράγμασι βραβεύουσα πρόνοια, καὶ ἀναβὰς ἕως τῶν οὐρανῶν, καταβέβηκεν ἕως τῶν ἀβύσσων τῇ παλιμπνοίᾳ τῶν πράξεων. οὐκ ἀνασχετὰ γὰρ κρίνων, εἰ μὴ τῇ λαιᾷ μὲν τῶν ἱερῶν ἔχοιτο πραγμάτων, τῇ δεξιᾷ δὲ τῶν κατὰ τὰ ἀνάκτορα λάζοιτο, συμμάρπτων τὰς ἀρχὰς ἀμφοτέρας καὶ περισφίγγων ὅσα καὶ λίθος τῶν διεστώτων συνδέτης ἀκρόγωνος, ἀμεταθέτως εἶχε καὶ πάλιν τῆς πρώην προθέσεως. ἀλλὰ μηδ᾿ ἄτερ τῆς αὐτοῦ γνώμης περατοῦσθαί τι βουλόμενος, ὡς σφῆνάς τινας καὶ βλῆτρα τοὺς ἑαυτοῦ κασιγνήτους ἐνέβυσε τῇ ἀρχῇ. ἢ ὡς ἐνώτια ταῖς τοῦ βασιλέως ἑκατέραις ἀπῃώρησεν ἀκοαῖς, ἵν᾿ εἴ ποτε τῇ ἐκκλησίᾳ παραβάλλων τῇ συνόδῳ συγγίνοιτο, μηδὲν εἴη διαπραχθὲν ἢ καὶ λεχθὲν ἀφώρατον, μηδὲ λάθῃ τις αὐτὸν εἰς τὸν ἐκείνου χῶρον παρεισιών. οὐ μὴν ἀλλὰ καὶ πρὸς τὴν Θεσσαλονίκην ἀφικόμενος καὶ μικρόν τι φανεὶς καὶ ὅσον ἐνιδρυθῆναι τῷ θρόνῳ ἐς τὸ Βυζάντιον αὖθις πτηνὸς ἀνέζευξε, μὴ περιβλέψας ἐς τὰ ὀπίσω μηδὲ στὰς ἐν πάσῃ τῇ περιχώρῳ, καὶ κατ᾿ αὐτὸ μὲν δὴ τοῦτο ὑπερόπτης τῶν ἁπάντων γενόμενος, ὅτι τὰ πάντα τῷ δακτύλῳ μετῆγέ τε καὶ μετέφερε, μάλιστα δ᾿ ὅτι τοῦ βασιλέως κατὰ τοῦ Χρύσου αὖθις ἐξωρμηκότος αὐτὸς ἐς ὅσα τῷ βασιλεῖ πρὸς βουλῆς τὰ κατὰ τὸν ἀποστάτην τοῦτον διῳκηκὼς ἔδοξε καὶ τακτικαῖς ἐνδέξιος ἐπιβαλεῖν ὑποθέσεσι καὶ ἀτεχνῶς βασίλειον ἱεράτευμα.

Ὅθεν ὅπερ ἐπὶ τῶν σωματικῶν ἕξεων ὁ Κῷός φησι ποιητής, ὡς εἰς τὸ ἄκρον προελθοῦσαι φιλοῦσι πρὸς τὸ κάταντες ὡς φιλυπόστροφοι μεταφέρεσθαι, μὴ ἀτρέμας ἔχουσαι μένειν τῷ συνεχεῖ ἀεὶ τῆς κινήσεως, τοῦτο καὶ ἐπὶ τῷ Μεσοποταμίτῃ συμπέπτωκεν ἄντικρυς· ἀεὶ γὰρ τοῦ προβαίνειν πειρώμενος καὶ μηδένα τοῦ δοξοθηρεῖν εἰδὼς κόρον ἔλαθεν ὡς ὁ μυθικὸς κώνωψ ὁ λέοντι συμπλακεὶς ἀραχνίῳ λεπτῷ συλληφθεὶς καὶ πᾶσαν ἐξαναλύσας δόξαν δι᾿ ἀτιμίας, ἣν περισπερχῶς ἀνώδευσε πρότερον, κατὰ τὸ ψαλτῴδημα τοῦ Δαυὶδ „κύψας ἦν καὶ πεσὼν ἐν τῷ κατακυριεῦσαι τῶν τότε πενήτων γνώσεως”. ἐς γὰρ φατρίαν οὐ μετρίαν ἀθροισθέντες καὶ κοινῇ συνελθόντες ὁπόσων αὐτὸς ταῖς κεφαλαῖς κατὰ τὴν τῆς κωμῳδίας ψύλλαν ἐφήλατο καὶ οὓς μικροῦ κατὰ κόρρης ἐρράπιζεν ὡς ἀνδράποδα καί τινας οὐχ ὑγιεῖς κατ᾿ αὐτοῦ κατηγορίας ὡς ἀφυσγετὸν ἠθροικότες προσίασι βασιλεῖ καὶ τὸ αὐτοῦ εὐένδοτόν τε καὶ ῥᾴδιον παντὶ καθυπάγεσθαι ῥήματι συνέριθον πρὸς τὸ ἔχθος εὑράμενοι κατέδραμον γενναίως. καὶ τὸ ἐντεῦθεν οὐ μόνον τῶν ἀνακτόρων ἐκτοπίζεται ὡς σφαῖρά τις εὐπερίγραπτος διαφεθεῖσα ἰσχυρῷ μηχανήματι, ἀλλὰ καὶ τῆς ἀρχιερωσύνης ἐξοστρακίζεται, ἑνός τινος προκοιλίου ἐς ἀγορητὴν ἐπιλέγδην παρὰ τῶν ὅλων προβληθέντος, λέγω δὴ τοῦ τότε δουκὸς τοῦ στόλου Μιχαὴλ τοῦ Στρυφνοῦ, ᾧ καὶ μᾶλλον ὁ Μεσοποταμίτης ἀντεπολιτεύετο ὡς καὶ ὑπὲρ πάντας ὄντι φιλοκερδεῖ καὶ τὰ κοινὰ νοσφιζομένῳ καὶ χανδὸν καταβροχθίζοντι χρήματα.

Πλὴν ἀλλὰ τοῦτο μὲν οὐ πάνυ δεινόν, καίπερ ὂν δεινόν, τό τινας ἀβασανίστως καὶ ἄλλης μὲν ὑπηρεσίας ἀδίκου γλώττης ἀπάγεσθαι πάρεργον, μάλιστα δ᾿ ἀποπίπτειν τοῦ τῆς ἱερωσύνης μεγίστου χρήματος. ἐκεῖνο δὲ καὶ λίαν ἀσύγγνωστον καὶ πολλὴν ἀβελτηρίαν τῶν δεδρακότων κατηγοροῦν· δεῆσαν γὰρ ἕτερον ἀρχιερέα ψηφισθῆναι Θεσσαλονίκης, ἡ τοῦ Μεσοποταμίτου καθαίρεσις κατ᾿ ἐρήμην προτίθεται πρὸς ἐξέτασιν. καὶ ὡς ἔδοξαν σκάζοντά τε καὶ μὴ ἐρρωμένα τῶν ἐν αὐτῇ κεφαλαίων τινὰ πρὸς ἀρχιερωσύνης ἀφαίρεσιν, ὁ δὴ πατριάρχης, εἴτε βασιλείῳ ὑπείκων κελεύσματι, εἴτε τῷ πρὸς τὸν Μεσοποταμίτην ἔχθει φρονεῖν οὐκ ἔχων τὰ καίρια, εἴθ᾿ ἑτέρως καθ᾿ ὃν οὐκ ἴσημι λόγον ἐκκρουσθεὶς τοῦ καθήκοντος, τινὰς τῶν ἀρχιερέων ἀγηοχὼς καὶ δικαστὰς αὐτῷ συνεδριάσας, ὁπόσοι κακόσχολοι καὶ τὴν ἐκ βασιλέως εὔνοιαν ὅλῳ ποδὶ καὶ συντόνῳ προθυμίᾳ μεταδιώκοντες, μεταλλοιοῖ τὴν καθαίρεσιν καὶ παρένθετά τινα τῷ τόμῳ προσθεὶς αἰτιάματα, ἐκ τοῦ δήπουθεν ἀναμφηρίστου πάσης ἱερᾶς ἀποξενοῦντα λειτουργίας τὸν τούτοις ἁλόντα, τῷ χαρτοφυλακίῳ ἀποτίθησιν, ἐκδοὺς ἔκτοτε καὶ τῷ Χρυσάνθῳ ἀντίγραφον, ὃς τῆς Θεσσαλονίκης ἐνεχειρίσθη τοὺς οἴακας. κἀπὶ τοῖς τελεσθεῖσι τούτοις δέον ἐγκαλύπτεσθαι, τῶν δέ τινες καὶ ἐπεσκίρτων, ὡς εἴπερ πολεμίων ἐθνῶν ὑπόπτωσις ἐντεῦθεν κατώρθωτο ἢ θηρίον δυσάλωτον ἐκεχείρωτο πόλεις ἐξερημοῦν καὶ τοὺς κατοίκους διαφθεῖρον καὶ πρὸς χρόας ἀνομοίους μεταλλαττόμενον, ὁποῖα τὰ Λιβυκά φασιν, ἢ ὁ παρὰ τῷ Ἰὼβ ἀνάλωτος δράκων συνείληπτο καὶ ὁ βορὸς μυρμηκολέων ἀπώλετο, εἴτε μὴν ἡ πολυθύσανος αἰγὶς καὶ δειματώδης ἐκείνοις ἐς χάος ἐλήλαται καὶ διέσπασται.

Καὶ οὕτω μὲν ὁ Μεσοποταμίτης Κωνσταντῖνος καὶ οἱ τούτου δύο κασίγνητοι τῶν κοινῶν ἐκκρούονται διοικήσεων, ἀντεισάγεται δ᾿ ἕτερος περὶ τὰς κοινὰς διοικήσεις οὐκ ἐνδέων τοῦ ἀκριβοῦς, χαρίεις τὸ ἦθος, μάλα τε τοὺς λόγους ἀποτορνεύειν εἰδὼς καὶ ἀπομηκύνειν ἐς περιόδους ῥητορικῶς· ὁ Εἰρηνικὸς ἦν οὗτος Θεόδωρος, καὶ παρεῖχεν ἑαυτὸν τοῖς πᾶσι κατάλληλον. συνέζευκτο δέ τις ἐκείνῳ καὶ τῶν πόνων συνελαμβάνετο φιλοχρηματῶν ἱκανῶς καὶ βηχὶ συνεχεῖ κάτοχος. ἀμφότεροι οὖν ταῖς πολιτικαῖς ἐπεστάτουν πράξεσι. πλὴν τὸ τοῦ Μεσοποταμίτου πτῶμα μηδαμῶς ἐν γέλωτι ἔχοντες, ἀλλὰ διὰ παντὸς προορώμενοι καὶ τὸ τοῦ κρατοῦντος εὔκολον ὑφορώμενοι οὐκ ὄρθιοι καὶ ἀκλινεῖς ὡς οἱ ἀκράδαντοι τῶν ἱπποτῶν κατά τε πρανῶν καὶ ὀρθίων ἐφέροντο, ἀλλὰ τὸ δυναστεῦον ὑποποιούμενοι ἀνεῖργόν τε καὶ ἀνεσείραζον ἀεὶ τὴν ἰσχὺν καὶ πολλὰ τῶν δεόντων παρέτρεχον τὴν ἀπόβασιν εὐλαβούμενοι.

Ἐν τούτοις μὲν οὖν καὶ τοιούτοις παραπλησίοις ἐνιαυτὸς ἐξίκετο τρίτος ἄρχοντι Ῥωμαίων Ἀλεξίῳ τῷ Κομνηνῷ. τὰ δ᾿ ἐφεξῆς οὐδὲν ἀντιστατοῦντα τοῖς πρότερον· δίαιτα γὰρ ἦν ἡ αὐτὴ καὶ πάλιν καὶ βίος χαλαρὸς καὶ ἐξημβλυμένον ἀεὶ φρόνημα.

Τότε δὲ καὶ αἱ εἰρηνικαὶ σπονδαὶ παρωράθησάν τε καὶ συνεχέθησαν, ἃς εἶχε βασιλεὺς ἐκτελέσας μετὰ Πέρσου τοῦ διέποντος τὸ Ἰκόνιον. ὁ μὲν γὰρ Καϊχοσρόης (τοῦτο γὰρ ἦν ὄνομα τῷ βαρβάρῳ) δύο Ἄραβας ἵππους ἐκ τοῦ σουλτὰν τῆς κατ᾿ Αἴγυπτον Ἀλεξανδρείας τῷ βασιλεῖ στελλομένους ἀφείλετο. τοίνυν καὶ θατέρῳ τούτων τὸ γόνυ ἐξαρθρωθέντι ἐν τῷ πρὸς δρόμον ἀνίεσθαι πέμψας εἰς βασιλέα συγγνώμην ᾐτεῖτο, ὅτι τε ὅλως εἰς αὐτὸν διαβαίνοντας ἵππους ἔσχεν ἰδιωσάμενος καὶ ὅτιπερ ἡ τοῦ ἑνὸς ἀχρείωσις καὶ τὴν θατέρου ἀποστολὴν πεποίηκεν ὑποστείλασθαι· πάντως δὲ φροντιεῖν τοῦ τῷ φίλῳ ἀνεπαχθοῦς καὶ τοῦ μὴ τῶν ἵππων ἐς μακρὸν στέρεσθαι. καὶ ὁ μὲν ἐφ᾿ οἷς ἔδρασεν εὐπρόσωπον οὕτως ἠγόρευε τὸν ἀπόλογον· ὁ δὲ μήτε τὸ μεγαλόψυχον ἐπαινέσας, μήτε μὴν τὴν ἀνάγκην τρέψας ἐς τὸ φιλότιμον ἢ γοῦν ἐν νῷ βαλλόμενος τὸν καιρὸν βαρὺν ἐνστάτην ἀεὶ αὐτῷ ἐφιστάμενον καὶ πρὸς πνῖγμα ἐπὶ πᾶσι κατάγχοντα, ὡς πρῖνος αὐτίκα καιόμενος τῷ θυμῷ ἐπεβρόντα. πλὴν ἕτερον μὲν οὐδέν τι γενναῖον πρὸς ἀντιπαραλύπησιν τοῦ Πέρσου συνεώρακε διαπράξασθαι, καθ᾿ ἑαυτοῦ δὲ στρατεύεται ἀτεχνῶς καὶ τὸ ξίφος τῷ τέως κρυπτόμενον ἀναδείκνυσι. τοίνυν ἐπιτάττει φυλακαῖς ἐνειρχθῆναι καὶ τὰ ὄντα πάντα ἀφαιρεθῆναι ὁπόσοι Ῥωμαῖοί τε καὶ Τοῦρκοι πραγματευταὶ τοῦ Ἰκονίου ἀπάραντες τὸ Βυζάντιον ἐπεισῄεσαν. καὶ τὰ μὲν ἐκείνων ἐμπορεύματά τε καὶ ὑποζύγια οὔτ᾿ αὐτὸς εἶχεν ὡς δέον οἰκειωσάμενος οὐτ᾿ ἐναπελείφθη ἐκείνοις, ἄλλα γὰρ ἄλλοις καὶ πάνθ᾿ ὁμοῦ σχεδὸν διεσκέδαστο καὶ ἠφάντωτο.

Καὶ ὁ βάρβαρος τὸ συμβὰν ἐνωτισάμενος, μηδέν τι τῆς προθυμίας καθυφείς, μήτε μὴν εἰς δευτέραν βλέψας πρεσβείαν, κατὰ Ῥωμαίων ὅπλα βαστάζει, καὶ προσπεσὼν ἀπροσδόκητος ταῖς κατὰ Μαίανδρον κωμοπόλεσι Καρίαν τε καὶ Τάνταλον καθ᾿ ἡλικίαν ἠνδραποδίσατο καὶ πόλεις ἄλλας ὅτι πολλὰς ληϊσάμενος πρὸς αὐτὴν ἠπείγετο τὴν κατὰ Φρυγίαν Ἀντιόχειαν.

Καὶ τάχ᾿ ἂν ἐξεῖλε καὶ ταύτην ὥσπερ χθιζὰ Καρίαν καὶ Τάνταλον, εἰ μὴ παρὰ δόξαν ἀντέστη τῷ βαρβάρῳ πρὸς τὸ ὀξὺ τῆς σκυλεύσεως οὐκ ἐκ προνοίας τινὸς ἀνθρωπίνης, ἀλλά πως αὐτομάτως ἢ καὶ θεόθεν παρεισπεσόν τι συγκύρημα. ὁ μὲν γὰρ νύκτωρ ἐξαναστὰς κατὰ κράτος εἰς Ἀντιόχειαν ἤλαυνεν, ἐπιθησόμενος ὄρθριος καὶ πορθήσων τὸ πόλισμα· ἔτυχε δ᾿ ἡμέρας ἐκείνης τῶν παρὰ τῇ πόλει δυναμένων τινὰ θύειν γάμους θυγατρί. ἦν οὖν, ὡς ἐν ταῖς τοιαύταις εἴθισται τελεταῖς, ὅμαδος ἀνθρώπων θαλιαζόντων κύμβαλά τε δι᾿ ὅλης τῆς νυκτὸς ἐκείνης ἀλαλάζοντα καὶ τύμπανα περικτυπούμενα καὶ ὀρχησταὶ τὼ πόδε παρενσαλεύοντες καὶ χοροὶ γυναίων τοῖς ὑμεναίοις τὰ πρόσφορα ᾄδοντες. ὡς οὖν ἤγγισε τῇ πόλει Καϊχοσρόης, τὴν τῶν ὀργάνων ἁρμονίαν εἰς ὦτα δεξάμενος καὶ τῆς συμφωνίας τῶν ᾀδόντων ἀκροασάμενος οὐχὶ τοῦ ὄντος κατεστοχάσατο, ἀλλ᾿ ἀνδρῶν ἡτοιμασμένων πρὸς πόλεμον συνθήματα εἶναι ταῦτα ὑπολογισάμενος, τὴν ἐκείνου προεγνωκότων ἔφοδον, ᾤχετο ἐκεῖθεν καὶ πρὸς τὴν Λάμπην ἀφίκετο.

Ἔνθα δὴ ἀπογραφεῖς ἐπιστήσας τῶν αἰχμαλώτων περί τε τῆς πατρίδος ἕκαστον καὶ τῆς κλήσεως ἐπυνθάνετο, καὶ ὅστις ὁ συλλαβὼν ἀνηρώτα, καὶ εἴ τι τῆς οὐσίας ἀπολωλέκει, καὶ εἰ παῖς ἢ θυγάτριον ἢ ἄλοχος ὑπό του τῶν Περσῶν ἀποκέκρυπται. καὶ τοιαύτην ἔκταξιν ποιησάμενος, πάντα ἀποδοὺς Ῥωμαίοις καὶ κατὰ φῦλα καὶ συγγενείας πάντας ἀπομερίσας, τῆς ἐπὶ τὰ πρόσω εἴχετο. συνεκεφαλαίωτο δὲ ἡ τῶν ἀνδραποδισθέντων πληθὺς εἰς πέντε χιλιάδας ἀνθρώπων. ἐν δὲ τῇ ἀπαγωγῇ ταύτῃ ἐμέλησε τῷ βαρβάρῳ, καὶ ὅπως τῶν ζωαρκῶν μὴ σπανίζωνται οἱ αἰχμάλωτοι, καὶ σῖτον αὐτοῖς διαδοὺς οὐδὲ τὸ τῆς ὥρας ψῦχος παρῆκεν ἀνήκεστον· πέλεκυν γὰρ ἐγχείριον ἔχων καὶ αὐτουργῶν ἐς σχίδακας διῄρει, τυχὸν οὕτω, χρόνῳ ἀνατραπὲν γεράνδρυον· ἀλλὰ καὶ τοῖς συνδραμοῦσι πρὸς τὴν θέαν Πέρσαις ὁμοίως δρᾶν ὑπετίθετο, προσεπάγων ἅμα καὶ ὑποβάλλων τὸ τῆς ἐργασίας αἴτιον καὶ τὸ πρὸς τί εὔχρηστον αὐτοῖς ἐπιλέγων· Πέρσαις μὲν γὰρ ἐξεῖναι διὰ παντὸς ἐξιέναι τῆς παρεμβολῆς καὶ ξυλεύεσθαι, ὅτι μηδ᾿ ἔσται τις αὐτοῖς προσιστάμενος, Ῥωμαίοις δὲ οὐχί, φυλαττομένοις τὸ μὴ δοκεῖν ἀποδιδράσκειν καὶ τὰ ἐκ τοῦδε ὑφορωμένοις ὡς φυγάσιν ἐπικεισόμενα δεσμά.

Ἐπεὶ δὲ τὸ Φιλομίλιον κατέλαβεν, ἐπαύλεών τε μετέδωκε καὶ γῆς ἐπεμέτρησε μέρος πρὸς ἐργασίαν ἀγαθῆς σῖτόν τε αὖθις διέδωκε καὶ ὅσα τῶν ἡμέρων καρπῶν σπόριμα. ναὶ μὴν ἐλπίδων χρηστῶν ἐνέπλησε, τέλος εἰπὼν ὡς αὐτοῦ καὶ βασιλέως αὖθις φιλιωθέντων καὶ πρὸς τὰς πρότερον σπονδὰς ἀπιδόντων προῖκα καὶ αὐτοὶ τὴν οἴκαδε ἐπάνοδον ἕξουσιν· εἰ δέ τι ἕτερον μεταβουλεύσεται βασιλεύς, ἐπὶ πέντε ὅλοις ἐνιαυτοῖς ἀδασμολόγητοι καθεδοῦνται, μηδένα τὸν ὁποιονοῦν ἀπόδομα εἰσπράττοντα ἔχοντες, μετέπειτα δὲ καταβαλοῦνται ὃν ἂν αὐτὸς ἀνεπαχθῆ διατάξαιτό σφισι φόρον, οὐχ ὑπερβαίνοντα τὸν ὅρον, ὡς εἴθισται παρὰ Ῥωμαίοις, οὐδὲ πρὸς τὸ πολλαπλάσιον κορυφούμενον. καὶ ὁ μὲν ταῦθ᾿ οὕτω διατεταχὼς ἐπανῆκεν ἐς τὸ Ἰκόνιον· τὸ δὲ φιλάνθρωπον τόδε διάγγελμα οὐ μόνον οὐδένα τῶν αἰχμαλώτων πατρίδος ἀφῆκε μνήσασθαι, ἀλλὰ καὶ πολλούς, ὁπόσοι πρὸς Περσῶν οὐχ ἑάλωσαν, ἐς τὸ Φιλομίλιον ἐφειλκύσατο, ἀκηκοότας ὅσα τοῖς καθ᾿ αἷμα καὶ πατριώταις ὁ Πέρσης εἰργάσατο.

Οὕτως ἐκ τῆς τῶν εἰς ἡμᾶς Ῥωμαίων γενεᾶς οὐχ ὅπως ἐκλέλοιπεν ὅσιος καὶ ὠλιγώθησαν αἱ ἀλήθειαι, ἀλλὰ καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἀπεψύγη τῶν πολλῶν ἡ ἀγάπησις, ὡς τὴν παρὰ βαρβάροις ἀποικίαν πόλεις ὅλας Ἑλληνίδας ἑλέσθαι καὶ τῆς πατρίδος ἀσμένως ἀλλάξασθαι· αἱ γὰρ συχναὶ τυραννίδες τό τε ὑπ᾿ ἀρχὴν τῆς σώφρονος διαίτης ἐξέκρουσαν καὶ ταῖς ἁρπαγαῖς οἱ πλείους ἐγγυμνασάμενοι οὐδέν τι πρὸς τοὺς ὁμοφύλους μέτριον ἐνενόουν καὶ διεπράττοντο.

Ἀλλ᾿ οἷα καὶ τὰ παρὰ βασιλέως πρὸς τὰ οὑτωσὶ συμβάντα διῳκημένα. στέλλει τὸν Δοῦκαν Ἀνδρόνικον νεανίαν πρώτως ὑπηνήτην τῷ Πέρσῃ συμπλακησόμενον. ὁ δὲ μεθ᾿ ὧν ἡγεμόνευεν ὀψὲ ποιεῖται κατὰ τῶν Τούρκων ἔφοδον. ἀμέλει καὶ νυκτὸς ἐπιθέμενος ποιμνίταις καὶ βουκόλοις ἀμηρᾶ τινος Ἀρσανῆ μετ᾿ οὐ πολὺ ἐπανέζευξεν.

Ἀλλὰ καὶ βασιλεὺς αὐτὸς ὡς ἀπὸ λωτοῦ καὶ Σειρήνων τῶν τρυφερῶν χωρίων τῆς Προποντίδος μόλις ἀποσπασθεὶς κατὰ Νίκαιαν καὶ Προῦσαν ἀφίκετο, οὐκ ἀντιμετρήσων ἢ ἀνταποδώσων τοῖς Πέρσαις ὃ ἐμέτρησαν καὶ ἀνταπέδωκαν ἡμῖν ἀνταπόδομα, ἀλλ᾿ ἵνα μὴ τὰς ἐκεῖσε πόλεις καὶ χώρας κακῶς διάθωνται τῶν τοῦ Βάθους ἐξαναστάντες μερῶν, ἐν οἷς οὐ μέτριοι τότε ηὐλίζοντο. πλὴν καὶ βασιλεὺς μῆνα τοῖς ἐκεῖσε ἕνα προσδιατρίψας ὀξέως ἐπάνεισιν εἰς Βυζάντιον.

Ἀνατείλαντος δ᾿ ἔαρος γίνονται πάλιν συνδρομαὶ τῶν στρατευμάτων καὶ συλλογαὶ μεθ᾿ ὅσης οὐκ εἴπῃ τις ἂν ὁρμῆς καὶ συντονωτάτης ἐπειγωλῆς, ἐπεὶ καὶ ταῖς πολλάκις τοῦ ἔτους συνόδοις καὶ ταῖς συχναῖς συντάξεσιν ὁ στρατὸς ἀποκναίσαντες στῆναί τε τῶν ἐπαλλήλων συνελεύσεων ἤρων καὶ τῆς οἴκοι ἀναβολῆς ἐγλίχοντο. ὡς ὑπὲρ ἰσχὺν τοίνυν ἀγωνιούμενοι συνελέγησαν, καὶ ἢ κρείττους τῶν ἀλλοφύλων ἐσόμενοι ἢ μετ᾿ εὐκλείας ὑπὲρ τῶν πατρίδων ἀποθανούμενοι. καὶ οὕτω μὲν αἱ δυνάμεις ὡς εἰς ἓν στρατόπεδον τὰ Κύψελλα συνηθροίζοντο.

Ὁ δὲ βασιλεὺς αὐτογνωμονῶν ἀποθαρρεῖ ὅπερ ὁ λόγος λέξων ἔρχεται. ἔπασχε τὰ ἄρθρα τοῦ σώματος κατὰ κύκλον οἱονεὶ καὶ περίοδον, τοὺς δὲ πόδας καὶ μάλιστα ὕλης ἐνσκηπτούσης μοχθηροτέρας καὶ ὀδύνας δυσυποίστους ἀποτικτούσης, ἐξ ὧν ἀκινησίαι τε προσεπήγοντο τοῦ πάθους φλεγμαίνοντος καὶ λάβροι πυρετοὶ πολλάκις ἐπῄγιζον. κατά τινα οὖν ἡμέραν τὰς θύρας τοῦ κοιτῶνος ἐπιζυγώσας, ἄλλῳ μὲν οὐδενὶ τοῖς δὲ προκοίτοις ἐκφήνας τὸ ἀπόρρητον, σιδήρια πυρακτωθέντα τοῖς σκέλεσιν ἐπιτίθησι καὶ εἰς βάθος τὸν καυτῆρα ἐπαγαγὼν τὰ μὲν πρῶτα φιλοσοφῶν τὰς ὀδύνας πρὸς τὰς καύσεις τῶν ποδῶν ἀπεμάχετο μεθ᾿ ὕβρεών τε τοὺς ἰατροὺς ἀπεπέμπετο, περὶ μόνα τὰ καθάρσια τούτους λέγων ἀεὶ στρέφεσθαι καὶ μηδέν τι πλέον τῶν κενωσίμων εἰδέναι καὶ μετιέναι τοῖς κάμνουσιν ἴαμα. τὰ δ᾿ ἐφεξῆς φλεγμοναὶ τῶν καυτηριῶν καὶ περιωδυνίαι τῶν πρώην δριμύτεραι, οἱ ἰατροὶ ἐπὶ τούτοις εἰσκεκλημένοι, οὐχ ὁ μὲν ὁ δ᾿ οὔ, ἀλλὰ πάντες κοινῶς, πρὸς δὲ τούτοις καὶ δέος ὑποθρᾶττον τὸ αἷμα, μή πως τὸ τῆς ὕλης μεθιστάμενον, τῆς περὶ τοὺς πόδας καθόδου ἀνακοπέν, εἴς τι καίριον ἐνσκήψῃ μέρος τοῦ σώματος καὶ αὐτὸν μὲν παρασύρῃ τοῦ ζῆν αἰφνηδόν, ἡ δ᾿ ἀρχὴ μεταπεσεῖται παρὰ δόξαν πρὸς ἕτερον.

Οἱ μὲν οὖν τῶν σωμάτων θεραπευτῆρες φαρμακεύειν αὐτὸν ἐγνώκεσαν· οὕτω γὰρ ἂν τὸ τῆς ὕλης κινούμενόν τε ἅμα καὶ πλεονάζον γαληνιάσειε ταῖς κενώσεσι. καὶ ἦν τὰ φάρμακα ἦμαρ παρ᾿ ἦμαρ σχεδὸν κεραννύμενα, καὶ τὸ ἀνύσιμον αὐτοῖς ἐφωμάρτει. ἡ δὲ βασιλὶς Εὐφροσύνη ἐφρόντιζε μὲν καὶ τῆς ὑγείας, ὡς εἰκός, τοῦ εὐνέτου, ἐσκέπτετο δὲ πλέον μετὰ τῶν συνήθων καὶ οἷς τὰ κρυφιώδη τῶν φαντασμάτων προσανετίθει καὶ τοῦ στήθους ἀνεμήρυε τὰ ἀπόρρητα περὶ τοῦ παραληψομένου τὴν βασιλείαν, ὡς ἔσται τις αὐτῇ μὴ ἀνάρσιος μηδ᾿ ἀπεχθής, ἀλλ᾿ ἀσπάσιος. βασιλεῖ μὲν γὰρ οὐκ ἦν διάδοχος υἱὸς τῆς ἀρχῆς, δυάζουσαι δὲ θυγατέρες, καὶ αὗται τῶν συνεύνων πρὸ μικροῦ σπανιζόμεναι. ἡ μὲν γὰρ προφερεστέρα καθ᾿ ἡλικίαν Εἰρήνη θανάτῳ μαλακῷ δαμέντα τὸν σύλλεκτρον Ἀνδρόνικον τὸν Κοντοστέφανον ἀπεβάλετο, Ἄννα δὲ ἡ κατὰ τὴν γένεσιν ἐφεπομένη, τῷ δὲ κάλλει προτερεύουσα, Ἰσαακίῳ συνῴκει τῷ Κομνηνῷ, ὃς κατὰ Μυσίαν ἐναπέθανε τοῖς δεσμοῖς, ὡς ἐν τοῖς ἔμπροσθεν λόγοις εἰρήκειμεν. ἐπιλογαὶ τοίνυν καὶ ψηφηφορίαι τῶν ἀρξόντων ἄλλαι τε παρ᾿ ἄλλων ἐγίνοντο καὶ πᾶσαι πρὸς τὸ τῶν προβαλόντων ἐτελοῦντο χρήσιμον, τοῦ δ᾿ ἀξίως βασιλεύσοντος Ῥωμαίων καὶ ὡς ἄριστα τὰ κοινὰ διακυβερνήσοντος πράγματα οὐδεὶς οὐδένα λόγος εἰσήρχετο· ὥστε ὑπὸ τῶν ἀβελτέρων καὶ νήπια ἔτι ἐν γάλαξιν ὄντα καὶ σπαργάνοις ἐνειλημένα πρὸς τὴν ἀρχὴν ἐπεκρίνετο. αὐτῶν μέντοι τῶν ἐν γένει καὶ πλούτῳ περιβλεπομένων ὁ μὲν πρωτοστράτωρ Μανουὴλ ὁ Καμύτζης τῷ πρὸς μητρὸς ἀντεκάθητο θείῳ τῷ σεβαστοκράτορι Ἰωάννῃ, οὗτος δ᾿ αὖθις κατ᾿ αὐτοῦ ἀντωφθάλμει. οἱ δὲ τοῦ βασιλέως κασίγνητοι τρεῖς ὄντες καὶ τὰς κόρας πάντες ἐκκεκομμένοι παρ᾿ Ἀνδρονίκου, ἀλλὰ δὴ καὶ ὁ ἐπὶ τῇ ἀδελφῇ τούτων Εἰρήνῃ γαμβρὸς ὁ Καντακουζηνὸς Ἰωάννης, ἐξ ὀμμάτων καὶ αὐτὸς δεικνύμενος, παισὶ τοῖς ἑαυτῶν τὴν ἀρχὴν ἠνδρολόγουν. ἦσαν δ᾿ οἳ χθές τε καὶ πρώην διαμασσώμενοι τὰ δρυόκαρπα καὶ τὸν Ποντικὸν λάρδον ἐπὶ στόματος ἔτι φέροντες ἐπείρων καὶ ἤρων τῆς βασιλείας μάλα λαμπρῶς καὶ ὅλοις ἐς αὐτὴν περιέργοις ἐνητένιζον ὄμμασι, προαγωγοῖς καὶ προμνήστορσι χρώμενοι ὁπόσοι τῶν ἀγοραίων ὤνιοι χρημάτων καὶ κοιλιόδουλοι, ὡς μακρῷ κάκιον τοῦ καθ᾿ ἕνα τὸ κοινῇ γινόμενον εἶναι ψήφισμα.

Ὢ περίπυστον πρᾶγμα Ῥωμαίων ἀρχὴ καὶ πᾶσιν ἔθνεσι ζηλωτὸν καὶ προσκυνητὸν ἀξίωμα, οἵους ὑπήνεγκας βιαστάς· οἷοί σοι ἐπανέστησαν ὑβρισταί· οἷοί σοι ἐπεμάνησαν ἐρασταί· οἵους ἐνηγκαλίσω· οἵοις ὑπέθηκας ἑαυτὴν καὶ φιλοτήτων μετέδωκας ἐταινιώκεις τε τῷ στεφάνῳ καὶ περιέβαλες τὸ διάδημα καὶ τὸ φοινικόχροον περιέδησας πέδιλον.

θυμαλγέστερά εἰσιν ὄντως τὰ σὰ οἷς πέπονθε Πηνελόπη παραλληλιζόμενα, καὶ κατ᾿ οὐδὲν ἀπέοικας βασιλείας γυναικὸς πανευδαίμονος, σεμνῆς τὸ κάλλος, εὐφυοῦς τὸ μέγεθος, εὐπρεποῦς τὴν ὄψιν, ἑαλωκυίας μέντοι χερσὶν ἐραστῶν ἀναιδῶν μηδὲ τιμωμένων ὀβολοῦ παρ᾿ ἐχέφροσιν, οὔτε μὴν ἐχόντων τὸ μεγαλοπρεπὲς αὐτῆς συνιδεῖν μηδ᾿ εὐλαβουμένων τὸ ὕψος μηδ᾿ ὑποστελλομένων τὸ εὐγενές, ἐνίοτε δὲ καὶ πρὸς ὕβριν περιελκόντων καὶ εἰς κοίτην ἀπαγόντων ἀθέμιτον.

Αἲ αἲ τῆς αἰσχρουργίας, οἷα πέπονθας, οἷα τεθέασαι. ὄψις πόρνης ἐγένετό σοι χρῆμα περίπυστον καὶ πρᾶγμα περίδοξον. καὶ φροῦδον μέν σοι τὸ ἀπέριττον ἐκεῖνο κάλλος καὶ τὸ τοῦ τρόπου αἰδῆμον καὶ ἡ σώφρων καὶ προτέρα ἐγκρατὴς δίαιτα, περίεργον δὲ καὶ μετεγγραφὲν ἐντρίψεσι καὶ φαρμάκοις τὸ σὸν πρόσωπον, καὶ διεσκεύασαι πρὸς τρυφὴν καὶ πρὸς ἦθος ἀκόλαστον μετερρύθμισαι· οἱ γάρ σε βιασάμενοι τὴν πρώην ἀπεριέργως καλὴν καὶ τὸ εἶδος ἀγαστὴν καὶ ἐπέραστον πρὸς τὸ ἑταιρικὸν μετεπλάσαντο σχῆμα. πότε ἀνανεύσεις τῆς ἀμόρφου ταύτης εὐμορφίας καὶ τοῦ δυσειδοῦς εἴδους καὶ τοῦ ἐπιποιήτου βλέμματος καὶ βαδίσματος; ἢ τίς ὁ ἐξάξων σε τῶν πρὸς βίαν τυραννικῶν τούτων περιπλοκῶν καὶ πρὸς τὴν πρώτην ἐπανάξων ἀκαπήλευτον διαγωγήν; ὡς νῦν γε καὶ τὸν οἶκτον εἰς γέλων μετενεγκεῖν κινδυνεύομεν, οἷς οὐ δεῖ συμφερομένην ὁρῶντες σε καὶ τὸ τῆς ἀσχημοσύνης χρόνιον φέρειν οὐκ ἔχοντες. ἀλλ᾿ εἶεν.

Ὁ δὲ δὴ αὐτοκράτωρ μήπω καθαρῶς ἀνασφήλας τῆς νόσου μηδ᾿ ἐπὶ τῶν ποδῶν στῆναι δυνάμενος ἔξεισι καὶ ἄπεισι πρὸς τὰ Κύψελλα, ἐξαρτύσας ὅσα πρὸς πόλεμον ἄραρεν. αὐτοῦ δ᾿ ὄντος ἔτι ἐν καχεξίᾳ, Σκύθαι μετὰ μοίρας Βλάχων τὸν Ἴστρον διαβάντες τοῖς Θρᾳκικοῖς ἐπῄεσαν πολίσμασιν, ὁπόσα περὶ Μεσήνην καὶ Τζουρουλόν, καὶ τὰ ἔτι τούτων ἐχόμενα ἐξ ἐφόδου ἔκειρον κατ᾿ αὐτὴν τὴν ἐτήσιον μνήμην Γεωργίου τοῦ χριστομάρτυρος.

Ἦν μὲν οὖν, ὡς ᾔδετο, τοῖς βαρβάροις σκέμμα καὶ σύνθημα πρὸς τῶν ἡγεμόνων τῆς ὁδοῦ δοθὲν ἐς τὸ Κουπέριον ἀφικέσθαι (τὸ δέ ἐστιν ἐκ γειτόνων τῇ Τζουρουλῷ διακείμενον, ἔνθα ἤγετο τηνικαῦτα τῷ μάρτυρι ἑορτὴ καὶ πανήγυρις συγκεκρότητο), ὀμίχλης δὲ περισπασθείσης ἕωθεν χαμαιφερῶς τὸ μὲν πολὺ τῶν βαρβάρων τῆς προκειμένης ἀπορραγὲν εἰς χωρία μετέρρευσεν ἕτερα μέχρι καὶ τοῦ παράλου Ῥαιδεστοῦ κατιόν, μοῖρα δέ τις αὐτῶν περὶ τὸ Κουπέριον ἐπενσκήψασα τῷ μὲν ναῷ καὶ ταῖς περὶ τὸ τέμενος ἑστίαις οὐδαμῶς προσέβαλε· τὸ γὰρ συνελθὸν πλῆθος ἐπὶ τῷ τὰ ὅσια τελέσαι τῷ μάρτυρι δρᾶσαί τι μᾶλλον φθάσαν ἢ παθεῖν ἀναμεῖναν κεκρικὸς δέον, ἁμάξας ἀγηοχὸς καὶ τὸν νεὼν περιφραγμῶσαν, κατὰ τὴν πρώτην εὐθὺς τῶν βαρβάρων ἐπέλευσιν τὰ ἐκεῖσε πεποίηκεν ἄβατα ἄλλως τε καὶ τοῖς Σκύθαις ἀπείρητα, τειχομαχεῖν τὰ ἐν κώμαις ἐκτρεπομένοις ἐς δεῦρο καὶ πόλεσιν ὀχυρώματα, ὡς οἷα πρὸς τὴν πρώτην ὁρμὴν κατὰ λαίλαπος κίνησιν ἀναρριπτόντων τὰ ἐν ποσὶ καὶ πρὸς ἤθη τὰ οἰκεῖα μεταχωρούντων. τοὺς δέ γε τοῦ νεὼ ἀφεμένους καὶ πρὸς τὸ πόλισμα τὴν Τζουρουλὸν ὡς ἔχον σῶσαι μεταχωρήσαντας πανδημεὶ ᾐχμαλώτευσαν, μὴ λαβέσθαι φθάσαντας τοῦ ἐρύματος.

Ἦσαν δ᾿ ἂν ἅπαντες τοῦ κακοῦ τῆς αἰχμαλωσίας ἀπείρατοι, εἰ μὴ ὁ κάκιστ᾿ ἀπολούμενος ῥακενδύτης, ὃς ἐκ τῆς Ἀντιγόνου μονῆς ἐκεῖσε ἀφίκετο τελωνήσων τὴν πανήγυριν, παρ᾿ οὐδὲν ἔθετο ὅσα ἦν ἐπιστείλας ὁ Βρανᾶς Θεόδωρος, ὃς τῶν ἐκεῖθι χωρῶν ἡγεμόνευεν, ἀπαγορεύοντα μὲν τὴν τῶν πολλῶν ἐς τὸ Κουπέριον συνδρομήν, τὴν δ᾿ ἐπιδρομὴν τῶν Σκυθῶν ἀπαγγέλλοντα καὶ προτιθέντα αἵρεσιν, ἢ κακῶν ἀπαθεῖς εἶναι τοὺς συνελθόντας τῶν ἐντελλομένων ἀκούσαντας ἢ τεθνάναι παρακούσαντας. νῦν δὲ ὁ τοῖς ἐν κόσμῳ ἐπίπαν ἀποταξάμενος καὶ λαμπρῶς τῶν κάτω ἀπορραγείς, τὸ δὲ κατὰ Χριστὸν τριβώνιον ἐθελοντὴς ὑποδύς, δείσας μὴ χάλκεος στατὴρ αὐτὸν διαδράσειε τοῦ λεὼ διασπαρέντος, τὴν μὲν δέλτον τῷ κόλπῳ ἐνέβυσε καὶ ὡς ἐν σκότει τῇ μελανειμονίᾳ παρέπεμψε, τοῖς δ᾿ ἀγειρομένοις προύλεγεν, ὡς εἰ καὶ προφήτου ἦν περισσότερος ὁ τὰς ἐννοίας, ἔνθα τὸ κέρδος, ἐμπορικὸς καὶ δριμύτατος, ὡς οὐδέν τι πείσονται ἀηδὲς καὶ ὁποῖον αἱ φῆμαι τὰ πολλὰ τὴν ἀλήθειαν τυραννοῦσαι μὴ διακριδὸν καταγγέλλουσι.

Καὶ οὕτω μὲν οἱ Σκύθαι λείαν πολλὴν ἐλάσαντες ἀνεζεύγνυον, ὁ δὲ τὴν Βιζύην φυλάσσων Ῥωμαϊκὸς στρατός, μαθὼν ἐπανιέναι τοὺς Σκύθας, τὴν ἐπ᾿ αὐτοὺς ἐτράπετο. ἐπεὶ δὲ καὶ ξυνέβαλον ἀμφότερα τὰ στρατεύματα, κρατεῖ τὸ ἡμέτερον φόνος τε καὶ τροπὴ γίνεται τῶν Σκυθῶν καὶ τὸ τῆς αἰχμαλωσίας πλεῖστον ἀνίεται, καὶ τοῦτ᾿ ἐπὶ βραχύ· ἡ γὰρ σύμφυτος καὶ μανιώδης κἀπὶ τοῖς μηδαμῶς καθήκουσιν ἀμετάβλητος Ῥωμαίων λίχνευσις τὴν νίκην διέφθειρεν. ὅλοι γὰρ τοῦ ἀφαρπάζειν καὶ μεταφέρειν γενόμενοι ἅπερ ἦγον οἱ Σκύθαι τὰς Ῥωμαϊκὰς κώμας πορθήσαντες τὸ ἀπιὸν καὶ δραπετεῦον ἤδη πολέμιον ἐπέστρεψαν καθ᾿ ἑαυτῶν καὶ παλίωξιν ἐντεῦθεν εἰργάσαντο.


ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΑΛΕΞΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ

Καὶ τῇδε μὲν καὶ ταῦτα συμβέβηκε· βασιλεὺς δ᾿ ἀπάρας ἐκ τῶν Κυψέλλων τῇ Θεσσαλονίκῃ ἐφίσταται, κἀκεῖθεν ἀναστὰς κατὰ τοῦ Χρύσου ὁρμᾷ. οὗτος γὰρ τὴν Στρούμμιτζαν ἰδιωσάμενος καὶ φρούριόν τι ἀπολαβὼν λεγόμενον Πρόσακον εἰς τυραννεῖον ἑαυτῷ κατεσκεύασε, κρατύνας παντοίως τὸ ἔρυμα, ὅπερ ἡ μὲν φύσις ἀρχῆθεν φιλοτίμως ἐξεῦρέ τε καὶ ἀνέδωκε· πέτραι γάρ εἰσιν ἀπορρῶγες δισχιδεῖς, συνεπτυγμέναι ἀλλήλαις, μία δ᾿ ἐς αὐτάς ἐστιν ἄνοδος στενὴ καὶ βίαιος καὶ ἀμφίκρημνος, ἡ δὲ λοιπὴ περίμετρος τῶν πετρῶν αἰγίλιψ ἅπασα καὶ ἀπρόσβατος, καὶ ποταμὸς βαθυδίνης ὁ Ἀξειὸς ἀμφιπερικλώμενος ἐπιτειχίζει ταύτας παραλογώτερον· ἐλθοῦσα δ᾿ ἐς ὕστερον ἡ τέχνη ἀνθαμιλλήτρια τῇ φύσει ἀναλώτους αὐτὰς μικροῦ ἐτεκτήνατο· τείχει γὰρ ἀρραγεῖ διειληφυῖα κατὰ τὴν ἐνδοθεῖσαν ἄνοδον ὑπερφυὲς τετέλεκεν ὁρμητήριον.

Ἀλλὰ τὸ τοιοῦτον ἔρυμα τὸν Πρόσακον Ῥωμαῖοι μὲν πάλαι παρεῖδον, Βουλγάρων ἀφροντιστοῦντες, καὶ κατέλιπον ἔρημον, ὁ δὲ Χρύσος ἐπιποιήσας εἶχε κατὰ Ῥωμαίων ἀπρόσμαχον οἰκητήριον, πᾶν ὅτιπερ ὅπλοις τρόφιμον ἐγγενὲς ἐκεῖσε συνηλικὼς ἀφετήριά τε ὄργανα περιστήσας καὶ τὰ πρὸς τὸ ζῆν ἐνθέμενος ἄφθονα, ποίμνιά τε καὶ βουκόλια κατ᾿ ἀγέλας ταῖς ἀκρωνυχίαις ἀνεὶς νέμεσθαι· οὐ γὰρ εὐπερίληπτος ἡ τοῦ φρουρίου τοῦδε περίοδος, ἀλλ᾿ ἐς ὅτι πλεῖστον εὐρύνεται καὶ μηκύνεται καὶ ἄλσεσιν ἐξ ὄμβρων κομᾷ καὶ χωρίοις δρυμώδεσι βέβριθεν, ἑνὸς δέ τινος καλοῦ, καὶ τούτου ἀπαραιτήτου μάλιστα καὶ κρατίστου τὸ φρούριον στέρεται· οὐδὲ γὰρ βραχεῖά τις ὕδατος λιβὰς ἐκεῖ που ἐκδίδωσιν οὐδὲ φρεάτιά εἰσιν ὀρυκτά, ἀλλὰ δεῖ ἐς τὸν ποταμὸν κατιέναι καὶ ὑδρίοις ἀρύσασθαι τὸ ποτόν. τοιούτου τοίνυν ἐρύματος ἐγκρατὴς ὁ Χρύσος γενόμενος πρὸς οὐδὲν ὅτι κατ᾿ αὐτοῦ βασιλεὺς ἔπεισιν ἐτετάρακτο, ἀλλ᾿ ὡς ἀντιταξόμενος ἡτοιμάσατο.

Τοῖς μὲν οὖν ἐν πείρᾳ πολέμων Ῥωμαίοις, εἴ τις που τέως καὶ ὑπολέλειπτο, καὶ οἷς ἡ τῶν ἐκεῖσε θέσις χωρῶν οὐδαμῶς ἠγνόητο δέον ἐκρίνετο καὶ τῷ βασιλεῖ συνεβούλευον παραλλάξαι μὲν τὸν Πρόσακον, μετελθεῖν δὲ τὰ λοιπὰ πολίσματα καὶ τὰς κώμας, ὁπόσαι κατήκοοι Χρύσῳ γεγόνασι, μετὰ δὲ τὴν τούτων χείρωσιν τῷ Προσάκῳ παρεμβαλεῖν· οὕτω γὰρ ἐσεῖσθαι καὶ τὸ στράτευμα εὐθαρσέστερον τὰ εὐχείρωτα καταστρεψάμενον πρότερον καὶ λείαν ἐκεῖθεν περιβαλόμενον, καὶ αὐτὸν δὲ τὸν Χρύσον τῇ βίᾳ τῶν πραγμάτων ἀγχόμενον μεταβουλεύσασθαί τι χρηστότερον, ἐνδόντα τοῦ ἄγαν ἢ καὶ ἀπογνόντα τῶν καθ᾿ αὑτόν. τὸ δέ γε κατὰ τὴν πρώτην ὁρμὴν τοῖς ἀπροσμάχοις εὐθὺς προσβαλεῖν καὶ πρὸς ὄρη διαμιλλᾶσθαι ἀπότομα, μὴ καὶ εἶναι μάταιον ἔλεγον, καὶ ἄλλως ἱδρῶτας ὁρᾶν αἱματόεντας καὶ προκείμενον πόνον πολὺν καὶ φαντάζεσθαι κόρσας ἀναύχενας τῶν μαχουμένων ἀνδρῶν.

Καὶ οἱ μὲν ταῦτα παρῄνουν. ἀντέστησαν δὲ γενναιότερον οἱ μὴ ἐνόρχαι τοῦ βασιλέως πρόκοιτοι, ὧν ἐπρωτίστευεν ὁ Οἰναιώτης Γεώργιος, καὶ τὰ ἐπὶ τῆς θεραπείας λειογένεια μειράκια. οὗτοι γὰρ περιστάντες τὸν βασιλέα παλαιοὶ καὶ πανδέξιοι ἔπεισαν ἐς τὸν Πρόσακον εὐθυώρως ἄγειν τὴν στρατιάν, καὶ κατ᾿ αὐτοῦ τοῦ Χρύσου ἀντία τὰ ὅπλα φέρειν καὶ τὸ δόρυ διαγκωνίζεσθαι, ὡς „εἰ οὗτος ἁλώσεται, οὐκ ἔστιν ὅστις ἐς τὸ ἑξῆς ἀντιστήσεται. καὶ ἄλλως δὲ τί τὸ προσιστάμενον μὴ κατὰ τοῦ καιρίου μέρους αὐτίκα χωρεῖν, ἀλλ᾿ ἐκ περιόδων καὶ κύκλων μετέρχεσθαι τὸ πολέμιον; πρὸς δὲ τούτοις τίς ἂν καὶ ἀνέξεται ὅλως ταῖς βαρβαρικαῖς ταύταις καὶ ἀχαριτώτοις χώραις διατρίβειν ἐπὶ πολὺ δι᾿ οὐδὲν ἢ μικρὸν ὄφελος, τῆς σικύων καὶ τῶν πεπόνων ὥρας ἐφισταμένης καὶ τῶν ἄλλων περκαζόντων ὡραίων τῆς γῆς, οἷς ὑπερβέβριθε Προποντὶς ὅσα καὶ παράδεισος χειρὶ Θεοῦ φυτευθείς. εἴθε ὑπὸ πλάκα Ῥηγίου γενοίμεθα καὶ Ἀφάμειαν θεασαίμεθα, ὅπως προσείποιμεν τὴν ἱερὰν Κωνσταντινούπολιν κἀκεῖθεν ἐς τὰ πρὸ τοῦ Πόντου τρυφερὰ χωρία προσαναπλεύσαιμεν, ἔνθα πραεῖά τις αὔρα βόρειος καὶ ζωογόνος προσβάλλει διὰ παντός, καὶ ἰχθύες νεαλεῖς περισκαίρουσι καὶ δελφῖνες ἥδιστον ἀναθρώσκουσι, λουτρῶν τε χάριτες διαγελῶσιν ἁπανταχῇ καὶ ἀργύρεα πλανώμενα ὕδατα τὸν θεατὴν διαχέουσι, καὶ τὰς ἀκοὰς τῶν δεῦρο κἀκεῖσε περιφοιτώντων ἑστιῶσι κατακηλοῦσαι κωτίλλουσαι χελιδόνες καὶ μελεάζουσαι ἀηδόνες καὶ πᾶν ἕτερον ἄλλῃ καὶ ἄλλῃ τρύζον ἐν ταῖς λόχμαις καὶ τιτυβίζον μουσικὸν πτερόν”.

Ὅλῳ τοίνυν ῥυτῆρι πρὸς τὸν Πρόσακον φέρεται βασιλεύς, εἴπερ ἐς ἴσον αὐτῷ κατέστη τῇ θέᾳ ὁ λόγος. ὅθεν τινὰ μὲν ἐρύματα πάρεργον ὁδοῦ κατεστράφησαν θημωνίαι τε καρπῶν καὶ λήϊα πυροφόρα κατῃθαλώθησαν καὶ παρὰ Περσῶν ἑάλωσαν Βλάχοι δορύκτητοι, οὓς ὁ τῆς πόλεως Ἀγκύρας σατράπης ἐπικούρους ἀπέσταλκε βασιλεῖ· ὅτε καὶ τὸ μὲν περὶ τὴν ὀρθόδοξον πίστιν ὑγιὲς καὶ θερμότερον τὸν βασιλέα Ἀλέξιον ἐξελιπάρησε μὴ συγχωρῆσαι ὅλως τοῖς Τούρκοις οἴκαδε ἀνθρώπους μετενεγκεῖν θεόν, ὃν ἡμεῖς πρεσβεύομεν, σεβομένους, ἵνα μὴ τὴν πίστιν ἄκοντες μεταθέμενοι τὸ θεῖον κατὰ τῶν ἐκδόντων ἐκμήνωσιν, ἀλλὰ τὸ μὲν Βλαχικὸν αἰχμάλωτον ἐς οἰκετικὸν ἀποδοθῆναι Ῥωμαίοις, αὐτοὺς δὲ τοὺς χειρωσαμένους Πέρσας φιλοφρονηθῆναι δεξιώσεσιν ἑτέραις βασιλικαῖς· ὁ δὲ οὐδ᾿ ὅλως τοῖς λεγομένοις ἐπένευσεν.

Ἐπεὶ δὲ καὶ ἐς αὐτὸν ἐφθάκει τὸν Πρόσακον, βαλὼν ἐκεῖ που στρατήγιον ἔγνω τοῦ φρουρίου αὐτίκα πειράσασθαι. καὶ ἦν ἔργα πρὸς Ῥωμαίων τηνικαῦτα τελούμενα κατιδεῖν γέρατος καὶ θαύματος ἄξια· ὑπὲρ γὰρ ἐλπίδας διηγωνίσαντο. οἱ μὲν γὰρ θυρεοῖς καὶ γυμνοῖς φραξάμενοι ξίφεσιν, οἱ δὲ τόξα καὶ βέλη φέροντες περὶ τὰ ἀνάντη τοῦ φρουρίου ἀνερριχῶντο γεώλοφα καὶ τοῖς ἀπὸ τειχῶν καὶ τῆς ἄκρας μαχομένοις ἐπεγχρίπτοντες ἔβαλλον. ἀμέλει καὶ μετὰ κάματον καὶ φόνον πολὺν ἐξέκρουσαν τοὺς βαρβάρους τοῦ προτειχίσματος, ὅπερ προφύλαγμα τῶν ἐκεῖσε πυλῶν ἐπῳκοδόμητο νεωστί. ἦσαν δ᾿ οἳ καὶ διὰ τῶν κρημνωδῶν ἀνιμώμενοι ἀνόδων ἠκροβάτουν ὡς αἴγαγροι, πειρώμενοι γενέσθαι εἴσω τειχῶν καὶ πρὸς αὐτὴν τὴν ἄκραν ἀναδραμεῖν.

Ἀλλ᾿ ὅτε τι διανύσαι ἔργον ᾠήθησαν σωτήριόν τε ἅμα καὶ κάλλιστον τοὺς ἐπὶ τῶν τειχῶν ἀμυνομένους τρεψάμενοι καὶ εἴσω ἐγκλείσαντες, τότε εἰκαίως διαπονούμενοι ἔγνωσαν· αἰτήσαντες γὰρ σκαπάνας εἰς τὴν τῶν περιβόλων καθαίρεσιν οὐδένα εἶχον τὸ αἰτηθὲν ὅπλον προσάγοντα. ἐπιμένοντες δὲ καὶ οὕτω τῷ μόχθῳ καὶ κατὰ τῶν ἐπὶ τῶν βασιλικῶν ὅπλων ἀγανακτοῦντες, χερσί τε καὶ ξίφεσιν ὡς ἀμάλαις χρώμενοι, τοὺς λίθους ἀπέσπων τῆς ἁρμογῆς καὶ τὰ θωράκια καθῄρουν ἀναθορνύμενοι. σχολαίτερον δὲ τοῦ ἔργου προβαίνοντος καὶ αὐτῶν προσπασχόντων κακῶς ἐκ τῶν ἐπικειμένων ἄνωθεν ἀντιπάλων, ὀψὲ καὶ βραδέως ὁ τοῖς ὅπλοις ἐφεστὼς θλαδίας ἀφίκετο σκαπάνας κομίζων εἰς ἕνα ὁρμαθὸν διὰ μηρίνθου συμβεβλημένας. δέον οὖν αὐτίκα καταποντισθῆναι τὸν ἐπίρρητον ἢ γοῦν δυσφόρως καὶ χαλεπῶς ὑπενεγκεῖν τὸ πραχθὲν εἰς βραχεῖαν ἀναψυχὴν τῶν μάχῃ καὶ δίψει καὶ πνίγει κακουχουμένων διὰ τὸν ἐξ ἡλίου καύσωνα, ὁ δὲ μόνῃ ἐπιπλήξει, καὶ ταύτῃ ἀκκισμῷ μετεχούσῃ, καὶ τῇ περιψοφήσει τῶν χειλέων τὸν ἀγανακτοῦντα ὑποκρινάμενος κατέβαλεν οὕτω τὰ τῶν γενναίων ἐκείνων ἀνδρῶν φρονήματα. ἐπὶ δὲ τούτῳ καὶ κλίμακας αἰτησάμενοι, ὅπως δι᾿ αὐτῶν ἐς τὰ ἄνω γένωνται τῶν τειχῶν, οὐδὲ τούτων αὐτίκα ηὐμοίρησαν. ὅθεν μὴ ἐπ᾿ ἀνηνύτοις εἰσέτι μογεῖν ἀνεχόμενοι μετέβησαν ἐκεῖθεν οὐχ ἑκοντί.

Ἐκ τοῦ ἀναμφιλέκτου δ᾿ ἄν, ὡς οἱ τειχομαχούμενοι Βλάχοι διετείνοντο ὕστερον, ἑάλω τὸ φρούριον καὶ ὁ Χρύσος συνείληπτο καὶ Ῥωμαίοις εὔφημον τὸ ἔργον τόδε γεγένητο καὶ πολλῶν ἐσέπειτα καμάτων ἀναίρεσις, εἰ τὰ πρὸς καθαίρεσιν τοῦ τείχους ὄργανα προητοίμαστο καὶ τοῖς κατὰ καιρὸν αἰτουμένοις παρείχετο· νῦν δὲ ἡ τῶν καθηκόντων ἀμέλεια ἢ καὶ θεὸς αὐτὸς (ἀλλ᾿ ἡμῖν ἱλήκοι θεός, εἰ ἐμπλήκτως τοῖς αὐτοῦ ἐπιβάλλομεν κρίμασι) μὴ ἐν τοῖς τότε ἀνθρώποις ἐπευδοκῶν προσέστη τοῖς ἀγωνίσμασι.

Καὶ κατ᾿ ἐκείνην μὲν τὴν ἡμέραν οὕτω Ῥωμαῖοι διημιλλήθησάν τε καὶ διελύθησαν· τὴν δ᾿ ἐπιοῦσαν πρὸς δευτέραν αὖθις ἐξῄεσαν συμπλοκήν, εὗρον δὲ μετὰ φρονήματος καὶ κόμπου τὸ ἀνθιστάμενον ἁμιλλώμενον διὰ τὰ ξυνενεχθέντα χθιζά. ἀλλὰ καὶ τὰ πετροβόλα μηχανήματα, οἷς ἐχρῶντο οἱ βάρβαροι, ἀνῄρουν οὐχὶ βραχεῖς, ἐπιτυχῶς καὶ ἀφ᾿ ὕψους τοὺς λίθους διακοντίζοντα· ἦν γὰρ καὶ ὁ ταῖς τῶν πετρῶν ἀφέσεσιν ἐφεστὼς καὶ τὸν λύγον περιάγων καὶ τὴν σφενδόνην διατιθεὶς ἐν μηχανουργοῖς ἄριστος, Ῥωμαίοις μὲν ἐπὶ μισθῷ τὰ πρῶτα ὑπηρετούμενος, τότε δὲ πρὸς Χρύσον ἀπονοστήσας ἐκ τοῦ μὴ ἔχειν τὸν μισθὸν χορηγούμενον. οὐ μόνον δὲ οἱ ἐκ τῶν ἀφετηρίων ἀποσφενδονούμενοι σφαιρωτοὶ λίθοι κακῶς ἐτίθουν τὸ στράτευμα, ἀλλὰ καὶ οἱ κατὰ πρανοῦς ἐπικυλιόμενοι ἄνωθεν. ἐν πολλοῖς δὲ καὶ τὰ μὴ ἐφικνούμενα σωμάτων ἐκ τῶν μηχανῶν χερμάδια εἰς θάνατον κατῆγον οἷς προσεπέλαζον· ταῖς γὰρ ἀνεστηκυίαις πέτραις προσαρασσόμενα, εἶτα τῇ τοῦ ἀφεικότος βέλους σφοδρότητι πρὸς πλεῖστα διαιρούμενα τμήματα, τῇδέ τε κἀκεῖσε διακριδὸν σκεδαννύμενα θανατηφόρον ἦσαν κακόν.

Καὶ νυκτὸς δὲ λάθρᾳ τοῦ ἐρύματος ἐξιόντες οἱ βάρβαροι τάς τε μηχανὰς διέλυσαν, ἃς ἐπὶ τῶν ἐκεῖσε γηλόφων ἔστησαν οἱ Ῥωμαῖοι, καὶ τὸ νυκτοφυλακοῦν διαθροήσαντες στράτευμα τῇ τοῦ πρωτοβεστιαρίου Ἰωάννου σκηνῇ φεῦγον ἐπικατέλαβον, ὡς καὶ τοῦτον θορυβηθέντα ἐξαναστῆναί τε αὐτίκα τοῦ λέχους, ὡς εἶχε καταδαρθάνων, καὶ δρασμῷ χρήσασθαι ὠρακιῶντα καὶ ὑπὸ δέους παλλόμενον. ἀμέλει καὶ τὰ ἐν τῇ σκηνῇ διελόμενοι, ἐν οἷς ἦν καὶ τὰ βατράχεια τὸ χρῶμα πέδιλα τοῦ πρωτοβεστιαρίου, ὅλην ἐκείνην τὴν νύκτα ἐν μωκείᾳ καὶ γέλωτι τὰ Ῥωμαίων ἐτίθεσαν πράγματα. ἐπὶ δὲ καὶ οἴνων δοχεῖα τυμπανοειδῆ ἐκ λύγων καὶ διάκενα διαχαλῶντες ἄνωθεν ἐξίστων τῷ δούπῳ τὸ στράτευμα, μὴ εἰδὸς ὡς ἐν σκότει τὸ γινόμενον.

Ταύτῃ τοι καὶ βασιλεὺς τὰ κατὰ σκοπὸν οὐχ ὁρῶν περαινόμενα, ἄλλως τε μηδὲ χρονοτριβεῖν ἐκεῖσε προθέμενος, ἐς ξυμβάσεις τρέπεται. τοῦ τε οὖν Προσάκου καὶ τῆς Στρουμμίτζης καὶ τῶν χωρῶν τῶν πέριξ Χρύσῳ ἐξίσταται καὶ μίαν τῶν ἐκ τοῦ γένους συνευνάσαι οἱ συντίθεται, μὴ γυναικὸς σπανίζοντι. ἀμέλει καὶ εἰσιὼν τὸ Βυζάντιον τὴν τοῦ πρωτοστράτορος θυγατέρα τοῦ συνοικοῦντος ἀπέζευξε καὶ τῷ Χρύσῳ ταύτην ἐκπέπομφε, νυμφαγωγὸν ἀναδείξας τὸν σεβαστὸν Κωνσταντῖνον τὸν Ῥαδηνόν. τελεσθέντων δὲ τῶν νυμφευμάτων καὶ τῆς γαμηλίου δαιτὸς παρατεθείσης, ὁ μὲν Χρύσος ἐζωροπότει καὶ ἤσθιε τενθευόμενος, ἡ δὲ γυνὴ τὸν τῶν νεονύμφων αἰδουμένη νόμον ἐγκρατῶς εἶχε τῶν παρακειμένων. ἐπιταχθεῖσα δὲ πρὸς τοῦ νυμφίου συμμετέχειν ἐκείνῳ βρώσεως καὶ μὴ οὕτως αὐτίκα δράσασα εἰς ὀργὴν ἐκμαίνει τὸν ἄνδρα. ἀμέλει καὶ πλεῖστα καθ᾿ ἑαυτὸν ὑποβαρβαρίσας καὶ θυμομαχήσας ἐφ᾿ ἱκανὸν μεθ᾿ ὑπεροψίας ἔφησεν ὕστερον „μὴ φάγῃς μηδὲ πίῃς” Ἑλληνίδι φωνῇ.

Τότε δὲ καὶ Σκυθῶν ἔφοδος γεγένητο μεγίστη τε καὶ φρικαλεωτέρα τῶν πρότερον· εἰς γὰρ τέσσαρα διαιρεθέντες στρατόπεδα πᾶσαν τὴν Μακεδονίαν ἐπῆλθον, ἀποπειρασάμενοι καὶ πόλεων εὐτειχίστων καὶ κορυφὰς ἐπανιόντες ὀρῶν, ὥστε καὶ τὸ Γάνος τὸ ὄρος διερευνησάμενοι πολλὰ φροντιστήρια ἐσκύλευσαν καὶ μονάζοντας ἀπέκτειναν, μηδενὸς ἐς χεῖρας τολμῶντος ἰέναι διὰ δέος, ὅτι καὶ μετ᾿ ἐλαττόνων ἔμελλον πρὸς πλείους συμπλέκεσθαι καὶ διὰ τοῦτο τῆς ἑαυτῶν ὑπερορᾶν οὐκ εἶχον ψυχῆς.

Ὁ δὲ βασιλεὺς τὰς θυγατέρας ὁρῶν ὀργάδας ἐπὶ λέχος δεύτερον διὰ νεότητα καὶ ὥραν σώματος ἐφυλοκρίνει τοὺς συζευξομένους αὖθις αὐταῖς, ὥστε καὶ δυνάστας ἐθνῶν ἐξελέγετο τὰ τῶν Χριστιανῶν πρεσβεύοντας, οὓς ὡς πολεμίους ἦν δεδιώς. ὀψὲ δὲ τῶν τοιούτων σκεμμάτων μεθαρμοσθεὶς Ῥωμαίοις αὐτὰς ἐκδέδωκε, τὴν μὲν Εἰρήνην συνάψας τῷ Παλαιολόγῳ Ἀλεξίῳ, διαζευχθέντι πρότερον ἥτις ἐννόμως αὐτῷ ἐγινώσκετο ὥρας καὶ γένους εὖ ἔχουσα, τὴν δ᾿ Ἄνναν συνηρμόκει Θεοδώρῳ τῷ Λάσκαρι, νεανίᾳ τολμητίᾳ καὶ ῥαγδαίῳ πρὸς ἔργα πολέμια.

Ἦν δ᾿ ὁ καιρός, καθ᾿ ὃν αὗται γεγόνασιν αἱ συνάφειαι, ἐγγίζων ταῖς ἀπόκρεω, καὶ τοῦ κηδεστοῦ βασιλέως οὔκουν ἐνσχολάσαι προθεμένου σταδιοδρόμων ἵππων ἁμίλλαις, οἱ νεόγαμοι ἐνέκειντο θέατρα ἐξαιτούμενοι. διαιτῶν τοίνυν ὁ βασιλεὺς ἑαυτῷ τε καὶ τοῖς γαμβροῖς εἰς μὲν τὸ μέγα παλάτιον οὐδαμῶς ἀφικνεῖται, οὔτε μὴν ἐσάνεισι τὸ στάδιον, τὰς δ᾿ ἱππικὰς ἄντυγας ἐς τὸ ἐν Βλαχέρναις ἀρχεῖον προστάξας ἐνεχθῆναι σχεδιάζει θέατρον. καὶ δὴ αἱ μὲν φῦσαι τῶν πολυαύλων ὀργάνων κατὰ τὴν ἐκεῖσε αὔλειον εἰς καμπτῆρας διατίθενται, εἰς δ᾿ ἔπαρχον τῆς βασιλίδος διασχηματίζεται πόλεως ἐκτομίας τις· τὸ δὲ ὄνομα ἑκὼν παραδράμοιμι, πλούτῳ δ᾿ ἦν οὗτος περιβριθὴς καὶ μεγίστας χειρίζων ἀρχὰς καὶ τοῖς περὶ τὴν βασίλειον αὐλὴν ἐγγραφόμενος. πλεγμάτιον τοίνυν ἐκ λύγων συγκείμενον, ὅ φησιν ἡ δημώδης φράσις ὄνον ξύλινον, χρυσοπάστῳ σάγῳ ζῳωτῷ ἐς τὸ διαμπερὲς σκεπόμενον διαζωσάμενος τὸ σχέδιον ἐκεῖνο θέατρον εἴσεισιν, ὅτε καὶ ἦν τὸν αὐτὸν ὁρᾶν καὶ ὡς ἀναβάτην μεγαλοπρεπευόμενον καὶ ὡς ἵππον εὐήνια προποδίζοντά τε καὶ χρεμετίζοντα· μετὰ βραχὺ δὲ κατὰ τοὺς πάλαι τῶν δραμάτων ὑποκριτὰς τὸν ἔφιππον ἀποδυσάμενος ἔπαρχον τὸν μαππάριον ὑποκρίνεται. ἦσαν δὲ οἱ τὸν γυμνικὸν ὑποδύντες ἀγῶνα οὐ τῶν ἐξ ἀγορᾶς καὶ τριόδων τινές, ἀλλ᾿ εὐπατρίδαι νεανίαι, πρώτως φύοντες γένειον. ἐθεᾶτο γοῦν τὰ σκηνικὰ ταῦτα καὶ γελοιώδη παίγνια ὁ βασιλεὺς καὶ ἡ βασιλὶς καὶ ὅσον αὐτοῖς τοῦ γένους ἐπίσημον καὶ τὸ τῆς θεραπείας εὐπαρρησίαστον· τοῖς δ᾿ ἄλλοις πᾶσα πάροδος ἐπικέκλειστο. ἐπεὶ δ᾿ ἐφειστήκει καιρός, καθ᾿ ὃν ἔδει πρὸς τὸ τρέχειν γενέσθαι τοὺς τὸν γυμνικὸν ἐκτελέσοντας δίαυλον, ὁ μὲν ὑποδὺς τὸν μαππάριον εὐνοῦχος, τὴν μέσην εἰληχὼς χώραν, εἰς βραχίονας τὰς χεῖρας ἀνεκάλυψε καὶ τὸ καταντυγῶδες ἀργύρεον κάλυμμα τῇ κεφαλῇ περιθέμενος ἐκ τρίτου ἦν εἰς τὸ θέειν τὰ μειράκια προσκαλούμενος· ἑστὼς δέ τις ἐξόπισθεν νεανίσκος εὐγενής, ἀξιώματι λαμπρῷ περίβλεπτος, τοσαυτάκις αὐτὸν τοῦ ποδὸς τῷ πλατεῖ κατὰ τῶν πυγῶν καὶ τῶν γλουτῶν ἔτυπτεν εἰς ἐξάκουστον, ὁσάκις συνιζάνων ἐκεῖνος τὸ τοῦ δρόμου παρείχετο σύνθημα.

