[t.1] ΟΙΚΤΡΟΣ ΓΕΩΡΓΙΟΣ ΣΦΡΑΝΤΖΗΣ, Ο ΚΑΙ ΠΡΩΤΟΒΕΣΤΙΑΡΙΤΗΣ,
ΓΡΗΓΟΡΙΟΣ ΤΑΧΑ ΜΟΝΑΧΟΣ, ΤΑΥΤΑ ΕΓΡΑΨΑΜΕΝ ΑΠΟ ΤΩΝ
ΚΑΘ' ΕΑΥΤΟΝ ΚΑΙ ΤΙΝΩΝ ΜΕΡΙΚΩΝ ΓΕΓΟΝΟΤΩΝ
ΕΝ ΤΩ ΤΗΣ ΑΘΛΙΑΣ ΖΩΗΣ ΑΥΤΟΥ ΧΡΟΝΩ.
Καλὸν ἦν μοι, εἰ οὐκ ἐγεννήθην, ἢ παιδίον ἀποθανεῖν.
Ἐπειδὴ τοῦτο οὐκ ἐγένετο, ἰστέον ὅτι ἐν ἔτει ͵ϚϠθ-ῳ ἐγεννή-
θην, Αὐγούστῳ λʹ, ἡμέρᾳ τρίτῃ· ἀνεγεννήθην δὲ ὑπὸ τῆς
ὁσιωτάτης καὶ ἁγίας Θωμαΐδος, περὶ ἧς ἐν τῳ προσήκοντι
τόπῳ μέλλομεν διηγήσεσθαι τἀληθές.
[1.1] Καὶ τῇ κη-ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ δεκάτου ἔτους ἐσκοτώθη
ὁ ἀμηρᾶς Παϊαζήτης παρὰ τοῦ Τεμήρη· ὃς δὲ Παϊαζήτης ἦν πέμπτος
αὐθέντης τῆς γενεᾶς αὐτοῦ. Ἐρτογρούλης γὰρ ἦν ὁ πρῶτος καὶ ὁ δεύτε-
ρος Ὀτμάνης, ἐξ οὗ καὶ Ἀτουμαλίδαι· ὁ τρίτος Ὀρχάνης, ὁ τέταρτος
Μοράτης, ὁ πέμπτος Παϊαζήτης, ὁ ἕκτος Μεχέμετις, ὁ ἕβδομος Μορά-
της, ὁ ὄγδοος Μεχέμετις, ὃς δὴ καὶ ἡμᾶς ᾐχμαλώτευσε καὶ ἐξέωσε τῆς
Κωνσταντινουπόλεως.
[2.1] Εἰς τὰς ἀρχὰς οὖν τοῦ ιβ-ου ἔτους ἐπανῆλθεν ἀπὸ τῆς Δύσεως
εἰς τὴν Κωνσταντινούπολιν ὁ ἅγιος βασιλεὺς κὺρ Μανουὴλ ὁ Παλαιο-
λόγος.
[2.2] Καὶ τῷ ιγ-ῳ ἔτει μηνὶ Φευρουαρίου η-ῃ ἐγεννήθη αὐτῷ καὶ ὁ
δεύτερος Κωνσταντῖνος, ὃς ἐγεγόνει καὶ βασιλεύς.
[3.1] Ἀφ' οὗ δὴ ιβ-ου ἔτους μέχρι καὶ τοῦ κα-ου πολλῶν γενο-
μένων ἀναγκαίων καὶ μνήμης ἀξίων, λέγω δή, τῆς εἰς τὴν Δύσιν ἀφίξεων
τῶν πέντε υἱῶν ἀμηρᾶ τοῦ Παϊαζήτη, ἤγουν τοῦ Μουλσουμάνου, τοῦ Μω-
σῆ, τοῦ Ἰεσσαί, τοῦ Μεχέμετι καὶ τοῦ Ἰωσούφη, ὃς ἐγεγόνει καὶ Χρισ-
τιανὸς καὶ Δημήτριος ἐπωνομάσθη· τοῦ θανάτου τοῦ βασιλέως κυροῦ
Ἰωάννου εἰς τὴν Θεσσαλονίκην καὶ τῆς ἐλεύσεως ἐκεῖ τοῦ ἁγίου βασι-
λέως κυροῦ Μανουὴλ καὶ θείου αὐτοῦ καὶ τῆς τοῦ υἱοῦ αὐτοῦ δεσπότου
κὺρ Ἀνδρονίκου εἰς τὴν Θεσσαλονίκην ἀποκαταστάσεως· καὶ τοῦ θανά-
του τοῦ δεσπότου κὺρ Θεοδώρου τοῦ πορφυρογεννήτου εἰς τὸν Μυζη-
θρᾶν καὶ τοῦ ἁγίου βασιλέως καὶ ἀδελφοῦ αὐτοῦ κὺρ Μανουὴλ εἰς τὸν
Μορέαν ἐλεύσεως· καὶ τοῦ θανάτου τοῦ ἀμηρᾶ Μουλσουμάνου παρὰ τοῦ
ἀδελφοῦ αὐτοῦ Μωσῆ καὶ τῆς τριετοῦς μάχης αὐτοῦ δὴ τοῦ Μωσῆ μετὰ
τοῦ βασιλέως τοῦ ἁγίου κὺρ Μανουήλ· καὶ τῆς περὶ τὰ μέρη τῆς Λαρίσσου
ἐκτυφλώσεως Ὀρχάνη, τοῦ υἱοῦ τοῦ Μουλσουμάνου· καὶ τῆς ἐλεύσεως
ἀπὸ τῆς Ἀνατολῆς εἰς τὴν Δύσιν τοῦ ἀδελφοῦ αὐτοῦ Μεχέμετι τοῦ καὶ
Κυρίτζη καὶ τῆς ἥττης καὶ ἐπιστροφῆς αὐτοῦ εἰς τὴν Ἀνατολὴν καὶ πά-
λιν ἐλεύσεως αὐτοῦ διὰ τῆς Πόλεως εἰς τὴν Δύσιν καὶ τῆς νίκης αὐτοῦ
καὶ τοῦ θανάτου τοῦ Μωσῆ· ἔτι δὲ καὶ τοῦ δευτέρου υἱοῦ τοῦ ἁγίου τοῦ
βασιλέως κὺρ Μανουήλ, Κωνσταντίνου τὸν θάνατον ἐν τῇ Μονεμβασίᾳ,
ἀλλὰ δὴ καὶ δύο θυγατέρων αὐτοῦ· καὶ τῆς γεννήσεως εἰς τὴν Πόλιν τοῦ
αὐθεντοπούλου κὺρ Μιχαὴλ καὶ τοῦ θανάτου αὐτοῦ ὑπὸ λοιμώδους νοσή-
ματος καὶ τοῦ θανάτου ὁμοίως τοῦ τζαλαπῆ κὺρ Δημητρίου· καὶ τῆς γεν-
νήσεως τοῦ αὐθεντοπούλου κὺρ Δημητρίου καὶ τοῦ αὐθεντοπούλου κὺρ
Θωμᾶ· καὶ ἄλλων τινῶν μερικῶν ἀναγκαίων. Ταῦτα δὴ πάντα διὰ τὸ τῆς
ἡλικίας μου ἀτελὲς πάντη, οὐ καλῶς εἰδότος μου καὶ ἀκριβῶς, ἐν ᾧ δὴ
χρόνῳ καὶ μηνὶ ἐγένοντο καὶ πῶς, σιωπῇ παραλείπω.
[4.1] Τὸν δὲ Ἰούλιον μῆνα τοῦ κα-ου ἔτους ἐξελθὼν ἀπὸ τῆς Πό-
λεως ἀπῆλθεν εἰς τὴν νῆσον Θάσον ὁ ἅγιος βασιλεὺς κὺρ Μανουὴλ καὶ
ἀπῆρεν αὐτὴν τὸν Σεπτέβριον τοῦ κβ-ου ἔτους. Εἶτ' ἀπ' ἐκεῖ ἀπῆλθεν εἰς
τὴν Θεσσαλονίκην καὶ εἰς τὸν Μορέαν καὶ ἔκτισε τὸ Ἑξαμίλιον.
[4.2] Τῷ κβ-ῳ ἔτει Μαρτίῳ γὰρ ἔσωσεν ἐν τῷ λιμένι τῶν Κεχρεῶν
ὀνομαζομένῳ. Καὶ τῇ η-ῃ τοῦ Ἀπριλίου μηνὸς ἤρξατο ἀνακαθαίρειν καὶ
ἀνοικοδομεῖν αὐτὸ δὴ τὸ Ἑξαμίλιον, ὅπερ ἔνι τὸ μῆκος οὐργιὲς ͵γωʹ.
Ἀνέστησε δὲ πύργους ἐπ' αὐτῷ ρνγʹ. Εὑρέθησαν καὶ γράμματα ἐν μαρ-
μάρῳ λέγοντα οὕτως· «Φῶς ἐκ φωτός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ,
φυλάξῃ τὸν αὐτοκράτορα Ἰουστινιανὸν καὶ τὸν πιστὸν αὐτοῦ δοῦλον
Βικτωρῖνον καὶ πάντας τοὺς ἐν τῇ Ἑλλάδι οἰκοῦντας τοὺς ἐκ θεοῦ ζῶν-
τας.»
[4.3] Καὶ τῷ κδ-ῳ ἔτει μηνὶ Μαρτίῳ ἐπανέστρεψεν εἰς τὴν Πόλιν. Ἐν
ᾧ μηνὶ μετὰ τὴν ἄφιξιν αὐτοῦ δὴ τοῦ ἁγίου βασιλέως καὶ ὁ πατριάρχης
κὺρ Εὐθύμιος ἀπέθανε· καὶ τῇ κα-ῃ Μαΐου τοῦ αὐτοῦ ἔτους ἐγεγόνει πα-
τριάρχης ὁ Ἐφέσου κὺρ Ἰωσήφ.
[4.4] Καὶ τῷ κε-ῳ ἔτει ἀπῆλθεν εἰς τὸν Μορέαν ὁ βασιλεὺς κὺρ Ἰωάν-
νης ἐν ᾥρᾳ τοῦ φθινοπώρου· ἐν ᾧ δὴ καιρῷ, εἰς τὴν Θεσσαλονίκην διερ-
χόμενος, τὸν πλαστὸν υἱὸν τοῦ Παϊαζήτου ἐκεῖνον τὸν Μουσταφᾶν ἀ-
πῆρε διωκόμενον παρὰ τοῦ τάχα ἀδελφοῦ αὐτοῦ Μεχεμέτι καὶ εἰς τὴν
Λῆμνον ἀπέστειλε, μετέπειτα δὲ εἰς τὸν Μυζηθρᾶν.
[5.1] Ἐν δὲ τῷ χειμῶνι τοῦ αὐτοῦ δὴ ἔτους θανατικοῦ γενομένου
ἐν τῇ Μαύρῃ Θαλάσσῃ καὶ φαμελικῶς εὑρισκομένων εἰς κάστρον ἓν τῶν
ἐκεῖσε κεφαλατεύοντες ὁ γαμβρός μου Γρηγόριος ὁ Παλαιολόγος ὁ Μα-
μωνᾶς, ἀνὴρ ἄριστος υἱὸς μεγάλου δουκὸς τοῦ Μαρωνᾶ καὶ αὐθέντη ποτὲ
τῆς Μονεμβασίας καὶ τῶν περὶ αὐτήν· ἔτι δὲ καὶ ἡ ἀδελφή μου καὶ γυ-
νὴ αὐτοῦ καὶ παιδὶ ἓν αὐτῶν θῆλυ, ἀπέθανε πρῶτον τὸ παιδὶ καὶ εἰς ζʹ
ἡμέρας τοῦ παιδὸς ὁ πατὴρ αὐτοῦ καὶ εἰς ἑπτὰ ἡμέρας τοῦ πατρὸς ἡ μή-
τηρ αὐτοῦ, ἔτι δὲ καὶ ἓξ τῶν ὑποχειρίων αὐτῶν, ἀνδρῶν τε καὶ γυναικῶν,
ἐναπολειφθέντων δὲ δύο καὶ μόνον τῶν αὐτῶν. Ἐλθόντες ἐν τῇ Πόλει
εἶπον ἐν μιᾷ φωνῇ ταῦτα τοὺς ἀθλίους μου γενέτας, οἳ καὶ ἀλλοτρόπως
ἀπέθανον ἀκούσαντες τοῦτο, εἰ καὶ οὐκ ἀπέθανον ὡς τελέως ἀπὸ τούτου,
μετέπειτα καὶ ἀσθενῶς· ὅπερ ἦν καὶ αἴτιον τοῦ μὴ ἐλθεῖν τὸν γενήσαντά
με εἰς τὸν Μορέαν μετὰ τοῦ αὐθεντοπούλου κὺρ Θωμᾶ εἰς τάξιν τατᾶ
αὐτοῦ, καὶ ἐμοῦ μετ' αὐτοῦ εἰς ὑπηρεσίαν ἐπιτραπεζίου καὶ κελλιώτου
αὐτοῦ, ὡς ὡρίσθημεν παρὰ τοῦ ἁγίου βασιλέως, τοῦ πατρὸς τοῦ ῥηθέντος
αὐθεντοπούλου· καὶ ἡτοιμαζόμεθα, καὶ ἀπὸ τοῦ ὅτι ὁ μὲν ἐμοῦ πρῶτος
ἀδελφὸς ἦν εἰς τὸν Μορέαν μετὰ τοῦ βασιλέως. Ὁ δὲ μετ' ἐμὲ ἕτερος,
ὡς ἐπῆλθεν ὁ θάνατος τοῦ ἀδελφοῦ, ἀφεὶς καὶ πατέρα καὶ μητέρα καὶ
ἀδελφούς, εἰς τὴν τοῦ Χαρσιανίτου λεγομένην μονήν, ἐν ᾗ ἦν καὶ ὁ κατ'
ἀλήθειαν διδάσκαλος κὺρ Ἰωσήφ, γέγονε καλόγερος.
[5.2] Τοῦ δ' αὐτοῦ θανατικοῦ γενομένου περὶ τὸ ἔαρ καὶ τὸ θέρος καὶ
εἰς τὴν Πόλιν, ἐν μηνὶ Αὐγούστῳ ἀπέθανε καὶ ἡ δέσποινα κυρὰ Ἄννα
ἡ ἀπὸ τῆς Ῥωσσίας λοιμώθει νόσῳ καὶ ἐτάφη ἐν τῇ τοῦ Λιβὸς μονῇ.
[6.1] Καὶ εἰς τὰς ἀρχὰς τοῦ κϚ-ου ἔτους ἐστάλη καὶ εἰς τὸν Μο-
ρέαν παρὰ τοῦ ἁγίου βασιλέως καὶ πατρὸς αὐτοῦ καὶ ὁ αὐθεντόπουλος
κὺρ Θωμᾶς· ἐν ᾧ δὴ χρόνῳ ἐπανέστρεψεν εἰς τὴν Πόλιν καὶ ὁ βασιλεὺς
κὺρ Ἰωάννης. Καὶ ἐμὲ ὁ βασιλεὺς ὁ ἅγιος καὶ πατὴρ αὐτοῦ εἰς τὸ κελ-
λίον αὑτοῦ προσηγάγετο Μαρτίῳ ιζ-ῃ, ὑπάρχοντός μου χρόνων ιϚϚʹʹ, ἐκεί-
νου δὲ τοῦ ἁγίου ξθϚʹʹ.
[6.2] Καὶ τῷ κζ-ῳ ἔτει ἐν μηνὶ Νοεμβρίῳ ἦλθεν εἰς τὴν Πόλιν καὶ ἡ
δέσποινα κυρὰ Σοφία, ἡ τοῦ Μόντες Φεράντες μαρκεσίου θυγάτηρ. Καὶ
τῇ ιθ-ῃ τοῦ Ἰαννουαρίου τοῦ αὐτοῦ ἔτους εὐλογήθη αὐτὴν καὶ ἐστέφθη
καὶ βασιλεὺς ὁ κὺρ Ἰωάννης ἐν τῇ ἁγίᾳ Σοφίᾳ· ἐν ᾗ δὲ στέψει ἐγεγό-
νει ὄντως ἑορτῶν ἑορτὴ καὶ πανήγυρις πανηγύρεων.
[7.1] Καὶ τῷ κη-ῳ ἔτει ἦλθεν ὁ ἀμηρᾶς ὁ καὶ Κυρίτζης καὶ Με-
χεμέτης, ἵνα ἀπὸ τῆς Πόλεως περάσῃ εἰς τὴν Ἀνατολήν· καὶ προμαθόν-
[7.1.3] τες ὡς ἐν μυστηρίῳ ἀπὸ τῶν ἐκείνου, ὅτι ὑπάγει, ἵνα τὰ τῆς Ἀνατολῆς
διορθώσῃ, καὶ, ὡσὰν ἐπιστρέψῃ, ἔχει σκοπὸν καὶ μελέτην ἐλθεῖν κατὰ τῆς
Πόλεως, πάντες οἱ τοῦ βασιλέως τοῦ ἁγίου ἐμπιστευθέντες τὸ μυστήριον,
ἄρχοντες καὶ τῶν ἱερωμένων παρώτρυνον καὶ ἐβουλεύοντο τῷ ἁγίῳ βα-
σιλεῖ, ἵνα πιάσῃ αὐτόν. Ἐκεῖνος δὲ οὐ κατεπείσθη ποτέ, λέγων. „Οὐκ
ἀθετῶ τὸν ὅρκον, ὃν πρὸς ἐκεῖνον ἐποιησάμην, ἂν ἐβεβαιούμην καὶ ἔτι,
ὅτι, καὶ ἂν ἔλθῃ, μέλλει αἰχμαλωτεύσειν ἡμᾶς· εἰ δὲ πάλιν ἐκεῖνος ἀθε-
τήσῃ τοὺς ὅρκους του, ἀπέμεινεν εἰς τὸν θεὸν τὸν πολλὰ πλεῖον δυνά-
μενον ἐκείνου”.
[7.2] Διὰ ταύτην δὴ τὴν αἰτίαν οὐδέ τινα τῶν υἱῶν αὐτοῦ ἔστειλεν εἰς
συνάντησιν αὐτοῦ δὴ τοῦ ἀσεβοῦς, ἀλλὰ μόνους τὸν ἄριστον ἄνδρα Δημή-
τριον τὸν Λεοντάριν, Ἰσάκιον τὸν Ἀσάνην καὶ Μανουὴλ πρωτοστράτορα
τὸν Καντακουζηνὸν μετὰ πολλῶν ἀρχοντοπούλων καὶ στρατιωτῶν καὶ
δώρων· οἳ καὶ συνήντησαν αὐτῷ περὶ τὰ Κουτουλοῦ καὶ ἦλθον μετ' ἐκεί-
νου ἕως εἰς τὸ Διπλοκιόνιον, ὅλην δηλονότι τὴν ὁδὸν ὁμιλῶν μετὰ τοῦ
Λεοντάρι.
[7.3] Ἐκεῖσε δὲ εἰς τὸ Διπλοκιόνιον εὑρεθέντες καὶ ὁ βασιλεὺς ὁ ἅγιος
καὶ οἱ υἱοὶ αὐτοῦ μετὰ ἑνὸς κατέργου, ἵνα περάσῃ ἐκεῖνον, καὶ ἐμβὰς
εἰς αὐτό, εἰς τὴν θάλασσαν μέσον ἐχαιρετήθησαν πρὸς ἀλλήλους ἀπὸ τὰ
κάτεργα καὶ ὁμιλοῦντες ἀπῆλθον μέχρι εἰς τὸν πέρα τόπον τῆς Ἀνατο-
λῆς, ὅπερ νῦν Σκουτάριον ὀνομάζεται, πρότερον δὲ Χρυσόπολις. Καὶ
ἐκεῖνος μὲν ἐξελθὼν ἀπὸ τοῦ κατέργου ἀνέβη εἰς τένδας, ἃς αὐτῷ προη-
τοίμασαν. Οἱ δὲ βασιλεῖς μετὰ τῶν κατέργων τρώγοντες καὶ πίνοντες καὶ
ἀποστολὰς τροφίμους πρὸς ἀλλήλους ἀποστέλλοντες, περὶ τὸν ἑσπερι-
νὸν ἐκεῖνος μὲν καβαλικεύσας ἀπῆλθε τὴν ὁδὸν τὴν περὶ τὴν Νικομή-
δειαν φέρουσαν, οἱ δὲ βασιλεῖς ἐπανέστρεψαν οἴκαδε.
[7.4] Τὸ δὲ ἔαρ τοῦ αὐτοῦ ἔτους ἐπαναστρέψαντος εἰς τὴν Δύσιν διὰ
τῆς ὁδοῦ τῆς Καλλιπόλεως, ἀπῆλθεν εἰς τὴν Ἀνδριανούπολιν. Ὁ δὲ ἅγιος
βασιλεὺς ἑτοιμάσας τὸν Λεοντάριν Δημήτριον ἔστειλε πρὸς ἐκεῖνον, ἵνα
καὶ περὶ τῶν προμελετωμένων μάθῃ καὶ προμηνύσῃ καὶ ἐκεῖνον ἐλέγξῃ
διὰ τῆς καλῆς ἀγάπης καὶ τιμῆς, ἧς πρὸς ἐκεῖνον ἐπεδείξαντο, καὶ διὰ
τοῦ περάματος καὶ διὰ τοῦ τοιούτου ἀποκρισιαρίου, τοῦ προσώπου λέγω
καὶ τῶν δώρων, ὧν προσεκόμιζεν. Εἶδεν οὖν αὐτὸν ὁ ἀμηρᾶς μετὰ τιμῆς
καὶ ἀγάπης ὅτι πλείστης καὶ τέλος εἶπε πρὸς αὐτόν· «Ἔχω ἡμέρας, ὅτι
οὐχ ὑγιῶς ἔχω· ἀμὴ θέλω γενεῖν καλὰ καὶ θέλομεν φάγειν καὶ πιεῖν ὁμοῦ
καὶ ὁμιλήσειν». Ἐκεῖνος δὲ μετὰ τρεῖς ἡμέρας ἀπέθανε.
[8.1] Καὶ τὸν μὲν Λεοντάριν τὸ τυχὸν οὐκ ἐποίησαν, ἀλλ' ἦν
εἰς τὴν κατούναν αὑτοῦ, καὶ τάχα θαυμάζων, πῶς οὐδὲν παρακαλεῖται αὐ-
τὸν ὁ αὐθέντης, ἵνα καὶ τὰς δουλείας αὐτοῦ ἀκούσῃ. Τούτου μαθόντος τὸν
θάνατον αὐτοῦ κατ' αὐτὴν δὴ σχεδὸν τὴν ὥραν, ἐπειδὴ δὲ τὰς στράτας
ἔκλεισαν κρυφίως τὰς φερούσας εἰς τὴν Πόλιν, καὶ πολλοὺς γραμματοκο-
μιστὰς ἀποστείλας ὁ Λεοντάρις, οὐδὲν τοὺς ἀφῆκαν νὰ διέλθουν. Καὶ
ἡμέραι παρῆλθον, ἰδοὺ ἀπὸ τούτου τὸ κατὰ τῆς Πόλεως ἀπεκαλύφθη μυ-
στήριον· καὶ θροῦς μέγας ἐγένετο καὶ βουλὴ καὶ μελέτη· καὶ πολλοὺς
ἐλέγχους ὁ ἅγιος ἔλαβε βασιλεὺς παρὰ τῶν βουλευόντων, ἵνα πιάσῃ
αὐτόν, εἰς τὴν μονὴν τῆς Περιβλέπτου δι' αἰτίαν θανατικοῦ εὑρισ-
κομένου.
[8.2] Μόλις οὖν ποτὲ δι' ἄλλης ὁδοῦ τῆς εἰς Μεσέμβριαν ἀπαγούσης
στείλας ὁ Λεοντάρις ἄνθρωπον καὶ ἀπ' ἐκεῖ διὰ θαλάσσης ἐλθόντος, ἔφε-
ρε γραφήν, ὅτι ὁ ἀμηρᾶς ἀπέθανε· καὶ ἐγένετο τοῦτο δὴ τὸ „Ἑσπέρας
αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις.”
[8.3] Καὶ ἰδοὺ ἔπεσον εἰς ἑτέραν φροντίδα καὶ βουλὴν καὶ μελέτην,
πότερον νὰ ἔχωσι τὸν υἱὸν αὐτοῦ τὸν Μουράτην ἀγάπην καὶ νὰ παρα-
χωρήσωσιν εἶναι αὐτὸν αὐθέντην, ὡς καὶ τὰ ὁρκωμοτικὰ αὐτῶν διελάμ-
βανον, ἢ νὰ φέρωσι τὸν Μουσταφᾶν ἀπὸ τοῦ Μυζηθρᾶ καὶ ποιήσωσιν
αὐτὸν αὐθέντην εἰς τὴν Δύσιν καὶ ὁ Μουράτης ἔνι εἰς τὴν Ἀνατολὴν
αὐθέντης. Τοῦ μὲν ἁγίου βασιλέως καὶ πατρὸς τὸ πρῶτον βουλευομένου
καὶ κρίνοντος δίκαιον ἐκ πολλῶν αἰτιῶν, τοῦ δὲ υἱοῦ αὐτοῦ καὶ τοῦ Καντα-
κουζηνοῦ Δημητρίου, ὅτι νὰ ποιήσουν τὸ δεύτερον, καὶ ὅτι δίδῃ τους καὶ
τὴν Καλλίπολιν, μόλις δέ ποτε οἱονεὶ ὡς κατὰ παραχώρησιν δέδωκεν
ἐξουσίαν ὁ ἅγιος βασιλεὺς τῷ υἱῷ αὑτοῦ· „Ὡς θέλεις”, ἐπειπών, „ποίη-
σον· ἐγὼ γάρ εἰμι, υἱέ μου, καὶ γέρων καὶ ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά-
του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις”.
[9.1] Καὶ ἐν μηνὶ Σεπτεβρίῳ τοῦ κθ-ου ἔτους μετὰ κατέργων ἀπελ-
θόντος εἰς τὴν Καλλίπολιν τοῦ βασιλέως κὺρ Ἰωάννου, ἀμηρᾶν τὸν Μουσ-
ταφᾶν φέρων ἀπὸ τοῦ Μορέως αὐθέντην ἐξέβαλεν εἰς τὴν Δύσιν· καὶ
ἡ Καλλίπολις αὐτὸν προσεκύνησε καὶ μετά τινας ἡμέρας ζητηθεῖσα παρὰ
τοῦ βασιλέως, τάχα κατὰ τὰς ὑποσχέσεις, ἀπεκρίνατο· „πάντες οἱ Τοῦρ-
κοι λέγουσιν, ὅτι ἡ πίστις ἡμῶν ἡ Καλλίπολις ἔνι, καὶ οὐδὲν ἐμπορεῖ
νὰ τὴν δώσωμεν”, πολλὰ τοῦ Μουράτη ἀπὸ τὴν Ἀνατολὴν δι' ἀποκρι-
σιαρίων δεομένου καὶ τάσσοντος.
[9.2] Περὶ δὲ τὰς ἀρχὰς τοῦ χειμῶνος τοῦ αὐτοῦ ἔτους περάσαντος τοῦ
Παϊζήτη ἀπὸ τὸ ἐπάνω Στενὸν εἰς τὴν Δύσιν, ἀνδρὸς χρησίμου, μπεηλαρ-
μπεῒ καὶ βιζίρου ὄντος τοῦ πατρὸς τοῦ Μουράτη καὶ τὴν Ἄγκυραν ἔχον-
τος κεφαλατίκιον, εἰς τὸ ἂν δυνηθῇ νὰ κρατήσῃ εἰς τὴν ἐξουσίαν τοῦ
Μουράτη τὴν Δύσιν δηλονότι. Καὶ τοῦ Μουσταφᾶ πάλιν ἀπελθόντος ἀπὸ τὴν
Καλλίπολιν εἰς τὸ νὰ κυριεύσῃ αὐτοῦ, εἰς τὸ περὶ τὴν Ἀνδριανούπολιν
ἐπίασεν αὐτὸν δὴ τὸν Παϊαζήτην καὶ τὸν ἐσκότωσε καὶ τὴν εἰς τὴν Δύσιν
πᾶσαν ἀρχὴν τῶν ἀσεβῶν ἐκυρίευσεν.
[9.3] Καὶ πάλιν ἐπιστρέψας ὁ Μουσταφᾶς εἰς τὴν Καλλίπολιν τῷ αὐ-
τῷ ἔτει ἐπέρασεν εἰς τὴν Ἀνατολὴν κατὰ τοῦ ἀνεψιοῦ αὐτοῦ Μουράτη
εἰς τὴν Προῦσαν εὑρισκομένου· καὶ ἡττηθεὶς ἐπανέστρεψεν εἰς τὴν Δύσιν.
[9.4] Καὶ τὸ θέρος τοῦ αὐτοῦ ἔτους ἐπέρασε καὶ αὐτὸς δὴ ὁ Μουρά-
της μετὰ γενουϊτικῶν καραβίων καὶ διώξας τὸν θεῖον αὐτοῦ ἔφθασε καὶ
ἐσκότωσε περὶ τὰς ἀρχὰς τοῦ λ-οῦ ἔτους.
[10.1] Καὶ τῇ η-ῃ τοῦ Ἰουνίου τοῦ αὐτοῦ ἔτους ἔστειλε καὶ ἀπέ-
κλεισε τὴν Πόλιν διὰ τοῦ Μιχάλμπεη καὶ τῇ ιε-ῃ τοῦ αὐτοῦ ἦλθε καὶ
ὁ Μουράτης καὶ αὐθέντης αὐτοῦ καὶ ἐπολιόρκει τὴν πόλιν, φέρων μετ'
αὐτοῦ καὶ δεσμίους τοὺς ἀποκρισιαρίους, οὓς προαπέστειλαν εἰς ἐκεῖ-
νον διὰ κατάστασιν ἀγάπης Δημήτριον τὸν Καντακουζηνὸν καὶ Ματθαῖον
τὸν Λάσκαριν καὶ τὸν γραμματικὸν Ἄγγελον τὸν Φιλομμάτην.
[10.2] Καὶ τῇ κβ-ᾳ τοῦ Αὐγούστου μηνὸς ἐπολέμησεν αὐτὴν δὴ τὴν πό-
λιν καθολικὸν πόλεμον. Καὶ τῇ Ϛ-ῃ τοῦ Σεπτεβρίου μηνὸς τοῦ λα-ου ἔ-
τους ἀπῆλθεν ἄπρακτος ἀπὸ τῆς Πόλεως βοηθείᾳ θεοῦ.
[11.1] Καὶ τῇ λ-ῃ τοῦ αὐτοῦ μηνὸς ἦλθεν ὁ Μουσταφόπουλος καὶ
ἀδελφὸς αὐτοῦ δὴ τοῦ Μουράτη καὶ ἐπέρασεν εἰς τὴν Πόλιν καὶ ἔπεσεν
ἔξω εἰς τὸν αὐθεντικὸν περίβολον· καὶ ἐπὶ τὴν αὔριον τῇ α-ῃ Ὀκτωβρίου
ἦλθεν εἰς προσκύνησιν τῶν βασιλέων.
[11.2] Καὶ τῇ αὐτῇ ἡμέρᾳ μετὰ τὸν ἄριστον ἐγένετο τὸ τῆς ἡμιπληξίας
νόσημα τῷ ἁγίῳ βασιλεῖ κὺρ Μανουήλ, ὃν ἰδόντες οἱ ἀπὸ τῆς Ἀνατολῆς
μετὰ τοῦ Μουσταφοπούλου Τοῦρκοι καὶ θαυμάσαντες καὶ ἀπ' αὐτῆς μό-
νης τῆς θεωρίας αὐτοῦ μετὰ θαύματος ἔλεγον, ὅτι τὸν τῆς πίστεως αὐτῶν
ἀρχηγὸν Μαχούμετ ὁμοιάζει, ὡς καὶ ὅ ποτε Παϊαζήτης καὶ ἐχθρὸς αὐτοῦ
[11.2.6] περὶ αὐτοῦ εἴρηκεν, ὅτι τὸν βασιλέα καὶ ὁποῦ οὐδὲν ἐγνωρίζει αὐτὸν
καὶ ἀπὸ μόνης τῆς αὐτοῦ θεωρίας θέλει εἰπεῖν, ὅτι „αὐτὸς τυχένει νὰ
ἔνι βασιλεύς”.
[11.3] Ὁ δὲ Μουσταφόπουλος πλημμελήσας καὶ πλείους ἡμέρας εἰς
τὴν Πόλιν ἀπὸ τὸ συμβὰν εἰς τὸν βασιλέα τὸν ἅγιον, τέλος ἀπῆλθε μέ-
χρι καὶ τῆς Σηλυμβρίας καὶ μικρὸν διατρίψας ἐπανέστρεψεν εἰς τὴν Πό-
λιν καὶ περάσας ἀπῆλθεν εἰς τὴν Προῦσαν. Τὸ δὲ ἔαρ· πάλιν τοῦ αὐτοῦ
ἔτους ἐπέρασε καὶ ὁ ἀδελφὸς αὐτοῦ κατ' αὐτοῦ εἰς τὴν Ἀνατολὴν καὶ
ἐσκότωσεν αὐτὸν προδοσίᾳ τῶν ἰδίων αὐτοῦ.
[12.1] Καὶ τὸν Μάϊον τοῦ αὐτοῦ ἔτους ἐχάλασε καὶ ὁ Τουραχάνης
τὸ Ἑξαμίλιον εἰς τὸν Μορέαν καὶ πολλοὺς τῶν Ἀλβανιτῶν ἐσκότωσεν.
[12.2] Καὶ τὸ θέρος τοῦ αὐτοῦ ἔτους ἔφυγεν ὁ αὐθεντόπουλος κὺρ Δη-
μήτριος μετὰ Ἱλαρίωνος Ντώρια καὶ Γιούργη Ἰζαοὺλ καὶ γαμβροῦ αὐτοῦ
δὴ τοῦ Ντώρια καὶ ἀπῆλθον εἰς τὸν Γαλατᾶν, ἵνα ὑπάγωσιν εἰς τοὺς
Τούρκους, εἰ καὶ οὐκ ἀπῆλθον, ἀλλ' εἰς τὴν Οὐγγαρίαν.
[12.3] Καὶ τῇ ιε-ῃ τοῦ Νοεμβρίου τοῦ λβ-ου ἔτους διέβη ὁ βασιλεὺς
κὺρ Ἰωάννης εἰς τὴν Ἰταλίαν καὶ Οὐγγαρίαν, ποήσας δεσπότην τὸν ἀ-
δελφὸν αὑτοῦ τὸν αὐθεντόπουλον κὺρ Κωνσταντῖνον καὶ καταλείψας
αὐτὸν εἰς τὴν Πόλιν ἀντ' αὐτοῦ.
[12.4] Τῇ δὲ κβ-ᾳ τοῦ Φευρουαρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐποιήσαμεν
ὁρκωμοτικὰ ἀγάπην μετὰ τοῦ ἀμηρᾶ τοῦ Μουράτη ἀποκρισιρίων ἀπελ-
θόντων Λουκᾶ τοῦ Νοταρᾶ τοῦ γεγονότος ὕστερον καὶ μεγάλου δουκός,
τοῦ Μελαχρηνοῦ Μανουὴλ καὶ ἐμοῦ δι' αἰτίας ταύτας, ὅτι ὁ μὲν Μελα-
χρηνὸς προαπῆλθεν εἰς τὸν ἀμηρᾶν καὶ ἐγνώρισεν, ὅτι θέλει γενέσθαι
τὴν ἀγάπην· ὁ δὲ Νοταρᾶς, ἴνα τελέσῃ αὐτὴν καλῶς κατὰ τὸ δυνατὸν ὡς
χρήσιμος καὶ καλός· ἐγὼ δὲ ὡς ἀπὸ τὴν ἁγίαν δέσποιναν συγγενίδα αὐ-
τοῦ δὴ τοῦ ἀμηρᾶ ἀπὸ τὴν μάναν του καὶ ὅτι, ἂν δεήσῃ, νὰ γράψω καὶ
δι' ὑφειλτῶν εἴς τε τὸν ἅγιον βασιλέα καὶ εἰς τὸν υἱὸν αὐτοῦ τὸν βασι-
λέα εἰς τὴν Οὐγγαρίαν εὑρισκόμενον.
[13.1] Καὶ εἰς τὸ τέλος τοῦ Ὀκτωβρίου μηνὸς τοῦ λγ-ου ἔτους
ἐπανῆλθε καὶ εἰς τὴν Πόλιν ἀπὸ τοῦ μέρους τοῦ εἰς τὸν Δανούβιον πο-
ταμὸν Κελλίου ὀνομαζομένου ὁ βασιλεὺς κὺρ Ἰωάννης, ἀπελθόντων κα-
τέργων ἀπὸ τῆς Πόλεως ἐκεῖσε.
[13.2] Προέπεμψε γὰρ ἀπὸ τὴν Οὐγγαρίαν ἄνθρωπον ἀλλόγλωσσον καὶ
ἀλλογενῆ, τοῦ ἐλθεῖν διὰ τῆς στερεᾶς μετὰ πιττακίου ὑφειλτοῦ. Οὗπερ ἐλθόν-
τος ἐζήτει νὰ ἴδῃ τὸν βασιλέα, ὅτι ἔχει τι τῶν ἀναγκαίων. Τοῦτο πῶς
ἤθελε γενεῖν, ἄνθρωπος τοιοῦτος νὰ ἴδῃ βασιλέα ἀσθενῆ, κατάκοιτος γὰρ
ἦν, καὶ μόνος πρὸς μόνον; Πολλῶν οὖν λόγων δαπανηθέντων, τέλος ἐστά-
λησαν πρὸς τὸν ἄνθρωπον δύο τῶν κελλιωτῶν καὶ συντρόφων μου καὶ
εἶπον τῷ ἀνθρώπῳ· „Ἢ τῷ παρόντι εἰπὲ τὸ θέλεις”, δείξαντες ἐμέ, „ἢ
ἄπελθε, ἔνθα θέλεις”.
[13.3] Τότε παραλαβών με ἰδίως, δέδωκέ μοι χαρτὶ τὸ ὑφειλτὸν καὶ
ἐδήλωσέ μοι καὶ ὅθεν καὶ ὁπότε ἐξῆλθεν. Ὡς διώρθωσα τὸ ὑφειλτὸν
καὶ ἀπῆλθον ἀναγνῶναι τοῦτο, ἀνέφερον, ὅτι ζητῶ εὐεργεσίαν, ἐπεὶ χα-
ριέντα μέλλει ἀναφέρειν, ἐκεῖσε καὶ τῆς ἁγίας δεσποίνης καθεζομένης
καὶ τῆς νύμφης αὐτῆς, τοῦ δεσπότου λείποντος εἰς τὸ κυνήγιον. Καὶ
ἀναγνοὺς τὸ χαρτί, ὅτι καὶ ὑγιαίνει καὶ ἀπέρχεται καλῶς καὶ εἰς τὰ περὶ
τὴν Μεγάλην Βλαχίαν καὶ νὰ ἀπέλθωσιν εἰς τὸ Κελλὶν ὀνομαζόμενον
τόπον κάτεργα, ἵνα ἐπάρωσι καὶ φέρωσιν αὐτόν, ἐχάρησαν μεγάλως.
[13.4] Καὶ μετὰ μικρὸν ὁρίζει ὁ ἅγιος βασιλεὺς πρὸς τὸν ῥοχάριν αὐ-
τοῦ· „Δὸς πρὸς τὸν Σφραντζῆν τὸ καβάδι, τὸν μολυβὸν χαμουχᾶν, τὸν μετὰ
βαρεοκοιλίας ἐνδεδυμένον· καὶ ἂς ἔχῃ καὶ τὸ σεντοῦκιν, ὅπερ μοι ἐζή-
τησεν”. Ἦν γὰρ εἰς τὰς χεῖράς μου σεντοῦκιν κάλλιστον καὶ μέγα, ἔχον
πολλὰ καὶ καλὰ εἴδη, ἅπερ διεδόθησαν τὰ μὲν τοῖς υἱοῖς αὐτοῦ, τὰ δὲ ὑπὲρ
τῆς ἁγίας ψυχῆς αὐτοῦ. Καὶ τέλος ἐζήτησα ἐγὼ τὸ σεντοῦκιν καὶ ὥρισέ
μοι, ὅτι „αὐτὸ ἦτον τοῦ αὐθεντός μου, τοῦ βασιλέως τοῦ πατρός μου, καὶ
εἶχα ἐν αὐτῷ μετὰ τῆς εὐχῆς ἐκείνου πολλὰ καὶ καλὰ καὶ πολλῷ πλείω
τῶν ὧν εἶδες, καὶ θέλω πάλιν νὰ τὸ δώσω καὶ ἐγὼ πρὸς τὸν βασιλέα
τὸν υἱόν μου, ἵνα ἐν αὐτῷ ἔχῃ καὶ ἐκεῖνος μετὰ τῆς εὐχῆς μου τὰ ἑαυ-
τοῦ”. Τότε δὲ πάλιν ὥρισεν, ἵνα τὸ ἔχω· καὶ εἶχον αὐτὸ μετὰ τῆς ἁγίας
εὐχῆς ἐκείνου γεμάτον ἀπὸ πάντων τῶν χρησίμων καὶ τιμίων τοῦ βίου
τούτου τοῦ ματαίου. Ἡ δὲ ἁγία δέσποινα ὁρίζει καὶ φέρουσί με χαμου-
χᾶν καλὸν προύσινον, ἡ δὲ νέα δέσποινα μηνύει με, ὅτι „τὸ δεῖνά μου
ῥοῦχον, ὅταν μέλλῃ λαβεῖν γυναῖκα, θέλει εἶσθεν ἐκείνης”.