Ἀλλ᾿ οὔπω ἀκριβῶς διηγώνιστο τὰ μειρακιώδη ταῦτα ἀθύρματα, καὶ οἰκτρά τις ἀγγελία τὴν ἐν τούτοις διαδέχεται χαρμονήν. ἡ δὲ ἦν τὸ ἀποστῆναι τὸν Ἰβαγκὸν κατὰ Φιλιππούπολιν. ὡς γὰρ ἄνωθεν εἴπομεν, μετονομασθεὶς ὅδε Ἀλέξιος καὶ γαμβρὸς ἐπὶ θυγατρόπαιδι τῷ βασιλεῖ γεγονὼς καὶ πλείω τῆς δεούσης ἰσχὺν ὑποδὺς στρατηγεῖν εἰλήφει καὶ προεστάναι τῶν τάξεων, αἳ τοῖς ὁμογενέσιν αὐτῷ Βλάχοις περὶ τὴν Φιλίππου ἐπαρχίαν ἀντεκάθηντό τε καὶ ἀντεφέροντο. ἀμέλει καὶ τῶν ἐκεῖσε χωρῶν φανεὶς κύριος ἦγέ τε τὰ πάντα καὶ ἔφερεν, ἀγχίστροφος ὢν καὶ δραστήριος πρὸς ἅπαν σύνδρομον ἔργον τοῖς ἐν τῇ ψυχῇ κινήμασι καὶ βουλεύμασιν. ἤσκει τε εἰς πόλεμον τὸ περὶ αὐτὸν ὁμόφυλον, δωρεαῖς πιαίνων καὶ ὁπλισμοῖς κρατύνων, καὶ φρουρίων ἐρυμνῶν ἀνεγέρσεσι τὰ ἀντικείμενα τῷ Αἵμῳ ὄρη ἀνεπιχείρητα μικροῦ ἀπειργάζετο.

Βασιλεὺς μὲν οὖν ἐπῄνει ταῦτα μανθάνων καὶ δι᾿ αἰδοῦς ἐτίθετο τὸν Ἀλέξιον, πολλαῖς καὶ μεγίσταις φιλοφρονούμενος αὐτὸν δωρεαῖς, ἡδέως τε αὐτοῦ ἤκουε καὶ τὰς αἰτήσεις ἐξεπέραινε ῥᾴδιον. τὰ δὲ παρὰ τοῦ ἀνδρὸς τοῦδε πραττόμενα οἱ περὶ τὸν βασιλέα συνορῶντες καλὰ μὲν ἀπεφαίνοντο εἶναι καὶ ἀρίστως ἔλεγον δρᾶσθαι, οὐ μὴν καὶ ἐπὶ σκοπῷ Ῥωμαίοις συνοίσοντι παρὰ τοῦ πράττοντος γίνεσθαι, ὅθεν καὶ παραίνεσιν εἰσῆγον τῷ αὐτοκράτορι παραλῦσαι τῆς ἀρχῆς τὸν Ἀλέξιον· μηδὲ γὰρ ἂν βάρβαρον ἄνδρα μὴ πάνυ πρώην Ῥωμαίοις πολεμιώτατον ἐς τὴν ἐναντίαν ἐξαίφνης οὕτως μεταπεσεῖν ἀκραιφνῆ διάθεσιν, ὡς φρούρια καὶ πολίχνας ἐν τοῖς ἐπικαίροις νεουργεῖν τόποις καὶ αὔξειν μὲν τὸ ἐμφύλιον αὐτῷ στράτευμα, σμικρύνειν δὲ τὸ Ῥωμαϊκόν, ἐνιαχοῦ δὲ καὶ ὡς δύσχρηστον τιθέναι ἀπόμαχον, εἰ μή τις αὐτῷ ἐνέσπαρτο τοῦ τυραννίδι ἐπιβαλεῖν ἔννοια, ἐπεὶ μηδὲ τά τινων ἐννοήματα φιλεῖ πως ἀεὶ ὡς διὰ πυλῶν τῶν χειλέων ἐκφέρεσθαι, ἀλλ᾿ ἐν πολλοῖς καὶ φωνῆς τρανότερον αἱ πράξεις ὅσα κέκευθεν ἡ φρὴν ἐξαγγέλλουσιν.

Οὐ μὴν εἰς ὦτα ἀκουόντων τὰς σοφὰς ταύτας γνώμας ἦσαν εἰσηγούμενοι· ὁ γὰρ βασιλεὺς ἐχέγγυον εἰς πίστιν τὸν τῆς υἱωνοῦ γάμον καθάπαξ ὑπολαβὼν οὐκ ἔστιν ὅπως ἐπὶ πᾶσιν οὐκ ἀσφαλῆ τὰ πρὸς εὔνοιαν καὶ ἀπρόσκοπον ἔκρινε τὸν Ἀλέξιον, κατευμεγεθούσης, οἶμαι, κἀνταῦθα τῆς κακοποιοῦ δυνάμεως τῆς ἐπὶ τὸ κάταντες ἀεὶ φερούσης τὰ Ῥωμαίων πράγματα. ὡς δ᾿ οὐ πολλῷ ὕστερον εἰς ἔργον τὸ δέος ἐκβέβηκεν, ἐνεὸς ἐπὶ τοῖς ἠκουτισμένοις φανεὶς καὶ μὴ ἔχων, ὅ τι καὶ δράσειεν, ὡς ἀναρραγέντος τοῦδε τοῦ κακοῦ ἀπροόπτως καὶ ὅτε τῶν στρατευμάτων ἐργώδης ἡ συλλογή, ἐν μὲν τῷ παραυτίκα στέλλει πρὸς τὸν ἀποστάτην Ἀλέξιον θλαδίαν τινά, τὰ πρῶτα τῶν ᾠκειωμένων αὐτῷ, ὑπομνήσοντα τοῦτον τῶν συνθηκῶν καὶ τοῦ μηδέν τι πώποτε παθεῖν ἀηδὲς καὶ τῶν ἐλπίδων ἀνάξιον, ἐξ ὅτουπερ αὐτῷ προσκεχώρηκεν· οὐδὲ γὰρ ἦν ἀπογινώσκων τὴν τῆς γνώμης μεταβολήν. τῇ δὲ κατόπιν καὶ οἱ νεόνυμφοι γαμβροὶ τοῦ βασιλέως συνεξῄεσαν μετά γε παντὸς τοῦ οἰκιδίου καὶ συγγενικοῦ πληρώματος.

Ἀφιγμένος οὖν ὁ βέβηλος εὐνοῦχος πρὸς τὸν Ἀλέξιον οὐ μόνον οὐδέν τι πρὸς τὴν ὑπόθεσιν ὡράθη διαπραξάμενος, ἀλλὰ καὶ προσεπέρρωσε μᾶλλον ἐκεῖνον τῇ ἰδίᾳ παρουσίᾳ εἰς ἔργον τὸ ἐν χερσί, προσημάνας τὴν κατ᾿ αὐτοῦ τῶν Ῥωμαίων ὅσον οὐδέπω ἐπέλευσιν καὶ διδάξας οἷς εἴρηκεν ἀποσχέσθαι μὲν τῶν πεδινῶν, ἐπιλαβέσθαι δὲ τῶν ὀρεινῶν, ὡς ἐκεῖνον σώζειν ἐχόντων καὶ τὸ συναποστὰν ὁμόφωνον σύνταγμα. οἱ δὲ περὶ τοὺς γαμβροὺς τοῦ βασιλέως καὶ τὸν πρωτοστράτορα Μανουὴλ τὸν Καμύτζην ἐδίωξαν μὲν ὀπίσω ἱκανῶς τοῦ ἀντάρτου, καὶ ἦν θαυμαστή τις ἡ προθυμία καὶ πρωταγωνιστεῖν ἠβούλοντο ξύμπαντες· τὴν δὲ τοῦ καιροῦ ῥοπὴν ἀπολέσαντες ἐκ τοῦ διασοβηθῆναι τὸ θήραμα τὸ πρόθυμον ἔσχασαν.

Τοῖς μὲν οὖν θερμοτέροις ἐπιδιώκειν καὶ οὕτως ἐδόκει καὶ διερευνᾶν ἐφέποντας οἷ τῶν ὀρέων ἀπέδρα Ἀλέξιος, τοῖς δ᾿ ἀσφαλεστέροις οὐχ ἥνδανεν ὅλως ἀετοῦ ἴχνη ἀναδιφᾶν ἐπιποτωμένου πάγοις καὶ ὄρεσιν, ἢ μεταλλᾶν ἑρπυσμὸν ὄφεως ἐπὶ πέτρας, ἢ ἐκμαίνειν εἰς συμπλοκὴν χαυλιόδοντα μονιὸν πολλάκις τὸ στῆθος εἰς διακόντισιν προτεινάμενον, περιελθεῖν δὲ τὰ πολίχνια, ὁπόσα ἐπεσκεύασέ τε καὶ ἀνήγειρεν ὁ Ἀλέξιος, καὶ θέσθαι βασιλεῖ κατήκοα. καὶ τῆς βουλῆς ταύτης ὡς ἀμείνονος κυρωθείσης, τῷ φρουρίῳ προσβάλλουσιν, ὃ καθ᾿ ὑπόβασιν ὄρους ἐν τόπῳ Κριτζιμῷ λεγομένῳ ἐδομήσατο ὁ Ἀλέξιος· ἔνθα καὶ πλεῖστα Ῥωμαῖοι καμόντες καὶ φιλοκινδύνως ἁμιλλησάμενοι οὐκ ὀλίγους ἄνδρας ἀγαθοὺς ἐν τῷ προσάγειν τῷ τείχει τὰς κλίμακας ἀπεβάλοντο, ὧν ἦν πρώτιστος ὁ Παλαιολόγος Γεώργιος. ὀψὲ δ᾿ ἐξελόντες τὸ ἔρυμα καὶ ἕτερα πολισμάτια ἐπὶ τῷδε συναφῶς ἐχειρώσαντο, πῇ μὲν μεθ᾿ αἵματος, πῇ δὲ καὶ ὁμολογίᾳ τούτων περιγινόμενοι.

Εὐμήχανος δ᾿ ὢν ὁ Ἀλέξιος καὶ πολύχους εἰς ἔργα πολέμια ἄλλα τε πλεῖστα κατὰ Ῥωμαίων ἔργα στρατηγικῆς ἐμπειρίας πλήρη μαχόμενος ἐπεδείξατο, τέλος δὲ καὶ τοιόνδε τι μεθόδευμα μετιὼν δεξιώτατον σὺν ἄλλοις καὶ αὐτὸν χειροῦται τὸν πρωτοστράτορα. πλεῖστα γὰρ ὅσα τῶν ἀγελαίων ζώων ἐκ τῶν περιωπῶν εἰς τὸ πεδίον μετενεγκών, καὶ ταῦτα παραδοὺς τοῖς πρὸς Αἷμον ἀπάξουσιν ὁμοφύλοις μετὰ καὶ μοίρας αἰχμαλώτων Ῥωμαίων ὥσπερ τι σκύλων ἀφαίρεμα καὶ ἀπόδασμα τῷ ἄρχοντι τῆς Ζαγορᾶς Ἰωάννῃ καὶ χάριν ἀμοιβὸν ἐσόμενα, ἐπεὶ καὶ σπεισάμενος Ἀλεξίῳ ἐκεῖνος κατὰ Ῥωμαίων διαθήκας διέθετο, λόχους ἔκτοτε ὑποκαθίσας Ῥωμαίους ἐπάλευεν· ᾔδει γὰρ τὸ ἁρπαλέον καὶ πρὸς κέρδος ἑτοιμοτρεχὲς τῶν ἀνδρῶν, οὐδ᾿ ἦν ἀγνοῶν ὡς αὐτίκα μάλα τοῖς φιλικοῖς ἐντυχόντες σφίσι Ῥωμαῖοι τὰς ψυχὰς αὐτοῖς ἐπιθήσουσιν ἐξερεθισθέντες καὶ μηδένα λόγον τῆς σωτηρίας ἑαυτῶν ποιησάμεοι. ἀμέλει καὶ εἶχε Ῥωμαίους μετὰ μικρὸν αὐτὰ ταῦτα διαπραττομένους, ὁπόσα ἔστρεφε κατὰ νοῦν. ὁ γὰρ δὴ πρωτοστράτωρ ἅμα τῇ ἀκοῇ τῶν δρωμένων ἐκ τοῦ Βατραχοκάστρου ἀπάρας, ἔνθα ἦν σκηνούμενος, ἐς τὸ Βακτούνιον παραγίνεται. καὶ τῷ φαινομένῳ προσσχών, τὸ δὲ σόφισμα τοῦ Ἀλεξίου παραδραμών, τὰ ἐν ὀφθαλμοῖς σκυλεύειν διαφῆκε τὸ στράτευμα, καὶ αὐτὸς δὲ μὴ πολεμιστηρίῳ ἵππῳ ἔποχος ὢν ἐπιπαριὼν ἐθεᾶτο τὰ δρώμενα. ἐκ δὲ τούτου τῶν λόχων ἀνακύψας Ἀλέξιος ὡς ἐς κύκλωμα τὸν πρωτοστράτορα περίεισι καὶ ὥσπερ ἀμφίβληστρον ἢ σαγήνην τὸ περὶ αὐτὸν ἐκτείνας ὁπλιτικὸν <τοὺς μετ᾿ αὐτοῦ ἔκτεινεν> αὐτόν τε τὸν στρατηγοῦντα ζωγρεῖ. καὶ τὸ κλέμμα τοῦτο τοῦ ἀποστάτου καὶ διανόημα τὴν μὲν περιλειφθεῖσαν Ῥωμαϊκὴν στρατιὰν ἐξενεύρισε τέλεον, τὸ δ᾿ ἀποστατικὸν ἐπέρρωσε πλήρωμα.

Οὐκέτι γοῦν ηὐχρήστουν Ῥωμαῖοι ἢ γοῦν ἀπεθάρρουν ἀντιμέτωποι στῆναι τῷ Ἀλεξίῳ κατὰ μάχην ἀγχώμαλον, ἀλλὰ περὶ τὴν Φιλίππου στρεφόμενοι ἠγάπων, εἰ μὴ καὶ ταύτην Ἀλέξιος παραστήσεται. ὁ δὲ πρὸς τὸ δοκοῦν οἱ καταστησάμενος ὅσα πολισμάτιά τε καὶ φρούρια εἰς ὀρῶν ὑπερβολὰς ἀνεστήκασιν ἀντικαθήμενα τῷ Αἵμῳ καὶ ἀνθυψούμενα καὶ ταῖς δυσχωρίαις οὐχ ἧττον φιλοτιμούμενα, οὐδὲ τὰ λοιπὰ μένειν ἐπὶ χώρας κατέλιπεν, ἀλλ᾿ ἦν ὑπονοθεύων καὶ ἀφιστῶν Ῥωμαίων ὁπόσα ἐς Μοσυνόπολιν ἐπινένευκε μέχρι Ξανθείας αὐτῆς καὶ πρὸς ὄρος τὸ Πάγγαιον ὡς ἐπ᾿ Ἄβδηρα παρατείνουσιν. ἀμέλει καὶ τὸ θέμα τῶν Σμολένων ὑπεποιήσατο καὶ τὰ ὅμορα ἐπενέμετο κατὰ καχέκτημα διαδόσιμον, ἐξαιρῶν μὲν Ῥωμαίους καὶ ἀναιρῶν, ἀπ᾿ ἐνίων δὲ καὶ λύτρα διαλαμβάνων, τοὺς δ᾿ ὁμογενεῖς ἐκείνῳ προστιθεμένους ἑκόντας ἐπὶ τῶν σφετέρων μένειν ἐῶν.

Καὶ ὁ μὲν ἐμπλατυνόμενος ἦν ἀεὶ καὶ μακρῷ κακίων τῶν πρώην ἀποστατῶν, ἐπεὶ καὶ ἐς τοσοῦτον ὠμότητος ἤλασεν, ἣν ἀνδρείαν οἱ πλεῖστοι τῶν βαρβάρων οἴονται, ὡς τοὺς ἐν πολέμῳ ζωγρουμένους Ῥωμαίους κατὰ πότον μελιστὶ διαιρεῖν. ὁ δὲ βασιλεύς, ὡς ἐξ ὧν ἔδρασε καθυπέδειξεν, ἕρμαιόν τε καὶ χάριεν καὶ κάλλιστον τύχης βράβευμα τὴν τοῦ πρωτοστράτορος ᾠήθη κατάσχεσιν· ὅθεν τῇ τοῦ ἀνδρὸς ἐπιθέμενος οὐσίᾳ, ῥυηφενεῖ καὶ τυραννικῇ ἄντικρυς οὔσῃ, καὶ μηδὲν αὐτῆς ἀναψηλάφητον ἢ ἀνεξερεύνητον ἀφεικώς, ἀλλὰ καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν ὑποδικάσας φρουρᾷ, οὐκ οἶδ᾿ ὅ τι δοκοῦν, ἔαρος ὑπολήγοντος ἔξεισι καὶ ἄπεισιν εἰς τὰ Κύψελλα.

Ὅτε καὶ τὸ περὶ τῶν θείων μυστηρίων ἀνακαλυφθὲν δόγμα πρὸς μοίρας ἐναντίας διέστησε τὸ Χριστώνυμον καὶ λαμπρῶς ἐπ᾿ ἀγορᾶς καὶ τριόδων παρὰ τοῦ βουλομένου παντὸς τὰ τῆς τιμῆς ὁμοῦ καὶ σιγῆς ἐξεφαυλίζετο ἄξια. μετὰ γὰρ τὸν Ξιφιλῖνον Γεώργιον, ὃς ἔτεσιν ἑπτὰ τὴν ἐκκλησίαν διεκυβέρνησεν, ὁ Καματηρὸς Ἰωάννης τὸν πατριαρχικὸν εἴληφε θρόνον, καὶ δέον τὸ ἐπὶ Ξιφιλίνου ἀρξάμενον ὑπολαλεῖσθαι καὶ φύεσθαι δόγμα πρόρριζον ἐκτεμεῖν καὶ καθυποβαλεῖν μὲν ἀναθέματι τὸν γεννήτορα τούτου τὸν ψευδομόναχον Σικιδίτην ὡς αἱρεσιάρχην καὶ νέα ἐπεισάγοντα δόγματα, τοὺς δ᾿ ἄλλους ἐχεμυθεῖν πεῖσαι τῷ καθ᾿ ἑαυτὸν ὑποδείγματι, ὡς εἶναι τὸ μυστήριον αὖθις μυστήριον, ὁ δὲ λογικαῖς μεθόδοις ἐχρῆτο καὶ ἀποδείξεσι βιαζομέναις εἰς συγκατάθεσιν τὸν προσδιαλεγόμενον ἐν τοῖς ὑπερφυέσι καὶ τῆς ἔξωθεν μὴ ἐπιδεομένοις ἐπιτεχνήσεως. ἀλλὰ καὶ κατηχητηρίους συντιθεὶς λόγους τὴν τῶν νηστίμων ἡμερῶν προθεσμίαν ἐφεστάναι προκαταγγέλλοντας καὶ τοὺς τῆς πνευματικῆς πάλης πρὸς τὸν ἀγῶνα ὑπαλείφοντας, ἐν μέρει μνημονεύων τοῦ δόγματος, ὅπως μὲν συνεζητήθη καὶ τίνα τὰ παρ᾿ αὐτοῦ δοξαζόμενα καὶ ἅ φασιν οἱ ἀντίφρονες σιωπῇ παρεδίδου, οἶμαι τὴν ἀντίφασιν ἐκτρεπόμενος, τῷ δὲ δόγματι ἐπιβάλλων ἐκεῖνά τινων κατηγόρευεν, ἃ οὐδ᾿ ὅλως ᾔδεσαν οὐδ᾿ ἐβάλοντό ποτε κατὰ νοῦν.

Ζητήσεως γὰρ οὔσης εἰ τὸ μεταλαμβανόμενον ἅγιον σῶμα Χριστοῦ ἄφθαρτόν ἐστιν, ὁποῖον τὸ μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν, εἴτε φθαρτὸν ὡς τὸ πρὸ τοῦ πάθους, καὶ τῶν μὲν λεγόντων ἄφθαρτον— ὁμολογίαν γάρ τινα καὶ ἀνάμνησιν εἶναι τοῦ τεθνάναι τε καὶ ἀναβιῶναι δι᾿ ἡμᾶς τὸν Κύριον τὴν τῶν θείων μυστηρίων μετάληψιν κατὰ τὸν μέγαν ἐν θεολογίᾳ Κύριλλον, καὶ ὡς ὃ ἂν μέρος τις δέξηται, ἐκεῖνον εἰσδέχεται ὅλον τὸν παρὰ τοῦ Θωμᾶ ψηλαφηθέντα, καὶ ὡς ἐσθίεται μετὰ τὴν ἀνάστασιν, καθὼς ὁ χρυσοῦς τὴν γλῶτταν Ἰωάννης φησί, κἀκεῖνα τῶν τοῦ λαμπτῆρος τῆς ἐκκλησίας προτιθέντων Εὐτυχίου „ὅλον οὖν ἅπαν τὸ ἅγιον σῶμα καὶ τὸ τίμιον αἷμα τοῦ Κυρίου δέχεται, κἂν εἰ μέρος τις τούτων δέξηται· μερίζεται γὰρ ἀμερίστως ἐν ἅπασι διὰ τὴν ἔμμιξιν, καθὼς καὶ σφραγὶς μία πάντα τὰ ἐκτυπώματα αὐτῆς καὶ μορφώματα τοῖς μεταλαμβάνουσι μεταδίδωσι, καὶ μία μένει καὶ μετὰ τὴν μετάδοσιν, οὐκ ἐλαττουμένη οὐδὲ ἀλλοιουμένη πρὸς τὰ μετέχοντα, κἂν ᾖ τῷ ἀριθμῷ πλείονα, ἢ καὶ ὡς μία φωνὴ ὑπό τινος προαχθεῖσα καὶ εἰς ἀέρα χεθεῖσα καὶ ἐν τῷ ταύτην προεμένῳ πᾶσα μένει καὶ ἐν τῷ ἀέρι γενομένη πᾶσα ταῖς ἀκοαῖς πάντων ἐναπετέθη, οὐδενὸς πλεῖον ἢ ἔλαττον τοῦ ἑτέρου τῶν ἀκουσάντων εἰσδεχομένου, ἀλλὰ ὅλη ἐστὶν ἀδιαίρετος καὶ ὁλόκληρος παρὰ πᾶσι, κἂν μυρίοι τὸν ἀριθμὸν ἢ πλείους ὦσιν οἱ ἀκούσαντες, καίτοι σῶμα ὑπάρχουσα· οὐδὲν γὰρ ἕτερόν ἐστι φωνὴ ἢ πεπληγμένος ἀήρ. μηδεὶς οὖν ἀμφιβολίαν ἐχέτω, τὸ ἄφθαρτον μετὰ τὴν μυστικὴν ἱερουργίαν καὶ τὴν ἁγίαν ἀνάστασιν καὶ ἀθάνατον καὶ ἅγιον καὶ ζωοποιὸν αἷμα καὶ σῶμα τοῦ Κυρίου τοῖς ἀντιτύποις ἐντιθέμενον διὰ τῶν ἱερουργιῶν ἔλαττον τῶν προειρημένων παραδειγμάτων τὰς οἰκείας ἐναπομόργνυσθαι δυνάμεις, ἀλλ᾿ ὅλον ἐν ὅλοις εὑρίσκεσθαι”.ῶν μὲν οὖν ταῦτα προτεινομένων καὶ μαρτυρίας ἄλλας πλείστων διδασκάλων τῆς ἐκκλησίας παραγόντων, τῶν δ᾿ ἐκ τῆς ἑτέρας μερίδος φασκόντων μὴ καὶ ἀναστάσεως ὁμολογίαν, ἀλλὰ θυσίαν μόνην τὸ τελούμενον εἶναι, καὶ φθαρτὸν ἀκολούθως καὶ ἄνουν καὶ ἄψυχον, μηδὲ τὸν τῇ μεταλήψει προσιόντα ὅλον δέχεσθαι τὸν Χριστὸν ἀλλὰ μέρος ὡς καὶ μέρους μεταλαμβάνοντα· „εἰ γὰρ ἦν”, φησίν, „ἄφθαρτον καὶ ἔννουν καὶ ἔμψυχον, ἦν ἂν καὶ ἀναφὲς καὶ ἀθέατον, μηδ᾿ ὀδοῦσι κειρόμενον καὶ ἀληθόμενον, οὐδ᾿ ἐν τῷ τμᾶσθαι μηδαμῶς δυσχεραῖνον καὶ ὀδυνώμενον, ἐπεὶ καὶ ὡς εἰ τῶν σωμάτων ἠθέτουν τὴν ἔγερσιν”, ἔφασκον (εἰδεῖεν δ᾿ ἂν ὅπως) ἐκεῖνοι ἐσεῖσθαι ἡμᾶς μετὰ τὴν ἀνάστασιν ἁφῇ τε καὶ ὁράσει καὶ σχήματι ἀνθρωπείῳ μηδαμῶς ὑποπίπτοντας, ἀλλὰ κατὰ τὰς ἀσωμάτους σκιὰς ἀΐσσοντας, καὶ τὴν διὰ τῶν κεκλεισμένων θυρῶν εἰσέλευσιν τοῦ Κυρίου μὴ θαῦμα ἰσχυρίζοντο εἶναι, ἀλλά τι προσφυὲς καὶ ἐφάρμοστον τοῖς ἀνισταμένοις ἐκ τῶν νεκρῶν. τοιοῦτον μὲν ἐν τοῖς γραφεῖσιν οὐκ ἔστιν ὅλως εὑρεῖν οὐδέν, καταδρομὴν δέ τινων ἀναιδῆ καὶ ἀμάρτυρον, ὡς οἷα λεγόντων ἐξ αὐτῆς ἑνώσεως καὶ κοινωνίας ἠφθαρτίσθαι τὸν κυριακὸν ἄνθρωπον καὶ ἀναλυθῆναι εἰς θεότητα, καὶ διὰ τοῦτο φρονούντων καὶ τὸ μεταλαμβανόμενον ἄφθαρτον.

Ὅ γε μὴν βασιλεὺς τῇ κρείττονι προστεθεὶς δόξῃ παραγέγονεν, ὡς ἔφην, ἐς τὰ Κύψελλα καὶ τὸ συναθροισθὲν ἐκεῖσε παρειληφὼς στράτευμα ἄνεισιν εἰς Ὀρεστιάδα. ἔνθα καὶ πλείστας ἡμέρας ἐνδιατρίψας ἀμηχανίᾳ συνείληπτο, τὸν μὲν ἀποστάτην ὁρῶν δυσμαχώτατον, τὸ δὲ συνὸν αὐτῷ στράτευμα ἀντιθέτως ἔχον καὶ πρὸς μόνην ἐκθνῆσκον τὴν τῶν πολεμίων ἐνήχησιν. τοῖς δὲ πολλοῖς καὶ ὄνομα χλευαζόμενον ἡ βασίλειος ἐκεῖσε συνελογίζετο ἄφιξις καὶ ὑπετίθουν παλίσσυτον φέρεσθαι ὡς αἴσχους ἐμπιμπλάμενον ἐν τῷ παρεῖναι καὶ μηδέν τι μηδαμῶς χρηστὸν κατορθοῦν καὶ τὸν βάρβαρον μᾶλλον ἐν τῷ ὑποστέλλεσθαι προσεπαίροντα εἰς θρασύτητα. ὁ δὲ τὸ τῶν πραγμάτων ἄγριον καὶ δυσπρόσιτον, ὡς ὁ καιρὸς ἐδίδου, περιποππύζων καὶ διασαίνων τοὺς αὐτῷ οἰκειοτάτους βιβλιοφόρους ἔπεμπε πρὸς Ἀλέξιον, ἐς ξυμβάσεις αὐτὸν προσκαλούμενος. ἔστι δ᾿ ὅπῃ καὶ δολοφονίας ἐφρόντιζε, μηδὲ τοῦ πολέμου παντάπασι μεθιστάμενος.

Τῷ τοι καὶ τὴν στρατιὰν ἀναλαβὼν καὶ τὴν Φιλίππου ἐπαρχίαν καταλαβὼν περὶ τὸ φρούριον στρατοπεδεύεται τὸν Στενίμαχον, εἰς ὃ πολλοὶ τῶν βαρβάρων συνέφυγον, καὶ διειληφὼς αὐτὸ τοῖς στρατεύμασιν ἐξεῖλέ τε κατὰ κράτος καὶ τοὺς ἐνόντας ἠνδραποδίσατο. ὁ δ᾿ ἀποστάτης ἀφικέσθαι μὲν ἐς βασιλέα οὐδαμῶς συνετίθετο, ἀλλὰ μηδ᾿ ἂν ἑτέρως σπείσασθαι διετείνετο, εἰ μὴ χωρῶ καὶ πόλεων ἐγγράφως αὐτῷ βασιλεὺς ὑπεκσταίη, ὁπόσας αὐτὸς ἐχειρώσατο, καὶ τὴν κατηγγυημένην αὐτῷ Θεοδώραν μετὰ τῶν ἀρχικῶν ἐκπέμψειε παρασήμων.

Τῶν δὲ συνθηκῶν ὀψέ ποτε καὶ τῶν ὅρκων τετελεσμένων, ὡς ᾐτεῖτο Ἀλέξιος, βουλεύεταί τι μετέπειτα βασιλεύς, οὐκ οἶδα εἰ στρατηγοῖς καὶ βασιλεῦσιν ἁρμόδιον, οὓς παρὰ πᾶν ἕτερον τὸ εὐορκεῖν τιθέναι περὶ πλείστου χρεών· τὸν γὰρ Ἀλέξιον θείων ἀκουσμάτων ἀποστολαῖς διὰ τοῦ πρεσβυτέρου τῶν γαμβρῶν Ἀλεξίου πρὸς ἑαυτὸν ἐφελκυσάμενος μετὰ τὴν τῶν ὅρκων, ὡς ἔφην, συμπλήρωσιν συνειληφὼς εἶχεν ἐν δεσμοῖς. κἀκ τοῦδε τῶν τε πόλεων καὶ φρουρίων ἀπονητὶ περιγίνεται, ὧν ἦρχεν Ἀλέξιος, καὶ τὸν ἀδελφὸν αὐτοῦ Μῖτον φυγάδα τίθησι. καὶ τοιαῦτα δράσας ἐπάνεισιν ἐς Βυζάντιον.

Εὑρίσκει δὲ καὶ τὴν σύνευνον Εὐφροσύνην μὴ πάντῃ τὴν οἰκουρίαν ἀσπασαμένην, ἀλλὰ κατὰ στασιωτῶν καὶ δημοκόπων κἀκείνην ἀνδρισαμένην καὶ ὡς μίτον Πηνελόπειον ἀναλύσασαν τὰ παρά τινος Κοντοστεφάνου ἐξυφανθέντα συστρέμματα. ἦν δ᾿ ἂν οὐκ ἀποσπούδαστα ταῦτα, οὐδὲ τοῦ ἄγασθαι πόρρωθεν, ὡς ὑπὸ γυναικὸς κατορθούμενα, εἴπερ ᾔδεσαν μέτρα καὶ ὅροις ὑπήγοντο· νῦν δὲ τὸ ἄγαν τυφομανὲς καὶ πολυσπερχὲς τῆς δεσποίνης καὶ τὸ δοκοῦν ἴσως δεόντως ἀκριβωθῆναι ἠχρείου τε καὶ διέφθειρεν ὡς νέφεσιν ἥλιος τοῖς ἐπιγινομένοις ἀπευκταίοις ἀφαυρούμενα. τραπομένη γὰρ ἐς προγνώσεις τῶν ἐσομένων ἀρρητουργίαις καὶ μαντείαις προσέκειτο καὶ πολλὰ τῶν ἀθεμίτων εἰργάζετο, ὥστε καὶ τοῦ Καλυδωνίου συὸς τὸ ῥύγχος ἀπέτεμεν, ὃς ἐν τῷ ἱππικῷ χαλκοῦς ἱστάμενος φρίσσει τὴν λοφιὰν καὶ χωρεῖ χαυλιόδους πρὸς λέοντα, καὶ τὸν καλλίνικον Ἡρακλῆν, τῶν Λυσιμάχου ἔργων τὸ κάλλιστον ὄντα, χειρὶ βαλόντα τὴν κεφαλὴν τῆς λεοντῆς ὑπεστρωμένης κοφίνῳ καὶ τὰς ἰδίας τύχας ὀλοφυρόμενον, πολλαῖς κατὰ νώτου ξᾶναι διενοεῖτο.

Ἡράκλεις τοῦ ἀτοπήματος καὶ παπαὶ τῶν ἐπὶ σοὶ τολμωμένων, ἥρως ἄλκιμε, μεγαλόθυμε. τίς σοι Εὐρυσθεὺς τοιοῦτον πώποτε προύθηκεν ἄεθλον; ἢ τίς Ὀμφάλη, ἐπίτριμμα ἐρώτων καὶ κακότεχνον γύναιον, οὕτως ὑπερηφάνως σοι προσενήνεκται; Οὐ ταῦτα δὲ μόνον ἀναιδῶς διεπράττετο, ἀλλὰ καὶ ἄλλων ἀνδρεικέλων ἀφῄρει μόρια καὶ σφυρῶν καταφοραῖς ἐκαρατόμει ἕτερα. τὸ δὲ τῆς πόλεως πλῆθος τί μὲν ἐπὶ τούτοις δυσχεραῖνον ἀπρεπὲς οὐκ ἐφθέγγετο, ποίαις δὲ οὐκ ἔπλυνε τὴν ταῦτα πράσσουσαν ὕβρεσιν; ἔνιοι δὲ τῶν ἀγοραίων καὶ τὰ μιμηλὰ τῶν πτηνῶν καὶ ὅσα ἡ φύσις ἐστόμωσε πρὸς μουσουργίαν ἀεὶ μίαν ὑποβάλλοντες μάθησιν, καὶ ταύτην κοινόλεκτον, ᾄδειν ἐπὶ στενωπῶν καὶ τριόδων „πολιτικὴ τὸ δίκαιον” ἐξεπαίδευσαν. ἡ δ᾿ αὐτὴ καὶ δορὰν χρυσόπαστον ἐγχείριον ἔχουσα διεσχισμένην ἐς δάκτυλα κυνηγέτην ἀνεῖχεν ὄρνιθα καὶ ἐξιοῦσα πρὸς θήραν ἐπέκλωζέ τε καὶ ἐπεθώϋζε καὶ τοὺς περὶ τὴν θεραπείαν τούτων καὶ κομιδὴν ἱκανοὺς εἶχεν ἐφεπομένους.

Οὐ πολὺς δ᾿ ὁ ἐν μέσῳ καιρός, καὶ Καϊχοσρόης ὁ τοῦ Ἰκονίου σατράπης ἀπαντᾷ πρὸς βασιλέα, κυρβασίαν ἐπὶ κεφαλῆς ἔχων καὶ στολὴν διηνθισμένην χρυσῷ ἀμπεχόμενος. ἀλλὰ μικρόν τι περὶ τοῦ γένους τοῦ Πέρσου τοῦδε τὸ λέγειν διαλαβὸν τῆς τῶν ἑξῆς ἱστορίας αὖθις ἅψοιτο.

Τῷ Ἰκονιεῖ Κλιτζασθλάν, ὃς ἐν τοῖς ἄνω χρόνοις ἠδυνήθη τὰ μέγιστα κἀπὶ πολλοῖς ἀντετάξατο τῷ βασιλεῖ Μανουὴλ καὶ νίκαις διαπολεμῶν ἐστεφάνωτο, πλείους γεγόνασιν υἱεῖς. Ἀμάσειαν οὖν καὶ Ἄγκυραν πόλεις Ποντικὰς εὐδαίμονας τῷ Μασοὺτ ἀπεκλήρωσε, Μελιτηνὴν δὲ καὶ σὺν Καισαρείᾳ Κολώνειαν ὁ Κοτπατῖνος διεῖπεν· Ἀμινσὸν δὲ καὶ Δόκειαν καὶ παράλους πόλεις ἑτέρας ὁ Ῥουκνατῖνος παρείληφεν εἰς ἀρχήν· Καϊχοσρόης δὲ ὅδε ἡγεμόνευεν Ἰκονίου Λυκαονίας τε καὶ Παμφυλίας προΐστατο καὶ ὅσα παρατείνει ἐς αὐτὸ τὸ Κοτυάειον.

Ὡς οὖν ὁ Κοτπατῖνος τοῦ ζῆν παραλέλυτο, περὶ τῆς σατραπείας τοῦδε διαμιλλῶνται ὅ τε τῆς Δοκείας κρατῶν Ῥουκνατῖνος καὶ ὁ κατάρχων τῆς Ἀγκύρας Μασούτ. ἅτερος τοίνυν αὐτῶν ὁ Ῥουκνατῖνος τὸν ἀντιτρέχοντα ὑποφθάσας κασίγνητον τὸ νῖκος ἤρατο, δεξιωτέραν φύσιν λαχὼν καὶ πολεμοχαρὴς διαφερόντως δεικνύμενος. ἀμέλει καὶ μείζονος εὐμοιρήσας ὁ Ῥουκνατῖνος ἐντεῦθεν δυνάμεως τὸν μὲν Μασούτ, ὑπενδόντα καὶ φίλα οἱ φρονεῖν συνθέμενον, μέρος τῆς τοπαρχίας ἀφελόμενος τῆς λοιπῆς χώρας ὡς πρώην διαφῆκε προΐστασθαι, τῷ δέ γε Καϊχοσρόῃ μάλα ἐμμανῶς ἐπεφύη, παλαιὸν ὑποτύφων Ἰκονίου ἔρωτα ὡς ἀρχείου πατρῴου, καὶ τοῦτον ὡς μητρόθεν Χριστιανὸν μυσαττόμενος. πέμπων οὖν ὑπεκστῆναί οἱ παρῄνει τοῦ Ἰκονίου καὶ τῆς ὅλης ἀπαρεῖν δυναστείας, εἴγε βούλοιτο εὖ μὲν πράξειν αὐτός, τὰς δὲ πόλεις καὶ κατ᾿ ἄνδρα καὶ κατ᾿ ἔθνος ἀπειράτους μεῖναι τῶν ἐκ τοῦ πολέμου δεινῶν· οὕτω κεκομπασμένος ἦν καὶ ἀνυπέρβλητος τὸν τῦφον ὁ βάρβαρος καὶ τὴν ὀφρὺν ὑπερνέφελος καὶ ὡς ἰὸς πολύφθορος κατὰ πλεῖστον διαχεόμενός τε καὶ διασκιδνάμενος.

Πρόσεισι τοίνυν Καϊχοσρόης τῷ βασιλεῖ ἐκεχειρίας γενομένης, τὸν ἑαυτοῦ τοκέα κατὰ τοῦτο ἐζηλωκώς, ἐπεὶ κἀκεῖνος τοὺς ἀφ᾿ αἵματος ἀδικῶν καὶ ὑπ᾿ αὐτῶν ἀδικούμενος μετὰ τὴν τοῦ φύσαντος ἐκεῖνον Μασοὺτ ἀποβίωσιν ὡς εἰς ἄγκυραν ἱερὰν καὶ χεῖρα στερεὰν δυναμένην ὑπολαβεῖν τὸν αὐτοκράτορα προσέβλεψε Μανουήλ. ἀλλ᾿ ἐκεῖνος μὲν οὐ κατόπιν ἐλήλυθε τῶν ἐλπίδων, μᾶλλον μὲν οὖν καὶ ὑπὲρ δόκησιν ἁβραῖς αὐταῖς ἐντετύχηκε, Καϊχοσρόης δὲ βραχέα ἄττα φιλοφρονηθεὶς καὶ τῶν ἐν νῷ οὐδ᾿ ὅσον εἰπεῖν ἐνδεέστερα, μήτε σύναρσιν εὑρηκὼς τῆς πρὸς τὸν κασίγνητον ἀντιτάξεως ἐπανέκαμψεν οἴκαδε.

Ἀλλ᾿ οὐκ ἔφθη καθαρῶς εἰσιὼν τὸ Ἰκόνιον, καὶ τοῦ Ῥουκνατίνου κατ᾿ αὐτοῦ ἐπιόντος τῆς τε ἀρχῆς ἐκσφαιρίζεται καὶ φυγὰς εἰς Ἀρμενίαν παρὰ Λεβούνῃ γίνεται. τὰ δ᾿ ἐπὶ τούτοις οὐκ ἀμυδρὰ μὲν τὰ τῆς ἐκεῖ παραδοχῆς τοῦ ἀνθρώπου, ἐπαγωγὰ δὲ μᾶλλον καὶ ἄλλως χαρίεντα, εἰ καὶ ξυνέβη σφας πολλάκις κατ᾿ ἀλλήλων ἐξενεγκεῖν πόλεμον, ἐπεὶ καὶ φιλοῦσιν ἄνθρωποι μὴ μόνον τὸ συγγενὲς καὶ ὁμόπιστον πάσχον κακῶς, ἀλλά πως καὶ τὸ ἀλλόγλωττον καὶ φανὲν πολλάκις πολέμιον προσιὸν καὶ προσπῖπτον φιλανθρωπίας καταξιοῦν· τὰ δέ γε τῆς ἀμύνης καὶ τῆς καταγωγῆς ἐς τὴν προτέραν ἡγεμονίαν ὁλοσχερῶς ὁ Λεβούνης ἀπείπατο, Ῥουκνατίνῳ σπείσασθαι φάσκων καὶ μηδὲ τὴν σύναρσιν ἔχειν ὁρᾶν ἀναίμακτον.

Διὰ ταῦτα τοίνυν ἐς βασιλέα Καϊχοσρόης μετακεχώρηκε πάλιν, συλλήψεσθαί οἱ πρὸς τὴν ἀνάρρυσιν τῆς ἀρχῆς ὁπωσδήποτε φανταζόμενος. τῶν δὲ κατὰ σκοπὸν αὖθις διαμαρτὼν Ῥωμαίοις συνῆν, μὴ πάνυ μεταλαγχάνων θεραπείας τῷ γένει ἐπεοικυίας.

Τῷ δ᾿ ἐφεξῆς ἔτει μετὰ Κομάνων ἐξιόντες πάλιν οἱ Βλάχοι καὶ τὰ κράτιστα τῆς χώρας κείραντες ἀσινεῖς ἐπανέλυσαν. τάχα δ᾿ ἂν καὶ ταῖς χερσαίαις πύλαις τῆς βασιλίδος προσήγγισαν ἐπ᾿ αὐτὴν τραπόμενοι, εἰ μὴ τὸ χριστιανικώτατον γένος οἱ Ῥὼς καὶ οἱ τούτων ἀρχικῶς προεδρεύοντες, τοῦτο μὲν κατ᾿ αὐθαίρετον ὁρμὴν κινηθέντες, τοῦτο δὲ ταῖς τοῦ ἀρχιποίμενος αὐτῶν λιταῖς ὑπενδόντες, ἀξιάγαστον οἷον τὸ πρόθυμον ἐπὶ τοῖς Ῥωμαίων ἐπεδείξαντο πράγμασι, ταῖς τοῦ ἔτους πολλάκις ἀπαγωγαῖς καὶ ταῖς ἀποδόσεσι τούτων εἰς ἔθνη τὰ μὴ χριστώνυμα δυσχεράναντες. ὅθεν καὶ διὰ ταχέων παρασκευασάμενος ὁ τῆς Γαλίτζης ἡγεμὼν Ῥωμανὸς ἀγαθήν τε καὶ πολλὴν ἠθροικὼς στρατιὰν κατὰ Κομάνων ἐξώρμησε καὶ τὴν γῆν αὐτῶν κατὰ πολλὴν εὐπέτειαν ἐπιὼν ἔφθειρε καὶ ἠφάνισε. καὶ τοῦτο φιλοφρόνως εἰς καύχημα καὶ μεγαλωσύνην τῆς τῶν Χριστιανῶν ἀμωμήτου πίστεως πολλάκις διαπραξάμενος, ἧς καὶ τὸ βραχύτατον καὶ ὅσον κόκκος σινάπεως μεθίστησιν ὄρη καὶ μετατίθησι, τὰς τῶν Κομάνων ἐφόδους ἔστησε καὶ τοῖς ἀνήκεστα πάσχουσι Ῥωμαίοις ἀνακωχὴν ἐβράβευσε τοῦ κακοῦ, ἀνυπονόητος ἀρωγὴ καὶ ἀσυλλόγιστος συνασπισμὸς καὶ φάλαγξ ὡς εἰπεῖν θεοσύλλεκτος ἔθνει ὁμοπίστῳ φανείς.

Πλὴν οὐδὲ τὰ κατὰ τοὺς Ταυροσκύθας τούτους ὁ τότε χρόνος παρέδραμεν ἀστασίαστα, κατὰ δ᾿ ὁμοφύλου σφαγῆς τὸ ξίφος ἔβαψαν ὅ τε Ῥωμανὸς οὗτος καὶ ὁ διέπων τὸ Κίαβα Ῥούρικας· νίκην δ᾿ ὁ Ῥωμανὸς ἀπενεγκάμενος, ῥωμαλέος ὢν τὸ σῶμα καὶ τὰς χεῖρας δραστήριος, πολλοὺς καὶ τότε τῶν Κομάνων κατέστρωσεν, οἳ συνεφήψαντο τῆς μάχης τῷ Ῥούρικα, κρατίστη καὶ γενναιοτάτη φάλαγξ περὶ αὐτὸν ὁρώμενοι.

Ἀλλὰ χρεὼν μηδὲ τοῦτο παρελθεῖν ἀνιστόρητον. ἦν τις κολλυβιστής, Καλομόδιος τὴν προσηγορίαν. οὗτος χρήμασιν ἐβεβρίθει πολλοῖς, ἀργαλέας καὶ δολιχὰς ἐκδημίας κατ᾿ ἐμπορίαν πολλάκις στειλάμενος, κερδαλεόφρων ἄνθρωπος. ἀμέλει καὶ συγκαθεύδων τῷ φασκωλίῳ καὶ πρίζων τὸ κύμινον καὶ πάντα τιθεὶς τοῦ χρηματίζεσθαι δεύτερα δέδωκε καθ᾿ ἑαυτοῦ πολλάκις λαβὰς τοῖς χρυσοθήραις ἄρχουσιν ἀνθρώπων εἶναι ῥυηφενέστατος καὶ ὡς κῆπος Ἀλκινόειος καὶ τῆς ὥρας τὸ ἀκαρὲς οὐκ ὄχνην τρέφειν ἐπ᾿ ὄχνῃ σῦκόν τ᾿ ἐπὶ σύκῳ παρέχειν, χρυσὸν δὲ φέρειν ἐπὶ χρυσῷ, ἐπὶ δ᾿ ἀργυρίῳ φύειν ἀργύριον. ὁ δὲ φυτὸν ἄντικρυς γνώσεως ἦν, ὡς ἐν Ἐδὲμ πεφυτευμένον τῇ ἀγορᾷ καὶ τοῖς τῆς πόλεως στενωποῖς.

Οὐκοῦν καὶ ὡς ἡ ἄνθη τῆς ὀπώρας πάλαι τοὺς γενάρχας ἐδουλαγώγησεν, οὕτω καὶ τοῦ χρυσίου τότε τὸ πυρωπὸν τοὺς περὶ τὸν βασιλέα εἶχεν ἐς τρύγην ἐφελκυσάμενον. ἀλλ᾿ ἅμα τῷ Καλομοδίῳ τὰς χεῖρας ἐπέβαλον, καὶ ἅμα τὴν πόλιν εἰς στάσιν ἀνέσεισαν, μεῖζόν τι τῶν προπατόρων πεπονθότες δυστύχημα· οἱ μὲν γὰρ τοῦ καρποῦ δρεψάμενοι καὶ μεταλαβόντες, μηδὲ τὴν λιχνείαν ἐς μόνην τὴν ὅρασιν περιστήσαντες τῇ δίκῃ δικαίως ὑπέπεσον, οἱ δὲ μηδ᾿ ἐμβλέψαι τοῖς χρήμασι φθάσαντες μάτην ἠλέγχθησαν ἐγχανόντες καὶ δίψος Ταντάλειον ἔπασχον. ἔχοντες γὰρ τὴν πηγὴν οὐκ εἶχον καὶ πιεῖν ἐξ αὐτῆς, ἀλλὰ συχνάκις ὡρμηκότες ἀρύσασθαι εὕρισκον τὸ ὕδωρ τῶν οἰκείων χειρῶν ἀφαντούμενον. οἱ γὰρ ἀγοραῖοι ἑσπέρας μαθόντες τὴν τοῦ Καλομοδίου κατάσχεσιν καὶ τὸ αἴτιον αὐτῆς ἐπιγνόντες κατὰ φατρίας ὄρθρου ἠθροίσθησαν καὶ τὸν τοῦ Θεοῦ νεὼν εἰσιόντες καὶ τῷ πρώτῳ ἐποφθέντες ἀρχιερεῖ (ἦν δὲ οὗτος ὁ Καματηρὸς Ἰωάννης) περιστάντες μικροῦ καὶ διασπᾶν ἠπείλουν καὶ κύμβαχον ἐκ τῆς ἑστίας κάτω βαλεῖν, εἰ μὴ ὅσα καὶ σύριγγι τοῖς πρὸς βασιλέα χρησάμενος γράμμασιν ὡς πρόβατον ἀπολωλὸς καὶ ἀπόνομον τὸν Καλομόδιον αὐτοῖς ἐπανακαλέσεται. ὁ δὲ μόλις καταστείλας τοῦ λεὼ τὸν θόρυβον τῇ τῶν χειλέων περιψοφήσει καὶ τῷ λαμπρῶς ἐπὶ τούτῳ παθαίνεσθαι ἐπανήγαγεν αὐτοῖς ὡς ἀμνὸν τὸν ζητούμενον, μὴ τὸν χρυσὸν ὡς δορὰν ἀποσυρέντα παρὰ τῶν συσχόντων αὐτὸν λυκιδῶν μηδὲ λυμανθέντα τὴν τρίχωσιν.

Καὶ τὸ μὲν οὕτως ἀναιμωτὶ παρελήλυθεν, ἐξ αἰτίου τραγικοῦ τε καὶ σκυθρωποῦ ἐς κωμικὸν κατέληξεν ἀκοὰς διαχέον ἄθυρμα καὶ σχηματίζον τὸν κλαυσιγέλωτα· οὐ πολλαῖς δ᾿ ἡμέραις ὕστερον ἕτερον ἀνερράγη κακόν, ὃ καὶ εἰς αἱμάτων προύκοψεν ἔκχυσιν. Ἰωάννης γάρ τις, Λαγὼς τὸ ἐπώνυμον, ἐκ βασιλέως εἰληφὼς προΐστασθαι τῆς τοῦ πραιτωρίου φρουρᾶς, ἤθελεν ἑαυτῷ τε καὶ τοῖς προστησαμένοις πορίζειν ἐνθένδε χρήματα· (φεῦ τῆς ῥυπαροτάτης γνώμης· οὐ γάρ τι πλέον ὁ τῆς ἱστορίας νόμος εἰπεῖν ἐπιτρέπει μοι·) ὅθεν τὰς ψυχικὰς τῶν φιλοθέων οἰκειούμενος διαδόσεις, νυκτὸς ἀνίει φρουρᾶς καὶ δεσμῶν τοὺς ἐπὶ κλεπτοσύνῃ διαβοήτους, οἱ δὲ λάθρᾳ τὰς οἰκίας διερευνῶντες προσῆγον ἐκείνῳ τὰ φώρια· καὶ ἆθλον ἀσεβείας ἐκ τῶν σύλων τοῖς νυκτιλόχοις διαδιδοὺς τὰ λοιπὰ οἷς οὐ δέον προσέφερε, τὸν πιστὸν ὑπηρέτην ὁ θεῷ τὸ πᾶν ἄπιστος ἐν τοῖς ἀτολμήτοις σχηματιζόμενος.ούτου δὴ πολλοὶ κατεῖπον ἐς βασιλέα ὡς δρῶντος ἀνόσια· ὁ δὲ τὴν διόρθωσιν ἐπαγγειλάμενος ὥσπερ οὐ δυνάμενος ἀνεβάλετο. ὅθεν οὐδαμῶς ἐπὶ τοῖς τολμωμένοις ὑποπτήσσων ἦν ὁ Λαγώς, ἀλλ᾿ ὡς ἀνεύθυνον χειρίζων ἀρχὴν ἀναίδην τὰ θεομισῆ διεπράττετο.

Ἐνίοτε δὲ τῶν ἀγοραίων ἕνα συνειληφώς, μετὰ τὸ πλῆξαι πολλὰς κατὰ νώτου τριχῶν ὑποδικάσας κουρᾷ, τὸ θερμότερον τῆς πόλεως καὶ τῷ παθόντι ὁμότεχνον πρὸς στασιασμὸν ἀνερρίπισε. σύγχυσις οὖν τὴν πόλιν κατείληφε καὶ πλῆθος χειρωνακτικὸν οὐκ ὀλίγον ἐς τὸ πραιτώριον συλλεγὲν θηρεύειν ἐπεβάλετο τὸν Λαγών, ὁ δὲ ὑπὲρ δασύποδα συντονίᾳ δρόμου χρησάμενος ἐκεῖθεν ἠφάνισται. ὁ μέντοι λεὼς καὶ οὕτως ἐπισυρρέοντες ὥρμων τὸν Μέγαν εἰσιέναι Νεὼν καὶ βασιλέα ἕτερον ἀνειπεῖν. προκαταληφθέντος δὲ τοῦ τεμένους παρὰ τῶν εἰς αὐτοῦ φρουρὰν ἀπεσταλμένων πελεκυφόρων, μὴ μεθιστάμενοι τοῦ πραιτωρίου κατὰ τοῦ κρατοῦντος ἐρεσχελίας ἠφίεσαν ἀπρεπεῖς. ὁ δὲ μὴ παρὼν τῇ πόλει, ἀλλὰ περὶ τὴν Χρυσόπολιν ἐναυλιζόμενος, πέμπει μοῖραν τῶν ἐπὶ φυλακῇ τοῦ σώματος καταληψομένην τὸ πραιτώριον. ἵκετο δ᾿ ἐκεῖσε καὶ ὁ τῆς πόλεως ἔπαρχος Κωνσταντῖνος ὁ Τορνίκης· ἡ δὲ πληθὺς καὶ πρὸς μόνην τὴν αὐτῶν θέαν ἐκτραχυνθέντες τόν τε ἔπαρχον λαϊβολίαις ἐκτρέπονται καὶ τοὺς σωματοφύλακας ἀποπέμπονται. ἐπὶ δὲ τὰς τοῦ πραιτωρίου ἀνατρέψαντες πύλας ἄνεσιν τοῖς ἔνδον διδόασι σκυλεύουσί τε τὸν ἐκεῖσε Χριστιανικὸν νεών, τὸ δὲ τῶν Σαρακηνῶν συναγώγιον ἀνασπῶσιν ἐκ βάθρων αὐτῶν. καὶ ταῦτα σὺν οὐδενὶ διαπραξάμενοι λόγῳ ἐφίστανται τῇ φρουρᾷ τῇ λεγομένῃ Χαλκῇ, κἀκεῖσε τὰ ὅμοια δράσοντες. στρατιᾶς δ᾿ ἀφιγμένης βασιλικῆς μεθ᾿ ἑνὸς τῶν τοῦ βασιλέως γαμβρῶν (ἦν δ᾿ οὗτος ὁ Παλαιολόγος Ἀλέξιος) ἀνασειράζονται τῆς ὁρμῆς, οὐ μὴν ἀφίστανται τέλεον, ἀλλὰ σώμασι γυμνοῖς, εἶτα καὶ βραχεῖς τοὺς μεθ᾿ ὅπλων ἐφισταμένους ἔχοντες ὅλαις καταφράκτοις συνεπλέκοντο στρατιαῖς, πρὸς οὐδὲν ἀνύσιμον ἢ παρεκτικὸν ἔργον εὐκλείας τελευτᾶν ἑλόμενοι. ἦσαν δ᾿ οἳ καὶ τῶν τεγῶν ὑπερφαινόμενοι κεράμους κατέφερον καὶ λίθους ἔνιοι χειροπληθεῖς ἐπιπέμποντες καὶ ὀϊστεύοντες ἕτεροι τῇ βασιλείῳ ἀντεμάχοντο φάλαγγι. ὅλης οὖν τῆς ἡμέρας ἐκείνης μηδέν τι παραλύσαντες τῆς ὀργῆς μόλις ὑπενόστησαν πρὸς ἑσπέραν. τῇ δ᾿ ὑστεραίᾳ οὔτε τι ἐβαττάρισαν ὅλως οὔτε πρὸς ἀγῶνα συνέδραμον δεύτερον.

Ἀλλὰ καὶ τοῦδε τοῦ κακοῦ παρελθόντος, ἐκ τοῦ τῶν Κομνηνῶν τις γένους τῷ βασιλεῖ ἐπανίσταται, Ἰωάννης τοὔνομα· προκοίλιος δ᾿ ὢν καὶ πιθώδης τὴν πλάσιν τοῦ σώματος τὸν Παχὺν εἰς ἐπώνυμον εἴληχεν. οὗτος τοίνυν τῷ Μεγίστῳ Νεῷ ἐξάπινα εἰσρυεὶς καὶ τῶν στεφανίσκων ἕνα τῇ κεφαλῇ περιθείς, οἳ τὴν ἱερὰν ἀμφιπεριῃώρηνται τράπεζαν, ἔξεισιν ἐκεῖθεν· καὶ προσληφθεὶς ὑπὸ τῶν ὀμοτῶν (πλεῖστοι δὲ ἦσαν οὗτοι καὶ σχεδὸν τοῦ ἐπισήμου πάντες αἵματος), συνδραμόντων καὶ ὄχλων οὐκ ὀλίγων πρὸς φήμην τῶν πραττομένων, τὸ μέγα παλάτιον εἴσεισιν εὐμαρῶς, καὶ αὐτὸς μὲν ἐπὶ θρόνου διαχρύσου καθίσας τινὰς ἐπὶ τῶν μεγίστων ὀφφικίων προβάλλεται, ὁ δ᾿ ὄχλος καὶ τοῦ συναποστάντος μέρους τινές, τὰς ἀγορὰς καὶ ἀγυιὰς διιόντες καὶ τὰς ἠϊόνας καταλαμβάνοντες βασιλέα Ῥωμαίων αὐτὸν ἀνηγόρευον καὶ οἰκίας κατέσπων περιφανεῖς.

Νυκτὸς δ᾿ ἐπιούσης οὔτε τῆς φρουρᾶς, ὡς ἔδει, τῶν ἀρχείων ὁ Ἰωάννης ἐφρόντισεν, οὔτε τὰς ἀνατραπείσας πύλας ἀνέστησεν, ἀλλ᾿ ὡς ἐν τῷ ἀσφαλεῖ καθιστάμενος καὶ μηδένα ἔχων ἤδη τὸν ἀνθιστάμενον κατὰ δελφῖνας ἀναφυσῶν καὶ ὕδατος ὅλα κεράμια ἐκκενῶν, δίψει συνεχόμενος οἷα κρεωβριθής, ἀπέψα τοὺς ἱδρῶτας κρουνηδὸν ἀποστάζοντας καὶ θερμὸν ἀπατμίζοντας. τὸ δὲ περὶ αὐτὸν ὁπλιτικὸν λαμπρὰν τὴν ἱπποδρομίαν περιιὸν ἤλυε τηνάλλως ἐκεῖσε· οἱ γὰρ ὄχλοι δύναντος ἡλίου κατ᾿ ἀγέλας ὀρνίθων διέστησαν, τάχιον διαγελάσαι τὴν ἕω γλιχόμενοι, ὡς αὖθις συνδραμόντες τοῖς ὑπερηφάνοις ἐπεισπέσωσιν οἴκοις καὶ τὰ σφίσιν ἐνόντα διερευνήσωσι. βασιλεὺς δ᾿ ὁπόσον συγγενὲς συναθροίσας καὶ τὸ περὶ αὐτὸν οὐκ ἀπόλεμον πέμπει κνεφαίους ἐπιθέσθαι τῷ Ἰωάννῃ· οὐδὲ γὰρ ἂν ἡμέρας διαφαυσάσης ἡσυχίαν ἀγαπήσειν τὸν τῆς πόλεως ὅμιλον, ἀλλὰ πλείονα πολλῷ καὶ δυσκάθεκτον περὶ τὸν τύραννον συνελθεῖν ὀρθριώτερον, συλληψόμενον ἐκείνῳ τοῦ ἔργου καὶ πολυμερῶς αὐτοῖς ἀντιμαχησόμενον.

Οἱ μὲν οὖν πλοίων ἐπέβησαν καὶ τῇ ἀκτῇ προσίσχουσι τῆς μονῆς τῶν Ὁδηγῶν κἀκεῖθεν τοῖς πελεκυφόροις συμμίγνυνται τοῦ βασιλέως ὑπασπισταῖς· οὐδὲ γὰρ ἦν ὁπλοφόρους διὰ μέσης τῆς πόλεως παρελθεῖν. ναὶ μὴν ἐξάπινα συρραγέντες τοῖς περὶ τὸ θέατρον στασιώταις τοῦ Ἰωάννου αὐτούς τε ῥᾳδίως διασκεδάζουσι καὶ κατὰ ῥᾳστώνην πᾶσαν τῷ Ἰωάννῃ προσβάλλουσι, κτείνουσί τε ὡς βόσκημα πανσώμους ἐπενεγκόντες πληγάς, καὶ τὴν κεφαλὴν ἀφελόμενοι τῷ βασιλεῖ προσάγουσι. καὶ ἡ μὲν τῇ κατὰ τὴν ἀγορὰν ἁψῖδι μετεωρίζεται πρὸς θέαν πάνδημον, ἔτι τοῦ αἵματος ἀποβλύζουσα σεσηρυῖά τε δεινὸν καὶ μεμυκυῖα τὼ ὀφθαλμώ· ὁ δὲ λοιπὸς Ἰωάννης ἀρθεὶς ἐπὶ κλίνης αἴθριος προτίθεται κατὰ τὴν μεσημβρινὴν πύλην τῶν ἐν Βλαχέρναις ἀρχείων.

Καὶ βασιλεὺς τὰς ἄνωθεν αὐτῆς ἀρχικὰς διαίτας εἰσανιὼν ἐθεᾶτο κάτωθεν, ὁμοῦ μὲν τὰς ὄψεις διδοὺς τῷ πτώματι ὑπὲρ βοῦν διῳδηκότι μεγαλόπλευρον, ὁμοῦ δὲ καὶ διαχεόμενος τῷ ὁράματι καὶ καταλαζονευόμενος τὸ κατόρθωμα. μετὰ δὲ τὸ σῶμα ἐκεῖθεν ἀρθὲν κυσὶ καὶ ὄρνισι βορὰ παρατίθεται, ὃ καὶ θηριῶδες μικροῦ καὶ ἀπάνθρωπον τοῖς ἅπασιν ἔδοξεν. οἱ δ᾿ ἐκ τῆς συνωμότιδος μερίδος τοῦ Ἰωάννου συσχεθέντες καὶ βασάνοις ὑποβληθέντες, ὅπως ἐκφήνωσι τοὺς συνίστορας, δεσμοῖς καὶ φρουραῖς παραπέμπονται.

Ἀλλ᾿ οἷον καὶ τόδ᾿ ἔρεξεν οὗτος ὁ βασιλεύς. ἀνδρί τινι παραδοὺς τριήρεις ἕξ, ᾧ ἡ μὲν κλῆσις ἦν Κωνσταντῖνος, ἡ δ᾿ ἐπίκλησις Φραγγόπουλος, ἐς τὸν Εὔξεινον Πόντον ἐξέπεμψε, τῷ μὲν δοκεῖν περὶ φορτίου πλοίου τινὸς ἐξετάσοντα, ἐκ Φάσιδος καταίροντος εἰς Βυζάντιον, περὶ δὲ Κερασοῦντα ναυαγήσαντος, τῷ δὲ ὄντι ταῖς ἐς πόλιν τὴν Ἀμινσὸν καταπλεούσαις ὁλκάσιν ἐπιθησόμενον καὶ τούτων τὰ ἀγώγιμα προνομεύσοντα. ὁ δὲ κατ᾿ ἐπίταγμα τὸ βασιλικὸν ἐς τὸν Εὔξεινον ἀναπλεύσας οὐδεμιᾶς φείδεται νηός, ἀλλὰ πάσας σκυλεύσας, ὅσαι τε ἐς Βυζάντιον ἐμπορευμάτων πλήρεις κατήγοντο καὶ ὅσαι αὖθις ἀνήγοντο ἀποδόμεναι τὰ ἑαυτῶν καὶ ἄλλ᾿ ἄττα ἐνθέμεναι, μετὰ δύο μῆνας ὑπέστρεψε, τινὰς τῶν ἐμπόρων μαχαίρᾳ ὑποδικάσας καὶ τῷ βυθῷ παραπέμψας, ὧν τὰ χρήματα αὐτὸς ἰδιώσατο, τοὺς δ᾿ ἄλλους ὑπέρου γυμνοτέρους ἀποπεμψάμενος. οἱ δὲ τὴν πόλιν εἰσιόντες πολλὰ μὲν ἱκέτευσαν ὑπὲρ ὧν παρὰ δίκην πεπόνθασιν, ἀρχείοις προσιόντες καὶ θείοις μετὰ φώτων τεμένεσι παραβάλλοντες, οὐκ εἶχον δὲ τὸν βασιλέα πρὸς οἶκτον ἐπιρρεπῆ, τὰς αὐτῶν ἐμπορίας καθάπαξ ἐξαργυρώσαντα καὶ τῷ αὐτοῦ ταμείῳ ἐγκαταθέμενον.

Οἱ ἐξ Ἰκονίου τοίνυν ὁρμώμενοι ἔμποροι τῷ Ῥουκνατίνῳ προσίασι, καὶ πέμψας οὗτος εἰς βασιλέα τὰ τούτων ἀπῄτει χρήματα· ἦν δὲ καὶ λόγος τότε περὶ σπονδῶν. βασιλεὺς δὲ ἀποστάτην ὀνομάζων ἑαυτοῦ τὸν Φραγγόπουλον τῆς οἰκείας γνώμης ἀπῆγεν ὅσα οὗτος ἀνοσιούργησεν, ἐπὶ ψεύδει τὴν ἐλπίδα τιθέμενος καὶ τῇ ἐναργείᾳ τῶν πραγμάτων ἀντιμαχόμενος. τελεσθείσης δὲ τῆς ἀγάπης ὁ μὲν Ῥουκνατῖνος μεθ᾿ ἑτέρων ἐτησίων φόρων καὶ μνᾶς ἀργυρίου προσειλήφει πεντήκοντα εἰς ἀπόδομα ὧν οἱ ἔμποροι ἀφῃρέθησαν, ὁ δὲ βασιλεὺς φωρᾶται μεθ᾿ ἡμέρας ἐπιβουλεύων τῇ ἐκείνου ζωῇ. μεγίσταις γὰρ ὑποσχέσεσι Χασίσιόν τινα ἐλαφρίσας καὶ τούτῳ ἀμαθῶς, ὡς ἐς φιλίαν ἀστάθμητος, ἐγχειρίσας γραμμάτιον ἐρυθρόγραφον, ἐκπέμπει τὸν Ῥουκνατῖνον ἀναιρήσοντα. συλληφθέντος δὲ τοῦ Χασισίου καὶ τὸ γράμμα καὶ τὸ δρᾶμα ἐκφήναντος, παρεβάθησαν μὲν αἱ σπονδαί, πολλαὶ δ᾿ ἐκ τῶν Τούρκων ἐπιδρομαὶ δι᾿ αἰτίαν τοιαύτην ταῖς ἑῴαις ἐπανέφυσαν πόλεσι.

Καὶ Μιχαὴλ δέ τις ἐκ νοθείας υἱὸς Ἰωάννου τοῦ σεβαστοκράτορος, τῆς ἐπαρχίας Μυλάσσης φορολόγος ἀποσταλείς, νέος ὢν καὶ αὐθάδης τοῦ βασιλέως ἀφίσταται. πολέμῳ δὲ ἡττηθεὶς καὶ φυγὼν τῷ Ῥουκνατίνῳ προσρύεται, καὶ τῷ πρὸς βασιλέα μίσει προσδεχθεὶς ἀσμενέστατα, στρατιὰν ἐξ ἐκείνου δεχόμενος τὰς Μαιανδρικὰς πόλεις πολυτρόπως ἐσίνετο, χείρων τῶν ἀλλοφύλων καὶ νηλεέστερος ἀνδροφόνος δεικνύμενος.

Εἴ τι οὖν αἰτιώτατον τοῦ τὴν Ῥωμαίων ἀρχὴν ἐς γόνυ καταπεσεῖν καὶ χωρῶν καὶ πόλεων χειρώσεις παθεῖν, ὕστατα δὲ καὶ αὐτὴν ἐξαπολωλέναι, τοῦτο οἱ ἐκ Κομνηνῶν γεγόνασιν ἀφιστάμενοι καὶ βασιλειῶντες· παρὰ γὰρ ἔθνεσι καταλύοντες μὴ φίλα Ῥωμαίοις νοοῦσι τῆς πατρίδος ἦσαν πανώλεια, καίπερ ἐν τῷ παρ᾿ ἡμῖν μένειν πράγμασιν ἐγχειρήσειν ἑλεῖν τε καὶ κρατήσειν ἀνεπιτηδειότατοι ὄντες καὶ πάντων ἀχρειότατοι καὶ σκαιότατοι.

Διὰ δὲ τὴν τοῦ Μιχαὴλ νεωτέρισιν περὶ μῆνα τὸν φυλλοχόον ἔξεισιν εἰς ἕω Ἀλέξιος, ὑποστρέφων δ᾿ ἐκεῖθεν παρενέβαλεν εἰς τὰ Πύθια, τοῖς θερμοῖς ἐννηξόμενος ὕδασιν. ὡς δ᾿ ἅλις εἶχε λουτήρων καὶ κρατήρων, ἐρᾷ καὶ μακροτέρου πλοός· διημφισβήτουν γὰρ παρὰ τῷδε τῷ ἄνακτι καὶ ἀνὰ μέρος ἐκράτουν αἱ ἐπίγειοι καὶ ἐνάλιοι χάριτες καὶ λαμπρὰν ἀνεδοῦντο τὴν νίκην. νῆα τοίνυν εἰσιὼν στρατηγίδα εὐθὺ τῶν νησιδίων διαπλωΐζεται, ἃ ἄγχιστα τῆς Κωνσταντίνου ἀμφιρρέονται, τὸν Ἀστακηνὸν κόλπον ἀφεὶς περιπλεῖν· λαίλαπος δ᾿ ἀνεγερθείσης ἐξαίφνης καὶ μετεωρισάσης τὸ κῦμα, ὀρθὸν τὸ πλοῖον ἐκ πρώρης ἐπὶ πρύμναν αἴρεται καὶ μικροῦ καταδύεται, ἔνθεν καὶ ἔνθεν ἐπικλυζόμενον. ἐθορύβουν μὲν οὖν οἱ πλωτῆρες καὶ ἱδρῶσι περιερρέοντο, βοαὶ δὲ τῶν ἐμπλεόντων καὶ θεοκλυτήσεις ἦσαν, οἰμωγαί τε καὶ ὀλολυγαὶ διωλύγιοι ἐξηκούοντο· συνέπλεον γὰρ βασιλεῖ πᾶσαί τε καὶ πάντες ἐπιτήδειοι, οἷς καὶ ποθεινὴ μὲν ἡ γῆ τοῖς βαδίζουσι, ποθεινὴ δὲ καὶ αὐτοῖς ἐδόκει τις ἐντυχεῖν. πολλὰ δὲ καὶ παντοῖα διακινδυνεύσαντες ἀγαπητῶς καὶ μόλις περὶ τὴν Πρίγκιπον διασώζονται, ἐκ δὲ ταύτης τοῦ κύματος ἠρεμήσαντος ἐς Χαλκηδόνα καταίρουσιν· ἔνθα τοῦ ἰλίγγου ἀνεθέντες καὶ τὴν ἅλμην ἀποπτύσαντες καὶ λήθης βυθῷ παραδόντες τὰ χαλεπὰ τοῦ κινδύνου καὶ φοβερὰ ἐς τὸ μέγα διαπεραιοῦνται παλάτιον, ἁμίλλας τελέσοντες ἵππων καὶ θεάτροις τὸν δῆμον δεξιωσόμενοι.