[14.1] Τῇ δὲ κα-ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ αὐτοῦ ἔτους τέθνηκεν
ὁ ἐν μακαρίᾳ τῇ λήξει γενόμενος ἀοίδιμος καὶ εὐσεβὴς βασιλεὺς κὺρ
Μανουήλ, ὁ διὰ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθεὶς πρὸ ἡ-
μερῶν δύο Ματθαῖος μοναχός· καὶ ἐτάφη τῇ αὐτῇ ἡμέρᾳ ἐν τῇ σεβασμίᾳ
βασιλικῇ καὶ περικαλλεῖ μονῇ τοῦ Παντοκράτορος μετὰ πένθους καὶ συν-
δρομῆς, οἵας οὐ γέγονε πώποτε εἴς τινα τῶν ἄλλων. Ἦσαν δὲ πᾶσαι αἱ
τῆς ζωῆς αὐτοῦ ἡμέραι ἔτη οζʹ καὶ ἡμέραι κεʹ.
[14.2] Καὶ τῷ λδ-ῳ ἔτει μηνὶ Αὐγούστῳ διέβη φυγοῦσα εἰς τὴν αὑτῆς
πατρίδα ἡ δέσποινα κυρὰ Σοφία.
[14.3] Καὶ τῷ λε-ῳ ἔτει τοῦ Αὐγούστου κθ-ῃ ἔφερον μετὰ κατέργων
ἀπὸ τὴν Τραπεζοῦντα κυρὰν Μαρίαν τὴν Κομνενήν, θυγατέρα κυροῦ
Ἀλεξίου βασιλέως Τραπεζοῦντος τοῦ Κομνηνοῦ.
[14.4] Καὶ τῷ λϚ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς
κὺρ Ἰωάννης.
[15.1] Καὶ τῷ αὐτῷ ἔτει μηνὶ Νοεμβρίῳ ἐξῆλθεν αὐτὸς δὴ ὁ βα-
σιλεὺς ἀπὸ τῆς Πόλεως καὶ ἀπῆλθεν εἰς τὸν Μορέαν τῇ κϚ-ῃ Δεκεμβρίου
μετὰ καὶ τοῦ ἀδελφοῦ αὐτοῦ τοῦ δεσπότου κυροῦ Κωνσταντίνου, διὰ τὸ
βούλεσθαι γενέσθαι τὸν ἀδελφὸν αὐτῶν τὸν δεσπότην κὺρ Θεόδωρον
καλόγερον, καὶ ὁ κὺρ Κωνσταντῖνος ἐναπομείνῃ αὐθέντης τοῦ Μορέως,
εἰ καὶ μετεμελήθη καὶ οὐκ ἐγένετο.
[15.2] Μεθ' ὧν καὶ ἐγὼ ἀρχῇ εἰς τὸν Μορέαν ἦλθον, εἰς τὴν τοῦ βα-
σιλέως μὲν δουλοσύνην ὑπάρχων, εἰς δὲ τὴν τοῦ δεσπότου κυροῦ Κων-
σταντίνου ἀποβλέπων ἐξ αἰτίας τοιαύτης· τοῦ γὰρ ἀοιδίμου καὶ μακαρί-
του πατρὸς αὐτῶν ἐγγίζοντος πρὸς τὸ ἀποθανεῖν, ὥρισέ μοι καὶ ἔγραψα
ἰδίως, οὐχὶ διαθήκην αὐτοῦ, οὐ γὰρ διατίθενται οἱ βασιλεῖς, ἀλλὰ προσ-
τάττουσιν, ὅτι νὰ ἔχῃ εἷς ἕκαστος τῶν υἱῶν αὐτοῦ ὁ μὲν τόδε, ὁ δὲ
τόδε ἀπὸ τῶν ἰδίων αὐτοῦ ἀξιολόγων εἰδῶν· καὶ τὸ λοιπὸν τοῦ βίου αὐ-
τοῦ ἵνα μερισθῇ εἰς τέσσαρα μεριδικά· εἰς παραστάσιμα καὶ λειτουργίας
ὑπὲρ αὐτοῦ κατεπέκεινα τῶν συνήθων, ὧν πολυτελῶς καὶ καλῶς ἐτελέσ-
θησαν παρὰ τῶν αὐτοῦ καὶ τῶν εἰσοδημάτων τῆς βασιλείας, εἰς τοὺς
πτωχούς, εἰς τοὺς ἰατροὺς καὶ εἰς τοὺς αὐτοῦ κελλιώτας· ἐπίτροποι δὲ
νὰ ὦσιν ὁ πνευματικὸς αὐτοῦ ὁ εἰς τῶν Ξανθοπούλων Μακάριος ὁ ἐξ
Ἰουδαίων, ὁ διδάσκαλος Ἰωσὴφ ὁ εἰς τοῦ Χαρσιανίτου, καὶ ἐγώ.
[15.3] Καὶ ἀναγνωσθείσης ταύτης δὴ τῆς προστάξεως παρ' ἐμοῦ ἔμπροσ-
θεν αὐτοῦ καὶ τῆς ἁγίας δεσποίνης καὶ τοῦ βασιλέως καὶ υἱοῦ αὐτῶν
καὶ μόνων, τέλος ὥρισε πρὸς τὸν υἱὸν αὑτοῦ· „Ὑιέ μου, ἤκουσας τὸ σᾶς
προστάττω διὰ τοὺς ἰδίους μου, ὁποῦ με λατρεύουσιν”· ἔγραφε γὰρ „οἱ δὲ
κελλιῶταί μου, οἴτινες ἐδούλευσαν μοι καλῶς καὶ εὐνοικῶς διάκεινται
καὶ δουλικῶς, ὡς ἔνι εἰκῶς, εἰς ἐμέ, ἂς ἔχωσι παρὰ πάντων ὑμῶν τῶν
υἱῶν μου ἀγάπην τε καὶ ἀναδοχὴν καὶ προμήθειαν κατὰ τὸ ἀναλογοῦν
ἑνὶ ἑκάστῳ”.
[15.4] Ἰδίως δὲ πάλιν λέγω σοι διὰ τοῦτον δὴ τὸν Σφραντζῆν, ὅτι „ἐ-
[15.4.2] δούλευσέ μοι καλῶς καὶ ἐθεράπευσέ μοι εἰς τὰ τῆς ψυχῆς μου καὶ τοῦ
σώματος· καὶ νῦν εἰς τὰ τῆς ἀσθενείας μου πλέον τῶν ἄλλων μοι θερα-
πεύει· θαῤῥῶ, ὅτι καὶ τὰ ὑπὲρ τῆς ψυχῆς μου μετὰ θάνατον καλῶς τὰ
θέλει ἐξοικονομήσει. Ἡ νεότης οὖν αὐτοῦ καὶ τὸ γῆρας τὸ ἐμὸν οὐδὲν
ἀφῆκαν, ἵνα τι γένηται πρὸς αὐτὸν ἀντάξιον τῆς ἀγάπης καὶ δουλοσύ-
νης αὐτοῦ. Ἀφίημι δὲ αὐτὸν εἰς σὲ καὶ νὰ ἔχῃς τὴν εὐχήν μου, τὸ ἐτύ-
χενεν ἵνα γένηται παρ' ἐμοῦ καὶ οὐδὲν ἐγένετο, δι' ἃς αἰτίας εἶπον, ἂς
γένηται παρὰ σοῦ”.
[15.5] Ἐπεὶ δὲ μετὰ τοῦ δεσπότου κυροῦ Κωνσταντίνου εἶχον ἀγάπην
καὶ πληροφορίαν, ἣν ὁ θεὸς ἀπεδέχετο, ὅτι ὁ τοῦ πατρός μου ἀδελφὸς
ἦν αὐτοῦ τατᾶς καὶ οἱ υἱοὶ αὐτοῦ συνανάτροφοι καὶ φίλοι καὶ δοῦλοι
αὐτοῦ καὶ ἐγὼ μετ' αὐτῶν· εἶτα ἔφερεν ὁ καιρὸς καὶ οἰκείωσιν ἐμοῦ εἰς
τὸν μακαρίτην καὶ ἀοίδιμον πατέρα αὐτοῦ καὶ τὰ ἔχρηζεν ἀπ' ἐκεῖνον,
πολλὰ καὶ ἀναγκαῖα, εὕρισκεν αὐτὰ δι' ἐμοῦ, ἠγάπα καὶ τὸ νὰ μὲ εἶχε
καὶ ἰδίως εἰς τὴν δουλοσύνην του.
[15.6] Καὶ συνηθείας καὶ τάξεως οὔσης εἰς τὰ τῶν βασιλέων ὁσπήτια,
ὅτι τοῦ πατρὸς οἱ κελλιῶται νὰ χωρῶσι καὶ εἰς τὰ κελλία τῶν υἱῶν αὐ-
τοῦ, οὐχὶ δὲ τῶν υἱῶν εἰς τὸ τοῦ πατρός, -τοῦτο δὲ ἕως ἂν ἐν τοῖς
ζῶσιν ὁ πατὴρ εὑρίσκεται, οὐχὶ δὲ καὶ μετὰ θάνατον, -ὡς ἀπέθανεν ὁ
μακαρίτης καὶ ἀοίδιμος πατὴρ αὐτοῦ, μετὰ τὸ ἐκείνου πρῶτον μνημόσυ-
νον ἐπιστρέψαντες πάντες ἡμεῖς οἱ ἐκείνου κελλιῶται εἰς τὸ παλάτιν,
-ἔθος γὰρ ἔνι καὶ τοῦτο, ὅτι οἱ κελλιῶται αὐτοῦ δὴ τοῦ βασιλέως νὰ
καταμένωσι περὶ τὸν τάφον αὐτοῦ μέχρι καὶ τοῦ πρώτου μνημοσύνου, -
ἀπῆλθον καὶ εἰς τὸ ὁσπήτιον, ὅπερ κατέμεινεν ὁ ῥηθεὶς δεσπότης κὺρ
Κωνσταντῖνος καὶ ἐκάθισα ἔξω ὡς οἱ πολλοί.
[15.7] Μαθὼν δὲ τοῦτο ἔστειλε τὸν θῖόν μου καὶ ὥρισέ μοι, ὅτι „σὺ
μὲν ἐτήρησας τὴν τάξιν καὶ οὐδὲν ἦλθες εἰς τὸ κελλίον μου ἐξ ὀρθοῦ,
ὡς ἐποίεις ζῶντος τοῦ αὐθεντός μου τοῦ βασιλέως τοῦ πατρός μου· ἀμὴ
πάλιν ἡμεῖς διὰ τὸ χρέος τῆς εἰς ἐκεῖνον ἀγάπης σου καὶ δουλοσύνης
καὶ τῆς εἰς ἡμᾶς εὐεργετοῦμέν σοι καὶ οὕτως, ὡσὰν ᾗ εἰς τὴν δουλο-
σύνην τοῦ βασιλέως τοῦ ἀδελφοῦ μου, νὰ ἔρχεται ἐξ ὀρθοῦ εἰς τὸ κελ-
λίν μου, ὡς καὶ πρότερον”.
[15.8] Ἀπὸ τούτων οὖν τῶν αἰτιῶν, ὡς ὡρίσθη παρὰ τοῦ βασιλέως καὶ
ἀδελφοῦ αὐτοῦ, ὅτι νὰ συνακολουθήσω αὐτῷ ἀπερχομένῳ εἰς τὸν Μο-
ρέαν, δι' ἣν αἰτίαν προεδηλώσαμεν, ὥρισέ μοι ἰδίως, ὅτι „τόδε μέλλει
γενέσθαι· καὶ ἀγαπῶ νὰ ἠμπορῇ νά σε εἶχον μετ' ἐμοῦ”. Καὶ ἀνέφερον
αὐτῷ „καὶ ἐγὼ τοῦτο πολλῷ πλέον, σωζομένου μόνον, ὅτι νὰ ἔνι μετὰ
ἀποδοχῆς καὶ ὁρισμοῦ τοῦ αὐθεντὸς τοῦ βασιλέως τοῦ ἀδελφοῦ σου”.
Ἐζήτησεν οὖν τοῦτο τὸν ἀδελφὸν αὐτοῦ δι' ἑαυτοῦ μετὰ λόγων παρα-
κλητικῶν καὶ αἰτίων ἀναγκαίων, ὁποῦ τὸν ἠνάγκαζον, ἵνα ἔχῃ τὸ ἐμὸν
χρείαν. Ἐκεῖνος δὲ ἀπελογίσατο, ὡς ζητοῦντα ἀδύνατόν τι, οὐ δι' ἄλλο
τι, ἀλλ' ἢ διὰ τὸν ὁρισμὸν τοῦ πατρὸς αὐτῶν καὶ τὴν πρὸς ἐκεῖνον ἐμὴν
διὰ στόματος παράδοσιν. Ὁ δὲ πάλιν ἐζήτησε τοῦτο διὰ τῆς ἁγίας δεσ-
ποίνης καὶ μητρὸς αὐτῶν καὶ ἔτι μετὰ τῶν μεσαζόντων αὐτοῦ. Καὶ μό-
λις ποτὲ ὥρισε τοῦτο, ὅτι „ἂς ἔλθῃ μεθ' ἡμῶν ὁ Σφραντζῆς· καὶ εἰ μὲν
ἀπομείνῃ ὁ ἀδελφός μου ἐκεῖ, νὰ τὸν ἀφήσω νὰ ἔχῃ αὐτόν, ἐπεὶ καὶ
ἡ κυρά μου ἡ δέσποινα ὥρισέ μοι περὶ τούτου καὶ συγχωρεῖ το. Εἰ δὲ
ἐπαναστρέψει ἐδὼ ὁ ἀδελφός μου μετ' ἐμοῦ, οὐδὲν τυχένει, εἰ μὴ νὰ ἔνι
εἰς ἐμέ, καθὼς ὥρισεν ὁ αὐθέντης μου ὁ βασιλεὺς ὁ πατήρ μου, νὰ ἔχω-
μεν δίκαιον νὰ ποιήσωμεν εἰς αὐτόν.”
[16.1] Ἐρχόμενοι δὲ εἰς τὸν Μορέαν, τοῦ μὲν ὑπῆρχον τελείως
ὑποχείριος, ὡς προεῖπον, πρὸς δὲ τὸν ἀγάπῃ καὶ ἐλπίδι προσαπέβλεπον.
Ἀποσωθέντες οὖν εἰς τὸν Μορέαν καὶ κατὰ τοῦ τόπου παντός, οὗ ἐντὸς
τοῦ Μορέως ἐκράτει δεσπότης ὁ Κάρουλος, ἀπελθόντες πάντες οἱ αὐθέν-
ται καὶ ἀδελφοί, τέλος, ἐπεὶ οὔτε οὗτοι ἦσαν τεθαῤῥηκότες, ὅτι θέλουν
δολώσειν εἰς ἑαυτοὺς ὅλον τὸν τόπον, ὃν εἶχεν ὁ Κάρουλος, οὔτε πά-
λιν ἐκεῖνος, ὅτι νὰ δυνηθῇ νὰ φυλάξῃ τὸν ἐπίλοιπον τόπον, ὁποῦ ἀπέ-
μεινεν αὐτόν, -ἀπήρασι γὰρ οἱ αὐθένται ἡμῶν τινὰ τῶν αὐτοῦ, -ἐφά-
νη καλόν, ἵνα ὁ δεσπότης κὺρ Κωνσταντῖνος ἐπάρῃ τὴν ἀνεψιὰν αὐτοῦ
δὴ τοῦ Καρούλου δεσπότου εἰς νόμιμον γυναῖκα καὶ τὰ κάστρη, ὅσα δὴ
καὶ εἶχεν εἰς τὸν Μορέαν, λάβῃ εἰς προῖκαν αὐτῆς. Οὗ δὴ γενομένου
τελείου τῇ α-ῃ Μαΐου τοῦ αὐτοῦ ἔτους, σταλεὶς ἐγὼ παρέλαβον τὴν Γλα-
ρέντζαν, καὶ ἄλλοι τὰ ἄλλα.
[16.2] Καὶ ἐπαναστρέψαντες εἰς τὸν Μυζηθρᾶν ἐνεργεῖτο τὸ τῆς καλο-
γερικῆς τοῦ δεσπότου κυροῦ Θεοδώρου.
[16.3] Διὰ δὲ τὸ νὰ ἐπάρουν, ἂν ἠμπορέσουν, τὴν Πάτραν, ἀναγκαῖον
καὶ χρήσιμον τόπον, καὶ διὰ τὸ νὰ μηδὲν εὑρίσκωνται εἰς τὸν Μυζη-
θρᾶν οἱ ἀδελφοὶ τοῦ ἀδελφοῦ αὐτῶν βουλομένου γενέσθαι καλόγερον,
ἐξελθόντες τῇ α-ῃ Ἰουλίου τοῦ αὐτοῦ ἔτους, ἦλθον κατὰ τῆς Πάτρας οἱ
τρεῖς τῶν ἀδελφῶν. Καὶ περὶ τοὺς μύλους αὐτῆς σκηνώσαντες, ἐκεῖσε
καὶ τὴν ἀνεψιὰν τοῦ δεσπότου Καρούλου ἔφερον, κυρὰν Θεοδώραν· καὶ
ἐκεῖσε αὐτὴν καὶ ὁ δεσπότης κὺρ Κωνσταντῖνος τὴν εὐλογήθη.
[16.4] Εἰς δὲ τὴν Πάτραν οὐδὲν ἐκατορθώθη τι πρὸς ἅλωσιν, ἀλλ' ἦν
μᾶλλον καὶ αἴτιον, ὅτι καὶ ὅπερ ὁ ἀδελφὸς αὐτῶν κὺρ Θεόδωρος ὁ δε-
σπότης εἰς τὸν Μυζηθρᾶν ἔστησεν, ἵνα ποιήσῃ, ἀθετήσῃ, ὅπερ ἦν αἴτιον
πολλῶν κακῶν.
[16.5] Ὡς οὖν εἰς τὰ τῆς Πάτρας τι συμπέρασμα χρηστὸν οὐδὲν ἐκατορ-
θοῦτο, ἀλλ' ἢ μόνον τρία καστελλόπουλα ὁποῦ ἀπῆραν, ποιήσαντες εἰ-
ρήνην μετὰ τῶν ἐν τῷ κάστρῳ καὶ ὅτι νὰ δίδουν καὶ κατ' ἔτος πρὸς τὸν
δεσπότην κὺρ Κωνσταντῖνον φλωρία φʹ, ἐγερθέντες ἀπῆλθον, ὁ μὲν βα-
σιλεὺς δι' ἄλλης ὁδοῦ εἰς τὸν Μυζηθρᾶν, ὁ δὲ δεσπότης κὺρ Κωνσταν-
τῖνος δι' ἄλλης εἰς τὸ Χλουμοῦτζιν μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ βασι-
λίσσης.