Ὡς οὖν εἰλήφει πέρας καὶ τάδε, βασιλεὺς μὲν ἀπελθεῖν ἐς Βλαχέρνας αὐτίκα ἤθελε, τῆς δὲ τῶν ὡρῶν ἀκαιρίας προσισταμένης (οἱ γὰρ ἐς ἡμᾶς αὐτοκράτορες καὶ μέχρι βηματίσαι τὴν τῶν ἄστρων θέσιν περιεργάζονται) τὴν πρώτην τῶν νηστειῶν ἑβδομάδα τῷ μεγάλῳ παλατίῳ προσέμενεν οὐχ ἑκών. ὡς δ᾿ ἦν ἡ ἕκτη τῶν ἡμερῶν οὐκ ἀνάρσιος πρὸς μετάβασιν, καὶ μάλιστα τῷ βαθέος ὄρθρου μεθισταμένῳ, ἔγνω μεταναστεῦσαι κνεφαῖος καὶ μήπω τοῦ ἡλίου διασπείραντος τὰς ἀκτῖνας τὰς Βλαχέρνας καταλαβεῖν. ἥ τε οὖν τριήρης παρὰ ταῖς ἀκταῖς τῶν ἀρχείων ἐσάλευε καὶ τὸ συγγενὲς ἅπαν τοῦ βασιλέως παρ᾿ αὐτὸν μετὰ φώτων συνήλιστο, σύμπλουν ἐσόμενον· τοῦ Θεοῦ δὲ δεικνύντος ὡς κύριός ἐστιν ὡρῶν καὶ χρόνων αὐτὸς καὶ παρ᾿ αὐτοῦ κατευθύνεται εἴτε μὴν συμποδίζεται τά τινων διαβήματα, τὸ πρὸ τῆς βασιλείου κλίνης δάπεδον αὐτομάτως ὑποχαλᾷ καὶ εἰς χάσμα ἱκανῶς διανοίγεται. καὶ βασιλεὺς μὲν παραδόξως τοῦ κινδύνου ῥύεται, ἅτερος δὲ τῶν τούτου γαμβρῶν, ὁ Παλαιολόγος Ἀλέξιος, καὶ συχνοὶ ἄλλοι ἐνίσχονται τῷ διαστήματι καὶ πάσχουσι κακῶς τὰ βάθρα τοῦ σώματος· εἷς δέ τις ἐκτομίας καὶ ἐτεθνήκει ἐς τὸ βάθιστον τοῦ χάσματος καταδύς. οἵαν μὲν οὖν ἔννοιαν ἢ μετάνοιαν ἐπὶ τούτοις εἴληφεν ὁ κρατῶν, οὐδαμῶς ἔχω ἐπεξιέναι· ὃ δὲ κατὰ πόδας ἐπηκολούθησε, τοῦτο δὴ καὶ τῇ ἱστορίᾳ παραδίδωμι.

Τῷ βασιλεῖ τῷδε καὶ τρίτη θυγάτηρ ἦν, Εὐδοκία τοὔνομα. ταύτην, ἔτι τοῦ τεκόντος Ἀνδρόνικον ἐκδιδράσκοντος Ἰσμαηλίτας τε καὶ Παλαιστίνην περιιόντος πλάνητος, ὁ πατράδελφος Ἰσαάκιος ἑνὶ τῶν παίδων εἰς γάμον ἐκδέδωκε τῷ Στεφάνῳ τοῦ Νεεμάν· ἦν δ᾿ οὗτος ἡγεμὼν τῶν Τριβαλλῶν. ἀλλ᾿ ὁ μὲν βραχὺν ἐπιμείνας τῇ ἀρχῇ χρόνον τὸ ὄρος ἄνεισι τὸ Παπύκιον καὶ βίον ὕπεισι τὸν μοναδικόν· ὁ δέ οἱ υἱὸς Στέφανος συγκληροῦχον τῆς πατρῴας σατραπείας τὴν Εὐδοκίαν δεικνὺς ἡλίους συχνοὺς ἐξεμέτρησε καὶ παίδων ἐξ αὐτῆς ἀκούει πατήρ.

Καινοτόμος δ᾿ ὢν ὁ χρόνος καὶ προβολεὺς τῶν ἀνομοίων ἄληκτος διίστησιν ἀμφοτέρους τῆς πρὶν ἑνότητος καὶ συμπνοίας, οὐκ ἄχρι τῶν ἐσχάτων ἀναπνοῶν τὴν συμφυΐαν παρεὶς ἀνόθευτον, ὃ τοῖς ἐχέφροσι ζυγίταις πλήρωμα τῆς ἀνθρωπίνης εὐδαιμονίας κρίνεται. οὐκοῦν ὁ μὲν τῇ γυναικὶ ἐνεκάλει τὸν τῆς ψωρώδους ἀκρασίας ὀδαξησμόν, ἡ δὲ τἀνδρὶ προσῆπτε τὸν εὐθὺς ἐξ ἑωσφόρου ἀκροχάλικα καὶ τὸ μὴ πίνειν ὕδατα ἐξ οἰκείων ἀγγείων καὶ τὸ κρυφίων ἄρτων ἐμπίπλασθαι. καὶ προβαινούσης οὕτω τῆς διχονοίας ἀεὶ ἐπὶ μέγα σκέπτεταί τι βαρβαρώτατον ἔργον ὁ Στέφανος καὶ αὐτὸ μέτεισι· πλασάμενος γάρ, εἴτε καὶ φάμενος ἀληθῶς, μοιχευομένην ἁλῶναι τὴν Εὐδοκίαν παντὸς ἀπογυμνοῖ περιβλήματος γυναικείου, τὸν ἔσχατον αὐτῇ καὶ λεπταλέον χιτῶνα μόνον καταλιπών, καὶ τοῦτον κύκλῳ περικοπέντα ὡς μόλις περιστέλλειν τὰ τῶν μελῶν ἀσχήμονα, καὶ διαφίησιν οὕτως ἀτίμως, ἔνθα δὴ καὶ ὀργῴη πορεύεσθαι.

Πρὸς δὲ ταυτηνὶ τὴν πρᾶξιν τὴν ὄντως ἄσεμνον καὶ ἀπότομον καὶ τὴν ὑπέρογκον ἀμυντηρίαν ὁ ἀδελφὸς ἀντιστὰς Βόλκος ἔς τε τὸ ἀπάνθρωπον ὠνείδισεν ἦθος τὸν κασίγνητον μεθαρμοσθῆναί τε τῆς ὀργῆς καὶ καθυφεῖναί τι μικρὸν καθικέτευσεν, ἀπιδόντα πρὸς τὸ μεγαλεῖον τοῦ γένους τῆς Εὐδοκίας καὶ ἑαυτὸν δὲ οἰκτειρήσαντα, γενησόμενον οὕτως ἐπ᾿ ἀσχήμοσιν ἔργοις ἀοίδιμον. οὐκ ἔχων δὲ καὶ πείθειν ὡς τὴν γνώμην ἀκαμπῆ καὶ δυσμείλικτον αὐτὸς τὴν Εὐδοκίαν προσηκούσης κομιδῆς ἀξιώσας παραδίδωσι τοῖς ἀπάξουσι δεόντως εἰς τὸ Δυρράχιον. μαθὼν δὲ τὸ γεγονὸς ὁ πατήρ, πέμψας ἀμφικέφαλον καθέδραν καὶ κόσμους περιδερραίους ἄλλας τε λαμπρειμονίας βασιλικάς, εἰσοικίζεται τὴν θυγατέρα.

Πλὴν οὐδ᾿ οἱ τοῦ Νεεμὰν οὗτοι υἱοὶ ἀδελφὰ φρονοῦντες ἐς τέλος διήρκεσαν, ἐκπολεμωθέντες δὲ κατ᾿ ἀλλήλων τῷ χορῷ τῶν ἄλλων καὶ οἵδε συνήφθησαν, οὓς μικρῷ πρόσθεν εἰρήκειμεν ἠγνοηκέναι τὴν φύσιν διά τε φιλαρχίαν καὶ τρόπου σκαιότητα· καὶ φανεὶς κρείττων ὁ Βόλκος τῆς ἀρχῆς ἅμα καὶ τῆς πατρίδος ἐκτοπίζει τὸν Στέφανον. ἐκ γὰρ τῆς τῶν πόλεων βασιλίδος ὥσπερ τινὸς ὑπογραμμοῦ καὶ τύπου καὶ κοινοῦ θεμιστεύματος τῆς ἀδελφοκτονίας ἐξιούσης καὶ διαδραμούσης τῆς γῆς τὰ πέρατα, οὐ Πέρσαι μόνον καὶ Ταυροσκύθαι καὶ οἵδε οἱ Δαλμάται καὶ μετέπειτα Πάννονες, ἀλλὰ καὶ λοιποὶ ἕτεροι παρ᾿ ἔθνεσι δυναστεύοντες στάσεων καὶ φόνων τὰς ἑαυτῶν πατρίδας ἐνέπλησαν, καθ᾿ ὁμογενῶν τὰ ξίφη σπασάμενοι.

Κατὰ δὲ τοὺς χρόνους τούτους ἔξεισι τῆς Μυσίας ὁ Ἰωάννης καὶ μεγίστῳ τε καὶ παγχάλκῳ στρατεύματι διειληφὼς τὴν Κωνστάντειαν χειροῦται κατὰ πᾶσαν εὐπέτειαν, διάσημον οὖσαν ἐν τοῖς τῆς Ῥοδόπης σχοινίσμασι. καὶ καθελὼν τὸν ταύτης περίβολον ἐκεῖθεν ἀπανίσταται καὶ περὶ τὴν Βάρναν στρατοπεδεύεται καὶ πολιορκεῖ γενναίως καὶ ταύτην κατὰ τὴν ἕκτην τῶν τοῦ Χριστοῦ παθημάτων ἡμέραν. παντοίαν δ᾿ ἔνστασιν ἐνδεικνυμένων τῶν ἔνδοθι, κρατίστων ὄντων τῶν πλείστων κἀκ τοῦ Λατινικοῦ στίφους συγκροτουμένων, τετράπλευρον συντίθησι μηχανήν, συμμηκιζομένην τῷ εὔρει τῆς τάφρου καὶ ἰσοϋψῆ τῷ τείχει τῆς πόλεως, καὶ ταύτην ὑπότροχον οὖσαν τῆς τάφρου ἄγχιστα στήσας, εἶτα ἀνατρέψας ἀμφοτέρων τῶν περάτων ἐπιλαμβάνεται καὶ τῷ αὐτῷ καὶ ἑνὶ μηχανήματι ζεύγματί τε τῆς τάφρου χρησάμενος καὶ κλίμακι ἐξικνουμένῃ τοῦ ὕψους τῆς πόλεως τρισὶν ἡμέραις τῆς Βάρνας κρατεῖ. οὔτε δὲ τῆς ἡμέρας τὴν δύναμιν ὁ βάρβαρος πτοηθείς (ἦν γὰρ τὸ ὑπερευλογημένον σάββατον, καθ᾿ ὃ ὕπνωττεν ἐν τάφῳ Χριστός), οὔτε τὸν Χριστιανὸν αἰδεσθείς, ὃν μόνοις περιέφερε χείλεσιν, ἀλλὰ φιλαιμάτοις δαίμοσιν ἐλαστρούμενος πάντας, οὓς συνείληφε, κατὰ τῆς τάφρου ζῶντας ὠθεῖ καὶ χοῦν ἐς ἰσόπεδον ἐπιχέας πολυάνδριον τὸν τόπον δείκνυσιν. ἔπειτα καὶ τὰ τείχη καταστρεψάμενος ἐς Μυσίαν ἐπάνεισιν, ἐναγίσμασι τοιούτοις καὶ τελεταῖς μυσαρωτάταις τὴν μίαν τῶν σαββάτων καὶ τῶν ἡμερῶν κυρίαν τετιμηκώς.

Καὶ τῇδε μὲν καὶ ταῦτα ἐφέρετο· ὁ δέ γε πρωτοστράτωρ Μανουὴλ ὁ Καμύτζης, χρόνιος ἐν Μυσίᾳ καθειργνύμενος, δεῖται τοῦ ἐξαδέλφου καὶ βασιλέως ἐκ τῆς οἰκείας οὐσίας λυθῆναι, μηδ᾿ ὡς κακοῦργος ἐπὶ πολὺ παροφθῆναι παρὰ βαρβάροις δορύκτητος. οὐκ εἶχε δὲ καὶ πείθειν δι᾿ ὧν ἐπέστελλεν. ἀπειρηκὼς οὖν τὸν κηδεστὴν μέτεισι Χρύσον καὶ παρ᾿ αὐτοῦ δεῖται λυθῆναι, καὶ ὡς εἶχε τὰ ᾐτημένα πεπερασμένα, ἐκ Μυσίας ἐς Πρόσακον ἄπεισιν. ἀλλ᾿ οὐδ᾿ ἐκεῖσε γενόμενος καθυφῆκε τοῦ βασιλέως δεόμενος, εἴ πως τῷ Χρύσῳ τὰ λύτρα κατάθοιτο, εἰς δύο ποσούμενα χρυσοῦ κεντηνάρια, πολλαπλασίονα τούτων ἀφαιρεθῆναι φάσκων πλὴν τῶν ἀργυρέων καὶ χρυσέων σκευῶν τῶν σηρικῶν τε νημάτων καὶ τῶν περιφανῶν ἐσθημάτων, οἷς ὑπερεκόμα ῥυηφενέστατος ἀνθρώπων φανείς. ὁ δὲ τὴν σχέσιν τοῦ πρωτοστράτορος ἐν πλάστιγγι μιᾷ τοῦ τῆς φρενὸς ζυγοῦ κατατιθείς, ἐν δὲ θατέρᾳ τὰ τούτου χρήματα, καὶ ταλαντεύων ἀμφότερα, πολὺ τῇ ῥοπῇ βαρύτερα τὰ δεύτερα εὕρισκεν· ὅθεν οὐδ᾿ ἄκροις ὠσὶν εἰσῳκίζετο τὰ ὑπ᾿ ἐκείνου γραφόμενα.

Ἀπειπὼν οὖν ὁ Καμύτζης ἔγνω σὺν Χρύσῳ τοῖς ἀγχιτέρμοσι Προσάκῳ Ῥωμαϊκοῖς ἐπιθέσθαι θέμασιν. εὐμαρῶς οὖν Πελαγονίαν χειροῦνται καὶ ῥᾳδίως ὑπάγονται Πρίλαπον, ἐπιφύονται τοῖς ἑξῆς, ἀφιστῶσι τὰ πόρρωθεν, διεκπίπτουσι τῶν Θετταλικῶν Τεμπῶν, τῶν πεδιάδων ἐπιλαμβάνονται, παρακινοῦσι τὴν Ἑλλάδα, παλίμβολον τιθέασι τὴν τοῦ Πέλοπος.

Τότε δὲ καὶ δεύτερος ἀποστάτης κατὰ τοὺς σπαρτοὺς ἐπανέτειλε Γίγαντας. Ἰωάννης γάρ τις τὸ γένος Κύπριος, Σπυριδωνάκης τοὐπώνυμον, τὸ εἶδος φαῦλος, τὴν ἡλικίαν φαυλότερος, στράβων τὰς ὄψεις, χειρῶναξ τὴν τέχνην, τὴν τύχην χθόνιος, τῷ βασιλεῖ τῷδε ὑπηρετούμενος, ταῖς δὲ παραλόγοις προόδοις καὶ ἀναβάσεσι τῶν ἔσω λεγομένων ταμείων φύλαξ ταχθείς, εἶτα καὶ τὴν ἀρχὴν τῶν Σμολένων χειρίζειν λαχών, καταγινώσκει τοῦ πεπομφότος εὐτέλειαν νοὸς καὶ ἀφέλειαν καὶ τῷ δυσπροσόδῳ τῆς χώρας ἐπαρθεὶς εἰς ἀπόνοιαν δισσούμενον γίνεται ἐκείνῳ ἀντιστάτημα καὶ Σατὰν καὶ σκόλοψ καὶ ἀπρόσκοπον συγκύρημα χείριστον.

Ὁ δὲ βασιλεὺς καὶ τρίτῳ τότε κακῷ τῇ συνήθει καχεξίᾳ τρυχόμενος, ἥτις ἐπενέμετο τὰ ἄρθρα τοῦ σώματος, τὸν Ἐπιμηθέα εἶχε κατ᾿ ἄμφω δεινῶς ἐπικείμενον καὶ εἰς πνῖγμα μικροῦ ἐναλλόμενόν τε καὶ ἐπεμβαίνοντα, ὅτι τε τὸν ἐξάδελφον οὐκ ἐλύσατο καὶ ὅτι τὸν οὐτιδανὸν ἐν ἀνθρώποις Σπυριδωνάκην εἰς ὄνειδος οἰκεῖον πόλεων τοσούτων ἐρυμνοτάτων κατέστησεν ἄρχοντα.

Διχῇ οὖν διαιρῶν τὸ συναγόμενον στράτευμα τὸ μὲν τῷ γαμβρῷ παρεδίδου Ἀλεξίῳ τῷ Παλαιολόγῳ τὸν ἀνθρωπίσκον μετιόντι Σπυριδωνάκην, τὸ δ᾿ ἐξέπεμψεν εἰς τὸν Ἠονοπολίτην Ἰωάννην τῷ πρωτοστράτορι ἀντικαθιστάμενον. ὁ μὲν οὖν τοῦ βασιλέως γαμβρὸς Ἀλέξιος ἀρετὴν καὶ τόλμαν ἐνδειξάμενος ἔμφρονα τὸν Σπυριδωνάκην καταγωνίζεται σὺν πόνῳ βραχεῖ καὶ φυγάδα τίθησι τὸ Πυγμαϊκὸν ἀνδράριον ἐς Μυσίαν· ἡ δὲ τοῦ πρωτοστράτορος ἀντιστασία ἐφ᾿ ἱκανὸν μὲν διήρκεσε χρόνον, αἴσιον δ᾿ οὖν καὶ αὕτη πέρας ἐδέξατο. ὁ γὰρ βασιλεὺς ἄλλαις τε μεθόδοις ἐχρήσατο μεθ᾿ ὑπουλίας μετιὼν τὸν Χρύσον, καὶ δὴ καὶ τὴν θυγατρόπαιδα Θεοδώραν, ἣν τῷ Ἰβαγκῷ κατηγγύησεν, ἐμνήστευσεν αὐτῷ εἰς εὐνέτιν ἐκ Βυζαντίου μεταπεμψάμενος. καὶ τούτοις τοῖς μεθοδεύμασιν ἀνασώζεται Πελαγονίαν καὶ Πρίλαπον καὶ Θετταλίας ἀπανίστησι τὸν Καμύτζην, πῇ μὲν πολέμῳ κατατροπούμενον, πῇ δὲ φυγῆς ἐθελοντὶ ἁπτόμενον. ὕστατα δὲ καὶ αὐτοῦ τοῦ Στανοῦ μετανάστην δείκνυσιν, εἰς ὃν ὡς εἰς ἀνάλωτον ἀπέδρα κρησφύγετον. καὶ τοιούτοις ἔργοις ἑαυτὸν περιανθίσας, ἐπὶ μακρὸν ὀφθέντα οἰκουρὸν καὶ ἀπόλεμον, εἰς Βυζάντιον ἐπανέδραμε. τότε δὲ καὶ τῆς Στρουμμίτζης ἐκράτησεν, ἀπάτῃ κἀνταῦθα τὸν Χρύσον περιελθών, καὶ τὰς πρὸς Ἰωάννην σπονδὰς ἐξεπέρανεν.

Ἀλλὰ μέχρι μὲν δὴ τούτων εὔδρομος ἡμῖν ὁ λόγος καὶ διὰ λείας φέρων ὁδοῦ, τὸ δ᾿ ἐντεῦθεν οὐκ οἶδ᾿ ὅπως τῷ λόγῳ χρήσομαι. τίνα γὰρ ἂν γνώμην ἔχειν εἰκὸς τὸν τὰς κοινὰς διεξιέναι μέλλοντα συμφοράς, ὧν ἡ τῶν πόλεων αὕτη πεπείραται βασιλὶς τῶν γηΐνων ἀγγέλων βασιλευόντων; ἐβουλόμην μὲν οἷός τε εἶναι διεξελθεῖν ἀξίως τῷ λόγῳ τὰ πάντων τῶν κακῶν ἀχθεινότατά τε καὶ χαλεπώτατα· ἐπεὶ δὲ τοῦτο ἀδύνατον, ἐν ἐπιτόμῳ καὶ δὴ ποιήσομαι τὴν ἀφήγησιν, κερδαλεωτέραν ἐσομένην δήπου τοῖς ὀψιγόνοις διὰ τὴν τῶν ἀλγεινῶν ἀκουσμάτων μετρίασιν καὶ τὴν ἐντεῦθεν τῆς πλείονος λύπης ὑφαίρεσιν.

Εἶχε μὲν οὖν ὁ βασιλεὺς Ἀλέξιος τὸν ἀδελφὸν Ἰσαάκιον καθῃρηκὼς τῆς ἀρχῆς· δέον δὲ μὴ πάντῃ ἀμελῆσαι τῆς αὐτοῦ φυλακῆς, ὁ δὲ λαθόμενος ὡς ἐγκαίονται τοῖς πλείστοις αἱ συμφοραὶ καὶ εἰσὶν ἀναπόνιπτοι οὔτε μὴν ἡ δίκη δι᾿ ὅλου τις ἀδιύπνιστος καὶ ταῖς χρονίαις φιληδοῦσα μεταβολαῖς, ἀλλ᾿ ἔπεισι καὶ ταχύπους καὶ ἀψοφητὶ ἐπιπίπτειν φιλεῖ τοῖς ἔργα ῥέζουσιν ἔκδικα, ἐνδίδωσι τῷ κασιγνήτῳ διάγοντι κατὰ τοὺς κίονας, οἳ περὶ τὸν πορθμὸν ἀκταῖοι καὶ δυάζοντες ἵστανται, βίοτον ἔχειν ἄνετον καὶ πᾶσιν ἀνεπέγκλητον εἶναι τὴν εἰς αὐτὸν διαπλώϊσιν. ἦν οὖν τοῦ βουλομένου παντὸς καὶ οἳ ἐκ γένους μάλιστα τῶν Λατίνων εἰς Ἰσαάκιον ἀναπλεῖν· οἷς καὶ κρυφίων κοινωνὸς ἐδείκνυτο βουλευμάτων, ὁπόσα τὴν ἀντιπάθειαν ἐβυσσοδόμευον καὶ τὴν Ἀλεξίου καθαίρεσιν ἐμεθόδευον, γραμμάτια πρὸς Εἰρήνην πέμπων τὴν θυγατέρα, κοινωνοῦσαν λέχους Φιλίππῳ τῷ κρατοῦντι τότε τῶν Ἀλαμανῶν, πρὸς τὴν πατρῴαν ἐκδίκησιν ὑπαλείφοντα, κἀκεῖθεν διαποτώμενα ἔχων ἀντίγραφα τὸ ποιητέον αὐτῷ εἰσηγούμενα.

Εἶτα καὶ τὸν υἱέα τούτου Ἀλέξιον τῆς εἱρκτῆς ἀνεικὼς ἐλεύθερον ἀφῆκε τρέφεσθαι. ἐν δὲ τῷ μέλλειν κατὰ τοῦ πρωτοστράτορος ἐξιέναι καταλύσας ἐς Δαμοκράνειαν συνέκδημον καὶ τοῦτον ἐπήγετο. ὁ δὲ κατὰ γνώμην δήπουθεν τοῦ πατρὸς Πισσαίῳ τινὶ περὶ δρασμοῦ κοινολογησάμενος, στρογγύλης προεστῶτι μεγίστης νεώς, ἐκαιροφυλάκει θέσθαι ἐν θαλάσσῃ τὸ ὅρμημα καὶ τὸ ἴχνος ἐν πολλοῖς ὕδασιν. ὡς δ᾿ ἐπέστη καιρὸς οὐκ ἀνάρσιος πρὸς τὴν ἄπαρσιν, ἡ μὲν ναῦς ἱστίοις πτεροῦται καὶ κατ᾿ οὖρον φέρεται καὶ προσοκέλλει τῇ καθ᾿ Ἑλλήσποντον Αὐλωνίᾳ, τὸ δέ γε ταύτης ἐφόλκιον κατᾶραν ἐς τὸν Ἀθύραν ἐπὶ τῷ δέξασθαι τὸν Ἀλέξιον, τιθὲν τὴν σκέψιν ἀφώρατον, ἐνεφόρει ψάμαθον φόρτον ἐσομένην τῇ νηῒ κεκενωμένῃ δῆθεν τῶν ἀγωγίμων. ὁ δ᾿ Ἀλέξιος ἐκ Δαμοκρανείας ἐκεῖσε παραγενόμενος τὴν ὁλκάδα εἴσεισι καὶ πρὸς τὴν νῆα μετακομίζεται. γνωσθείσης δὲ τῆς τούτου φυγῆς πέμπονται μὲν παρὰ τοῦ βασιλέως οἱ τὸ πλοῖον ἐξερευνήσοντες, οὐ μὴν ἴσχυσαν συλλαβεῖν τὸν Ἀλέξιον· οὗτος γὰρ τὴν κόμην κειράμενος περιτρόχαλα καὶ τὴν αὐτὴν τοῖς Λατίνοις στολὴν ἐνδυσάμενος, ὡς ἐν ὁμίλῳ πολλῷ συναναστρεφόμενος τοὺς διφῶντας ἐλάνθανεν. ἀπαχθεὶς οὖν ἐς Σικελίαν δῆλος τῇ ἀδελφῇ γίνεται· ἡ δὲ δορυφορίαν ἱκανὴν ἀποστείλασα τὸν ἀδελφὸν ἀγκαλίζεται καὶ δεῖται τοῦ ἀνδρὸς Φιλίππου τὰ δυνατὰ τῷ πατρὶ ἐπαμῦναι φάος ἅμα καὶ κράτος ὑπὸ τῶν γνησίων ἀφῃρημένῳ καὶ τῷ ἀδελφῷ ἐπαρήξειν ἀστέγῳ τε καὶ ἀπόλιδι κατ᾿ ἀστέρας μεταφερομένῳ τοὺς πλάνητας καὶ μηδὲν ἐπαγομένῳ πλὴν τοῦ σώματος.

Ἀλλὰ γὰρ πρὸς τούτοις καὶ ἄλλα μοι ἐπιρρεῖ, ἃ μὴ χρεὼν παρόψεσθαι. οἱ Ἀγγελώνυμοι κασίγνητοι καὶ ἄλλως μὲν πλημμελῶς διῴκουν τὰ τῆς ἀρχῆς, ὡς ἤδη λέξαντες ἔχομεν, μάλιστα δὲ φιλοχρηματίαν νοσοῦντες οὔτ᾿ ἀπὸ δικαίων πόρων πλουτεῖν ἠνείχοντο, οὔτε ξυνεῖχον τὰ συλλεγόμενα, ἀλλ᾿ ἐξέφερον ἀμφοτέραις αὐτὰ καὶ περιττῇ μὲν θεραπείᾳ καὶ κόσμῳ πολυτελεῖ σώματος, πλέον δ᾿ ἀπεπλούτουν πρὸς ἑταιρίδας καὶ συγγενεῖς ἀλυσιτελεῖς παντάπασι τῷ κοινῷ. οὐ μόνον τοίνυν τὰς Ῥωμαϊκὰς πόλεις ἐκαλαμῶντο καὶ ἐπεφύλλιζον, εὑρεταὶ καινῶν εἰσφορῶν καθιστάμενοι, ἀλλὰ καὶ τοὺς ἐκ φυλῶν Λατινίδων ἐν οἷς εἶχον εἰσέπραττον. πολλάκις οὖν τὰς πρὸς Βενετίκους ξυνθήκας παραβλεψάμενοι αὐτούς τε εἰς χρήματα ἐζημίωσαν καὶ τὰ πλοῖα τούτων ἠργυρολόγουν καὶ τοὺς ἐκ Πίσσης αὐτοῖς ἐπανέστησαν. ἀμέλει καὶ ἦν ὁρᾶν ὁτὲ μὲν τῆς πόλεως ἔνδοθεν, ὁτὲ δὲ κατὰ θάλατταν διὰ μάχης ἀμφότερα τὰ γένη χωροῦντα, κρατοῦντά τε ἀνὰ μέρος καὶ κρατούμενα, καὶ παλίωξιν ἐντεῦθεν καὶ ἀντισκύλευσιν.

Ἀτὰρ οἱ Βενέτικοι, παλαιῶν μεμνημένοι πρὸς Ῥωμαίους σπονδῶν καὶ μεταχωροῦσαν πρὸς Πισσαίους τὴν σφετέραν δεξίωσιν οὔκουν ὁρᾶν ἀνεχόμενοι, δῆλοι ἦσαν Ῥωμαίων κατὰ βραχὺ ἀφιστάμενοι καὶ μελετῶντες ἐν καιρίοις τὴν ἀντιλύπησιν, καὶ μάλισθ᾿ ὅτι κιμβικευόμενος ὁ Ἀλέξιος οὐκ ἀπεδίδου σφίσι χρυσίου μνᾶς διακοσίας ἐνδεούσας ἔτι πρὸς τὸ ἅπαν ὀφείλημα τῶν δέκα πρὸς τοῖς πέντε κεντηναρίων, ἃ συνέθετο δοῦναι τοῖς Βενετίκοις ὁ βασιλεὺς Μανουήλ, ἡνίκα συνειληφὼς Βενετίκους δημόσια τὰ τούτων ἔθετο χρήματα.

Ἦν δὲ δεινὸν οὐκ ἐλάχιστον καὶ ὁ τηνικαῦτα δοὺξ Βενετίκων Ἐρίκος Δάνδουλος, ἀνὴρ πηρὸς μὲν τὰς ὄψεις καὶ τῷ χρόνῳ πέμπελος, ἐπιβουλότατον δὲ πρᾶγμα Ῥωμαίοις καὶ φθονερώτατον, ὃς παιπάλημα ὢν ἀγυρτείας καὶ φρονιμώτερον τῶν φρονίμων ἑαυτὸν ὀνομάζων καὶ δοξομανῶν ὡς οὐχ ἕτερος θανάτου ἐτιμᾶτο τὸ μὴ τίσασθαι Ῥωμαίους τῆς ἐς τὸ γένος αὐτοῦ παροινίας, φρεσὶν ἀναπεμπάζων καὶ λογιστεύων ὁπόσοις κακοῖς οἱ Βενέτικοι προσωμίλησαν τῶν Ἀγγελωνύμων ἀδελφῶν ἀνασσόντων, καὶ πρὸ τούτων Ἀνδρονίκου, καὶ ἀνόπιν ἔτι τοῦ Μανουὴλ τὰ τῶν Ῥωμαίων σκῆπτρα διέποντος. εἰδὼς δὲ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς προχωρήσειν, εἴ τι που Ῥωμαίοις ἐπίβουλον μετὰ μόνων τῶν ὁμοφύλων ἐργάσεται, καὶ ἄλλους προσλαβέσθαι συλλήπτορας σκέπτεται καὶ τούτοις κοινωνῆσαι τῶν ἀπορρήτων, οὓς ᾔδει πρὸς Ῥωμαίους ἄσπονδον μῖσος τρέφοντας καὶ τοῖς τούτων καλοῖς βάσκανον καὶ λίχνον ἐνατενίζοντας. τοῦ δὲ καιροῦ χορηγήσαντος αὐτομάτως τοπάρχας τινὰς εὐγενεῖς, οἳ τὴν ἐς Παλαιστίνην ὥρμων τραπέσθαι, κατὰ κοινοπραγίαν τούτοις συγγίνεται καὶ συνωμότας ἐπισπᾶται τοῦ κατὰ Ῥωμαίων κινήματος. ἦσαν δὲ οὗτοι ὁ Μόντης Φεράντης μαρκέσιος Βονιφάτιος, ὁ κόμης Φλάντρας Βαλδουῖνος, ὁ κόμης τοῦ ἁγίου Παύλου Ἐρίκος καὶ ὁ κόμης Πλέης Δολόϊκος, καὶ συχνοὶ ἕτεροι τολμητίαι πολεμισταὶ καὶ συμμηκιζομένην οἷον τῷ δολιχῷ τῶν δοράτων τὴν ἡλικίαν προφαίνοντες.

Ναυπηγηθέντων οὖν εἰς Βενετίαν δι᾿ ὅλων τριῶν λυκαβάντων δρομώνων μὲν ἱππαγωγῶν ἑκατὸν δέκα, νηῶν δὲ μακρῶν ἑξήκοντα, ἔτι δὲ πλοίων συναθροισθέντων στρογγύλων μεγίστων ὑπὲρ τὰ ἑβδομήκοντα, ὧν ἓν Κόσμος παρ᾿ αὐτοῖς ὠνομάζετο ὡς πολὺ τῶν ἄλλων ὑπερφέρον ἐς μέγεθος, εἴσεισιν ἐκ παραγγελίας αὐτὰ ἵππος μὲν χιλία σιδήρῳ κατάφρακτος, ἀσπὶς δὲ τρισμυρία εἰς ὁπλίτας πλείστους διῃρημένη, μάλιστα δὲ εἰς τοὺς καλουμένους τζαγγρατοξότας.

Ὡς δ᾿ ἦν ὁ στόλος πρὸς ἀναγωγὴν ἕτοιμος, κακὸν ἐπὶ κακῷ προσβάλλει καὶ κῦμα, ὅ φασιν, ἐπὶ κύματι Ῥωμαίοις ἐπικυλίνδεται· Ἀλέξιος γὰρ ὁ παῖς Ἰσαακίου τοῦ Ἀγγέλου γράμμασιν ἐφοδιασθεὶς τοῦ πάπα Ῥώμης τῆς πρεσβυτέρας καὶ τοῦ ῥηγὸς Ἀλαμανίας Φιλίππου, χάριτας μεγίστας ὁμολογούντων τοῖς πειρατικοῖς τούτοις ἐργαστηρίοις, εἰ τὸν Ἀλέξιον εἰσδέξονται καὶ πρὸς τὴν πατρῴαν ἐπαναγάγωσι βασιλείαν, τρισάσμενος μετὰ καιρὸν τῷ στόλῳ ἐφίσταται καὶ προσβλέπεται ὡς οὐ μόνον τὸν κατὰ Ῥωμαίων λῃστρικὸν ἔκπλουν μετασχηματίσων πρὸς τὸ εὐάφορμον καὶ διαμορφάσων πρὸς τὸ εὐπρόσωπον, ἀλλὰ καὶ χρημάτων ἀποθεραπεύσων σωρείαις τὸ κερδαλέον ἐκείνων καὶ φιλοχρήματον φρόνημα. τὸν τοίνυν Ἀλέξιον, οὐ μᾶλλον τὴν ἡλικίαν ἢ τὰς φρένας νεάζοντα, πανοῦργοι πάντες καὶ πράγμασιν ἐντακέντες ἄνδρες παραλαβόντες ἐκείνοις ἐνόρκως συνθέσθαι παρέπεισαν, ἃ μηδαμῶς ἐπεφύκει πέρας λαβεῖν. οὐ γὰρ μόνον θαλάσσας χρημάτων αἰτησαμένοις κατένευσε τὸ μειράκιον, ἀλλὰ καὶ σύναρσιν κατὰ Σαρακηνῶν μεθ᾿ ὁπλομάχων Ῥωμαίων καὶ τρικρότων νηῶν πεντήκοντα. τὸ δὲ δὴ μεῖζον καὶ ἀτοπώτατον, παρεκτροπὴν πίστεως, ὁποία τοῖς Λατίνοις ἀσπάζεται, καὶ τῶν τοῦ πάπα προνομίων καινισμὸν μετάθεσίν τε καὶ μεταποίησιν τῶν παλαιῶν Ῥωμαίοις ἐθῶν συγκατέθετο.

Καὶ δὴ ὁ μὲν στόλος τὰ πρυμνήσια λύσας κατάγεται πρὸς Ἰάδαρα καὶ ἦν αὐτὰ πολιορκῶν, δόξαν οὕτω Δανδούλῳ τῷ τῆς Βενετίας δουκί, ὡς δῆθεν παλαιὰς συνθήκας παραβλεψάμενα· ὁ δέ γε κρατῶν Ῥωμαίων Ἀλέξιος ἐκ πολλοῦ τὴν τῶν Λατίνων ἐνωτιζόμενος κίνησιν πρὸς οὐδέν τι ἄμεινον Ῥωμαίοις διέκειτο· τὸ γὰρ περιττὸν ἐς μαλακίαν ἴσην ἔχει πως καὶ τὴν βλακείαν πρὸς τὰ κοινωφελῆ καὶ τὰ δέοντα. οἵ τε γοῦν αὐτῷ εἰσηγούμενοι περιουσίας ὅπλων φροντίζειν καὶ παρασκευῆς ἐπιμέλεσθαι ὀργάνων εἰς πόλεμον ἐπιτηδείων, πρὸ δὲ πάντων πολεμιστηρίων νεῶν συμπήξεως ἔχεσθαι, νεκρῷ ἐῴκεσαν προσδιαλεγόμενοι. καὶ αὐτὸν ἦν ὁρᾶν εἰς ἐπιδόρπιον γέλωτα ὥσπερ ἐθελοκακοῦντα τὰς περὶ Λατίνων ἀγγελίας τιθέμενον, λουτρῶν τε ἀνεγέρσεις φιλοτίμους καὶ βουνῶν καθαιρέσεις πρὸς ἀλωὴν καὶ φαράγγων ἀναπληρώσεις σπουδάζοντα καὶ τὸν καιρὸν εἰκαίως ἐν τούτοις καὶ παραπλησίοις ἄλλοις προϊέμενον. οἱ δὲ τῶν περιφύτων ὀρῶν φύλακες ἐκτομίαι, ἃ τοῖς βασιλεῦσιν ἀνεῖται πρὸς κυνηγέσια, καθάπερ ἱερῶν ἄλσεων, εἰπεῖν δὲ καὶ θεοφυτεύτων παραδείσων, ἐφείδοντο τουτωνὶ καὶ διηπειλοῦντο τὸν ἔσχατον κίνδυνον τοῖς ἐκτεμεῖν προθεμένοις ἐκεῖθεν ξύλα ἄττα ναυπηγήσιμα. καὶ βασιλεὺς οἷς οὐκ ἐπετίμα τοῖς ἀβελτέροις, ἐπευδοκῶν τοῖς λαλουμένοις ἡλίσκετο.

Ἐπεὶ δὲ παρεστήσαντο μὲν οἱ Λατῖνοι τὰ Ἰάδαρα, τῇ δ᾿ Ἐπιδάμνῳ προσώκειλαν καὶ βασιλεὺς Ῥωμαίων ὁ συνὼν ἐκείνοις Ἀλέξιος παρὰ τῶν Ἐπιδαμνιτῶν ἀνηγόρευτο καὶ τὴν περὶ τούτων φήμην ἀναμφήριστον εἶχεν Ἀλέξιος, γίνεται παροιμιώδης ἀσπαλιεύς, ὃς πληγεὶς κομίζεται νοῦν. ἤρξατο τοίνυν ἐπισκευάζειν τὰ τῶν σκαφιδίων ὑπόσαθρά τε καὶ θριπηδέστατα, μόλις ἐς εἴκοσιν ἀριθμούμενα, περιελθὼν δὲ καὶ τὰ τείχη τῆς πόλεως τὰς ἔξωθεν οἰκήσεις κατερείπειν προσέταττεν.

Ὁ δὲ στόλος ἄρας ἐξ Ἐπιδάμνου τῇ τῶν Κερκυραίων παρενέβαλε καὶ περὶ τὰς εἴκοσιν ἡμέρας σχάσας ἐκεῖθι τὸν πλοῦν, ὡς ἔγνω τὴν ἄκραν δυσεπιχείρητον, εὐθὺ τῆς Κωνσταντίνου τὰ λαίφη διαπετάννυσιν· ᾔδεσαν γὰρ ἐκ μακροῦ τὴν τῶν Ῥωμαίων οἱ ἀφ᾿ ἑσπέρας ἀρχὴν ἐς μηδὲν ἕτερον περιστᾶσαν ἢ κραιπάλην καὶ μέθην καὶ τὴν Βυζαντίδα Σύβαριν ἀτεχνῶς τὴν ὑμνουμένην ἐπὶ τρυφῇ. ὅθεν εὐπλοίας παραδόξου τυχόντες (αὖραι γὰρ διὰ παντὸς ποντιάδες πραεῖαί τε καὶ πλησίστιοι ταῖς ναυσὶν ἐκείνων ἐπέπνεον) τῇ πόλει ἐφίστανται μηδενὸς εἰδότος σχεδόν. κατάραντες οὖν ἐς Χαλκηδόνα πρὸς τὴν ἀντίπορθμον τῇ ἕῳ Περαίαν τὴν κάτωθεν μικρόν τι τοῦ Διπλοῦ Κίονος, κώπαις μὲν αἱ νῆες, τὰ δὲ πλοῖα λαίφεσιν ἀφικνοῦνται μετὰ μικρόν, καὶ σαλεύουσιν ἐπ᾿ ἀγκυρῶν ἄποθεν τῆς χέρσου ἐς ὅσον μὴ εἶναι βέλους ἐντός. οἱ δέ γε δρόμωνες τῷ Σκουταρίῳ προσίσχουσιν.

Ἠκροβολίζοντο μὲν οὖν Ῥωμαῖοι κατὰ τῶν πλοίων ἐκ τῶν ἐκεῖσε λόφων προφαινόμενοι καὶ ταῖς ἀκταῖς ἐφιστάμενοι, ἀλλ᾿ ἦν οὐδαμῶς ἀνύσιμα τὰ πεμπόμενα· τὰ δὲ πλείω μηδ᾿ ἐξικνούμενα τοῦ μήκους κατὰ θαλάσσης ἐβάλλοντο. καὶ φάλαγξ ἑτέρα τις ἄνω περὶ τὸν Δαματρύα ἠγραύλει, τὰς τῶν ἱππέων Λατίνων ἐκδρομὰς ἐπισχήσουσα. πλὴν καὶ αὕτη πρὸς οὐδέν τι χρήσιμος ἐγεγόνει· οὐ γὰρ μόνον τοῖς πολεμίοις οὐδ᾿ ὅλως προσέβαλεν, ἀλλὰ καὶ κατ᾿ αὐτῆς ἐπιόντων τῶν ἐναντίων ἀπανίσταταί τε καὶ διασκίδναται.

Οὔπω συχνοὶ παρήλθοσαν ἥλιοι, καὶ γνόντες οἱ Λατῖνοι ὡς οὐδεὶς ὁ κατὰ χέρσον σφίσιν ἀντιστησόμενος ταῖς ἀκταῖς προσπελάζουσι. κἀντεῦθεν ἡ μὲν ἱππικὴ στρατιὰ ἵετο βραχύ τι τῆς θαλάσσης ἀπέχουσα, αἱ δὲ νῆές τε καὶ οἱ δρόμωνες καὶ ἐπὶ τούτοις τὰ πλοῖα πρὸς τὸν ἐσέχοντα κόλπον μετέβαινον. ὡς δ᾿ οἱ μὲν ἐπίγειοι, οἱ δ᾿ ἐνάλιοι τῷ φρουρίῳ ἐπέστησαν, ἐν ᾧ εἴθισται Ῥωμαίοις σιδηρᾶν ἀποδέειν βαρυτάλαντον ἅλυσιν, ἡνίκα πλοίων πολεμίων ἐνσταίη τις ἔφοδος, εὐθὺς προσβάλλουσι τῷ ἐρύματι· καὶ ἦν ἰδεῖν οὓς μὲν τῶν φυλάκων μετ᾿ ἀντιμάχησιν βραχεῖαν φυγάδας ὁρωμένους ἐκεῖθεν, οὓς δὲ ἀναιρουμένους καὶ ζωγρουμένους, ἐνίους δὲ καὶ ὡς διά τινος ἱμονιᾶς τῆς ἁλύσεως κατιόντας τε καὶ εἰσιόντας τὰς τῶν Ῥωμαίων τριήρεις, πολλοὺς δὲ καὶ κυμβάχους κατὰ βυθοῦ φερομένους ἐν τῷ τῆς ἁλύσεως διαμαρτεῖν. εἶτα καὶ αὐτῆς διαρραγείσης εἴσω ξύμπας ὁ στόλος εἰσρύεται. τῶν δ᾿ ἡμετέρων τριηρέων αἱ μὲν αὐτίκα χειροῦνται, αἱ δὲ τῷ τῆς πόλεως αἰγιαλῷ προσεγχρίψασαι τιτρῶνται μετὰ τὴν τῶν ἐμπλεόντων κένωσιν. καὶ ἦν πολυειδὲς τὸ κακόν, μηδ᾿ ἐπὶ καρδίαν ὅλως τινὸς ἀνιόν. ἐνίστατο δὲ τότε μὴν Ἰούλιος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ ἑνδεκάτου ἔτους.

Ἀνοχευσάμενοι δ᾿ ἐκ τούτων μικρὸν οἱ Λατῖνοι καὶ ὅσον τὸ ποιητέον σκέψασθαι, οἱ μὲν μετὰ τῶν νηῶν, ἡ δ᾿ ἵππος μετὰ τῆς προβεβλημένης πεζῆς στρατιᾶς τῷ Κοσμιδίῳ ἐφίστανται, μικρὰν ἐφευρηκότες ἐκ τῶν Ῥωμαίων ἀντίστασιν περὶ τὴν ἐκεῖ που γέφυραν καὶ τὸν λεγόμενον Τρυπητὸν λίθον. καὶ τὰ μὲν πλοῖα καὶ αἱ νῆες καὶ οἱ δρόμωνες ἐκεῖ που προσίσχουσιν, ὁ δὲ στρατὸς στρατήγιον πήγνυσι διειλημμένον ἐν μέρει ὀρυκτοῖς χαρακώμασι καὶ ξυλίνοις περισταυρώμασι περὶ τὸ γεώλοφον, ἀφ᾿ οὗπερ ὁρατὰ μὲν τὰ ἐν Βλαχέρναις ἀνάκτορα, ὁπόσα νένευκε πρὸς ἑσπέραν· περὶ δέ γε τὴν τούτου ὑπόβασιν ὑπτιάζει τις αὔλειος, πρὸς μεσημβρίαν μὲν ἐς τὸ τεῖχος λήγουσα, ὅπερ ἔρυμα τῶν ἀρχείων ὁ βασιλεὺς ἀνήγειρε Μανουήλ, κατὰ δὲ βορρᾶν ἄνεμον τῇ θαλάσσῃ ἐγγίζουσα. σκηνάς τε οὖν ὀρθὰς ἑώρων οἱ ἐν τοῖς τείχεσι καὶ μικροῦ διομιλεῖσθαι εἶχον τοῖς ἐν αὐταῖς περὶ τὴν Γυρολίμνην στρεφομένοις.

Καὶ οἱ μὲν οὐ χάρακι καὶ ὅπλοις, τῷ δὲ περιβόλῳ τῆς πόλεως ἡμῶν διείργοντο· ὁ δὲ βασιλεὺς Ἀλέξιος πάλαι τεθησαυρικὼς ἐν ψυχῇ τὴν φυγὴν καὶ ἅπας αὐτῆς γινόμενος ὡπλοφόρησεν οὐδαμοῦ, οὐδ᾿ ἀντιμέτωπος ὤφθη τοῖς ἔξωθεν, ἀλλὰ θεατὴς τῶν δρωμένων ἐκάθητο, τοὺς ὑπερυψήλους δόμους ἀνιών, οἳ τῆς ἐξ Ἀλαμανῶν δεσποίνης κικλήσκονται. οἱ δέ γε περὶ αὐτὸν οἰκειακοί τε καὶ συγγενεῖς, ὁσονοῦν συναγηοχότες στράτευμα ἱππικὸν καὶ μοῖραν εὐάριθμον πεζικήν, ἐκ διαλειμμάτων ἐξῄεσαν, μόνον οὐ προθέμενοι δεικνύειν τὸ μὴ ἔρημον ἀνθρώπων τὴν πόλιν εἶναι παντάπασιν. ἐπελάσεις τοίνυν ἐξ ἐπιδρομῆς μερικαὶ καὶ διακοντίσεις ἱπποτῶν πρὸς ἱππέας κατ᾿ ἐρεθισμὸν καὶ ζῆλον ἀνδρείας πολλάκις τῆς ἡμέρας συνέβαινον ἑκατέρωθεν· καὶ ἦσαν ἐν τούτοις οὐκ ἀγεννῆ τὰ ἡμέτερα. ἀλλὰ καὶ πεζῶν ἐκπηδῶσαι δυνάμεις ἐς τὴν αὔλειον μάλιστα, ἣν εἰρήκειμεν, τοῖς ἐναντίοις προσέβαλλον. ἦν δὲ καὶ ἀπὸ πετροβόλων μηχανημάτων ἀχρειούμενα τὰ βασίλεια, ἐνιαχοῦ δὲ κἀκ τῶν τειχέων τῆς πόλεως βάρη λίθων ἀποσφενδονούμενα τοὺς ἐναντίους κατέπληττον.

Ἐνστάσης δὲ τῆς ἑπτακαιδεκάτης τοῦ Ἰουλίου μηνὸς χερσαῖοί τε καὶ ὑδραῖοι κεκρίκασιν ἀνδρικώτερον διαγωνίσασθαι οἱ ἀντίμαχοι, ὡς ἢ τῶν κατὰ σκοπὸν ἐπιτευξόμενοι ἢ τούτων διαπεσόντες ἐς ξυμβάσεις βλέψοντες· ἀμφότερα γὰρ ἡ φήμη περιιπταμένη λαμπρῶς ἐκώτιλλεν. οἱ μὲν τοίνυν τὰ πλοῖα φέροντες ἔστησαν κατέναντι τῶν Πετρίων, βοείαις δοραῖς φραξάμενοι ταῦτα, ὡς εἶεν πυρὶ ἀδῄωτα, κἀν ταῖς κεραίαις τεκτηνάμενοι κλίμακας τὰς βαθμῖδας μηρινθώδεις ἐχούσας ὑποχαλωμένας τε διὰ κάλων καὶ αὖθις αἰρομένας εἰς ὕψος προσδεδεμένων τοῖς ἱστοῖς· οἱ δὲ τειχεσιπλήτην κριὸν κρατυνάμενοι καὶ τοὺς τζαγγρατοξότας πολλαχῇ περιστήσαντες ὡς ἀφ᾿ ἑνὸς συνθήματος ποιοῦνται τὴν σύρρηξιν. καὶ ἦν ἡ μάχη φρικαλέα τις καὶ στονόεσσα πάντοθεν. οἵ τε γὰρ περὶ τὸν κριὸν ὁπλισάμενοι τὸ τεῖχος ῥήξαντες πάροδον ἔσχον ἔσωθεν, ὃ παρατείνει πρὸς θάλασσαν περὶ τόπον, ὃς Ἀποβάθρα βασίλειος ὀνομάζεται, εἰ καὶ πρὸς τῶν ἐπικούρων Ῥωμαίοις Πισσαίων καὶ τῶν πελεκυφόρων βαρβάρων ἀπεκρούσθησαν γενναιότερον καὶ τραυματίαι οἱ πλείους ἐπανέλυσαν· οἵ τε τοῖς πλοίοις ἐνόντες τοῖς τείχεσι προσπελάσαντες καὶ δι᾿ ἀκατίων τὰς ἀγκύρας ἔραζε ῥίψαντες ἐκ τῶν κλιμάκων, ἔπειτα τοῖς ἐπὶ τῶν πύργων συμπλέκονται καὶ τρέπονται τούτους ῥᾳδίως ὡς ἐξ ὑπερδεξίων μαχόμενοι καὶ κατὰ κορυφὴν οἷον ἐφεστῶτες καὶ βάλλοντες· κατὰ πολὺ γὰρ τῶν τῆς πόλεως τειχέων ὑπερανεστήκεσαν αἱ κλίμακες, μετέωροι διὰ πεισμάτων γινόμεναι.

Τὸ δ᾿ ἀπὸ τοῦδε λαβόμενοι τῶν τειχισμάτων οἱ πολέμιοι πῦρ ἐνιᾶσι ταῖς οἰκίαις, ὁπόσαι τοῖς τείχεσιν ἐκκρεμεῖς, διασκεδασθέντες πολλαχῇ. καὶ γίνεται τῆς ἡμέρας ἐκείνης ἐλεεινόν τι θέαμα καὶ ποταμοὺς ἐθέλον δακρύων ἀντιρρόπων τῷ πολλῷ τῆς πυρκαϊᾶς· πάντα γὰρ ὅσα ἐκ τοῦ τῶν Βλαχερνῶν βουνοῦ πρὸς τὴν μονὴν διήκει τοῦ Εὐεργέτου κατῃθάλωτο καὶ ὑπερεμηκίσθη τὸ καλούμενον Δεύτερον ἡ τοῦ πυρὸς ἐρωή.

Ἰδὼν δὲ ὁ Ἀλέξιος τὸ οἰκτρὸν τοῦτο τῆς βασιλίδος δυστύχημα καὶ τὴν συνοχὴν τῶν ἀνθρώπων εὐλαβηθεὶς ὁπλίτης μόλις ὁρᾶται, καὶ μάλισθ᾿ ὅτι πρὸς ὀργὴν τοὺς πλείους ἐπιφρίσσοντας ἑώρα καὶ λόγους ἐπαχθεῖς κατ᾿ αὐτοῦ καὶ προπηλακισμοὺς ἀφιέντας, οἷς οἰκουρεῖν ἑλόμενος ἦρεν ἐπὶ μᾶλλον τὰ τῶν ἐναντίων φρονήματα, μηδεμίαν ἀρωγὴν ὑπονοθευομένῃ τῇ πόλει ψηφισάμενος, ἀλλ᾿ ἀφεὶς τὸν πόλεμον τοῖς τείχεσι προσελθεῖν, πρᾶγμα μὴ εἰς δεῦρο πραχθέν, ὡς εἴπερ οὐκ ᾔδει τῆς ὑστεροβουλίας κρείττονα τὴν προμήθειαν καὶ τὸ φθάσαι βέλτιον τὸν πολέμιον ἢ παρ᾿ αὐτοῦ προληφθῆναι, ὅσα καὶ σῶμα δεινῷ καχεκτήματι τὴν ἴασιν ὑπερπαίοντι. ἐξιὼν τοίνυν τῶν ἀρχείων ἱππότας πλείστους πρὸς ἑαυτὸν ἐπεσπάσατο καὶ πεζή τις φάλαγξ οὐκ ἀγεννὴς συνδεδράμηκεν ἐκ τῆς ἀκμῆς τῆς πόλεως, ὥστε καὶ τῷ κατὰ χέρσον πολεμίῳ στρατεύματι φρικασμὸς ἐπεγένετο σώματος, μεγίστην αἰφνηδὸν θεασαμένῳ παράταξιν. τάχα δ᾿ ἂν καὶ σωτήριον ἔργον διήνυστο, εἰ ὁμόσε κεχωρήκει τοῖς ἀντιπάλοις· νῦν δὲ ἡ ἐνδελεχὴς τῆς φυγῆς ἔννοια καὶ τῶν περὶ αὐτὸν τὸ εὐπτόητον τοῦ τί δεῖ ἐπὶ καιροῦ ποιεῖν ἐξέκρουσε τὸν Ἀλέξιον. καὶ παραταξάμενος μόνον, ὅθεν ἐξῆλθε Ῥωμαίοις ἀσπάσιος ὡς δῆθεν ἀντιταξόμενος τοῖς Λατίνοις, ἐπανῆλθεν αἴσχιστος καὶ ἐφύβριστος, σοβαρώτερον μᾶλλον καὶ θρασύτερον πεποιηκὼς τὸ ἀντίμαχον, ἐπεὶ καὶ κατεπαρθὲν τῶν Ῥωμαίων ὀπίσω τούτων εἵπετο τραπομένων πρὸς ὑπονόστησιν καὶ τὰ δοράτια ἐπεκράδαινον.

Εἰσιὼν οὖν Ἀλέξιος τὰ βασίλεια πρὸς ἀπόδρασιν ἐνσκευάζεται, ὡς εἴπερ φερομένην τὴν πόλιν εἰς ἀτυχὲς πτῶμα καὶ ὑπὲρ αἶσαν ἀφαντῶσαι διεπονεῖτο καὶ τὸν ταύτης ἀποτεταμένον συνέτεμεν ὄλεθρον.ὰ τοῦ σκοποῦ τοίνυν κοινωσάμενος μετρίοις τῶν κατευναστριῶν ἐκείνῳ καὶ συγγενῶν κἀκ τῶν θυγατέρων τῇ Εἰρήνῃ, καὶ δέκα χρυσίου ἐνθέμενος κεντηνάρια καὶ κόσμους ἄλλους βασιλικοὺς ἐκ λίθων τιμαλφῶν συγκειμένους καὶ μαργάρων διαφανῶν, περὶ τὴν πρώτην ἄρας φυλακὴν τῆς νυκτὸς ἤλαυνεν ἐς τὸ Δεβελτόν, ἔνθα τὴν οἰκείαν προητοίμασεν ἄφιξιν, δείλαιος ἐν ἀνθρώποις, μὴ φίλτρῳ παίδων μαλαχθείς, μὴ γυναικὸς ἔρωτι δαμασθείς, μὴ τηλικαύτῃ πόλει μαλακισθείς, μηδέ τι τῶν ἄλλων εἰς νοῦν βαλόμενος, φιλοψυχίᾳ δὲ καὶ δειλανδρίᾳ σωτηρίαν ἑαυτῷ, καὶ ταύτην ἀμφίβολον, χωρῶν καὶ πόλεων τοσούτων καὶ γένους παντὸς ἀλλαξάμενος.

Ἐβασίλευσε μὲν οὖν ἐνιαυτοὺς ὀκτώ, μῆνας τρεῖς καὶ ἡμέρας δέκα. ἦν δὲ τὰ μὲν ἐς πόλεμον ὁποῖος εἴρηται, οὐδὲ τὰ πρὸς κοινὴν διοίκησιν ἀπεξεσμένος πέριξ παντάπασιν, ἵνα μὴ λέγοιμι ὡς ἐνέκλινεν εἰς τὸ πάντῃ ὀλίγωρον· τὰ δ᾿ ἄλλα οὐκ ἦν τις ἀπόβλητος. πλέον δὲ πάντων τῷ μειλίχῳ τοῦ ἤθους ἐκέκαστο μὴ δυσπρόσοδος ὤν, οὔτε μὴν ὑποσκυζομένῳ προσώπῳ καὶ ὑπεροφρυάζοντι βλέμματι ἐξέκρουε καὶ τοῦ ὑπ᾿ ὀδόντα γρῦξαί τινα, ἀλλ᾿ ἦν τοῦ βουλομένου παντὸς προσελθεῖν ἐκείνῳ καὶ δεηθῆναι, ἐνιαχοῦ δὲ καὶ πρὸς ἀντιφάσεις χωρεῖν οὐχ ὑποστελλομένῃ φωνῇ. καὶ τοὺς ἐπ᾿ ἀλλήλοις διαβόλους καὶ τοὺς κόλακας περιίστατο. ἔχων δὲ τὴν συνείδησιν βάλλουσαν ἐφ᾿ οἷς ἠνόμησεν εἰς τὸν ἀδελφόν, τὸ χρεὼν ἐδεδίει καὶ τὴν πάντα περισκοποῦσαν τὰ θνητῶν πράγματα δίκην διηνεκῶς ὑπεβλέπετο· ὅθεν κατανύξει καρδίας συνείχετο καὶ δευκνὺς ἀκηδιῶν πνεῦμα ἤλυέ τε καὶ ἐδυσφόρει καὶ ἤχθετο. εἰ δὲ μέγα καὶ βασιλεῦσιν ἐργῶδες τὸ μὴ τῶν ἀσταχύων ἐκτέμνειν τοὺς ὑπεραίροντας, μηδὲ θηριωδῶς ἐμπηδᾶν τοῖς παραλυπήσασι, καὶ τοῦτο προσπλουτοῦντα ἴδῃ τις τὸν Ἀλέξιον· οὐδὲ γὰρ πρὸς φυτείαν σκότους ὀφθαλμοὺς ἐπαττάλευεν, οὐδὲ κλαδῶν ἦν ὡς ἀμπέλους τὰ τοῦ σώματος ἀκρωτήρια, μάγειρος ἀνθρώπων γινόμενος. οὐδ᾿ ὅσον τὴν στυγνόχροον πορφύραν ἐνεδέδυτο, γυνή τις ἠμφιάσατο μέλανα χήτει ἀνδρός, ὃν μέλας ἐκάλυψε θάνατος. οὐδὲ πῦρ ἔβλεψε τῶν ὀμμάτων ὡς τῶν λίθων οἱ ἀκτινώδεις, οὐδ᾿ ἐνέφυ τισὶν εἰς ἐπήρειαν ὡς λείβειν θρόμβους δακρύων ὁποῖα τὰ τῶν μαργάρων σφαιρώματα.


ΒΑΣΙΛΕΙΑ ΔΕΥΤΕΡΑ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ ΚΑΙ ΤΟΥ ΥΙΟΥ ΑΥΤΟΥ ΑΛΕΞΙΟΥ

Ὧδε μὲν οὖν ἤλαυνεν ἐς Δεβελτὸν Ἀλέξιος, ὑπ᾿ οὐδενὸς ἐλαυνόμενος. ἦν δ᾿ ἄρα οὐ μόνον χαλεπὸν γυνὴ καὶ τὸ τῆς συνευνάσεως φίλτρον βλάψειε μᾶλλον ἢ ὠφελήσειε, καθά τις ἐγνωμολόγησε κακῶς ἐς βασιλείαν παθὼν προκοίτου γυναικὸς εἰσηγήσεσιν, ἀλλὰ καὶ γύννις ἀνὴρ ἀργαλέον καὶ χείριστον, καὶ τί οὐκ ἂν ἐπαχθὲς καὶ εἰς κίνδυνον ἐλαῦνον τὸν ἔσχατον τὸ ὑπ᾿ ἐκεῖνον ταττόμενον πείσεται; ὃ δὴ καὶ Ῥωμαίοις αὐτοῖς συνενήνεκται, ἀνειμένους καὶ χαλαροὺς καὶ τὸν ἀπολαυστικὸν βίον μεταδιώκοντας δυστυχήσασιν αὐτοκράτορας, τοὺς δ᾿ αὐτοὺς δυσπάλαιστον μὲν τὴν ἀνάγκην, ἀνύποιστον δὲ τὸ περὶ ψυχῆς δέος δι᾿ ὅλου κρίνοντας.

Ἀλλ᾿ ὁ μὲν ὥδευεν ἣν προέθετο· ὁ δ᾿ ἐντὸς τῶν ἐν Βλαχέρναις εὑρεθεὶς ἀρχείων τῷ τότε λεὼς σφόδρα ἤνεγκεν ἀφορήτως τὴν Ἀλεξίου ἀπόδρασιν συστρεφόμενός τε καὶ συγχεόμενος τὴν ψυχὴν διὰ τὰς ἐμφαινομένας τῶν κακῶν ἐλπίδας—καὶ γὰρ ᾤοντο μηδὲν μελλήσαντας τοὺς Λατίνους, οἷα μηδὲ σκηνουμένους ἄποθεν ἢ τὸν ἐπισχήσοντα ἔχοντας, μεθ᾿ ὅπλων αὐτίκα ἐπιρρεῦσαι τῇ πόλει καὶ τῶν τειχέων εἴσω παρεισελθεῖν—τοὺς μὲν γένει προσήκοντας Ἀλεξίῳ καὶ τοὺς ἄλλως ἐπιτηδείως ἔχοντας καὶ αὐτὴν τὴν ἄνασσαν Εὐφροσύνην, προδότου δόξαν λαβόντας, οὐ προσεκαλέσαντο εἰς τὴν ἀρχήν, διὰ δὲ τὸ ἄμαχον τῆς τῶν πραγμάτων ἀγρίας προσβολῆς εἰς αὐτὸν ἀφορῶσι τὸν Ἰσαάκιον τὸν Ἀλεξίου κασίγνητον, ὡς εἰς τὴν καλουμένην ἱερὰν ἄγκυραν τελευτῶν οἱ τοῖς ἀκαταστορέστοις περιστοιχιζόμενοι κύμασιν, ἔνδον τῶν ἀρχείων εἱργνύμενον. καὶ δὴ τοῦ ἐκτομίου Κωνσταντίνου, ὃς ἐπὶ τῶν βασιλικῶν ἐτέτακτο θησαυρῶν, τοὺς πελεκυφόρους συναγαγόντος καὶ τούτοις ὡμιληκότος τὰ δέοντα, συνδραμούσης δὲ καὶ συμμορίας τινῶν, οἳ βασιλεύσειν Ἰσαάκιον διὰ σπουδῆς ἐτίθεντο, ἡ μὲν βασιλὶς Εὐφροσύνη συλλαμβάνεται, χειροῦται δὲ καὶ τὸ συγγενὲς αὐτῇ, ὁ δ᾿ Ἰσαάκιος ἀναγορεύεται αὐτοκράτωρ· καὶ χειραγωγούμενος δι᾿ ἣν ὑπέστη πήρωσιν ὁ τὸ πᾶν ταττόμενος ἐφορᾶν εἰς θῶκον ἀνάγεται τὸν βασίλειον.

Πέμψας δ᾿ εὐθέως ἀγγέλους Ἀλεξίῳ τε τῷ υἱῷ καὶ τοῖς τοῦ Λατινικοῦ στρατεύματος ἡγεμόσι παρίστησι τὴν ἀδελφοῦ καὶ βασιλέως φυγήν. οἱ δὲ οὔτε τι τῶν προσδοκωμένων κατὰ τῆς πόλεως ἐνεόχμωσαν καὶ τὸν Ἰσαακίου δὲ υἱὸν οὐ πρότερον αἰτησαμένου τοῦ πατρὸς ἐκπεπόμφασιν, εἰ μή γε καὶ αὐτὸς Ἰσαάκιος εἰς πέρας ἀγαγέσθαι συνέθετο ὅσα διέθετο σφίσιν Ἀλέξιος. τὰ δὲ ἦσαν, ὡς ἐν τοῖς λόγοις ἐρρέθη τοῖς ἔμπροσθεν, μηδεμίαν τῶν πρὸς δόξαν καὶ κέρδος τοῖς διαθεμένοις Λατίνοις ὑπερβολὴν ἀπολείποντα· ὑπὲρ γὰρ τοῦ μὴ τῆς πατρῴας ἀρχῆς ἀποτεύξασθαι πάντα πράττων Ἀλέξιος, χαλίφρον καὶ πραγμάτων ἀδαὲς μειράκιον, οὔτ᾿ ἠκριβολόγησε πρὸς οὐδὲν τῶν ζητημάτων, οὔτε μὴν τὸ μισορρώμαιον φρόνημα τῶν Λατίνων ὁπωσοῦν ἐβάλετο κατὰ νοῦν. ἐπὶ τοιαῖσδε τοίνυν τοῦ βασιλείου ὕψους καταστροφαῖς τὴν εἰς τὴν πόλιν πριάμενος εἴσοδον συνεδρίας ἠξίωται πατρικῆς καὶ βασιλείας προσλέληπται κοινωνός. ἅπας τοίνυν φυλέτης τῆς πόλεως εἰς τὰ ἀρχεῖα συνέτρεχε σὺν τῷ πατρὶ τὸν υἱὸν ὀψόμενος καὶ ἀμφοῖν ἀποδώσων προσκύνησιν.

Μετ᾿ οὐ πολλὰς δ᾿ ἡμέρας οἱ τῶν Λατίνων ἡγεμόνες ἐς τὰ βασίλεια παραβάλλουσιν, οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ οἱ τὸ γένος παρ᾿ ἐκείνοις ἐπίσημοι· καὶ παρενηνεγμένων σκιμπόδων τοῖς βασιλεῦσι συνηδρίαζον ἅπαντες, εὐεργέται καὶ σωτῆρες ἀκούοντες καὶ πᾶσαν ἄλλην ἀγαθὴν προσηγορίαν δεχόμενοι, ὡς τὸν φίλαρχον Ἀλέξιον ἐς αὐτὰ τισάμενοι τὰ παιδικά, δυσπραγοῦσι δ᾿ αὐτοῖς ἐπαμύναντες. οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ πάσης μετεῖχον φιλοφροσύνης καὶ δεξιώσεως, θεραπευτήριά τε καὶ τρυφητήρια τούτοις ἐπινενόηντο· Ἰσαάκιος γάρ, εἴ τι που ἔστεγεν ἔνδον τὸ γαζοφυλάκιον τὸ βασιλικόν, καὶ αὐτὸς δὲ πορισάμενος ἦν συνειληφὼς Εὐφροσύνην τὴν βασιλίδα καὶ τοὺς τὸ γένος ἐς αὐτὴν ἀναφέροντας, ἐξεφόρει τε ἀμφοτέραις καὶ μετήγγιζεν ἀφειδέστερον.

Ἐπεὶ δὲ ταῦτα ὡσεὶ καὶ ῥανὶς ἐκρίνετο τοῖς λαμβάνουσιν (οὐδὲν γὰρ ἔθνος ἐρασιχρηματώτερον τοῦδε τοῦ γένους τρεχεδειπνότερόν τε καὶ δαπανηρότερον ἕτερον) καὶ διψῶντες ἦσαν ἀεὶ προχοῶν πελάγους Τυρσηνικοῦ, ἅπτεται καὶ τῶν ἀψαύστων παναθεμίτως, ὁπόθεν, οἶμαι, καὶ τὰ Ῥωμαίων ἀνατέτραπται τέλεον καὶ ἠφάντωται· ὡς γὰρ χρημάτων ἐσπάνιζε, καὶ τοῖς θείοις ἐπεφύη διὰ τοῦτο τεμένεσιν. ἦν ἰδεῖν οὐ μόνον τὰς ἱερὰς εἰκόνας Χριστοῦ ἀξίναις ἐκκοπτομένας καὶ χαμαὶ ῥιπτομένας καὶ τοὺς αὐτῶν κόσμους μὴ σὺν φειδοῖ καὶ ὡς ἔτυχεν ἐκσπωμένους καὶ πυρὶ παραπεμπομένους, ἀλλὰ καὶ σκεύη τὰ σεπτά τε καὶ παναγῆ ἀπεριθαμβήτως ἐκ τῶν ναῶν ἁρπαζόμενα καὶ πυρούμενα καὶ ὡς κοινὸν ἀργύριον καὶ χρυσίον τοῖς πολεμίοις στρατεύμασι παρεχόμενα. καὶ τῆς κατὰ τῶν ἁγίων τῆσδε λύττης οὔτ᾿ αὐτὸν τὸν κρατοῦντα εἰσῄει τις αἴσθησις ὁπωσοῦν τῶν τε ἄλλων οὐδεὶς παρρησιαζόμενος ἦν τὴν εὐσέβειαν, ἀλλὰ τῆς ἐχεμυθίας ἕνεκεν, εἴτ᾿ οὖν ἀναλγησίας εἰπεῖν οἰκειότερον, οὐδὲν τῶν παραφόρων διενηνόχαμεν, ὅθεν ὡς ὑπεύθυνοι πεπόνθαμέν τε καὶ εἴδομεν ὁπόσα βαρυσυμφορώτερα τῶν κακῶν.

Ὁποῖον γὰρ τὸ χυδαΐζον στῖφος τῆς πόλεως, μήτ᾿ αὐτόθεν τοῖς ἐπαινετοῖς προσχωροῦν, μήθ᾿ ἑτέρῳ πειθόμενον εἰσηγουμένῳ τὰ λῴονα, ἤδη ταῖς Ῥωμαϊκαῖς χώραις εἰσκεχυμένων τῶν πολεμίων εἰς ἔδαφος καθαιρεῖ καὶ διαλύει παραλόγως εἰς χοῦν τὰς πρὸς θάλασσαν οἰκίας τῶν ἐξ ἑσπέρας ἐθνῶν, μὴ διαστεῖλαν τοῦ πολεμίου τὸ φίλιον. ἐδυσχέραινον οὖν πρὸς τὴν ἀτοπίαν ταύτην καὶ ἀβουλίαν οὐχ οἵπερ μόνον ἐκ τῆς Ἀμάλφης ἤθεσιν ἐντεθραμμένοι Ῥωμαϊκοῖς, ἀλλὰ καὶ οἳ τῶν ἐκ τῆς Πίσσης τὴν Κωνσταντίνου ἀνθείλοντο. μήπω τοίνυν φυγὰς ὁ βασιλεὺς ὀφθεὶς Ἀλέξιος χρησταῖς ἐλπίσι τοὺς ἐκ τῶνδε τῶν γενῶν ἐβουκόλει καὶ τὸ τῆς λύπης ἀφῄρει πολύ. ὡς δ᾿ ὁ μὲν δρασμῷ ἐχρήσατο, βασιλεύσας δ᾿ ἦν Ἰσαάκιος, καταλλάσσει τοὺς ἐκ Πίσσης τοῖς Βενετίκοις, καθ᾿ ἡμῶν καὶ τοῦτο ἐπιτεχνώμενος· οἱ δὲ πρὸς τὴν Περαίαν ἀπάραντες, ἐν ᾗ κατέλυον οἱ διάφοροι, γίνονται τοῖς πρώην ἀντίφροσι σύσκηνοι καὶ ὁμόδειπνοι καὶ τὰ πάντα συμφυεῖς καὶ ὁμόφρονες.