[16.6] Μετὰ δέ τινα καιρὸν ὀλίγον, ἐπεὶ ὁ βασιλεὺς ἤθελεν ἵνα ἀπέλθῃ
ὄπισθεν εἰς τὸ ὁσπήτιον αὑτοῦ, μηνυθεὶς καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπῆλθεν
εἰς τὸν Μυζηθρᾶν ἀπὸ τὸ Χλουμοῦτζιν. Κἀκεῖσε διαβιβάσαντες ἀμφό-
τεροι οἱ δὴ ἀδελφοὶ ἡμέρας ὀλίγας, τῷ Ὀκτωβρίῳ μηνὶ τοῦ λζ-ου ἔτους
ἐκαβαλλίκευσαν ὁμοῦ καὶ ἀπῆλθον μέχρι καὶ τῆς Κορίνθου. Καὶ ὁ μὲν
βασιλεὺς ἐμβὰς εἰς τὰ κάτεργα ἀπέπλευσεν εἰς τὴν Κωνσταντινούπολιν,
ὁ δὲ δεσπότης κὺρ Θεόδωρος ἀπῆλθεν ὄπισθεν τὴν αὐτὴν ὁδὸν τὴν φέ-
ρουσαν εἰς τὸν Μυζηθρᾶν· καὶ ὁ κὺρ Θωμᾶς ὁ αὐθεντόπουλος, μετ' αὐ-
τοῦ μέχρι τινός, ἀπῆλθεν εἰς τὰ Καλάβρυτα.
[16.7] Ἡμεῖς δὲ μετὰ τοῦ αὐθεντὸς ἡμῶν κυροῦ Κωνσταντίνου τοῦ δεσ-
πότου διὰ τῆς ἄλλης ὁδοῦ ἤλθομεν εἰς τὴν Βοστίτζαν. Καὶ γὰρ εἰ καὶ
καλόγερος οὐ ἐγένετο ὁ δεσπότης κὺρ Θεόδωρος, ἵνα ἀπομείνῃ ἅπας ὁ
τόπος αὐτοῦ εἰς τὸν κὺρ Κωνσταντῖνον τὸν ἀδελφὸν αὐτοῦ, ἀλλ' οὖν
καὶ οὕτως δέδωκε πρὸς αὐτὸν τὴν Βοστίτζαν, καὶ εἰς τὸ ἄλλο μέρος,
ὅσα δὴ ἦρχεν ὁ Φραγγόπουλος πρωτοστράτωρ, Ἀνδροῦσαν λέγω καὶ
Καλαμάταν καὶ Πήδημα καὶ Μάνην καὶ Νησὶν καὶ Σπιτάλιν καὶ Γρεμ-
πένιν καὶ Ἀετὸν καὶ Λωῒ καὶ Νεόκαστρον καὶ Ἀρχάγγελον καὶ ἕτερα πολλά·
ἃ καὶ σταλεὶς ἐγὼ παρέλαβον ταῦτα παρὰ τοῦ ῥηθέντος πρωτοστράτορος.
[16.8] Καὶ τῷ αὐτῷ ἔτει ἐν μηνὶ Μαρτίῳ δ-ῃ, τέθνηκεν ὁ δεσπότης
κὺρ Ἀνδρόνικος, ὁ διὰ τοῦ θείου σχήματος μετονομασθεὶς Ἀκάκιος·
καὶ ἐτάφη ἐν τῇ τοῦ Παντοκράτορος μονῇ, ἐν ᾗ καὶ κατέμενε.
[17.1] Βουλῆς δὲ ἀποκρύφου, μόνον εἰς ἐμὲ οὔσης παρὰ τοῦ
αὐθεντός μου καὶ δεσπότου, ὅτι νὰ ἀπέλθωμεν κατὰ τῆς Πάτρας· καὶ εἰ
μὲν ἐπάρωμεν αὐτήν, ἰδοὺ νὰ εὑρισκώμεθα εἰς τὸν Μορέαν καὶ ὁ τόπος
αὐτοῦ ὁ τῆς Μαύρης δηλονότι θαλάσσης δοθῇ πρὸς τὸν ἀδελφὸν αὐτοῦ
τὸν βασιλέα. Εἰ δὲ οὐδὲν ἐπάρωμεν τὴν Πάτραν, νὰ ὑπάγωμεν ὄπισθεν
εἰς τὴν Πόλιν καὶ νὰ ἔχῃ ἐνταῦθα εἰς τὸν Μορέαν τὰ τῆς προικὸς αὐτοῦ
κάστρη καὶ ἐκεῖσε τὸν τόπον τοῦ τὴν Μαύρην δηλονότι θάλασσαν· τὰ
δὲ δοθέντα παρὰ τοῦ δεσπότου κάστρα πάλιν νὰ δοθῶσιν, ἔνθα ὁ βασι-
λεὺς διακρίνει. Παρηκολούθησε καὶ τοῦτο, ὅπερ ἦτον ἀπὸ μέρος βεβαίω-
σις τῆς ἀποκρύφου μελέτης.
[17.2] Ἀπὸ τῆς Βοστίτζας διερχόμενοι διὰ τῆς ὁδοῦ τῆς Πάτρας, ἵνα
εἰς τὴν Γλαρέντζαν καὶ τὸ Χλουμοῦτζιν ἀπέλθωμεν, ἔνθα καὶ ἡ βασίλισ-
σα, ἐστάλη Ἀνδρόνικος Λάσκαρις ὁ Παδιάτης εἰς τοὺς ἐν τῇ Πάτρᾳ
ἄρχοντας διά τινας δουλείας· κἀκεῖσε προσμείναντος, συνέτυχον αὐτῷ
ἰδίως καὶ ἱερεὺς καὶ λαϊκοὶ περὶ τοῦ, ἂν θέλῃ ὁ αὐθέντης αὐτοῦ, ἔχουσι
τρόπον, ὅτι νὰ ποιήσουν νὰ ἐπάρῃ τὴν Πάτραν. Ἐλθόντος δὲ τοῦ Λάσ-
καρι καὶ εἰπόντος μετὰ τῶν ἄλλων καὶ τὰ τῶν Πατρηνῶν ἀπόκρυφα ἀπε-
πέμφθη ὡς ἀδύνατα καὶ περισσὰ καὶ ἀκούσαντος καὶ λέγοντος.
[17.3] Σταλεὶς οὖν εἰς κεφαλὴν εἰς τὴν Ἀνδροῦσαν ὁ αὐτὸς Λάσκαρις,
ἔτι δὲ καὶ οἱ ἄλλοι ἄρχοντες εἰς τὰ ἐκεῖσε κάστρη κεφαλάδες, ἀλλὰ δὴ
καὶ ὁ πρῶτος τῶν ἀρχόντων τοῦ ὁσπητίου αὐτοῦ ὁ Λάσκαρις Ἀλέξιος
εἶχε λαβεῖν εἰς κεφαλάτικον τὴν Βοστίτζαν καὶ ἐναπέμεινεν ἐκεῖσε.
[17.4] Διερχόμενοι, ὡς δεδήλωκα, τοῦ δεσπότου καὶ αὐθεντός μου μετ'
ἐμοῦ καὶ μόνου ἐνεργοῦντος τὸ περὶ τῆς Πάτρας, εὑρισκομένων εἰς τὴν
Γλαρέντζαν, ἐγράψαμεν πολλάκις πρὸς οὓς συνέτυχον περὶ τούτου τὸν
Παδιάτην καὶ ἀντέγραψάν μας καὶ πολλάκις, πλὴν ἔκρινον τὸ παρ' ἡμῶν
ἀδύνατον, ὡς καὶ ὁ καιρὸς ἔδειξεν.
[17.5] Τέλος ἐστήσαμεν, ἵνα ἀπέλθωμεν καὶ νυκτὸς οὔσης εὑρεθῶμεν
εἰς τόπον πλησίον τοῦ τέλους ἀμπελίων αὐτῶν δὴ τῶν πατρηνῶν εἰς Τρεῖς
Ἐκκλησίας ὀνομαζόμενον, ἐπεὶ καὶ ἦσαν παλαιόθεν <ἐκεῖσε>· ἐκεῖσε δὲ
εὑρεθῶσι καὶ οἱ ἄνθρωποι καὶ δηλώσωσιν εἰς πλάτος τὰ διὰ γραφῆς·
καὶ εἰ μὲν δυνατά εἰσι, νὰ ἐνεργηθῶσιν, εἰ δ' οὖν, νὰ ἀπέλθωμεν φανε-
ρῶς καὶ νὰ ἀποκλείσωμεν τὸ κάστρον καὶ ὡς φέρῃ τὸ φέρον.
[17.6] Καὶ ἰδοὺ ἐγράψαμεν ὁρισμοὺς εἰς πάντας τοὺς ἐν τῇ περιοχῇ τῆς
Ἀνδρούσης, ὅτι τῇ ιε-ῃ τοῦ Μαρτίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἵνα ἔλθωσι
μετ' ἀρμάτων καὶ τῶν πλειόνων ἀνθρώπων τῆς ἀρχῆς ἑνὸς ἑκάστου αὐ-
τῶν, ἵνα μετὰ πρέποντος διέλθῃ τὸν τόπον τοῦ πριγκίπου καὶ ἀπέλθῃ εἰς
τὰ περὶ Ἀνδροῦσαν ὁ νέος αὐθέντης τοῦ τόπου ἐκείνου· ὁμοίως ἐμηνύ-
θη καὶ Λάσκαρις ἀπὸ τὴν Βοστίτζαν.
[17.7] Ἐλθόντες δέ, ὡς ἐκαβαλλικεύσαμεν καὶ οὐδὲν ἐπιάσαμεν τὴν πε-
ρὶ τὸν Ἀλφειὸν ὁδόν, ἀλλὰ τὴν ἀριστεράν, ἐθαύμαζον καὶ πρὸς ἀλλή-
λους ἔλεγον ἐρωτῶντες· „Ποῦ ἀπερχόμεθα;” Ἐλθόντες δὲ περὶ τὸν συμ-
φωνηθέντα τόπον περὶ ὥραν ἀλεκτροφωνίας καὶ εὑρόντες καὶ τοὺς ἀν-
θρώπους καὶ ἰδόντες αὐτοὺς καὶ ἀπράκτους καὶ ἄπρακτα λέγοντες, ἀπε-
πέμψαμεν. Ἐξημερωθέντες δ' ἐκεῖσε, βουλευόμενοι τί ἄρα νὰ πραχθῇ·
τὸ φωσσάτον νὰ πηλαλήσῃ νὰ αἰχμαλωτίσῃ τοὺς εὑρισκομένους ἔξωθεν
ἀνθρώπους καὶ πᾶσαν τῶν Ἑβραίων οἴκησιν, ὡς ἐφάνη ἄπρακτον διὰ πολ-
λὰ αἴτια, ἰδοὺ καὶ ἀπὸ τὸ κάστρον ἰδόντες ἡμᾶς καὶ ἀπορήσαντες, τί
ἄρα καὶ ἔνι, -οὐδὲ γὰρ προενόησαν τὸ τυχόν, -ἀπέστειλαν ἕνα τῶν
ἀρχόντων καὶ ἕνα κανόνικα Μάρκον ὀνομαζόμενον μετὰ καὶ δραγομά-
νου καὶ ἀνθρώπων, ἵνα μάθωσι, τίς ἔνι καὶ διὰ τί; Ὡς δὲ εἶδον, τίς ἔνι,
καὶ ἤκουσαν, ὅτι „ἤλθομεν ἢ νὰ μᾶς δώσητε τὸ κάστρον ἢ νὰ τὸ ἐπά-
ρωμεν, μεθ' οἵου τρόπου ἐμπορέσωμεν,” ἐπιστρέψαντες καὶ μετὰ σπου-
δῆς καὶ κρούσαντες λάρμα συνήχθησαν βίᾳ πάντες οἱ ἐκτὸς ἐντός. Ἡμεῖς
δ' ἐπὶ τὴν αὔριον, ἡ τῶν Βαΐων καὶ ἑορτὴ τυχοῦσα, τεμόντες πάντες βαΐα
μυρσίνης, τοῦ τόπου πλῆθος ἔχοντος, καὶ φέροντες ἀνὰ χεῖρας, ἐλθόντες
ἐπέσαμεν περὶ τὰς πόρτας τοῦ κάστρου.
[17.8] Ὡς δ' ἐκείμεθα τῇ κϚ-ῃ τοῦ αὐτοῦ μηνὸς Μαρτίου μετὰ τὴν τοῦ
μεγάλου Σαββάτου ἀκολουθίαν, ὡς ἐφάγομεν, ἐκαθήμεθα εἰς τὴν τοῦ αὐ-
θεντὸς ἡμῶν τένταν, ὁμιλοῦντες περισσά. Ἄφνω δὲ ἐξεπόρτησαν ἀπὸ
τῆς Πόρτας τῆς Ἑβραϊκῆς ἢ τοῦ Ζευγαλατίου, -καὶ οὕτως γὰρ ὠνομά-
ζετο, -καβαλλάριοι ὀλίγοι καί, διωχθέντες ὡς ἐφάνησαν, ἀπῆλθον καὶ
ἐσέβησαν εἰς τὴν τοῦ Ἀγιαλοῦ Πόρταν, ἐκεῖσε κατασκευαστικῶς πάντες
οἱ τοῦ κάστρου ὑπάρχοντες μετὰ τζαγρῶν καὶ τοξαρίων καὶ σκολόπων.
Τοῦ δὲ δεσπότου κἀμοῦ εὑρεθέντων ἔμπροσθεν εἰς τὸν διωγμὸν τῶν κα-
βαλλαρίων, διὰ τὸ εὑρεθῆναι κατὰ τύχην τὰ ἄλογα ἡμῶν ἕτοιμα πλη-
σίον τοῦ γεφυρίου τῆς ὁδοῦ τῆς ἀπερχομένης εἰς τὸν ἅγιον Ἀνδρέαν,
τὶς τῶν Πατρηνῶν ἐτόξευσεν οὕτως τὸ τοῦ δεσπότου ἄλογον, ὅτι εὐθὺς
ἔπεσε· καὶ δραμόντες, ἵνα ἢ σκοτώσωσιν ἢ πιάσωσιν αὐτόν, εὑρέθην ἐγὼ
ὑπέρμαχος καὶ ἐκεῖνος μὲν θεοῦ βοηθείᾳ ἀποπλακεὶς ἀπὸ τὸ ἄλογον ἔ-
φυγε πεζός.
[17.9] Ἐγὼ δὲ καὶ δέδωκα καὶ ἕνα καὶ ἐπίασα, υἱὸν Σταματέλλου, ἀλλὰ
καὶ δεδώκασί με, καὶ ἐμὲ καὶ τὸ ἄλογόν μου τοσαῦτα, ὅτι ἀδυνατῆσαν
ἔπεσε καὶ ἐπλάκωσέ με, ἄλογον ἄριστον, ὅπερ ὁ ἀμηρᾶς δέδωκε τῷ Ἀ-
σάνῃ Ἰσαακίῳ, ὅταν ἐσυνήντησαν ἐκείνῳ· ὁ δ' Ἀσάνης τῷ γαμβρῷ αὐ-
τοῦ τῷ Φιλανθρωπηνῷ Γεωργίῳ κἀκεῖνος τῷ ἀνεψιῷ αὐτοῦ τῷ Κομνηνῷ
τῷ τοῦ πρωτοστράτορος τοῦ Καντακουζηνοῦ γαμβρῷ· καὶ φεύγοντος μετ'
αὐτοῦ, ἵνα εἰς τὸν Γαλατᾶν ἀπέλθῃ, φθάσας ὁ ἀδελφός μου ἐπίασεν αὐ-
τὸν καὶ εὐεργετήθη ὁ ἀδελφός μου τὸ ἄλογον αὐτοῦ παρὰ τοῦ βασιλέως·
ἐγὼ δὲ πάλιν ἀπῆρα τοῦτο παρ' ἐκείνου, ἐρχόμενος εἰς τὸν Μορέαν.
[17.10] Πιάσαντές με οὖν, μετὰ πολλῶν λαβωμάτων ἀπαγαγόντες με,
ἔβαλόν με εἰς τὸν κουλᾶν εἰς ὁσπήτιον σκοτεινόν, ἔχον μύρμηκας καὶ
σιταρόψιρας καὶ ποντικοὺς διὰ τὸ εἶναι ἐν αὐτῷ πρὸ τοῦ σιτηρέσιον·
ἔβαλόν με καὶ σίδηρα μονοκάνονα καὶ εἰς τὸν ἀριστερὸν πόδα ἅλυσον
στερεὰν εἰς τζόπον μέγαν καρφωμένην. Καὶ ἐκοιτώμην ἐν τῇ τοιαύτῃ
φυλακῇ πικρῶς διαβιβάζων ἀπό τε τῶν λαβωμάτων καὶ τῶν σιδήρων καὶ
τοῦ ξηροῦ κοιτασμοῦ καὶ τῶν ἄλλων, ὁποῦ εἶχεν, ὡς ἐδηλώσαμεν, τὸ
ὁσπήτιον κακῶν.
[18.1] Ἐνταῦθα δ' ἐστι προσῆκον διηγήσασθαι καὶ περὶ τῆς
ὁσιωτάτης Θωμαΐδος. Αὕτη γένους χρησίμου ὑπάρχουσα ἐν τῇ Ἀνατο-
λῇ, ἀπορφανισθεῖσα, φέροντες εἰς τὴν Κωνσταντινούπολιν οἱ συγγενεῖς
αὐτῆς, δεδώκασι τῇ ἀδελφῇ τῶν τριῶν ἀρχιερέων καὶ ἀδελφῶν, τῶν Καβα-
σιλαίων, καὶ μητρὶ τοῦ σοφωτάτου Καβασίλα Νικολάου.
[18.2] Ἡ δὲ ταύτην ἔχουσα καὶ παιδεύουσα μετὰ καιρόν τινα ἀπῆλθεν
εἰς τὴν Θεσσαλονίκην, Νείλου του Καβάσιλα καὶ ἀδελφοῦ αὐτῆς ἀρχιε-
ρέως ἐκεῖσε ὄντος, καὶ εἰς τὴν μονὴν τῆς ἁγίας Θεοδώρας ᾤκησαν μετὰ
Παλαιολογίνας, γυναικὸς ἐναρέτου καὶ λογίας, περὶ ἧς πολλοὺς καὶ πολ-
λάκις ἤκουσα παρὰ τοῦ ἀοιδίμου βασιλέως κυροῦ Μανουὴλ ἐπαίνους·
καὶ πολλοὺς κανόνας εἴς τε τὸν ἅγιον Δημήτριον καὶ τὴν ἁγίαν Θεοδώ-
ραν καὶ ἄλλους ἁγίους ἀνέγνωσα ἐκείνης ποιήματα, ἔχουσαι σὺν αὐταῖς
καὶ τὴν ὁσίαν Θωμαΐδα καὶ παιδεύουσαι εἴς τε ἀρετὴν καὶ λόγον.
[18.3] Ὡς δὲ ἦλθεν τὸ τέλος αὐτῶν, κατέλιπον αὐτὴν πάντα τὰ αὑτῶν,
ἀλλὰ δὴ καὶ τοῦ Κυπριανοῦ γυνήν, ἥτις ἀγανακτήσασα τὸ σκληρὸν τοῦ
[18.3.3] ἀνδρὸς αὑτῆς ἀπελθοῦσα εἰς τὰς ῥηθείσας μοναχὰς καλογραία γέγονεν·
ἐπεὶ δὲ περὶ τὸ τέλος αὐτῶν ἐγένετο, πάλιν εἰς τὴν κληρονόμον ἐκείνων
καὶ τοῦ βίου ὅπως δήποτε καὶ τῆς ἀρέτης ὑπετάγη· καὶ καλῶς διήνυσε
τὸν τῆς ὑποταγῆς δρόμον μέχρι θανάτου, Κυπριανοῦ δὲ γυνὴν λέγω, τοῦ
ἐλθόντος εἰς τὴν Κωνσταντινούπολιν καὶ τὴν μονὴν κτίσαντος τὴν εἰς
ὄνομα τῶν ἁγίων Θεοδώρων, ἐπονομαζομένην δὲ τοῦ Κυπριανοῦ.
[18.4] Τῶν δὲ ἀσεβῶν τὴν Θεσσαλονίκην παραλαβόντων, ἐξελθοῦσα ἡ
ὁσία Θωμαῒς μετὰ καὶ τῆς ὑπτακτικῆς αὐτῆς τῆς Κυπριανῆς ἦλθεν εἰς
τὴν Λῆμνον, ἵνα ἀπ' ἐκεῖσε πάλιν εἰς τὴν Κωνσταντινούπολιν. Ἐν ᾗ Λήμ-
νῳ ὁ πάππος μου εὑρισκόμενος μετὰ τῆς γυναικὸς αὑτοῦ καὶ τῶν παί-
δων, ἰδοῦσα αὐτὴν καὶ τὴν αὐτῆς ἀρετὴν καὶ τὸν λόγον ἡ πρώτη τῶν
τριῶν θυγατέρων αὐτοῦ, -τῆς κυρίως πρώτης θυγατρὸς αὐτοῦ εἰς τὴν
Θεσσαλονίκην ἀπομεινάσης μετὰ καὶ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν παίδων
-καταλείψασα γονεῖς καὶ ἀδελφὰς καὶ ἀδελφοὺς καὶ τὸν ὃν ἐμνηστεύ-
σατο εἰς ἄνδρα, ἀπελθοῦσα γέγονε καλογραία καὶ ἐν ὑποταγῇ αὐτῆς δὴ
τῆς ὁσίας. Ἐκεῖθεν δὲ ἐξελθοῦσαι καὶ ἐλθοῦσαι αἱ τρεῖς καὶ μόνον ἐν
τῇ Κωνσταντίνου κατήντησαν ἀρχὴν ἐν τῇ μονῇ τῇ ἐπονομαζομένῃ τῆς
Κλέραινας.