Ἐννεακαιδεκάτην δ᾿ ἄγοντος τοῦ Αὐγούστου μηνός, τῆς ἕκτης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ ἑνδεκάτου ἔτους, τινὲς τῶν Φραγγίσκων (οὗτοι δέ εἰσιν οἱ πάλαι Φλαμίονες κικλησκόμενοι) Πισσαίων καὶ Βενετίκων μοῖραν προσειληφότες ὡς εἰς ὄψον ἕτοιμον καὶ πρόχειρον ἕρμαιον τὰ τῶν Σαρακηνῶν διαπλωΐζονται χρήματα. καὶ δὴ τὸ σύνταγμα ἐκεῖνο τὸ πονηρὸν τῇ πόλει προσσχὸν δι᾿ ἁλιάδων (οὐδὲ γὰρ ἦν τις ὁ προσιστάμενος ὅλως ἐπεισπλέειν σφας τῇ πόλει καὶ αὖθις ἀνάγεσθαι) τῷ τῶν ἐξ Ἄγαρ συναγωγίῳ λάθρᾳ ἐπεισπίπτουσιν, ὅ φησι Μιτάτον ἡ δημώδης διάλεκτος, καὶ τὰ ἐνόντα μετὰ ξίφους λῃστεύουσιν. ὡς δ᾿ οὕτω ταῦτα παραλόγως καὶ ὑπὲρ δόκησιν πᾶσαν παρηνομεῖτο, ἠμύνοντο μὲν αὐτοὺς οἱ Σαρακηνοὶ τὰς χεῖρας τοῖς παρατυχοῦσιν ὁπλίσαντες, ἐπιβοηθοῦσι δὲ καὶ Ῥωμαῖοι, παρὰ τῆς τοῦ κακοῦ φήμης ἐκεῖσε συνηλισμένοι. καὶ οὔκουν μὲν ἅπαν ὁπόσον καὶ ἔδει κατήνυσαν, ἐπὶ δὲ βραχὺ τῆς τῶν ἀνδρῶν ἐκείνων ὁμαιχμίας ἀναχώρησις γίνεται. οἱ δὲ τὸ δι᾿ ὅπλων ἀντέχειν μεθέντες ἐπὶ τῷ μὴ πάνυ πρότερον ἐμπρησμῷ διανοοῦνται καὶ πρόσφατον, ἀνυσιμώτατον ἀμυντήριον καὶ ὑπὲρ ἅπαν ἕτερον τὴν πόλιν ἔχον ταχὺ κατεργάσασθαι πείρᾳ μεμαθηκότες τὸ πῦρ.

Καὶ δὴ κατὰ πλείστους διαστάντες τόπους πῦρ ταῖς οἰκίαις ὑφάπτουσι. τὸ δὲ μεταρσιωθὲν ὑπὲρ ἔννοιαν τὴν νύκτα ὅλην ἐκείνην καὶ τὴν ἐπιοῦσαν ἡμέραν καὶ τὴν ταύτης διάδοχον ἑσπέραν τὸ πᾶν ἐπενέμετο. καὶ ἦν καινὸν τὸ ὁρώμενον καὶ πᾶσαν ὑπερβαῖνον λόγου δύναμιν· πολλῶν γὰρ καὶ ἄλλων τῇ πόλει πρότερον ἐμπρησμῶν, οὐμενοῦν εἴπῃ τις ὁπόσων καὶ οἵων γεγενημένων, ὁ τότε συμβὰς ἐναύσματα βραχέα τοὺς πάντας ἀπέδειξε. πολλαχοῦ γὰρ διαιρούμενος καὶ διασπώμενος τῆς συνεχείας αὖθις συνήρχετο καὶ ὡς εἰς ὁλκὸν ἕνα πυρόεντος συνήπτετο ποταμοῦ. ἀνετρέποντο στοαί, ἀγορῶν κάλλη κατερριπτεῖτο, κιόνων μέγεθος διεφορεῖτο καθ᾿ ὕλην εὔπρηστον. οὖκ ἦν τῶν ὄντων οὐδέν, ὃ ἦν ἐκείνου τοῦ πυρὸς σθεναρώτερον. τὸ δὲ δὴ καινότερον, ὡσεὶ ψωμοὶ πυρὸς ἐξ ἐκείνης τῆς βαρυβρόμου καὶ σιδηρᾶς ἐμπρήσεως ἀποσπώμενοι καὶ φερόμενοι διαέριοι τὰς πόρρωθεν οἰκοδομίας κατέφλεγον, κατὰ διαστήματά πως ἀκοντιζόμενοι καὶ ὡς οἱ ἐν αἰθέρι διᾴττοντες ἐκτεινόμενοι· καὶ τὸν ἐν μέσῳ χῶρον ἀθιγῆ τῷ τέως ἐῶντες καὶ ἀκατάπρηστον, μετὰ βραχὺ κἀκεῖνον ἐπανιόντες συνέμαρπτον καὶ ἠφάνιζον. ἐν πολλοῖς δὲ καὶ κατ᾿ εὐθυωρίαν τὸ πῦρ προϊόν, ὑπ᾿ ἀνέμου βορρᾶ ἐλαυνόμενον, μετὰ βραχὺ παρεγκλῖναν, ὡς εἰ νότος αὐτὸ διερρίπιζεν, ὡρᾶτο δόχμιον, ἀμαυροῦν ἐπιστροφάδην καὶ τὰ ὅλως ἐμπρησθῆναι ἀνυπονόητα. ἐπελάβετο δὲ καὶ τοῦ Μεγίστου Νεὼ τὸ δεινόν. καὶ δὴ ὅσα πρὸς ἁψῖδα νένευκε τοῦ Μιλίου καὶ τῷ ἀνδρῶνι συνῆπται τῷ Μάκρωνι καὶ τῷ λεγομένῳ αἱ Σύνοδοι εἰς ἔδαφος κατερράγησαν, μὴ τῆς ὀπτῆς ἐπαρκεσάσης πλίνθου, μὴ τῶν βαθέων ἀντισχόντων θεμέθλων, ἀλλ᾿ ἐνδόντων πάντων καὶ δίκην θρυαλλίδων κατεργασθέντων.

Ἤρξατο μὲν οὖν ἡ πρώτη τοῦ πυρὸς ἁφὴ ἀπὸ τοῦ συναγωγίου τῶν Σαρακηνῶν (τὸ δέ ἐστι κατὰ τὸ πρὸς θάλασσαν ἐπικλινὲς καὶ βόρειον μέρος τῆς πόλεως καὶ τῷ τεμένει ἐγγίζον, ὃ ἐπ᾿ ὀνόματι τῆς ἁγίας Εἰρήνης ἵδρυται), καὶ πρὸς μὲν ἕω κατὰ εὖρος ἐλώφησεν ἐς τὸν νεὼν τὸν παμμέγιστον, κατὰ δ᾿ ἑσπέραν ἐς τὸ λεγόμενον Πέραμα ἐξεμηκίσθη, καὶ διερρύη ἔκτοτε τοῦ πλάτους λαβόμενον τῆς πόλεως καὶ πέρας ἔθετο τῆς ὁρμῆς τὰ νότια τείχη τῆς πόλεως, ἢ μᾶλλον τὸ καινότατον, καὶ ταῦτα κατ᾿ ἐπίβασιν ὥσπερ ὑπεραλάμενον τὰς ἔξωθεν οἰκήσεις κατενεμήσατο καὶ νῆα περιπλέουσαν ἄνθρακες ἐκτιναχθέντες κατέφλεξαν. ᾐθάλωντο δὲ καὶ οἱ τοῦ Δομνίνου λεγόμενοι ἔμβολοι αἵ τε ὑπόστεγοι ἀμφίδυμοι ἄμφοδοι αἱ ἀπὸ τοῦ Μιλίου ἀρχόμεναι, ὧν θατέρα εἰς αὐτὸ παρέτεινε τὸ Φιλαδέλφιον. σὺν αὐτοῖς δὲ καὶ ἡ Κωνσταντίνειος ἀγορὰ καὶ τὰ μεταξὺ πάντα, ὅσα πρὸς βορρᾶν καὶ νότον πρόεισιν ἄνεμον. οὐδ᾿ αὐτὸ τὸ ἱππικὸν ἀδιαλώβητον ὑπολέλειπτο, ἀλλὰ καὶ τούτου τὸ πρὸς τοὺς δήμους ἅπαν μέρος ἐξεπυρώθη, καὶ ὅσα κάτεισιν ἐς Σοφίας καὶ κατ᾿ αὐτὸ τὸ Βύκανον παρεκτείνεται, καὶ καθεξῆς ὁπόσα τοῖς τῶν Ἐλευθερίου ἀγχιτέρμονα μέρεσι.

Τοῦ δὲ πυρὸς ἀπὸ θαλάσσης ἕως θαλάσσης τὴν πόλιν διαζώσαντος καὶ διελόντος ὡς εἰς χάσμα μέγιστον ἢ ποταμοῦ πυρὸς μέσον ἕλκοντος, οὐκ ἦν ἀκίνδυνον συμμῖξαι τοῖς φιλουμένοις, εἰ μή τις ἀκατίῳ διεπορθμεύετο. τότε καὶ οἱ πλείους τῶν οἰκητόρων τῆς πόλεως τῶν οὐσιῶν ἀπεψίλωντο, οἷα τοῦ πυρὸς τοῖς μὲν ἀπαρασκεύοις ἐπιπαφλάσαντος, τῶν δὲ τὰ ὄντα μεταθεμένων πρὸς ἑτέρας καταγωγὰς καὶ μηδ᾿ οὕτω διασωσαμένων αὐτά· ἕλιξι γὰρ καὶ περικαμπαῖς ἐκτροπαῖς τε πλείσταις καὶ ἐπανόδοις τὸ πῦρ χρησάμενον ἠφάντου τὰ μεταγόμενα. ὤ μοι τῶν λαμπροτάτων καὶ περικαλλῶν δόμων καὶ παντοίας γεμόντων χάριτος καὶ τοῦ ῥυηφενοῦς βίου καὶ ζηλωτέου παρ᾿ ἅπασι.

Πρὸς δὲ τὰ δεινότατα ταῦτα συναντήματα ὅ τε βασιλεὺς Ἰσαάκιος καὶ ὁ τούτου υἱὸς Ἀλέξιος οὐχ ὅπως οὐκ ἐδυσχέραινον, ἀλλὰ καὶ συντελεσμὸν ἐπηύχοντο τοῦ παντός, οἱ τῆς πατρίδος δαλοί, οἱ τὴν ὄψιν φλογεροί, κἀντεῦθεν διαχαράττοντες τὸν ἐμπρηστὴν γραφικὸν πονηρὸν ἄγγελον. μήπω δὲ καθαρῶς λωφήσαντος τοῦ πυρός, ἡ τῶν θείων αὖθις κειμηλίων συλλογή τε καὶ χώνευσις ὑπὲρ τὸ πρὶν ἐπετείνετο. ὁ δέ γε τῶν Λατίνων στρατὸς τὸν χορηγούμενον αὐτοῖς οὕτω χρυσόν τε καὶ ἄργυρον εἴς τε τὰς σωματικὰς χρείας ὡς ὕλην βέβηλον μετεσκεύαζον καὶ τοῖς βουλομένοις προύβαλλον εἰς πρατήριον, ἑαυτοῖς μὲν τὸ ἀνεπέγκλητον ἐπιμαρτυρόμενοι (οὐδὲ γὰρ ἠγνόουν, ὁπόθεν συνείλεκτο τὰ σφίσι βραβευόμενα χρήματα) ὡς τὰ ὠφειλημένα λαμβάνουσι, τοῖς δὲ Ῥωμαίοις τὴν ὑψόθεν ἐπιχαλῶντες ὀργήν, ὡς περιέπουσι μὲν τὰ οἰκεῖα, κοινοῦσι δὲ τὰ Θεοῦ.

Δεῆσαν δὲ κἀκ τῶν Λατινικῶν δυνάμεων σύναρσιν εὕρασθαι τὸν Ἀλέξιον (ὁ γὰρ θεῖος αὐτῷ καὶ πρώην βασιλεύων Ἀλέξιος ἀπαναστὰς Δεβελτοῦ τὴν Ἀδριανοῦ κατέλαβε, καὶ ἣν ἀπείπατο βασιλείαν ἐρασταῖς καταπροδοὺς ἐκμανέσιν, ἐρᾶν τε πάλιν καὶ πειρᾶν οὐκ ἠνέσχετο), οὐκ ἄλλως συνέκδημον αὐτῷ καὶ συστράτηγον τὸν μαρκέσιον ἐπεσπάσατο Βονιφάτιον, εἰ μὴ χρυσίου δέκα πρὸς τοῖς ἓξ καταθέσθαι οἱ συνέθετο κεντηνάρια. ἐξιὼν τοίνυν φυγάδα δείκνυσι τὸν Ἀλέξιον συντονωτέρῳ τοῦ προτέρου καὶ πολλῷ μακροτέρῳ χρησάμενον δραπετεύματι. ἀμέλει καὶ τὰς Θρᾳκίας πόλεις περιελθών, καὶ ταύτας καταστησάμενος, εἰπεῖν δὲ καὶ καλαμησάμενος (ὁ γὰρ συνέκδημος ἐκείνῳ στρατὸς συχνάκις ὠρεκτία τῶν χρυσορρείθρων ἀρύεσθαι καὶ κατὰ τοὺς διψάσι δηχθέντας πίνων οὐκ ἐκορέννυτο), καὶ μέχρι Κυψέλλων κατιών, ἐπάνεισιν αὖθις εἰς τὰ βασίλεια, ἅπας τῆς φατρίας ἐξηρτημένος, οἳ τὴν τοῦ πατρὸς πήρωσιν καὶ τὴν ἐκ τῆς ἀρχῆς καθαίρεσιν Ἀλεξίῳ τῷ θείῳ συνδιεπράξαντο.

Ὃ καὶ μὴ φέρειν Ἰσαάκιος ἔχων, ὅτι καὶ ἦν καιροφυλακῶν εἰς φῶς ἐκρῆξαι τὸν κότον, ὃν ὑπέτυφεν ἐκ μακροῦ τῇ ψυχῇ κατὰ τῶν σχέτλια ἐκεῖνον ἐργασαμένων, κακηγορῶν οὐκ ἔληγε τὸν υἱόν, καὶ μάλισθ᾿ ὅτι τὴν οἰκείαν ἑώρα ἰσχὺν ὑποβαίνουσαν καὶ κατὰ βραχύ πως ἀφιπταμένην καὶ πρὸς τὸν υἱὸν μεταρρέουσαν. ἀπεπνίγετο δὲ καὶ πρὸς τὴν μετάθεσιν τῆς ἀναγορεύσεως· ὁ μὲν γὰρ υἱὸς προταττόμενος κατατεινομέναις ἀνευφημεῖτο φωναῖς, ὡς τῷ πατάγῳ κόπτεσθαι τὰ ἀνάκτορα, ὁ δὲ κατὰ τὸ τῆς ἠχοῦς ὑστερόφωνον παρηκολούθει ταῖς υἱϊκαῖς καὶ στερροτέραις ἀνακηρύξεσιν. οὐδὲν δέ τι δρᾶσαι πρὸς τὰ συμβαίνοντα οὕτω δυνάμενος ὑπ᾿ ὀδόντα ἐτονθόρυζε καὶ οἷς ὡς ἐξ ἀδύτων τῆς καρδίας ἀνεμήρυε τὰ ἀπόρρητα κατὰ τοῦ υἱοῦ ἀπόφημα διελέγετο, ἕωλα μὲν αὐτῷ τὰ χρηστὰ λέγων εἶναι, καὶ ὡς οὐδ᾿ ὅλως σωφροσύνῃ ἐρρύθμισται, ἐν τοῖς χειρίστοις τὸ ἦθος τυπούμενος, φθόροις τε ἀνδράσι συνδιαιτώμενος καὶ κόπτων ἐν τῷ μέρει τοὺς ἑταίρους κατὰ γλουτῶν καὶ ὑπ᾿ ἐκείνων αὖθις ἐπικρουόμενος.

Οὐ μάτην δὲ ταυτὶ καὶ εἰκαίως κατὰ τοῦ υἱοῦ ἠγόρευεν Ἰσαάκιος, ἀλλὰ καὶ πλείω τούτων καὶ ἀσελγέστερα πολλῷ πλημμελῶν τὸ μεγαλοπρεπὲς καὶ παγκλέϊστον τῆς τῶν Ῥωμαίων βασιλείας κατερρύπαινεν ὄνομα. εἰς γὰρ τὰς τῶν βαρβάρων σκηνὰς μετὰ μετρίων ὀπαδῶν περαιούμενος συνεκραιπάλα τοῖς ἐν αὐταῖς καὶ συνδιημερεύων ἐκύβευεν. οἱ δὲ συμπαίγμονες ἐκείνῳ τὸ τῆς κεφαλῆς ἀφαιροῦντες διάδημα, χρυσόκολλον ὂν καὶ λιθόστρωτον, αὐτοὶ μὲν ἐκεῖνο περιετίθεντο, τὸν δ᾿ Ἀλέξιον περιέβαλλον τὸ λαχνῆεν καὶ ἐρεοῦν καὶ τῆς Λατινικῆς ταλασίας κάλυμμα.

Οὐ μόνον δὲ ὁ Ἀλέξιος ἐνευκαιρῶν ταῖς πράξεσι ταύταις παρὰ τοῖς τῶν Λατίνων εὐσχήμοσι καὶ τοῖς τῶν Ῥωμαίων ἐχέφροσι βδελυγμίας ἐκρίνετο, ἀλλὰ καὶ ὁ τούτου πατὴρ Ἰσαάκιος οὐκ ἐπ᾿ ἔλαττον ἦν στυγητός, ἐπειδήπερ καὶ πάλιν ἀλλοκότοις δόξαις περιεφέρετο λόγιά τε καὶ ὀμφὰς συντιθεὶς οὐκ ἔληγε τῶν ἐπὶ τῆς προτέρας ἀρχῆς ἀρρητότερα. εἴ γε πάλαι μὲν τὸν μόναρχον ἐφαντάζετο καὶ αὐτὸς εἶναι ἀναιδῶς διετείνετο ὁ τῇ δυσμῇ συνάψων τὴν ἕω καὶ κράτος περιζωσόμενος τὸ παγκόσμιον, τότε δὲ καὶ τὴν πήρωσιν ἀποτρίψασθαι προσεδόκα τῶν ὀφθαλμῶν καὶ ὡς λεβηρίδα τὴν νόσον ἀποξύσασθαι τὴν ἀρθρίτιδα καὶ τὸ ὅλον εἰς ἄνδρα θεοείκελον ἀμειφθήσεσθαι, ὥστε καὶ τῶν μοναστῶν οἱ καταρατότατοι καὶ βαθεῖ ληΐῳ κομῶντες τὴν τοῦ πώγωνος ἄρουραν, εἰς αἰσχύνην τε οἰκείαν τὸ θεοφιλὲς οἱ θεομισεῖς περικείμενοι σχῆμα, τὰς ἀρχικὰς τραπέζας μεταδιώκοντες καὶ τῶν ἰχθύων τοὺς νεαλεῖς καὶ πίονας περιχαίνοντες, συνδειπνοῦντες Ἰσαακίῳ συγκαθίστων ἐκείνῳ τὴν μοναρχίαν ἐν λόγοις, τὸν ἀνθοσμίαν ζωρότερον προσφερόμενοι, ἐνίοτε δὲ καὶ τὰς ἐξηρθρωμένας χεῖρας περιπτυσσόμενοι καὶ τοῖς ὀφθαλμοῖς αὐτὰς προσάπτοντες τὴν ὅσον οὐδέπω τούτων προηγόρευον ἀνακαίνισιν καὶ κραταίωσιν. ὁ δὲ διεχεῖτο πῶς ἂν εἴπῃ τις τοῖς λεγομένοις καὶ ἐπεσκίρτα τοῖς βωμολοχεύμασι τούτοις ὡς ἀψευδέσι θεσπιῳδήμασιν.

Ἐν πολλοῖς δὲ καὶ τοὺς τῇ ἀστρικῇ προσκειμένους προσιέμενος ἄλλα τε ταῖς αὐτῶν ὑποθήκαις ὑπείκων εἰργάζετο, καὶ δὴ καὶ τὸν Καλυδώνιον σῦν, ὃς ἐν τῷ ἱππικῷ φρίσσων τὴν ἐπινώτιον τρίχα ῥύδην φέρεται, τῆς βάσεως καθελὼν μετήνεγκεν εἰς τὸ μέγα παλάτιον, τὸν τὴν ὁρμὴν συώδη καὶ ἀτάσθαλον δῆμον τῆς πόλεως καταστελεῖν ἐντεῦθεν οἰόμενος.

Ἀλλὰ καὶ τῶν ἀγοραίων οἱ φιλοινότεροι τὸ ἑστὼς ἐπὶ στήλης ἐν τῷ Κωνσταντινείῳ φόρῳ τῆς Ἀθηνᾶς ἄγαλμα εἰς πλεῖστα διεῖλον τμήματα· ἐδόκει γὰρ τοῖς ἄφροσι σύρφαξιν ὑπὲρ τῶν ἐξ ἑσπέρας ἐστοιχειῶσθαι τοῦτο στρατῶν. ἀνέβαινε μὲν τὴν ἡλικίαν ὄρθιον ὡς ἐς τριακάδα ποδῶν, ἠμφίεστο δὲ στολὴν ἐξ ὁποίας ὕλης ὅλον τὸ ἰνδαλλόμενον κεχαλκούργητο. ποδήρης δ᾿ ἦν ἡ στολὴ καὶ συμπτυσσομένη πολλαχῇ τῶν μερῶν, ὡς μή τι τοῦ σώματος παραφαίνοιτο, ὅπερ ἡ φύσις περιστέλλειν ἐπέταξε. μίτρα δ᾿ Ἄρεος τὴν ἰξὺν διειληφυῖα ἱκανῶς αὐτὴν περιέσφιγγεν. εἶχε δὲ κἀπὶ τοῖς στέρνοις ὂν ὀρθοτίτθιον ποικίλον αἰγιδῶδες ἐπένδυμα, τῶν ὤμων διεξικνούμενον, τὴν τῆς Γοργόνης τυποῦν κεφαλήν. ὁ δέ γε αὐχὴν ἀχίτων ὢν καὶ πρὸς τὸ δολιχόδειρον ἐκτεινόμενος ἄμαχον εἰς ἡδονὴν θέαμα ἦν. τοσοῦτον δ᾿ ὁ χαλκὸς πρὸς τὴν ἑκάστου μίμησιν πειθήνιος ὑπηλλάττετο, ὥστε καὶ τὰ χείλη δόξαν παρεῖχον, ὡς εἰ προσμενεῖ τις, μείλιχον φωνὴν ἐνωτίσεται. καὶ φλεβῶν δὲ διεκτάσεις ὑπεκρίνοντο καὶ ὡς ὑγρὸν ὅλον τὸ σῶμα ἐν οἷς ἔδει περιεκλᾶτο καὶ ζωῆς ἀπέχον μετεῖχεν ὡς ζῶν ἀνθηρότητος, τοὺς ὀφθαλμοὺς ἱμέρῳ παντὶ ῥεόμενον. ἵππουρις δ᾿ ἐπικειμένη τῇ κεφαλῇ δεινὸν καθύπερθεν ἔνευεν. ἡ δὲ κόμη ἐς πλέγμα συνεστραμμένη καὶ δεσμουμένη ὄπισθεν, ὅση κέχυτο ἐκ μετώπων, τρυφή τις ἦν ὀφθαλμῶν, μὴ ἐπίπαν τῷ κράνει συνεχομένη, ἀλλά τι καὶ παρεμφαίνουσα τοῦ πλοχμοῦ.ῶν δὲ χειρῶν ἡ μὲν λαιὰ τὰ συνεπτυγμένα τῆς ἐσθῆτος ἀνέστελλε, θατέρα δ᾿ ἐκτεινομένη πρὸς κλίμα τὸ νότιον εἶχε καὶ τὴν κεφαλὴν ἠρέμα ἐγκλινομένην ἐκεῖ καὶ τὰς τῶν ὀφθαλμῶν ἐπ᾿ ἴσης τεινομένας βολάς· ὅθεν οἱ μηδὲ τὰς θέσεις τῶν περάτων ὁπωσοῦν ἐπιστάμενοι ἐς ἑσπέραν ἀφορᾶν τὸ ἄγαλμα διετείνοντο καὶ οἷον ἐπισπᾶσθαι χειρὶ τὰ ἐκ δυσμόθεν στρατεύματα, κακῶς κρίνοντες καὶ μὴ πρὸς ἔννοιαν ὀρθὴν τοῖς ὁρατοῖς ἐπιβάλλοντες.

Οἱ μὲν οὖν μετὰ τοιούτων κινημάτων τῆς διανοίας τὸ τῆς Ἀθηνᾶς συνέτριψαν ἄγαλμα, ἢ μᾶλλον τοῖς χείροσιν ἀεὶ προβαίνοντες καὶ καθ᾿ ἑαυτῶν ὁπλῖται γινόμενοι τὴν ἀνδρείας καὶ φρονήσεως ἐπιστάτιν κἀν τοῖς τύποις αὐτοῖς ἀπεώσαντο. οἱ δὲ βασιλεῖς μηδὲν ὅτι μὴ τὴν συλλογὴν τῶν χρημάτων ἔργον ἀσχολίας πάσης εἶχον ἀνώτερον, ἐπεὶ μηδὲ κόρος ἦν παρὰ τοῖς λαμβάνουσι λήψεως, ἀλλ᾿ ὅσον αἱ δόσεις προύβαινον, τοσοῦτον ἐνήκμαζε τὸ φιλόχρυσον. ἀμέλει κἀκ τῶν πολιτῶν φόρων ὠδίνοντο συλλογαί. τούτου δὲ μὴ ὁμαλῶς προχωροῦντος (ὁ γὰρ λεώς, ὅσα καὶ πέλαγος ἀχανὲς καὶ ἀόριστον ἀνέμῳ, τοῖς μὴ θυμήρεσι διαρριπιζόμενον ἐπέφρισσεν εἰς ἀπόστασιν), τῆς μὲν προθέσεως ταύτης ἀπέστησαν, τοῖς δὲ ζαπλούτοις ἐπιλέγδην, ὡς ὑπέβαλλεν ἡ φήμη, ἐπιφυόμενοι ἤμελγον οὐχ ὅσον ἔδει καὶ ὡς ἔσται βούτυρον, ἀλλ᾿ ὅπως ἡ Λατινικὴ γαληνιάσειε βούπεινα. καὶ τὰ χρύσεα δὲ τοῦ Μεγίστου Νεὼ ἔπιπλα βαρυτάλαντα ὄντα καὶ λυχνίαι σὺν αὐτοῖς αἱ ἀργύρεοι, ἀφαιρούμεναι καὶ παραδιδόμεναι πυρί, πρὸς βρῶσιν ἀτεχνῶς προυβέβληντο τοῖς κυσὶ καὶ μῖξις ἦν τῶν ἀμίκτων ἀνόσιος.

Ἀλλὰ καὶ τούτων οὕτω γινομένων καὶ προδήλως ἀνομουμένων οὐδὲν ἐπεραίνετο. ἠβούλοντο γὰρ οἱ τῶν χρημάτων εἰσπράκτορες, τῆς τῶν Ῥωμαίων εὐηθείας κατατρυφῶντες καὶ τῆς τῶν κρατούντων ἠλιθιότητος καταπαίζοντες, τοὺς μὲν τὰς τιμίας ὕλας ἀποφορτίζεσθαι παρ᾿ αὐτοῖς, τοὺς δὲ παρεστάναι ἀχθοφοροῦντας, ἄλλους προσιέναι χρυσαγωγούς, ἐνίους ἐνσκευάζεσθαι πρὸς τὴν ἄφιξιν, καὶ τοῦτο δρᾶσθαι διὰ παντός. ὅθεν τοῖς περὶ τὴν μεγαλόπολιν τρυφηλοῖς χωρίοις καὶ τοῖς ἐν Προποντίδι ἱεροῖς τεμένεσι τοῖς τε λαμπροτάτοις οἰκοπέδοις τῶν βασιλέων παραλλὰξ οἱ στρατηγοὶ ἐφιστάμενοι, καὶ παρὰ θάτερον ἅτερος ὁπλιζόμενοι, ἐσκύλευόν τε τὰ ἐνόντα καὶ αὐτὰ πυρὶ παρεδίδοσαν, φειδόμενοι μηδενὸς παραλίου οἰκοδομήματος οἱ τοῦ καλοῦ ἀνέραστοι κηρεσιφόρητοι βάρβαροι.

Πλεῖστα δὲ κἀν ταῖς ᾐόσι τῆς πόλεως ἐπιπλέοντες συνίστων πόλεμον. καὶ ἦν ἡ νίκη ἀμοιβαδὸν ἐπιμειδιῶσα καὶ Ῥωμαίοις καὶ μὴ τιθεῖσα πάντῃ τὰ τῶν ἐναντίων ἀπρόσμαχα. ὁπόθεν καὶ τὸ δημῶδες τῆς πόλεως ἀνδριζόμενοι ἐνέκειντο τὸν βασιλέα αἰτούμενοι συνάρασθαι σφίσι μετὰ στρατεύματος κατὰ τῆς τῶν πολεμίων ἀντιμαχήσεως, πιστοῖς οὖσι καὶ πατριώταις, εἴπερ μὴ χείλεσι μὲν Ῥωμαίοις προστίθεται, τῇ δὲ καρδίᾳ Λατίνοις προσνένευκεν. ἦσαν δὲ αἱ ἐπαγγελίαι πρὸς μηδὲν ἀνύσιμον προϊοῦσαι· ὅ τε γὰρ Ἀλέξιος ὡπλίσθαι κατὰ Λατίνων μὴ πεφυκὸς ᾤετο καὶ ἀσύμφορον καὶ ὁ τούτου πατὴρ Ἰσαάκιος εἰσῆγε παραίφασιν κενοφωνεῖν τοὺς ἐκ τριόδων ἐᾶν, τοὺς δ᾿ αὐτὸν καταγαγόντας εἰς τὴν πατρίδα τιμῆς τῆς ἀνωτάτω καταξιοῦν.αῖς δὲ γνώμαις ταύταις προσέρρεπον καὶ τὰ τοῦ βασιλείου γένους ἐγκαταλείμματα, ἥλικες ἥλικα τέρποντες τὸν Ἀλέξιον. ἔνιοι δὲ καὶ τοῖς Λατίνοις εἰς ἑταίρους ἀνακραθέντες ὡς ἑώλους ὕθλους τὰς τῶν πολιτῶν ἐντεύξεις παρέτρεχον, τὸν τῶν Λατίνων ἐκτρεπόμενοι πόλεμον ὡς οὐδὲ λέοντα βρυχητίαν ἐλάφων στρατόπεδον.

Μόνος δ᾿ ἐκ πάντων ὁ Δούκας Ἀλέξιος, ὃς ἐκ τοῦ συνεσπάσθαι τὰς ὀφρῦς καὶ οἷον τοῖς ὀφθαλμοῖς ἐπικρέμασθαι πρὸς τῶν συνεφήβων ἐπωνομάζετο Μούρτζουφλος, πλὴν καὶ οὗτος βασιλειῶν καὶ τὴν τῶν πολιτῶν ἐπιτεχνώμενος εὔνοιαν, τὸν κατ᾿ αὐτῶν ἀπεθάρρει πόλεμον, ἀρετῆς τε ὡς μάλιστα ποιούμενος ἔνδειξιν περὶ τὸν λεγόμενον Τρυπητὸν λίθον καὶ τὴν ἐκεῖσε περιαγομένην ἁψῖδα τοῖς δυσμενέσι συμπλέκεται. μηδενὸς δὲ τῶν παρεστώτων ὁμοφύλων ἡγεμόνων, δόξαν οὕτω βασιλεῖ, ἐπαρήξαντος μικροῦ συνείληπτο ἄν· ὅ τε γὰρ ἵππος ἐπὶ γόνυ ὤκλασεν, ᾧ ἐπεκάθητο, καὶ πᾶσα ἡ ξυμβολὴ πρὸς ἕνα ἀπεκρίθη πολέμαρχον, εἰ μὴ τοξότις νεολαία τῆς πόλεως τὰ δυνατὰ παρατυχοῦσα ἐπήμυνε.

Τὸ τοίνυν λαῶδες τῆς πόλεως μηδένα τῆς ἐπὶ Λατίνους ξιφουλκίας συναγωνιστὴν εὑρίσκον καὶ σύμμαχον εἰς ἀποστασίαν οἰδαίνειν ἤρξατο καὶ ὡς λέβης ἐκ πυρὸς κατὰ τῶν κρατούντων ἀτμοὺς ἀνιέναι ὕβρεων καὶ τὴν πάλαι ὕφαλόν τε καὶ ἄγνωστον γνώμην ἐκζέειν πρὸς φῶς. ἦγε μὲν οὖν τότε πέμπτην καὶ εἰκοστὴν ὁ Ἰαννουάριος μὴν τῆς ἑβδόμης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ δωδεκάτου ἔτους· συνδρομῆς δ᾿ ὅτι πλείστης ἐς τὸν Μέγαν γινομένης Νεὼν ἠναγκάζετο καὶ ἡ σύγκλητος ἥ τε τῶν ἀρχιερέων ὁμήγυρις καὶ οἱ τοῦ βήματος λόγιμοι συνελθεῖν ἐκεῖσε καὶ συνδιασκέψασθαί σφισι περὶ τοῦ ἄρξοντος. περὶ τῶν προκειμένων τοίνυν τὸ παριστάμενον εἰπεῖν λιπαρούμενοι, ἐκ μὲν τοῦ εὐθέος ἐπιθέσθαι τοῖς βασιλεῦσι καὶ χειροτονεῖν ἕτερον εἰς ἀρχήν, οὐδὲ τὴν ἀρχὴν ὅλως ἐδοκιμάζομεν ὑποθέσθαι τοῖς συνιοῦσι· καλῶς γὰρ ᾔδειμεν ὡς τὸ μεῖον ὁ προβληθεὶς ἀποίσεται τῇ τε ἄλλῃ καὶ ὅτι τῶν Λατίνων οἱ στρατηγοὶ ἀμφοτέραις καὶ πάλιν ἀνθέξονταί τε τοῦ Ἀλεξίου καὶ περιέξονται. οἱ δὲ λαοὶ χρῆμά τι ὄντες ἀφελὲς καὶ εὐρίπιστον καὶ πλέον τοῦ θεληματαίνειν οὐδὲν ἐπιστάμενοι οὐκέτ᾿ ἔφασκον ὑπ᾿ Ἀγγέλων βούλεσθαι βασιλεύεσθαι, καὶ ὡς οὐκ ἄλλως ὁ σύλλογος ἐκεῖνος διαλυθήσεται, εἰ μή τις τῶν πραγμάτων προστήσεται θυμήρης αὐτοῖς.

Πείρᾳ τοίνυν γνόντες τὸ τῶν ἀνδρῶν ἀμετάθετον ἡσυχάζομεν, ἑαυτοὺς ταλανίζοντες, καὶ πολλὰ τῶν παρειῶν κατελείβομεν δάκρυα, τὸ μέλλον, ὡς εἰκός, προορώμενοι. οἱ δὲ τὸν ἄρξοντα ἐπιμελῶς ἀνεδίφων, καὶ νῦν μὲν τόνδε, νῦν δ᾿ ἐκεῖνον ἐκ τῆς εὐγενοῦς φυταλιᾶς ηὐτοσχεδίαζον αὐτοκράτορα. τέλος δ᾿ ἀπειρηκότες τοῖς ὅλοις τοὺς ὀχλαρχικοὺς καὶ δημοκόπους, ἐνίους δὲ καὶ τοῦ καθ᾿ ἡμᾶς τάγματος στεφηφορήσειν ἀνέπειθον. φεῦ φεῦ, τί τοῦ τότε πειρατηρίου θυμαλγέστερον ἢ ἀχθεινότερον, ἢ τῆς τῶν συνειλεγμένων ἀβελτηρίας γελοιωδέστερόν τε καὶ ἀλογώτερον; τὸ γὰρ „ἱμάτιον ἔχεις· γενοῦ ἡμῶν ἀρχηγὸς” ἦν ὁρᾶν ἀτεχνῶς περαινόμενον. μόλις δὲ καὶ τρίτης ἡμέρας παριππευσάσης νεανίσκον τινὰ συλλαβόντες Νικόλαον τὴν κλῆσιν, Κανναβὸν τὴν ἐπίκλησιν, εἰς βασιλέα χρίουσιν ἄκοντα.

Ὡς δ᾿ Ἀλεξίῳ ταῦτα ἠνώτιστο τῷ ἀνάσσοντι (ὁ γὰρ Ἰσαάκιος ἔκειτο πνέων τὰ λοίσθια, τῶν μακρῶν ἐκείνων προαγγελμάτων τῆς μοναρχίας φρούδων ἐληλεγμένων καὶ ὡς κλινεγέρτου ἀποπτάντων ἐνυπνίου), μετάκλητος τίθεται ὑπ᾿ αὐτοῦ ὁ Βονιφάτιος μαρκέσιος, καὶ περὶ τῶν ἐνεστώτων ἄμφω σκεψάμενοι δεῖν ἔγνωσαν δυνάμεις Λατινικὰς εἰσενεχθῆναι τοῖς παλατίοις, δι᾿ ὧν ἀπόβλητος ἐσεῖται ὁ δημοπρόβλητος καὶ ὁ τοῦτον ἀρχαιρεσιάσας λεώς.

Ὡς δ᾿ ἦν τὰ ἐσκεμμένα ταῦτα πεφωραμένα, τὸν καιρὸν ἁρπάσας ὁ Δούκας ὡς πρὸς ἣν ὤδινεν ἀποστασίαν ἁρμόδιον σὺν τῶν ἐκ τοῦ γένους συχνοῖς καὶ τὸν ἐπὶ τῶν ἀρχικῶν χρυσώνων ὑποποιεῖται θλαδίαν, ἁλωτὸν ἀνθρώπιον τιμῶν ἀναβάσεσι καὶ εὐχείρωτον λήμμασιν. ὁ δὲ τοὺς πελεκυφόρους ἐκκλησιάσας καί σφισι κοινωσάμενος τὴν βασιλέως πρόθεσιν ἐκεῖνα φιλητέα τίθησι κρίνοντας, ὅσα οἱ βουλητέα καὶ Ῥωμαίοις ἀσπάσια. κἀντεῦθεν ἡ τοῦ βασιλέως ὧδέ πως δραματουργεῖται καθαίρεσις.

Πρόσεισιν ὁ Δούκας τῷ βασιλεῖ τῆς νυκτὸς ἀωρὶ (ἐπῳκείωτο γὰρ ὑπὲρ ἅπαντας τιμηθεὶς πρωτοβεστιάριος καὶ τὰ τοῖς πολλοῖς ἑτερόχρωμα καθυποδούμενος πέδιλα) καί φησι περιπαθῶς ὡς οἱ τοῦ αἵματος ἐκείνῳ, ἀλλὰ δὴ καὶ πλεῖστοι τῶν ἀνωνύμων, πρὸ δὲ πάντων τὸ πελέκεσιν ὁπλιζόμενον βάρβαρον πάρεισιν ἐπὶ θύραις ὁρμαῖς μανιώδεσιν, αὐτοχειρὶ αὐτὸν διασπάσοντες ὡς ἤδη τοῖς Λατίνοις ἐκφανθέντα ὁμόνοα καὶ τῆς αὐτῶν ἐξηρτημένον φιλίας. ὁ δὲ πρὸς τὴν ἀκοὴν ταύτην μορμολυχθεὶς καὶ δειχθεὶς ἔκθαμβος ὑποθέσθαι οἱ τὸ πραχθησόμενον λιπαρεῖ. περισχὼν τοίνυν τὸν βασιλέα τῷ κατακεχυμένῳ μέχρι ποδῶν καὶ πλατεῖ ἐπενδύτῃ τοῦ σώματος συνέξεισιν ἐκείνῳ καὶ ἄπεισι δι᾿ ἀφανοῦς τοῖς πλείστοις πυλίδος ἐς τὸ σκήνωμα, ὃ δὴ τῶν βασιλείων εἶχεν ἐντός, ὡς δῆθεν αὐτὸν ῥυσόμενος.

Καὶ βασιλεὺς μὲν ἐπὶ τοῖς οὕτω δρωμένοις μικροῦ καὶ χάριτας ὡμολόγει τῷ Δούκᾳ καὶ τὰ τοῦ Δαυὶδ ὑπέψαλλεν ἄντικρυς ἐπ᾿ αὐτῷ „ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου· ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ.” ὁ δὲ καθ᾿ ἕτερα ψαλτῳδήματα τοῦ Δαυίδ, ἅ φασι „χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά” καὶ „ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ᾿ ὀργὴν δόλους διελογίζοντο,” ταῦτα ἦν μετιών. καὶ παραχρῆμα ὁ μὲν σιδήρῳ τοὺς πόδας ἀσφαλισθεὶς καὶ παραρριφεὶς δεινοτάτῃ παρὰ πάσας εἱρκτῇ ἔθετο οὕτω σκότος ἀποκρυβὴν αὐτοῦ, ὁ δὲ τοῖς βασιλικοῖς κοσμεῖται συμβόλοις.

Τὰ δ᾿ ἐπὶ τούτοις οἱ μὲν τῷ Δούκᾳ προσρύονται καὶ τὰς εἰωθυίας τῷ αὐτοκράτορι προσρήσεις ἀποδιδόασιν, οἱ δὲ τῷ καθημένῳ ἐπὶ νεὼ προσνεύουσι Κανναβῷ, ἀνδρὶ τὸ ἦθος μειλίχῳ καὶ δεξιῷ τὴν γνώμην καὶ στρατηγικῷ τὰ πολέμια. ἐπεὶ δὲ τὰ χείρω ἐπικρατέστερα παρὰ τοῖς Κωνσταντινουπολίταις καὶ μάλιστα (φιλτέρα γὰρ ὑπὲρ τοὺς ὁμογενεῖς ἡ ἀλήθεια), ὁ μὲν Δούκας ἐκραταιοῦτο καὶ ηὔξανεν, ὁ δὲ Κανναβὸς ἀμαυρουμένην εἶχε τὴν αἴγλην κατὰ σελήνην λειψίφωτον. χειροῦται δὲ καὶ πρὸς τῶν ὁπλοφόρων τοῦ Δούκα οὐκ εἰς μακρὸν καὶ εἱρκτῇ παραδίδοται, πρὸς οὐδὲν ἐπαρκέσαντος αὐτῷ τοῦ βασιλευτοῦ λεώ, ἀλλὰ πάντων διασπαρέντων εὐθὺς μετὰ τὴν ἀνάρρησιν.

Τῷ δὲ βασιλεῖ Ἀλεξίῳ δὶς μὲν προύτεινεν ὁ Δούκας ζωῆς κατευνάστριαν κύλικα· ὡς δ᾿ ἦν ὁ μεῖραξ τοῦ φαρμάκου νεανικώτερος ἀντιδότοις χρώμενος λάθρᾳ, δι᾿ ἀγχόνης τὸν τῆς ζωῆς ἐκείνῳ μίτον ἐκτέμνει, ἢ καὶ οὕτως εἰπεῖν, διὰ στενῆς καὶ τεθλιμμένης τῆσδε πορείας τὴν ψυχὴν ἐκείνῳ ἐκθλίβει καὶ ἐς αὐτὸ τοῦ ᾅδου ἐκπυρηνίζει τὸ πέταυρον, βασιλεύσαντι μῆνας ἓξ σὺν ἡμέραις ὀκτώ.


ΒΑΣΙΛΕΙΑ ΑΛΕΞΙΟΥ ΤΟΥ ΔΟΥΚΑ ΤΟΥ ΚΑΙ ΜΟΥΡΤΖΟΥΦΛΟΥ

Ὡς οὖν καθαρῶς εἰς Δούκαν ἡ βασιλεία μετακεκύβευτο, ὁ μὲν ὤδινε πραγμάτων μεταβολὰς καὶ τὸ πᾶν ἀνακυκήσειν ἐσκέπτετο, σοφισματίας ὢν τὸ ἦθος καὶ τὸν τρόπον φρονηματίας, καὶ τὸ κρυψίνουν ἀγχίνουν οἰόμενος, ἐπὶ πᾶσι καὶ τὸν εὐεργέτην ἐς τοὺς Μέτωνος αἰῶνας ἀναδυόμενος ἐκ τοῦ μὴ κρίνειν, ὡς ἔλεγε, βασιλικὸν τὸ αὐτόματον καὶ ἀνάκριβες ἐν ταῖς πράξεσι, τὸ δὲ περιεσκεμμένον καὶ χρόνιον. πρὸς δὲ τὰς τοιαύτας γνώμας ὡρμᾶτο μὲν καὶ αὐτόθεν, οὐδὲν ἐκεῖνον λεληθέναι τῶν δεόντων ἰσχυριζόμενος, ἀλλὰ πᾶσι πεφυκέναι πράγμασιν, εἶχε δὲ καὶ συνερίθου σκίασμα ἰσχνὸν παρεπόμενον τὸν κηδεστὴν Φιλοκάλην, ὃν οὐχ ἑτέρως ἔχων ἐπὶ τοῦ ἄκρου στῆσαι τῆς συγκλήτου βατῆρος, ἡμᾶς μὲν ἀπ᾿ οὐδεμιᾶς εὐσχήμονος προφάσεως τοῦ τοῖς σεκρέτοις λογοθετεῖν παραλέλυκεν, ἐκεῖνον δ᾿ ἀντιπροβέβληκεν. ἀμελέτητος δ᾿ ὢν ὁ ἀνὴρ ὅδε τοῦ ἑαυτὸν εἰδέναι παντάπασιν, ὑπὸ τῆς ἄγαν φιλοτιμίας τῶν ὑπὲρ τὸ καθῆκον σφαλερῶς ἐφιέμενος, τὸ μὴ σύνθρονος εἶναι τῶν ἐν τιμαῖς ἐνίοις ὑπενόθευε ποδάγραν σχηματιζόμενος, ὡς εἴπερ συνδιέρρεε ταῖς πτέρναις τὸν νοῦν κἀντεῦθεν ἀλλοφρονέων ὀλιγώρως εἶχε τοῦ δέοντος.

Ἀλλὰ καὶ τοὺς βασιλείους θησαυροὺς οὐκ ἐπιχειλεῖς οὐδ᾿ ἡμιδεεῖς, ἀλλ᾿ ἐν στενῷ πάντῃ ἀπειλημμένους ὁ ἄρξας Δούκας εὑρὼν θερίζων ἦν, ἔνθα οὐκ ἔσπειρε, καὶ συνάγων ὅσα οὐ διεσκόρπισεν, ἐτάσεσι βαρείαις ὑπάγων τοὺς τὰς μεγίστας ὑπ᾿ Ἀγγέλων ἀνεζωσμένους πρώην ἀρχὰς καὶ μεταρσιωθέντας εἰς ὕψος σεβαστοκράτορσι καθῆκον καὶ καίσαρσι καὶ πρὸς τὰς κοινὰς ἀποκτώμενος χρείας ὁπόσα ἐνθένδε συνέλεγε χρήματα.

Ἀπειροκάλως δ᾿ ἔχων τῆς τῶν Λατίνων ἀντιμαχήσεως κατὰ τοῦτο τὸ μέρος πάντων ἐπρώτευε· τά τε γὰρ παράλια τείχη τῆς πόλεως διὰ δοκάνων ἀνύψωσε καὶ τὰς χερσαίας πύλας τειχισματίοις διείληφε καὶ τὴν στρατιὰν ἀνεζωπύρει τῷ καθ᾿ ἑαυτὸν ὑποδείγματι. ἐν πολλοῖς δὲ καὶ αὐτὸς ξίφος διαγκοινιζόμενος καὶ χαλκήρει κορύνῃ καθοπλιζόμενος τοῦτο μὲν τὰς τῶν ἐναντίων ἀνέκοπτεν ἐκδρομάς, τοῦτο δὲ τοῖς σποραδικῶς ἐξιοῦσιν εἰς πορισμὸν τῶν σιτίων ἐφιστάμενος ἦν αὐτεπάγγελτός τε καὶ αὐτενέργητος.

Ἀμέλει διὰ ταῦτα τοῖς πολίταις ἠσπάζετο, εἰ καὶ ὕποπτος ἦν τὰ πολλὰ καὶ ἀσύμβατος τοῖς ἐξ αἵματος· ἅτε γὰρ ἐντραφέντες βλακείᾳ καὶ μαλακίᾳ συνανδρωθέντες, ἀναγωγικὴν αὐστηρίαν καὶ δίαιταν σώφρονα περιιστάμενοι ὡς τὰ κεκρατημένα σώματα νοσοκόμησιν, ἐτραχηλίων καὶ ἐσκληρύνοντο. τὴν τοῦ Δούκα τοίνυν ἐπίπληξιν καὶ ἐμβρίμησιν (ἦν γὰρ καὶ φύσει κοῖλος καὶ βαρὺς τὴν φωνὴν καὶ τὸν φάρυγγα βραγχιῶν) ὅσα καὶ γεῦσιν πολύποδος ὠμοῦ ἢ ἑλλεβόρου τράπεζαν εἴτε μὴν ταυρείου αἵματος κέρασμα ἐκτρεπόμενοι τὴν τούτου καταστροφὴν ἐπιστροφὴν ᾤοντο θεϊκήν.

Ἀμέλει καὶ Βαλδουίνου τοῦ τῆς Φλάντρας κόμητος τὰ περὶ τὸν Φιλέα κείροντος μέρη κἀκεῖθεν φόρους συλλέγοντος, ἔξεισι κατ᾿ αὐτοῦ βασιλεύς. ὡς δ᾿ οἱ μὲν ἀπιόντες, οἱ δ᾿ ἐκ τοῦ πολεμίου στίφους ἀναζευγνύντες ἀλλήλοις συνέμιξαν, Ῥωμαῖοι μὲν δέει ξυνέχονται καὶ συντόνου φυγῆς ἔχονται, περιλειφθεὶς δὲ μόνος ὁ βασιλεὺς αὐτός τε μικροῦ παραπώλετο καὶ ἡ τῆς θεομήτορος εἰκών, ἣν οἱ βασιλεῖς Ῥωμαίων ποιοῦνται συστράτηγον, τοῖς ἐναντίοις ἑάλωκεν.

Ἦν δ᾿ οὐ μόνον ταῦτα δεινά, ἀλλά γε καὶ τὰ ἐλπιζόμενα πολὺ χείρω καὶ χαλεπώτατα· ἐν γὰρ τοῖς μείζοσι τῶν πλοίων φρικώδεις πάλιν κλίμακες ἐτεκταίνοντο καὶ μηχαναὶ παντοῖαι κατεσκευάζοντο σημαῖαί τε ἐπὶ τούτων ἠνέμωντο καὶ τοῖς εἰς αὐτὰς ἀνιοῦσιν ἐπὶ τῷ μάχεσθαι δωρεαὶ προυτείνοντο μέγισται.

Καὶ τὰ μὲν τῶν δεινῶν ἐκινεῖτο, τὰ δὲ ὠδίνετο, τὰ δ᾿ ἤμελλεν· ἠλόγηντο δὲ καὶ οἱ περὶ φιλίας λόγοι καὶ παντάπασι κατημέληντο. μᾶλλον δὲ καὶ τούτους πονηροί τινες Τελχῖνες πολλάκις συνέχεον· ὁ γὰρ δοὺξ Βενετίας Ἐρίκος Δάνδουλος ὁμιλῆσαι περὶ σπονδῶν ἑλόμενος βασιλεῖ, νῆα εἰσιὼν τριήρη περὶ ταῖς ἀκταῖς προσίσχει τοῦ Κοσμιδίου. ὡς δ᾿ ἔφιππος ἐκεῖσε καὶ βασιλεὺς ἀφίκετο, ἀντεκοινοῦντο μὲν ἀλλήλοις τὰ πρὸς εἰρήνην ῥήματα μηδενὶ τῶν ἄλλων τὴν σπουδὴν χαριζόμενοι. καὶ ἦσαν τὰ παρὰ τοῦ δουκὸς Βενετίας καὶ τῶν λοιπῶν στρατηγῶν αἰτούμενα χρυσίου πεντήκοντα κεντηνάρια ἐκ τοῦ αὐτίκα μάλα καταβληθησόμενα καὶ συμφωνίαι τινὲς ἐπ᾿ αὐτοῖς, ἀποκναίουσαί τε καὶ δυσπαράδεκτοι τοῖς γευομένοις ἐλευθερίας καὶ εἰωθόσιν ἐπιτάσσειν, οὐκ ἐπιτάσσεσθαι, καὶ Λακωνικαὶ βαρεῖαι κρινόμεναι μάστιγες, οἷς δ᾿ αἰχμαλωσίας πρόκειται κίνδυνος καὶ πάνδημος ἀνέρρωγεν ὄλεθρος, τὸ μέν τι πρώην, τὸ δὲ καὶ ὑπογυίως ἀναστομούμενος, ἀνεκταὶ πάντως μηδὲ παντάπασιν ἀχθειναί. ἐν ᾧ δὲ τὰ πρὸς εἰρήνην εἰς διάλεξιν προύκειντο, ἱππικαὶ Λατινικαὶ δυνάμεις ἐξ ὑπερδεξίων αἴφνης ἀναφανεῖσαι ἡνίοις ὅλοις τῷ βασιλεῖ ἐπιτίθενται, ὡς μόλις μὲν ἐκεῖνον παρερύσαντα τὸν ἵππον διεκφυγεῖν τὸν κίνδυνον, τῶν δὲ συνόντων χειρωθῆναί τινας· τὸ γὰρ ἄκρον τῆς ἐκείνων πρὸς ἡμᾶς ἀπεχθείας καὶ τὸ ὑπερβάλλον τῆς ἐπ᾿ ἐκείνους ἡμῶν διχονοίας οὐδεμίαν ἑκατέροις παρεισῆγε ῥοπὴν φιλάνθρωπον.

Τὰ δ᾿ ἐπὶ τούτοις ἀποσαλεύονται τῶν ἠιόνων τὰ μέγιστα τῶν ἀντιπάλων σκαφῶν, ἐφ᾿ ὧν αἱ κλίμακες εὐτρεπεῖς καὶ ὅσα τῶν ὀργάνων πρὸς τειχομαχίαν ἡτοίμασται καὶ ὡς ἐπὶ ζυγοῦ κατατείναντος ἐπὶ τὴν πρὸς τὰ τείχη μεταβαίνουσι πλάστιγγα, καὶ διειλήφασι τὸν χῶρον, ἐς τὸ ἀποχρῶν ἀλλήλων διιστάμενα, ὃς ἐκ τῆς τοῦ Εὐεργέτου μονῆς ἐς τὰ ἐν Βλαχέρναις ἀνάκτορα γραμμικῶς ἐκμηκίζεται, ἐμπεπυρισμένος ὢν καὶ ἀνεσκαμμένος τὰ ἔνδον οἰκόπεδα καὶ παντὸς ἐψιλωμένος ἡδέος θεάματος. ὅπερ ἰδὼν ὁ Δούκας, δρῶν καὶ αὐτὸς τοῖς πολεμίοις ἀντίθετα, τὴν βασίλειον αὐλαίαν προσετετάχει διαταθῆναι κατὰ τὸν ἐν τῇ μονῇ τοῦ Παντεπόπτου κολωνόν, ὅθεν ἦσαν ὁραταὶ μὲν αἱ νῆες αἱ πολεμιστήριοι, καταφανῆ δὲ τὰ παρὰ τῶν ἐν ταύταις δρώμενα.

Ὡς δ᾿ ἐπέφωσκεν ἡ ἐνάτη τοῦ Ἀπριλλίου μηνὸς τῆς ἑβδόμης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ δωδεκάτου ἔτους, τὰ μὲν πλοῖα καὶ οἱ δρόμωνες τοῖς τείχεσι προσπελάζουσι, θαρσαλέοι δέ τινες πολεμήτορες ἐπανίασι τὰς κλίμακας καὶ βέλη παντοῖα κατὰ τῶν ἐν τοῖς πύργοις ἠφίεσαν. ὅλην μὲν οὖν ἐκείνην τὴν ἡμέραν μάχη τις ἐνειστήκει στονόεσσα, ἦν δέ πως τὰ Ῥωμαίων ἐπικρατέστερα· αἵ τε γὰρ κλιμακοφόροι νῆες σὺν τοῖς ἱππαγωγοῖς δρόμωσιν ἄπρακτοι τῶν τειχῶν ἀπεκρούσθησαν καὶ τὰ τῶν λίθων ἐκ τῆς πόλεως ἀφετήρια πλείστους ὅσους διέφθειραν.

Ἀνοχευσάμενοι δ᾿ οὖν οἱ πολέμιοι τὴν μετ᾿ ἐκείνην ἡμέραν καὶ τὴν ἐφεξῆς κυριώνυμον, τῇ ὑστεραίᾳ πάλιν τῇ πόλει προσπλέουσι καὶ ταῖς ᾐόσι προσίσχουσιν, ἥτις ἦν δωδεκάτη μὲν τοῦ Ἀπριλλίου μηνός, δευτέρα δὲ τῆς ἕκτης ἑβδομάδος τῶν νηστειῶν. μέση μὲν οὖν ἡμέρα, καὶ κατίσχυον τὰ ἡμέτερα, κἂν ἡ ἀκμὴ τοῦ κακοῦ ἰσχυροτέρα τις ἦν καὶ δριμυτέρα τῆς πρότριτα· ἐπεὶ δὲ ἔδει δούλιον ζυγὸν ὑποδῦναι τὴν τῶν πόλεων πασῶν ἄρχουσαν, ἐν κημῷ τε καὶ χαλινῷ τὰς σιαγόνας ἡμῶν ἄγξαι θεὸς ἐδικαίωσεν, ὅτι καὶ πάντες ἐξέστημεν ἱερεὺς ὁμοῦ καὶ λαὸς ὡς ἵππος θρασαύχην τε καὶ δυσχάλινος, ἐκ τῶν κλιμάκων μιᾶς, ἥτις ἄγχιστα ἦν τῶν Πετρίων καὶ βασιλέως ἔναντι διεπονεῖτο, ἄνδρες δύο παραδόντες ἑαυτοὺς τῇ τύχῃ πρῶτοι τοῦ ἑταιρικοῦ ἐς τὸν κατ᾿ ὄψιν πύργον καταπηδῶσι καὶ διασοβοῦσι τὸ ἐκεῖσε Ῥωμαίοις φυλακικὸν συμμαχικόν, ἐκ δὲ τούτου διασείσαντες τὴν χεῖρα ἄνωθεν οἷον σύμβολον χαρᾶς καὶ θάρσους τοὺς φυλέτας ἐπέρρωσαν. ἐξίσου δὲ τοῖς εἰς τὸν πύργον ἁλαμένοις καί τις ἐκ τῆς ἱππάδος Πέτρος τοὔνομα διὰ τῆς πύλης εἴσεισι τῆς ἐκεῖσε, ὅλας φάλαγγας κλονῆσαι κρινόμενος ἱκανώτατος καὶ τὴν ἀναδρομὴν τοῦ σώματος ὡς γίγας μικροῦ προφαινόμενος ἐννεόργυιος καὶ αὐτὸν δὲ τὸν κάσιν τῆς κεφαλῆς διεσκευασμένον ἔχων κατὰ πόλιν πυργόεσσαν. οὐδὲ κόρυθος τοίνυν μέτωπον ἑνὸς ἀνδρὸς ἱππαστοῦ, καταπληκτικοῦ τὸ εἶδος, ἀξιοθεάτου τὸ μέγεθος, οἱ περὶ τὸν βασιλέα τῷ γένει διάσημοι καὶ τὸ λοιπὸν στράτευμα κατιδεῖν ἐνεγκόντες ἀγαθὸν τοῦ σώζεσθαι φάρμακον τὴν ἐθάδα φυγὴν ὑπειλήφασιν, ὥσπερ εἰς μίαν ἑνισθέντες τε καὶ συντακέντες ἀγεννῆ ψυχήν, ὅθεν εἰς δειλίαν τῶν ὀχυρωμάτων αὐτοῖς τεθειμένων (ἐπὶ γὰρ γηλόφων ὀρθίων ἵσταντο) κατὰ χιλίους ὑφ᾿ ἑνὸς ἐδιώκοντο· καὶ ταῖς χερσαίαις Χρυσέαις πύλαις ἐπιστάντες τῆς πόλεως τὸ νεόδμητον ἐκεῖσε κατασπῶσι τεῖχος ἐκτρέχουσί τε καὶ διασκίδνανται, ὡς ὄφελόν γε τὴν ἐς βάραθρον καὶ πανώλειαν βαδιούμενοι. οἱ δὲ πολέμιοι μηδενὸς εἰς χεῖρας ἰόντος διαθέουσι πολλαχῇ καὶ τὰ ξίφη σπῶσι καθ᾿ ἡλικίας πάσης καὶ γένους παντός, οὐχ εἷς ἑνὶ συνημμένοι καὶ κατὰ σύνταξιν πλείους ἀλληλουχούμενοι, ἀλλὰ διεκκεχυμένοι σποράδες ὡς ἤδη παρὰ πᾶσιν ἐπιφοβώτατοι.

Ἑσπέρας δὲ τῷ πυρὶ παραδόντες τὰ πρὸς ἕω καὶ ἔτι πρόσω μικρὸν τῆς τοῦ Εὐεργέτου μονῆς, ὃ καὶ κατενεμήσατο τὰ πρὸς θάλασσαν ἐκεῖθεν ἐπικλινῆ καὶ μέχρι τῶν Δρουγγαρίου καταλήγοντα μέρη τῆς πόλεως, ἐπαναλύουσιν αὖθις καὶ περὶ τὴν μονὴν τοῦ Παντεπόπτου στρατήγιον βάλλουσι, τὴν βασίλειον ἐσκυλευκότες σκηνὴν καὶ αὐτῶν τῶν ἐν Βλαχέρναις ἀρχείων ἀπραγμόνως τε καὶ ἐξ ἐφόδου κεκρατηκότες.

Ὁ δὲ βασιλεὺς τῇδε κἀκεῖσε τῶν τῆς πόλεως περιιὼν στενωπῶν ἐπεχείρει μὲν συνιστᾶν καὶ διακροτεῖν πρὸς σύνταξιν τὸν εἰκῇ περιφοιτῶντα λαόν· οἱ δ᾿ οὔτ᾿ ἐπείθοντό οἱ ἐπιρρωννύοντι, οὔθ᾿ ὑπήκουον ἐπιθαρρύνοντι, ἀλλ᾿ ἀπογνώσεως πᾶσιν αἰγὶς ἐπεσέσειστο.

Καὶ ἵνα τῷ λόγῳ προβιβάσω τὸ λεῖπον, κέκλικεν ἡ ἡμέρα καὶ ἡ νὺξ προύκοπτε, καὶ τῶν μὲν ἀστυπόλων ἕκαστος ἐνεπόνει τῇ μεταθέσει καὶ καταχώσει τῶν οὐσιῶν, ἦσαν δ᾿ οἷς ᾑρέτιστο καὶ ἡ ἐκ τῆς πόλεως ἄπαρσις, καὶ ὡς ἑκάστοις προυχώρει σώζεσθαι ἠπείγοντο.

Ἰδὼν τοίνυν ὁ Δούκας ὡς οὐδὲν ὠφελεῖ, καὶ δεδιὼς ἅμα μὴ συλληφθείη καὶ ὡς ὄψον ἢ ἐπιτράγημα ταῖς γνάθοις τῶν Λατίνων προκείσεται, εἴσεισιν ἀρχεῖον τὸ μέγιστον. καὶ δὴ τὴν βασίλισσαν Εὐφροσύνην τὴν τοῦ βασιλέως Ἀλεξίου γυναῖκα καὶ τὰς ταύτης θυγατέρας λεμβαδίῳ ἐνθέμενος, ὧν ἔρωτι μιᾶς προκατείληπτο πολυομίλητος ἐκ πρώτης τριχὸς καὶ ῥυηφενὴς εἰς κοίτας δεικνύμενος καὶ δύο κουριδίους ἀλόχους παρὰ δίκην ἀποπεμψάμενος, τῆς πόλεως ἔξεισι, βασιλεύσας μῆνας δύο καὶ ἡμέρας ἓξ πρὸς ταῖς δέκα.

Τοῦ δὲ βασιλέως οὕτω μεταναστεύσαντος νεανιῶν ξυνωρὶς νηφαλίων τε καὶ ἀρίστων τῇ κατὰ πόλεμον δεξιότητι, ὁ Δούκας οὗτοι καὶ ὁ Λάσκαρις, ἀμφοῖν δ᾿ ἡ κλῆσις ὁμώνυμος τῷ ἀρχηγῷ τῆς πίστεως βασιλεῖ, ὡς περὶ νηὸς χειμαζομένης διαφέρονται τῆς ἀρχῆς, τύχης βράβευμα καὶ φορᾶς ἀλογίστου πέττευμα τὸ μέγιστον ὁμοῦ καὶ περίπυστον χρῆμα τὴν τῶν Ῥωμαίων βασιλείαν ὁρῶντες προκείμενον. εἱστήκεισαν οὖν ἀμφήριστοι τὸν Μέγαν εἰσιόντες Νεών, ἁμιλλώμενοί τε ἀλλήλοις καὶ παραβαλλόμενοι, μηδὲν δὲ πλέον ἢ ἔλαττον ἔχοντες, ἀλλὰ τῆς ἴσης ῥοπῆς ἀξιούμενοι, ὅτι μηδ᾿ ἦν ὁ ἀπελέγχων ἢ ἐπικρίνων ἑκάτερον.

Ἐκ δὲ κλήρου τὸ πρωτεῖον εἰληφὼς ὁ Λάσκαρις τὰ μὲν τῆς βασιλείας οὐ προσίεται σύμβολα, συνεξιὼν δὲ τῷ πατριάρχῃ κατὰ τὸ Μίλιον οὐκ ἀνίει παραινῶν τοῖς συνιοῦσι καί σφας ὑποθωπεύων εἰς ἀντιμάχησιν. ἀλλὰ καὶ τοὺς σείοντας ἐξ ὤμων τὰ ἀρεϊκὰ σιδήρια ἐς τὸν προκείμενον ἀγῶνα πέμπων ἐπώτρυνε, μὴ χρῆναι λέγων Ῥωμαίων ἔλαττον ἐκείνους τὸ ἀπολωλέναι δεδιέναι, εἰ πρὸς γένος ἕτερον τὰ Ῥωμαίων μεταρρέψουσι πράγματα· οὐ γὰρ μισθοφορήσουσιν ἔτι ἁδρῶς, οὐδὲ γέρα περιώνυμα τῆς βασιλέων φυλακῆς ἀπολήψονται, ἀλλ᾿ ἐν αἴσῃ καρὸς τετάξονται. καὶ ὁ μὲν πρὸς τούτοις ἦν· ὡς δ᾿ οὔτε τοῦ λεώ τις τῶν φωνῶν ἐπεστρέφετο, καὶ αὐτὸ δὲ τὸ πελεκυφόρον ἐπὶ μισθῷ τὴν σύναρσιν ἐπηγγέλλετο, ἐμπορίας καιρὸν ὑπούλως καὶ ἐπικλόπως τὴν ἀκμὴν τοῦ κινδύνου τιθέμενον, ἤδη δὲ καὶ κατάφρακτοι Λατινικαὶ προυφαίνοντο φάλαγγες, ἐκεῖθεν μεθίσταται καὶ τὸ σωθῆναι φυγῇ διατίθησιν.

Οἱ δὲ πολέμιοι μηδένα παρὰ δόξαν ὁρῶντες ἰθυμαχοῦντα ἢ ἀντεγχειροῦντα καὶ ὁπλιζόμενον, ἀλλ᾿ εὔοδα τὰ ἐν ποσίν, εὔκολα τὰ ἐν χερσί, τὰ ἐν στενωποῖς εὐδιάβατα, τὰ ἐν τριόδοις ἀπρόσκοπα, ἀπὸ πολέμων ἀσφάλειαν, ἀπὸ πολεμίων ὠφέλειαν, τύχης τινὸς εὐμενοῦς προαγούσης καὶ συλλαμβανούσης πάντας σφίσι προσυπαντᾶν μετὰ σταυρικῶν σημείων καὶ σεπτῶν ἐκτύπων Χριστοῦ, ὡς ἐν πανηγύρεσιν εἴθισται καὶ πομπαῖς, οὐ πρὸς τὴν ὄψιν τῶν ὁρωμένων τὴν τῆς ψυχῆς μεταμορφοῦσι κατάστασιν, οὐδὲ μέχρι χειλέων ὑπεμειδίασαν, οὐδὲ ἡ ἄελπτος ἐκείνη θέα τὸ στυγνὸν καὶ μανιῶδες βλέμμα καὶ ὅρμημα ἐς εἰκόνα μετέχρωσεν ἱλαρότητος, ἀλλ᾿ ἐπρονόμευον ἀδεῶς, ἀλλ᾿ ἐσκύλευον ἀναιδῶς, ἐκ τῶν ὀχημάτων πρώτως ἀρξάμενοι, οὐ τὰ τῶν πολλῶν μόνον χρήματα, ἀλλ᾿ ἤδη καὶ τὰ τῷ θεῷ ἀνακείμενα, ξιφηφόροι πάντες, οἱ δὲ καὶ σκεπαστηρίοις ὅπλοις τοὺς πρὸς σάλπιγγα ἐγειρομένους ἵππους ἑαυτῶν περιφράττοντες.

Τί δ᾿ ἂν πρῶτον, τί δ᾿ ἔπειτα, τί δ᾿ ὑστάτιον καταλέξαιμι τῶν τηνικαῦτα τολμωμένων παρὰ τῶν παλαμναίων ἐκείνων ἀνδρῶν; ὤ μοι τῆς ἀτίμου τῶν προσκυνητῶν εἰκόνων κατεδαφίσεως καὶ τῆς τῶν λειψάνων τῶν ὑπὲρ Χριστοῦ παθόντων κατὰ τόπων ἐναγῶν ἀκοντίσεως. τὸ δὲ φρικῶδες καὶ ἀκουόμενον, ἦν ὁρᾶν τὸ θεῖον αἷμα καὶ σῶμα Χριστοῦ κατὰ γῆς χεόμενον καὶ ῥιπτόμενον. οἱ δὲ τὰ τιμαλφῆ δοχεῖα τούτων διαρπάζοντες τὰ μὲν διέθραυον καὶ τοὺς ἐγκειμένους κόσμους ἐνεκολπίζοντο, τὰ δὲ εἰς σίτων κανᾶ καὶ οἴνων κεράσματα ταῖς ἑαυτῶν τραπέζαις παρέφερον, οἱ τοῦ Ἀντιχρίστου πρόδρομοι καὶ τῶν προσδοκωμένων πανασεβῶν πράξεων ἐκείνου πρωτουργοὶ καὶ προάγγελοι. ἀτεχνῶς τοίνυν ὑπὸ τοῦδε τοῦ γένους ὡς πάλαι ποτὲ καὶ τότε ἀπημφιάζετο Χριστὸς καὶ ὑβρίζετο, καὶ μερισμοὶ καὶ κλῆροι τῶν αὐτοῦ ἱματίων ἐγίνοντο, καὶ μόνον οὐ λογχευόμενος τὴν πλευρὰν θεορρύτου ῥύακας αἵματος εἰς γῆν καὶ πάλιν ἀπέσταζε.

Τὰ δ᾿ ἐπὶ Νεὼ τοῦ Μεγίστου ἠσεβημένα οὐδ᾿ ἀκοαῖς εἰσιν εὐπαράδεκτα. ἡ μὲν θυωρὸς τράπεζα, τὸ ἐκ πασῶν τιμίων ὑλῶν σύνθεμα συντετηγμένων πυρὶ καὶ περιχωρησασῶν ἀλλήλαις εἰς ἑνὸς ποικιλοχρόου κάλλους ὑπερβολήν, ἐξαισίου τῷ ὄντι καὶ ἀξιαγάστου παρ᾿ ἔθνεσιν ἅπασι, κατετεμαχίσθη καὶ διεμερίσθη τοῖς σκυλευταῖς, ὥσπερ καὶ πλοῦτος ἅπας ὁ ἱερός, ὁ τοσοῦτος τὸ πλῆθος καὶ τὴν ἀγλαΐαν ἀπέραντος. δεῆσαν δ᾿ ἐκκομισθῆναι καθά τινα σῦλα τὰ παναγῆ σκεύη καὶ ἔπιπλα, τὰ τὴν χάριν καὶ τὴν τέχνην ἄμαχα καὶ τὴν ὕλην σπάνια, ἀλλὰ δὴ καὶ τὸν δοκίμιον ἄργυρον, ὃς τὸν τοῦ βήματος θριγκὸν καὶ τὸν οἷον ἐκπλῆξαι ἄμβωνα καὶ τὰς πύλας περιήμπισχε καὶ εἰς παμπόλλους ἄλλους κόσμους περιετέτηκτο, χρυσῷ περιτρεχόμενος ἅπας, ἡμίονοί τε καὶ ὑποζύγια σεσαγμένα μέχρι τῶν ἀδύτων εἰσήγοντο τοῦ νεώ, ὧν ἔνια διωλισθηκότα μηδ᾿ ἐπὶ ποδῶν στῆναι δυνάμενα διὰ τὴν τῶν ἐπιπέδων λίθων στιλπνότητα μαχαίραις ἐξεκεντήθησαν, ὡς ἐκ τῆς τῶν χολάδων κόπρου καὶ τοῦ προχυθέντος αἵματος τὸ θεῖον μολυνθῆναι δάπεδον. ἀλλὰ καὶ γυναικάριον σεσωρευμένον ἁμαρτίαις, Ἐριννύων ζάκορον, δαιμόνων πρόσπολον, ἀρρήτων τε γοητειῶν καὶ ἐπιρρήτων ἐπῳδῶν ἐργαστήριον, καταστρηνιᾶσαν Χριστοῦ, ἐπὶ τοῦ συνθρόνου καθῖσαν κεκλασμένον ἀφῆκε μέλος καὶ πολλάκις περιδινηθὲν εἰς ὄρχησιν τὼ πόδε παρενεσάλευσε.

Καὶ οὐ ταῦτα μὲν ἠνομεῖτο οὕτως, ἄλλα δ᾿ οὔ, ἢ ἐκεῖνα μὲν ἐπὶ πλέον, εἰς δ᾿ ἔλαττον ἕτερα, ἀλλ᾿ ὁμοθυμαδὸν πάντα παρὰ πάντων ἀνωσιουργεῖτο τὰ παναθέμιτα. πάνυ δ᾿ ἂν ἐφείσαντο γυναικῶν εὐλαβῶν καὶ κορίων ἐπιγάμων ἢ τῶν θεῷ ἀνακειμένων καὶ παρθενεύειν ἑλομένων οἱ κατὰ τῶν θείων οὕτω λυττήσαντες; ἐπὶ πᾶσιν ἐργῶδες ἦν καὶ δυσμήχανον τὸ μειλίξασθαι λιταῖς ἢ ὁπωσοῦν εὔνουν θέσθαι τὸ βάρβαρον, οὕτω μὲν εὐπαρόξυντον ὄν, οὕτω δ᾿ ἐρευξίχολον ἀκριβῶς καὶ πρὸς πᾶσαν ἀκοὴν ἀθέλητον. πάντα δ᾿ ἐκρίνετο θυμοῦ ὑπεκκαύματα καὶ ἄνοιαν ὠφλίσκανε καὶ γέλων. καὶ ὡς τὴν γλῶτταν ἀταμίευτος ἐπεπλήττετο, ἐν πολλοῖς δὲ καὶ τὸ παραξιφίδιον εἶχεν ἐπ᾿ αὐτὸν σπώμενον ὁ καὶ μικρὸν ἀντειπὼν ἢ πρὸς τὰ θυμήρη σφίσιν ἀναδυόμενος.

Ὅθεν ἦν εἰς πόνον ἅπασα κεφαλή, ἐν στενωποῖς θρῆνοι καὶ οὐαὶ καὶ κλαυθμοί, ἐν τριόδοις ὀδυρμοί, ἐν ναοῖς ὀλοφυρμοί, ἀνδρῶν οἰμωγαί, γυναικῶν ὀλολυγαί, ἑλκυσμοί, ἀνδραποδισμοί, διασπασμοὶ καὶ βιασμοὶ σωμάτων συναφῶν πρότερον. οἱ τῷ γένει σεμνοὶ γυμνοὶ περιῄεσαν, οἱ τῷ γήρᾳ γεραροὶ γοεροί, οἱ πλούσιοι ἀνούσιοι. οὕτως ἐν πλατείαις, οὕτως ἐν γωνίαις, οὕτως ἐν τεμένεσιν, οὕτως ἐν καταδύσεσιν· οὐδὲ γὰρ ἦν τις τόπος ἀνεξερεύνητος ἢ ἀσυλίαν τοῖς προσρυομένοις διδούς.

Χριστὲ βασιλεῦ τῆς τότε θλίψεως καὶ συνοχῆς τῶν ἀνθρώπων. ὁ δ᾿ ἦχος ὁ θαλάττιος, ὁ δὲ τοῦ ἡλίου σκοτασμὸς καὶ ἡ ζόφωσις, ἡ δὲ τῆς σελήνης εἰς αἷμα μεταστροφή, οἱ δὲ τῶν ἀστέρων ἔξεδροι, ὅπῃ καὶ ὅπως οὐ τὰ τελευταῖα ταῦτα κακὰ προεσήμαναν; καίτοι τὸ βδέλυγμα τῆς ἐρημώσεως τεθεάκαμεν ἑστὼς ἐν τόπῳ ἁγίῳ καὶ πορνικὰ στρογγυλίζον λογάρια καὶ τἆλλα, κἂν μὴ ἐπίπαν, ἀλλ᾿ ἐκ τοῦ δήπουθεν μεταβάντα πρὸς τὸ ἀντίστροφον, ὅσα παρὰ Χριστωνύμοις σεμνὰ καὶ τὸν τῆς πίστεως λόγον ἐξευγενίζοντα.

Τοιαῦθ', ὡς ἐκ πολλῶν βραχέα δοῦναι τῇ ἱστορίᾳ, οἱ ἐξ ἑσπέρας στρατοὶ κατὰ τῆς Χριστοῦ κληρονομίας παρηνομήκασιν, ἐπ᾿ οὐδενὶ τῶν ὅλων τὸ φιλάνθρωπον ἐνδειξάμενοι, ἀλλὰ πάντας ἀποξενώσαντες χρημάτων καὶ κτημάτων, οἰκημάτων τε καὶ ἐσθημάτων, καὶ μηδενὸς τῶν πάντων μεταδόντες τοῖς ἔχουσι. ταῦτα ὁ χαλκοῦς αὐχήν, ἡ ἀλαζὼν φρήν, ἡ ὀρθὴ ὀφρύς, ἡ ἀεὶ ξυριῶσα καὶ νεανισκευομένη παρειά, ἡ φιλαίματος δεξιά, ἡ ἀκροχολῶσα ῥίν, ὁ μετέωρος ὀφθαλμός, ἡ ἄπληστος γνάθος, ἡ ἄστοργος γνώμη, ἡ τορὴ καὶ τροχαλὴ λαλιὰ καὶ μόνον οὐκ ἐπορχουμένη τοῖς χείλεσι, μᾶλλον δὲ οἱ παρ᾿ ἑαυτοῖς ἐπιστήμονες καὶ σοφοί, οἱ εὔορκοι καὶ φιλαλήθεις καὶ μισοπόνηροι καὶ τῶν Γραϊκῶν ἡμῶν εὐσεβέστεροί τε καὶ δικαιότεροι καὶ τῶν Χριστοῦ διαταγμάτων φύλακες ἀκριβέστεροι, τὸ δὲ πλέον, οἱ τὸν σταυρὸν ἐπ᾿ ὤμων ἀράμενοι καὶ πολλάκις κατὰ τούτου καὶ τῶν θείων λογίων ἐπομοσάμενοι τὰς μὲν τῶν Χριστωνύμων χώρας παρελθεῖν ἀναιμωτί, μὴ προσνεύσαντες ἀριστερά, μηδ᾿ ἐκκλίναντες δεξιά, κατὰ δὲ Σαρακηνῶν ὁπλίσαι τὰς χεῖρας καὶ τὰ ξίφη πορφυρῶσαι τοῖς αἵμασιν, οἳ τὴν Ἱερουσαλὴμ ἐξεπόρθησαν, μηδ᾿ ἀνδρίσασθαι γυναιξὶν ἢ καθ᾿ ὁμιλίαν αὐταῖς συνελθεῖν ἐφ᾿ ὅσον ἂν χρόνον τὸν σταυρὸν ἐπωμάδιον φέρωσιν ὡς ἡγνισμένοι θεῷ καὶ τὴν αὐτοῦ πορείαν στελλόμενοι.

Ὄντως λογοποιοὶ ἐξεφάνθησαν καὶ τοῦ θείου τάφου διφῶντες ἐκδίκησιν κατὰ Χριστοῦ προδήλως ἐλύττησαν καὶ μετὰ σταυροῦ τὴν τοῦ σταυροῦ κατάλυσιν ἠνομήκασιν, ὃν ἐπινώτιον ἔφερον, τοῦτον πρὸ ποδῶν τιθέναι μὴ φρίττοντες διὰ χρυσίον βραχὺ καὶ ἀργύριον. καὶ μαργαρίτας ἐγκολπιζόμενοι τὸν πολύτιμον μαργαρίτην Χριστὸν ἠθετήκασι, τοῖς ἐναγεστάτοις τῶν ζώων τὸν παναγέστατον διασπείραντες. οἱ δ᾿ ἐξ Ἰσμαὴλ οὐχ οὕτως, ὅτι μὴ καὶ πάνυ φιλανθρώπως καὶ προσηνῶς τοῖς ἐκ τοῦ γένους αὐτῶν προσηνέχθησαν τῆς Σιὼν κατισχύσαντες. οὔτε γὰρ γυναιξὶ Λατινίσιν ἐπεχρεμέτισαν, οὔτε τὸ Χριστοῦ κενήριον πολυάνδριον πεσόντων ἔδειξαν, οὐδὲ κάθοδον ἐς ᾅδου τὴν πρὸς τὸν ζωηφόρον τάφον εἴσοδον, οὐδὲ θάνατον τὴν ζωήν, οὐδὲ πτῶσιν τὴν ἀνάστασιν, ἁπαξάπασι δ᾿ ἀνέντες τὴν ἔξοδον χρυσίνοις ἀριθμῷ κατ᾿ ἄνδρα βραχέσιν ἀφώριζον τὰ ζωάγρια, τὰ λοιπὰ τοῖς κεκτημένοις παρέντες, κἂν ψάμμῳ ἦσαν παρόμοια. καὶ τοιῶσδε μὲν τὸ χριστομάχον τοῖς ἀλλοπίστοις Λατίνοις ἐχρήσατο, μὴ ξίφος, μὴ πῦρ, μὴ λιμόν, μὴ διωγμόν, μὴ γυμνότητα, μὴ συντρίμματα, μὴ πιέσματα μεγαλοψύχως σφίσιν ἐπενεγκόν· ἡμῖν δ᾿ ἐκείνως τὸ φιλόχριστον καὶ ὁμόδοξον προσενήνεκται, ὡς ἐπιτρέχοντες εἴπομεν, μηδὲν ἐπεγκαλεῖν ἀδίκημα ἔχοντες.

Ὦ πόλις, πόλις, πόλεων πασῶν ὀφθαλμέ, ἄκουσμα παγκόσμιον, θέαμα ὑπερκόσμιον, ἐκκλησιῶν γαλουχέ, πίστεως ἀρχηγέ, ὀρθοδοξίας ποδηγέ, λόγων μέλημα, καλοῦ παντὸς ἐνδιαίτημα. ὢ ἡ ἐκ χειρὸς Κυρίου τὸ τοῦ θυμοῦ πιοῦσα ποτήριον, ὢ ἡ γενομένη πυρὸς μερὶς πολλῷ δραστικωτέρου τοῦ καταιβασίου πάλαι πυρὸς Πενταπόλεως. „τί μαρτυρήσω σοι; τίνι ὁμοιώσω σε; ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου,” Ἱερεμίας φησὶν ὁ φιλόδακρυς τὴν πάλαι Σιὼν κοπτόμενος.ίνες κακοποιοὶ δυνάμεις ᾐτήσαντό σε καὶ ἔλαβον εἰς σινίασιν; τίνες ἀλάστορες φθονεροὶ καὶ ἀμείλικτοι κῶμόν σοι ἐπεκώμασαν ἄγριον; ἢ γοῦν ἀνάρσιοι καὶ μανιώδεις ἐρασταὶ παστάδα σοι μὲν οὐκ ἐπλέξαντο, οὐδ᾿ ἀνῆψάν σοι δᾷδα γαμήλιον, ἀφανιστηρίους δ᾿ ἀνέκαυσαν ἄνθρακας; Ὢ ἡ πολύγονος καὶ βύσσον καὶ πορφύραν ἠμφιεσμένη βασίλειον, πιναρὰ δ᾿ ἀρτίως καὶ αὐχμηρὰ καὶ πολλῶν κακῶν κληροῦχος καὶ τέκνων τῶν γνησίων χατίζουσα. ὢ ἡ πρώην ὑψίθρονος καὶ βιβῶσα μακρὰ καὶ μετέωρα, μεγαλοπρεπὴς τὸ εἶδος, ἀξιοπρεπεστέρα τὸ μέγεθος, νυνὶ δὲ κατερραγμένη καὶ διερρηγμένη τοὺς χλιδῶντας χιτῶνας καὶ τὰ κομψὰ καὶ ἀρχικὰ κρήδεμνα καὶ τὸ ὄμμα ἀπεσβεσμένη τὸ χαροπὸν καὶ γρηῒ καμινοῖ ἴση ἐκ τοῦ κατησβολῶσθαι πυρὶ καὶ ῥυτίσι χαλαραῖς ηὐλακισμένη τὴν στιλπνὴν καὶ τερπνὴν ὄψιν πρότερον. ἐῶ γὰρ λέγειν τοὺς πρὸς λύραν ἐντείνοντάς τε καὶ ψάλλοντας τὰ σὰ δυσπραγήματα καὶ κωμῳδίαν τιθεμένους τὴν σὴν τραγῳδίαν ἐν τῷ τὸν οἶνον προσίεσθαι καὶ βίου τέχνην ποιουμένους τὴν γελοιώδη τῶν κακῶν σου ἀφήγησιν, τοὺς κονδυλισμούς τε καὶ πτερνισμούς, ἔτι δὲ τὰς ἀθετήσεις καὶ τὰ ὑπώπια, ἅ σοι καθ᾿ ὥραν πᾶσαν προστρίβονται, παρεζηλωμένῃ θεόθεν ἐπὶ μὴ ἐχέφροσιν ἔθνεσιν, ἢ οὐδ᾿ ἔθνεσιν ἀληθῶς, ἀλλ᾿ ἀμυδροῖς καὶ σποραδικοῖς γένεσιν, ὧν τὰ πλείω εἰ μὴ ἐγέννησας, ἀλλ᾿ ὕψωσάς τε καὶ στέατος πυροῦ μετέδωκας.

„Τίς σώσει σε; ἢ τίς παρακαλέσει σε; τίς φείσεται ἐπὶ σοί; ἢ τίς σκυθρωπάσει ἐπὶ σοί; ἢ τίς ἐπανακάμψει ἐρωτῆσαι τὰ εἰς εἰρήνην σοι;” Ἱερεμίου καὶ τάδε τοῦ πολυθρήνου τὰ ῥήματα. τίς τὴν προτέραν στολὴν ἐπενδύσει σε; πότε θεόθεν ἐνωτίσῃ· „ἐξεγείρου, ἐξεγείρου, ἀνάστηθι ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ μου καὶ τὸ κόνδυ τῆς πτώσεως. ἔνδυσαι τὴν ἰσχύν σου, ἔνδυσαι τὴν δόξαν σου. ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι. ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου· πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου. μὴ φοβοῦ, ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς, ὅτι ὠνειδίσθης καὶ ἐκρότησαν ἐπὶ σοὶ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν κεφαλὰς αὐτῶν καὶ εἶπον „αὕτη ἑστὶν ἡ πόλις, στέφανος δόξης καὶ εὐφροσύνη πάσης τῆς γῆς” καὶ „πῶς ἐκάθισε χήρα ἡ πεπληθυσμένη λαῶν καὶ ἡ ἄρχουσα ἐν χώραις ἐγεννήθη εἰς φόρους;” εἶπε γὰρ ὁ θεός σου „χρόνον μικρὸν κατέλιπόν σε, καὶ μετ᾿ ἐλέους μεγάλου οἰκτειρήσω σε. ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου, καὶ ἐν ἐλέῳ αἰωνίῳ ἐλεήσω σε.” ἢ γοῦν ᾄσεις Δαυιτικῶς πρὸς θεὸν „κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου.” Τίς ἐπιστήσεταί σοι Μωσῆς καινουργὸς ἢ ἐπανάγων ἐποφθήσεται Ζοροβάβελ; πότε δ᾿ ἐσεῖταί σοι ἐκ τῶν τεσσάρων ἀνέμων ἐπισυναγαγεῖν τὰ τέκνα σου, ἐν οἷς διεσπάρημεν, ὃν τρόπον αἱ φιλότεκνοι ὄρνιθες ὑπὸ τὰς ἑαυτῶν ἀθροίζουσι πτέρυγας τὰ οἰκεῖα νεόττια. ὡς νῦν γε οὐδ᾿ ἐνώπιοι ἐνωπίῳ σοι ἐποφθαλμίσαι καθαρῶς ἔχομεν, οὐδ᾿ ἐμφύναι περιχαρῶς ὡς μητρί, καὶ ἀκριβῶς ἐπισπεῖσαί σοι δάκρυον, ὅσον ὀφθαλμὸς βούλεται ἢ δύναται, ἀλλ᾿ εὐλαβῶς ὡς στρουθοί σε περιιπτάμενοι, ὧν συνείληπται ἡ τροφός, ἡ δὲ καλιὰ διεσκέδασται, ἐλεεινόν τι καὶ γοῶδες ἀναβαλλόμεθα, πόρρω που τῶν σῶν φατνωμάτων ἐκτοπισθέντες, πεινῶντες καὶ διψῶντες, αὐχμῶντες καὶ ῥιγῶντες, καὶ πρὸς φθεῖραν πολλάκις κειρόμενοι καὶ τὰς ψυχὰς ἐν κακοῖς τηκόμενοι, ὁδόν τε μηκέτι κατοικεσίας εὑρίσκοντες πόλεως, ἀλλὰ πολύπλαγκτοι φερόμενοι ὡς ὄρνιθες οἱ ἀβέβαιοι καὶ τῶν ἀστέρων οἱ πλάνητες. ἢ καὶ οὕτως εἰπεῖν, ἑνούμεθά σοι διῃρημένως καὶ συμπλεκόμεθά σοι κεχωρισμένως κατὰ τοὺς ψυχῇ συναπτομένους καὶ διισταμένους σώματι καὶ προσπάσχομεν ἀτεχνῶς ὃ καὶ ἔνια τῶν ζώων πρὸς τὰ παγιδευόμενα ἐκ σφῶν ὑπὸ θηρευτῶν καὶ ἐγκλειόμενα διαφανέσιν ὑελίνοις ἄγγεσιν. ἐκεῖνά τε γὰρ τῷ τοῦ σκεύους εἰλικρινεῖ καὶ στιλπνῷ τὴν τοῦ συννόμου ζώου θέαν ἐνοπτριζόμενα συμμῖξαι καὶ ἐν χρῷ γενέσθαι ὅλως ἀδυνατεῖ καὶ διὰ τοῦτο μάτην περὶ τὸ ἄγγος ἀδημονοῦντα στρέφεται, τῷ ἐξηλλαγμένῳ τῆς ὄψεως ὡς ἀπεναντίῳ τῆς πρώην ἕξεως ἐκθαμβούμενα· καὶ ἡμεῖς ἐπ᾿ ἴσης σοι τὰς μὲν ὄψεις προσβάλλειν καὶ ἐγγύτερον ἰέναι ἔχομεν, τοῦ δὲ περιχυθῆναί σοι γνησίως καὶ προσπλακῆναι θαρραλέως ὡς πρότερον παντάπασιν ἐστερήμεθα, ὅσα καὶ σώματι στερεῷ καὶ πολλῷ στεγανωτέρῳ ὑέλου τῷ βαρβαρικῷ συντάγματι διειργόμενοι.

„Ἵνα τί ἔπαισας ἡμᾶς, Κύριε, καὶ οὐκ ἔστιν ἡμῖν ἴασις; ἔγνωμεν, Κύριε, ἁμαρτίας ἡμῶν, ἀδικίας πατέρων ἡμῶν. κόπασον διὰ τὸ ἔλεός σου, μὴ ἀπολέσῃς θρόνον δόξης σου. παίδευσον ἡμᾶς, Κύριε, ὅπως μὴ ἀποστῇ ἡ ψυχὴ ἡμῶν ἀπὸ σοῦ, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλιγοστοὺς ποιήσῃς ἡμᾶς. ἔκχεον τὸν θυμόν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ εἰδότα σε καὶ ἐπὶ γενεάς, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο. πατὴρ ἡμῶν σὺ εἶ, Κύριε· ἡμεῖς πηλός, καὶ σὺ πλάστης ἡμῶν, ἔργον τῶν χειρῶν σου πάντες ἡμεῖς. ἐπίβλεψον, καὶ ἴδε τοὺς ὀνειδισμοὺς ἡμῶν. ἡ κληρονομία ἡμῶν μετεστράφη εἰς ἀλλοτρίους, οἱ οἶκοι ἡμῶν εἰς ξένους. ἐπίστρεψον ἡμᾶς πρὸς σέ, καὶ ἐπιστραφησόμεθα. ἀνακαίνισον ἡμέρας ἡμῶν καθὼς ἔμπροσθεν.” χρηστέον γάρ μοι ἐπικαίρως καὶ ἐφ᾿ ὁμοίοις τοῖς συναντήμασι τοῖς γραφικοῖς τοῖσδε ῥήμασιν.

Ἀλλ᾿ ἤδη μοι καὶ τὸ λέγειν αὐτὸ ἐπιλέλοιπεν, ὅσα καὶ σῶμα συμφυὲς ψυχῇ καὶ ὁμόστολον τῇ τοῦ λόγου σοι τροφῷ συναπιόν τε καὶ συνθανόν. κωφοῖς τοίνυν δάκρυσι καὶ στεναγμοῖς ἀλαλήτοις τὰ πολλὰ τῶν θρηνημάτων ἀφοσιωτέον σοι καὶ τοῦ περαιτέρω ἀφεκτέον τῆς ἱστορίας εἱρμοῦ. τίς γὰρ ἀνάσχοιτ᾿ ἂν ἐπὶ γῆς ἀλλοτριωθείσης ἤδη τοῦ λόγου καὶ βαρβαρωθείσης τέλεον τὰ Μουσῶν ἐπιδείκνυσθαι κρούματα; οὐκ ἂν ᾀσαίμην τὰ βαρβάρων αὐτός, οὐδ᾿ ἐσοίμην παραπέμπων τοῖς ἔπειτα πράξεις πολεμικάς, ἐν αἷς μὴ νικῶσιν Ἕλληνες. εἰ γὰρ ὁ Κῷος Ἱπποκράτης πολλοῖς μεταπεμπόμενος χρήμασι πρὸς τοῦ τότε τῶν Περσῶν βασιλεύοντος, ὡς ἂν τὰς ὑπ᾿ ἐκεῖνον ἐπισκέψαιτο πόλεις κακῶς πασχούσας νοσηλείᾳ σώματος, οὐδ᾿ ἄκροις ὠσὶ τὰς ὑπερόγκους ὑποσχέσεις ἠνέσχετο δέξασθαι, ἔρρειν καὶ οἰμώζειν τοὺς βαρβάρους ἀφείς, πῶς ἂν ἔγωγε εἴην τὸ βέλτιστον χρῆμα, τὴν ἱστορίαν, καὶ κάλλιστον εὕρημα τῶν Ἑλλήνων βαρβαρικαῖς καθ᾿ Ἑλλήνων πράξεσι χαριζόμενος.

Ἀλλ᾿ οὗτοι μὲν κατὰ τὸν ἐμπρήσαντα τὸν ἐν Ἐφέσῳ ναὸν τῆς Ἀρτέμιδος οἰχέσθωσαν ἄϊστοί τε καὶ ἄπυστοι, μηδὲ προσρήματος γοῦν τινος ὑφ᾿ ἡμῶν ἀξιούμενοι, ἕως οὗ παρέλθῃ ἡ ἀνομία κἀπὶ τοῖς δούλοις αὐτοῦ τὸ θεῖον παρακληθήσεται. οὐ γάρ ἐστιν, οὐκ ἔστιν ὁ θεὸς ἡμῶν εἰς τέλος ἐπιληθόμενος ἢ συνέχων ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ, μηδὲ προστιθεὶς τοῦ εὐδοκῆσαι ἔτι, ἀλλὰ πατάσσων ἰᾶται καὶ θανατῶν ἐπιστρέφων ζωοποιεῖ. ἂν ὀδόντας θηρίων ἐπαποστελεῖ μετὰ θυμοῦ συρόντων ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ τὰς μύλας τῶν λεόντων συνθλᾷ καὶ τὴν κεφαλὴν συντρίβει τοῦ δράκοντος. ἂν ὡς κάλαμον κατεάξῃ, ἀλλὰ καὶ τοῖς θηρίοις τοῦ καλάμου ἐπιτιμᾷ. ἂν οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἀλλὰ ψευδὴς ἵππος εἰς σωτηρίαν, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ. εἰ δείκνυσι τῷ οἰκείῳ λαῷ σκληρὰ καὶ οἶνον κίρνησι κατανύξεως, ἀλλ᾿ ἑτοιμάζει καὶ τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων, καὶ προτείνει ποτήριον εὐφροσύνης μεθύσκον ὡσεὶ κράτιστον. εἰ τοὺς μαστιγοῦντας ἐκ περάτων ἄγει τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακρὰν καὶ διὰ προφήτου βοᾷ μεγακήρυκος „γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ παίζοντες· ἡγιασμένοι εἰσί, κἀγὼ ἄγω αὐτούς,” ἀλλὰ καὶ τούτοις ἐπεντείνει σφοδροτέρας πληγὰς καὶ τῶν κακῶν μαστίζει τοῖς χείροσι, χάριν εἰδὼς οὐδαμῶς, εἰ χρῆται τούτοις ὀργάνοις εἰς ὄλεθρον πόλεων καὶ κακοῖς ἐπιδημίοις καὶ δημίοις ἀνθρώπων ἀνοικτίρμοσιν, εἴτε μὴν ὡς νοσηλεῖαι καὶ φάρμακα συναίρονταί οἱ ἐν πλείστοις ὡς ψυχῶν ἰατρῷ, οἷς καὶ φύσις τοιάδε τις ἐμφαίνεται τοῖς ἐπιστήσασι πρόδηλος. αἱ μὲν γὰρ ἢ τοῦ κάμνοντος ἀναρρωσθέντος ἐκμαρανθεῖσαι τοῦ δρᾶν ἔληξαν ἢ τῷ πάσχοντι συνδιόλλυνται· τὰ δ᾿ ἀκεσίνοσα φάρμακα τὸ καχεκτοῦν ἰασάμενα ταῖς τῶν ὑλῶν ἀτιμοτέραις συμπρόεισιν ἀχρειούμενα.

Χρῆναι τοίνυν φημὶ μὴ βιβλίον ἀποστασίου πρὸς Θεοῦ δεδομένον ἡμῖν ἢ γοῦν τῶν ἀγριελαίων βαρβάρων ἐγκέντρισιν εἰς τὴν καθ᾿ ἡμᾶς καλλιέλαιον τὰ ἐπιόντα οἴεσθαι δεινά, ἀλλὰ παιδείαν μικράν, ὁποίαν ἴσησιν ἐπάγειν θεός, ἀνιεὶς τοῦ ἄγαν μηδ᾿ ἐνδιδοὺς τὰ πάντα τοῖς πειρασταῖς, ἀλλὰ καὶ τῶν πειραζομένων φειδόμενος, καὶ μάλιστα εἰ τὸ μὲν δρῶν, κόρον οὐκ εἰδὸς ἀνοσιουργίας, καὶ αὐτοῦ κατεπαίρεται δι᾿ ἀσέβειαν, παρ᾿ οὗ τὴν ἰσχὺν εἰλήφει τοῦ μαστιγοῦν, ὡς μὲν Ναβουζαρδὰν ἀρχιμάγειρος τὴν τοῦ Θεοῦ πόλιν παραπέμπον πυρὶ καὶ τὰ λειτουργικὰ σκεύη προνομεῦον, ὡς δὲ Βαλτάσαρ τρυφῶν ἐν αὐτοῖς θυσιαστήριά τε καθυβρίζον καὶ τὰ θεῖα μυστήρια ἐξορχούμενον, τὸ δὲ πάσχον ἑαυτοῦ γινόμενον ἐν πρωτολογίαις κατήγορον παρήγορον τὸν παίσαντα θεὸν θερμότερον ἐπικέκληται.

Οὐκοῦν φιλανθρωπίαν ἐκδεχομένους Θεοῦ δέον ᾄδειν μετὰ Δαυὶδ „μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου· ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου,” εὖ εἰδότας ὡς ἀσεβῶν μὲν ἡ ἐς τέλος παρόρασίς τε καὶ ἡ μαστίγωσις, τῶν δ᾿ ἠλπικότων ἐπὶ Κύριον τῇ παιδείᾳ σύνδρομος ἡ ἐπανάκλησίς τε καὶ ἡ παράκλησις.

ΤΟΥ ΑΥΤΟΥ ΧΩΝΙΑΤΟΥ ΤΑ ΜΕΤΑ ΤΗΝ ΑΛΩΣΙΝ ΤΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΣΥΜΒΑΝΤΑ ΤΟΙΣ ΡΩΜΑΙΟΙΣ Σόλων, ὁ τῶν Ἀθηναίων τὰ κράτιστα, ὑποτυφομένην ὁρῶν τὴν Πεισιστράτειον νεωτέρισιν πολλάκις μὲν διειλέχθη τοῖς Ἀθηναίοις πειρώμενος κατασβέσαι τὴν τυραννίδα, εὖ μάλα εἰδὼς εὐμαρέστερον τὸ τὴν ἀρχὴν συνιστάμενον παῦσαι κακὸν καὶ κωλῦσαι πῆξιν ἄρτι δεχόμενον ἢ γοῦν προβὰν ἤδη καὶ κρατυνθὲν ἐκκόψαι καὶ ἀνελεῖν· οὐδενὸς δ᾿ αὐτῷ προσέχοντος, μηδὲ πείθειν δυνάμενος, μετὰ χεῖρας ὅπλα λαβὼν πρὸς ταῖς εἰσόδοις αὐτὰ κατέθετο, εἴ πως ἐκκαλέσαιτο οὕτω καὶ παροξυνεῖ τοῦ δήμου τινὰς πρὸς ζῆλον τὸν ὅμοιον. ὡς δ᾿ οὐκ ἐξηρέθιστό τις πρὸς ταῦτα, οὔτε μὴν συνεπωτρύνετό οἱ πρὸς τὴν τοῦ τυράννου καθαίρεσιν, λέγεται εἰπεῖν „ἔγωγε, ὡς εἶχον, τῇ πατρίδι ἐπήμυνα,” καὶ τὸ λοιπὸν ἡσυχίαν ἄγειν καὶ γράφειν ποιήματα καὶ διατωθάζειν Ἀθηναίους ἐς ἀβουλίαν, ὧν ἔνια μὴ παρασυρέντα τῷ χρόνου ῥεύματι οὑτωσί πως ξυντέθεινται· εἰ δὲ πεπόνθατε λυγρὰ δι᾿ ὑμετέραν κακότητα, μή τι θεοῖς μῆνιν τούτων ἐμφέρετε· αὐτοὶ γὰρ ταῦτ᾿ ηὐξήσατ᾿ ἐρύματα δόντες, καὶ διὰ ταῦτα κακὴν ἔσχετε δουλοσύνην.

Εἰ γοῦν λέγων καὶ πράττων ὁ Σόλων πρὸς πειθήνιον λόγοις ὁμήγυριν ἠλέγχετο μάτην ἀμφότερα μετιών, Σόλων ἐκεῖνος ὁ Κοδρίδης μὲν τὸ γένος, τῷ δὲ τῆς σοφίας περιόντι μικροῦ πᾶσαν τὴν τετράκλιμον διελθών, ὁποῖον ἄν τις τῶν καθ᾿ ἡμᾶς εἰσενηνοχὼς τοῖς κοινοῖς ἐπήρκεσεν ἂν πράγμασιν, ὧν οἱ μὲν βασιλεῖς ἐν ῥᾳθυμίᾳ τραφέντες ἦσαν ἐξ ἀρχῆς καὶ ῥέγκοντες ἡδύτερον Ἐνδυμίωνος καὶ τὰ δεῖπνα πρωϊαίτερον προσιέμενοι καὶ τοσοῦτον τῆς τῶν πραγμάτων εὐκαιρίας ἐκδιιστάμενοι, οἷα καὶ φαύλως ἐν τοῖς ὅλοις ἠγμένοι, ὡς ἐν χειμῶνι μὲν τὰ ἄνθη ἐπιζητεῖν, ἔαρος δὲ ποθεῖν ὀπωρίζεσθαι, τὸ δὲ πολίτευμα ἐμπορικόν τε καὶ κάπηλον τὸ φρονεῖν καὶ μὴ μόνον οὐχὶ σάλπιγξι τοῦ λέχους ἐξανιστάμενον, ἀλλ᾿ οὐδ᾿ ᾠδαῖς ὀρνίθων διυπνιζόμενον, οἷα καθεῦδον νήγρετον καὶ μὴ ἐγνωκός ποτε πόλεμον.

Τὸ δέ γε συντιθέναι ποιήματα καὶ τῶν διαμαρτόντων καθάπτεσθαι ἦν μὲν καὶ τοῦ μεγαλείου Σόλωνος, ἦν δ', ὡς ἔοικε, καὶ τοῦ τότε δήμου τῶν Ἀθηναίων, κνωμένου τὸ οὖς ταῖς τῶν εἰσηγήσεων χρησίμοις καὶ ἠρέμα ὑπενδιδόντος ταῖς τῶν ἀρίστων ἀνδρῶν παραιφάσεσι. καὶ ἄλλως δὲ τῷ πρὸς ὄνειδος ᾄδειν τιθασσοῖς λόγων μέροψιν ἔνεστί τι καὶ γλυκάζον σὺν τῷ στύφοντι ἐμφαινόμενον· καὶ ἡ μνήμη, ὅσα δὴ καὶ ῥιπὶς τὸ παραμένον ἐν ψυχῇ καὶ ἐνθαπτόμενον ἐμπύρευμα τοῦ καλοῦ κατὰ ζῶσαν ἔτι φλόγα πυρὸς ἀναθάλπουσα, τὴν ἐφ᾿ ὁμοίοις ἐσέπειτα διαμαρτίαν φυλάττεσθαι διανίστησι. τοῖς δ᾿ ἐς ἡμᾶς τῆς Κωνσταντίνου οἰκήτορσιν, εἰπεῖν δὲ καὶ τοῖς ἐκ τῶν ἄλλων ὁρμωμένοις χωρῶν, οἱ ἔλεγχοι μώλωπες ἀκριβῶς. τοῖς δὲ πολλοῖς οὐδ᾿ ὦτα πεφύτευται τετρημένα εἰς νοῦν, οὐδ᾿ ἡ Παφία τῆς ἐλευθερίας ὁποία τίς ἐστιν, ἐς δεῦρο κατείληπται, ὡς οὐδὲ γλυκύτης μέλιτος τοῖς μηδέπω γευσαμένοις μέλιτος.

Ἐπεὶ τοίνυν ἀσύμφωνα τοῖς Σόλωνος τὰ ἡμέτερα, ἄγε τὰ μὲν τῶν ἐλέγχων παρήσομεν βούκεντρα, ἐς οὐδὲν ἕτερον προσληφθησόμενα ὅτι μὴ τῶν πλείστων ἑτεροζύγησιν (εἰσὶ γάρ, εἰσὶν οἳ χόρτον ἐν τοῖς κέρασιν ἔχουσι), τῆς δ᾿ ἱστορίας καθ᾿ εἱρμὸν ἑξόμεθα. εἰ γὰρ καὶ τὰ τῶν βαρβάρων ᾄδειν ἀπειπάμεθα, ἀλλ᾿ οὖν τοῦ δρασσομένου σοφοὺς ἐν τῇ σοφίᾳ αὐτῶν ἐν πολλοῖς τοὺς ὑψαύχενας σφήλαντος καὶ τὰ πρόσωπα αὐτῶν ἀτιμίας πλήσαντος καὶ παραδόντος εἰς ὄλεθρον βαρβαρωτέροις ἑαυτῶν ἔθνεσι, χρεὼν μηδ᾿ ἡμᾶς τὴν σιωπὴν ἐς τέλος ἑλέσθαι, χρήσασθαι δὲ τῷ λόγῳ πρὸς ἀνθομολόγησιν τῶν τεραστίων Θεοῦ, τοῦ „ζῶ ἐγὼ” λέγοντος „εἰς τὸν αἰῶνα, καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς μου καὶ τοῖς μισοῦσί με ἐξολόθρευσιν,” καὶ αὖ πάλιν πρὸς Ἀβραὰμ „τὸ δὲ ἔθνος, ᾧ δουλεύσουσι, κρινῶ ἐγώ.” Εἶχε μὲν δὴ οὕτω ταῦτα, καὶ ἡ Κωνσταντίνου καλλίπολις, τὸ κοινὸν ἁπάντων ἐθνῶν ἐντρύφημά τε καὶ περιλάλημα, ᾐθάλωται πυρὶ καὶ ἠμαύρωται, ἑάλω τε καὶ τοῦ πλούτου παντὸς κεκένωται, ὅσος τε δημόσιος ἦν καὶ τοῖς λεῷς ἐπῳκείωτο καὶ ὅσος θεῷ ἀφωσίωτο, παρὰ γενῶν ἑσπερίων σποραδικῶν, ἀφαυρῶν τὰ πλεῖστα καὶ ἀνωνύμων, εἰς λῃστρικὸν μὲν ἔκπλουν συγκροτηθέντων, ὀργάνῳ δὲ χρησαμένων καὶ προσωπείῳ εὐτυπώτῳ τῆς καθ᾿ ἡμῶν κινήσεως τῷ κρούσασθαι πρύμναν εἰς ἄμυναν Ἰσαακίου τοῦ ἐξ Ἀγγέλων καὶ ὃν ἐκεῖνος ἐφύτευσεν, ὡς μὴ ὤφελεν, ἐπ᾿ ἀπωλείᾳ τῆς πατρίδος, ὃν καὶ καλῶν κάλλιστον καὶ σφίσιν ἐπέραστον ἀγώγιμον ἐπεφέροντο· ἡ γὰρ ὑπτιότης καὶ οἰκουρότης τῶν τὰ Ῥωμαίων χειριζόντων πράγματα δικαστὰς ἡμῶν καὶ κολαστὰς τοὺς λῃστὰς ἐπεισήνεγκεν.

Ἐπὶ δὲ τοῖς συμβᾶσι πᾶσι τῇ βασιλίδι οὐδὲν σημεῖον ὑψόθεν ἢ καὶ γῆθεν ἐκφανθὲν ἔγνωσται, ὁποῖα ἄττα πολλὰ τοῖς πρότερον ξυνηνέχθησαν συμφορὰς ἀνδρῶν καὶ κακῶν ἐπαγωγὰς κηρεσιφόρους ὑποσημαίνοντα. οὔτε γὰρ ψιάδες οὐρανόθεν ὕσθησαν αἱματόεσσαι, οὔτε θέρος ἔναιμον παρεξήλλακται, οὔτε λίθοι πυρόεντες ἐξ αἰθέρος ἠνέχθησαν, οὔτε τι ἕτερον ὡράθη καινουργηθὲν ὁπωσοῦν, ἀλλ᾿ ἐμβάδι ἀψόφῳ καὶ χερσὶν ἀκροτήτοις πολύπους καὶ πολύχειρ τῇ πόλει καὶ ἡμῖν ἡ δίκη ἐπεισπεσοῦσα δυσπότμους ἐν ἀνθρώποις εἰργάσατο, τιμωρὸς ὀφθεῖσα φιλότιμος.

Καὶ τὴν μὲν ἡμέραν ἐκείνην, καθ᾿ ἣν ἡ πόλις ἑάλωκεν, οἱ σκυλευταὶ ταῖς ὁπῃοῦν οἰκίαις ἐναυλισάμενοι τά τε ἔνδον διήρπαζον καὶ περὶ τῶν ἀφανῶν τοὺς δεσπότας ἀνέκρινον, πληγὰς ἐντείνοντες ἐνίοις, πολλοῖς δὲ καὶ προσηνῶς συγγινόμενοι, ταῖς δ᾿ ἀπειλαῖς ἐπὶ πᾶσι χρώμενοι· ὡς δὲ τὰ μὲν εἶχον, τὰ δ᾿ ἐξέφαινον, τὰ μὲν ὀφθαλμοῖς προκείμενα καὶ πρὸς τῶν ἐχόντων προσαγόμενα, τὰ δ᾿ ὑπὸ σφῶν αὐτῶν ἀναδιφώμενα, καὶ φειδώ τις οὐκ ἦν παρὰ σφίσιν οὐδὲ τῶν ἐνόντων μετάδοσις πρὸς τοὺς ἔχοντας, οὔτε μὴν συμμέθεξις ἑστίας ἢ ἑστιάσεως, ἀλλ᾿ ὑπεροψία καὶ ἀμιξία καὶ μεθ᾿ ὕβρεων ἀπαγωγὴ καὶ ἀπόπεμψις, ἔδοξε διὰ ταῦτα τοῖς στρατηγοῦσιν ἀνεικέναι τοῖς βουλομένοις τὴν ἐκ τῆς πόλεως ἄπαρσιν. κατὰ συμμορίας τοίνυν ἀγειρόμενοι ἐξῄεσαν, ῥακίοις ἐσπειραμένοι, ἀπαστίᾳ ἐκτετηγμένοι, τὸν χρῶτα τραπέντες, νεκρώδεις τὰς ὄψεις καὶ ὕφαιμοι τοὺς ὀφθαλμούς, ὡς πλέον αἵμασιν ἤπερ δάκρυσι κλαίοντες. οἱ μὲν γὰρ θρήνων τὰς οὐσίας εἶχον ὑπόθεσιν, οἱ δὲ τὴν τούτων ἀποβολὴν ὡς οὔπω θλῖβον ἐς μὴ λόγον τιθέμενοι ἢ ὡραῖον γάμου κόριον ὠλοφύροντο ἁρπαγὲν παρ᾿ ὅτου καὶ διακορηθὲν ἢ ἀλόχου στέρησιν ἐπωδύροντο, καὶ ἄλλος ἄλλο τι κακὸν ἀνῴμωζε πορευόμενος.

Ἵνα δὲ καὶ τὰ κατ᾿ ἐμὲ συνείρω τῇ ἱστορίᾳ, πολλοὶ τῶν συνήθων εἰς τοὐμὸν συνέδραμον οἴκημα τῆς στυγνῆς ἐκείνης καὶ δυσωνύμου ὄντως ἐπιφαυσάσης ἡμέρας, ὑπόστωον οὖσαν καὶ χαλεπὴν προσπελάσαι καὶ ζοφώδη τὴν εἴσοδον· ὁ γὰρ ἄμαχος τῷ κάλλει καὶ τῷ μεγέθει μέγιστος οἶκος ἡμῶν ἐν τοῖς Σφωρακίου ἱδρυμένος ὑπὸ τοῦ δευτέρου πυρὸς ἠφάνισται. ἦν δὲ καὶ ἄλλως εὐμαρὲς ἐκεῖθεν εἰς τὸν Μέγιστον εἰσδῦναι Ναόν, ἐπειδὴ καὶ τῷ τεμένει συνέκειτο. ἀλλ᾿ ἦν ἀνεξερεύνητον οὐδὲν τοῖς στρατεύμασιν, οὐδὲ τόπος εὐαγὴς καὶ τῇ θέσει παρέχων ἀσφάλειαν ἀσινὲς ἐτήρει τὸ προσρυόμενον, ἀλλ᾿ ὅπῃ τις ἂν καὶ προσέδραμεν, ἀπεσπᾶτο πρὸς τῶν εἰσιόντων ἐκεῖ πολεμίων καὶ ἔνθα πρὸς βουλῆς ἐκείνοις ἀπήγετο. ταῦθ᾿ ὁρῶντες ἡμεῖς ἀνομούμενα, ὡς ἐκ τῶν παρόντων εἴχομεν, τὸ σύμφορον μέτιμεν.

Ἦν οὖν ἐμοί τις συνήθης τε καὶ συνέστιος ἐκ τοῦ τῶν Βενετίκων προελθὼν γένους, κομιδῆς ἀξιούμενος καὶ τῆς ἐς τὸ σῶμα ἀσφαλείας κομιδῇ μετέχων τοῖς οὖσιν ἅμα καὶ γυναικί. οὗτος χρήσιμος ἡμῖν ἐν τοῖς τότε καιροῖς δείκνυται. θωρακισάμενος γὰρ καὶ τὸν ἔμπορον εἰς στρατιώτην μεταμειψάμενος μάλα ἐμβριθῶς ἀπεκρούετο μέχρι τινὸς τοὺς εἰσιόντας τὸ οἴκημα σκυλευτάς, τὸν συνοπλίτην ἐκείνοις ὑποκρινόμενος καὶ προειληφέναι τὴν οἰκίαν σχηματιζόμενος, συμβαρβαρίζων ἅμα σφίσι καὶ τὰ εἰκότα διαλεγόμενος. ὡς δ᾿ οἱ μὲν κατὰ πλῆθος εἰσέρρεον, ὁ δ᾿ ἀντέχειν ἀπείρηκε, καὶ μάλιστα πρὸς τοὺς ἐκ τῶν Φραγγίσκων ἐπεισιόντας μὴ τοῖς ἄλλοις ὄντας παραπλησίους καὶ τὰς γνώμας καὶ τὰ σώματα, μόνον δὲ τὸν οὐρανὸν δεδιέναι κομπάζοντας, μὴ εἴη σφίσιν ἐπιπεσών, μεταχωρεῖν ἐκεῖθεν ἡμῖν ὑποτίθησιν, ἵνα μὴ πρὸς τοῖς βαρβάροις γενόμενοι ἐν μὲν δεσμοῖς οἱ ἄνδρες ἡμεῖς διὰ χρήματα εἴημεν, αἱ δὲ γυναῖκες ἐν ὕβρεσι καὶ ἀσέμνοις ἀπαγωγαῖς.

Τοῦ χρηστοῦ τοίνυν ἐκείνου καὶ πρώην μὲν οἰκότριβός τε καὶ πρόσφυγος, τότε δ᾿ ἀγαθοῦ συνεργάτου κἀν τοῖς καιρίοις ὑπερασπίζοντος ἐς ἄλλην οἰκίαν ἡγησαμένου, γνωστοὺς ἡμῖν Βενετίκους τρέφουσαν, κατὰ βραχεῖς ἔξιμεν ἐκεῖθεν, ὡς δορίκτητος ἐκείνῳ κλῆρος ἐκ χειρὸς ἑλκόμενοι κατηφεῖς καὶ δυσείμονες καὶ οὕτω παραπεμπόμενοι.

Ἐπεὶ δ᾿ ἐκεῖνο τὸ μέρος τῆς πόλεως εἰς κλῆρον τοῖς Φραγγίσκοις ἐπέλαχε, μετανάσται πάλιν γινόμεθα. ὅτε καὶ τῶν ἐπὶ τῆς θεραπείας ἡμῶν ἄλλων ἄλλῃ διασπαρέντων καὶ πάντων ἀναθρώπως ἡμᾶς παρεικότων ἐπωμάδια φέρειν ἡμεῖς ἠναγκάσμεθα τὰ μήπω τῶν παιδαρίων ποσὶ χρώμενα, στέγειν δὲ ὑπὸ μάλην καὶ ἄρρενα παῖδα ὑπομαστίδιον καὶ χωρεῖν οὕτω διὰ μέσων τῶν ἀγυιῶν.

Ἡμέρας τοίνυν πέντε μετὰ τὴν ἅλωσιν τῇ πόλει προσμείναντες ἀπαίρομεν καὶ ἡμεῖς. ἦν δὲ τότε σάββατον, κατὰ θεῖον οἶμαι καὶ μὴ περίπτωσιν τυχηρὰν ἢ συγκυρίαν οὑτωσί πως συμβὰν ἄλογον, καὶ χειμών, ἐπὶ δὲ καὶ πρὸς ὠδῖσιν ἔτι ἡμῶν ἡ σύζυγος, ὥστε καὶ τὸ τοῦ Χριστοῦ προαγόρευμα, ὅ φησιν „εὔξασθε μὴ γενέσθαι τὴν φυγὴν ὑμῶν χειμῶνος ἢ σαββάτου,” καὶ „οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις ἐν ἐκείναις ταῖς ἡμέραις,” ὡς εἴπερ ἐφ᾿ ἡμῖν προείρητο, πέρας ἀτεχνῶς εἴληφεν. ὡς δ᾿ ἱκανοὶ συνήθεις καὶ συγγενεῖς καὶ πλῆθος ἕτερον κατὰ θέαν ἡμῶν συνδραμὸν τῆς πορείας εἰχόμεθα, ἐπ᾿ ἴσης ἀγορᾷ μυρμήκων διιόντες τὰς τριόδους, προσυπήντων ἡμῖν οἱ στρατοί, οὐχ ὡπλισμένοι πρὸς ἀκρίβειαν, μαχαίρας δ᾿ ἐπιμήκεις παρὰ πλευρὸν πλάγιον τοῦ ἵππου ἐξηρτημένοι καὶ παραξιφίδια ταῖς ζώναις ἐνειμένα φέροντες, οἱ μὲν τῶν σκύλων ἔμφορτοι, οἱ δὲ τοὺς παριόντας αἰχμαλώτους ἐξιχνιάζοντες, εἰ λαμπρὰν ἐσθῆτα περίκεινται διερρωγότι περιστελλομένην χιτῶνι ἢ γοῦν ἀργύριον καὶ χρυσίον τῷ κόλπῳ ἐνθάπτουσιν, οἱ δὲ καὶ γυναικῶν ταῖς κάλλει διαφερούσαις πεπηγόσι βλέμμασι μηδὲ ῥᾳδίως ἀποσπωμένοις ἐνατενίζοντες ὡς ἁρπάσοντες αὐτίκα καὶ βιασόμενοι. περὶ ταῖς γυναιξὶ τοίνυν ἡμεῖς δείσαντες τὰς μὲν ὡς ἐν σηκῷ τῷ μέσῳ ἡμῶν ἀπειλήφειμεν, ταῖς δὲ νεάνισιν ἐπεσκήψαμεν ἐντρίψασθαι πηλῷ τὰ πρόσωπα ἀντίρροπα τῶν πρώην κομμώσεων καὶ τὸν πυρσὸν οὕτω κατασβέσαι τῶν παρειῶν, ἵνα μὴ ὡς ἐν νυκτὶ φρυκτωρούμενον πῦρ προκαλῆται τοὺς ὁδευτὰς πρῶτα μὲν θεατάς, ἔπειτα ἐραστάς, ἐκ δὲ τούτου καὶ βιαστάς, ἀνεύθυνον ὁρῶντας τὸ ἴδιον θέλημα ἅμα καὶ χεῖρας ἱκέτιδας αἴροντες εἰς θεὸν καὶ μετὰ συνοχῆς καρδίας τὸ στῆθος τύπτοντες καὶ δακρύοις τὰ ὄμματα τέγγοντες, εἴ πως ἅπαντες καὶ πᾶσαι τοὺς ὠμηστὰς ἐκείνους θῆρας σχοίημεν ἀδιαλώβητοι παρελθεῖν. ἔδει δὲ διὰ τῆς Χρυσείας πύλης ἡμᾶς διελθεῖν.

Ὡς δὲ περὶ τὸν νεὼν ἥκομεν Μωκίου τοῦ καλλιμάρτυρος, ὑβριστὴς καὶ ἀνόσιος βάρβαρος ὡς ἀμνάδα λύκος ἐκ μέσων ἡμῶν ἀφαρπάζει κόρην εὐπλόκαμον, τινὸς τῶν ἐπὶ τῷ δικάζειν θυγάτριον. πρὸς τὴν οἰκτροτάτην τοίνυν ταυτηνὶ θέαν ἡ μὲν συνοδία πᾶσα διαθροηθέντες ἐξεβοήσαμεν, ὁ δὲ πατὴρ τῆς παιδὸς γήρᾳ καὶ νόσῳ τετρυχωμένος, τότε δὲ καὶ σφαλεὶς κατὰ τέλματος, ὀλοφυρόμενος καὶ τῷ πηλῷ φυρόμενος δόχμιος ἔκειτο, ὡς εἰς συκίνην ἐπικουρίαν ἀφορῶν συχνάκις ἐμέ, καὶ πρὸς ὄνομα δεόμενος συνάρασθαί οἱ τὰ δυνατὰ πρὸς τὴν τῆς παιδὸς ἀπόλυσιν. ἐπιστραφεὶς οὖν αὐτίκα μάλα, ὡς εἶχον, κατ᾿ ἴχνια τοῦ ἅρπαγος ἔβαινον, μετὰ δακρύων τὴν βίαν ἐπιβοώμενος καὶ σχήμασιν ἱλασίμοις εἰς ἀρωγὴν ἐπισπώμενος τοὺς μὴ πάντῃ ἀμαθεῖς τῆς ἡμετέρας φωνῆς ἐκ τοῦ στρατεύματος παριόντας, ἔστι δ᾿ ὧν καὶ χειρὸς ἁπτόμενος. καὶ ἴσχυσά τινας οὕτως ἐς οἶκτον προκαλέσασθαι, ὡς μετιέναι ζητεῖν ἐκεῖνον τὸν ἀναιδῆ καὶ φιλόσαρκον.

Ἡγούμην τοίνυν αὐτός, οἱ δ᾿ ἐφείποντο. ὡς δ᾿ ἐπέστημεν ἔνθα ὁ φιλογύνης κατέλυεν, ὁ μὲν τὴν κόρην εἴσω ἐκπέμψας πρὸς τοῖς πυλῶσιν εἱστήκει, τοὺς ἀντιστησομένους ἀποκρουσόμενος, ἔγωγε δὲ δακτύλῳ αὐτὸν ὑποδείξας „οὗτος” εἶπον „ὁ ἐπὶ μάρτυρι τῷ φωτὶ ἀδικῶν καὶ τῶν εὖ γεγονότων ὑμῶν παραβλεπόμενος τὰ ἐντάλματα. ὑμεῖς μὲν γὰρ γυναιξὶ ταῖς ὑπὸ ζυγὸν καὶ ταῖς ὅλως ἀπειράτοις ἀνδρὸς καί γε ἔτι ταῖς ἀποθριξαμέναις θεῷ μηδὲ μοιχικοῦ μέχρι βλέμματος, εἰ δυνατόν, συνελθεῖν ἐθεσπίσατε καὶ ὅρκοις τὰ περὶ τούτων φρικώδεσι διειλήφατε· ὁ δὲ ἀποφλαυρίσας τὰς ὑμῶν ἐντολάς, ταῖς παρθενικαῖς ἐπὶ μάρτυσι πολλοῖς ὀνηδὸν ἐπιβρωμώμενος οὐχὶ δέδιε. τοῖς αὐτῶν οὖν ὑμῶν νόμοις καὶ τοῖς ἐν χερσὶν ἡμῖν ἐπαμύνατε, μαλαχθέντες τούτοις τοῖς δάκρυσιν, ἃ καὶ θεὸς προσίεται καὶ ἡμῖν ἡ φύσις ἐς τὸν πρὸς ἀλλήλους οἶκτον βοήθημα μέγιστον τοῖς ὀφθαλμοῖς ἐπωχέτευσεν. εἰ δὲ καὶ πατέρες παίδων ὑμεῖς, ναὶ πρὸς τῶν συλλέκτρων καὶ τῶν φίλων ὑμῖν τέκνων τοῖς ἱκέταις ὑμῶν χεῖρα ὀρέξατε, ναὶ πρὸς τοῦ τάφου τοῦ θεοδέγμονος καὶ τῶν Χριστοῦ παραιφάσεων, αἳ τοῖς ἀπ᾿ αὐτοῦ καλουμένοις κοινῶς πᾶσιν ὑποτιθέασιν ἐκεῖνα ποιεῖν τοῖς ἀνθρώποις, ἃ καὶ σφίσιν ὑπ᾿ ἐκείνων γίνεσθαι βούλονται.” Τούτοις τοῖς ῥήμασιν ὡς ἐξ ἐφόδου χρησάμενος τὰ τῶν ἀνδρῶν ἐκείνων φρονήματα διανέστησα. οὐκοῦν ἐνέκειντο τὴν κόρην αἰτούμενοι. ὁ δὲ τὰ μὲν πρῶτα ὑπερεώρα, ἔρωτι καὶ θυμῷ τυραννικωτάτοις δυσὶ πάθεσιν ἐνισχόμενος· ὡς δὲ εἰς ὀργὴν ἐπιφρίσσοντας ἑώρα τοὺς ἄνδρας καὶ προτείνοντας ἐκείνῳ τὴν ἐπὶ σκόλοπος ἀπαιώρησιν ὡς ἀδίκῳ ἅμα καὶ ἀναιδεῖ, τὸ δ᾿ ὅλον οὐκ ἀπὸ χειλέων μόνον, ἀλλὰ καὶ καρδίας τὴν διάλεξιν ἐκείνῳ πεποιημένους, ἐνδίδωσί τε μόγις καὶ τὴν κόρην ἀποδίδωσι. περιχαρὴς οὖν ἐπὶ τῇ θέᾳ τῆς παιδὸς φανεὶς ὁ πατὴρ καὶ σπείσας θεῷ δάκρυα ἐπὶ τοῖς ἀστεφανώτοις ἐκείνοις καὶ ἀνυμεναίοις νυμφεύμασιν ἀναστὰς αὖθις σὺν ἡμῖν ἐπορεύετο.

Ὡς δὲ τῆς πόλεως ἐξῄειμεν, ἄλλοι μὲν ἄλλως ἀνθωμολογοῦντο θεῷ χαριστήρια καὶ τὰ καθ᾿ αὑτοὺς ἀνωλόλυζον, ἐγὼ δὲ ῥίψας ἐμαυτὸν ὡς εἶχον εἰς τοὔδαφος μόνον οὐκ ἐμεμψιμοίρουν τοῖς τείχεσιν ὡς μόνοις ἀπαθέσι, μηδὲ κατάγουσι δάκρυα, μήτε μὴν εἰς χῶμα κειμένοις, ἀλλ᾿ ὀρθίαν εἰσέτι στάσιν ἔχουσιν. „εἰ γὰρ ὧν ἕνεκα ἔκτισθε” εἶπον „ἐς τέλος ἤδη ἐξέλιπον, πυρὶ καὶ πολέμῳ ἠμαυρωμένα, τί ὑμῖν ἔτι καὶ τῷ ἑστάναι; καὶ τίνα περιστελεῖτε μετέπειτα, εἰ μή γε τοῖς πολεμίοις ἀποτενεῖτε τὸν ὄλεθρον ἐν ἡμέρᾳ ὀργῆς, ὅταν ἀναστῇ Κύριος θραῦσαι τοὺς ἡμᾶς οὕτω διαθεμένους, ἐπιβεβηκὼς ἴσως ἐπὶ δυσμῶν κατὰ τὴν Δαυιτικὴν προαγόρευσιν; καὶ σὺ δὲ ὦ πόλις” ἔφην „βασίλεια, πόλις περιοχῆς, πόλις τοῦ βασιλέως τοῦ μεγάλου, σκήνωμα Ὑψίστου, αἴνεσις καὶ ὕμνησις τῶν αὐτοῦ θεραπόντων καὶ προσφιλὲς ξενοδόχημα, καὶ βασιλὶς μὲν τῶν βασιλίδων πόλεων, ᾆσμα δὲ ᾀσμάτων καὶ λαμπρότης λαμπροτήτων καὶ τῶν σπανίων πανταχοῦ θεαμάτων σπανιώτερον ὅραμα, τίς ὁ διασπάσας ἡμᾶς ἀπὸ σοῦ ὡς ἐκ μητρὸς φίλης τέκνα φιλούμενα; τίνες γενοίμεθα; ποῖ τραποίμεθα; ποίαν παραψυχὴν εὕροιμεν γυμνοί, ὡς ἐκ κοιλίας μητρὸς τῶν σῶν ἐκσπασθέντες κόλπων; πότε σε θεασόμεθα οὐχ ὡς νῦν πεδίον ἀφανισμοῦ καὶ κοιλάδα κλαυθμῶνος καὶ πατουμένην ὑπὸ στρατοπέδων εἴτε μὴν ἐξουθενημένην καὶ ἀπωσμένην, ἀλλ᾿ ἐξαιρουμένην καὶ σωζομένην καὶ προσκυνουμένην ὑπὸ τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε καὶ γάλα ἐθνῶν θηλάζουσαν καὶ πλοῦτον βασιλέων ὡς πρώην ἔδουσαν; πότε δὲ καὶ ὡς φύλλα συκῆς καὶ χιτῶνας δερματίνους ἀποβαλούμεθα τὰ ῥικνὰ ταῦτα ῥάκη καὶ μηδὲ τοῦ παντὸς ἐξικνούμενα σώματος, ἃ ἡμῖν περιέθεντο οἱ ἐπίβουλοι ὡς ὄφις ἀλλόφυλοι, τὰ σύνοικα ἡμῖν κακὰ καὶ ἐπίβουλα.

Ἀλλ᾿ ἵλασαι θεόν, ἁγιωτάτη τῶν πόλεων· προβαλοῦ τοὺς νεώς, τὰ τῶν μαρτύρων λειπόμενα, τὰς συμφορὰς αὐτάς, τῶν πειρατηρίων τὸ μέγεθος, ὧν εἰς κόρον μετέσχηκας ἀνδράσιν ἀνοσίοις ἐκδοθεῖσα εἰς πύρωσιν. ἐπικάλεσαι γάρ με, φησίν, ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.

Ἆρα δὲ προσθήσω καὶ εἰς σέ ποτε ἐπιβλέψαι, παμμέγιστε ναὲ καὶ θειότατε, οὐρανὲ ἐπίγειε, θρόνε δόξης Θεοῦ, Χερουβικὸν ὄχημα, στερέωμα δεύτερον, ἀγγέλλον τὴν τῶν χειρῶν Θεοῦ ποίησιν, θέαμα καὶ ἔργον ἑναδικὸν καὶ εὔροιζον πάσης τῆς γῆς ἀγαλλίαμα; καὶ τίς ὁ ἐπαγγελλόμενος, εἰ μὴ μόνος ὁ ἐν οἷς πέπονθε πειραθεὶς τοῖς πειραζομένοις βοηθεῖν ἐπιστάμενος καὶ ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτὸν καὶ ποιῶν πάντα καὶ μετασκευάζων ἀεὶ πρὸς τὸ βέλτιον.” Ταῦτ᾿ ἐξ ὑπεράντλου ταῖς ἀχθηδόσι ψυχῆς κενώσαντες πορευόμενοι ἐπορευόμεθα, κλαίοντες καὶ βάλλοντες τοὺς θρήνους ὡς σπέρματα. εἰ δὲ καὶ ἐρχόμενοι ἥξομεν, αἴροντες ἐν ἀγαλλιάσει τὰ τῆς δεξιωτέρας ἀλλοιώσεως δράγματα, δῶρον τοῦτο Θεοῦ τοῦ παρακαλοῦντος τοὺς ὀλιγοψύχους καὶ σωτηρίου περιτιθέντος ἱμάτιον καὶ χιτῶνα εὐφροσύνης ἐνδύοντος.

Προῆγε δὲ ἡμῶν ὁ οἰκουμενικὸς ἀρχιποίμην, μὴ πήραν φέρων, μὴ χρυσὸν ἐπὶ τὴν ὀσφύν, ἄραβδος καὶ ἀσάνδαλος καὶ χιτώνιον ἓν περικείμενος, ἐντελὴς εὐαγγελικὸς ἀπόστολος, ἢ μᾶλλον τοῦ Χριστοῦ ἀντίμιμος, παρ᾿ ὅσον ὀναρίῳ πτωχικῷ ἐποχούμενος μεθίστατο τῆς νέας Σιών, οὐ τὸν ἐπ᾿ αὐτῆς ἐσχεδίαζε θρίαμβον.

Τότε δ᾿ οὖν πέρας τῆς ὁδοῦ τὴν Σηλυμβρίαν ἡμεῖς θέμενοι τοῦ λοιποῦ τοῦ πλάνου πεπαύμεθα, ἀνύβριστοι πανοικί, τὸ μέγα τοῦ Θεοῦ περὶ ἡμᾶς φιλοτίμημα καὶ ἀείμνηστον καὶ τέλειον δώρημα, μηδ᾿ ἀρθρέμβολα καὶ σχοινοδέσμους κἀπὶ τῶν κροτάφων ἀστραγάλους ὡς πολλοὶ τῶν καθ᾿ ἡμᾶς δεξάμενοι διὰ χρημάτων ἀπόδοσιν καὶ πρὸς μόνου Θεοῦ τρεφόμενοι τοῦ τὴν τροφὴν ἐν εὐκαιρίᾳ πᾶσι βραβεύοντος καὶ τοὺς νεοσσοὺς τῶν κοράκων τοὺς ἐπικαλουμένους αὐτὸν δειπνίζοντος ἐς τὸ ἄφθονον, ἔτι γε μὴν τὰ μήτε νήθοντα, μήτε σπείροντα κρίνα τοῦ ἀγροῦ φιλοτίμως ἐνδύοντος.

Οἱ δ᾿ ἀγκροῖκοι καὶ ἀγελαῖοι ἐπεκερτόμουν μᾶλλον τοῖς ἐκ Βυζαντίου ἡμῖν καὶ τὴν ἐν πτωχείᾳ καὶ γυμνότητι κακουχίαν ἰσοπολιτείαν ἀφρόνως ὠνόμαζον, οὐ τοῖς τῶν πέλας κακοῖς παιδευόμενοι. πολλοὶ δὲ καὶ ἀνομίαν ὑπολαμβάνοντες „εὐλογητὸς Κύριος, ὅτι πεπλουτήκαμεν” ἔλεγον, ὀλίγου τὰς τῶν συμφυλετῶν οὐσίας ἀποδιδομένας ὠνούμενοι. οὐ γάρ πω βουθοίνας εἰσῳκίσαντο Λατίνους, καὶ εἴδοσαν, ὅπως μὲν τὸν οἶνον ἄκρατον ὁμοῦ καὶ ζωρότερον ὥσπερ καὶ τὸν χόλον ἀκέραστον χέουσιν, ὅπως δὲ Ῥωμαίοις ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει προσφέρονται.

Καὶ τοιαῦτα μὲν τὰ ἡμέτερα καὶ τῶν οἳ συνεκοινώνουν ἡμῖν σχήματος καὶ τῶν λογικῶν ἐν μεθέξει παιδεύσεων. οἱ δ᾿ ἐκ τῆς φαύλης συμμορίας καὶ ἀγοραῖοι ἐχρηματίζοντο καὶ πάλιν τὰ θεῖα βεβηλοῦντες ὑπὸ Λατίνων ἀποδιδόμενα καὶ ὡς κοινὸν ἀργύριον ἐμπορευόμενοι, ὡς εἴπερ τῶν ναῶν ἀφῃρημένα καὶ τὸ εἶναι τοῦ Θεοῦ ἀπεβάλοντο. τὸ δέ γε ἀντίπαλον ἐν ἀσελγείαις ἦν καὶ τρυφαῖς, καὶ τούτων ταῖς ἀσέμνοις μάλιστα καὶ τῶν Ῥωμαϊκῶν ἐν κωμῳδίᾳ ἐθῶν. τῶν γὰρ ἱματίων τὰ πλατύσημα μὴ κατὰ χρείαν, πρὸς δὲ γέλων περιβαλλόμενοι τὰς ἀγυιὰς περιῄεσαν, καὶ τὰς ὀθονοσκεπεῖς ἐπικρανίους καλύπτρας ταῖς κορυφαῖς τῶν ὀχημάτων περιτιθέντες καὶ τὰ κατὰ νώτου κεχυμένα λευκόλινα ταῖς γένυσιν αὐτῶν περιδέοντες ἄλλῃ καὶ ἄλλῃ τῆς πόλεως ἐξιππάζοντο. οἱ δὲ γραφέας δόνακας καὶ δοχεῖα μέλανος φέροντες τόμοις τὴν χεῖρα ἐδίδοσαν, ὡς γραμματέας ἡμᾶς τωθάζοντες. οἱ δὲ πλείους τὰς μὲν ὑπὸ σφῶν βιασθείσας ἐπὶ τῶν ἵππων ἀνεῖχον, τανυπέπλους τινὰς καὶ ἀπηνηκώτους καὶ τὰς τρίχας συνεστραμμένας εἰς ὀπίσθιον ἕνα πλοχμόν, τὰ δὲ γυναικεῖα τυμπάνια καὶ τὰ τῶν οὔλων καὶ λευκῶν τριχῶν ἐπικροτάφια καθέματα τοῖς ἵπποις περιετίθεσαν. ἐκώμαζόν τε καὶ ἠκρατίζοντο πανημέριοι, οἱ μὲν βρωμάτων μαγγανείαις προσκείμενοι, οἱ δὲ καὶ τὴν πάτριον ἐδωδὴν παρατιθέμενοι ἐπιδείπνιον, ἥτις ἦν νῶτοι βοείων κρεῶν διαχαλώμενοι λέβησι καὶ συῶν τεμάχη ταριχηρὰ κυάμοις ἀλητοῖς συνεψόμενα, ὥσπερ καὶ τὸ ἐκ σκορόδων ἐπέμβαμμά τε καὶ σύνθεμα ἐξ ἄλλων χυμῶν δριμυσσόντων τὴν αἴσθησιν. ἐπεὶ δὲ καὶ τὰ σκῦλα διενείμαντο, οὐκ ἦν τις παρ᾿ ἐκείνοις διαστολὴ ἐπίπλων καὶ σκευῶν βεβήλων τε καὶ ἁγίων. ἀλλ᾿ ἐπ᾿ ἴσης ἅπασιν εἰς τὰς σωματικὰς χρείας ἐκέχρηντο, καὶ Θεοῦ καὶ Θέμιδος κατὰ μηδὲν ἐμπαζόμενοι. τὰ δὲ τοῦ Χριστοῦ καὶ τῶν ἁγίων θεῖα εἰκάσματα εἰς ἕδρας καὶ ποδῶν θρανίδας παρῆγον.

Ὡς δὲ καὶ κλήρους πόλεων καὶ χωρῶν ἤρξαντο βάλλειν, ἦν ἰδέσθαι καὶ θέσθαι διὰ πλείστου ὅτι τοῦ θαύματος ἀνδρῶν τυφομανῶν μὴ ξυμβλητὴν ἀπόνοιαν, εἴτ᾿ οὖν παράνοιαν εἰπεῖν οἰκειότερον. ὡς γὰρ βασιλέων ἤδη βασιλεῖς καθεστῶτες καὶ τὸ περίγειον ἅπαν ἐν χερσὶν ἔχοντες τοῖς μὲν Ῥωμαϊκοῖς σχοινίσμασιν ἀπογραφεῖς ἐπέστησαν, γνῶναι πρότερον τὰς ἐπετείους ἀποφορὰς θέλοντες, εἶθ᾿ οὕτω κατὰ πάλους αὐτὰ μερίσασθαι, τὰς δὲ παρ᾿ ἄλλοις ἔθνεσι καὶ βασιλεῦσι καρπουμένας ἀρχὰς καὶ ἐξουσίας ἐκ τοῦ αὐτίκα διείλοντο. ἥ τε οὖν ἐν πόλεσιν εὐδαίμων καὶ πρὸς τῷ Νείλῳ κειμένη Ἀλεξάνδρεια τῷ κλήρῳ ὑπέκειτο καὶ Λιβύη, καὶ Λιβύης τὰ ἐς Νομάδας καὶ Γάδειρα παρατείνοντα, Πάρθοι τε καὶ Πέρσαι, ἔτι δὲ καὶ Ἴβηρες ἑῷοι καὶ Ἀσσυρία γῆ καὶ Ὑρκάνιος, καὶ ὅσα οἱ πρὸς ἕω μέγιστοι ποταμοὶ τοῖς ὕδασι διειλήφασιν. ἀλλ᾿ οὐδὲ τὰ πρὸς βορρᾶν νενευκότα κλίματα εἰάθη ἀκλήρωτα, ἀλλὰ κἀκεῖνα οἱ αὐτοὶ διενείμαντο. καὶ ὁ μὲν ὡς ἱπποτρόφους καὶ φόροις περιβριθεῖς ἃς ἐκληρώσατο πόλεις δι᾿ ἐπαίνου ἐτίθετο καὶ τοῦ κλήρου ἑαυτὸν ἐμακάριζεν, ὁ δὲ ὡς κομώσας ἄλλοις ἀγαθοῖς θαυμάζων οὐκ ἔληγεν. οἱ δὲ καὶ περὶ κλήρου πόλεων ἤρισαν καὶ ἀντέδοσαν ἄλλοις ἕτεροι καὶ ἀντέλαβον πόλεις καὶ ὅρια. τινὲς δὲ καὶ μάλα δόξαν ἀσπάσιον τὸ Ἰκόνιον εἰς κλῆρον εἰληφέναι διηγωνίσαντο.

Καὶ πύλας τῆς πόλεως καὶ τέμαχος τῆς ἁλύσεως, ἣ διαταθεῖσα ξυνεῖχε τὸν ναύσταθμον, τοῖς ἐν Συρίᾳ ὁμογενέσι μετὰ πλοίων πεπόμφασι καὶ διαφῆκαν ἀγγέλους ἁπανταχῇ τὴν τῆς πόλεως διατρανώσοντας ἅλωσιν.