[18.5] Διαδοθεῖσα δὲ ἡ ἀρετὴ αὐτῆς δὴ τῆς ὁσίας καὶ ἡ εἰς τὴν θείαν
γραφὴν ἐμπειρία εἴς τε τὸν βασιλέα καὶ τὸν πατριάρχην καὶ πάντας τοὺς
τῆς πόλεως, ὁ μὲν βασιλεὺς ἐγύρευσεν, ἵνα καὶ λάβῃ μοναστήριον, οἷον
ἔνι μεγαλώτερον καὶ πολυεισοδώτερον, ὁ δὲ πατριάρχης τὸ δοῦναι αὐτὴν
ἔνταλμα πνευματικῆς ἐξουσίας εἰς τὰς βουλομένας τῆς πόλεως γυναῖκας,
οἱ δὲ τῆς πόλεως ὅτι καὶ νὰ προσέρχωνται καὶ νὰ βλέπουν καὶ νὰ θε-
ραπεύουν εἰς τὰς πρὸς χρείαν αὐτῶν· οὐδὲ γὰρ ἦν ἐν ἐκείναις οὔτε χρυ-
σίον, οὔτε ἀργύριον, οὐκ ἄλλοτι, εἰ μὴ τὸ ἐργόχειρον καὶ ἡ τοῦ θεοῦ
διὰ τῶν ἀρχόντων προμήθεια.
[18.6] Λαβοῦσα δὲ μικρόν τι κάθισμα, συνέδραμον εἰς ὑποταγὴν τοσαῦ-
ται, ὅσαι οὐκ ἂν ἐχώρησαν εἴς τε τὴν τοῦ Λιβὸς μονὴν καὶ τῆς Κυρα-
μάρθας, ἡ δὲ οὐ πλείους ἢ δύο καὶ δέκα προσελάβετο. Καὶ ἦσαν τοιαῦ-
ται εἴς τε ἀκτημοσύνην καὶ ὑπακοὴν καὶ σωφροσύνην καὶ πᾶν εἴ τι εἰς
θεὸν εὐαπόδεκτον, ὅτι κατέλιπον οἱ τῆς πόλεως λέγειν „ἡ ἁγία”, ἀλλ'
„αἱ ἅγιαι”. καὶ αὐτὸ δὴ τὸ ὄνομα εἶχον εἰς αὐτὰς ἁγίας. Καὶ τὸ μὲν τῶν
καλογραιῶν τὸ κοινὸν τῆς τροφῆς καὶ φορεμάτων καὶ τὸ μὴ ἔχειν τι ἴδιον
καὶ τὸ μὴ ποιῆσαι τὸ μικρότερον, ἢ πρὸς κοινὸν ἢ πρὸς ἰδίαν χρείαν,
εἰ μὴ μετὰ συγχωρήσεως, καὶ τὸ ἀνυπόδητον καὶ ὀλιγότροφον καὶ τὸ
χαμαὶ κεῖσθαι καὶ ἐν εὐτελεῖ καί τ' ἄλλα, ὅσα τῆς ἀρετῆς εἰσιν ἐκμαρ-
τύρια, τῶν περισσῶν ἐστι διηγῆσθαι. Ὁμοίως δὴ πάλιν καὶ τῆς αὐτῶν
ὁσίας καὶ πνευματικῆς μητρός, τῆς εἰς ἐκείνην συνδρομῆς καὶ θεωρίας
βασιλέως καὶ δεσποινῶν καὶ ἀρχόντων καὶ ἀρχοντισσῶν, αἱ μὲν δι' ἐξο-
μολόγησιν, αἱ δὲ δι' εὐχὴν καὶ θεωρίαν, τίς ἂν ἀκριβῶς καὶ ταῦτα καὶ τὴν
ἐκείνης ἀρετὴν δυνηθείη ἀκριβῶς διηγήσασθεν;
[18.7] Ἓν δὲ καὶ μόνον διηγησάμενοι δείξομεν πάντα ἀληθῆ. Τῷ ῥη-
θέντι μεγάλῳ Σαββάτῳ, ᾧπερ μοι συμβέβηκεν, ἅπερ διηγησάμην, καθη-
μένης μετὰ τελετὴν τῆς λειτουργίας ἐν τῇ ἐκκλησίᾳ καὶ σὺν αὐτῇ πᾶσαι
αἱ καλογραῖαι αὐτῆς καὶ προσμένουσαι, ἵνα μικρόν τι καὶ ἀπογεύσωνται
διὰ τὴν τοῦ ἀντιδώρου μετάληψιν, εἶτα εἰς τὰς Πράξεις τῶν Ἀποστόλων
τεθῆναι ἀνάγνωσιν, λέγει ἡ ὁσία· „Καλογραῖαι, ἐγείρεσθε· -”Αἱ δέ· „Τί
ἐστί σοι χρεία, κυρία ἡμῶν ἁγία”; Ἡ δέ· „Τῷ κυρίῳ Γεωργίῳ προσῆλθε
πειρασμός· καὶ ἵνα δεηθῶμεν τῆς θεοτόκου ὑπὲρ ἐκείνου”. Τὸ δὲ ἀκού-
σασαι πᾶσαι, ἐξαιρέτως δὲ αἱ τῆς μητρός μου ἀδελφαί, -καὶ γὰρ ἑτέρα
ἀδελφὴ καὶ ὑστέρα γέγονε κἀκείνη καλογραία καὶ ὑποτακτικὴ αὐτῆς
καλή, -προσέδραμον μετὰ δακρύων· „Τί ἐστι τοῦτο, κυρία ἡμῶν ἁγία”;
Ἡ δὲ πρὸς αὐτάς· „Μὴ θροεῖσθε· ὁ θεὸς ὁ συγχωρήσας τὸν πειρασμὸν
θέλει χορηγήσει καὶ τὴν βοήθειαν καὶ διάλυσιν αὐτοῦ δὴ τοῦ πειρασμοῦ”.
Καὶ σταθεῖσαι ἔψαλλον τὴν εἰς τὴν θεοτόκον παράκλησιν μετὰ δακρύων.
Τούτου τί κρεῖττον ἐκμαρτύριον τῆς εἰς θεὸν ἐκείνης ἀρετῆς καὶ οἰκειώ-
σεως;
[18.8] Ζήσασα οὖν οὕτω καλῶς καὶ πολλὰ ἐκμαρτύρια τῆς ἀρετῆς αὐτῆς
ἐνδείξας ὁ θεός, τέλος καὶ ὁ θάνατος αὐτῆς τίμιος ἐναντίον Κυρίου καὶ
τῶν ἀνθρώπων προέβη. Ἡμέρας γάρ τινας ἀσθενήσασα μικρὸν καὶ πά-
σας κοινῶς νουθετήσασα καὶ καταλείψασα εἰς τὴν ὑποταγὴν τῆς μητρός
μου ἀδελφῆς, ἡ καὶ πρώτη εἰς ἀρετὴν καὶ ὑποταγὴν αὐτῆς ἦν, καὶ πάντα
τὰ τοῦ κελλίου αὐτῶν ἐκείνης διοικούσης, εἶτα ὡς ἔνθους γενομένη ἐκά-
θητο, τοὺς μὲν ὀφθαλμοὺς ἔχουσα κεκλεισμένους, τὸ δὲ στόμα ἀεὶ κινοῦ-
σα πρὸς ὕμνους καὶ εὐχαριστίας πρὸς θεόν, μήτε τι προσλαμβάνουσα τρο-
φίμου ἢ ποτίμου, μήτε ὁμιλοῦσα τὸ τυχόν, ἄνευ τοῦ καθ' ἡμέραν ἐρχο-
μένου τοῦ ἱερέως εἰς τὸ μεταλαβεῖν αὐτὴν τῶν θείων μυστηρίων· τότε καὶ
τὰς χεῖρας καὶ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν αἴρουσα καὶ συγχώρη-
σιν αἰτοῦσα μετελάμβανεν. Ἀλλὰ καὶ τοῦ βασιλέως κυροῦ Ἰωάννου καὶ
τῶν δεσποινῶν, καὶ ἄλλοτε πολλάκις εἰς ἐκείνην ἀπελθόντων, ἀλλὰ δὴ
καὶ τότε διὰ τελευταίαν εὐχήν, καὶ ἀρχόντων καὶ ἀρχοντισσῶν καὶ ἐκ-
κρίτων καὶ ἱερομονάχων καὶ μοναχῶν, ἀνένευε καὶ συγχώρησιν καὶ εὐ-
χὴν ἐχορήγει· καὶ οὕτως διαρκέσασα ἡμέρας ἑπτὰ πρὸς κύριον ἐξεδή-
μησεν. Καὶ ἐτάφη φιλοτίμως συνδραμόντων σχεδὸν πάντων ἱερέων καὶ
ἱερομονάχων ἀκλήτως καὶ ἀρχόντων καὶ ἀρχοντισσῶν. Καὶ ταῦτα μὲν
οὕτως καὶ ἀληθῶς.
[19.1] Ἐμοῦ δὲ κειμένου ἐν φυλακῇ ἡμέρας μʹ, ὡς ἦλθεν ἡ μνή-
μη τοῦ ἐλευθερωτοῦ τῶν αἰχμαλώτων, τοῦ μεγαλομάρτυρος δηλονότι
Γεωργίου, ἐδεήθην αὐτοῦ, ὡς κἀγὼ Γεώργιος καὶ παιδιόθεν δοῦλος αὐ-
τοῦ· καὶ ἀφυπνισθεὶς ἔδοξέ μοι, ὅτι εὑρέθην εἰς τὸν περικαλλῆ ναὸν τὸν
εἰς τὸ ὄνομα αὐτοῦ τῶν Μαγγάνων ἐπονομαζόμενον, εἰς τὴν φιάλην ἱστά-
μενος καὶ φορῶν καὶ τὰ σίδηρα. Διερχομένου τοῦ βασιλέως, τάχα ἵνα
εἰς τὴν ἀκολουθίαν τῆς ἐκκλησίας ἀπέλθῃ, ἐδεήθην αὐτοῦ, ἵνα με ἐλευθε-
ρώσουν ἀπὸ τὰ σίδηρα· καὶ ὁ μὲν βασιλεὺς διέβη ἐντὸς τῆς ἐκκλησίας,
ἄρχων δέ τις νέος ἐπιστρέψας πρὸς ἐμὲ λέγει μοι· „Ὥρισεν ὁ αὐθέντης
ἡμῶν ὁ βασιλεύς, ἵνα σε ἐκβάλουν ἀπὸ τὰ σίδηρα· ἐζήτησέ το γὰρ καὶ
ἡ κυρία ἡμῶν δέσποινα”.
[19.2] Καὶ περὶ τὴν αὐγὴν αὐτὴν τῆς νυκτὸς ἐν ὥρᾳ ἀσυνήθει, ἰδοὺ οἱ
τοῦ κουλᾶ ἄρχοντες καὶ ἕτεροι μετὰ σιδηρικῶν καὶ ἐκβάλλουσί με ἅπαν-
τα τὰ σίδηρα· καὶ ἐξαιτιῶντας καὶ λέγουσιν, οὐχ ὅτι ἐχθρωδῶς ἔχουσι,
καλῶς οὐδέν με τρέφουσιν, ἀλλ' ὅτι οὐκ ἔχουσιν. Καὶ μετὰ δύο ἡμέρας
ἐλθόντες πάλιν ζητοῦσί με καὶ δέομαι τοῦ αὐθεντός μου διὰ γραφῆς, ὅτι
νὰ ἐνδώσῃ νὰ ἐξέλθουν ἄρχοντες νὰ συντύχουν πρὸς συμβίβασιν, ὅπερ
καὶ γέγονε.
[19.3] Καὶ συμβιβασθέντες δεδώκασιν αὐτῷ τὸ Σαραβάλε οὕτως, ὅτι νὰ
σηκωθῷ νὰ ἀπέλθῃ εἰς τὸ ὁσπήτιον αὐτοῦ τὴν Γλαρέντζαν· καὶ μέχρις
ὅλου Μαΐου εἰ μὲν ἔλθῃ ὁ μητροπολίτης καὶ αὐθέντης αὐτῶν, ποιήσει
ἐκεῖνος, ὡς θέλει, εἰ δ' οὖν, νὰ δώσωσιν τὸ κάστρον. Καὶ γεγονότων·
ὅρκων καὶ παραλαβόντος καὶ τὸ Σαραβάλε, τῇ ε-ῃ Μαΐου ἐκαβαλλίκευ-
σε καὶ ἀπῆλθε μέχρι τῆς Σκλαβίτζας καὶ τοῦ Ῥιόλου τὰ ὅρια.
[19.4] Δι' ἐμὲ δὲ ἐπαφῆκεν Ἰωάννην τὸν Ῥωσατᾶν, ἵνα με ἐπάρῃ· σω-
ζομένου γὰρ τοῦ ἐλευθερωθῆναί με ἕξουσι τὸ βέβαιον τὰ πραχθέντα. Καὶ
[19.4.3] ἐλευθερωθεὶς ἡμιθνὴς δὲ μόλις ἀπέσωσα, ἔνθα καὶ ὁ αὐθέντης μου, ὃς
ἰδών με μετὰ χαρᾶς ὅτι πολλῆς, καὶ λύπης, τὸ μὲν ὅτι ἤμην οὕτως ἡ-
μιθνής, τὸ δὲ ὅτι ἠλευθερώθην, καὶ ὁρίσας πολλοὺς λόγους πρὸς ἔπαι-
νον, καὶ παραμυθίαν μου, ὡς ἀπῆλθον εἰς τὴν κατούναν μου, ἔφερόν με
εὐεργεσίαν αὐτοῦ ταμπάριον διπλὸν χαμουχᾶν πράσινον ἀπὸ τὴν Λούκκαν
ἀξιόλογον, μετὰ καὶ πρασίνης τζόχας καὶ καλῆς ἐνδεδυμένον, σκούφιαν
Θεσσαλονικαίαν μετὰ χρυσοκοκκίνου χασδίου ἐνδεδυμένην, καβάδι χρε-
μεζῆν χαμουχᾶν μετὰ βαρέου καταράχου ἐνδεδυμένον, κουρτζουβάκιν χα-
μουχᾶν χρυσὸν προύσινον καὶ φωτᾶν προύσινον καὶ σπαθὶν ἐγκεκοσμη-
μένον.
[19.5] Ἐπὶ τὴν αὔριον ἀπελθόντες εἰς τὴν Γλαρέντζαν, ἰδοὺ καὶ ἄρχων
τοῦ ἀμηρᾶ μετά τινας ὀλίγας ἡμέρας, λέγων ὅτι „ἡ Πάτρα δίδει με χα-
ράτζι καὶ διαβαίνει ἰδική μου· σηκώθησαι οὖν ἀπ' αὐτῆς καὶ μηδὲν πο-
λιορκῇς αὐτήν· εἰ δ' οὖν, θέλομεν πέμψειν φωσάτον κατά σου”. Ὁ δ'
αὐθέντης μου πάλιν εἶπε πρὸς αὐτόν· „Ἡμεῖς ἠκούσαμεν, ὅτι θέλουν νὰ
δώσουν αὐτὴν τοὺς Καταλάνους· οὐδὲν οὖν ἐφάνη πρέπον ἐχθροὺς καὶ
τοῦ ἀδελφοῦ μου τοῦ μεγάλου ἀμηρᾶ καὶ ἡμῶν νὰ τοὺς ἀφήσωμεν νὰ
ἐπάρωσι τοιοῦτον κάστρον εἰς τὴν μέσην τοῦ τόπου μας. Διὰ τοῦτο ἀ-
πήλθομεν ἐκεῖ· καὶ ἐξετάσαντες τὸ πρᾶγμα, ἐστήσαμεν νὰ μηδὲν γένη-
ται. Καὶ ἰδού, ὡς βλέπεις, ἐσηκώθημεν καὶ ἤλθομεν εἰς τὸ ὁσπίτιον ἡ-
μῶν· εἰς ὀλίγας οὖν ἡμέρας ἔχω σκοπὸν νὰ στέλλω τοῦτον δὴ τὸν ἄρ-
χοντα εἰς τὸν ἀδελφόν μου τὸν μέγαν ἀμηρᾶν”, -δεικνὺς ἐμέ, -„καὶ
θέλει δηλώσειν καὶ τοὺς πλείονας ἡμῶν λόγους”. Ὁ δὲ Τοῦρκος
ἀκούσας τούτους λόγους, ἔτι δὲ καὶ φιλοφρονηθεὶς καλῶς, ἀπῆλθε
χαίρων.
[19.6] Ἐκείνου δὲ ἀπελθόντος, ὥρισεν ἐμέ· „Ἰδοὺ προετοίμαζε τὰ πρὸς
χρείαν τῆς ὁδοῦ”, μὴ εἰδότος μου πρότερον τὸ τυχόν. Ἐγὼ δ' ἀνέφερον
αὐτῷ ὅτι „μόνον νὰ δώσῃ ὁ θεὸς νὰ μηδὲν ἔλθῃ ὁ μητροπολίτης καὶ
νὰ δώσουν ἡμᾶς τὸ κάστρον, καὶ ἐγὼ νὰ ἀῤῥωσθῶ τί ποτε πλέον· ἀμὴ
πάντα θέλω τὰ ἕξειν ἕτοιμα εἰς ἐκπλήρωσιν τῆς ἀποδοχῆς σου”.
[19.7] Τῆς δὲ προθεσμίας ἐλθούσης καὶ τοῦ μητροπολίτου οὐκ ἐλθόντος,
τῇ α-ῃ τοῦ Ἰουνίου μηνὸς τοῦ αὐτοῦ ἔτους, καβαλλικεύσαντες ἀπερχόμε-
θα εἰς τὴν Πάτραν. Ἐν αὐταῖς οὖν ἡμέραις καὶ ὁ αὐθεντόπουλος κὺρ
Θωμᾶς τὸ τοῦ πρίγκιπος κεντυρίωνος κάστρον τὴν Χαλαντρίτζαν τοῦ
καὶ μετέπειτα γεγονότος πενθεροῦ αὐτοῦ ἐπολιόρκει. Ὡς δὲ διήρχετο ὁ
αὐθέντης μου καὶ οἱ ἀδελφοὶ αὐτοῦ τὴν ὁδὸν τὴν φέρουσαν εἰς τὴν Πά-
τραν, κατελθὼν καὶ οὗτος δὴ ὁ ἀδελφὸς αὐτοῦ ἔμειναν ὁμοῦ εἰς τὴν Κα-
μενίτζαν.
[19.8] Ὡς δὲ ἔμαθε τοῦτο καὶ ὁ εἰς τὴν Χαλαντρίτζαν τοῦ πρίγκιπος
εὑρισκόμενος ἄρχων, ὁ Ἰωαννοῦτζος Μπαλότας, αἰτήσας ἀφίρωσιν, ἵνα
ἔλθῃ καὶ προσκυνήσῃ ἀμφοτέρους τοὺς αὐθέντας· ἦλθε· καὶ ἐξελθόντος
εὐθὺς ἐκβαλὼν τὰς τοῦ κάστρου κλεῖς δέδωκε ταύτας τῷ αὐθέντῃ μου τῷ
δεσπότῃ, εἰπών· „Τοῦτο ἔνι κάστρον ἰδίως τοῦ αὐθέντη μου καὶ συγγάμ-
βρου τῆς βασιλείας σου”· καὶ γὰρ ὁ τοῦ πρίγκιπος υἱὸς προαπῆρεν εἰς
νόμιμον γυναῖκα τὴν ἀδελφὴν τῆς βασιλίσσης κυρᾶς Θεοδώρας· -„καὶ
ὥρισέ μοι, ἵνα παραδώσω τοῦτο αὐτήν”. Ὁ δὲ ἀπεκρίθη αὐτῷ· „Οὕτως
ἔχει, ὅτι συγγενοῦς μοῦ ἐστιν ὁ τόπος, ἀλλ' οὐ γνησιεστέρου τοῦ ἀδελ-
φοῦ μου· λοιπὸν προγενέστερον ἂν εἶχε ποιήσειν τοῦτο καὶ ὁ ἀδελφός
μου, ὡς εἰς ἐμόν, οὐδὲν ἤθελεν ἐπιχειρήσειν τι, καὶ ἐγὼ εἰρηνικῶς ἤθελα
εἴχειν αὐτὸ καὶ ὁ αὐθέντης σου ἀλλοτρόπως· ἀμὴ νῦν ἂν τὸ ἐπάρω, ἀναγ-
κάζει νὰ διαφερώμεθα μετὰ τὸν ἀδελφόν μου· καὶ οὐδὲν τυχένει διὰ πολύ
τι, πολλῷ μᾶλλον διὰ τοσοῦτον· ἀλλ' ἄπελθε ἐν αὐτῷ καί, ὡς δύνασαι,
ποίει”.
[19.9] Ὡς δὲ ταῦτα ἤκουσεν, ἐζήτησεν, ἵνα καλῶς ἐμβῇ εἰς τὸ κάστρον
αὑτοῦ. Ὡρίσθην δ' ἐγὼ καὶ ἀπῆρα αὐτὸν μετὰ στρατιωτῶν καὶ ἀπερ-
χόμην. Καὶ περὶ τὸ κάστρον εὑρεθεὶς Ῥαοὺλ ὁ Θωμᾶς ἐνόμισεν εὐκό-
λον εἶναι, ἵνα ἐπάρῃ αὐτὸν ἀπ' ἐμοῦ. Καὶ εἰς κίνδυνον ἦλθε τοῦ γενέσ-
θαι μέσον τῶν ἀδελφῶν μέγα τι μάχιμον καὶ λυπηρόν, ὅμως οὖν θεοῦ εὐ-
δοκήσαντος, ἐκεῖνον μὲν καλῶς ἀπεκατέστησα εἰς τὸ κάστρον αὐτοῦ
καὶ ἐγὼ καλῶς ἐπιστρέψας εὗρον τὸν αὐθέντην μου ἐν τῷ τοῦ ἁγίου Ἀν-
δρέου τοῦ πρωτοκλήτου ναῷ καὶ τάφῳ ἀποσωθέντα τῇ δ-ῃ τοῦ Ἰουνίου
ἀργά.
[19.10] Τῇ δὲ ε-ῃ πρωῒ τοῦ αὐτοῦ, ἡμέρᾳ τῆς ἑβδομάδος α-ῃ, ἐξελθόν-
τες οἱ τοῦ κάστρου ἔκκριτοι καὶ πᾶς ὁ λαὸς καὶ ἐλθόντες μέχρι καὶ τοῦ
ῥηθέντος ναοῦ τοῦ ἁγίου, τῷ δεσπότῃ καὶ αὐθέντῃ μου προσεκύνησαν
καὶ τὰς κλεῖς τοῦ κάστρου δεδώκασι. Καὶ καβαλλικεύσαντες μετὰ πλείσ-
της ὅτι χαρᾶς καὶ τοῦ ἑνὸς μέρους καὶ τοῦ ἄλλου, ἐσέβημεν εἰς τὸ
κάστρον καὶ μέχρι τῶν εἰς τὸν ναὸν τοῦ ἁγίου Νικολάου ὁσπιτίων ἀ-
πήλθομεν, τῆς μὲν ὁδοῦ πάσης κατεστρωμένης πάντων ἀνθέων καὶ εὐκοσ-
μίας καὶ ἀπὸ τὰ ἐκ δεξιῶν καὶ ἀριστερῶν ὁσπίτια πάντων ῥαινομένων
διὰ ῥοδοσταγμάτων καὶ ῥόδων καὶ τριακονταφύλλων, ἀπὸ δ' ἄνωθεν τοῦ
κουλᾶ διὰ σκευῶν καὶ τζαγρῶν κακῶς δεξιουμένων ἡμῶν, εἰ καὶ οὐδέν
τι ἔβλαψαν· οἱ γὰρ τοῦ μητροπολίτου κρατήσαντες τὸν κουλᾶν, ἔτι δὲ
καὶ τὰ αὐθεντικὰ πλησίον αὐτοῦ ὁσπίτια καὶ σιταρχήσαντες καὶ ἀφιρώ-
σαντες, κατέσχον ἐλπίζοντες [ὅτι] ἐλθόντος τοῦ μητροπολίτου διὰ τούτου
ἕξειν πάλιν, ἅπερ καὶ πρότερον εἶχον.
[19.11] Ἡμῶν δὲ ἐπὶ τὴν αὔριον συναχθέντων ἐν τῷ τοῦ ἁγίου Νικο-
λάου ναῷ καὶ παντὸς τοῦ τῆς χώρας λαοῦ, δεδώκασι ὅρκον, ὅτι νὰ ὦσι
πιστοὶ δοῦλοι τοῦ αὐθεντὸς ἡμῶν τοῦ δεσπότου. Καὶ ἐμὲ εἰς κεφαλὴν
αὑτῶν ἐζήτησαν· ἤκουσαν δὲ ὅτι „καὶ διὸ καὶ πλέον τούτου τὸν χρεω-
στοῦμεν καὶ διὰ τὴν ὑμῶν αἴτησιν θέλει εἶσθεν αὐτὸς εἰς κεφαλὴν ὑ-
μῶν”.
[20.1] Καὶ τῇ η-ῃ τοῦ Ἰουνίου μηνὸς περάσαντός μου εἰς τὸν Ναύ-
πακτον, ἵνα εἰς τὸν βασιλέα πρῶτον ἀπέλθω, ἵνα κἀκεῖνος τὰ εἰς τὴν
Πάτραν παρακολουθήσαντα μάθῃ, εἶτ' ἀπ' ἐκεῖσε μετὰ καὶ ἄρχοντος αὐ-
τοῦ εἰς τὸν ἀμηρᾶν. Καὶ γὰρ κατὰ τὴν δ-ην τοῦ αὐτοῦ μηνός, ἐν ᾗ φθά-
σαντες ἐμείναμεν ἐν τῷ τοῦ ἁγίου Ἀνδρέου ναῷ, ἰδοὺ καὶ ἀπὸ τὸν Ναύ-
πακτον ἐπέρασαν δύο Τοῦρκοι, ὁ μὲν τοῦ ἀμηρᾶ, ὁ δὲ τοῦ Τουραχάνη,
λέγοντες ὁρισμόν, ὅτι τὴν Πάτραν ἵνα μὴ ἐπάρωμεν αὐτήν. Οἱ δὴ πάλιν
ὑπέστρεψαν μετ' ἐμοῦ, ἀπολογίαν λαβόντες ὅτι „ἐπεὶ ὁ παρὼν ἄρχων
ἐμοῦ ὑπάγει εἰς τὸν ἀδελφόν μου τὸν μέγαν ἀμηρᾶν, ὡσὰν ὁρίσῃ, θέλο-
μεν ποιήσειν”.
[20.2] Ὡς οὖν περάσαντες ἐν τῷ Ναυπάκτῳ ἐμείναμεν, πρωῒ σκοτίας
ἔτι οὔσης, ἰδοὺ ἐκεῖσε καὶ ὁ Παλαιῶν Πατρῶν μητροπολίτης Παντούλφω
Μαλατέστας μετὰ κατεργοῦ Καταλανικοῦ ἦλθεν. Διερχόμενος γὰρ ὡς
ἔμαθε περὶ τὰ νησύδρια τὰ μέσον τῆς ὁδοῦ, ὅτι ἐδόθη τὸ κάστρον πρὸς
τὸν δεσπότην, ἐπίασε τὴν λιβέραν τοῦ μέρους τοῦ Ναυπάκτου, ἵνα πρῶτον
τοῦτο καλῶς μάθῃ, ὡς ἐγένετο. Ἐδέησεν ἐπιμεῖναι κἀμοὶ ἐκεῖσε καὶ τὴν
αὔριον, ἵνα πρῶτον μηνύσω τοῦτο τῷ αὐθέντῃ μου, ὅπερ καὶ γέγονε· καὶ
παρ' ἐμοῦ τοῦτο πρῶτον ἔμαθε· καὶ δεύτερον, ἵνα καὶ τὶς ὁ σκοπὸς αὐτοῦ
δὴ τοῦ μητροπολίτου, τὸ δυνατόν, μάθω.
[20.3] Μέσου δὲ γενομένου καὶ τοῦ Περνάρδου Μαρτζέλλου ἐκείνου
καπετάνου Ναυπάκτου, εἴδομεν καὶ ἀλλήλους· ὃν ἰδὼν ἐθαύμασα, ὅτι διέ-
φερε πάντων ἀνθρώπων εἰς τὸ δυσειδῆ εἶναι. Ἐξετάζων οὖν ἐκεῖνος, τί
βούλομαι ποιῆσαι εἰς τὸν ἀμηρᾶν, κἀγὼ ἐκεῖνον, τί κατὰ τῆς Πάτρας,
ἀπῆρα ἐγὼ παρ' ἐκείνου τὸ δὴ λεγόμενον κουκουζέλα, ἐκεῖνος δὲ παρ'
[20.3.6] ἐμοῦ βρύα.
[20.4] Ὅμως δεδωκὼς ὁ μητροπολίτης τοῖς σκλάβοις χαρτία πρός τε
τὸν ἀμηρᾶν καὶ τὸν Τουραχάνην, πολὺν λογισμὸν ἐνέβαλεν εἰς ἐμέ, μή
ποτε ὑπισχνεῖται δοῦναι καστέλλιά τινα τῆς Πάτρας, εἴπερ αὐτὸν βοη-
θήσῃ, ἵνα ἐπάρῃ αὐτήν, ἢ πολλά τινα χρήματα. Καὶ οὐκ ἔπαυσεν ὁ ἐμὸς
λογισμός, ἕως οὗ πολλὰ κοπιάσας καὶ μεθύσας πολλάκις καὶ ἀκουσίως,
ἐμέθυσα κἀκείνους τοσοῦτον, ὅτι ἀπῆρα τοὺς τὰ χαρτία καὶ ἀνέγνωσα
καὶ μετέγραψα· κἀκεῖνα πάλιν ἐβούλωσα καὶ ἀφῆκα.
[20.5] Ὡς δὲ ἔφθασα εἰς τὴν Πόλιν, ἐδόθη μοι συναποκρισιάρης Μάρ-
κος Παλαιολόγος ὁ Ἴαγρος, ὁ ὕστερον πρωτοστράτωρ, τότε δὲ πρωτο-
βεστιαρίτης, πλέον ἀνατεθεὶς εἶναι κατὰ τῆς δουλείας μου ἢ ὕπερ αὐτῆς·
οὐκ οἶδα δὲ ἄλλο τι αἴτιον, ἀλλ' ἢ τὸ „φθόνος οὐκ οἶδε προτιμᾶν τὸ
συμφέρον”. Ἀπελθόντες δ' ὁμοῦ εἰς τὸν ἀμηρᾶν, ἀπήραμεν ἀπολογίαν,
ἵνα δώσωμεν αὐτὴν οἷς εἶχον· ἀπολογησάμην οὖν τῷ τότε πρώτῳ βυζή-
ρῃ καὶ ἄρχοντι, τῷ Μπραῒμ πασίᾳ, ὅτι „τοῦτο ἐγὼ τὸν αὐθέντη μου οὐ-
δὲν τολμῶ, ἵνα εἴπω, ἀλλ' ἐπεὶ ἐκεῖνος ὁπωσδήποτε ἄρχοντα αὑτοῦ ἀπέσ-
τειλε πρὸς τὸν μέγαν αὐθέντην, ἰδοὺ ἂς ὁρίσῃ καὶ ὁ αὐθέντης σκλά-
βον του καὶ ἂς ἔλθῃ μετ' ἐμοῦ καὶ ἂς εἴπῃ τοὺς ὁρισμοὺς τοῦ μεγάλου
αὐθεντός”. Καὶ ἔστερξε τοῦτο καὶ εἶπε· „Φρόνιμα καὶ καλὰ λέγετε”.
Τοῦ Ἰάγρου ἰδίως σκώπτοντος τοῦτο εἰς ἐμὲ ὡς ἄπρακτον καὶ μόνον ἐπι-
ζήμιον. Ἐγὼ δὲ θεοῦ εὐδοκοῦντος ἔπραξα τοῦτο καὶ ἀπῆρα ἀρχοντό-
σκλαβον· καὶ ἦν τοῦτο πρῶτον αἴτιον τοῦ λαβεῖν διόρθωσιν τὸ περὶ τῆς
Πάτρας.
[20.6] [Ἔν τε δ' αὐτῷ Ἰουλίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους ἀπέθανε καὶ ὁ δεσ-
πότης ὁ Κάρουλος εἰς τὰ Ἰωάννινα.]
[20.7] Καὶ τῷ λη-ῳ ἔτει ἐν μηνὶ Σεπτεβρίῳ εἰς τοὺς Κρατικοὺς ἔπραξαν
τὸ συνοικέσιον τοῦ αὐθεντοπούλου κυροῦ Θωμᾶ οἱ αὐτάδελφοι αὐτοῦ οἱ
δεσπόται μετὰ τῆς θυγατρὸς τοῦ πρίγκιπος Ἀσάνη Ζαχαρία τοῦ Κεντυ-
ρίωνος.
[20.8] Ἐν ᾧ δὴ μηνὶ κἀγὼ πάλιν ἐπανέστρεψα εἰς τὰ Τρίκαλα πρὸς τὸν
Τουραχάνην καὶ τὴν περὶ τῆς Πάτρας δουλείαν τελείως διώρθωσα.
[20.9] Καὶ τῷ αὐτῷ ἔτει ἐν μηνὶ Νοεμβρίῳ, ἡ βασίλισσα κυρὰ Θεοδώ-
ρα εἰς τὸ Στάμηρον εὑρισκομένη ἀπέθανε, καταλείψασα λύπην πολλὴν
καὶ εἰς τὸν ἄνδρα αὑτῆς καὶ εἰς ἡμᾶς τοὺς οἰκείους αὐτοῦ διὰ τὸ εἶναι
αὐτὴν καλλίστην. Ἐτάφη δὲ μέχρι τινὸς εἰς μίαν τῶν ἐκκλησιῶν τῆς
Γλαρέντζας· καὶ μετὰ ταῦτα ἀπῆγαν αὐτὴν εἰς τὴν ἐν τῷ Μυζηθρᾷ τοῦ
Ζωοδότου μονήν.
[20.10] Καὶ τῷ Ἰαννουαρίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους εὐλογήθη καὶ ὁ αὐθεν-
τόπουλος κὺρ Θωμᾶς εἰς τὸν Μυζηθρᾶν κυρὰν Αἰκατερῖναν, τὴν θυγατέρα
τοῦ ῥηθέντος πρίγκιπος.
[21.1] Τῇ δὲ κϚ-ῃ Μαρτίου τοῦ αὐτοῦ ἔτους ἡμέρᾳ καὶ ὥρᾳ, ὁποῦ
με ἐπίασαν οἱ Πατρηνοί, ἀπερχομένου μου εἰς τὸ δεσποτᾶτον ὡς ἀποκρι-
σιαρίου, ζητήσει αὐτῶν ἕνεκα εἰρήνης τοῦ ἀνεψιοῦ δεσπότου τοῦ Καρού-
λου καὶ γυναικαδελφοῦ τοῦ αὐθεντός μου καὶ τῶν φυσικῶν υἱῶν αὐτοῦ
δὴ τοῦ Καρούλου· Ἕρκουλα καὶ Μενώνου, -ἐποίησαν γὰρ ἐνόρκους
συμφωνίας, ὅτι „εἴτι ἄρα διακρίνῃ ὁ ζητήσει ἡμῶν σταλεὶς ἄρχων τοῦ
δεσπότου κυροῦ Κωνσταντίνου εἰς τὰ μέσα ἡμῶν διαφερόμενα, στέρξομεν
καὶ ἀμφότερα τὰ μέρη,” -κατὰ τὰ πλησίον νησύδρια τῆς Ἁγίας Μαύρας
ἀπήρασί με οἱ Καταλάνοι μετὰ πολλῶν καὶ ἀνθρώπων καὶ σκευῶν πο-
λυτίμων ὄντα με. Καὶ κρατήσαντες μέχρι τινὸς καὶ ἀπαγαγόντες μέχρι
καὶ τῆς Κεφαλλωνίας, ὡς δῆθεν περάσοντες εἰς τὰ περὶ τὴν Νεάπολιν,
τέλος ἐγυρίσαμεν εἰς τὴν Γλαρέντζαν καὶ ἐπούλησαν καὶ ἐμὲ καὶ τοὺς
σὺν ἐμοί.
[21.2] Ἐν ᾧ δὴ Μαρτίῳ μηνὶ καὶ ὁ ἀμηρᾶς Μουράτμπεϊς τὴν Θεσσα-
λονίκην ἀπῆρεν ἀπὸ τοὺς Βενετίκους πολέμῳ.
[21.3] Ὁ δὲ δεσπότης καὶ αὐθέντης μου κὺρ Κωνσταντῖνος, τὸν Μάϊον
τοῦ αὐτοῦ ἔτους, τὸν κουλᾶν τῆς Πάτρας ἀπῆρεν ἀπὸ λιμοῦ καὶ τῆς ἄλ-
λης κακοπαθείας τῶν εὑρισκομένων ἐντὸς αὐτοῦ.
[21.4] Καὶ τῇ ιζ-ῃ Ἰουλίου τοῦ αὐτοῦ ἔτους ἀπῆραν οἱ Καταλάνοι
τὴν Γλαρέντζαν, ἣν καὶ κρατήσαντες μέχρι τινὸς πάλιν ἐπούλησαν
αὐτήν.
[21.5] Καὶ τῷ Αὐγούστῳ μηνὶ τοῦ αὐτοῦ ἔτους ἐπαναστρέψαντες οἱ ἀπὸ
τοῦ βασιλέως κυροῦ Ἰωάννου πρὸς τὸν πάπαν Μαρτῖνον πρέσβεις ὅ τε
Μάρκος ὁ Ἴαγρος καὶ μέγας στρατοπεδάρχης, καὶ ὁ μέγας πρωτοσύγ-
γελος καὶ ἡγούμενος τῆς σεβασμίας βασιλικῆς μονῆς τοῦ Παντοκρά-
τορος ἱερομόναχος καὶ πνευματικὸς Μακάριος ὁ Μακρὺς ὀνομαζόμενος,
ἀνὴρ ἄριστος κατά τε λόγον καὶ ἀρετὴν καὶ σύνεσιν, ἐποίησαν ὁρισμῷ
τοῦ βασιλέως δεσπότην τὸν αὐθεντόπουλον κὺρ Θωμᾶν.
[21.6] Καὶ τῷ λθ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐεργετήθην ἐγὼ τὸ κεφαλά-
τικον τῆς Πάτρας.
[21.7] Καὶ τῷ αὐτῷ ἔτει ἐν μηνὶ Ὀκτωβρίῳ ἀπῆρεν ὁ μπεϊλαρμπεῒς τῶν
Τουρκῶν ὁ Σινάνης τὰ Ἰωάννινα καὶ τὴν αὐτῶν περιοχήν.
[21.8] Καὶ τῇ κϚ-ῃ Μαρτίου τοῦ αὐτοῦ ἔτους, ἐν ἡμέρᾳ καὶ ὥρᾳ τῇ
αὐτῇ, ἐν ᾗ καὶ τὰ προγεγονότα μοι συνέβησαν, ἐδεξάμην καὶ τὸ ἀπευ-
κταῖον ἐμοὶ μήνυμα δι' ὁρισμοῦ τοῦ αὐθεντός μου ἀπὸ τὴν Βοστίτζαν,
ὅτι τῇ τοῦ παρελθόντος Ἰαννουαρίου ζ-ῃ τέθνηκε λοιμώδει νόσῳ ὁ ἄρισ-
τος κἀμοῦ φίλος ὁ Μακάριος καὶ ὢν καὶ καλούμενος ὁ Μακρύς, ὁ παρ'
ὀφθαλμῷ μὲν πατριαρχικῷ ὑπερηφάνῳ καὶ ἀπλήστῳ ἀγαρικῇ καρδίᾳ αἱρε-
τικός, παρὰ δὲ ὀφθαλμῷ παντοκρατορικῷ ἀκοιμήτῳ καὶ ἀληθείᾳ δικα-
ζούσῃ ὀρθόδοξος. Ὃς καὶ εἰς τὴν Κωνσταντινούπολιν ἐπανῆλθεν ἀπὸ
τοῦ Ἁγίου Ὄρους καὶ τὴν μονὴν τοῦ Παντοκράτορος ἔλαβε παρακινήσει
καὶ συνεργείᾳ ἰδικῇ μου· ὡς οἱ πάντες ἠπίσταντο. καὶ συνάρσει μὲν πρῶ-
τον τοῦ παντοκράτορος θεοῦ, ἔπειτα δὲ σπουδῇ καὶ ἐπιμελείᾳ ἐμοῦ τε
κἀκείνου, πᾶν εἴ τι καλὸν καὶ πρὸς σύστασιν καὶ εὐκοσμίαν εἰς αὐτὴν
μονὴν προεχώρησε.