Δεῆσαν δὲ καὶ βασιλέα χρισθῆναι, εἰς τὸν μέγιστον νεὼν παραγίνονται τῶν ὁπαδῶν τοῦ Χριστοῦ· ἐκεῖσε γὰρ συνερχόμενοι περὶ τῶν πρακτέων σφίσιν ἐβουλεύοντο. καὶ τὰ μὲν πρῶτα κατά τι πάτριον ἔθιμον κρατῆρας τέσσαρας στοιχηδὸν ἐσκέπτοντο διαθέσθαι, ὧν εἷς τὴν ἀναίμακτον θυσίαν στέγειν ἤμελλε, καὶ οὕτως ἐνδοῦναι τοῖς θυηπόλοις ἐφ᾿ ἑκάστῃ κλήσει τῶν εἰς ἀρχὴν ἐπιλεγέντων αἴρειν ἕνα τῶν σκύφων καὶ προσάγειν αὐτοῖς· ἐκεῖνος δ᾿ ἦν ὁ τῶν λοιπῶν εἰς τὴν ἀρχὴν προκριθησόμενος, ὁ καὶ λαχὼν τὸ ποτήριον τὸ τοῦ θείου σώματος καὶ αἵματος τοῦ Χριστοῦ μέτοχον.

Δόξαν δὲ τῷ Βενετίας δουκὶ τῷ Δανδούλῳ εἰς ψῆφον ἀπολυθῆναι τὴν πρόβλησιν, ἐκλέγονται ψηφηφόροι πέντε μὲν ἐκ τοῦ τῶν Φραγγίσκων καὶ Λαμπάρδων γένους, οἱ παρ᾿ ἐκείνοις ἄριστοι, ἐκ δὲ τῶν Βενετίκων ὁμοίως ἕτεροι πέντε. καὶ τῆς τῶν πλειόνων ψήφου κρατησάσης ὁ τῆς ἀρχῆς ἔπεσε κλῆρος πρὸς Βαλδουῖνον τὸν τῆς Φλάντρας κόμητα, πλήν, ὡς ᾔδετο παρὰ πᾶσι, κατὰ δόλον τε καὶ περίνοιαν τοῦ δουκὸς Βενετίας Δανδούλου.

Πηρὸς γὰρ ὢν οὗτος τὰς ὄψεις καὶ τοῦ κλήρου κατὰ τοῦτο τῶν ἀρξόντων διαγραφεὶς ἠβούλετο χειρίζειν τὴν βασιλείαν τὸν τὸ ἦθός τε ἱλαρώτερον καὶ μὴ τὸ φρονεῖν ἀρχικώτερον, τὸ δ᾿ ἐν μείζονι παρ᾿ ἐκείνῳ μᾶλλον σπουδῇ, καὶ τὴν ἰδίαν χώραν κληρούμενον τῶν τῆς Βενετίας ὅρων διισταμένην κατὰ πολύ, ὡς εἴ ποτε διχονοήσειαν ἀλλήλοις βασιλεὺς καὶ Βενέτικοι, μὴ εἴη ἐκ τοῦ σχεδὸν βασιλεῖ δυνάμεις πλείους οἰκειακὰς μεταπέμπεσθαι ἢ γοῦν εὐμαρῶς εἰσιέναι τὰ Βενετίκων ὅρια καὶ ταῦτα ὁπωσδὴ κατατρέχειν καὶ σίνεσθαι, ἃ δὴ πάντα ᾔδει πρὸς ἰσχύος ἔχοντα δρᾶν τὸν Βονιφάτιον μαρκέσιον ἐκ Λαμπαρδίας τὴν γένεσιν ἕλκοντα· Λαμπαρδίαν δὲ οἰκεῖσθαι παράλιον καὶ ῥᾳδίας εἶναι τὰς ἐκεῖθεν εἰς τὴν Ῥωμαίων ἐκπλοίας, καὶ Βενετίᾳ δὲ ἀγχουροῦσαν πολλὰ ἂν κατ᾿ εὐπέτειαν Βενετίκοις κακουργεῖν ἀποτρόπαια. ὑπ᾿ ἐννοιῶν τοίνυν τοιῶνδε μὴ πάντῃ ἀλογίστων κεκινημένος ὁ Δάνδουλος, καὶ τὰ πολλοῖς τῶν ὁρώντων δυστέκμαρτα ταῖς τοῦ νοῦ καταλαμβάνων ὁράσεσιν ὁ πηρὸς ἐκεῖνος τὰς κόρας τοῦ σώματος παρεκρούσατο μὲν τὸν Βονιφάτιον μαρκέσιον, τῶν δὲ Βενετίκων καὶ τῶν Φραγγίσκων εἰς μίαν συνδραμόντων γνώμην τὸν Βαλδουῖνον ἀνθείλετο, εἰδὼς ἐκ τῶν κάτω Γαλλιῶν ὁρμώμενον, Γαλλιῶν δὲ καὶ Βενετίας ἐς τοσοῦτον τοὺς ὅρους ἀφεστάναι, ἐς ὅσον Βενετία Ῥωμαίων ἀποσχοινίζεται, καὶ ἅμα οἱ Βαλδουῖνον ὅλῃ ψυχῇ προσκεχηνότα καὶ ἀσμένως ὡς πατρὶ προσφερόμενον, μήτε μὴν ὑπὸ χρονίας γυμνασίας ἐντακέντα πράγμασιν, ὁποῖον ἠπίστατο τὸν μαρκέσιον· οὐ γάρ πω Βαλδουῖνος τριάκοντα καὶ δύο ἔτη γεγένητο.

Ἦν δὲ καὶ ἄλλως ὁ ἀνὴρ οὗτος εὐλαβὴς τὰ πρὸς θεόν, ὡς ἐλέγετο, καὶ τὴν δίαιταν ἐγκρατής, γυναικὶ δὲ μηδὲ μέχρι βλέμματος προσεσχηκὼς ἐφ᾿ ὅσον χρόνον τῆς οἰκείας γαμετῆς ἀπεφοίτησεν, ἀλλὰ καὶ <πρὸς> τὸν εἰς θεὸν ὑμνητήριον καὶ πρὸς πᾶσαν ἀνάγκην ἀρέμβαστος.ὸ δὲ μέγιστον, δὶς εἶχεν ἑκάστης ἑβδομάδος τὸν ἑσπέρας ἐπεμβοῶντα μηδένα τῶν ἀρχείων ἐντὸς κατευνάζεσθαι μὴ νομίμῳ γυναικὶ πλησιάζοντα.

Βασιλεύσας τοίνυν ὁ Βαλδουῖνος ἐς μέρη ἔξεισι τὰ ἑσπέρια, οὐχ ὡς αὐτὰ χειρωσόμενος (πάντα γάρ οἱ ἁλώσιμα ᾤετο, „πᾷ βῶ καὶ κινήσω τὰν γᾶν τῷ δόρατι” μικροῦ κομπάζων καὶ λίαν ἀγερώχως φθεγγόμενος), ἀλλ᾿ ὡς διὰ φιλίων χώρων παρελευσόμενος καὶ βασιλεὺς Ῥωμαίων ἀναγορευθησόμενος πρὸς παντός, οὗ χάριν οὐδὲ κομιδῆς οἱασοῦν κατηξιώκει τινὰς τῶν Ῥωμαίων ἐκ τοῦ στρατιωτικοῦ τε καὶ πολιτικοῦ συντάγματος, ἀλλ᾿ ἁπαξάπαντας ἀπεπέμψατο. τοῦτο δὲ καὶ τοῖς ἄλλοις τοῦ στρατοῦ ἡγεμόσι καὶ κόμησι δέδοκτο· τὴν γὰρ ἀνδρείαν τῶν συννόμων ἀρετῶν ἀφορίζοντες καὶ ταύτην ἑαυτοῖς οἰκειοῦντες ὡς συγγενὲς καὶ σύντροφον ἐπιτήδευμα οὐδὲν τῶν ἄλλων ἐθνῶν εἰς Ἄρεος ἔργα παρασυμβεβλῆσθαι σφίσιν ἠνείχοντο. ἀλλ᾿ οὐδέ τις τῶν Χαρίτων ἢ τῶν Μουσῶν παρὰ τοῖς βαρβάροις τούτοις ἐπεξενίζετο· καὶ παρὰ τοῦτο οἶμαι καὶ τὴν φύσιν ἦσαν ἀνήμεροι καὶ τὸν χόλον εἶχον τοῦ λόγου προτρέχοντα.

Διελθὼν τοίνυν τὰς Θρᾳκίας πόλεις ὁ Βαλδουῖνος τῇ μὲν Ὀρεστιάδι φρουρὰν ἐγκατέλεξεν, ὁμοίως δὲ καὶ κατὰ τὸ Διδυμότειχον καὶ τὴν ἐκ Φιλίππου παρώνυμον πόλιν διεπράξατο. ὡς δ᾿ εἰς Ξάνθειαν ἵκετο, λόχον οἱ ἐκεῖσε ὑποκαθίσαντες Σεναχηρείμ τινος ἐξηγουμένου τῷ στρατεύματι λάθρᾳ ἐπέθεντο· μικρὸν δέ τι φανέντες ἀπεκρύψαντο, ἐπανιόντες δείλανδροι ὅθεν ἐξῄεσαν θρασυκάρδιοι. ὁ δὲ ἀμαχεὶ ἐκ τοῦδε προυχώρει πρὸς τὴν Θεσσαλονικέων μητρόπολιν. ἐφείπετο δέ οἱ ὁ Βονιφάτιος μαρκέσιος, τὴν ἐκ Παιόνων Μαρίαν ἐπαγόμενος, Ἰσαακίῳ μὲν τῷ ἐξ Ἀγγέλων ἁρμοσθεῖσαν πρότερον, μετὰ δὲ τὴν ἐκείνου ἐκβίωσιν καὶ τὴν τῆς πόλεως ἅλωσιν συνευνασθεῖσαν αὐτῷ κατὰ νόμους.

Ἐπεὶ δὲ ὁ μὲν Βαλδουῖνος αὐλίζοιτο κατὰ Μοσυνόπολιν, ὁ δὲ μαρκέσιος πύθοιτο παρὰ πλείστων μηδέ ποτε προθέσθαι τὸν Βαλδουῖνον ὑπεκστῆναί οἱ τῆς λογίμης Θεσσαλονίκης, καθάπερ δὴ καὶ ξυνέθετο, ἀλλὰ κατὰ τοῦτο προϊέναι καὶ συντόνου ἔχεσθαι τῆς πορείας ὡς τὴν πόλιν εἰσιὼν ἰδιώσαιτο, αὖος ἦν ἐφ᾿ ἱκανόν, ὥσπερ ὑπὸ κεραυνοῦ βληθείς. οὐκοῦν ὑπ᾿ ἀθυμίας φανεὶς κατακώχιμος παλίμπους φέρεται, Γραϊκῶν ἀπατηλότερον καὶ τὸ ἦθος ἄπιστον καὶ παλίμβολον ὑπὲρ ὄστρακον καὶ κύβον τὸν Βαλδουῖνον ἀποκαλῶν. ἀμέλει τοι καὶ κατειληφὼς τὸ Διδυμότειχον καὶ παντοίως αὐτὸ κρατυνάμενος, ἐπὶ δὲ τὰς Θρᾳκίας πόλεις ἀναστατῶν πλὴν τῆς Ὀρεστιάδος (ταύτην γὰρ ἀντιπαρήρχετο πλεῖστον ὅσον τὸ ἐκ Βαλδουίνου στέγουσαν ὁπλομάχον) φόρους συνέταττε καὶ Ῥωμαίους ξυνήγειρεν, εἴ τι φρικῶδες ἀνθρώποις καὶ θειότατον ὄνομα φέρων διὰ γλώττης, καὶ μαρτυρόμενος ἀπείπασθαι μὲν τὰς μεθ᾿ ὁμοφύλων σπονδὰς καὶ τὴν προτέραν σύμπνοιαν, Ῥωμαίοις δὲ προσχωρῆσαι λαμπρῶς. ταῦτα λέγων καὶ διομνύμενος προσεμηχανήσατό τι καὶ ἕτερον ποιοῦν τὰ ῥήματα εὐπαράδεκτα· τὸν γὰρ πρωτότοκον υἱέα τῆς συζευχθείσης αὐτῷ Μαρίας (κλῆσις τουτῳῒ Μανουὴλ) βασιλέα Ῥωμαίων ἀνηγορεύκει, ὑπεκστὰς ἐκείνῳ καὶ σχήματος καὶ ὀνόματος καὶ τὸ προσωπεῖον τοῦτο καὶ πρόσχημα κατὰ στίφη τοὺς Ῥωμαίους ἀγήοχε. καὶ τοιούτοις μὲν ἐνεπόνει ὁ μαρκέσιος, μὴ πρὸς ἀλήθειαν ὅλως δρωμένοις, ὡς τὰ μετέπειτα καθυπέφηνε.

Τοῦ δέ γε Βαλδουίνου τῇ Θεσσαλονίκῃ ἐγγίσαντος, ἅπας ἐξερρύησαν ὁ λεὼς καὶ μετ᾿ εὐσήμων βοῶν σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν περιχαρῶς ἐνδιδόασιν. ἱκέτευσαν μέντοι μήτ᾿ αὐτὸν Βαλδουῖνον ἐπιβῆναι τῆς πόλεως, μήτε μὴν εἴσω τὸ στράτευμα συγχωρῆσαι παρελθεῖν· δεδιέναι γὰρ μὴ τὰ ἐκείνου παριδὸν ἐντάλματα τὴν πόλιν σκυλεύσειεν, οἷα μηδ᾿ ὑφ᾿ ἕνα ταττόμενον ἡγεμόνα, ἀλλ᾿ ἐκ πολλῶν ἀγηγερμένον φυλαρχιῶν καὶ πλείστοις ὑποκείμενον ἄρχουσιν. ὁ Βαλδουῖνος τοίνυν τοῦτο μὲν ταῖς τῶν αἰτήσεων εὐλόγοις καθυπαχθείς, τοῦτο δὲ βάλλουσαν ἔχων μηδ᾿ ἀγαθὰ διδοῦσαν φαντάζεσθαι τὴν μαρκεσίου μετ᾿ ὀργῆς ὑποχώρησιν, ἐν πολλοῖς δὲ καὶ κεντοῦντα τὴν ἀκοὴν τὰ ὑπ᾿ ἐκείνου γινόμενα, τοῖς Θεσσαλονικεῦσι προσέσχε καὶ γράμμα σφίσιν ἐρυθρόγραφον ἐνεχείρισε, πᾶσι τοῖς ἐθίμοις τῇ πόλει τὸ ἔμπεδον χαριζόμενον.

Ἀμέλει καὶ πρὸς ἡμέρας ἐναυλισάμενος ἔξωθεν, καὶ φιλοφρονηθεὶς τὰ εἰκότα ἐπάνεισιν αὖθις εἰς τὸ Βυζάντιον· ἤδη γὰρ καὶ ἀγγελίαν τοῦτ᾿ αὐτὸ ἐπισκήπτουσαν δεξάμενος ἦν πρός τε τοῦ δουκὸς Βενετίας Δανδούλου καὶ ὅσοι τῶν κομήτων τῇ Κωνσταντινουπόλει παρέμενον. ὡς ἐπανῆκε τοίνυν ὁ Βαλδουῖνος, μετάπεμπτος γίνεται καὶ μαρκέσιος, Ἰοφρέ τινος ἐπιδεδημηκότος αὐτῷ, μέγα παρὰ τοῖς τῶν Λατίνων δυναμένου στρατεύμασι (μαρισκάλδος ἦν τὸ ἀξίωμα ὁ ἀνήρ, δηλοῖ δὲ καθ᾿ Ἕλληνας ἡ φωνὴ τὸν πρωτοστράτορα), καὶ πίστεις δόντος ὡς οὐδέν τι παραγενόμενος πείσεται ἀηδές. ἀπαντήσας καὶ τῷ Βαλδουίνῳ σπεισάμενος ἀφίσταται μὲν τοῦ Διδυμοτείχου, ἐς δὲ Θεσσαλονίκην κάτεισι καὶ παρὰ πάντων ἀμαχεὶ προσδεχθεὶς τὴν πόλιν εἴσεισι, τὸν καιρὸν ἐν τῷ αὐτίκα καθυποδὺς καὶ τὸ τοῦ τρόπου σκαιῶδές τε καὶ στρεβλόχειλον ἐπικρυψάμενος. πλὴν οὐκ ἐπὶ πολὺ τοῖς δεδογμένοις ἐμμείνας, τῇ δὲ γαλῇ παρομοιωθείς, ἣν διήλεγξε τὸ στέαρ παρεισπεσόν, ἐς χρήματα τοὺς Θεσσαλονικεῖς ἐζημίωσεν, εὐθαλεῖς τὰς ὑπάρξεις εἶναι μαθών. εἶτα καὶ τὰς τῶν οἰκήσεων καλλίστας ἐκ τῶν ἐχόντων ἀφελόμενος τοῖς ἐκ τῆς ἱππάδος ἐκείνῳ διαδέδωκεν εἰς ἐνοίκησιν.

Ἐκ δὲ τούτου τὴν σύλλεκτρον Μαρίαν καὶ μοῖραν τῆς στρατιᾶς ἐκεῖσε καταλιπὼν ἔξεισιν αὐτὸς καὶ τὰς πόλεις μέτεισιν, ὅσαι τε περὶ Σέρρας καθυπτιάζουσι καὶ τοῖς ὅροις τῆς Βερροίας προσήνωνται καὶ ὅσαι πρὸς τὰ Τέμπη τὰ Θετταλῶν παρατείνουσι. κρατήσας οὖν τουτωνὶ παρὰ δόξαν ἔγνω καὶ Λαρίσσης αὐτῆς ἐπιβῆναι καὶ δι᾿ Ἑλλάδος ἐλάσαι καὶ χειρώσασθαι τὴν τοῦ Πέλοπος, κρίνων ἀεὶ τὰ εἰλημμένα μικρὰ καὶ τοῖς ἔμπροσθεν προβαίνειν ἐρῶν διὰ τὴν τῶν Ῥωμαίων ἀφέλειαν. συνείποντο δέ οἱ καὶ τῶν Ῥωμαίων τινές, καὶ μάλιστα τῶν εὖ γεγονότων, παλεύοντες τὰς χώρας καὶ τὰς τρίβους διομαλίζοντες, κατὰ μὲν ἀπάτην καὶ δόλον τῷ πρωτοτόκῳ τῆς Μαρίας υἱῷ (τοῦτον γὰρ βασιλικῶς ἐσταλμένον καὶ μετ᾿ εὐφήμων φωνῶν προπεμπόμενον, ὥσπερ οἱ Θρᾷκες πρότερον, οὕτω καὶ Μακεδόνες τῷ τότε καὶ Θεσσαλοὶ καὶ ὅσα ἐς Ἑλλάδα καθήκουσιν ἀσμένως ἐδέχοντο), πρὸς δ᾿ ἀληθῆ πρᾶξιν μαρκεσίῳ καὶ Λατίνοις προοδευταὶ καὶ τῶν πρακτέων εἰσηγηταὶ καὶ τῆς πατρίδος προαγωγοὶ γινόμενοι.

Καὶ μαρκέσιος μὲν ἐθνῶν οὕτω κρατίστων καὶ πόλεων μεγίστων ἐγκρατὴς ἀμαχεὶ διεδείκνυτο καὶ πολλῷ πλειόνων τοῦ παρ᾿ ἐκείνῳ στρατεύματος, εἰ πόλιν καὶ ἄνδρα τῷ ἀριθμῷ τις ὑπέβαλεν· ὁ δέ γε Βαλδουῖνος ἐς τὸ Βυζάντιον ἀφικόμενος ἔγνω μηδ᾿ αὐτὸς ἡσυχῇ καθῆσθαι, μηδ᾿ ἀπόμαχον εἰκῇ τὴν ὑπὸ οἷ τεταγμένην οἰκουρεῖν στρατιάν, ἀλλ᾿ ἐς Ἀσίαν ταύτην διαβιβάσαι καὶ τῶν ἐκεῖ πειράσασθαι πόλεων, ἐξερεθισθεὶς εἰς τόδε τὸ ἔργον πρός τε τῶν Ἑλλησποντίων Λατίνων, ὧν ἡ πόλις Πηγαὶ κατωνόμασται, καὶ τῶν Τρωϊκῶν Ἀρμενίων· οὗτοι γὰρ οὐδὲ βραχύ τι γοῦν καθυφῆκαν τὸν Βαλδουῖνον ἐνάγοντες καὶ τοὺς ἄλλους κόμητας ἐξερεθίζοντες ὡς εἰς προκείμενον ἕρμαιον διαβῆναι τὴν τῶν ἑῴων πόλεων χείρωσιν.

Περὶ μῆνα τοίνυν τὸν φυλλοχόον ἔξεισιν Ἐρρῆς ὁ τοῦ Βαλδουίνου κασίγνητος καὶ Πέτρος ὁ ἐκ Πράτζης ὁρμώμενος, ἀνὴρ ἡρωϊκὸς τὴν ἰσχύν, καὶ πρὸς τῇ παράλῳ Καλλιπόλει γενόμενοι ἐς ἕω διαπλωΐζονται. καὶ ὁ μὲν Ἐρρῆς συμμίξας τοῖς ἐν Τροΐᾳ Ἀρμενίοις καὶ συμμαχίδας ἴλας ἐκεῖθεν ἐπαμησάμενος ἔκειρε τὰς πόλεις καὶ διετίθει κακῶς, ὅσαι μὴ ἐκείνῳ συνέβαινον, κρατήσας δὲ καὶ τῆς Ἴδης τοῦ ὄρους καὶ διὰ τῶν ταύτης στενῶν παρελθὼν εἰς τὸ Ἀτραμύττιον προκεχώρηκεν.

Ὁ δ᾿ ἐκ Πράτζης Πέτρος ἄρας ἐκ τοῦ τῶν Πηγῶν πολίσματος τὴν ἐς τὸ Λοπάδιον στέλλεται. ἀπήντων δὲ αὐτῷ μετὰ πλείστων Ῥωμαϊκῶν δυνάμεων περὶ τὸ λεγόμενον Ποιμανηνὸν οἱ περὶ τὸν Λάσκαριν Θεόδωρον. οἱ δὲ τὴν κατ᾿ αὐτῶν ἐμβολὴν τῶν Λατίνων οὐκ ἐνεγκόντες, οἱ μὲν ἐς φυγὴν ὁρῶσιν, ὁ δὲ Πέτρος ἐς τὸ Λοπάδιον ἄπεισι, μηδένα ἔχων τὸν ἐς χεῖρας ἰόντα, ἀλλ᾿ εὑρίσκων πάντας μετὰ σταυρικῶν σημείων καὶ τῶν θείων λογίων δεξιουμένους αὐτόν, οἳ καὶ κακῶν ἀπαθεῖς διέμειναν. τοῦτο δὲ καὶ ταῖς λοιπαῖς συνέβαινε πόλεσιν, ὅσαι μὴ χωρεῖν διὰ μάχης Λατίνοις ἐγνώκεισαν, εἰ καὶ πονηρὸν ἐς θεραπείαν χρῆμα Λατῖνος, φωνὴ ἀσύμφωνος Ἕλλησι, γνώμη φιλοχρήματος, ὀφθαλμὸς ἀπαιδαγώγητος, γαστὴρ ἀκόρεστος, ὀργίλος καὶ δριμεῖα ψυχή, καὶ χεὶρ διφῶσα τὸ ξίφος διὰ παντός.

Πεῖραν δὲ καὶ τῶν ἐν τῇ πόλει τῇ Προύσῃ λαβεῖν οἱ Λατῖνοι θέλοντες καὶ γνῶναι πρὸς οἷς εἰσιν, ἐπεὶ μηδὲ προσεῖχόν σφισι Προυσαῖοι, ἀλλὰ σῖτα παρεσκευακότες διαρκῆ πρὸς πολιορκίαν χρονίαν καὶ τῇ θέσει τοῦ τόπου πιστεύοντες μὴ ἄν ποτε βίᾳ ἁλῶναι, ὅτι καὶ ἐπὶ γηλόφου ᾤκισται Προῦσα καὶ τεῖχος ἐχυρὸν περιβέβληται, ἄραντες ἐκ Λοπαδίου τῇ Προύσῃ προσίασι καὶ τὸ μεσημβρινὸν τεῖχος διειληφότες, καθ᾿ ὃ τὸ μὲν ὄρος ὁ Ὄλυμπος ἀναχωρεῖ τι βραχὺ τῆς πόλεως, ὁ δὲ πετρώδης λόφος ὁ τὴν πόλιν διαλαμβάνων μεθίησιν ἐκεῖσε τὴν ὅλην τοῦ χώρου διάζωσιν, ἐνέκειντο τοὺς ἔνδον αἰτούμενοι τῇ πόλει σφᾶς εἰσδέξασθαι, ὡς οὕτω τῶν πρὸς βουλῆς ἐπιτευξομένους, ὅπερ ἀνάγκη μὴ εὑρεῖν ὕστερον, ἡνίκα τὴν μὲν πόλιν ὡς ἐς χείρωσιν αὐτοὶ περιέλθοιεν, τὰ δὲ τείχη ταῖς ἑλεπόλεσι τύπτοιντο. μηδὲν δὲ φρονούντων πρὸς ταῦτα ἐνδόσιμον τῶν ἐντός, ἐνίων δὲ καὶ θαρρησάντων τὴν ἔξοδον καὶ πολλοὺς τῶν ἐπισήμων βαλόντων βέλεσι καὶ καταβαλόντων, αὐτίκα, ὡς οὐχ αἱρετέον ἐδόκει τὸ τεῖχος, καὶ μάλιστα τοῖς ἐξ ἐφόδου προσβάλλουσιν, ἐκεῖθεν μεθίστανται.

Οἱ δὲ Προυσαῖοι πρὸς τὴν τῶν Λατίνων ἄπαρσιν ἔτι μᾶλλον πλησθέντες φρονήματος κατὰ πλείους ἐπέκειντο. τὰ δ᾿ αὐτὰ ἔδρων καὶ οἳ τῶν ὑπερδεξίων ἐλάβοντο, δι᾿ ὧν τὸ πολέμιον ἵετο. οὐ βραχεῖς δὲ καὶ ἀποστάντες Λατίνων ἶσα τοῖς μὴ δεξαμένοις Λατίνους κατὰ Λατίνων ὡπλίσαντο καὶ πολλοὺς αὐτῶν ἀπέκτειναν. ἦσαν δὲ καὶ οὕτως τὰ Λατίνων αὖθις ἐπικρατέστερα καὶ σφαγαὶ προύβησαν συχναὶ καὶ ἄλλῃ μέν, ἀλλὰ δὴ καὶ κατὰ τὸ πόλισμα τὴν Καισάρειαν.

Ἶσα δὲ τούτοις καὶ ὁ Φιλαδελφεὺς Θεόδωρος προθέμενος διαπράξασθαι διὰ μάχης χωρεῖ τῷ Ἐρρῇ περὶ τὸ Ἀτραμύττιον διατρίβοντι. ἀμέλει καὶ μὴ προσδόκιμος ἐπιὼν τῷ ἀνδρὶ τὰ μὲν πρῶτα πρὸς τὸ πλῆθος ἀποκναῖσαι τοῦτον πεποίηκεν· ὡς δὲ διακινδυνευτέα τῷ Ἐρρῇ ἐδόκει, ἡ ἱππὰς ἐς παράταξιν διατίθεται. ἡ δὲ ὀρθὰ τὰ δόρατα ἀνατείνασα τὴν ἀπὸ τῶν Ῥωμαίων ἐγχείρησιν ἐπέμενεν. ἐπεὶ δὲ ῥᾳθύμως εἶχον Ῥωμαῖοι πρὸς τὴν τῆς μάχης πρωτούργησιν, κατὰ μὲν δράκοντα φλογωπὸν ὁλκοῖς λορδούμενοι στρατευμάτων καὶ φολίσιν ἐπιφρίσσοντες ὅπλων καὶ ὡς εἰς χάσμα διανοιγόμενοι στόματος ταῖς ἑκατέρων τῶν κεράτων ἀναπτύξεσι, πρὸς δὲ τὰς ἐπελάσεις ἀτονώτερον ἔχοντες καὶ νωθέστερον, ὡς ἀπὸ ἑνὸς συνθήματος οὗτοι τὰ ξυστὰ ἀπευθύναντες καὶ κατὰ τὸ σύνηθες ἀλαλάξαντες, αὐτοῦ δὴ τοῦ Ἐρρῆ τῶν ἄλλων προεκθορόντος καὶ διὰ μέσων τῶν τάξεων τὸν ἵππον ἐλάσαντος, διασκεδάζουσι Ῥωμαίους καί σφισιν ἐπικείμενοι φεύγουσι φόνου πάρεργον πλείστους ἔθεντο, οἷα τῶν ἱππέων Ῥωμαίων καὶ πρὸς τὴν πρώτην ἔμπτωσιν τῶν Λατίνων καὶ τὴν τῶν δοράτων ἀγκώνισιν ὅλοις ἀποδράντων ῥυτῆρσι καὶ τὰς πεζικὰς τάξεις παρεικότων εἰς κεράϊσιν τοῖς ἀντιμάχοις καὶ προνομήν.

Καὶ τῇδε μὲν τὰ κατ᾿ Ἀσίαν ἐφέρετο· τὰ δὲ Θετταλὰ Τέμπη ἐκπεριελθὼν μαρκέσιος ὑφ᾿ ἡγεμόσι Ῥωμαίοις ἦγε διὰ ταχέων ἐν τοῖς μὴ ὀρειαίοις τὴν δύναμιν, ὥστε καὶ ἔλαθε τὰ πεδινὰ τῶν Λαρισσαίων κατέχων τοὺς ταῖς ἄκραις ἐφεστῶτας Ῥωμαίους καὶ τὰς ὑπερβολὰς τηροῦντας ἐπιμελῶς, αἳ τὸν μὲν Πηνειὸν ποταμὸν ἐς τὸ στενότατον πάντῃ ξυνάγουσιν, ὡς καὶ καχλάζειν ἐν πολλοῖς ἐπὶ μέγα τὸ ῥόθιον καὶ τὰς ὄχθας τῇ τῶν κτύπων ἀντιπέμψει συνεπηχεῖν, περὶ δὲ τὰς τῶν ὀρῶν ὑποβάσεις μίαν ἀτραπὸν παρανοίγουσι, συνεπτυγμένην καὶ ταύτην καὶ χαλεπὴν τοῖς βαδίζουσιν, ὥστε πῃ μηδ᾿ ἐπὶ τεσσάρων ἀσπίδων αὐτὴν ἀναπτύσσεσθαι, ὑπὸ πετρῶν λισσάδων καὶ ποταμίου ῥεύματος ἐς τὸ πάντῃ συνιοῦσαν στενόπορον. ἐκ δὲ Λαρίσσης ἄρας προυχώρει τοῖς ἔμπροσθεν, μηδενὸς ἐς χεῖρας αὐτῷ προσιέναι θαρρεῖν ἔχοντος. ὀψὲ δὲ καὶ μόλις περὶ τὰς Θερμοπύλας λόχον ὁ Σγουρὸς Λέων ὑποκαθίσας, μηδὲν δέ τι καὶ δράσας γενναῖον, ἀλλὰ καὶ πρὸς μόνην τὴν τῶν ἱππέων Λατίνων ὄψιν ἀλλοφρονήσας φυγὰς ἐκεῖθεν ἐς τὸν Ἀκροκόρινθον ᾤχετο.

Ὁ δὲ Σγουρὸς οὗτος ἐκ τοῦ Ναυπλίου γεγενημένος χρόνον μέν τινα τῶν ἐκ τοῦ γένους βίᾳ μᾶλλον ἤπερ πειθοῖ κατίσχυε, πατρῷόν τι μέτρον ἀναπληρῶν καὶ χειρίζων οὐχ αἱμάτων καθαρεῦον κληρούχημα· ἀεὶ δὲ τῷ τῶν πραγμάτων ἀνωμάλῳ ἐπιδιδοὺς καὶ τοῖς στασιώδεσι καιροῖς οἰδαινόμενος μέγας ἐκ μικροῦ πρόεισιν, ὡς οἱ χείμαρροι τοῖς ὄμβροις καὶ τοῖς βιαίοις τὰ κύματα πνεύμασι. τὸ γὰρ ἱππόβοτον Ἄργος ὑπονοθεύσας καὶ ἐπὶ τῷδε τὴν Κόρινθον ληϊσάμενος καὶ προϊὼν ἀεὶ τοῖς λῃστεύμασιν εἶτα καὶ ταῖς Ἀθήναις αὐταῖς προσήραξε μετὰ πολεμικῶν νεῶν καὶ τὸν Ἰσθμὸν διελθόντος στρατεύματος, ἐλπίσι θαλπόμενος ὡς εὐμαρῶς κρατήσει τῆς ἀκροπόλεως ἢ γοῦν ἑλεπόλεις ἐπιστήσας ὡς ἀπόλεμον θροήσει τὸ ἔνδον ἀπομαχόμενον. ἦν δ᾿ ἀναπεμπάζων φρεσὶ καὶ εἰκαίως διανοούμενος τὰ μὴ πέρας ὅλως δεξόμενα.

Ὁ γὰρ ἀρχιποίμην Ἀθηνῶν Μιχαὴλ (κασίγνητος οὗτος ἐμός, ναὶ ἐμός· ἐγκαλλωπίζομαι γὰρ τῇ ὁμογνιότητι καὶ χαίρω καθ᾿ αἷμα τῷ ἀνδρὶ συναπτόμενος, εἰ καὶ τῆς ἀρετῆς καὶ τοῦ λόγου κατὰ διάμετρον ἐκδιίσταμαι) τὸ οἰκεῖον λάχος ὁρῶν τῶν αὐτοῦ βουλῶν καὶ εὐχῶν ἐξεχόμενον, ἐπεὶ παρεμβαλόντα θεάσαιτο τὸν Σγουρόν, ἔγνω μετιέναι τοῦτον θεοφιλῶς, εἴ πως ἐκεῖθεν ἀποστῆσαι δυνήσεται μηδ᾿ ἄλλως ἀσυνήθως ἔχοντα πρὸς αὐτόν, ἐς δὲ λόγους ἐληλυθότα πολλάκις. καὶ δὴ ὡς ἐξ ὑπερδεξίων τῆς πόλεως τοξεύει παραινέσεων βέλεμνα καὶ τῇ ποιμαντικῇ σφενδόνῃ ἀκροβολίζεται διαφιεὶς θεόπλοκα ῥήματα. ἔστι δ᾿ ὅπῃ καὶ ὡς ἐξ ἑλεπόλεων τῶν πνευματικῶν ἀπειλῶν πειρᾶται κατασείειν τὸ ἐκείνου φρόνημα, μὴ δεῖν λέγων ἀπὸ Χριστοῦ καλούμενον καὶ Ῥωμαίοις συνεξεταζόμενον διὰ μάχης Ῥωμαίοις χωρεῖν, εἰ μὴ πιστοῦται μόνοις χείλεσι τὸν Χριστώνυμον, ὡς ἐσθῆτι καὶ γλώττῃ τὸν Ῥωμαίοις ὁμόφωνον, τῇ δὲ καρδίᾳ πόρρω πλάζοιτο τῶν καλουμένων ἀπὸ Χριστοῦ.ί δὲ καὶ ἔχων Ἀθηναίοις ἐπεγκαλεῖν τῇ Ἀττικῇ ἐπεστράτευσε; τοῖς μὲν γὰρ γείτοσιν Ἀργείοις εἶχεν ἄν τι καὶ ἐπάγειν ὡς ὁμόροις αἰτίαμα, ποιοῦν ἀνεύθυνον ὁπωσδὴ τὴν τῆς ἐκείνων καταδρομήν, ὡς ἄρα καὶ Κορινθίοις προσῆψεν ἔναγχος ἔγκλημα τὰς τοῦ ἀρχιποίμενος Κορίνθου κατ᾿ αὐτοῦ πολλάκις ἐπιβουλάς, ὁπόθεν καὶ τὸ Ναύπλιον στρατιὰν Ῥωμαίων ἐπιδραμοῦσαν ἑώρακε καὶ νῆας ἐς αὐτὸ καταπλευσάσας πολεμικάς· Ἀθηναῖοι δὲ καὶ αὐτός, ὥσπερ τοπικῶς ἀφεστήκασιν, οὕτω καὶ τοῦ ἔχειν πράγματα καὶ κατ᾿ ἀλλήλων χωρεῖν φιλονείκως πλεῖστον διείργονται. τὰ δὲ πρὸς τὸν ἱερέα τῆς πόλεως οὐδὲν ὅτι μὴ τὰ πάντα θεοφιλῆ καὶ πνευματικά, εἴ γε ὁ μὲν πατέρα καὶ ποιμένα τοῦτον ὀνομάζειν οὐκ ἀπηνήνατο καὶ τὰ τῆς αὐτοῦ γλώττης ῥήματα ὅσα καὶ γλυκὺ μελίκηρον ὠρεκτία διὰ παντὸς δρέπεσθαι, ὁ δὲ παισὶ τοῖς κατὰ πνεῦμα τὸν Σγουρὸν ἐνέγραφε.

Τοιοῖσδε χρώμενος ὅπλοις ἐκεῖθεν παρῃτεῖτο τὸν ἄνδρα μεταχωρεῖν. ὁ δὲ τὸ δύνασθαι βιάζεσθαι πρόφασιν ἀπαρακάλυπτον προβαλλόμενος καὶ τὸν καιρὸν ἐνάγων ὁρᾶν παντὶ τὸ πρὸς ἰσχύος δρᾶν ὑποβάλλοντα ὡς οἷα τῆς τῶν πόλεων πασῶν κορωνίδος τὰ τῶν ὅλων πασχούσης χείριστα, ἔτι δὲ καί τινα νεανίαν ἐκδοθῆναί οἱ πρὸς θάνατον πολὺς ἐνέκειτο ἐκζητῶν, ὃν ἄλλος μὲν καὶ μὴ αἰτησαμένῳ μετὰ περιχαρείας προύδωκεν ἄν, σπέρμα ἄνομον κρίνων ὡς πολλοῖς παραίτιον ἀπωλείας καὶ πᾶν ὅ τι χείριστον κατὰ τῆς ἑαυτοῦ πατρίδος καὶ χειρὶ καὶ γνώμῃ διαπραξάμενον· ὁ δὲ τὸν λαμπρὸν διώκτην τῆς ἐνεγκούσης καὶ τῆς κατὰ πνεῦμα τιθηνοῦ ἐκκλησίας ὑβριστὴν καὶ ἐπίβουλον καὶ τὴν χεῖρα κατ᾿ αὐτοῦ πολλάκις ὁπλίσαντα τοῖς φιλουμένοις εὐαγγελικῶς ἐγγράφων καὶ περιέπων ὡς πρόσφυγα τὸν Σγουρὸν παρεβλέπετο.

Ὡς δ᾿ οὐκ εἶχε καὶ πείθειν ταῖς σοφαῖς ταύταις ὑποθημοσύναις ἐκεῖνον τὸν θηριώνυμον, μᾶλλον μὲν οὖν καὶ κατ᾿ ἀσπίδα κωφεύουσαν ἑκοντὶ τὰ ὦτα πρὸς ταύτας ἑώρα βύοντα καὶ βέλη παντοδαπὰ τοῖς ἐπὶ τῆς ἀκροπόλεως ἀφιέντα, κατὰ τοῦ ἀνοσίου καὶ αἰτίου τῶν φυομένων κακῶν ἅπαν ἀποτρόπαιον τραπέσθαι θεὸν ἱλασάμενος τῶν τειχῶν ἄνωθεν κἀκεῖνος ἀνθίστησι μηχανήματα καὶ τοῖς τείχεσιν ἐφίστησι τὸ βάλλειν ἐκ χειρὸς δυνάμενον.

Καὶ τί γὰρ οὐκ ἂν διεπεπράχει τῶν πολεμίων εἰς ἀποσόβησιν ἀνὴρ ἥκων διὰ πάσης σοφίας καὶ παντοίαν μάθησιν λογικὴν ὡς οὐδὲ μίαν ἕτερος ἐπιών, ὅσαι τε θυραῖαι καὶ ὅσαι ἡμέτεραι; εἰ δ᾿ ἠβούλετο, εἶχεν ἂν καὶ πῦρ ὕσειν ἐπ᾿ ἀτασθάλους ἢ σφῆκας ἐπαφεῖναι τῷ στρατοπέδῳ, εἴτε τι ἕτερον ἐκείνοις ὀλέθριον αἰτήσασθαι θεόθεν καὶ λήψεσθαι· οὐδὲ γὰρ ἂν τὸ θεῖον ἐβράδυνεν, εἰ χεῖρες ὑψώθησαν ἐκεῖναι, εἰ χείλη διήρθησαν ἐκεῖνα πρὸς Θεοῦ ἐπίκλησιν. ἀπῆγε δ᾿ αὐτὸν τοῦ τοιοῦτόν τι ὅλως διανοήσασθαί τε καὶ διαπράξασθαι ὁ καὶ τοὺς υἱοὺς τῆς βροντῆς ἐπισχὼν τοῦ πῦρ ὑψόθεν κατενεγκεῖν ἐν τῷ εἰπεῖν „οὐκ οἴδατε ποίου ἐστὲ πνεύματος.” Πρὸς οὖν τοιοῦτον ἀντίμαχον, οὕτω μὲν ἴδριν τῶν τακτικῶν, οὕτω δὲ τὸν λόγον πολύν, οὕτω δὲ τὴν ἀρετὴν ἀπαράμιλλον, ὁ ἀντίπαλος Σγουρὸς ἀπειπών, καὶ γνοὺς ὡς εἰκῇ ταῖς τῆς ἀκροπόλεως ῥαχίαις διακυρίττεται, τὸν θυμὸν ἐκριπίζει κατὰ τῆς πόλεως, ἧς οὐκ ἔσχε χειρώσασθαι τὴν ἀκρόπολιν, καὶ δὴ τοῖς οἰκοπέδοις ἐνίησι πῦρ καὶ προνομεύει τῶν ζώων τὰ εἰς ζεύγλην καὶ δίαιταν ἐπιτήδεια. καὶ μεθ᾿ ἡμέρας ἐκεῖθεν ἀπαναστὰς ταῖς Θήβαις προσβάλλει ταῖς ἑπταπύλοις. καὶ ταύτας ὡς ἐξ ἐφόδου παραστησάμενος ἐπιτείνει πρὸς τὰ πρόσω τὸ πρόθυμον.

Οὐκοῦν Θερμοπύλας διιὼν καὶ τὴν Οἴτην ὑποκαταβὰς εἰς Λάρισσαν ἔξεισι καὶ τῷ βασιλεῖ Ἀλεξίῳ συγγίνεται· (οὗτος γὰρ τῶν τοῦ βορρᾶ πλευρῶν κατασυρεὶς καὶ τῆς ἐν πόλεσιν ἀρχούσης ἐκσφαιρισθεὶς τοῖς Θετταλοῖς παρέβαλε Τέμπεσιν), ἐπὶ δὲ καὶ τῆς ἐκείνου θυγατρὸς Εὐδοκίας εὐνέτης γίνεται. αὕτη δὲ Στεφάνῳ συναφθεῖσα πρότερον τῷ ἀρχηγοῦντι τῶν Τριβαλλῶν παρὰ μὲν ἐκείνου ἐμβριθῶς ἀποπέμπεται, τὸ δὲ Βυζάντιον κατειληφυῖα εἰς γυναῖκα ἄγεται ὕστερον μετὰ τὴν ἅλωσιν τῆς πόλεως καὶ τὴν ἐκ ταύτης ἀπονόστησιν Ἀλεξίῳ τῷ Δούκᾳ, ὃς ἐπωνομάζετο Μούρτζουφλος καὶ τὰ σκῆπτρα Ῥωμαίων λοῖσθος ἐνεχειρίσατο. πλὴν οὐδ᾿ οὗτος ὁ Δούκας ἕως γήρως καὶ πρεσβείου τῇ Εὐδοκίᾳ συνῴκησεν· ὁ γὰρ ταύτης πατὴρ Ἀλέξιος, οὐκ οἶδ᾿ ὅ τι παθών, σὺν δόλῳ τὸν ἄνδρα συνείληφε καὶ κακῶς ἐς τὰς κόρας διέθετο, πλάνης πλάνητα μισῶν κομιδῇ καὶ φυγὰς βασιλείας τῷ ἀποπεσόντι ταύτης ἀντικαθήμενος.

Μετ᾿ οὐ πολὺν δέ τινα χρόνον τῆς πηρώσεως εἰς χεῖρας ἐμπεσὼν τῶν Λατίνων ὁ Δούκας ἐς τὸ Βυζάντιον ἀνακομίζεται καὶ ὑπὸ δίκην ἀχθεὶς ὡς τὸν ἑαυτοῦ κύριον καὶ βασιλέα συνειληφὼς καὶ τοῦ ζῆν ἐξαγαγὼν δι᾿ ἀγχόνης ἀπελογήσατο μὲν προδότην τῆς πατρίδος ἐκεῖνον ὀφθῆναι καὶ ἀξίως τὰ εἰκότα παθεῖν, μὴ μόνῳ δέ οἱ ταῦτα διαπραχθῆναι, ἀλλὰ καὶ τοῖς ἄλλοις, ὅσοι κατ᾿ οἰκείωσιν καὶ γένος ἐκείνῳ συνήπτοντο. οἱ δὲ μὴ προσσχόντες οἷς εἴρηκεν, οὔτε μὴν οἷς ἔτι ὤδινεν εἰπεῖν τὰς ἀκοὰς ὁποσονοῦν ὑποσχόντες καταψηφίζονται θάνατον τοῦ ἀνδρὸς καινότροπόν τε καὶ βιαιότατον. εἰς γὰρ τὸν ἐν τῷ Ταύρῳ ἱστάμενον ὑψιτενῆ κίονα τοῦτον ἀνενεγκόντες βάλλουσιν ἐκεῖθεν κάτω· ὁ δὲ ἐπὶ πόδας μέχρι τινὸς κατιών, εἶτα ἀνατραπεὶς κατωκάρα καὶ μετὰ βραχὺ καταρραγεὶς δόχμιος ἐξέρρηξεν οἰκτρότατα τὴν ψυχήν.

Τῇ γοῦν Εὐδοκίᾳ συναφθεὶς ὁ Σγουρὸς τοῦ μαρκεσίου τῇ Ἑλλάδι προσάγοντος αὐτός, ὡς μικρῷ πρόσθεν εἰρήκειν, τὸ ἐν Θερμοπύλαις ἐτήρει τέναγος καὶ τὸ ἐπικρεμάμενον ταύταις σκιόεν ὄρος καὶ ὑψικόρυμβον καὶ τἆλλ', ὁπόσα τὴν Ἑλλάδα δυσπρόσοδον τίθησιν. ἀλλὰ καὶ οὕτω κατὰ πᾶσαν εὐμάρειαν οἱ ἐκεῖσε τῷ μαρκεσίῳ ὑπέκυπτον ἀγεννεῖ καὶ καταβεβλημένῳ φρονήματι καὶ προσχωρεῖν ἀεί πως ἐγνωκότι τοῖς κρείττοσι, καὶ ταῦτα μὴ στρατιὰν ἄγοντι μυριάνθρωπον, μηδὲ συμβαίνουσαν ταῖς γνώμαις, ἀλλ᾿ ἀσύμφωνον ἐν πλείστοις ὡς ἐκ πόλεων ἡλισμένην πολλῶν. ἐλάσας δὲ κἀπὶ τὴν Βοιωτίαν αὐτήν, ὡς οὐδέ τις ἐπανήκων οἴκαδε χρόνιος, ὑπὸ τῶν Καδμείων ἀσμένως προσδέχεται. προϊὼν δὲ κρατεῖ καὶ τῆς Ἀττικῆς καὶ τῇ ἀκροπόλει φρουρὰν ἐγκαθίστησιν. εἶχε δὲ ὁ προεδρεύων ἱερατικῶς τῆς πόλεως, ὥσπερ Σγουρὸν πρότερον, οὕτω καὶ τότε μαρκέσιον ἀποπέμψασθαι· μὴ εἶναι δὲ δοκιμάζων καιρὸν ἀντιστάσεως, οἷα τῆς τῶν πόλεων βασιλίδος ἁλούσης, τῆς δ᾿ ἑσπερίου καὶ ἑῴας ὑπὸ Ῥωμαίους λήξεως τὴν σκιὰν ὑπιούσης τοῦ Λατινικοῦ δόρατος, ἀναιμωτὶ τοῦ ἐρύματος ὑπεξίσταται. ἐπὶ πᾶσιν οὐδ᾿ Εὔβοια γενναῖον βλέπει τι καὶ ἐλεύθερον, ἀλλὰ καὶ αὕτη χεῖρα προτείνει καὶ τοῦ παλιρροθίου πορθμοῦ ταχύτερον μεθαρμόζεται καὶ ὑποστρώννυσι τὴν διαβάθραν εὐροωτέρῳ τοῦ Εὐρίπου στρατεύματι καὶ φρούριον ὁρᾷ δομηθὲν ἐπ᾿ αὐτῷ γε δὴ τῷ πορθμῷ καὶ στρατιὰν ἱζάνουσαν ἔνδοθεν πρὸς τὸ ἀνάρρουν ἀναστοιβάζουσαν δήπου τὰ τῶν Εὐβοέων ἀγχίστροφα διαβούλια καὶ τὸ τῆς γνώμης παλίμβολον ἐπισχήσουσαν.

Ἀλλὰ τί; προφθάνει μου τὸν λόγον τὸ βάρβαρον καὶ τοῦ πτεροῦ τῆς ἱστορίας ταχυπετέστερον φέρεται καὶ οὐδέ πῃ ὡς ἀντίξουν ἐπέχεται. ἡ μὲν γὰρ ἔτι προνομεῦον αὐτὸ τὰς Θήβας καὶ χειρούμενον Ἀθήνας, τῆς δ᾿ Εὐβοίας ἐπιβαῖνον διέξεισι· τὸ δέ, ὡς μὴ πεζαίτερον ὄν, ἀλλὰ πτηνὸν καὶ ἀέριον, ὑπερπτὰν τὴν ἱστορίαν χωρεῖ πρὸς Ἰσθμόν, τροποῦται τὸ πρὸ Ἰσθμοῦ προσεδρεῦον Ῥωμαϊκόν, πρόεισιν εἰς πόλιν πρὸς Ἰσθμῷ κειμένην καὶ πάλαι ἀφνειὸν τὴν Κόρινθον, μεθίσταται πρὸς Ἄργος, περιπαπταίνει τοὺς Λάκωνας, ἐς Ἀχαΐαν ἔνθεν προσβάλλει, ἐκ τοῦδε τὴν Μεθώνην μετέρχεται καὶ ὁρμᾷ πρὸς Πύλον τὴν πατρίδα Νέστορος. οἶμαι δ᾿ ὡς Ἀλφειῷ ἐπιστὰν ἀρύσεται τοῦ ῥείθρου καὶ λούσεται καὶ μνήμην λήψεται παλαιοῦ χαρίεντος διηγήματος· καὶ μαθὸν τὸν ποταμὸν τῷ τῆς Ἀρεθούσης ὑγραινόμενον ἔρωτι, Σικελικῆς πηγῆς καὶ παῖδας Ἰταλῶν ποτιζούσης, δέδια μὴ καὶ αὐτὸ τυραννῆσαν τὸ ὕδωρ γράψῃ καθ᾿ ὑγρῶν καὶ δι᾿ Ἀλφειοῦ τοῖς ἐκ τοῦ γένους ἐκεῖσε διασαφήσειε τὰ καθ᾿ Ἑλλήνων ἀνδραγαθήματα.

Ἀλλ᾿ ὦ Ἕλλην ποταμὲ Ἀλφειέ, ῥεῦμα ῥέον δι᾿ ἅλμης πότιμον, ξενίζον ἄκουσμα, ἐμπύρευμα ἔρωτος, μὴ δὴ τὰ Ἑλλήνια δυσπραγήματα τοῖς ἐν Σικελίᾳ βαρβάροις διατρανώσειας, μηδ᾿ ἔκπυστα θείης ὅσα οἱ ἐκ σφῶν ἐπιστρατεύσαντες Ἕλλησι καθ᾿ Ἑλλήνων ἐμεγαλούργησαν, ἵνα μὴ χοροὶ στῶσι καὶ παιᾶνες ᾀσθῶσι καὶ πλείους κατάρωσιν οἱ διάφοροι. βραχύ τι ἐπίμεινον· ἀλλοπρόσαλλος ἡ μάχη, πεττευτὰ τὰ ἀνθρώπινα, καὶ νίκη ἐπαμείβεται ἄνδρας. οὐδ᾿ Ἀλεξάνδρῳ φασὶ τὰ ἐπὶ πᾶσιν ἀπρόσκοπα, οὐδ᾿ ἀδιάπτωτος ἡ τύχη παράπαν τοῦ Καίσαρος. ναὶ πρὸς αὐτῆς τῆς Ἀρεθούσης καὶ τῶν ἀνεπάφων ἅλμης φιλοτήτων καὶ τοῦ ἐρωτόεντος νάματος. ἀλλ᾿ εἶεν.

Ὁ δὲ δὴ Σγουρὸς ἐπὶ τούτοις ἠπορηκὼς καὶ τὸ Ἄργος ὁρῶν ἐχόμενον καὶ τὰς περιοικίδας πόλεις συνειλημμέναις ὡς ἐς ἄντρον λάσιος θὴρ ἢ ὡς ὄφις ἑρπυστὴς ἐς χειὰν συσπειρᾶται τὸν Ἀκροκόρινθον· ὁ δέ ἐστιν ἡ τῆς πάλαι πόλεως Κορίνθου ἀκρόπολις, ἐπ᾿ ἀνάντους ὄρους κειμένη καὶ δυσάλωτος τοῖς προσβάλλουσιν. ἀποκρουσθεὶς τοίνυν τοῦ Ἀκροκορίνθου μαρκέσιος, ἀλλὰ μηδὲ τὴν ἐς τὸ Ναύπλιον πάροδον ῥᾳδίαν θεώμενος διὰ τὴν τῶν ἐρυμάτων ἐχυρότητα καὶ τὴν τῶν ἀπομαχομένων ἰσχυρότητα, χρονοτριβεῖν ἐφ᾿ ἑκατέροις προτίθησιν, ἐς δὲ τὸν Ἀκροκόρινθον καὶ φρούριον ἀντίθετον ἀνίστησιν ᾗ μάλιστα ἐπίμαχος ὁ χῶρος αὐτῷ κατεφαίνετο.

Ἦν ἂν οὖν τὰ Ῥωμαίων Ἀσιανά τε καὶ ἑσπέρια ὅρια μηδὲ τελείου ἔτους παριππευκότος τοῖς Λατινικοῖς ἁπαξάπαντα γένεσι δουλοπρεπῶς ὑποκύψαντα (ἤδη γὰρ καὶ ὁ εἰς βασιλέα χρισθεὶς Βαλδουῖνος κατὰ Νικαίας καὶ Προύσης τὸ δόρυ διαγκοινήσασθαι προύθετο), εἰ μή γε ὁ βουλὰς ἐθνῶν ἀθετῶν Κύριος καὶ διασκορπίζων ἔθνη τὰ τοὺς πολέμους ἐθέλοντα ὑπέλαβεν ἡμᾶς εἰς τέλος ἐκλείποντας. ὁ γὰρ δὴ φυγὰς βασιλεὺς τῷ μαρκεσίῳ εἰς ὄψιν ἐλθὼν ἄρτου μετρητοῦ καὶ κοτύλης κεράσματος τὰ τῆς βασιλείας ἀνταλλάττεται σύμβολα καὶ εἰς χῶρον τῇ τύχῃ φερώνυμον (Ἁλμυρὸς δ᾿ ὁ χῶρος κικλήσκεται) τὰς διατριβὰς τελέσων ἐκπέμπεται σὺν Εὐφροσύνῃ τῇ ὁμευνέτιδι.

Οἱ τῷ βασιλεῖ τοίνυν συναποδράντες Ῥωμαῖοι (ἦσαν δὲ τούτων οἱ πλείους ἐπίσημοι τὸ γένος καὶ οὐκ ἄδοξοι τὰ πρὸς πόλεμον καὶ πατρίδας τὰς ἐν Θρᾴκῃ πόλεις αὐχοῦντες) ἤθελον καὶ οὗτοι συνεῖναι τῷ μαρκεσίῳ καὶ τὰ δυνατὰ ὑπουργεῖν· ὁ δὲ μὴ χρείαν φάμενος ἔχειν Ῥωμαίων στρατιωτῶν, οὕτως αὐτοὺς ἀπεπέμψατο. τῷ βασιλεῖ δ᾿ ἔπειτα Βαλδουίνῳ περὶ τοῦ προσδεχθῆναί οἱ προτείνουσι δέησιν. ὡς δ᾿ ἦσαν, ὅ φασι, καὶ πάλιν κενὴν ᾄδοντες, τῷ Ἰωάννῃ προσῄεσαν, ὃς τραφεὶς ἐν τῷ Αἵμῳ καὶ γεννηθεὶς μικροῦ πᾶσαν τὴν ὑπὸ Ῥωμαίους ἑσπέριον ἐπικράτειαν διέφθειρε καὶ ἠφάνισε πολέμοις ἀπολικμῶν, Σκυθικαῖς ἐφόδοις ἐξερημῶν καὶ πολυτρόποις ἐκτρίβων κακώσεσιν. ὁ δὲ τούτους ἀσμένως προσδέχεται· ἦν γὰρ τὸ τῶν Λατίνων ἀγέρωχον φρόνημα ὑφορώμενος καὶ τὴν τούτων λόγχην ὡς φλογίνην ῥομφαίαν ὑποβλεπόμενος, ἐπεὶ καὶ περὶ φιλίας στείλας πρέσβεις οὐχ ὡς βασιλεὺς φίλοις, ἀλλ᾿ ὡς ὑπηρέτης δεσπόταις προσδιαλέγεσθαι σφίσιν ἐν τοῖς πρὸς αὐτοὺς ἐπετάττετο γράμμασιν, ἢ μὴν ἀπεκδέχεσθαι σφᾶς κατ᾿ αὐτοῦ τὰ ὅπλα βαστάζοντας καὶ κείροντας κατ᾿ εὐπέτειαν τὴν Μυσίαν, ἣν μὴ δέον καρποῦται τοῖς κυρίοις Ῥωμαίοις ἐπαναστάς, κἀκεῖνον ἐς τὴν προτέραν τύχην ἐπαναλύοντας.

Διαφίησι τοίνυν ἐς τὰς πατρίδας ἐπανιέναι τοὺς ἐπήλυδας αὐτῷ Ῥωμαίους ὁ Ἰωάννης καὶ δρᾶν ὃ δύνανται κακὸν τοὺς Λατίνους μετ᾿ εὐμεθόδων τῶν ἐγχειρήσεων, ἕως τὰ κατ᾿ αὐτοὺς ἐπὶ τὸ κρεῖττον ἐκεῖνος διάθηται. ἐπανεικότες οὖν ἐς τὰ σφέτερα τὰς τῶν Θρᾳκῶν καὶ Μακεδόνων πόλεις διαφιστῶσι, συναιρομένων σφίσι τῶν Βλάχων. πλεῖστοι γοῦν ἐντεῦθεν τῶν τὰς πόλεις διανειμαμένων Λατίνων ἐς αὐτὸ ζημιοῦνται τὸ ζῆν, οἱ δὲ καὶ φυγάδες ἐς Βυζάντιον ἐπανήκουσιν. ἀλλὰ καὶ οἱ ἐν Διδυμοτείχῳ διαχειρίζονται καὶ οἱ ἐν Ὀρεστιάδι μετανάσται γίνονται.

Καὶ τοῦτο τὸ ἔργον ἐλευθεροῖ μὲν τὴν ἕω Λατίνων παρὰ πᾶσαν δόκησιν, ἐπανεικότων εἰς τὸν καθ᾿ ἑσπέραν πόλεμον, ἐκκρούει δὲ τοῦ ἄγαν καὶ πρὸς βραχὺ μετριόφρονας τίθησι τοὺς κατασχόντας τὴν Ἑλλάδα καὶ τὸ τοῦ Πέλοπος ἔδαφος.

Καὶ ἵνα καθ᾿ εἱρμὸν τῷ λέγειν δοίημεν ὁπόσα ἐνθένδε ξυμβέβηκε, Ῥωμαῖοι μὲν τὴν ἐξ Ἀδριανοῦ τὴν κλῆσιν λαχοῦσαν καί γε τὸ Διδυμότειχον κρατυνάμενοι κατὰ χώραν ἔμενον, οὐ μικρὰν ἀπὸ τῶν Βλάχων σύναρσιν ἔχοντες· ὁ δέ γε Ἰωάννης τὰς οἰκείας τάξεις καὶ τὸ ἐκ Σκυθῶν ἐπίκουρον ἐπαγόμενος, μηδ᾿ ἀριθμῷ σχεδὸν ὑποπῖπτον, λεληθέναι τὰ πολλὰ τοὺς Λατίνους ἐτίθει διὰ σπουδῆς.

Ὡς δ᾿ εἶχε τὴν τῶν Ῥωμαίων ἐνωτισάμενος ἐπανάστασιν ὅ τε βασιλεὺς Βαλδουῖνος καὶ ἡ τῶν ἄλλων ἀρχηγῶν τριττύς (ὁ γὰρ δὴ κόμης τοῦ ἁγίου Παύλου ἀπεγεγόνει θανάτῳ καὶ τέθαπται κατὰ τὴν μονὴν τῶν Μαγγάνων ἐν τῷ τῆς σεβαστῆς τῆς Σκληραίνης μνήματι), ἐκ μὲν τοῦ αὐτίκα στέλλεται στρατιὰ τὰς πόλεις μετελευσομένη τὰς ἀποστάσας. Βιζύη μὲν οὖν καὶ Τζουρουλὸς ἐπανήλθοσαν καὶ ὡς πρώην ὑπέκυπτον· τὴν δὲ πολισθεῖσαν Ἀρκαδίῳ κενωθεῖσαν εὗρον τοῦ ἐν πλούτῳ καὶ δόξῃ λεώ. νυκτὸς δ᾿ ἐπιθεμένων σφίσι Ῥωμαίων, οἷς ἡ πόλις ἥδε πατρὶς καὶ οἳ συνεληλύθασι τούτοις ἐπίκουροι, πρῶτον μὲν ἡσύχασαν ἐν ὅπλοις γενόμενοι καὶ πρὸς φρουρὰν τὰ τείχη διείλοντο· ὑποφαυσάσης δὲ τῆς ἕω Ῥωμαίους κατασκεψάμενοι μήτε παρατάξει, μήτε μὴν μεθόδοις χρωμένους στρατηγικαῖς, ἀλλ᾿ οὖδ᾿ ἐς ἀκρίβειαν ὡπλισμένους, ξυντεταγμένην τὴν δύναμιν ὡς ἐς μάχην ἐξάγειν ἐγνώκεσαν. ὡς δ᾿ ἀπήντων αὐτοῖς Ῥωμαῖοι μετὰ θάρσους τοῖς τείχεσιν ἐπεγχρίπτοντες (ᾤοντο γὰρ δειλίαν τὴν τῶν Λατίνων ἀσφάλειαν), διεκχέονται τῶν πυλῶν καί σφισι συμπλέκονται, καὶ πρὸς μικρὸν ἀντισχόντες Ῥωμαῖοι τρέπονται. καὶ γίνεται τῆς ἡμέρας ἐκείνης ἐλεεινὸν καὶ οἴκτιστον θέαμα· μηδενὸς γὰρ λαβόντες φειδώ, κατὰ δὲ πάντων τῷ ξίφει χρησάμενοι τὴν γῆν ἐπίαναν αἵμασι καὶ τῶν πεσόντων οὐδεὶς ὁσίας τετύχηκε. ταυτὶ μὲν οὖν ἡ προεξιοῦσα δέδρακε στρατιά· οὐδὲ γὰρ περαιτέρω χωρεῖν τεθάρρηκε, Ῥωμαίων μὲν καὶ Βλάχων μετὰ μοίρας Σκυθικῆς περιιόντων, τῶν δ᾿ ἄλλων ἐς τὴν Ἀδριανοῦ συνδραμόντων ὡς εἰς σῶζον κρησφύγετον.

Κατὰ δέ γε μῆνα τὸν Μάρτιον ἔξεισιν ὁ βασιλεὺς Βαλδουῖνος καὶ ὁ Πλέης κόμης Δολόϊκος, ἐπὶ δ᾿ αὐτοῖς ὁ δοὺξ Βενετίας Ἐρίκος Δάνδουλος, μετὰ τῶν οἰκείων ἕκαστος τάξεων. ἀμέλει καὶ κατειληφότες τὴν Ἀδριανοῦ καὶ βαλόντες ἐκεῖσέ πῃ στρατήγιον ἐς ὅσον μὴ εἶναι βέλους ἐντὸς τῇ ὑστεραίᾳ τὰς δυνάμεις προσῆγον τῷ τείχει καὶ ἵστων τὰς μηχανάς. τῶν δ᾿ ἐντὸς ἀμυνομένων εὐρώστως, οὐδέν τι πλέον ἐφ᾿ ἡμέραις ἐπέραινον πλείοσι τοῦ βάλλεσθαι καὶ βάλλειν διὰ τὴν τῶν τειχῶν ἐχυρότητα. οὐκοῦν τὰ βάθρα τῶν τειχῶν ἀνεμόχλευον ἀφανῶς ὑποσαλεύειν τὰ τείχη πειρώμενοι, ἐς ὅτι μήκιστον ὑπονομεύοντες καὶ τὸν χοῦν λεληθότως ἀναφέροντες καὶ ὑπερείσματα ἐκ ξύλων εὐπρήστων ταῖς ὀρυγαῖς ἐφιστῶντες καὶ πολυχειρίᾳ τὸ ἔργον ἀνύοντες. ἦσαν δὲ καὶ Ῥωμαῖοι πρὸς ταῦτα διατεχνώμενοι τὰ τῇ πόλει σωτήρια.

Ἀλλ᾿ οὔπω συχνοὶ παρίππευσαν ἥλιοι, καὶ μοῖραν διαφεὶς ὁ Ἰωάννης Σκυθικοῦ στρατεύματος τοῖς ζώοις τῆς διαίτης καὶ τοῖς ὀχήμασιν ἐντέλλεται προσβαλεῖν, ἃ περὶ τὸ στρατόπεδον τῶν Λατίνων τὰ χλωρὰ τῆς ὕλης ἐδρέποντο, διὰ τοῦδε τοῦ μεθοδεύματος γνῶναι βουλόμενος, ὁποῖα τὰ τῶν πολεμίων εἰσὶ διαβούλια καὶ ὅπως τὰς εἰς πόλεμον ἐκτάξεις τιθέασιν. οἱ δὲ καὶ πρὸς τὴν πρώτην τῶν Σκυθῶν θέαν ἐνθουσιώδους πλησθέντες ὁρμήματος πρὸς τοῖς ἵπποις καὶ τοῖς δόρασι γίνονται. καὶ οἱ μὲν τῆς ἐπὶ Σκύθας κατὰ κράτος εἴχοντο, οἱ δὲ τὰ νῶτα μεταβαλόντες συντόνου δρασμοῦ ἥπτοντο, ἐς τοὐπίσω τὰ βέλη πέμποντες καὶ μηδ᾿ οὕτω τοῦ φεύγειν προτροπάδην ἐπιληθόμενοι· οἱ δὲ ἐπέκειντο καὶ οὕτως διώκοντες, κἂν οὐδὲν ἤνυον πτηνώδεσι καὶ κούφοις διὰ τὴν ὅπλισιν ἀνδράσιν ἐπικείμενοι. καὶ τοιοῦτον μὲν πέρας τὰ τῆς τοθ᾿ ἡμέρας εἰλήφεσαν.

Ἐκ δὲ τούτου Ἰωάννης μὲν τὸ οἰκεῖον στράτευμα ἔχων αὐλῶσιν ἐνελόχα καὶ φάραγγας ὑπεδύετο καὶ τόποις ἐπῃρμένοις εἰς γήλοφα παρεβύετο, μηδ᾿ εἰ πάρεστιν εἰδέναι σπεύδων τοὺς ἀντιπίπτοντας, ἐκ δὲ τῆς Σκυθίδος φάλαγγος, ἧς ὁ Κοτζᾶς ἡγεμόνευεν, αὖ πάλιν ἐπελαύνειν τῷ στρατοπέδῳ τῶν Λατίνων διαφῆκε συχνοὺς καὶ ταὐτὰ τοῖς πρότερον δρᾶν ἐγκελεύεται κἀκείνης ἔχεσθαι τῆς πορείας ἐπαναστρέφοντας, ἧς καὶ πρότερον εἴχοντο. οἱ δὲ ὡς τοὺς Σκύθας αὖθις θεάσαιντο, πρὸς σπουδὴν καὶ αὐτίκα μάλα καθοπλισάμενοι καὶ ὑπὲρ τὴν ἔναγχος εὐρώστως ἐπέκειντο τὰ δόρατα σείοντες κἀπὶ τὸ μᾶλλον καὶ μᾶλλον τὸν δρόμον ἐπέτεινον. ὡς δὲ τὸ Σκυθικὸν προῆγεν εὐπετῶς, τὰ πολλὰ μηδὲ τοξεῦον ὄπισθεν, ὡς μὲν κούφως ἐσταλμένον, ὡς δὲ καὶ δρομικωτέροις ἵπποις ὀχούμενον, ἔλαθον ἐς πλεῖστον ὅσον οἱ Λατῖνοι ἐξιππασάμενοι καὶ τῶν χωρίων ἁψάμενοι ἀμαθῶς, ἐν οἷς αἱ πάγαι καὶ οἱ λόχοι καὶ τὰ ἔνεδρα διεσκεύαστο.

Ἀμέλει καὶ Σκυθικοῖς ἀκμῆσι περιπεπτωκότες στρατοῖς αὐτοὶ τῇ τῆς ὁδοῦ συντονίᾳ ἐκτονωθέντες καὶ λαμπρῶς ἤδη τῶν ἵππων σφίσιν ἀποκναισάντων ἐν μέσῳ ἀπολαμβάνονται· οἱ γὰρ Σκύθαι ὡς ἐς κύκλωσιν αὐτοὺς περιῄεσαν. οἱ δέ, ὡς ἐν χερσὶν ἦν ὁ ἀγών, τῷ πλήθει τῶν Σκυθῶν βιαζόμενοι ἀνετρέποντο τῶν ἵππων, πολλῶν ἕνα περιιόντων, καὶ δρέπανα καὶ βρόχους ἐδέχοντο κατὰ τῶν αὐχένων οἱ σκληροτράχηλοι καὶ τὸ χρῆμα τῶν ἵππων κατῃκίζετο· ὡς γὰρ μέλαν νέφος καὶ συνεχὲς τῶν Σκυθῶν ἐπεισπεπτωκότων, οὔτε ἵππων ἐξελιγμοῖς χρήσασθαι εἶχον, οὔτε διαφυγὰς δρᾶν. ἔπεσον οὖν ὁπόσον τοῦ Λατινικοῦ στίφους ἐπίλεκτον καὶ ταῖς τῶν δοράτων ἀγκοινήσεσι περιώνυμον. πίπτει δὲ καὶ ὁ τῆς Πλέης κόμης Δολόϊκος, ὁ δὲ Βαλδουῖνος χειροῦται καὶ ζωγρίας ἐς Μυσίαν ἀπάγεται κἀκεῖθεν ἐς Τέρνοβον κομισθεὶς εἱρκτῇ παραδίδοται καὶ δεσμοὺς ἕως τραχήλου ὑφίσταται. τὸ δ᾿ ἀρχαιότατον καὶ πολυτροπώτατον κακὸν καὶ τῶν ἀπευκταίων πάντων Ῥωμαίοις πρωτουργὸν αἴτιον, ὁ τῆς Βενετίας δοὺξ Δάνδουλος, ὕστατος ἐλαύνων κἀκ τῶν φυγάδων τὴν τοῦ στρατεύματος ἧτταν ἐνωτισάμενος ἐκ τοῦ αὐτίκα μεταστρέψας τὰ χαλινὰ ἐς τὸ στρατόπεδον φέρεται.

Ὡς δὲ καὶ νὺξ ἐπῆλθε (περὶ γὰρ ὀψίαν ὁ πόλεμος γέγονε), φῶτα εἰσενέγκασθαι ταῖς σκηναῖς ἐπισκήπτει καὶ πλείστους αἴρειν πυρσοὺς εἰς ἔμφασιν τοῦ μὴ πᾶσαν ἐκτριβῆναι τὴν στρατιάν, μηδὲ σφᾶς ἀποδειλιᾶσαι τὸν πόλεμον. περὶ δὲ πρώτην φυλακὴν τῆς νυκτὸς ἀναστὰς ἐκεῖθεν ἐς τὴν παράλιον ἵκετο Ῥαιδεστὸν καὶ συμμίξας Ἐρρῇ τῷ τοῦ Βαλδουίνου κασιγνήτῳ ἄρτι ἐξ Ἀτραμυττίου ἐπανήκοντι μετὰ τῶν ἐκ Τροΐας Ἀρμενίων, οἵπερ αὐτῷ συνεστράτευον, ἐς τὸ Βυζάντιον ἐπανέζευξε, διερρηγμένος τὸν στήμονα τῶν ἐντέρων τοῖς πολλοῖς παρασάγγαις, οὓς ἐν τῷ φεύγειν διίππευσε, καὶ διῳδηκὼς ἐπὶ μέγα τὸν κυλινδροφύλακα θύλακον.

Ῥωμαῖοι δ᾿ ἐπὶ τούτοις, ὅσοι τῇ Κωνσταντίνου προσέμενον, τῷ δέει τοὺς ὀδόντας ἐβάμβαινον, ἔτι προκείμενον ἔχοντες ὀφθαλμοῖς τὸν κατὰ σφῶν ἐκξιφισμὸν τῶν Λατίνων καὶ τὴν διαρπαγὴν τῶν προσόντων, ἃ κατ᾿ οὐδένα δίκαιον λόγον ὑπέστησαν μετὰ τὴν ἐκ τῆς πόλεως ἄπαρσιν Βαλδουίνου, πέμπτην ἄγοντος καὶ εἰκοστὴν τοῦ Μαρτίου μηνὸς τῆς τότε τρεχούσης ὀγδόης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ τρισκαιδεκάτου ἔτους. ἀλλὰ καὶ ἡμεῖς ἔτι παροικοῦντες τῇ Σηλυμβρίᾳ τὰ τῶν κακῶν ἔσχατα εἰκάζομεν πείσεσθαι, τὴν τῶν Δαονιτῶν ἀναίρεσιν ἐκ γειτόνων οὖσαν μόνον οὐκ ἐπόψιον ἔχοντες καὶ παρὰ πόδας τοὺς σφαγέας θεώμενοι τὴν Σηλυμβρίαν εἰσιόντας ξιφήρεις καὶ τὰς ἡμῶν ἀγκαλίδας καὶ τὰ ῥάκια προνομεύοντας.

Δεκὰς μὲν οὖν ἐπὶ δυάδι τοῦ Ἀπριλλίου μηνὸς ἐνειστήκει τῆς ἑβδόμης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ δωδεκάτου ἔτους, καὶ ἡ βασιλὶς πόλις πρὸς Λατίνων κεχείρωται· τῇ δὲ πέμπτῃ καὶ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς τῆς ὀγδόης ἰνδικτιῶνος ὑπὸ Σκυθῶν Λατῖνοι κατηγωνίσθησαν.

Ἀλλὰ τίνα τὰ ἐφεξῆς; ἑτέρα μάστιξ στιλβοῦται Ῥωμαίοις βαρύστονός τις καὶ πολυσύμφορος. ὁ γὰρ Μυσὸς Ἰωάννης, ἐχθρὸς ἅμα καὶ ἐκδικητὴς Ῥωμαίοις δεικνύμενος, ἐκδίδωσι τοῖς Σκύθαις εἰς προνομὴν ὅσαι κωμοπόλεις τῷ Βυζαντίῳ ἐγγίζουσαι φόρους τοῖς Λατίνοις εἰσέφερον. καὶ ἦν ἰδεῖν ἀλλότροπόν τι κακὸν καὶ ἀσύνηθες καὶ πᾶσαν ὑπερπαῖον θεοκίνητον μάστιγα. τὴν γὰρ αὐτὴν γῆν καὶ τὸ αὐτὸ ἔθνος ἐδῄουν γένη διττά, πῇ μὲν ἑκάτερα, πῇ δὲ θάτερον παρὰ θάτερον ἐπεισπίπτοντα. Σκύθαι τε γὰρ τὰ ἐν ποσὶν ἐπιόντες ἔκειρον καί τινας τῶν κάλλει διαπρεπῶν αἰχμαλώτων μετὰ μαστίγωσιν τοῖς ἑαυτῶν ἐπέθυσαν δαίμοσιν ἀναρτήσαντες, καὶ Λατῖνοι τῇ κατὰ σφῶν ἐπαναστάσει Ῥωμαίων καὶ τῷ πρὸς Σκυθῶν ἡττηθῆναι διαπριόμενοι οὐδὲν ἔλαττον Ῥωμαίους ἐδῄουν. οὐδεὶς τοίνυν τόπος ἦν σώζων τε καὶ λυτρούμενος, ἠπείρου μὲν κακῶν ἀπείρων πληθούσης καὶ τῶν ὀλεθρίων οὔσης ὀλεθριωτέρας, μονοκρότων δὲ σκαφῶν καθ᾿ ἅλα περιπλεόντων ἐκ τοῦ Λατινικοῦ συντάγματος λῃστείᾳ τε καὶ πειρατείᾳ κακῶς τιθέντων τὸ ὁθενοῦν ἀναγόμενον.

Ὁ δέ γε Ἰωάννης ταῖς Θρᾳκίαις μὴ ἐμβραδύνας πόλεσιν ἄπεισιν ἐς Θεσσαλονίκην, πρὸς τὸ δοκοῦν ἐκείνῳ τὰ ἐκεῖσε καταστησόμενος πράγματα καὶ τὰς πόλεις ἀποστήσων τῶν Λατίνων καὶ μεθαρμόσων πρὸς ἑαυτόν. οὐκοῦν ἀφιγμένος εἰς Σέρρας μετὰ τῶν ἐκεῖσε Λατίνων συρρήγνυσι πόλεμον καὶ μεθ᾿ αἱμάτων ῥεύσεις πολλὰς καὶ τούτων νικητὴς ἀναδείκνυται. οἱ γὰρ Λατῖνοι τῷ σφετέρῳ τε ἀκριβεῖ πρὸς τὰς μάχας καὶ τῷ τῆς ἀντεμβολῆς ἑτοίμῳ τὸν Ἰωάννην δεξάμενοι πολλοὺς τῶν ὑπ᾿ αὐτὸν κατέστρωσαν· μετ᾿ οὐ πολὺ δὲ ἡττηθὲν τὸ Λατινικὸν καὶ πρὸς τὴν πόλιν τὰς Σέρρας τραπόμενον οὐκ ἔφθη συγκλεῖσαι τὰς πύλας καὶ εἴσω τῶν τειχισμῶν συνεισπίπτουσιν οἱ τῶν φευγόντων ὀπίσω φερόμενοι Βλάχοι τε καὶ Ῥωμαῖοι. καὶ οὕτως ἡ πόλις εἴχετο. εἶτα ἡ μὲν ἦν ἐν πυρὶ καὶ τῇ τῶν τειχῶν καθαιρέσει, τὸ δὲ συλληφθὲν ἐν ἀπαγωγαῖς καὶ δεσμοῖς. τοῦ δὲ Λατινικοῦ στρατεύματος ὁπόσον μὴ κατὰ τὸν πόλεμον ἀπεγένετο, ὃ μὲν ὡς ἑκάστοις προυχώρει σέσωστο, ὃ δὲ τῆς ἄκρας λαβόμενον ἔνδον ἐπέμενε.

Τῇ δ᾿ ὑστεραίᾳ περιελθὼν τὴν ἄκραν ὁ Ἰωάννης τοῖς ἐς αὐτὴν ξυμφυγοῦσι Λατίνοις παραδοῦναί οἱ τὸ χωρίον καὶ σώζεσθαι διακηρυκεύεται. οἱ δὲ οὐδὲν ἐφρόνουν ἐνδόσιμον, τὴν ἀπὸ τοῦ μαρκεσίου καραδοκοῦντες σύναρσιν. καὶ ἐν τούτῳ κλίμακας ὁ Ἰωάννης ηὐτρέπισε καὶ κατὰ λόφον ἀντικείμενον τῇ ἄκρᾳ μεγίστην ἐπιστήσας ἑλέπολιν τὰ τείχη ἔτυπτεν. οἱ δ᾿ ἐπὶ τῆς ἄκρας ὁπόσα τῶν τειχῶν ἀμυντήρια προπετάσαντές τε καὶ προεκτείναντες ἐπέμενον ἀνθιστάμενοι. ἐπεὶ δὲ θεάσαιντο τὸν Ἰωάννην ὡς ἐν περιτειχισμῷ τὴν ἄκραν διειληφότα παντὶ τῷ στρατεύματι καὶ πᾶσαν ἀποκλείσαντα σφίσι πάροδον, ὡς μηδὲ ποσὶ δύνασθαί τινα κλέψαι τὴν εἰς τὸν μαρκέσιον ἄφιξιν, ἐνδοῦναί οἱ τὴν ἄκραν ἤθελον, εἰ σφίσι σπένδοιτο καὶ συγχωροίη τὴν ἔξοδον ἀπαθῶς, ὡς ὅπλων καὶ τῶν ἵππων ἔχουσι. τοῦ δὲ μηδ᾿ ἄκροις ὠσὶ τὰς ἐπὶ ταῖς ξυνθήκαις ταύταις παραδεξαμένου σπονδάς, αἰτοῦνται τὴν ἐς τὰ σφέτερα ἤθη μεθ᾿ ἡγεμόνων ὁδοῦ μέχρι τῶν Παιονικῶν ὁρίων ἀπόπεμψιν. καὶ ὡς προύβησαν ἐπὶ τούτοις ὅρκια, ὁ μὲν εἶχε τὴν ἄκραν, οἱ δ᾿ ἀκίνδυνον τὴν ἐξέλευσιν.

Ἀλλ᾿ οἷα καὶ τὰ κατὰ τὸν ἡγεμόνα σφῶν τὸν μαρκέσιον; χρεὼν γὰρ μηδὲ ταῦτα παρελθεῖν ἀνιστόρητα. ἔτι τοῖς κατὰ τὴν νῆσον τοῦ Πέλοπος διαπονούμενος πράγμασι καὶ διὰ μάχης χωρῶν τῷ Σγουρῷ, γράμματά οἱ τῆς γυναικὸς χειρίζεται τοὺς Θεσσαλονικεῖς νεωτερίσαι διασαφοῦντα, καὶ αὐτὴν μὲν ἐξωσθεῖσαν τῆς πόλεως εἰς τὴν ἀκρόπολιν ἀναδραμεῖν καὶ συχνὰς ἡμέρας ἤδη πολιορκεῖσθαι, τὴν δὲ πόλιν εἰσιόντα κατέχειν Βλάχον τινά, Ἐτζυϊσμένον τὴν κλῆσιν, φρουροῦντα τὸν Πρόσακον καὶ ὅσα τῶν ἐκεῖθι τῷ Ἰωάννῃ κατήκοα.

Ὡς οὖν πύθοιτο ταῦτα μαρκέσιος, ἔγνω τὴν ταχίστην ἀρήγειν καὶ τὴν πορείαν ἐπανιὼν ἐπέτεινε. μήπω δὲ τῇ Θεσσαλονίκῃ ἐγγίσας συμβάλλει τοῖς ἀγγέλλουσι τὴν τῶν πολεμίων ἧτταν καὶ ἀποσόβησιν καὶ τὴν ἐσαῦθις ἠρεμίαν τῆς πόλεως. ἀμέλει καὶ τοῖς τοιούτοις ἀκούσμασιν ἐνησθεὶς καὶ φιλενδεικτῶν πρὸς τοὺς οἰκείους μεταστρέψας τὰ ἡνία τῶν Σκοπίων ἰθὺ φέρεται, τὸν Ἰωάννην ἀμύνασθαι θέλων τῶν εἰς αὐτὸν γεγονότων. ἀλλ᾿ οὔπω ἔφθη ἐπιβαλεῖν οἷς ὤδινε πράγμασι, καὶ ἄγγελος ἕτερος ἐφίσταται τὴν τοῦ κόμητος Πλέης ἀναδιδάσκων ἀπώλειαν καὶ τὴν τοῦ βασιλέως Βαλδουίνου κατάσχεσιν. ἣν οὖν ὥδευε πρότερον πάλιν ἁψάμενος τὴν Θεσσαλονίκην εἴσεισι· καὶ γνοὺς ἀληθῆ ὅσα διὰ γραμμάτων πέπυστο πρότερον ἐπικαλαμᾶται τὸ μὴ ἀκριβῶς ἀμηθὲν ἐκ τοῦ ληΐου τῆς πόλεως ἐν τῷ ἀμήτῳ τοῦ πολέμου, ὃς πρὸ τῆς ἐκείνου συνέστη ἀφίξεως. οὓς μὲν γὰρ τῶν πολιτῶν ζημιώσας ἐς χρήματα γυμνοτέρους ὑπέρου διαφῆκε τῆς πόλεως, οὓς δὲ ἀπέκτεινεν, οὓς δὲ καὶ ἀπεκρέμασεν ἐκ τοῦ λαώδους πλήθους καὶ τοῦ ἱερωμένου θεῷ τάγματος· καὶ τὸν δυσπραγῆ ἐν βασιλεῦσιν Ἀλέξιον καὶ τὴν τούτου σύνευνον Εὐφροσύνην διαποντίους τῷ τῶν Ἀλαμανῶν ἐξέπεμψεν ἄρχοντι. φεῦ φεῦ τοῦ καινοῦ τοῦδε καὶ ἀνηκούστου παρὰ Ῥωμαίοις ἀκούσματος, εἰπεῖν δὲ καὶ ἀθεάτου ἐς δεῦρο θεάματος.

Ταῖς δὲ Σέρραις ἐμβαλεῖν τὸν Ἰωάννην ἐνωτισάμενος, μήπω δὲ καὶ τὸ πέρας τοῦ συστάντος ἐκεῖσε προτέρου πολέμου πυθόμενος, στέλλει τοὺς συναρήξοντας τοῖς ἐν ταῖς Σέρραις ὁμοφύλοις. οἱ δ᾿ ἐν τῷ ἀπιέναι τὰ ξυνενεχθέντα μαθόντες τὸν μὲν πόλεμον οὐδαμῶς διελύσαντο, ὡς ἤδη ἐν τῷ δεινῷ καθεστῶτες, καίπερ εἰδότες γενησόμενον πρὸς πολὺ περιόντα πολέμιον· συρρήξαντες δὲ τοῖς ἐναντίοις κατὰ κράτος ἡττῶνται καὶ τρέπονται, Σκυθῶν αὐτοῖς προσβαλόντων οὕτω συχνῶν κἀκ τῶν ἄλλῃ καὶ ἄλλῃ ἐκπιπτόντων, ὡς ἔστι καὶ τὰ σμήνη θεάσασθαι τῶν σίμβλων προϊόντα τῶν μελισσῶν καὶ τοὺς σφῆκας ἐξιπταμένους τῶν ἐνοδίων χηραμῶν. οὐκοῦν τοιαῖσδε μάχαις διτταῖς τὸ ἧττον ἀπενεγκάμενος ὁ μαρκέσιος αὐτὸς μὲν εἴσω τῆς Θεσσαλονίκης ἐγκλείεται, ὁ δέ γε Ἰωάννης κατὰ πᾶσαν ἄδειαν ἐς Βέρροιαν ἄπεισι καὶ τὰς λοιπὰς πόλεις, ὅσαι μαρκεσίῳ ὑπέκυπτον, ἑαυτῷ προσῳκείωσεν.

Ὡς δ᾿ εἶχον οἱ ἐν τῇ πόλει Λατῖνοι καὶ τάσδε τὰς δυσπραγίας ἐνωτισάμενοι, περὶ τοῦ ποιητέου σφίσι σκέψιν τιθέασιν, ὁμοῦ γενομένων τοῦ τε Ἐρρῆ, ὃς ἦν τοῦ βασιλέως Βαλδουίνου κασίγνητος, καὶ Μαρίνου τοῦ δουκὸς Βενετίας· ὁ γὰρ Δάνδουλος τὸ ζῆν κατέστρεψεν. ἔδοξε τοίνυν ἅπασι χωρεῖν ἐπὶ πόλεμον καὶ τὴν δύναμιν ἄγειν κατὰ τῶν Θρᾳκίων πόλεων, ὁπόσαι Λατίνων ἀπέστησαν, ἕως ἔτι θερμὸς τῶν πολλῶν ὁ ζῆλος καὶ Ῥωμαίων Ἰωάννης ἀποδιίσταται, πολέμοις ἐναπειλημμένος ἄλλοις κἀκείνοις τὴν ἅπασαν σχολὴν χαριζόμενος. ἀμέλει καὶ μοῖραν τοῦ κατὰ σφᾶς στρατεύματος προεκπέμψαντες, ἣν ῥοῦταν ὠνόμαζον, πᾶν τὸ πρὸς ἰσχύος ἀνεπεγκλήτως δρᾶν ἐνδεδώκασιν ἐν τῷ τὰς πόλεις ἐπιέναι τὰς ἀποστάσας· ὅθεν καὶ προηγούμενον τόδε τὸ σύνταγμα οὐδὲν τῶν ἀνηκέστων καὶ ἀθεμίτων ἐκπεριίστατο. ἀλλὰ καὶ Βενέτικοι νῆας μακρὰς καθελκύσαντες τὰ ἑῷα πάραλα μέρη ἐλῄστευον πειρατεύοντες, τῷ Πανίῳ τε καὶ τῇ Καλλιουπόλει προσσχόντες ὅσα χείριστα καὶ τῶν Χριστιανικῶν ἐθῶν ἀλλότρια διεπράξαντο. ἦσαν οὖν πολύμορφα τὰ δεινὰ καὶ τοῖς πάσχουσιν αὐτὰ Ῥωμαίοις βαρυαλγέστατα καὶ ἀνύποιστα.

Ἐξιὼν δὲ καὶ αὐτὸς Ἐρρῆς, τὴν Ἀρκαδιούπολιν ὡς ἀνέμοις μόνοις οἰκήσιμον παραλλάξας, τὴν δὲ εἴσοδον τοῦ Ἄπρω βιασάμενος, ἀνημέρως τοῖς ἐκεῖ προσφέρεται, τὸ ἐνοικοῦν ἐκδοὺς εἰς σφαγήν, ὡς εἰ ποίμνιον ἦν καὶ βουκόλιον, ἀλλ᾿ οὐ Χριστώνυμον τὸ κτεινόμενον, καὶ βίᾳ μᾶλλον ἤπερ πειθοῖ τοῖς Βλάχοις ὑποκύψαν, μηδὲ προσχωρῆσαν ἑκουσιότητι. πολλοὶ δὲ καὶ σχοινόδετοι κατὰ κώμας καὶ πόλεις περιαγόμενοι ζωγρίαι τὰ λύτρα ἐρανιζόμενοι τοῖς συνειληφόσι κατετίθεσαν. οἱ δ᾿ ἐν ταῖς ἀπαγωγαῖς ταύταις ἢ νοσηλείᾳ σώματος προσπαλαίσαντες ἢ τῷ τῆς ὁδοιπορίας μήκει ἐκτονωθέντες τῆς τραχηλοκάκης ἀνιέμενοι οὐμενοῦν ὡς ὁμόπιστοι φθινύθειν εἰῶντο καὶ παρακατατίθεσθαι μόρῳ φυσικῷ τὴν ψυχήν, ἀλλ᾿ ἀπεδειροτομοῦντο ξίφεσιν, εἴτε μὴν κατὰ σπλάγχνων βαθεῖαν ἐδέχοντο τὴν πληγήν.

Ὁ δ᾿ Ἐρρῆς τὴν Ὀρεστιάδα καταλαβὼν στρατοπεδεύεται περὶ αὐτήν, χάρακά τε βαλὼν καὶ βαθεῖαν τάφρον ὀρωρυχὼς (ταύτην γὰρ τὴν πόλιν ἀγώνισμα καὶ ἆθλον καὶ συμπέρασμα τῶν πόνων οἱ Λατῖνοι ᾤοντο) μὴ ἂν ἑτέρως ἐκεῖθεν ἀπονοστῆσαι τοῖς ἐν τῇ πόλει διήγγελλεν, εἰ μήτ᾿ αὐτοὶ ξυμβαῖεν ὁμολογίαις ἢ γοῦν νόμῳ πολεμίῳ σφᾶς αὐτὸς παραστήσαιτο. οἱ δὲ καὶ πρὸς μόνην τὴν τῶν συμβάσεων ἐνήχησιν ἀποκναίοντες μὴ Ῥωμαίοις ἐκ τοῦδε καὶ Λατίνοις ἔλεγον εἶναι ὅρκια πιστά, ἐπειδὴ καθάπαξ Λατῖνοι τὰ μὲν ἐς πίστιν ἀβέβαιοι, τοῖς δὲ προσχωροῦσι θηριώδεις, τοῖς δὲ πολέμῳ χειρουμένοις ἀνηλεέστατοι παρὰ Ῥωμαίοις ἐγνώσθησαν.

Ταῦτα πυθόμενος Ἐρρῆς πρὸς ἔργοις γίνεται. δισσαῖς μὲν οὖν τάφροις ὀρυκταῖς περιεζωσμένην τὴν πόλιν εὐρείαις τε καὶ βαθείαις εὕρατο, τοὺς δὲ πύργους τῆς πόλεως ἐπὶ τῶν ἄκρων δεξαμένους ἐκ δοκάδων πήγματα, ἐς πολὺ τοῦ ἀέρος ἀναβαίνοντα καὶ προκαλύμματα ἔχοντας ἐκ διφθερῶν τε καὶ δέρρεων, ὡς μήτε πυριφλέκτοις βάλλοιντο βέλεσι, καὶ ἐς προβολὴν ἐσόμενα τοῖς ἀπὸ τούτων μάχεσθαι μέλλουσιν. ἀλλὰ καὶ τῶν ξυλίνων ἄνωθεν πύργων ἱστοὶ κατεπάγησαν ἔχοντες οἷα καὶ ὅσα ἐπιχυθέντα ἐξάψαι τε φλόγα καὶ εἰς μέγα προκαλέσασθαι πέφυκεν. ἐνιαχοῦ δὲ καὶ ἐπ᾿ αὐτῶν προυφαίνοντο τεκτονικὰ πολεμιστῶν ἀνδρῶν ἀναπαύματα, ὁποῖα εἰσανίασιν οἱ ἐπὶ τῶν ἰκρίων τὸν βυθὸν διορῶντες καὶ τὰ ἔθνη τῶν νεπόδων ἐπισκοπεύοντες. ἐπί τινων δὲ καὶ λίθους δι᾿ ἁλύσεων ἠρτημένους, ἐπιχαλωμένους διὰ μηχανῶν καὶ αὖ πάλιν ἀναφερομένους καὶ πρὸς τὰς χρείας τῶν καιρῶν μεταγομένους, ἐπὶ δὲ καὶ τέσσαρα πρὸς τοῖς δέκα πετροβόλα ὄργανα ἐπὶ τῶν πύργων ἱστάμενα.

Ἔδοξεν οὖν Ἐρρῇ τε καὶ τῷ στρατεύματι τῆς μὲν ἔξω τάφρου πολέμῳ κρατῆσαι, χωσθείσης δὲ τῆς δευτέρας προσάγειν οὕτω τὰς μηχανὰς τοῖς τείχεσι. πονήρως οὖν ἡ ἐφεξῆς τάφρος μετὰ τὴν τῆς πρώτης ἅλωσιν ἐχωννύετο καὶ κόρσαι ἀναύχενες καὶ ἄκορσα σώματα τῶν πιπτόντων ἀμφοτέρωθεν ἀπεπλήρουν ἐν πολλοῖς τὴν τῆς τάφρου κένωσιν. ὡς δ᾿ ὀψέ ποτε καὶ μεθ᾿ αἵματα κέχωστο, προσάγουσι τὰς πυργοειδεῖς τοῖς τείχεσι κλίμακας. ἔνθα ἡ μὲν τῇ τάφρῳ ἐνίσχεται καὶ ὑποχαλᾷ τῆς ὀρθότητος τῷ ἔτι μανῷ καὶ διακένῳ καὶ νεοχύτῳ τῆς χώσεως, ἡ δὲ λοιπὴ τῶν τειχῶν ἰθὺ προβᾶσα οὔπω διαβάθραν ἔβαλε, καὶ τοῖς ἐκ τῶν ἱστῶν ᾐωρημένοις ἄνωθεν τῶν πύργων βάρεσι τῶν λίθων πιεσθεῖσα καὶ τοῖς ἐκ μηχανῶν ἀφέμασι συντριβεῖσα πρὸς οὐδὲν ἐγένετο χρήσιμος. μάλιστα μὲν οὖν καὶ πολλοὶ τῶν ἀπ᾿ αὐτῆς μαχομένων κακῶς ἔπαθον, ἐν οἷς ἦν καὶ Πέτρος ὁ ἐκ Πράτζης, ὁ κράτιστος ἅμα πάντων καὶ εἰς ἀνδρείαν ὀνομαστότατος, λίθῳ τὸ κρανίον κατεαγείς. καὶ τότε μὲν οὕτως τὰ Λατινικὰ διαπεπτώκασι διαβούλια.

Τῇ δ᾿ ὑστεραίᾳ τοῖς τείχεσιν οἱ πύργοι πάλιν προσάγονται καθ᾿ ἕτερον μέρος τῆς πόλεως καὶ εἰσάνεισί σφας τὸ τοῦ στρατεύματος μαχιμώτατον. ἐν τούτῳ δὲ οἱ τῆς πόλεως ἀπομαχόμενοι ὀλίγου πᾶσαν τὴν μηχανὴν ταῖς βάρεσιν ἰδόντες ἐγγίσασαν καὶ γέφυραν ποιητὴν πρὸς τῶν ἐπ᾿ αὐτῆς τεταγμένων διαγομένην καὶ τῶν τειχῶν ἐπιψαύουσαν, ἀναπετάσαντες τὰς πύλας ἐπεκθέουσι μεθ᾿ ὅπλων καὶ τῶν ὅσα τρέφουσι πῦρ καὶ τὴν φλόγα ἐπὶ μέγα αἴρουσι καὶ μάχη κρατερωτέρα τῶν πρώην συνίσταται. ἄπρακτοι τοίνυν καὶ τότε μεταχωρήσαντες καὶ αὐτὰ εἶχον τὰ μηχανήματα ἐπ᾿ ὄψεσιν αὐτῶν ἐμπιπρώμενα. ἀλλὰ κἀκ τῶν ἔξωθεν στρατεύματα Βλάχων τε καὶ Σκυθῶν περιιόντα τὸν χάρακα οὐκ εἴων ἐς τὴν παρεμβολὴν εἰσάγεσθαι τὰ βιώσιμα.

Ἀμηχανίᾳ τοίνυν ληφθέντες καὶ διατεθέντες ἀθυμότερον, στείλαντες ἐς Βυζάντιον σύναρσιν ᾔτουν ὑφ᾿ ἑτέρας νεαλοῦς δυνάμεως. καὶ ἦσαν οἵ γε ὑπ᾿ ἀνάγκης μᾶλλόν τι ἤπερ κατὰ γνώμην ἐξῄεσαν, ἀφορισμῷ καὶ ἀναθέματι μὴ οὕτω δρῶντες ὑποβαλλόμενοι πρός τε τοῦ καρδιναρίου Μαρτίνου καὶ Θωμᾶ τοῦ προσεχῶς ἐκ Βενετίας ἀφιγμένου πατριάρχου Κωνσταντινουπόλεως. ἦν δὲ οὗτος ἐσθῆτά τε τὴν πάτριον περικείμενος, συνυφασμένην μικροῦ τῷ σώματι καὶ ῥαφιδουμένην ἑκάστης τὰ εἰς καρποὺς καὶ τὸ στῆθος ἀφιεῖσαν ἄνετον, καὶ τὸ γένειον ξυρόμενος δρώπακος ἀκριβέστερον, ὡς εἶναι τὸ τῶν παρειῶν ἐδάφιον μηδ᾿ ὑποφαιούμενον ὅλως ταῖς πρώταις ἀνατολαῖς τῶν τριχῶν, ἀλλ᾿ ὡς ληϊστὸν παντάπασιν ἄχλοον.

Μήπω δὲ τῆς ξυμμαχίας ἡκούσης καχεξία κατέσχε τὴν στρατιὰν ὑπό τε τῶν καταβεβλημένων ταῖς σκηναῖς νεκρῶν καὶ τοῦ τῶν ἀήθων ἐς βρῶσιν ἅψασθαι τοὺς πλείους ἢ τοὺς ἅπαντας. ἄραντες τοίνυν ἐκεῖθεν νυκτὸς ἀπενόστησαν καὶ τοῖς περὶ τὸ Πάμφυλον χωρίοις ἐναυλισάμενοι τῶν ἀνηνύτων καὶ μακρῶν καμάτων ἑαυτοὺς ἀνεκώχευον. οὐχ οὗτοι δὲ μόνον τοῖς κακοῖς τοῖσδε περιεπάρησαν, ἀλλὰ καὶ οἵτινες αὐτοῖς ξυμμῖξαι καὶ συνελθεῖν ἀπεθάρρησαν ἐξιόντες τῆς πόλεως, Βλαχικοῖς καὶ Σκυθικοῖς ἐγκύρσαντες τάγμασι μικροῦ δεῖν ἅπαντες διεφθάρησαν.

Ὅθεν ἐς συμπήξεις ἄλλων μηχανῶν ἀπιδόντες ἱστοὺς διαρμένων νηῶν ἐκ τῶν παραλίων ξυνέλεγον πόλεων, καὶ ὅσων δὲ ὑπεσπάνιζον ἐκ τῶν τῆς Προποντίδος ὀρῶν ταυτὶ ἀπέτεμνον, ἐργεπείκτην πεπομφότες ἐκεῖσε τὸν τῆς Πετούνης κόμητα Κόνωνα. ἐπεὶ δὲ εἶχον ἅλις τῶν ἑλεπόλεων, ἐν πολλοῖς αὐτὰς καὶ σιδήροις διαλαβόντες, ὡς εἶεν τοῦ πυρὸς σθεναρώτεραι, πρὸς τοῖς πολέμοις καὶ πάλιν γίνονται Καὶ δὴ τὴν Ὀρεστιάδα παρεικότες, ὡς ἐξ ὧν ἔπαθον οὐχ ἁλώσιμόν σφισι δόξασαν, ἔγνων τῷ Διδυμοτείχῳ προσβαλεῖν. οὐκοῦν καὶ παρ᾿ αὐτῷ στρατοπεδευσάμενοι πολιορκεῖν ἐς νέωτα τὸ φρούριον διηρρένωντο καὶ τὰ τειχομαχεῖα προσάγειν, ὡς ἂν ἐξέλωσιν, ἡτοιμάζοντο. ἀλλ᾿ οὔπω ἐπὶ τῷ παροξυσμῷ τούτῳ τῶν Λατίνων ἔδυ ὁ ἥλιος, καὶ πληροῦται νεφῶν ὁ ἀὴρ καὶ ῥαγδαίας βροχῆς θεόθεν ἀφορισθείσης ἐν τοῖς ἀνόπιν τοῦ Διδυμοτείχου μέρεσιν ὁ τῷ φρουρίῳ παραρρέων Εὗρος διευρυνθεὶς ὑετῷ καὶ μέγας ἐκ μικροῦ τῷ τότε φανεὶς τὰς πεδιάδας ἐξυδατοῖ καὶ τῷ στρατοπέδῳ τῶν Λατίνων ἐξαπιναίως ἐπικλυσθεὶς ὅπλα παρασύρει καὶ μηχανάς, ἵππους ἀπάγει πολεμιστάς, ἄνδρας διανηχομένους τὸν Ἀχέροντα δείκνυσιν· εἰ δ᾿ οὐκ ἦν εἰσέτι φαυσιβολῶν ἥλιος, ἀλλὰ τὸ δεινὸν νυκτὸς ἐπεγένετο, τὸ πλεῖον ἂν ἀπώλετο τοῦ στρατεύματος. τῷ δ᾿ ἐξαισίῳ τοῦ πράγματος καταπλαγέντες ὁπόσοι τῶν Λατίνων ἐς νοῦν ἔβαπτον, μηδ᾿ αἱμάτων ἄνδρες ἐς τὸ παντελὲς ἐτύγχανον ὄντες, μεταναστεύσειν ἐκεῖθεν εἵλοντο καὶ τοῖς ἄλλοις οὕτω ποιεῖν ὑπέθεντο. ἀλλὰ καὶ τὸ λοιπὸν τῆς στρατιᾶς εἰς θαῦμα τὸ γεγονὸς θέμενοι ταχέως ἐξῆραν ἐκεῖθεν. καὶ οἱ μὲν σὺν αὐτῷ τῷ Ἐρρῇ τὴν Κωνσταντίνου κατέλαβον, οἱ δὲ τὰς πόλεις φρουρεῖν ἐπετράπησαν, ὁπόσαι χερσαῖαί τε καὶ ἀγχίαλοι Λατίνοις ὑπήκουον.

Πλὴν οὐδ᾿ οὕτως ἠρέμησαν τὰ δεινά, οὔτε μὴν βελτίω παρὰ τοῦτο Ῥωμαίοις ἐφάνη τὰ πράγματα. ἥ τε γὰρ Λατίνων ὑπεροψία καὶ πρὸς Ῥωμαίους ὑποψία καὶ τὸ τοῦ φρονήματος ἀκαθαίρετον τῆς πρώην προθέσεως εἴχετο καὶ ἃ δρᾶν οὐκ εἶχον τοὺς ἀποστάντας καὶ καθ᾿ ὧν πολλάκις τὰς λόγχας ἠκόνησαν, ταῦτα τοῖς ὑπὸ χεῖρα ἔτι ἐπέφερον καὶ κατ᾿ αὐτῶν τοὺς ὀδόντας ἔβρυχον. καὶ ἡ τῶν πρὸς ἕω Ῥωμαίων περὶ τὸ κακῶς πάσχον ὁμογενὲς ἀνεπίστροφος γνώμη καὶ ἡ παντελὴς παρόρασις καὶ ἐπίλησις οὐκ εὐφόρητα ἔβαλλεν· οὔτε γὰρ χρήμασιν οὔτε στρατεύμασι τῶν δυσμικῶν ἀντελαμβάνοντο πόλεων.

Ἀλλ᾿ οἱ μὲν Λατῖνοι τῆς Ἀσίας ἀναχωρήσαντες τὴν Θρᾴκην ἔκοπτον, μόνην ἀναρριπτοῦσαν τὸν ὑπὲρ ἐλευθερίας Ῥωμαίων κίνδυνον· οἱ δὲ τοῦ ἐκ σφῶν κινδύνου παρὰ δόξαν ἀνεθέντες οὐδενὸς ἦσαν ἀγαθοῦ, οὔτε μὴν σωτήριόν τι καὶ φυλακτήριον ἑαυτοῖς καὶ τοῖς φυλέταις μετήλθοσαν, ἀλλ᾿ εἰς νοῦν ἀδόκιμον παραδοθέντες, ὥστε τὰ μὴ καθήκοντα δρᾶν καὶ μηδαμῶς ἰέναι πρὸς αἴσθησιν, κατὰ δήμους καὶ φατρίας διέστησαν, πόλεις ἐξέμηναν, κατ᾿ ἀλλήλων ὡπλίσθησαν, τοὺς θεσμοὺς τῆς συγγενείας ἠγνόησαν, καὶ γεγόνασι φυλὴ φυλὴ καὶ Ἰσραὴλ καὶ Ἰούδας, τὸ πάλαι παρὰ τῷ προφήτῃ θρηνούμενον, οἱ μὲν τῷδε συννεύσαντες καὶ ὡς βασιλεῖ σφῶν προσφερόμενοι, οἱ δ᾿ ἐκείνῳ προσρέψαντες, ὡς καὶ τοῖς πολλοῖς κρίνεσθαι εἰς κατάραν καὶ πλησμονὴν καὶ τῆς ὁμογενείας ἀπαλλοτρίωσιν. ὡς δέ ποτε συνέδραμον ἐς φιλίαν, οὐδ᾿ οὕτω μὲν ὡς εἰς μίαν συνηρμόσθησαν γνώμην, οὐδ᾿ ἐς συνασπισμὸν ἀλλήλους παρακροτήσαντες ἐπαρῆξαι ὅλως ταῖς ἑσπερίαις προέθεντο πόλεσιν, ἀλλ᾿ εἰς χειροτονίας βλέψαντες βασιλέων οἱ μὲν κατὰ τὰ ποτώμενα τῶν ζώων συμφορηδὸν συνανίπτανται τῷδε καὶ συναπαίρουσιν, οἱ δὲ καὶ ῥάμνους ἀκανθώδεις ἐς ἀρχὴν προχειρίζονται. καὶ ἦν πολυαρχία πάλιν τὸ γεγονὸς ἐπινεμομένη τὴν ἕω καὶ θηρίον τρικάρηνον ὑπὸ τῶν ἀβελτέρων διαπλεχθέν.

Ὁ μὲν γὰρ Μαυροζώμης Μανουὴλ τὸν Καϊχοσρόην ὑποδύς, οὐ πάνυ πρὸ πολλοῦ τῇ σφετέρᾳ θυγατρὶ συναφθέντα καὶ τῆς Ἰκονιαρχίας αὖθις λαβόμενον, ἧς εἶχε πρότερον ἐκπεσών, πάντα ἦν μηχανώμενος, εἴ πως αὐτοῦ συναιρομένου τοῦ βασιλείου τύχῃ ὀνόματος, καὶ τὴν ὅσην ποτίζει Μαίανδρος ἐπιὼν μετὰ Τούρκων ἔφθειρέ τε καὶ ἔκειρεν.

Ὁ δὲ Λάσκαρις Θεόδωρος, ὡς γένει διαπρεπέστατος καὶ κήδει βασιλείῳ περίδοξος, ἀποκρουσάμενος ἐκεῖνον τὸ ἐξέρυθρον πέδιλον ὑποδύεται καὶ βασιλεὺς Ῥωμαίων ὑφ᾿ ὅλων τῶν ἑῴων ἀναγορεύεται πόλεων.

Ὁ δ᾿ ἐκ Κομνηνῶν Δαυὶδ στρατολογήσας Παφλαγόνας καὶ οἳ τὴν Ποντικὴν οἰκοῦσιν Ἡράκλειαν καὶ μοῖραν μισθωσάμενος Ἰβήρων τῶν πινόντων τοῦ Φάσιδος κώμας καὶ πόλεις ὑπεποιεῖτο καὶ τὸν οἰκεῖον μεγαλύνων κασίγνητον, ᾧ ἡ κλῆσις Ἀλέξιος, πρόδρομος ἐκείνου καὶ προκῆρυξ ἐγίνετο. ὁ δὲ ἔμελλεν ἀεὶ χρονίζων ἐν τοῖς τῆς Τραπεζοῦντος μέρεσι καὶ παροιμιακὸς ἐδείκνυτο Ὕλας, φωνούμενος καὶ μὴ ὀπτανόμενος.

Ἐπεὶ δὲ καὶ τῇ Νικομήδους ὁ Δαυὶδ οὗτος προσεπέλασε διά τινος αὐτῷ στρατηγοῦντος μείρακος, Συναδηνοῦ τὴν ἐπίκλησιν, στράτευμα ξυναγείρας ὁ Λάσκαρις κατ᾿ αὐτοῦ ἔπεισι, διὰ μὲν τῆς τετριμμένης καὶ λείας ἔμφασιν δοὺς πορεύεσθαι, ἐκπεριελθὼν δὲ τραχεῖαν ἄλλην καὶ δύσβατον καὶ προσπεσὼν ἀφώρατος τῷ Συναδηνῷ. ὅθεν καταστρατηγήσας οὕτω τὸν νεανίαν αὐτόν τε συνείληφε καὶ τὸ ἐκείνου στράτευμα διεσκέδασε καὶ τὸν Δαυὶδ μὴ περαιτέρω προϊέναι τῆς Ποντικῆς Ἡρακλείας παρέπεισε.

Μετ᾿ οὐ πολὺ δὲ καὶ τῷ Μαυροζώμῃ συμπλακεὶς φυγάδα δείκνυσι τοῦτον. καὶ τοὺς Τούρκους κατὰ κράτος τρεψάμενος οὓς μὲν διέφθειρεν, οὓς δὲ ἐξώγρησε, καὶ τούτων μάλιστα οἳ τῆς στρατιᾶς προετάττοντο καὶ τὸ γένος ἦσαν ἐπίσημοι.

Καὶ τῇδε μὲν τὰ πρὸς ἕω ἐφέρετο· ὁ δὲ Μυσὸς Ἰωάννης τῇ Φιλιππουπόλει ἐπιστρατεύσας αἱρεῖ ταύτην πολέμῳ καὶ καθαιρεῖ προνομεύσας καὶ πολλοὺς τῶν ἔνδον ὑποδικάζει τοῖς ξίφεσι, καὶ πάλαι μὲν ἐνσκολιευόμενος τῇ πόλει καὶ τῇ ταύτης ἐφεδρεύων ἁλώσει καὶ βαρυμηνιῶν τοῖς οἰκήτορσιν ὡς μηδ᾿ ὅλως αὐτῷ ὑποκύπτουσιν μηδ᾿ ὡς βασιλεῖ προσέχουσιν, ἀλλ᾿ ὡς αἱμάτων ἄνδρα ἐκτρεπομένοις, καὶ τότε δὲ πρὸς πλείονα θυμὸν ἐκκαυθεὶς ὑπὸ βαρβάρου φρονήματος οἷς τὸν Ἀσπιέτην Ἀλέξιον εἰσῳκίσαντο, κἀκείνῳ μὲν ὡς ἀρχηγῷ ὑπέκειντο σφῶν, αὐτὸν δ᾿ ἐπιόντα μεθ᾿ ὅπλων πολλαχῇ ἀπεκρούσαντο.

Ἦν δ᾿ ἂν ἡ πόλις ἥδε κακῶν ἀθιγής, εἰ καθ᾿ ἑαυτὴν διεξήγετο, τοῦτο μὲν ἠπίως προσφερομένη Λατίνοις, τοῦτο δὲ τὸν Μυσὸν Ἰωάννην οὐκ ἐκτρεπομένη παντάπασι. νῦν δ᾿ ἑπομένη τῇ μητρὶ παῖς, ἐξ ὧν ἀκροσφαλὴς ἐκείνη γέγονε καὶ εὐάλωτος βασιλὶς οὖσα καὶ πασῶν ὑπερκειμένη πόλεων, ἐκ τούτων δὴ καὶ αὕτη χείροσι κακοῖς προσωμίλησε, καθ᾿ ὅσον προνομαῖς ἐκδοθεῖσα καὶ μαχαίρας στόματι ἔτι καὶ προσκαθῄρηται καὶ εἰς περιφανὲς ἐρείπιον κατηδάφισται, καθ᾿ ἓν μόνον τοὺς ὀφθαλμοὺς διαχέον τῶν θεωμένων, τὸ ἐκ ποδῶν ἀνηρτῆσθαι τὸν Ἀσπιέτην ἐπ᾿ ἰθυτενοῦς σκόλοπος διατετορημένον τοὺς ἐπισφυρίους τένοντας καὶ κάλως ἐπὶ τούτων δεξάμενον.

Τὰ δ᾿ ἐπὶ τούτοις, οὐκ ἔλαθον τὸν Ἰωάννην οἱ τῷ Ἀσπιέτῃ σύμφρονες καὶ πρὸς ὕψος βασιλείας ἐκεῖνον κουφίσαντες· ὅθεν ὑφορώμενοι μὴ δίκας δοῖεν ὡς ἀλλοπρόσαλλοι, ἀφίστανται λαμπρῶς. ἀμέλει καὶ ἐκποδὼν χωρισθέντες οἱ μὲν προσίασι Θεοδώρῳ τῷ Λάσκαρι, τῶν ἑῴων κρατοῦντι πόλεων, οἱ δὲ συνδραμόντες ἐς Ὀρεστιάδα, ἄλλοι δ᾿ εἰσιόντες τὸ Διδυμότειχον Λατίνοις σπένδονται. καὶ πέμψαντες ἀγγέλους σφίσι στρατηγὸν ἐξαιτοῦνται τὸν Βρανᾶν Θεόδωρον.

Βραχὺ τὸ ἐν μέσῳ, καὶ τὴν Μυσίαν εἰσιὼν Ἰωάννης καὶ τὰ ἐκεῖ πρὸς τὸ εὖ διαθέμενος καὶ κολάσεσι βαρείας καὶ θανάτοις καινοῖς τοὺς ἀποστάντας ὑπενεγκὼν ἔγνω μετ᾿ ὀργιλώδους καὶ φονίου βλέμματος καὶ γνώμης ἀσυμπαθοῦς ἐπιστρατεύειν Ῥωμαίοις, οὐκέτι φάσκων τὰς σφῶν δολοφροσύνας ὑφίστασθαι δύνασθαι καὶ τὸ ἄπιστον ἦθος καὶ τὸ τῆς αὐτῆς ὥρας πολλάκις παλιμπετὲς φρόνημα. τοίνυν ἀναρραγεὶς ἐς ὀργὴν στρατευμάτων Σκυθικῶν μελισσῶνας τοῖς ἐαρινοῖς ἀνθαμίλλους ἄνθεσι διαφίησι.

Τινὰ μὲν οὖν αὐτῶν ὡς οὐδὲ μυρμήκων στρατεύματα τὰς ἱερὰς ἅλως ἀμφιπονούμενα τὴν Ἀδριανοῦ διειλήφασι, τινὰ δὲ προσπελάσαντα τῷ Ῥουσίῳ πρὸς ἀντιμάχησιν ἐπισπῶνται τὸ τῇ πόλει ταύτῃ ἐφεδρεῦον ἐκ Λατίνων ὁπλιτικόν. κράτιστον δὲ ἦν τοῦτο διαφερόντως τῶν ἄλλων καὶ ὑψηλὸν μὲν τὰ σώματα, θαυμαστὸν δὲ ταῖς μελέταις ταῖς κατὰ πόλεμον καὶ παρά τινος Τερῆ στρατηγούμενον, ἀνδρὸς τῶν πάνυ ἐπισήμων καὶ εὐγενῶν. τὸ μὲν οὖν ὁπλισάμενον ᾔει τὴν ταχίστην, ἔνθα ἐξ ὀπτήρων ἐπύθετο τοὺς Σκύθας κατασκηνοῦν· οἱ δὲ τὴν ἐς αὐτοὺς τῶν Λατίνων φθάσαντες ἔφοδον εἰς τὸν τῷ Ῥουσίῳ περικείμενον τόπον λεληθότως παρεμβάλλουσι, καὶ δὴ ἐπανιοῦσι τοῖς Λατίνοις ὀφθέντες τῷ τε τῆς θέας ἀδοκήτῳ διαθροοῦσι καὶ φαντάζεσθαι τὰ μὴ χρηστὰ τῷ πλήθει διδόασιν. ἀμέλει καὶ συμπλοκῆς καρτερᾶς γενομένης καὶ ταῖς ἀνδραγαθίαις ἐξισουμένων ἑκατέρων, τελευτῶν πολλὰ δράσαντες οἱ Λατῖνοι σχεδὸν ἀπέθανον ἅπαντες.

Τῆς δὲ μάχης ταύτης οὕτω γεγενημένης, ἕτεραι Σκυθῶν ἀποσπάδες μυριάριθμοί τε καὶ μάχιμοι περὶ τὸν Ἄπρων ἐλάσασαι τοῦτον εὐπετῶς χειροῦνται καὶ τὸ ὅλον αἱροῦσιν αὐτοβοεί· καὶ τὸν μὲν καθεῖλον, τοῦ δ᾿ ἐνόντος πλήθους ὃ μὲν ἀπέκτειναν οἱ Σκύθαι, ὃ δ᾿ ἀπήνεγκαν εἰς λαφυροπώλησιν συνδοῦντες καὶ τὰς χεῖρας ἀποστρέφοντες. πολλοὺς δὲ καὶ πυρὶ παρέδοσαν νικῶντες, οὐ μὴν καὶ ταῖς νίκαις ἀνθρωπίνως χρώμενοι.

Ἐκ δὲ τῆς θερμῆς ταυτησὶ μάχης ἐπὶ τὴν παράλιον τραπόμενοι Ῥαιδεστὸν τὸν μὲν Βρανᾶν Θεόδωρον, ὃς ἡγεμόνευε τῶν ἐς Ὀρεστιάδα στελλομένων Λατίνων, καὶ πρὸ τοῦ ἐπιστῆναί σφας ἐκεῖθι φυγάδα δεδείχασιν ὥσπερ καὶ τὸ συνεπόμενον ἐκείνῳ στράτευμα, τὴν δὲ πόλιν ὁλοσχερῶς καὶ κατὰ κράτος ἑλόντες ἠνδραποδίσαντο. εἶτα καὶ εἰς ἔδαφος βάλλουσιν, ἀθάνατον τὴν πρὸς ἡμᾶς ἔχθραν ὑπὸ Βλάχων ἔχειν δεδιδαγμένοι καὶ πρὸς παῖδας ἀπὸ παίδων παραπέμπειν ἀείμνηστον.ὸ δὲ πρόθυμον μὴ καταψύξαντες, ἀπηντηκότες ἐκεῖθεν ἐς Πέρινθον, ἐκ δὲ ταύτης εἰς τὸ Δαόνιον οὐδενὸς εἰς χεῖρας ἰόντος διὰ τὸ τῆς τόλμης παράβολον, καθ᾿ ἡλικίαν αὐτὰς ᾐχμαλώτευσαν καὶ τὰ τείχη κατήρειψαν.

Οὐ μόνα δὲ τὰ πρὸς θάλασσαν οὕτως ἔπραττον ταῖς τῶν Σκυθῶν εὐχειρίαις καὶ γενναιότησι καὶ τῶν ἑπομένων σφίσιν ἐκ τοῦ Βλαχικοῦ συστήματος, οἱ καὶ μᾶλλον τοῖς περιβόλοις τῶν πόλεων ἐπεβούλευον σκαπάνας καὶ πτύα χειριζόμενοι, ἀλλὰ καὶ τὰ τῆς ἅλμης ἀφιστάμενα πάντα τοῖς αὐτοῖς καὶ χείροσι κακοῖς προσεπάλαιον, μηδεμιᾶς ἐλπίδος εἰς σωτηρίαν ὑποκειμένης, ἐπεὶ καὶ οἱ ἀήθως ἐκ δουλείας ἐλευθερίας ηὐμοιρηκότες, τῶν μεγίστων ἀεὶ ἐφιέμενοι οὐδένα μὲν τοῦ δυσπραγήσειν αὖθις λόγον τιθέασιν, ταῖς δὲ παρατυχούσαις τύχαις καὶ νίκαις ὡς ἐπὶ πλεῖστον ἐπεξερχόμενοι τῶν μὲν πρώην τέλεον ἐπιλήθονται, τοῖς δ᾿ ἐνεστῶσι γήθονταί τε καὶ ἐνυβρίζουσι.

Διὰ ταῦτα τοίνυν ἥ τε λαχοῦσα πολιστὴν τὸν Ἀρκάδιον καὶ Μεσήνη ἐπὶ τῇδε καὶ πρὸς αὐτῇ Τζουρουλὸς τὰ τῶν δεινῶν πεπόνθασιν ἔσχατα καὶ ἀγροὶ καὶ κῶμαι καὶ τἆλλ', ὁπόσα ταῖς πόλεσι ταύταις ὑπέκυπτον πρότερον καὶ ὅσα ἐς αὐτὴν τὴν πόλεων πασῶν προεδρεύουσαν παρατείνουσι, ταῖς Σκυθικαῖς χερσὶ καθυπέκυψαν.

Ἐπὶ πᾶσι καὶ οἱ τὸ πόλισμα τὸν Ἀθύραν οἰκοῦντες ὀλέθροις ἀνηκέστοις περιεπάρησαν. τὰ μὲν γὰρ πρῶτα ἐπὶ χρήμασι τοῖς Σκύθαις συνέβησαν καὶ ἦσαν οἳ ἐκ Σκυθῶν ἀφιγμένοι τὰ ἐκ χρυσοῦ ἐισέπραττον κόμματα· πρὸς δ᾿ ἑσπέραν ἐνίων ἀπαντησάντων ἐκεῖσε τοῦ Λατινικοῦ συντάγματος, ὃ συνῆν ἐν Ῥαιδεστῷ τῷ Βρανᾷ, κεχαρισμένως σφίσιν, ἀλλ᾿ οὐ προσάντως οἱ ἐν Ἀθύρᾳ προσφέρονται· ᾤοντο γὰρ ὡς συμπαραμενοῦσιν ἐκεῖθι καὶ τὸν κατὰ Σκυθῶν ἀγῶνα ἐπαποδύσονται. ἀλλ᾿ οἱ μὲν περὶ πρώτην φυλακὴν τῆς νυκτὸς ἐκεῖθεν μεθίστανται, λαθεῖν τοὺς Σκύθας καὶ παρελθεῖν σπουδὴν τιθέμενοι, κἂν ἐξέπεσον τῶν κατὰ σκοπόν, Σκυθῶν ἑτέραις μοίραις προελασάσαις ἐγκύρσαντες κατ᾿ αὐτὸ τὸ Ῥήγιον καὶ πάντες ὡς διὰ βραχέος ἐς τὸ ζῆν κινδυνεύσαντες. οἱ δὲ Σκύθαι μετὰ τὴν τῶν Λατίνων ἀπονόστησιν ὑπὸ τῶν τὰ χρήματα συλλεγόντων ὁμογενῶν λάθρᾳ περὶ μέσας νύκτας διὰ τοῦ τείχους ἀνιμηθέντες καὶ τῶν πυλῶν ἐγκρατεῖς γενόμενοι τὰ ξίφη σπασάμενοι σὺν ἀλαλαγῇ φρικαλέᾳ τοῖς πλείστοις ἔτι καταδαρθάνουσιν ἐπεισπίπτουσιν, ὅτε μηδὲ διαδρᾶναι ῥᾴδιον ᾖν.

Γίνεται οὖν τῆς νυκτὸς ἐκείνης ἔργον χρῇζον δακρύων κατὰ ποταμοὺς ῥεόντων ἀένναα· οὐ γὰρ μόνον ἄρρενές τε καὶ θήλειαι τοῦτο μὲν ἀνῃρέθησαν, τοῦτο δὲ ἀπήχθησαν δορυάλωτοι, ἀλλ᾿ οὐδὲ τὰ ὑπομαστίδια τῶν παίδων τοῦ κακοῦ ἐφάνη ἀνώτερα, ἀλλ᾿ ἀπεθερίσθη καὶ ταῦτα κατὰ χλόην καὶ ἄνθος εὐμάραντον ὑπὸ τῶν ἐλέῳ ἀναλώτων ἐκείνων ἀνδρῶν καὶ μηδαμῶς εἰδότων ὡς ἀδικεῖ τὴν φύσιν καὶ τὸν θεσμὸν ἀθετεῖ τὸν ἀνθρώπινον ὁ περαιτέρω τῆς νίκης καὶ τοῦ κρατεῖν τῶν ἐναντίων θυμῷ χρώμενος. τὸ δὲ δὴ μείζονος πένθους ἄξιον, προκατειληφότες οἱ ἄσπονδοι τὰς ᾐόνας τοὺς ἐπ᾿ αὐτὰς συνδραμόντας οὓς μὲν διήλαυνον ξίφεσιν, οὓς δὲ ἀπῆγον ὀπίσω, οὓς δὲ κατὰ βυθῶν ἠνάγκαζον φέρεσθαι καὶ τοῖς ὕδασιν ἐναπόλλυσθαι· βραχεῖς δὲ καὶ σκαφῶν λαβόμενοι διεσώθησαν· ἦσαν δ᾿ οἳ καὶ διαμαρτόντες τῆς ἀναβάθρας εἰς τὰς παρεξειρεσίας ὤλισθον καὶ περιερρύησαν εἰς τὴν θάλασσαν. οὕτω μέγα ἦν τὸ δεινὸν καὶ πολυειδὲς καὶ μικροῦ πανώλεια τῶν ἐκεῖ.

Ἐκ δὲ τούτου κατὰ συναγωγὰς καὶ στρατόπεδα τοῖς ἔμπροσθεν προβαῖνον τὸ βάρβαρον ὡσεὶ καὶ σφοδρά τις λαῖλαψ διεφόρει τὸ πᾶν, ἢ γοῦν ὡσεὶ πῦρ, ὃ διαφλέγει δρυμόν, τὰ ἐν ποσὶν ἐπενέμετο. ἦν δὲ τῶν πάντων οὐδὲν ἀνεξερεύνητόν τε καὶ ἀπρονόμευτον, ἀλλ᾿ ἐκ πλείστων καὶ μεγίστων πόλεων ἀσκύλευτοί τε καὶ ἀκαθαίρετοι Βιζύη τε καὶ Σηλυμβρία παρὰ Σκυθῶν ὑπελείφθησαν· μόναι γὰρ αὗται οὐχ ὅπως ἰσχυροῖς διειλημμέναι τείχεσιν, ἀλλὰ καὶ τῇ τῶν τόπων θέσει μάλιστα κρατυνόμεναι τὸν παντελῆ διέδρασαν ὄλεθρον, μηδ᾿ ἄλλως ἀπὸ Λατίνων οὖσαι ἀνεπισκόπητοι.

Ἰταλοὶ μὲν οὖν ἐπὶ τούτοις εἰς ἀγεννὲς καταβληθέντες φρόνημα ὡς εἰς μάνδραν τὴν Κωνσταντίνου ἐνειλοῦντο καὶ τῶν ὅσα τοῖς πολιορκουμένοις χρήσιμα ἐπεμέλοντο, τὰ πρὸς χέρσον τείχη διανειμάμενοι, καὶ Ῥωμαίοις ἐνέδοσαν ἔνθα σφίσι βουλητὸν ἀπανίστασθαι. τὸ δὲ πολέμιον χρονίσαν ἐν τοῖς μικρὸν ἄποθεν τῆς πόλεως χωρίοις, πολλάκις δὲ καὶ τοῖς τείχεσι προσεγγίσαν ἐν τῷ μάχης ἐξάπτεσθαι, ἔστι δ᾿ ὅτε καὶ διὰ τῆς λεγομένης τοῦ ἁγίου Ῥωμανοῦ πύλης κατ᾿ ὀλιγίστους ἐπεισιὸν πρὸς ἀνδρείας ἐπίδειξιν, εἰπεῖν δὲ καὶ τύχης, ἥτις ἐν ταῖς τότε πράξεσιν αὐτοῖς συνεφείπετο, καὶ μετὰ φόνον τῶν ἐν ταῖς πύλαις αὐτίκα μάλα ἐπαναλῦσαν, ἐς τὰ οἴκοι πάλιν πανστρατὶ ἐπανέζευξε, κατὰ μὲν ἀγέλας κτηνῶν τὸ αἰχμάλωτον, κατὰ δὲ τῶν ἄστρων τὴν πολυπλήθειαν τὰ ὑπὸ ζυγὸν καὶ δίαιταν ζῷα ἐληλακός.

Ἔπειτα μετὰ πλείστων καὶ κρατίστων δυνάμεων ἐξιὼν ὁ Ἰωάννης παντὸς ἔργου κρεῖττον καὶ προυργιαίτατον τίθησι τὴν Ἀδριανοῦ χειρώσασθαι καὶ καταστρέψασθαι τὸ Διδυμότειχον, κρίνων τάσδε τὰς πόλεις ἆθλον τοῦ πολέμου παντός, καὶ ὡς εἴη ἅμα οὕτως αὐτῷ τῆς Θρᾴκης ἀπαναστῆσαι Ῥωμαίους καὶ θηρίοις ἀνεικέναι μόνοις αὐτὴν εἰς ἐνοίκησιν. περὶ τοίνυν τὸ Διδυμότειχον καταστρατοπεδευσάμενος καὶ τὸ χωρίον ὁρῶν ὑπερδέξιον χαλεπόν τε καὶ ἄπορον αἱρεθῆναι μεταφέρειν τὸν ποταμὸν Εὗρον ἐπεβάλετο, περικλώμενον τῷ φρουρίῳ καὶ διὰ καθόδων τοῖς πολλοῖς ἀγνώστων τοὺς ἔνδον ποτίζοντα. καὶ μηχανὰς περιστήσας τὸ τεῖχος ἔτυπτεν, ἐν οἷσπερ εἴκαζε μὴ πάμπαν εἶναι τοῖς προσβάλλουσιν ἀκατάσειστον, οὔτε μὴν προεκλύοιντο τὰ διαφιέμενα τῶν λίθων βάρη τῷ διαστήματι.

Οἱ δ᾿ ἔνδον τὸν Ἰωάννην ἐκμειλισσόμενοι παραλογάς τινας καὶ φάσεις εὐπρεπεῖς καὶ παρακλήσεις αἱμύλους προσῆγον καὶ πόρρωθεν καὶ ὡς βασιλέα σφῶν ἀνευφήμουν ἐφιστάμενοι ταῖς ἐπάλξεσι καὶ φόροις ὑποκεῖσθαι καθωμολόγουν καὶ πάντα δρᾶν συνετίθεντο προθύμως, ὁπόσα ἂν ἐκεῖνος ἔχῃ διατάττεσθαι, πλὴν τοῦ δέξασθαι αὐτὸν τῷ πολίσματι. ὁ δὲ πρὸς ὀργὴν ἐκφερόμενος καὶ χαλεπαίνων οὐδαμῶς αὐτοὺς ἐπὶ τούτοις προσίετο, ἀλλ᾿ ὑπεκστῆναί οἱ τοῦ φρουρίου πολὺς ἐγκείμενος, ὡς καὶ μόνον οὕτω σπεισόμενος, κατ᾿ οὐδὲν ἠφίετο τοῦ ἀγῶνος ἐπάλξεις ἀποσύρων τῇ βίᾳ καὶ τῷ ῥοίζῳ καὶ τῷ μεγέθει τῶν ἀφιεμένων χερμάδων καὶ γωνίας πύργων κατασπῶν καὶ καταρρηγνὺς τὰ τούτων θωράκια. οἱ δ᾿ ἐντὸς δρυφάκτους καὶ γέρρα πηξάμενοι καὶ νεόδορα νάκη τοῖς τείχεσι προπετάσαντες, ὡς περιολισθαίνοιεν αὐτοῖς κολπουμένοις ὅσα αἱ μηχαναὶ διηφίεσαν, ἕως μὲν ἀνοχὴν τῷ μαχησμῷ παρεῖχεν ὁ Ἰωάννης, καὶ οὗτοι σχήμασιν ἱλασίμοις καὶ ῥήμασιν ἐναισίμοις ἐπλάττοντο τὸν ὑποβαίνοντα καὶ ἐτέχναζον· ἡνίκα δ᾿ ἐκεῖνος ἀποβιβάζων τῶν ἵππων τὸ γενναῖον τῆς στρατιᾶς κατὰ τὰ παρερρωγότα μέρη τοῦ τείχους τοῦτο διέταττε πεφραγμένον τοῖς ὅπλοις πάντοθεν ἢ καὶ πρὸς ἐπιβατηρίους ἔβλεπε μηχανὰς καὶ τὸ λοιπὸν ἀντιπαρεξέτεινε στράτευμα πολλαχῇ, τότε καὶ αὐτοὶ τὰ τῶν ὑποπιπτόντων ἀποδυόμενοι προσωπεῖα καὶ τὸν λαμπρὸν πολέμιον παραφαίνοντες ἐν οἷς εἶχον ἠμύνοντο, ἐν τοῖς τείχεσι κειμένην ὁρῶντες τὴν σωτηρίαν καὶ μηδὲν τῆς ἀνάγκης βιαιότερον ἕτερον κρίνοντες, ἀπογνώσει τε καὶ θυμῷ στρατηγούμενοι οὐκ ἐλάσσω ἔδρων ὧν ἔπασχον χειρῶν καὶ τόλμης ἔργα ἐπιδεικνύμενοι.

Ἱκανῶς οὖν ἐπὶ τῇ πολιορκίᾳ ταύτῃ χρονοτριβήσας ὁ βάρβαρος ἐπάνεισιν ἐς Μυσίαν, περισβεσθεὶς μὲν καὶ τὴν ὁρμὴν ἀπορίᾳ ὡς καὶ ὕλης ἐκλειπούσης φλόξ, ἀλλὰ δὴ καὶ περιψοφηθεὶς ὑπὸ φήμης ἑτέρῳ ἐξ ἑτέρου παραδιδούσης καὶ πολλαχῇ διατρεχούσης Λατινικὸν στῖφος ἔντροφον πολέμῳ πρὸς ἐπικουρίαν τῶν ἐκεῖθι μέλλειν ἀφίξεσθαι.

Τότε δὲ μαλακῷ θανάτῳ τὸν βίον προήκατο καὶ ὁ πατριάρχης Ἰωάννης ὁ Καματηρός, καταλελυκὼς πλάνης καὶ ἄποικος ἐς τὸ Διδυμότειχον.

Οἱ δ᾿ ἐξ Ἰταλῶν οὐκ ἀηδῶς ἀλλ᾿ ὠσὶν ὀρθίοις δεξάμενοι τὴν ἐς Ὀρεστιάδα καὶ τὸ Διδυμότειχον πρόσκλησιν τῶν Ῥωμαίων, ὡς δῆθεν τὰ κατὰ σφᾶς διομαλίσουσαν πράγματα, ὅτι καὶ πρὸς τῶν πόλεων τῶνδε πρώτως ἀποστασῶν καταρραγῆναι ᾤοντο, ἄραντες ἐκ τῆς Κωνσταντίνου τὴν μὲν πρώτην πρὸς τῷ Ἀθύρᾳ στρατοπεδεύουσι, τῇ δ᾿ ὑστεραίᾳ εἴσω Σηλυμβρίας παρήλθοσαν. ἐκεῖθεν δ᾿ ἡμέρας τινὰς διαγαγόντες, ἐπισιτισάμενοι τὴν Ἀδριανοῦ κατειλήφασι.

Τοιαῦτα δ᾿ ἦν τὰ ὑπὸ Σκυθῶν καὶ Βλάχων ἐν ταῖς τότε διαπραχθέντα ἐπιδρομαῖς, ὁποῖα οὖς οὐκ ἤκουσεν, οὔτε ὀφθαλμὸς ἑώρακε πώποτε, οὔτε μὴν ἐπὶ καρδίαν τινὸς ἀναβέβηκε. πόλεις μέγισται πρὶν καὶ περίπυστοι, μυριάνθρωποι κωμοπόλεις, ἀξιοθέατοι ἀγροὶ καὶ λειμῶνες καλλιφύτευτοι, παράδεισοι εὐθαλεῖς ἀειρρύτοις νάμασιν ἀγλαόκαρποι, ὑψόροφοι δόμοι καὶ οἰκήσεις περίβλεπτοι ἐς ὑπερβολὴν πεφιλοτεχνημέναι καὶ χρώμασι πολυειδέσι διηνθισμέναι, παντοδαπαί τε χάριτες βαλανείων καὶ καρποβριθεῖς ἡμερίδες καὶ λήϊα τῷ σίτῳ ἀκμάζοντα καὶ ἄλλ᾿ ἕτερα μυρία, ὁπόσα φύουσιν ὧραι καὶ τὸν ἥμερον βίον ἀγάλλουσι καὶ τιθέασιν ἐπιτερπὲς καὶ πάσαις χάρισι περιστεφὲς καὶ πολυάρατον τὸ περίγειον, ταῦτα δὴ πάντα ἔρημα ἀνθρώπων ὁρώμενα ἐχίνοις μόνοις καὶ θηρίοις οἰκήσιμα ἦν. εἶπεν ἄν τις ἐπιστὰς ἐκείνοις καὶ πλεῖστα κοψάμενος καὶ δάκρυ χεάμενος καὶ κόνιν πασάμενος καταστροφὴν ὁρᾶν τοῦ παντός, ἢ γοῦν τῶν ὄντων ἑτέραν παραγωγήν, καθ᾿ ἣν ὁ μὲν θεὸς ἀπεφαίνετο χόρτον καὶ βοτάνην καὶ σπεῖρον σπέρμα κατὰ γένος τε καὶ καθ᾿ ὁμοιότητα ἐκ τῶν λαγόνων τῆς γῆς ἀναδίδοσθαι, ὁ δ᾿ ἄνθρωπος οὔπω ἦν ὁ τούτοις χρησόμενος. πόθεν ἂν ἐπλούτησα γλῶτταν εἰς τοσούτων κακῶν διαρκῆ φιλότιμον ἀπαρίθμησιν ἢ φωνῆς μέγεθος διαπεμπούσης τοῖς πόρρωθεν τὰ γραφόμενα; Ὡς δυστυχὴς ἐγὼ συγγραφεύς, οἵοις κακοῖς ἐταμιευόμην, οἵοις ἐμοῖς τε καὶ τῶν φυλετῶν δυσπραγήμασι τὸν λόγον χαρίζομαι. τίς γὰρ ἂν καὶ σχοίη ὅλως ὑπενεγκεῖν τοιαῦτα θεώμενος τρόπαια πρὸς τῶν πολεμίων ἀνεγειρόμενα; οἱ μὲν γὰρ πάλαι ταῖς μάχαις κρατοῦντες, ἀνθρώπινα φρονοῦντες, οὐδ᾿ ἀθάνατα τὰ μίση τηρεῖν δοκιμάζοντες, διὰ ξύλων καὶ βραχέων λίθων ἀνίστων τὰ τρόπαια, ὅπως ὀλίγον χρόνον διαμεμενηκότα παρέρχηται, ὡς μηδὲ φιλίας ὑπομνήματα ὄντα, ἀλλ᾿ ἔχθρας καὶ προχύσεως αἱμάτων ἐμπυρεύματα. νυνὶ δὲ πόλεων κατασκαφαὶ καὶ τοῦ παντὸς ἀφανίσεις δείγματα τῆς νίκης πρὸς τῶν βαρβάρων ἐξεύρηται, οἷς θεόθεν εἰς μαστίγωσιν ἐκδεδόμεθα. οὐκ ἀνεχόμενοι δέ, εἰ μὴ καὶ τὸν κολοφῶνα τῶν ἀτοπημάτων προσεπιθήσουσι καὶ προσεπαγάγωσι τὰ παλαμναιότατα, καί γε τῶν Ῥωμαίων τινὰς συγκατέχωσαν ζῶντας τοῖς φυσικῷ μόρῳ ἢ καὶ νόμῳ πολεμίῳ καταστρέψασι τὸ ζῆν ὁμοφύλοις ἐκείνοις, συνεντυμβεύσαντές σφισιν ἱππάρια δρομικά, οἷς ἐπεκάθηντο, καὶ τόξα κερουλκὰ καὶ ἀμφήκη φάσγανα, μὴ ὄντος λυτρουμένου μηδὲ σώζοντος. οὕτω παρὰ βαρβάροις οὐ φειδώ τις καὶ συστολὴ τῶν ἀνομοίων τῇ φύσει πράξεων.

Ἦσαν δ᾿ ἡμέραι πασχάλιοι τῆς ἐνάτης διιππευούσης ἐπινεμήσεως τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ τεσσαρεσκαιδεκάτου ἔτους, ἡνίκα τὰ οἰκτρὰ ταῦτα καὶ πᾶσαν ἀκοὴν καὶ θέαν δεινὴν ὑπερπαίοντα συνηνέχθησαν. παιάνων τοίνυν καὶ στεναγμάτων ξύμπας ἐπεπλήρωτο χῶρος, ὃν ἐπῆλθε τὸ Σκυθικόν, καὶ θρῆνος καὶ οὐαὶ καὶ κλαυθμὸς τὸν ἦχον ὑπερεφώνει τὸν ἑορτάσιμον. καὶ ὅτε τάφων κένωσις καὶ ᾅδου καθαίρεσις καὶ τὰ ἐκ νεκάδων ἀνεγερτήρια τοῖς εὐσεβοῦσιν ᾔδετο, τότε εἰς κευθμῶνας γῆς καὶ τὰ τοῦ ᾅδου ζοφερὰ καὶ φοβερὰ σκηνώματα κατὰ συνόδους αἱ πόλεις καθίεντο. τὰς δ᾿ ἀπαγωγάς, τὰς δὲ προνομάς, τὴν δ᾿ ἐναπερριμμένην ταῖς τριόδοις ἄωρον ἡλικίαν καὶ τοὺς διαξιφισμοὺς τῶν προηκόντων χρόνῳ σωμάτων τίς οὕτω πολύδακρυς καὶ πολύθρηνος ἐν ἀνθρώποις ὡς ἀξίως καὶ πενθῆσαι καὶ δεξιώσασθαι δάκρυσι; Πρὸ δὲ τῆς ἐπιδρομῆς τῆσδε τῆς Σκυθικῆς περὶ τὰ Θρᾳκικὰ πεδία κορωνῶν καὶ κοράκων στρατόπεδα, ἃ μὲν ἀπὸ μερῶν τῶν βορείων, ἃ δ᾿ ἐκ τῶν νοτίων, κατ᾿ ἐξαισίαν τινὰ καὶ μὴ αὐτόματον συνδρομὴν εἰς ἕνα συνεληλυθότα χῶρον ἀλλήλοις συνέρραξαν καὶ κατευμεγεθήσαντες οἱ κόρακες τὰς τῶν ἐκ νότου κολοιῶν ἐτρέψαντο φάλαγγας.