[21.9] Καὶ τῷ τέλει τοῦ ἔαρος αὐτοῦ δὴ τοῦ ἔτους ἦλθεν ὁ Τουραχά-
νης καὶ κατεχάλασε καὶ ἔτι τὸ Ἑξαμίλιον. Καὶ θανατικὸν ὅτι πολὺ εἰς
τὴν Πάτραν ἐγένετο.
[21.10] Καὶ τῇ λα-ῃ Ἰαννουαρίου τοῦ μ-οῦ ἔτους ὁρισθεὶς ἀπῆλθον ἀ-
ποκρισιάριος εἴς τε τὸν βασιλέα, ἀφ' οὗ καὶ τὸ τοῦ πρωτοβεστιαρίτου
τότε ὀφφίκιον εὐεργετήθην, καὶ εἰς τὸν ἀμηρᾶν.
[21.11] Ἐν ᾧ ἔτει κατὰ τὸν Μάρτιον μῆνα καὶ ἡ ἐναλλαγὴ τῶν τόπων
ἀμφοτέρων τῶν ἀδελφῶν καὶ δεσποτῶν κυροῦ Κωνσταντίνου καὶ κυροῦ
Θωμᾶ ἐγένετο· καὶ ὁ μὲν ἀπῆρε τὰ Καλάβρυτα καὶ πάντα τὰ ἐκεῖσε τοῦ
Κυροῦ Θωμᾶ, ὁ δὲ πάλιν τὴν Γλαρέντζαν καὶ τὰ περὶ τὴν Ἀνδροῦσαν πάντα.
[21.12] Καὶ τῷ μα-ῳ ἔτει τέθνηκεν ἡ τοῦ Μαλατέστα μὲν θυγάτηρ, γυνὴ
δὲ τοῦ δεσπότου κυροῦ Θεοδώρου τοῦ πορφυρογεννήτου, κυρὰ Κλεώπη·
καὶ ἐτάφη ἐν τῇ τοῦ Ζωοδότου μονῇ.
[21.13] Καὶ τῷ μβ-ῳ ἔτει Ἰαννουαρίου ζ-ῃ πάλιν ἀπῆλθον ἀποκρισιά-
ριος εἴς τε τὸν Ἀντώνιον καὶ αὐθέντην τῶν Ἀθηνῶν, καὶ εἰς τὸν ἀμη-
ρᾶν καὶ εἰς τὸν βασιλέα.
[21.14] Ἐν ᾧ δὴ Ἰαννουαρίῳ τῇ κθ-ῃ αὐτοῦ νυκτὸς ᾥρᾳ γ-ῃ ἐπυρπόλησε
τὸν ἐν Βλαχέρναις εἰς ὄνομα τῆς θεομήτορος περικαλλῆ καὶ θεῖον ναὸν
εἰς τὴν Κωνσταντινούπολιν, ὅπερ ἀκηκόαμεν ἐκεῖσε ἀπερχόμενοι εἰς τὸν
ποταμὸν τὸν Μεστὸν ὀνομαζόμενον τῇ α-ῃ Φευρουαρίου, ὥρᾳ μετὰ ἑσπε-
ρινὸν τῆς δεσποτικῆς ἑορτῆς τῆς Ὑπαπαντῆς. Καὶ ἐλογισάμεθα αὐτὸ
ψεῦδος, ἐπεὶ ὁ εἰρηκὼς οὐκ ἐγνώσθη· καὶ διελθόντες εἰς τὸ ἔμπροσθεν
μονὰς εʹ καὶ οὐδὲν περὶ τούτου ἀκούσαντες, τῇ εἰς τὸν Ῥαιδεστὸν Ϛ-ῃ
μονῇ ἡμῶν ἐμάθομεν τοῦτο ἀκριβῶς, ὅπως καὶ ὅποτε ἐγένετο, ὅπερ πα-
ράδοξον.
[22.1] Καὶ εἰς τὰς ἀρχὰς τοῦ θέρους τοῦ μγ-ου ἔτους ἀπέθανε καὶ
[22.1.2] ὁ Ἀθηνῶν καὶ Θηβῶν αὐθέντης κὺρ Ἀντώνιος Ντελαντζιόλης καὶ ζη-
τήσει τῆς ἐκείνου γυναικὸς ἐστάλην ἐγὼ μετὰ ἐνόρκου ἀργυροβούλου
καὶ πολλῶν στρατιωτῶν, ἵνα παραλάβω τὴν Ἀθήναν καὶ ἄλλον εἰς τὸν
Μορέαν αὐτῇ δώσω τόπον, ὁπόσον καὶ ὁποῖον φαίνηταί μοι· προλαβόν-
τος δὲ τοῦ Τουραχάνη καὶ τὴν Θήβαν ἀποκλείσαντος, ἣν καὶ ἀπῆρε με-
τά τινας ἡμέρας, ἄπρακτος ἐγύρισα ἀπὸ τὸ Ἑξαμίλιον, τοῦτο παρεγγε-
λίαν ἔχοντος μου.
[22.2] Εἰς δὲ τὰ Στυλάρια εὑρισκομένου τοῦ δεσπότου καὶ αὐθεντός μου
καὶ τὰ τῆς πραγματείας κάτεργα Βενετικὰ ἐκδεχομένου, ἵνα ἐμβὰς εἰς τὴν
Πόλιν ἀπέλθῃ, ἰδοὺ κἀγὼ ἄπρακτος ἔφθασα. Καὶ ἐμβὰς κἀγὼ ἀπερχόμε-
θα· καὶ εἰς τὴν Εὔριπον φθάσαντες, ἐφάνη καλὸν καὶ ἐστάλην εἰς τὸν
Τουραχάνην, εἰς τὴν Θήβαν εὑρισκόμενον καὶ τὴν δουλείαν τὴν περὶ
τῆς Ἀθήνας ἐδηλοποίησα αὐτῷ.
[22.3] Καὶ ἐπληροφόρησέ μοι μεθ' ὅρκου, ὅτι „διὰ τὴν πρὸς τὸν δεσπό-
την καὶ σὲ ἐγνωριμίαν καὶ ἀγάπην, καλῶς καὶ προθύμως ἤθελα παρα-
χωρήσει, ἵνα πραχθῇ τοῦτο, ἂν εἶχα ἐξεύρειν τι πρὸ τοῦ ἐξελθεῖν με ἀπὸ
τὸ ὁσπίτιόν μου καὶ ἐλθεῖν ἐνταῦθα, ἐπεὶ ὁρισμῷ τοῦ μεγάλου αὐθεντὸς
οὐδὲν ἐποίησα τοῦτο· καὶ εὑρισκομένου εἰς τὸ ὁσπίτιόν μου, εἶχον πολλὰ σκε-
πάσματα, νῦν δὲ πλέον σκέπασμά τι οὐκ ἔχω”. Φιλοφρονηθεὶς δὲ φιλοτί-
μως παρ' ἐκείνου καὶ τοὺς υἱοὺς αὐτοῦ φέροντος εἰς προσκύνησίν μου,
καὶ παραδοὺς αὐτοὺς πρὸς ἐμὲ καὶ τὸν αὐθέντην μου, ἐξ ὧν εἷς ἦν καὶ
ὁ νῦν πολὺς καὶ μέγας Ἀμάρης, ἐπανέστρεψα κἀκεῖθεν ἄπρακτος.
[22.4] Καὶ ἐπεὶ προλαβόντες οἱ ἐν τῷ Εὐρίπῳ ἐσήκωσαν τὸ γεοφύριν,
καὶ ἀκουσίως ἐμείναμεν εἰς τὰς ἔξω τοῦ γεοφυρίου πέτρας· διεβιβάσαμεν
οὖν τοιαύτην νύκταν ἀπό τε κρύους, -κθ-ῃ ἦν τοῦ Αὐγούστου, -ἀπό τε
πείνας, ἀπό τε ξηρότητος τῶν πετρῶν, ἀπό τε φόβου καὶ κλεπτῶν τῶν
ἀπὸ τοῦ φωσάτου τοῦ Τουραχάνη διὰ τὰ ξένα ἄλογα, ἃ ἀπὸ τοὺς ἐν τῷ
κάστρῳ ἐδανεισάμεθα, ὅτι παροιμία ἐγένετο ἐπὶ κακῷ τοῖς μετ' ἐμοῦ τότε
οὖσιν εἰς τὸν μετέπειτα χρόνον.
[22.5] Ἀναβάντες οὖν εἰς τὰ κάτεργα ἐπὶ τὴν αὔριον, τῇ κγ-ῃ τοῦ Σεπ-
τεβρίου μηνὸς τοῦ μδ-ου ἔτους εἰς τὴν Κωνσταντινούπολιν ἐφθάσαμεν.
[22.6] Καὶ τῇ κε-ῃ Μαρτίου τοῦ αὐτοῦ ἔτους ἦλθεν εἰς τὴν Πόλιν καὶ
ἡ τοῦ Παρασπονδύλου μεγάλου δουκὸς θυγατέρα Ζωὴ μετὰ κατέργου βα-
σιλικοῦ, ὁποῦ ἐστάλη μετὰ Παλαιολόγον τὸν Μανουήλ, ἵνα φέρωσιν
αὐτήν· ἣν δὴ καὶ μετά τινας ἡμέρας εὐλογήθη αὐτὴν ὁ δεσπότης κὺρ
Δημήτριος.
[22.7] Μεθ' οὗ δὴ κατέργου ἦλθεν εἰς τὴν Πόλιν καὶ ὁ δεσπότης κὺρ
Θεόδωρος, ἵνα ἐκεῖνος εἰς τὴν πόλιν εὑρίσκεται καὶ διάδοχος, ὡς δεύτερος
ἀδελφός, τῆς βασιλείας. Ὃ καὶ βασιλεὺς ἔστεργε μὲν ἀκουσίως, ἐπεὶ τὸν
κὺρ Κωνσταντῖνον τὸν αὐθέντην μου, -πολλάκις με ἐπληροφόρησε καὶ
ἐνόρκως ὡς ἐν μυστηρίῳ, -ἠγάπα καὶ ἤθελεν, ὡς καὶ ὁ λόγος προιὼν
δηλώσει.
[22.8] Ἐπεὶ δὲ οὕτως παρηκολούθησεν, ἐσπούδαζεν, ἵνα εἰς τὸν Μορέαν
τοὺς τρῖς ἄλλου ἀδελφοὺς ἐγκατοικίσῃ. Ὁ γοῦν αὐθέντης μου πάλιν ὁ
δεσπότης κὺρ Κωνσταντῖνος μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ κυροῦ Θωμᾶ τοῦ
δεσπότου, -ἦν γὰρ εἰς τὴν πόλιν μεθ' ἡμῶν ὁ πρῶτος ἄρχων τοῦ ὀσπι-
τίου ἐκείνου Ῥαοὺλ Μιχαὴλ ὁ Ἰσῆς, -ἐσπούδαζον, ἵνα οἱ δύο μὲν σὺν
τῷ βασιλεῖ εὑρίσκωνται εἰς τὴν πόλιν, οὗτοι δὲ οἱ δύο αὐθένται εἰς τὸν
Μορέαν.
[22.9] Διὰ ταύτην δὴ τὴν αἰτίαν καὶ τὸν Ἰούνιον τοῦ αὐτοῦ ἔτους διέβη
ἀπὸ τῆς Πόλεως εἰς τὸν Μορέαν ὁ δεσπότης κὺρ Κωνσταντῖνος ὡς φυγὰς
μετὰ γαλιώτου καὶ ἐγὼ ἐστάλην παρ' αὐτοῦ εἰς τὸν ἀμηρᾶν διὰ ταύτην
δὴ τὴν δουλείαν, ἵνα αὐτὸν ὑπὲρ ἑαυτὸν ἔχωσι. Καὶ ἀπῆλθον καὶ καλῶς
ᾠκονόμησα τὰ ἀνατεθειμένα· καὶ διὰ τῆς στερεᾶς εἰς τὸν Μορέαν ἔφ-
θασα.
[22.10] Εὗρον δὲ τοὺς ἀδελφοὺς καὶ αὐθέντας ἔχοντας ὄχλησιν μάχης με-
γάλης. Καὶ γὰρ ὄπισθεν τοῦ κυριοῦ Κωνσταντίνου καὶ αὐθεντός μου στα-
λεὶς μετὰ κατέργου καὶ ὁ κὺρ Θεόδωρος ἐμάχετο τοῖς δυσὶν ἀδελφοῖς
αὑτοῦ, ὡς καὶ φωσάτων συναχθέντων ἐπ' ἀμφοτέροις τοῖς μέρεσι καὶ πο-
λέμου μερικοῦ μέσον αὐτῶν γεγονότος.
[22.11] Τῷ με-ῳ ἔτει καὶ ἀποκρισιαρίων ἀποσταλέντων παρὰ τοῦ βασι-
λέως, -ἦσαν δὲ ὁ καλὸς κἀγαθὸς Διονύσιος ἱερομόναχος, ὁ χρηματί-
σας καὶ μητροπολίτης Σάρδεων, καὶ Δισύπατος Γεώργιος, -τὴν μάχην
ἀπὸ μέρους κατεπράϋναν. Τέλος δὲ πάλιν ἄλλων ἐλθόντων ἀποκρισιαρίων
τοῦ βασιλέως, Γρηγορίου ἱερομονάχου καὶ πνευματικοῦ, τοῦ χρηματί-
σαντος ὕστερον καὶ πατριάρχου Κωνσταντινουπόλεως, καὶ αὐτοῦ δὴ πά-
λιν Γεωργίου τοῦ Δισυπάτου, συνεβίβασαν, ἵνα ὁ μὲν αὐθέντης μου δε-
σπότης κὺρ Κωνσταντῖνος ἀπέλθῃ καὶ ἔνι εἰς τὴν πόλιν, ὁ δὲ κὺρ Θεό-
δωρος καὶ κὺρ Θωμᾶς οἱ δεσπόται εἰς τὸν Μορέαν.
[22.12] Καὶ τῇ ε-ῃ Σεπτεβρίου τοῦ μϚ-ου ἔτους διέβημεν ἀπὸ τὴς Πάτρας
διὰ τῆς στερεᾶς εἰς τὸν Εὔριπον μετὰ τοῦ αὐθεντός μου λέγω, καὶ ἐσέ-
βημεν εἰς κάτεργον Βενέτικον ἀπὸ τὸ καστέλλιον τῆς Εὐρίπου τὴν Κά-
ρυστον. Ἐν ᾧ δὴ κατέργῳ ἦν καὶ ὅ ποτε μὲν ἐν τῇ Πάτρᾳ κανόνικος
Μάρκος, ὅταν ἀπήλθομεν κατ' αὐτῆς, γεγονὼς δὲ λεγάτος παρὰ τοῦ πάπα
Εὐγενίου τοῦ συγγενοῦς αὐτοῦ καὶ παρ' ἐκείνου καὶ ἀποκρισιάριος εἰς
τὸν βασιλέα. Καὶ τῇ κδ-ῃ τοῦ αὐτοῦ μηνὸς Σεπτεβρίου ἀπεσώθημεν εἰς
τὴν Πόλιν.
[23.1] Καὶ τῇ κζ-ῃ Νοεμβρίου τοῦ αὐτοῦ ἔτους διέβη ὁ βασιλεὺς
κὺρ Ἰωάννης μετὰ τοῦ πατριάρχου καὶ τοῦ δεσπότου κυροῦ Δημητρίου
καὶ πολλῶν ἀρχόντων τῆς συγκλήτου καὶ τῆς ἐκκλησίας καὶ πάντων
σχεδὸν τῶν μητροπολιτῶν καὶ ἐπισκόπων διὰ τὴν μελετηθεῖσαν, ὡς μὴ
ὤφελε, σύνοδον.
[23.2] Καὶ οὐ λέγω τοῦτο διὰ τὰ τῆς ἐκκλησίας δόγματα, ταῦτα γὰρ παρ'
ἄλλοις ἐδόθησαν κρίνεσθαι ἐμοὶ δ' ἀρκεῖ ἡ πατρική μου διαδοχὴ τῆς
πίστεως, καὶ ὅτι οὐδέποτε παρά τινος τῶν τοῦ μέρους ἐκείνου ἤκουσα,
ὅτι τὸ ἡμῶν κακόν, ἀλλὰ καλὸν καὶ ἀρχαῖον, καὶ τὸ ἐκείνων οὐ κακόν,
ἀλλὰ καλόν.
[23.3] Καὶ νὰ εἴπω, ὡς ἐν παραδείγματι, ὅτι τὴν Μέσην ὁδὸν τῆς πόλεως,
τὴν πλατείαν καὶ εὐρύχωρον, διέρχομαι πολλοὺς χρόνους μετά τινων, δι'
ἧς ἐκαταντῶμεν εἰς τὴν Ἁγίαν Σοφίαν. Εἶτα μετά τινας καιροὺς εὑρέθη
παρά τινων καὶ ἄλλη ὁδὸς καταντῶσα, ὡς λέγουσι, καὶ αὕτη ἐκεῖ· καὶ
νὰ μὲ παροτρύνωσιν, ὅτι „ἐλθὲ καὶ διὰ τῆς ὁδοῦ ταύτης ἧς εὕρομεν· καὶ
γάρ, εἰ καὶ ἔστιν αὕτη, ὁποῦ ἀπέρχῃ, καλὴ καὶ ἀρχαία καὶ ἡμῖν ἀρχῆ-
θεν σὺν ὑμῖν γνωστὴ καὶ διερχομένη, ἀλλὰ καὶ αὕτη, ἣν εὕρομεν νῦν,
καλή ἐστιν”. Ἐγὼ δὲ νὰ ἀκούω παρὰ μὲν τῶν, ὅτι καλή ἐστι, παρὰ δὲ
τῶν, ὅτι οὐ καλή, διὰ τὶ νὰ μηδὲν εἴπω· „Μετ' εἰρήνης καὶ ἀγάπης ἀπέρ-
χεσθε καλῶς εἰς τὴν Ἁγίαν Σοφίαν, ὁπόθεν βούλεσθε· ἐγὼ δὲ πάλιν θέ-
λω διέρχεσθαι διὰ τῆς ὁδοῦ, ἣν καὶ μεθ' ὑμῶν πολύν τινα χρόνον διηρ-
χόμην καὶ καλὴν αὐτὴν καὶ παρ' ὑμῶν καὶ τῶν προγόνων μου μαρτυρου-
μένην καὶ διερχομένην”.
[23.4] Οὐ διὰ ταύτην οὖν τὴν αἰτίαν εἶπον τὸ „ὡς μὴ ὤφελεν”, ἤθελα γὰρ
νὰ εἶχε γενεῖν καλῶς ἑνώσει τῶν ἐκκλησιῶν καὶ νὰ μὲ ἔλιπεν ὁ εἷς τῶν
ὀφθαλμῶν μου, ἀλλὰ διὰ τὸ ὅτι ἦν καὶ αὕτη ἡ τῆς συνόδου δουλεία
αἰτία μία καὶ πρώτη καὶ μεγάλη εἰς τὸ νὰ γένηται ἡ κατὰ τῆς Πόλεως
τῶν ἀσεβῶν ἔφοδος καὶ ἀπὸ ταύτην πάλιν ἡ πολιορκία καὶ ἡ αἰχμαλω-
σία καὶ τοιαύτη καὶ τοσαύτη συμφορὰ ἡμῶν.