Οὐ μόνον δὲ τὰ Θρᾳκῷα ὁ δαίμων ἀντιπεριέστησεν εἰς τοιαύτην ἀθλιότητα καὶ πειρασμῶν μὲν ἀνερράγη θάλασσα, κακῶν δ᾿ ἀνηκέστων κλυδώνιον ἔζεσε καὶ συμφορῶν ἀνερριπίσθησαν λαίλαπες, ἀλλὰ καὶ τὰ καθ᾿ ἑσπέραν οὐ πρὸς ἔλαττον ἔπασχον. Ἀθήνας μὲν γὰρ καὶ Θήβας καὶ Εὔβοιαν καὶ τὰ περὶ Μεθώνην καὶ Πάτρας σπεῖρα Καμπανῶν καὶ μοῖρα Λατίνων εὐσύνοπτος ὡσεὶ καὶ κτήσεις διενείμαντο πατρῴας, οἱ δὲ σφῶν δεσπόζοντες πρότερον ἐν προπηλακισμῷ καὶ ἀτιμίᾳ ἠνείχοντο σφίσι μᾶλλον καθυποκύπτειν ἢ νυγμόν τινα λαβεῖν ἐς ψυχὴν καὶ ὑπὲρ ἑαυτῶν καὶ τέκνων ἀνδρίσασθαι, μήτ᾿ αὐτόθεν εἰς ἐλεύθερον παροξυνθέντες φρόνημα, μήτ᾿ ὀψέ ποτε νοῦν ἔχειν ἀρξάμενοι. εἰσὶ δ᾿ οἳ καὶ εἰς ὁλοσχερῆ φιλοτιμίαν κατὰ τῆς ἑαυτῶν πατρίδος ὑπεκκαέντες, ἀνδραποδώδεις ἄνθρωποι, τρυφῇ καὶ ταῖς ἄλλαις ἀπονοίαις διεφθαρμένοι, ὀχυρωμάτων καὶ φρουρίων ἀποτόμων λαβόμενοι, οἱ δὲ καὶ πόλεων εὐτειχίστων ἐπιβάντες, κακοδαίμονας τυραννίδας περιεβάλλοντο, καὶ δέον φιλεχθρεῖν Λατίνοις, οἱ δ᾿ ἀντωφθάλμουν ἀλλήλοις καὶ Λατίνοις, τὸ καινόν, ἐσπένδοντο.

Ὁ μὲν γὰρ Σγουρὸς Λέων Κόρινθον διεῖπε καὶ Ναύπλιον, ὡς καὶ ἔμπροσθεν ἐρρέθη μοι· ὁ δὲ Χαμάρετος Λέων τῆς κοίλης κρατῶν Λακεδαίμονος τύραννος ἦν τῶν Λακώνων. Αἰτωλίαν δὲ καὶ τὰ τῇ Νικοπόλει προσοριζόμενα καὶ ὅσα πρόεισιν ἐς Ἐπίδαμνον ὁ Μιχαὴλ ἰδιώσατο, ὃν ἐκ σπερμάτων σκοτίων ὁ σεβαστοκράτωρ ἐφύτευσεν Ἰωάννης ὁ Δούκας. ὁ δὲ μαρκέσιος Βονιφάτιος τῇ Θεσσαλονίκῃ προσεδρεύων ὑποκειμένην εἶχεν ἑαυτῷ τὴν ἐς Ἁλμυρὸν ἐκτεινομένην ἀγχίαλον πᾶσαν καὶ πεδίων ἤρχετο Λαρισσαίων καὶ μετελάγχανε τῶν φόρων ὁπόσοι ἐξ Ἑλλάδος καὶ τῆς νήσου τοῦ Πέλοπος εἰσεπράττοντο. ἐπὶ δὲ τούτοις καὶ ἄλλος τις τὰ Θετταλίας κατέχων μετέωρα, ἃ νῦν μεγάλη Βλαχία κικλήσκεται, τοπάρχης ἦν τῶν ἐκεῖ.

Εἰς τοσαύτας δὲ τυραννίδας διαιρεθείσης τῆς ἑσπέρας τί μὲν τῶν καλῶν οὐκ ἀπῆν, τί δὲ τῶν κακῶν οὐ παρῆν; χρημάτων ἀφαιρέσεις, τῶν θρεψαμένων ἐκτοπίσεις, σφαγαὶ καὶ φυγαί, καὶ μυρία πρὸς τούτοις ἄλλα δεινά, ὧν τὰ πλείω οἱ ἐκ Ῥωμαίων ἐπετόλμων τύραννοι, μάλιστα δ᾿ ἁπάντων ὁ Σγουρὸς Λέων, ὃς οὐδὲ τῆς γειναμένης εὖ ποιῶν ἐφείσατο, ἀλλὰ καὶ τῷ τῆς μητροπόλεως Κορίνθου ἀρχιποίμενι Νικολάῳ σπεισάμενος καὶ τὰς πρώην διχονοίας διαλυσάμενος καὶ σύσσιτον οὕτω τὸν ἄνδρα παρειληφὼς τὸ μὲν σῶμα συνέστιος ἦν, τὸ δὲ φρόνημα δυσμενὴς ὁποῖος καὶ πρότερον, ὅθεν τὰς κόρας αἱμάξας εἶτα καὶ κατὰ σκοπέλων ἀφίησι.

Κατὰ δὲ τὴν ἕω Προυσαῖοι μὲν καὶ Νικαεῖς, Λυδοί τε οἱ φιλόμολποι καὶ Σμύρνη καὶ Ἔφεσος καὶ τὰ μεταξὺ τούτων κείμενα ὡς βασιλεῖ προσανεῖχον Θεοδώρῳ τῷ Λάσκαρι. ὁ δὲ καὶ νῆας μακρὰς τεκτηνάμενος τὰς πλείους τῶν νήσων ὑπηγάγετο. σπεισάμενος δὲ καὶ Καϊχοσρόῃ, τῷ τοῦ Ἰκονίου σουλτάνῳ, μέρος ἀπένειμε τῆς ἀρχῆς τῷ κηδεστῇ ἐκείνου Μανουὴλ τῷ Μαυροζώμῃ· τὸ δὲ ἦν ἡ ἐμοῦ τοῦ συγγραφέως Νικήτα πατρὶς αἱ Χῶναι καὶ ἡ ἀγχιτέρμων ταύτῃ Φρυγικὴ Λαοδίκεια καὶ εἰς ὅσα περικλᾶται Μαίανδρος ἀπερυγγάνων ἐς ἅλα τὰ νάματα. Δαυὶδ δὲ καὶ Ἀλέξιος οἱ ἐξ υἱέως φύντες τοῦ τῶν Ῥωμαίων τυραννήσαντος Ἀνδρονίκου (Μανουὴλ ἐκείνῳ τὸ ὄνομα), ὁ μὲν τὴν κατὰ Πόντον Ἡράκλειαν καὶ Παφλαγόνας διεῖπεν, ὁ δ᾿ Ἀλέξιος Οἰναίου τε καὶ Σινωπέων τῆς πόλεως καὶ Τραπεζοῦντος αὐτῆς τὴν δυναστείαν περιεζώννυτο. τὴν δ᾿ Ἀττάλου διῴκει τις ἕτερος, τὴν κλῆσιν Ἀλδεβραντῖνος, ἐξ Ἰταλῶν μὲν τὴν γένεσιν ἕλκων, ἀκριβῶς δ᾿ ἐντεθραμμένος τοῖς Ῥωμαϊκοῖς ἔθεσι. κἀν τῇ Ῥόδῳ τῇ νήσῳ ἄλλος τις ἐπρωτίστευε.

Καὶ δέον ὡμονοηκότας προβουλεύσασθαί τι καὶ καταπράξασθαι προφυλακτικὸν μὲν τῶν μήπω κακῶς πεπονθότων τῆς πατρίδος μερῶν, ἀνακλητικὸν δὲ τῶν ἡλωκυιῶν πόλεων, οἱ δὲ εἰς δοξομανίαν ἐκτραχηλισθέντες καὶ καλεῖσθαι τύραννοι θέλοντες καθ᾿ ἑαυτῶν ὥπλιζον τὰς χεῖρας, βακτηρίαν καὶ νῆψιν, εἴπῃ δ᾿ ἄν τις καὶ πανοπλίαν καὶ τρόπαιον ἐξ ἐφόδου τοῖς τῶν Ῥωμαίων πολεμίοις τὸ διχονοεῖν ἀλλήλοις καὶ διεστάναι βραβεύοντες. ἦν τοίνυν τοῦ βουλομένου παντὸς ἐκ τοῦ τῶν Λατίνων πολυσπεροῦς συντάγματος τὰ γραφικὰ ταῦτα ἐπᾴδειν Ῥωμαίοις ἐπιστρατεύοντος „διώξας καταλήψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου.” Πολλοὶ τοίνυν μέτριον συγκροτήσαντες στόλον καὶ ἱππότας βραχεῖς μισθωσάμενοι Ῥωμαϊκαῖς ἐγκατεκολπίζοντο νήσοις ὡς πάντῃ πάντως ἐρημαζούσαις τοῦ ἐπαρήξοντος. ὅθεν πειραταί τινες Γενουῖται, περιψήματα ἀνδρῶν καὶ ἀμβλώματα, οὐ κατὰ τοῦτο μέν τινος ὑπερφέροντες, κατὰ δ᾿ ἐκεῖνο τὰ δεύτερα φέροντες, ἀλλ᾿ ἁπανταχῇ πονήρως πράττοντες καὶ δυσδαιμόνως, στρογγύλων πέντε νηῶν ὁθενοῦν εὐπορήσαντες καὶ σκάφη τρίκροτα κατηρτικότες πρὸς τοῖς εἴκοσι τέσσαρα ἐς τὴν Κρήτην διαπλωΐζονται· καὶ πλασάμενοι τοὺς ἐμπόρους, εἶτα ἐπιθέμενοι ὡς πολέμιοι, τῆς νήσου ξυμπάσης κατίσχυσαν εὐμαρέστατα.

Τότε καὶ ὁ κρατῶν Ἰκονίου Καϊχοσρόης κατὰ τῆς Ἀτταλείας ἐστράτευσεν, αὐτοβοεὶ τὴν πόλιν ἑλεῖν φανταζόμενος ὡς οὐχ ἱκανὴν οὖσαν ἑαυτὴν διασώσασθαι. τὴν δ᾿ ἐκείνου ἔφοδον προεγνωκότες ὅ τε πολίαρχος Ἀλδεβραντῖνος καὶ οἳ σὺν αὐτῷ τοῖς κοινοῖς ἐπεστάτουν πράγμασι πέμψαντες ἐς Κύπρον συμμαχίαν ἐκεῖθεν εἰλήφασι πεζικοῦ στρατεύματος, ἐς διακοσίους ἀριθμουμένην Λατίνους. κἀπειδήπερ εἰς χεῖρας ὁ πόλεμος ἐγεγόνει καὶ περιείληφε τὴν πόλιν τὸ Περσικὸν στράτευμα, οἱ ἐκ Λατίνων ἐς φάλαγγα πυκνωθέντες καὶ τοῖς Πέρσαις ἐποφθέντες ἀπρόοπτοι τοῖς Ἀτταλεῦσιν ἐπήμυναν, καὶ οὕτω τῶν βαρβάρων καταστάντων ἐς δέος, ἔκ τε τοῦ σφῶν στρατεύματος πολλοὶ διαφθείρονται καὶ Καϊχοσρόης ἐκεῖθεν μεθίσταται, μὴ πλείους ἡμερῶν τῶν ἑκκαίδεκα περὶ τὴν Ἀττάλου βαλὼν στρατόπεδον.

Ἀλλὰ καὶ Θεόδωρος ὁ Λάσκαρις κατὰ τοῦ ἐν Πόντῳ Δαυὶδ στρατιὰν ἀγείρας τῆς μὲν Πλουσιάδος ἐπέβη καὶ τῆς πρὸς Δαυὶδ φιλίας ἐκείνην ἀπέστησε, τοξότιδα πᾶσαν οὖσαν καὶ μάχιμον· εἷλε δ᾿ ἂν καὶ Ἡράκλειαν καὶ τὸν Δαυὶδ δραπέτην ἐκεῖθεν ἔδειξεν, εἰ μὴ Λατίνων τῇ Νικομήδους παρεμβαλόντων κατ᾿ ἐπικουρίαν Δαυίδ, ἐπεὶ καὶ εἶχε τούτοις Δαυὶδ σπεισάμενος, ἐν ἀμφινοίᾳ κατέστη ὁ Λάσκαρις. εἷλκε μὲν γὰρ αὐτὸν ἐντεῦθεν προθυμία καὶ τόλμα κατὰ Λατίνων, ἐκεῖθεν δ᾿ αὖθις ἀντέσπα τὸ ἐν χερσὶν ἔργον, ὡσεὶ καὶ ἐντὸς Ἡρακλείας οἰόμενον εἶναι καὶ κυριεύειν τῆς πόλεως, καὶ πολλάκις ἑκάτερον καὶ ὡς ἐπὶ τρυτάνης ζυγοῦ καὶ μετὰ συνοχῆς ἕκαστον. ὡς δ᾿ ἐκεκρίκει συμφορώτερον μᾶλλον ἤπερ θρασύτερον ἐπὶ τοὺς ὑπερασπιστὰς ἵεσθαι τοῦ Δαυίδ, ἐπανακάμπτει μὲν εἰς αὐτούς, ἣν ὥδευε παρεικώς· οἱ δὲ τὰ περὶ τούτου πυθόμενοι συστάδην μὲν παρακινδυνεύειν οὐκ ἔγνωσαν, μεθίστανται δὲ νυκτὸς καὶ εἰσίασι τὸ Βυζάντιον.

Ὁ δέ γε Δαυὶδ ὡς οὔκουν ἐβάλετο κατὰ νοῦν, παρὰ δόξαν τοῦ κινδύνου ῥυσθείς, ὃν ἔγγιον εἶχε προσέρποντα καὶ σχεδὸν οὐδ᾿ ὅσα γόνυ κνήμης ἑαυτοῦ ἀφιστάμενον, ἀπρὶξ μὲν καὶ πάλιν τῆς Ἡρακλείας ἔχεται· τοὺς δ᾿ ἐν Βυζαντίῳ Λατίνους τῆς συμμάχου διαμειβόμενος στρατιᾶς σιτηγῶν πλοίων δεξιοῦται καταγωγαῖς καὶ κρέασιν ὑείοις ταριχηροῖς καὶ παρ᾿ αὐτῶν αἰτεῖται δευτέραν σύναρσιν καὶ λιπαρεῖ ταῖς πρὸς τὸν Λάσκαριν γραφαῖς καὶ σπονδαῖς τοῖς ὑποκειμένοις σφίσι κἀκεῖνον ἐντάττεσθαι καὶ τὴν ὑπ᾿ αὐτὸν πᾶσαν χώραν ταῖς ὑπὸ Λατίνους ἐγκρίνεσθαι. ἀμέλει καὶ ὡς εἶχε ταῦτα καταθεμένους, πύθοιτο δὲ καὶ τὸν Λάσκαριν ἐκ Νικαίας εἰς Προῦσαν μετάραντα, ἐξ Ἡρακλείας πρόεισι καὶ αὐτὸς τῷ συμμαχικῷ γαυριῶν, ὅπερ ἐκ Βυζαντίου προσεχῶς ἐκείνῳ ἀπέσταλτο, γυμνασίαν τε καὶ ἀνάπειραν ἑαυτοῦ κἀκείνων ποιούμενος, τὸν Σαγγάριον διαβὰς ποταμὸν ὑπηκόους κωμοπόλεις τῷ Λάσκαρι ἔκειρε. καὶ μεθ᾿ ἡμέρας μὲν αὐτὸς ἐκεῖθεν μεθίσταται ὁμήρους ἐκ τῆς Πλουσιάδος δεξάμενος, ἐνίοις δὲ καὶ δεσμὰ περιθέμενος διὰ τὸ σφᾶς προσχωρῆσαι τῷ Λάσκαρι· οἱ δ᾿ Ἰταλοὶ περί που τοὺς τριακοσίους ὁρώμενοι παρεσκευάζοντο μὲν καὶ περαιτέρω χωρεῖν κἀκ τῶν κοίλων πρὸς τὰ μετέωρα ἔβαινον, ἐπελθόντος δ᾿ αὐτοῖς ἀπροόπτως περὶ τὰς τῆς Νικομηδείας Τραχείας Ἀνδρονίκου τοῦ Γίδου καὶ γενομένης συμβολῆς, ἡττῶνται μετὰ πλείστας ἀμοιβὰς τοῦ πολέμου, οἱ δὲ καὶ ζωγροῦνται τοῖς περισχοῦσι τὰ ὄρη καὶ ταῖς προλελοχισμέναις ὑπὸ σφῶν περιπεσόντες ἐνέδραις, ὡς μηδὲ πυρφόρον ὑπολελεῖφθαι σχεδὸν τὸν τῷ Δαυὶδ ἀπαγγελοῦντα τουτοῒ τὸ δυσπράγημα.

Ἀλλὰ καὶ Πέτρος ὁ ἐκ Πράτζης, οὗ καὶ πρόσθεν ἐμνήσθημεν (μεγέθει δὲ οὗτος σώματος θαυμασίῳ ἐκέκαστο καὶ ψυχῆς γενναίῳ περιεβλέπετο παραστήματι), ταῖς Πηγαῖς τῇ πόλει προσδεχθῆναι φιλονεικῶν ἅτε δίκαιον ἐπ᾿ αὐταῖς ἔχειν ἰσχυριζόμενος ὡς οἷα πρώτως ἐκεῖ καταχθείς, ἡνίκα Λατῖνοι τὸν κατὰ τῶν πρὸς αὐγὰς ἡλίου Ῥωμαίων ἐπανείλοντο πόλεμον, καὶ ἄλλοτε μὲν εἰσδῦναι ταύτας ἐκ τοῦ προφανοῦς ἐπειράσατο, ἀποπεμφθεὶς δὲ ὡς τῶν ἔνδοθι φρονούντων φίλα τῷ Λάσκαρι, ἔδοξε μὲν ἀποσχέσθαι ταυτησὶ τῆς προθέσεως, ὁ δ᾿ ἐνεδρεύων ἦν καὶ πάλιν, ὅτι μηδὲ προύπτως εἶχε βιάζεσθαι. τῶν γοῦν Πηγαϊτῶν τινας ὑποκλέψας καὶ διαφθείρας λάθρᾳ καὶ κατὰ βραχεῖς τοὺς οἰκείους ταῖς Πηγαῖς ἐπεισάγει, πολυωρουμένους παρὰ Σθλάβου τινὸς Βαρηνοῦ καὶ τῶν τούτου συνωμοτῶν. πέρας δὲ καὶ αὐτὸς ὁ Πέτρος καιροφυλακήσας τὰς Πηγὰς ὑπεισδέδυκε καὶ νυκτὸς ἐπιθέμενος σὺν οὐδενὶ πόνῳ τοὺς ἐναντίους διώσατο καὶ τῆς ὅλης κεκράτηκε πόλεως.

Οὑτωσὶ δὲ πραττομένων τούτων οἱ τὴν Ἀδριανοῦ κατειληφότες Λατῖνοι τὰ μὲν πρῶτα περὶ αὐτὴν ἐνηυλίσαντο καὶ ἀγορὰ τῆς πόλεως ἔξω πεποίητο· εἶτα καὶ συναιχμίαν μετὰ Ῥωμαίων ἀποδειξάμενοι τῶν πόλεών τινας περιέρχονται κακῶς παθούσας ὑπὸ Σκυθῶν, καὶ ταύτας, ὡς ὁ καιρὸς ἐδίδου, καταστησάμενοι εἶτα καὶ τῶν τῆς Ῥοδόπης σχοινισμάτων ἅπτονται. μηδένα δὲ πολέμιον ἔχοντες ἐξαπτόμενον, μήτε μὴν ὅλως σφίσιν ὑποφαινόμενον, εἰσίασι τὸ ἔρυμα τὸν Στενίμαχον καὶ μεθιστῶσιν ἐκεῖθεν τοὺς ὁμογενεῖς σφῶν, ἀποσπάδας ὄντας τῶν τὴν Φιλίππου διεπόντων πρότερον, καὶ οὕτως ἐς Ὀρεστιάδα πάλιν ἐπαναλύουσιν. ἀλλὰ καὶ μοῖραν στρατεύματος Θεοδώρῳ τῷ Βρανᾷ παραδόντες στρατηγεῖν τῶν ἐκεῖ καταλείπουσιν. αὐτοὶ δ᾿ ἐπανίασιν ἐς Βυζάντιον καὶ εἰς βασιλέα χρίουσι τὸν Ἐρρῆν, ὃς ἦν αὐτοκασίγνητος Βαλδουίνου τοῦ πρώτως ἐκ Λατίνων τῆς Κωνσταντίνου κατάρξαντος. ἐνιαυτὸν δ᾿ ἕνα καὶ μῆνας τέσσαρας ἄνευ βασιλέως τὰ κοινὰ χειρίζοντες πράγματα οὐκ ἄλλως κατένευσαν χρῖσμα βασιλείας ὁτῳδὴ τῶν ἐκ γένους χαρίσασθαι, εἰ μὴ πρότερον τὸν τοῦ Βαλδουίνου θάνατον ἠκριβώσαντο.

Ἀκουέτωσαν ταῦτα Ῥωμαῖοι οἱ χρίοντες ἅμα καὶ τὸν διὰ τάχους καθαιρήσοντα τὸν χριόμενον τῷ νῷ συλλαμβάνοντες. εἰκότως οὖν καὶ μητρόλεθροι ἔχιδναι καὶ γένος ἀπολωλεκὸς βουλὴν καὶ τέκνα μωμητὰ καὶ υἱοὶ ἄνομοι οἱ ἐς ἡμᾶς πρὸς ὅπλα ἔχοντες παρὰ πᾶσιν ἀκούουσιν ἔθνεσιν.

Ὁ δὲ τοῦ Βαλδουίνου θάνατος οὕτω συμβέβηκεν. ἐν τῷ Σκυθικῷ συλληφθεὶς πολέμῳ καὶ δεσμοῖς ὑποβληθείς, ὡς ἐρρέθη μοι, συχνὸν ἤδη χρόνον καθείργνυτο ἐς τὸν Τέρνοβον. ἀποστάντος δὲ τοῦ Ἀσπιέτου καὶ τῶν τῆς αὐτῆς ἐκείνῳ ἑταιρείας τε καὶ συντροφίας προσερρυηκότων, Λατίνοις θυμῷ ὑπερζέσας ὁ Ἰωάννης, καὶ τοῦ πάθους ἀεὶ ἐπίτασιν λαμβάνοντος, εἰς μανιώδη σχεδὸν ἐξώκειλε διάθεσιν· ὅθεν τῆς εἱρκτῆς τὸν ἄνδρα ἐξαγαγὼν κελεύει τοὺς μὲν πόδας ἀπὸ γόνατος, τὰς δὲ χεῖρας ἐκ βραχιόνων Τενεδείῳ ἄντικρυς πελέκει ἀποκοπῆναι, εἶτα καὶ κατὰ κεφαλῆς ἐπὶ φάραγγος ὠθησθῆναι. οὐκοῦν καὶ τρεῖς ἐξαρκέσας ἡμέρας, βορὰ προκείμενος ὄρνισιν, ἐλεεινῶς τὸν βίον κατέστρεψεν.

Οὐ τοῦτον δὲ μόνον ἀπανθρώπως οὕτω τοῦ ζῆν ἐξήγαγεν, ἀλλὰ καὶ οὓς καθεῖρξε Ῥωμαίους οἰκτρῶς ἀπώλεσε, μὴ φωνὴν μηδ᾿ ἱκεσίαν ἐξ αὐτῶν ὅλως ἀνασχόμενος ἐνωτίσασθαι. ἐν οἷς καὶ τὸν τοῦ δρόμου λογοθέτην Κωνσταντῖνον τὸν Τορνίκην, ὑποδρηστεύσαντα μὲν ἀκοντὶ τὸ πλέον μετὰ τὴν τῆς πόλεως ἅλωσιν τῷ βασιλεῖ Βαλδουίνῳ καὶ τὸν ἐκ πολέμου διαδράντα κίνδυνον, καθ᾿ ὃν ὑπὸ Σκυθῶν ἐκεῖνος ἑάλωκε, προσρυέντα δ᾿ ἔπειτα τῷ Ἰωάννῃ καὶ παρὰ τούτῳ δυνηθῆναι τὰ μέγιστα φανταζόμενον οἷς πολλάκις παρ᾿ ἐκεῖνον ἀπὸ Ῥωμαίων πρέσβις ἐπιπεφοίτηκε, ξενίαν δ᾿ εὑράμενον τὸ πολλὰς ὑπὸ ξιφῶν κατὰ παντὸς τοῦ σώματος δέξασθαι καὶ μηδ᾿ ὁσίας τυχεῖν μετὰ τὴν ἀναίρεσιν.

Οἱ δέ γε Λατῖνοι καὶ τὰ πάλαι ᾀδόμενα στοιχειώδη τῆς πόλεως φυλακτήρια καὶ κατὰ τεῖχος καὶ τάφρον προσεξευρημένα τοῖς κατ᾿ αὐτῆς ξυντάττουσι φάλαγγας καὶ λόχους καθίζουσι δυσμενέσιν (εἰ δὲ καὶ ἀληθῶς, οὐκ ἔχω λέγειν σαφῶς) καθαιρεῖν ἐγνώκεσαν, καὶ τούτων μάλιστα ὁπόσα κατὰ τοῦ σφῶν ἀνεστηλῶσθαι γένους ἐμάνθανον. ὅθεν μεθ᾿ ἑτέρων ἀνδρεικέλων ἐκ χαλκοῦ πεποιημένων, ἃ τῶν προτέρων κατενήνεκται βάσεων καὶ πυρὶ παρεδόθησαν, οὐδὲ τὴν ἐμπροσθίαν εὐώνυμον χηλὴν τοῦ ἵππου ἀπεριέργαστον εἴασαν, ὃς ἐπὶ λιθίνου λευκοῦ τετραπλεύρου κατὰ τὸν λεγόμενον Ταῦρον χαλκοῦς ἱστάμενος ἡρωϊκόν τινα τὴν ἰσχὺν ἄνδρα καὶ τὸ εἶδος ἀξιοθέατον ἐπὶ τῶν νώτων ὀχεῖ, μηδ᾿ αὐτὸς ἀπέχων τοῦ ἄγασθαι διὰ τὴν ἐπὶ πᾶσι τῆς τέχνης ἀκρίβειαν, ἀφάλαρος, φριμάσσων καὶ τὸ οὖς ἀνιστῶν ὡς πρὸς σάλπιγγα.οῦτον οἱ μέν φασιν εἶναι Πήγασον καὶ τὸν ἀναβάτην Βελλεροφόντην, οἱ δὲ τὸν Ἰησοῦν τοῦ Ναυῆ ὁτῳδὴ ἐπικαθήμενον ἵππῳ καὶ δῆλον εἶναι τὸν ἄνδρα τῇ διασκευῇ τοῦ εἰκάσματος πρὸς τὴν ἁρματηλασίαν ἡλίου καὶ τὸν δρόμον τὸν σεληναῖον τὴν δεξιὰν χεῖρα ἐκτείνοντα, ὡς σταῖεν τοῦ πρόσω χωρεῖν, καὶ σφαιρικὸν ἐκ χαλκοῦ σχῆμα τῷ κοίλῳ τῆς λαιᾶς χειρὸς ὑπανέχοντα. ἀναμοχλεύσαντες τοίνυν ῥαιστῆρσι τὸ πέλμα τὸ ἵππειον, ἀνθρωπόμορφον εὑρίσκουσιν ἴνδαλμα ὑποκείμενον, πλειόνως εἰκάζον ἐκ τοῦ τῶν Βουλγάρων τινὰ γένους, ἐς τὸ διαμπερὲς ἐληλαμένον ἥλῳ καὶ μολίβδῳ πάντῃ κατειλημμένον, ἢ γοῦν Λατῖνον διατυποῦν, ὥσπερ δὴ καὶ πάλαι πρὸς τῶν ὅλων διαπεφήμιστο. καὶ τὸ μὲν τῇ τῶν ἀργυρογνωμόνων χωνείᾳ καθίεται· Λατῖνοι δ᾿ ἔπραττον ταῦτα οὐκ ἐκ δειλάνδρου παντάπασι γνώμης, ὡς ἀποφανεῖταί τις καταφρονητικῶς ἔχων ἐς αὐτούς, ἀλλὰ μετιόντες πάντα καὶ διατεχνώμενοι, μή πως ἐκπέσωσιν ἧς ἐπέβησαν πόλεως, οὐδὲ τὰ τοιαδὶ τῶν ἀκουσμάτων ἀπεριέργαστα παρατρέχειν ἐδοκίμαζον, οἷα μηδ᾿ εἰκαίως ὑφ᾿ ἁπάντων διαθρυλλούμενα, ἀλλὰ τὸ εἰκαστικὸν τῇ ἐπινοίᾳ συνάπτοντες ἐδικαίουν μὴ ἐᾶν ἀνεξέταστα, πρὸς οὐδεμίαν τῶν πράξεων ἀναπίπτοντες.

Τίς γὰρ οὐκ ἴσησιν ὡς ἧς ἂν ἐπιβαῖεν χώρας καὶ πόλεως, καθάπερ οἰκείας αὐτῆς δραττόμενοι καὶ ἀπρὶξ ἐχόμενοι πρὸς οὐδὲν ἀποκναίουσι δυσχερές, ὡς οὐκέτ᾿ ὄντων τῶν οἴκοι ἐπιλαθόμενοι; ἀπεναντίας δρῶντες τοῖς ἡμετέροις οἳ τοῖς βουλομένοις καὶ τῶν ἐσχάτων ἐπενδυτῶν ὑπεξίστανται καὶ τὸν χοῦν τῶν ποδῶν αὐτῶν ἀφιστάμενοι τῶν πατρίδων ἀσμένως ἀποτινάσσονται, οὐχ ὡς εὐαγγελικοὶ μαθηταί, ἀλλ᾿ ὡς ἀχρεῖοι καὶ ἀγεννέστατοι μαχηταὶ καὶ γυναικῶν ἐς πόλεμον ἀτολμότεροι καὶ πρὸς τὴν ὄψιν τῶν δυσμενῶν ἀτεχνῶς πάσχοντες ταῦτα δὴ τὰ Ὁμήρεια „τοῦ μὲν <γάρ τε> κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ, οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ᾿ ἐν φρεσὶ θυμός, ἀλλὰ μετοκλάζει καὶ ἐπ᾿ ἀμφοτέρους πόδας ἵζει. ἐν δὲ τέ οἱ κραδίη μέγα στέρνοισι πατάσσει Κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίνετ᾿ ὀδόντων.” Θαυμάσαι δ᾿ ἄν τις τοὺς ἄνδρας τούσδε περιεργασάμενος, εἰ μὴ καὶ ἑαυτοὺς προϊόντος τοῦ χρόνου δίχα πόνου διεξεργάσονται, οὕτω μὲν πρὸς τοὺς ἐναντίους ἀεὶ ἐνδιδόντες καὶ μαλακιζόμενοι, πρὸς δὲ τοὺς ὁμοφύλους ἀναιδεῖς καὶ θρασεῖς καὶ αὐθάδεις ὁρώμενοι, οἵ γε καὶ τοῖς ἐκ τῆς συγκλήτου βουλῆς ἡμῖν τὴν τῆς πόλεως ἐπιγραφόμενοι ἅλωσιν οὔτε τὸν τῆς δίκης δεδίασι παντέφορον ὀφθαλμὸν αὐτοὶ καταπροδόντες κἀκείνην δὴ καὶ ἡμᾶς, οὔτε πρὸς τὴν ὑπερβολὴν τοῦ ψεύδους αἰσχύνονται. τὸ δὲ καὶ δακρύων ἄξιον ὡς ἀνθρώπων ἀναλγήτων πάθημα καὶ δυστύχημα, οὐ μόνον τὴν ἐπανάκλησιν αὐτῆς ἀπεύχονται ὡς πλείους ὧν εἶχον κτήσεις περιβαλόμενοι, ἀλλὰ καὶ βραδυτῆτα τῷ θεῷ ἐγκαλοῦσιν ὡς μὴ πάλαι καὶ χειρόνως τὰ κατ᾿ αὐτὴν καὶ ἡμᾶς διαθεμένῳ, ἀλλ᾿ ἐς δεῦρο τὸν ὄλεθρον ἀποτείναντι καὶ φειδοῖ καὶ φιλανθρωπίᾳ δικάσαντι. καὶ δέον τοῖς ἡμῶν αὐτῶν κακοῖς ἁρμόζεσθαι πρὸς συμπάθειαν, οὐ πόλιν, οὐχ ἑστίαν, οὐ πορισμὸν τῶν πρὸς τὸ ζῆν ἐχόντων, οὓς ᾔδεσαν πάλαι περιωνύμους πλούτου βαθύτητι καὶ δυναστείας λαμπρότητι, οἱ δὲ ξεναγοῦσι σκώμμασι καὶ περιβάλλουσιν ὡς ἱμᾶσι τοῖς ὀνείδεσιν, οὐδ᾿ ὅλως παρὰ τὴν ἀρχὴν τοῦτο ἐλπίσαντας.

Ἦ γὰρ ἂν οὐδ᾿ ἐπέβημεν ὅλως τῆς ἑῴας γῆς, τὸν μετὰ τοιούτων ἀνθρώπων ἀλεείνοντες πάτον καὶ κατὰ τὸν πάλαι Βελλεροφόντην πεδίον ζητοῦντες Ἠλύσιον ἢ τὸν Ἱερεμίου ἔσχατον σταθμόν. μενοῦν γε οὐδὲ δι᾿ ὄχλου τισὶ γεγόναμεν, πρὸς μόνον εὐελπιστοῦντες τὸν χορηγὸν τοῖς πᾶσι τροφῆς πατέρα θεόν, ὃς πρότερον μὲν δι᾿ Ἐλισσαιὲ παλάθαις καὶ κριθίνοις ἄρτοις βραχέσιν ἑκατὸν εἱστίασεν ἄνδρας, ὕστερον δ᾿ αὐτὸς βραχυτέροις μυριάδας πεινώντων ἐδεξιώσατο καὶ τὰ τοῦ κόρου λείψανα πλείω τῶν ἐδηδομένων συλλέξαι τοῖς συμποσιάρχαις μύσταις παρέσχετο, ἐπὶ θαύματι θαῦμα τετελεκὼς ἐξαισίῳ ἐξαισιώτερον. ὅθεν κατὰ μόνον τὸ σύννομον αὐτοῖς συμφερόμενοι, ἐξ ὅτου τὴν παρ᾿ Ἀσκανίᾳ λίμνῃ τῆς Βιθυνῶν ἐπαρχίας προεδρεύουσαν Νίκαιαν παροικεῖν εἱλόμεθα ὡς αἰχμάλωτοι, καὶ παρὰ τοῖς αὐτοῖς συνιόντες τεμένεσιν ἀσυναφεῖς τἆλλα καθεωράμεθα.

Ἀλλὰ τί μοι καὶ τῷ τὴν ἱστορίαν παρακινεῖν ταῖς τοιαῖσδε τῶν διηγήσεων καὶ παριστᾶν ἐντεῦθεν ὡς ἀκράτου ποτηρίου καὶ τρυγοφόρου κύλικος τὰ τῶν Ῥωμαίων ἁπαξάπαντα προσδεᾶ; περὶ τὴν νύσσαν τοίνυν τὸ λέγειν αὖθις ἐπαναγέσθω καὶ τῶν προκειμένων ἐχέσθω μοι.

Τῇδε μὲν οὖν καὶ ταῦτα ἐφέρετο. ὁ δέ γε Ἐρρῆς βασιλεύσας ἐπεὶ πύθοιτο παρὰ τῶν εἰς Ὀρεστιάδα καταλειφθέντων ὁμογενῶν Σκυθῶν αὖθις καὶ Βλάχων ἐξιέναι στρατεύματα καὶ τὸ μὲν Διδυμότειχον καθελεῖν, αὐτὴν δὲ τὴν ἐξ Ἀδριανοῦ καλουμένην ὑπονοθεύειν, εἴ πως καὶ ταύτης περιγενήσονται, μὴ πρὸς τὸ πλῆθος δείσας τῶν ἀντιπάλων, μηδ᾿ ἐν νῷ βαλόμενος ὅλως τὰ τῶν προτέρων πολέμων ἀτυχήματα, πάλιν τὴν ἔξοδον ἀπεθάρρησε καὶ τοὺς τῷ Βρανᾷ συνεκδήμους ὁμοφύλους ἐκσῶσαι γλιχόμενος καὶ τὰ τῶν Ῥωμαίων περιθάλψειν ἐγκαταλείμματα, οἳ περὶ τὰς οὐχ ἑκὰς τῆς πόλεως κωμοπόλεις αὖθις συνδεδραμήκασι. περὶ τὴν Ἀδριανοῦ τοίνυν κατηντηκὼς καὶ τοὺς Βλάχους κατωπτευκώς, πρὸς τὴν ὄψιν τῶν Λατίνων ἀποδειλιάσαντας, μήτε σώματα λαβόντων μείζονα τῶν προτέρων μήτε ψυχὰς κτησαμένων ἀλκιμωτέρας, τὸ δὲ σύνηθες θράσος καὶ τὴν ἐν πολέμοις ἕξιν οὐκ ἀπολωλότων οἷς πεπόνθασι, μέχρι Κρηνοῦ καὶ Βερόης ἐλάσας, ἐκ δὲ τούτων τὴν Ἀγαθόπολιν διελθὼν καὶ παρεμβαλὼν ἐς Ἀγχίαλον, καὶ πολλὰ μὲν δράσας ἐξ ὧν καὶ χρήματα καὶ σώματα καὶ ζῴων ἀγέλας ἔλαβεν, οὐδὲν δέ τι καθυπομείνας δεινόν, ἀπαθὴς ὑπέστρεψε καὶ τὴν Κωνσταντίνου κατέλαβεν.

ΤΟΥ ΑΥΤΟΥ ΜΑΚΑΡΙΤΟΥ ΚΥΡ ΝΙΚΗΤΑ ΤΟΥ ΧΩΝΕΙΑΤΟΥ ΑΠΟ ΤΗΣ ΑΥΤΟΥ ΙΣΤΟΡΙΑΣ ΤΗΣ ΠΕΡΙ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ Ἵνα δὲ μὴ μακροτέρᾳ τῇ ἱστορίᾳ χρώμενοι πολυπλοκωτέρας ἐντεῦθεν τὰς λύπας κτώμεθα, ταυτὶ μὲν παρήσομεν, ἐκεῖνα δ᾿ ἐν ἐπιτομῇ τῷ λόγῳ δώσομεν.

Τῆς γὰρ ἡμετέρας βασιλείας ἄρτι διαπεττευθείσης ἐς τοὺς Φραγγίσκους, ὁμοίως δὲ καὶ τῆς ἀρχιερωσύνης κληρωθείσης τοῖς Βενετίκοις, οἷς ἐπίσταται κρίμασιν ὁ τοῦ κοσμικοῦ τοῦδε σκάφους σκευαστὴς καὶ κυβερνήτης Κύριος, ἵκετο ἐκ Βενετίας πατριάρχης Κωνσταντινουπόλεως Θωμᾶς τις τοὔνομα, τὴν μὲν ἡλικίαν μέσος, τὴν δὲ σωματικὴν πλάσιν λακκευτοῦ συὸς εὐτραφέστερος· ἦν δὲ καὶ λεῖος ξυρῷ τὸ τοῦ προσώπου ἔδαφος, ὡς οἱ λοιποὶ τῶν ἐκ τοῦ γένους ἐκείνῳ, καὶ τὰς ἐνστηθίους παρατετιλμένος τρίχας ἀκριβέστερον δρώπακος, ἀμπεχόμενος δὲ καὶ στολὴν συνυφασμένην μικροῦ τῷ δέρματι καὶ ῥαφιδουμένην ἑκάστης τὰ ἐς καρπούς, δακτύλιόν τε τῇ χειρὶ περιστρέφων, ἐνίοτε δὲ καὶ τὰ ἐκ δέρρεων ἐς δακτύλους διεσχισμένα τῶν χειρῶν φυλακτήρια περικείμενος. ὡρᾶτο δὲ καὶ τὸ περὶ αὐτὸν ὡσιωμένον θεῷ σύστημα καὶ τὴν θυωρὸν ἀμφιπονούμενον τράπεζαν τῆς αὐτῆς ἐχόμενον κεραμείας καὶ τῷ καθηγεμόνι πανείκελον τὰ ἐς στολὴν καὶ δίαιταν καὶ τὸν τοῦ πώγωνος θερισμόν.

Ἐκ πρώτης δ᾿ ὅ φασι γραμμῆς τὸ ἐθνικὸν παραδεικνύντες φιλόχρυσον ἐννοοῦσι πόρον λημματισμοῦ καινόν τε ἅμα καὶ λαθόντα ξύμπαντας, οἳ τὴν βασιλίδα πόλιν ἐσκύλευσαν. τὰς γὰρ τῶν βασιλέων θήκας ἀνοίξαντες, ὁπόσαι ἔνεισι τῷ ἡρῴῳ τῷ περὶ τὸ μέγα τέμενος ἱδρυμένῳ τῶν τοῦ Χριστοῦ μαθητῶν, λωποδυτοῦσι νυκτὸς ἁπάσας καὶ παναθεμίτως ἐγκολπίζονται, εἴ τις χρύσειος κόσμος ἢ μαργάρων σφαίρωμα ἢ λίθος διαυγὴς καὶ πολύτιμος ἀδιάφθορος εἰσέτι ταύταις ἐνέκειτο. εὑρόντες δὲ καὶ τὸν νεκρὸν Ἰουστινιανοῦ τοῦ βασιλέως τοῖς μακραίωσιν ἀπαραλύμαντον ἔτεσι τὸ μὲν ὁραθὲν ἐν θαύματι ἔθεντο, τῶν δὲ νεκροταφίων οὐμενοῦν οὐδ᾿ ὅλως ἀπέσχοντο. ἔστιν οὖν εἰπεῖν ὡς οὔτε τῶν ἔτι ζώντων, οὔτε μὴν τῶν ἀπελθόντων οἱ ἐκ γενῶν τῶν ἑσπερίων ἐφείσαντο, ἀλλ᾿ ἐκ Θεοῦ καὶ τῶν αὐτοῦ θεραπόντων ἀρξάμενοι πᾶσαν ἐπὶ πᾶσιν ἀδιαφορίαν τε καὶ ἀσέβειαν ἐπεδείξαντο.

Μετ᾿ οὐ πολὺ δὲ κατασπῶσι καὶ τὸ τοῦ Μεγίστου Νεὼ καταπέτασμα ἐς μυρίας πολλάκις ἀργύρου μνᾶς ἀριθμούμενον, καὶ τούτου εὐροιζοτέρου παντός, καὶ εἰς βάθος χρυσῷ πυκαζόμενον.

Ἐπεὶ δὲ χρημάτων καὶ οὕτως ἐσπάνιζον (οὐδὲ γὰρ φιλοπλουτίας κόρον ὅτε δὴ τὸ βάρβαρον ἴσησι) τοῖς χαλκοῖς ἐποφθαλμίζουσιν ἀνδριᾶσι καὶ παραδιδόασι τούτους πυρί.

Ἥ τε οὖν ἐν τῇ Κωνσταντινείῳ ἀγορᾷ ἱσταμένη πολύχαλκος Ἥρα κέκοπται εἰς στατῆρας καὶ χωνείᾳ παραδίδοται, ἧς ἡ κεφαλὴ μόγις τέτρασι βοῶν ὑποτρόχοις ζεύγμασιν ἐς τὸ μέγα παλάτιον ἀποκεκόμισται.

Καὶ ἐπ᾿ αὐτῇ ὁ Πάρις Ἀλέξανδρος τῆς βάσεως ἀνατέτραπται, συνεστὼς Ἀφροδίτῃ καὶ χειρίζων ταύτῃ τὸ χρύσεον μῆλον τῆς Ἔριδος.

Τὸ δὲ τετράπλευρον χαλκοῦν μηχάνημα μετέωρον ἀναβαῖνον καὶ μικροῦ τοῖς τῶν κιόνων μείζοσιν ἐς ὕψος ἀνθαμιλλώμενον, ὅσοι πολλαχῇ τῆς πόλεως ἀνεστήκασι, τίς οὐκ ἂν ὀφθαλμὸν ἐκείνῳ ἐπιβαλὼν τῆς ποικιλίας ἐθαύμασεν; ἅπας μουσικὸς ὄρνις τὰ ἐαρινὰ μελῳδῶν ἐκεῖ ἐντετύπωτο· γεηπόνων ἔργα καὶ αὐλοὶ καὶ γαυλοὶ καὶ προβάτων βληχήματα καὶ ἀρνῶν σκιρτήματα ἐξεικόνιστο· ὑφήπλωτο καὶ θαλάττιον πέλαγος καὶ νεπόδων ἀγέλαι καθωρῶντο, οἱ μὲν ζωγρούμενοι, οἱ δὲ τὰ δίκτυα τυραννοῦντες καὶ κατὰ βυθοῦ πάλιν ἀνέτως φερόμενοι· οἱ δ᾿ Ἔρωτες σύνδυο καὶ σύντρεις ἀλλήλοις ἀνθοπλιζόμενοι, γυμνοὶ περιβλημάτων, ἐβάλλοντο μήλοις καὶ ἔβαλλον, γλυκεῖ περιβρασσόμενοι γέλωτι. τοῦ δὲ τοιούτου τετραπλεύρου ἐς ὀξὺ σχῆμα κατὰ πυραμίδα τελευτῶντος ἀπῃώρητο ἄνωθεν γυναικόμορφον εἴκασμα καὶ ταῖς πρώταις τῶν ἀνέμων κινήσεσι περισοβούμενον· ὁπόθεν καὶ Ἀνεμοδούλιον ἐπεκέκλητο.

Πλὴν ἀλλὰ καὶ τοῦτο τὸ περικαλλέστατον ἔργον τοῖς χοανευταῖς παρέδοσαν, ὥσπερ καὶ τὸν ἐν τῷ Ταύρῳ ἐπὶ τραπεζώδους βάσεως ἔφιππον ἱστάμενον ἄνδρα, τὸν ἡρωϊκὸν τὸ εἶδος καὶ τὸ μέγεθος ἀξιάγαστον. εἶναι δὲ οὗτος ἐλέγετο παρὰ μὲν ἐνίοις Ἰησοῦς ὁ τοῦ Ναυῆ, τεκμαιρομένοις τὸν ἄνδρα τῇ πρὸς ἥλιον ἐκτάσει τῆς χειρὸς ἤδη τῆς πρὸς δύσιν πορείας ἐχόμενον καὶ τὴν κατὰ Γαβαὼν στάσιν οἱονεὶ ἐπιτάσσοντα, ὡς δ᾿ ἐδόκει τοῖς πλείοσιν, ὁ ἐν τῇ νήσῳ τοῦ Πέλοπος γεννηθεὶς καὶ τραφεὶς Βελλεροφόντης Πηγάσῳ ἐπικαθήμενος· ἦν γὰρ ὁ ἵππος ἀχάλινος, ὁποῖος ὁ Πήγασος παραδίδοται, ἄνετα κροαίνων κατὰ πεδίων καὶ πάντα ἀδοξῶν ἀναβάτην ὡς πτηνὸς ἅμα καὶ πεζὸς φερόμενος. ἀλλὰ καὶ φήμη παλαίφατος καὶ ἐς ἡμᾶς διαβαίνουσα τοῖς τῶν ἁπάντων ἐνέκειτο στόμασιν ἐν τῇ ἐμπροσθίῳ τοῦ ἵππου τοῦδε λαιᾷ χηλῇ ἀνδρείκελον κεύθεσθαι, τισὶ μὲν ἐκ τοῦ τῶν Βενετίκων γένους τινὸς εἶναι παραδιδόμενον, ἄλλοις δ᾿ ἑτέρου τῶν μὴ ἐνσπόνδων Ῥωμαίοις ἐπιζεφυρίων ἐθνῶν ἢ καὶ τῶν Βουλγάρων ἑνός. πολλάκις οὖν ἡ τῆς χηλῆς ἐπεποιήθη ἀσφάλισις ἐς τὸ πάντῃ ἀφώρατον ὧν ᾔδετο κρύπτειν ἔνδοθι. κατατεμαχισθέντος δὲ τοῦ ἵππου καὶ σὺν τῷ ἀναβάτῃ παραπεμφθέντος πυρὶ εὕρηται καὶ τὸ τῇ ὁπλῇ τοῦ ἵππου ἐντυμβευόμενον χαλκῆρες ἴνδαλμα καὶ ἦν περικείμενον χλαῖναν, ὁποίαν τῶν θρεμμάτων τὰ ἔρια πλέκουσιν· ὀλίγα δὲ τῶν ἐπ᾿ αὐτῷ πεφασμένων οἱ Λατῖνοι φροντίσαντες πυρὶ καὶ τοῦτο ἐνέβαλον.

Ἀλλ᾿ οὐδὲ τῶν ἐν τῷ ἱππικῷ ἱσταμένων ἀγαλμάτων καὶ ἀλλοίων θαυμαστῶν ἔργων τὴν καταστροφὴν παρῆκαν οἱ τοῦ καλοῦ ἀνέραστοι οὗτοι βάρβαροι, ἀλλὰ καὶ ταῦτα κεκόφασιν εἰς νόμισμα, ἀνταλλασσόμενοι μικρῶν τὰ μεγάλα καὶ τὰ δαπάναις πονηθέντα μεγίσταις οὐτιδανῶν ἀντιδιδόντες κερμάτων.

Κατήρειπτο οὖν Ἡρακλῆς ὁ τριέσπερος μέγας μεγαλωστὶ κοφίνῳ ἐνιδρυμένος, τῆς λεοντῆς ὑπεστρωμένης ἄνωθεν, δεινὸν ὁρώσης κἀν τῷ χαλκῷ καὶ μικροῦ βρυχηθμὸν ἀφιείσης καὶ διαθροούσης τὸ ἐφιστάμενον ἐκεῖσε τοῦ πλήθους ἀπάλαμνον. ἐκάθητο δὲ μὴ γωρυτὸν ἐξημμένος, μὴ τόξον ταῖν χεροῖν φέρων, μὴ τὸ ῥόπαλον προβαλλόμενος, ἀλλὰ τὴν μὲν δεξιὰν βάσιν ἐκτείνων ὥσπερ καὶ τὴν αὐτὴν χεῖρα ἐς ὅσον ἐξῆν, τὸν δ᾿ εὐώνυμον πόδα κάμπτων ἐς γόνυ καὶ τὴν λαιὰν χεῖρα ἐπ᾿ ἀγκῶνος ἐρείδων, εἶτα τὸ λεῖπον τῆς χειρὸς ἀνατείνων καὶ τῷ πλατεῖ ταύτης ἀθυμίας πλήρης καθυποκλίνων ἠρέμα τὴν κεφαλὴν καὶ τὰς ἰδίας οὕτω τύχας ἀποκλαιόμενος καὶ δυσχεραίνων τοῖς ἄθλοις, ὅσους αὐτῷ Εὐρυσθεὺς οὐ κατὰ χρείαν, κατὰ δὲ φθόνον μᾶλλον ἠγωνοθέτει, τῷ τῆς τύχης περιόντι φυσώμενος. ἦν δὲ τὸ στέρνον εὐρύς, τοὺς ὤμους πλατύς, τὴν τρίχα οὖλος, τὰς πυγὰς πίων, βριαρὸς τοὺς βραχίονας, καὶ εἰς τόσον προήκων μέγεθος, ἐς ὅσον, οἶμαι, καὶ τὸν ἀρχέτυπον Ἡρακλῆν εἴκασεν ἂν ἀναδραμεῖν ὁ Λυσίμαχος ὁ πρῶτον ἅμα καὶ ὕστατον τῶν ἑαυτοῦ χειρῶν πανάριστον φιλοτέχνημα τουτονὶ χαλκουργήσας, καὶ οὕτω μέγιστον ὡς τὴν περιειλοῦσαν τὸν αὐτοῦ ἀντίχειρα μήρινθον ἐς ἀνδρεῖον ζωστῆρα ἐκτείνεσθαι καὶ τὴν κνήμην τοῦ ποδὸς εἰς ἀνδρόμηκες. τοιοῦτον δ᾿ ὄντα τὸν Ἡρακλῆν οὐ παρῆλθον ἀκαθαίρετον οἱ τὴν ἀνδρείαν τῶν συννόμων ἀρετῶν διιστῶντες καὶ ταύτην ἑαυτοῖς οἰκειοῦντες καὶ περὶ πλείστου τιθέμενοι.

Τούτῳ δὲ συγκαθεῖλον καὶ τὸν σεσαγμένον καὶ σὺν ὀγκηθμῷ στελλόμενον ὄνον καὶ τὸν τούτῳ ἐφεπόμενον ὀνηγόν, οὓς ἐν Ἀκτίῳ ἔστησε Καῖσαρ ὁ Αὔγουστος, ὅ ἐστιν ἡ καθ᾿ Ἑλλάδα Νικόπολις, ἡνίκα νυκτὸς ἐξιὼν τὸ τοῦ Ἀντωνίου κατασκέψασθαι στράτευμα ἀνδρὶ ἐνέτυχεν ὄνον ἐλαύνοντι καὶ πυθόμενος, ὅστις εἴη καὶ ἔνθα πορεύεται, ἤκουσεν ὡς καλοῦμαι Νίκων καὶ ὁ ἐμὸς ὄνος Νίκανδρος, ἀφικνοῦμαι δὲ πρὸς τὴν τοῦ Καίσαρος στρατιάν.” Οὐδὲ μὴν τῆς ὑαίνης τε καὶ λυκαίνης τὰς χεῖρας ἀπήγαγον, ἃς Ῥῶμος καὶ Ῥωμύλος ἐθήλασαν· στατήρων δὲ βραχέων, καὶ τούτων χαλκῶν, τὰ παλαιὰ σεμνώματα τοῦ γένους ἀπέδοσαν καὶ καθῆκαν αὐτὰς ἐς τὸ χωνευτήριον. ἔτι γε μὴν καὶ τὸν ἄνδρα τὸν παλαίοντα λέοντι· καὶ τὸν ἵππον τὸν Νειλῷον, ἐς οὐραῖον ἠκανθωμένον λεπίσι τὰ ὄπισθεν τοῦ σώματος λήγοντα· καὶ τὸν σείοντα τὴν προνομαίαν ἐλέφαντα· τὰς Σφίγγας ἐπὶ τούτοις, τὰς εὐειδεῖς ὡς γυναῖκας τὰ ἔμπροσθεν καὶ φρικτὰς ὡς θηρία τὰ ὄπισθεν, καινοτέρας δὲ ὡς καὶ πεζῇ βαινούσας καὶ κούφως τῷ πτερῷ φερομένας καὶ διαμιλλωμένας τοῖς τῶν ὀρνίθων μεγαλοπτέρυξι· καὶ τὸν ἀχάλινον ἵππον ὀρθιάζοντα τὸ οὖς καὶ φριμάσσοντα, γαῦρόν τε καὶ εὐήνιον προποδίζοντα· καὶ τὸ ἀρχαῖον κακόν, τὴν Σκύλλαν, μέχρι μὲν ἰξύος γυναικεῖον εἶδος προφαίνουσαν, καὶ τοῦτο προτενὲς καὶ ὑπερμαζῶν καὶ μεστὸν ἀγριότητος, τὰ δ᾿ ἔκτοτε διεσχισμένον εἰς θῆρας ἐμπηδῶντας τῇ τοῦ Ὀδυσσέως νηῒ καὶ συχνοὺς τῶν ἑταίρων καταβροχθίζοντας.

Ἦν δ᾿ ἐν τῷ ἱππικῷ καὶ χάλκεος ἀετὸς ἀνακείμενος, τοῦ ἐκ Τυάνων Ἀπολλωνίου καινὸν μεθόδευμα καὶ τῆς ἐκείνου γοητείας μεγαλοπρεπὲς μαγγάνευμα. παραβαλὼν γάρ ποτε Βυζαντίοις παρεκλήθη τὰ τῶν ὄφεων κατευνάσαι δήγματα, ὑφ᾿ ὧν ἔπασχον ἐκεῖνοι κακῶς. ἀμέλει καὶ συνερίθοις ταῖς ἀρρητουργίαις χρησάμενος, ὧν ὑφηγηταὶ δαίμονες καὶ ὅσοι τὰ τούτων πρεσβεύουσιν ὄργια, ἐπὶ στήλης ἀνίστησιν ἀετόν, ἡδονὴν ἐνστάζον ψυχαῖς ὅραμα καὶ πεῖθον χρονοτριβεῖν τοὺς αὐτοῦ θέας κατατρυφῶντας ὡς τοὺς ὑπέχοντας ἀκοὴν τὰ τῶν Σειρήνων δυσπαρόδευτα μελῳδήματα. διῇρκε μὲν γὰρ ὡς ἐς πτῆσιν τὰς πτέρυγας, ὄφις δὲ τοῖς ποσὶν ὑποκείμενος καὶ λορδούμενος ἐς ὁλκοὺς ἀπεῖργεν αὐτὸν τῆς ἀναφορᾶς, οἷα τοῖς ἄκροις τοῦ σώματος ὡς πρὸς δῆγμα ἐγχρίπτων ταῖς πτέρυξιν. ἤνυε δὲ ὁ ἰοβόλος οὐδέν· ταῖς γὰρ τῶν ὀνύχων ἐμπερονηθεὶς ἀκωκαῖς ἔσβεστο τὴν ὁρμὴν καὶ ὑπνώττειν μᾶλλον ἐδόκει ἢ γοῦν πρὸς καταπάλαισιν τοῦ ὄρνιθος ταῖς ἐκείνου προσφύεσθαι πτέρυξι. καὶ ὁ μὲν ὄφις οὕτω πνέων τὰ λοίσθια καὶ τὸν ἰὸν εἶχεν ἑαυτῷ συνθνήσκοντα· ὁ δ᾿ ἀετὸς γαῦρον ὁρῶν καὶ μόνον οὐχὶ κλώζων τὰ ἐπινίκια ὥρμα συνεξᾶραι τὸν ὄφιν καὶ ἅμα οἱ διαέριος φέρεσθαι, τεκμαίρεσθαι τοῦτο διδοὺς τῷ χαροπῷ τοῦ βλέμματος καὶ τῇ νεκρώσει τοῦ ὄφεως, ὃν εἶπέ τις ἂν ἰδὼν ἐπιλελησμένον τῶν ἑλίξεων καὶ τοῦ δάκνειν ἐς ὄλεθρον καὶ τοὺς λοιποὺς Βυζαντίους ὄφεις τῷ καθ᾿ αὑτὸν διασοβεῖν ὑποδείγματι καὶ πείθειν ταῖς χειαῖς συσπειρᾶσθαι καὶ παραβύεσθαι. οὐ μόνον δὲ καθ᾿ ὅσα εἰρήκειμεν ἀξιάγαστον ἦν τουτὶ τὸ ἀέτειον εἴκασμα, ἀλλ᾿ ὅτι καὶ τὰ τῆς ἡμέρας ὡριαῖα τμήματα διὰ τῶν ἐν ταῖς πτέρυξι κεχαραγμένων γραμμῶν, οὐσῶν δυοκαίδεκα, τρανότατα ὑπεδήλου τοῖς τὰς ὄψεις ἐκείνῳ σὺν λόγῳ προσβάλλουσιν, ἡνίκα μὴ νεφέλαις ἐγνοφοῦτο τὰς ἀκτῖνας ὁ ἥλιος.

Τί δὲ ἡ λευκώλενος Ἑλένη καλλίσφυρός τε καὶ δολιχόδειρος, ἡ τὸ Πανελλήνιον ἐς Τροίαν ἀθροίσασα καὶ καθελοῦσα Τροίαν, ἐκ δὲ ταύτης προσοκείλασα Νείλῳ κἀκεῖθεν αὖθις ἐς ἤθη τὰ Λακώνων ἐπαναλύσασα χρόνιος; ἆρ᾿ ἐμείλιξε τοὺς δυσμειλίκτους; ἆρ᾿ ἐμάλθαξε τοὺς σιδηρόφρονας; οὐμενοῦν οὐδ᾿ ὅλως τοιοῦτόν τι δεδύνηται ἡ πάντα θεατὴν τῷ κάλλει δουλαγωγήσασα, καίπερ ἐστολισμένη θεατρικῶς καὶ δροσώδης ὁρωμένη κἀν τῷ χαλκῷ καὶ ὑγραινομένη πρὸς ἔρωτα τῷ χιτῶνι, τῷ κρηδέμνῳ, τῇ στεφάνῃ καὶ τῷ πλοχμῷ τῶν τριχῶν· ὁ μὲν γὰρ ἀραχνίων λεπτότερος ἦν, τὸ δὲ δαιδάλεον ἐπανέκειτο, ἡ δὲ διέδει τὸ μέτωπον χρυσοῦ καὶ τιμαλφῶν λίθων ὑποκρινομένη διαύγειαν, ὁ δὲ τὸ τῆς κόμης κεχυμένον καὶ διασοβούμενον πνεύμασιν ὀπισθίῳ δεσμεύματι περιέσφιγγεν ἕως κνημῶν ἐκτεινόμενον. ἦν δὲ καὶ τὰ χείλη καλύκων δίκην ἠρέμα παρανοιγόμενα, ὡς καὶ δοκεῖν ἀφιέναι φωνήν· τὸ δὲ χάριεν μειδίαμα εὐθέως προσυπαντῶν καὶ χαρμονῆς πιμπλῶν τὸν θεώμενον καὶ τὸ τοῦ βλέμματος χαροπὸν καὶ τὰς ἁψῖδας τῶν ὀφρύων καὶ τὴν λοιπὴν εὐφυΐαν τοῦ σώματος οὐκ ἦν, ὁποῖα ἦν, διαγράψαι λόγῳ καὶ παραστῆσαι τοῖς ἔπειτα.

Ἀλλ᾿ ὦ Τυνδαρὶς Ἑλένη, κάλλος αὐτόθεν καλόν, Ἐρώτων μόσχευμα, Ἀφροδίτης τημελούχημα, πανάριστον φύσεως δώρημα, Τρώων καὶ Ἑλλήνων βράβευμα, ποῦ σοι τὸ νηπενθὲς καὶ κακῶν ἁπάντων ἐπίληθες φάρμακον, ὃ Θώνου σοι παράκοιτις ἐχαρίσατο; ποῦ δὲ τὰ ἄμαχα φίλτρα; πῶς οὐκ ἐχρήσω τούτοις ὡς πάλαι καὶ νῦν; ἀλλ᾿ οἶμαί σοι ταῖς Μοίραις πέπρωται τῇ τοῦ πυρὸς ὑποπεσεῖν ἐρωῇ, μηδ᾿ ἐν εἰκόνι παυσαμένην ἀνακάειν τοὺς ὁρῶντας εἰς ἔρωτας· εἶπον δ᾿ ἂν ὡς καὶ ἀντίποινα τοῦ τὴν Τροίαν ᾐθαλῶσθαι πυρὶ ταῖς σαῖς σχετλίως φρυκτευθέντι φιλότησιν οἱ Αἰνειάδαι οὗτοι πυρί <σε> κατέκριναν. ἀλλ᾿ οὐκ ἐᾷ με τὸ χρυσομανὲς τῶν ἀνδρῶν διανοήσασθαί τι τοιοῦτον καὶ φθέγξασθαι, ὑφ᾿ οὗ τὰ σπάνια πανταχοῦ καὶ καλῶν κάλλιστα ἔργα παντελεῖ ἀφανισμῷ παρεπέμφθησαν, εἰπεῖν δὲ καὶ τὸ τὰς ἑαυτῶν γυναῖκας ὀβολῶν μετρίων πολλάκις ἀποδιδόναι καὶ ἀποπέμπεσθαι, καὶ μᾶλλον εἰ προσανέχουσι τηλίᾳ καὶ προστετήκασι πεττοῖς πανημέριοι ἢ καὶ πρὸς ὁρμὴν ἄλογον καὶ μανιώδη, οὐ μὴν ἀνδρείαν ἔμφρονα, κατ᾿ ἀλλήλων ἐνθουσιῶσι καὶ τὴν Ἄρεος σκευὴν περιτίθενται, τῆς νίκης προτιθέντες ἆθλον πάντα τὰ προσόντα σφίσιν, αὐτὰς τὰς κουριδίους ἀλόχους, ἐξ ὧν πατέρες ἠκηκόεισαν τέκνων, ἔτι δὲ τὸ μέγα χρῆμα καὶ τοῖς ἄλλοις δυσπαραίτητον τὴν ψυχήν, καὶ ἧς ἕνεκα τὰ πάντα περισπουδάζουσιν ἄνθρωποι. ἄλλως τε ποῦ παρ᾿ ἀγραμμάτοις βαρβάροις καὶ τέλεον ἀναλφαβήτοις ἀνάγνωσις καὶ γνῶσις τῶν ἐπὶ σοὶ ῥαψῳδηθέντων ἐκείνων ἐπῶν „οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς τοιῇδ᾿ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι θεαῖς εἰς ὦπα ἔοικεν”; Δοτέον κἀκεῖνο τῷ λόγῳ. ἀνέκειτο ἐπὶ στήλης νεοειδὲς τὴν ὄψιν γύναιον, αὐτὸ τῆς ἡλικίας ἄγον τὸ χαριέστατον, ἐς τοὐπίσω τὴν κόμην ἀναδούμενον ἐπ᾿ ἀμφότερα τοῦ μετώπου συνεστραμμένην, οὐχ ὑπεραιωρούμενον, ἀλλ᾿ ὡς ἁπτὸν εἴη τοῖς ἐς αὐτὸ τὰς χεῖρας ἐκτείνουσι.ούτου δὴ τοῦ μορφάσματος ἡ δεξιὰ χείρ, μηδενὸς ὑπόντος ἐρείσματος, ἄνδρα ἔφιππον ἀφ᾿ ἑνὸς ἱππείου ποδὸς ἐπὶ παλάμας ἀνεῖχεν ὡς οὐδὲ σκύφον κεράσματος ἕτερος. ἦν δ᾿ ὁ μὲν ἀναβάτης σφριγῶν τὸ σῶμα, φραττόμενος θώρακι, κνημῖσι τὼ πόδε περιστελλόμενος, πνέων ἀτεχνῶς πόλεμον· ὁ δὲ ἵππος ἀνίστη τὸ οὖς ὡς πρὸς σάλπιγγα, ὑψηλὸς τὸν αὐχένα, τὰς ὄψεις δριμὺς καὶ τὸν ἐκ τοῦ θυμοῦ δρόμον προφαίνων τοῖς ὀφθαλμοῖς· οἱ δὲ πόδες ἀνεφέροντο ἀέριοι τὸ πολεμικὸν ἐπιδεικνύντες σάλευμα.

Μετὰ δὲ τὸ εἴκασμα τουτὶ ἄγχιστα τοῦ τῶν τετρώρων ἑῴου καμπτῆρος, ὃς ἐπεκέκλητο τοῦ Ῥουσίου, ἁρματηλάται ἄνδρες ἀνεστήλωντο, τῆς διφρευτικῆς προγράμματα δεξιότητος, μόνον οὐχὶ διαπρυσίως τῇ διαθέσει τῶν χειρῶν τοῖς διφρηλάταις παρεγγυώμενοι ὡς χρὴ προσπελῶντας τῇ νύσσῃ μὴ ἐφεῖναι τὰ χαλινά, ἀλλ᾿ ἐγκλίνειν ἀνασειρασμῷ τοὺς ἵππους καὶ συνεχεῖ καὶ σφοδροτέρῳ χρῆσθαι τῷ μύωπι, ὅπως περικλώμενοι τῆς νύσσης ἐχόμενα ἐῶσι τὸν συντρέχοντα ἀντίτεχνον τὴν ἐκ περιόδου ἐλᾶν καὶ ὕστατον ἔρχεσθαι, κἂν ἵππους δρομικωτέρους ἡνιοχῇ καὶ τὴν ἁμιλλητήριον τέχνην ὁρῷτο εὐπαίδευτος.

Ὁ δὲ λόγος καὶ ἄλλο τι προσθήσει τοῖς εἰρημένοις· οὐδὲ γὰρ συγγράψασθαι τὰ πάντα προύθετο. χάριεν τὴν θέαν καὶ τὴν τέχνην μικροῦ τῶν πάντων θαυμασιώτερον βάσις ἦν λιθίνη καὶ ἐπ᾿ αὐτῆς χαλκήλατον ζῷον παρὰ τοσοῦτον οὐκ ἀναμφήριστον βοῦν εἰκονίζον, παρ᾿ ὅσον βραχύκερκον ἦν μηδὲ βαθεῖαν καθεικὸς φάρυγγα, οἵαν οἱ Αἰγύπτιοι βόες τρέφουσι, μήτε μὴν χηλαῖς ὁπλιζόμενον. συνεῖχε δὲ τοῦτο ταῖς γένυσι καὶ εἰς πνῖγμα συνέθλιβε ζῷον ἕτερον δι᾿ ὅλου τοῦ σώματος λεπίσι θωρακιζόμενον οὕτω τραχείαις, ὡς καὶ ἐν χαλκῷ λυπεῖν τὸν ἁπτόμενον. ᾔδετο δὲ τὸ μὲν βασιλίσκον εἶναι, τὸ δὲ ἀσπίδα τὸ συμμαρπτόμενον τούτου τῷ στόματι· οὐκ ὀλίγοις δὲ τὸ μὲν Νειλῷος βοῦς, τὸ δὲ κροκόδειλος εἶναι εἰκάζετο.

Ἐμοὶ μὲν οὖν οὐ μέλον τοῦ τῶν δοξῶν ἀνομοίου, εἰπεῖν δὲ τὸ καινήν τινα τὴν πάλην ἀμφότερον τίθεσθαι καὶ δρᾶν ἐν μέρει καὶ πάσχειν κακῶς ὑπ᾿ ἀλλήλων ἑκάτερα, ὀλλύναι τε καὶ ὄλλυσθαι, καὶ κρατεῖν ἐν ταὐτῷ καὶ κρατεῖσθαι, καὶ νικᾶν ἄμφω καὶ ὑπ᾿ ἀλλήλων καταπαλαίεσθαι. τὸ μὲν γάρ, ὁ καὶ φημιζόμενος βασιλίσκος, διῳδήκει ἅπαν ἐκ κεφαλῆς ἕως καὶ αὐτοῦ τοῦ τῶν ποδῶν πέλματος καὶ κατιωμένον ὅλον τὸ σῶμα καὶ ὑπὲρ τὸ βατράχειον χρῶμα ἐχλώριζε, τοῦ φαρμάκου διαδραμόντος τὴν τοῦ ζῴου ξύμπασαν διαρτίαν καὶ εἰς θάνατον χρώσαντος. ἐς γόνυ τοίνυν συνίζανε, τὸ ὄμμα ἔσβεστο τῆς ζωτικῆς ἐκμαρανθείσης δυνάμεως· μᾶλλον μὲν οὖν ἐδίδου τοῖς ὁρῶσι δοξάζειν ὡς πάλαι ἂν ἀνατέτραπτο νεκρωθέν, εἰ μὴ τῶν ποδῶν αἱ βάσεις ὑπήρειδον καὶ πρὸς στάσιν ὑπανεῖχον ὄρθιον. ἦν δὲ καὶ θάτερον ὁμοίως, τὸ ταῖς γένυσιν ἐνισχόμενον, βραχὺ μὲν τὸ οὐραῖον ἀσπαῖρον, μέγα δὲ κεχηνὸς τῷ ἀπάγχεσθαι τῇ τῶν γομφίων ξυνοχῇ· καὶ ξυντείνεσθαι μὲν ἐῴκει καὶ ὁρμᾶν πειρᾶσθαι τοῦ τῶν ὀδόντων ἕρκους διεκδῦναι καὶ διεκπεσεῖν τοῦ χάσματος, οὐκ ἴσχυε δέ, ὅτι τὰ μετὰ τοὺς ὤμους εὐθὺς καὶ τῶν ποδῶν τοὺς ἐμπροσθίους καὶ ὅσα τῷ οὐραίῳ συνήπτοντο μέρη τοῦ σώματος ἡ τοῦ στόματος ξυνεῖχε διάστασις καὶ ταῖς γένυσιν ἐνεπείρετο.

Καὶ τὰ μὲν οὕτως ἦσαν ὑπ᾿ ἀλλήλων νεκρούμενα καὶ κοινὴ μὲν ἀμφοῖν ἡ ἅμιλλα, κοινὴ δὲ καὶ ἡ ἄμυνα, ἰσοπαλὴς δὲ ἡ νίκη, σύντροχος δὲ καὶ ὁ θάνατος. ἐμοὶ δ᾿ ἔπεισιν εἰπεῖν ὡς τὸ φθείρεσθαι παρ᾿ ἀλλήλων καὶ σὺν ἀλλήλοις ἀπάγεσθαι τὴν ἐς θάνατον τὰ τῶν κακῶν κηρεσιφόρα καὶ ἀνθρώποις ὀλέθρια μὴ μόνον ἐν εἰκόσιν εἴη διατυποῦσθαι ἢ καὶ τοῖς ἀλκιμωτέροις τῶν ζῴων τοῦτο ἐπισυμβαίνειν, ἀλλὰ καὶ παρ᾿ ἔθνεσι συχνάκις γίνεσθαι, ὁποῖα τοῖς Ῥωμαίοις ἡμῖν ἐπεστράτευσε, φονῶντα κατ᾿ ἀλλήλων καὶ ὑπ᾿ ἀλλήλων, ὀλλύμενα δυνάμει Χριστοῦ τοῦ διασκορπίζοντος ἔθνη τὰ τοὺς πολέμους θέλοντα καὶ μὴ χαίροντος αἵμασιν, ὃς καὶ δίκαιον ἐπ᾿ ἀσπίδα καὶ βασιλίσκον δείκνυσιν ἐπιβαίνοντα καὶ λέοντα καταπατοῦντα καὶ δράκοντα.