[23.5] Καὶ ἀκούσατε λόγους ἀληθεῖς, τὴν αὐτοαλήθειαν προβαλομένου
μου μάρτυρα. Εἶπεν ὁ ἀοίδιμος βασιλεὺς πρὸς τὸν υἱὸν αὑτοῦ, τὸν βα-
[23.5.3] σιλέα κὺρ Ἰωάννην, μόνος πρὸς μόνον, ἱσταμένου καὶ ἐμοῦ μόνου ἔμπρο-
σθεν αὐτῶν, ἐμπεσόντος λόγου περὶ τῆς συνόδου· „Υἱέ μου, βεβαίως
καὶ ἀληθῶς ἐπιστάμεθα ἐκ μέσης τῆς καρδίας δὴ τῶν ἀσεβῶν, ὅτι πολλὰ
τοὺς φοβεῖ, μὴ συμφωνήσωμεν καὶ ἑνωθῶμεν μὲ τοὺς Φράγκους· ἔχουν
το γάρ, ὅτι, ἂν τοῦτο γένηται, θέλει γενεῖν μέγα τι κακὸν εἰς αὐτοὺς
παρὰ τῶν τῆς Δύσεως Χριστιανῶν δι' ἡμᾶς.
[23.6] Λοιπὸν τὸ περὶ τῆς συνόδου, μελέτα μὲν αὐτὸ καὶ ἀνακάτωνε, καὶ
μάλισθ' ὅταν ἔχῃς χρείαν τινα φοβῆσαι τοὺς ἀσεβεῖς· τὸ δὲ νὰ ποιή-
σῃς, αὐτήν, μηδὲν ἐπιχειρισθῇς αὐτό, διότι οὐδὲν βλέπω τοὺς ἡμετέρους,
ὅτι εἰσὶν ἁρμόδιοι πρὸς τὸ εὑρεῖν τινα τρόπον ἑνώσεως καὶ εἰρήνης καὶ
ὁμονοίας, ἀλλ' ὅτι νὰ τοὺς ἐπιστρέψουν εἰς τὸ νά ἐσμεν ὡς ἀρχῆθεν.
Τούτου δὲ ἀδύνατον ὄντος σχεδόν, φοβοῦμαι μὴ καὶ χεῖρον σχίσμα γέ-
νηται· καὶ ἰδοὺ ἀπεσκεπάσθημεν εἰς τοὺς ἀσεβεῖς”.
[23.7] Τοῦ δὲ βασιλέως, ὡς ἔδοξε, μὴ δεξαμένου τὸν λόγον τοῦ πατρὸς
αὑτοῦ, μηδὲν εἰπών, ἀναστὰς ἀπῆλθε. Καὶ μικρὸν σύννους γεγονὼς ὁ
μακαρίτης καὶ ἀοίδιμος πατὴρ αὐτοῦ, ἐμβλέψας πρὸς ἐμὲ ὁρίζει· „Ὁ βα-
σιλεὺς ὁ υἱός μου ἔνι μὲν ἁρμοδίως βασιλεῖ, οὐ τοῦ παρόντος δὲ καιροῦ.
Βλέπει γὰρ καὶ φρονεῖ μεγάλα καὶ τοιαῦτα, οἷα οἱ καιροὶ ἔχρῃζον τῆς
εὐημερίας τῶν προγόνων ἡμῶν· ἄμη σήμερον, ὡσὰν παρακολουθοῦσιν
εἰς ἡμᾶς τὰ πράγματα, οὐ βασιλέα θέλει ἡ ἡμῶν ἀρχή, ἀλλ' οἰκονόμον·
καὶ φοβοῦμαι, μήποτε ἐκ τῶν ἐνθυμημάτων καὶ ἐπιχειρημάτων αὐτοῦ γέ-
νηται χαλασμὸς τοῦ ὁσπιτίου τούτου. Προεῖδον γὰρ καὶ τὰς ἐνθυμή-
σεις αὐτοῦ καὶ τὰ ἐδόξαζε κατορθῶσαι μὲ τὸν Μουσταφᾶν, καὶ εἶδον
καὶ τὰ τέλη τῶν κατορθωμάτων, εἰς τι κίνδυνον μᾶς ἔφερον”.
[23.8] Ἕτερον βεβαιοῦν τήν ποτε βουλὴν τοῦ ἀοιδίμου πατρὸς αὐτοῦ.
Ὡς ἐστάθη, ἵνα ἀπέλθῃ εἰς τὴν σύνοδον, ἐστάλη εἰς τὸν ἀμηρᾶν ἀπο-
κρισιάρης Ἀνδρόνικος ὁ Ἴαγρος, δηλῶσαι τοῦτο πρὸς ἐκεῖνον ὡς τάχα
φίλον καὶ ἀδελφόν. Κἀκεῖνος ἀπελογήσατο, ὅτι „οὐδέν μοι φαίνεται κα-
λὸν νὰ ὑπάγῃ νὰ κοπιάσῃ τοσοῦτον καὶ νὰ ἐξοδιάσῃ καὶ τὶ νὰ κερδί-
σῃ; Ἰδοὺ ἐγώ, καὶ ἐὰν ἔχῃ χρείαν καὶ ἄσπρων δι' ἔξοδον καὶ εἰσόδημα
καὶ ἄλλο τι πρὸς θεραπείαν αὐτοῦ, ἕτοιμός εἰμι νὰ τὸν θεραπεύσω”. Καὶ
ἐγένετο πολὺς λόγος καὶ βουλή, πότερον νὰ γένηται τὸ τοῦ ἀμηρᾶ, ἢ
νὰ ἀπέλθωσιν εἰς τὴν σύνοδον. Καὶ ἐγένετο, ὅπερ ἤθελεν ὁ βασιλεὺς ἢ
μᾶλλον ἡ κακὴ τύχη.
[23.9] Ἐξελθόντος οὖν τοῦ βασιλέως ἀπὸ τῆς πόλεως καὶ ἀπερχομέ-
νου, ἐβουλεύσατο ὁ ἀμηρᾶς, ὅτι νὰ ποιήσῃ μάχην τὴν Πόλιν καὶ νὰ
πέμψῃ φωσάτον κατ' αὐτῆς· οὐ τοσοῦτον, ὅτι νὰ ἐπάρῃ αὐτήν, ὅσον ἵνα
ποιήσῃ τὸν βασιλέα νὰ ἐπιστρέψῃ.
[23.10] Καὶ τοῦτο ἐβεβαιώθη καὶ ἐστάθη παρὰ πάντων τῶν αὐτοῦ ἄνευ
μόνου τοῦ Χαλὶλ πασία, ὅστις ἀντέστη λέγων, ὅτι „μᾶλλον μὲν οὖν
αἴτιον θέλει εἶσθεν, ἐὰν ποιήσῃς μάχην τὴν Πόλιν, ἵνα ὁ βασιλεὺς εἴπῃ
τοὺς Φράγκους ἀπὸ ἀνάγκης, ὅτι „ὅπερ λέγετε, στέργω το”. Καὶ ἰδοὺ
ἐγένετο, ὅπερ φοβούμεθα· ἀμὴ ἄφες το καὶ ἰδὲ τὸ τὶ θέλει πράξειν. Καὶ
εἰ μὲν ὁμονοήσουν, σὺ ἀγάπην ἔχεις μετ' ἐκείνους καὶ ὅρκους· εἰς τὸ
ἔμπροσθεν πάλιν, ὡς ἂν βλέπῃς, θέλεις πράττειν. Εἰ δὲ μᾶλλον οὐδὲν
ὁμονοήσουν, τότε μᾶλλον ἐξέβη ὁ λογισμὸς καὶ μὲ πλέον θάῤῥος ποίη-
σον τὸ θέλεις”. Καὶ αὕτη ἡ βουλὴ τὸν μὲν ἀμηρᾶν τοῦ σκοποῦ ἐκώλυσεν.
[23.11] Πρὸ δὲ τοῦ Χαλὶλ πασία τὴν βουλὴν δόντος τοῦ καιροῦ μαθεῖν
ἡμᾶς, ἀλλὰ τὴν ἄλλων, ὁ αὐθέντης μου ὁ δεσπότης καὶ οἱ ἄρχοντες ἐξώρ-
θωσαν τὸν Παλαιολόγον Θωμᾶν καὶ πρὸς τὸν βασιλέα ἀπέστειλαν. Καὶ
λογισμὸς καὶ τρικυμία τοῖς ἐν τῇ Πόλει περιέπεσεν ὅτι πλείστη, ἕως
οὗ πάλιν ἐμάθομεν τὴν ἰσχύσασαν βουλὴν τοῦ Χαλὶλ πασία.
[23.12] Καὶ ἰδοὺ ἐκμαρτυρία τοῦ „ὡς μὴ ὤφελε γενέσθαι τὴν σύνοδον”.
Ἀφίημι γὰρ τὰ ἀλλά, ἃ παρηκολούθησαν ἀπὸ τούτου.
[24.1] Τοῦ δὲ αὐτοῦ μϚ-ου ἔτους τῇ κϚ-ῃ τοῦ Ἰαννουαρίου μη-
νὸς εὐλογήθην ἐγὼ Ἑλένην, τὴν θυγατέραν τοῦ ἐπὶ κανικλείου Ἀλεξίου
Παλαιολόγου τοῦ Τζαμπλάκωνος.
[24.2] Καὶ Μαΐῳ α-ῃ τοῦ μζ-ου ἔτους ἐγεννήθη μοι ὁ υἱὸς Ἰωάννης,
ὃν καὶ ὁ βασιλεὺς ὁ αὐθέντης μου κὺρ Κωνσταντῖνος ἀνεγέννησε διὰ
τοῦ θείου βαπτίσματος, ὁ καὶ πρὸ τοῦ ἡμᾶς στεφανώσας.
[24.3] Καὶ Δεκεμβρίῳ ιζ-ῃ τοῦ μη-ου ἔτους ἀπέθανεν ἡ δέσποινα κυρὰ
Μαρία ἡ ἀπὸ Τραπεζοῦντας· καὶ τῇ α-ῃ Ἰαννουρίου μηνὸς τοῦ αὐτοῦ
ἔτους ἀπέθανεν ἡ δέσποινα Εὐγενία, ἡ τοῦ Γατελιούζη θυγάτηρ· αἱ καὶ
ἐτάφησαν ἐν τῇ τοῦ Παντοκράτορος μονῇ, καὶ σφοδροῦ εἴ πέρ ποτε χει-
μῶνος τότε γενομένου. Καὶ τῇ ιζ-ῃ τοῦ αὐτοῦ Ἰαννουαρίου μηνὸς ἀπέ-
θανεν ἡ βασίλισσα κυρὰ Ζωὴ καὶ ἐτάφη ἐν τῇ τῆς Κυραμάρθας μονῇ.
[24.4] Καὶ τὸν Φευρουάριον τοῦ αὐτοῦ ἔτους ἐπανέστρεψαν εἰς τὴν Πό-
λιν ἀπὸ τῆς συνόδου ὅ τε βασιλεὺς καὶ ὁ δεσπότης καὶ οἱ ἀπελθόντες
πάντες ἄλλοι, τοῦ πατριάρχου καὶ μόνον καὶ τοῦ καλοῦ καγαθοῦ Σάρδεων
κἀμοὶ πλεῖστα φίλων ἐκεῖσε τελευτησάντων, τούτου μὲν εἰς Φεῤῥαρίαν,
τοῦ δὲ πατριάρχου ἐν Φλωρεντίᾳ ὕστερον.
[24.5] Καὶ τῇ κζ-ῃ Μαρτίου τοῦ αὐτοῦ ἔτους τῇ λαμπρᾶ κυριακῇ ἐγεν-
νήθη μοι ὁ δεύτερος υἱὸς Ἀλέξιος, ὃς καὶ ἐπέζησεν ἡμέρας καὶ μόνον λʹ.
[24.6] Καὶ τὸ ἔαρ τοῦ αὐτοῦ χρόνου ἐγεγόνει καὶ πατριάρχης ὁ πρό-
τερον Κυζίκου κὺρ Μητροφάνης.
[24.7] Καὶ τῇ Ϛ-ῃ Δεκεμβρίου τοῦ μθ-ου ἔτους ὁρισθεὶς ἀπῆλθον εἰς
τὴν νῆσον Λέσβον καὶ κατέστησα τὸ συμπενθέριον καὶ ἐποίησα καὶ
μνηστείαν γάμου μετὰ κυρᾶς Αἰκατερίνης τῆς θυγατρὸς αὐθεντὸς τῆς
Μιτυλήνης καὶ τῶν ἑξῆς κυροῦ Ντωρῆ Παλαιολόγου τοῦ Γατελιούζη.
[24.8] Καὶ τῇ ιϚ-ῃ Ἀπριλλίου τοῦ αὐτοῦ ἔτους τῇ λαμπρᾶ πάλιν κυ-
ριακῇ ἐγεννήθη μοι θυγάτηρ ἡ Θάμαρ, ἣν ἀνεδέξατο καὶ αὐτὴν ἐκ τοῦ
ἁγίου βαπτίσματος ὁ αὐθέντης μου ὁ δεσπότης κὺρ Κωνσταντῖνος.
[24.9] Καὶ τῇ αὐτῇ ἡμέρᾳ λαβὼν τὴν αὑτοῦ θυγατέραν Ἀσανῖναν τὴν
Θεοδώραν Παῦλος ὁ Ἀσάνης ἔφυγεν ἀπὸ τῆς Πόλεως καὶ ἦλθεν εἰς τὴν
Μεσέμβριαν καὶ δέδωκεν αὐτὴν εἰς νόμιμον γυναῖκα τῷ δεσπότῃ κὺρ Δη-
μητρίῳ.
[24.10] Καὶ τῇ κζ-ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἀπῆλθεν εἰς
τὴν Μιτυλήνην μετὰ κατέργων βασιλικῶν καὶ εὐλογήθη ὁ αὐθέντης μου
δηλονότι τὴν ῥηθεῖσαν κυρὰν Αἰκατερῖναν Γατελιούζεναν, καπετανίου
ὄντος εἰς τὰ κάτεργα τοῦ μετὰ ταῦτα γεγονότος μεγάλου δουκὸς Λουκᾶ
τοῦ Νοταρᾶ.
[24.11] Καὶ τὸν Σεπτέβριον μῆνα τοῦ ν-ου ἔτους καταλείψας ἐκεῖσε εἰς
τὸν αὐτῆς πατέρα τὴν βασίλισσαν καὶ γυνὴν αὑτοῦ ὁ αὐθέντης μου δη-
λονότι, ἤλθομεν εἰς τὸν Μορέαν μὲ τὰ αὐτὰ κάτεργα καὶ τῆς Μιτυλήνης
ἑτέρου ἑνός.
[25.1] Καὶ τῇ κ-ῃ Ὀκτωβρίου τοῦ αὐτοῦ ἔτους, ὁρισθεὶς διέβην
ἐγὼ εἰς τὸν ἀμηρᾶν καὶ τὸν βασιλέα ἀποκρισιάρης, ἔχοντος μου καὶ ἀπό-
κρυφον μυστήριον, ὅτι, ἐὰν ἐνδώσῃ τοῦτο καὶ ὁ βασιλεύς, νὰ ἀπέλθω
εἰς τὸν δεσπότην κὺρ Δημήτριον ἄνω εἰς τὴν Μεσέμβριαν καὶ δώσω πρὸς
ἐκεῖνον ἅπαντα τὸν τόπον, ὃν ὁ αὐθέντης μου εἰς τὸν Μορέαν εἶχεν, αὐ-
τὸς δὲ πάλιν ἐλθὼν εἰς τὴν Πόλιν ἔχῃ τὴν Σηλύβριαν καὶ τὸν πρώην
τόπον αὑτοῦ Μεσέμβριαν καὶ τὰ ἄλλα ἕως τῶν Δέρκων, καὶ εἰς ἐλπίδαν
εἶναι τῆς βασιλείας, ὡς ἡγάπα ὁ βασιλεύς, ἐκεῖσε εὑρισκόμενον. Ὃ δὴ
καλῶς ἀποδεξάμενος ὁ βασιλεύς, τὸν Ἰαννουάριον μῆνα εἰς τὴν Μεσέμ-
βριαν πρὸς τὸν δεσπότην κὺρ Δημήτριον ἀπῆλθον. Ἐκεῖνος δὲ ἐνεργῶν
[25.1.11] τὰ κατὰ τῆς πόλεως, ἢ μᾶλλον τὰ κατ' ἐκείνου, ἀπέπεμψέ με ἄπρακτον.
[25.2] Ἐν ᾧ μηνὶ καὶ ἀποπληξίᾳ δεινῇ περιπεσὼν Παῦλος ὁ Ἀσάνης
ἐναπέψυξεν.
[25.3] Ἐμοῦ δ' ἐπιστρέψαντος εἰς τὴν πόλιν καὶ προσμένοντος ὁρι-
σμῷ τοῦ βασιλέως πρὸς τὸ ἐπιστρέψαι εἰς τὸν αὐθέντην μου, τῇ κγ-ῃ
τοῦ Ἀπριλλίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐπηλάλησε μετὰ Τουρκῶν καὶ
ἀπέκλεισε καὶ ἔφθειρε τὰ τῆς πόλεως ὁ δεσπότης κὺρ Δημήτριος. Ἐν
ᾧ δὴ μηνὶ καὶ ἡμέρᾳ ἐγεννήθη αὐτῷ καὶ ἡ θυγάτηρ αὐτοῦ.
[25.4] Καὶ τὸν Ἰούλιον μῆνα τοῦ αὐτοῦ ἔτους, ἐρχομένου τοῦ αὐθεντός
μου καὶ δεσπότου κυροῦ Κωνσταντίνου εἰς βοήθειαν τῆς πόλεως καὶ διὰ
τῆς Μιτυλήνης διελθόντος καὶ λαβόντος καὶ τὴν αὑτοῦ γυναῖκα τὴν βα-
σίλισσαν, εἰς τὴν Λῆμνον ἦλθε· καὶ εὑρεθέντος ἐκεῖσε ἐπολεμήθη εἰς
τὸν Κότζηνον ἡμέρας πολλὰς ὑπὸ τοῦ στόλου παντὸς τῶν Τουρκῶν.
Ἀπελθόντος δ' ἀπράκτου τοῦ στόλου βοηθείᾳ θεοῦ, ἡ βασίλισσα ἀπὸ
τῆς περιστάσεως ἀσθενήσασα καὶ ἐκτρωθεῖσα τὸν Αὔγουστον τοῦ αὐτοῦ
ἔτους εἰς τὸ Παλεόκαστρον τοῦ αὐτοῦ νησίου τῆς Λήμνου ἀπέθανε καὶ
ἐτάφη.
[25.5] Καὶ τῇ ιδ-ῃ τοῦ Σεπτεβρίου μηνὸς τοῦ να-ου ἔτους ἐγεννήθη μοι
ὁ ἕτερος υἱὸς Ἀλέξιος.
[25.6] Καὶ τὸν Νοέμβριον τοῦ αὐτοῦ ἔτους ἦλθεν εἰς τὴν Πόλιν ὁ δε-
σπότης καὶ αὐθέντης μου κὺρ Κωνσταντῖνος· καὶ τῇ α-ῃ Μαρτίου ἔλαβεν
ἀπὸ τὸν βασιλέα τὴν Σηλύβριαν καὶ ἀπέστειλεν ἐμὲ ἐκεῖσε εἰς κεφαλήν,
ἵνα καὶ ἀπὸ τὸν ἀμηρᾶν καὶ τὸν δεσπότην κὺρ Δημήτριον καὶ αὐτὸν δὴ
τὸν δεδωκότα βασιλέα προστάξας φυλάττω.
[25.7] Καὶ τὸν Ἰούνιον τοῦ αὐτοῦ ἔτους ἦλθεν εἰς τὴν Πόλιν Φραγκό-
πουλος ὁ πρωτοστράτωρ· καὶ ὁρισθεὶς κἀγὼ ἀπὸ τὴν Σηλύβριαν εἰς τὴν
Πόλιν ἦλθον. Καὶ συμφωνίαι γεγόνασιν, ὅτι ὁ μὲν δεσπότης καὶ αὐθέν-
της μου εἰς τὸν Μορέαν ἀπέλθῃ καὶ τὸν τόπον πάντα τοῦ δεσπότου κυ-
ροῦ Θεοδώρου λάβῃ, ἐκεῖνος δὲ εἰς τὴν πόλιν ἔλθῃ καὶ τὴν Σηλύβριαν
λάβῃ· ἃ δὴ καὶ ἐγένετο.
[26.1] Καὶ τῇ ι-ῃ τοῦ Ὀκτωβρίου τοῦ νβ-ου ἔτους μετὰ καρα-
βίου ἐξελθόντος ἀπὸ τῆς Πόλεως τοῦ αὐθεντός μου καὶ δεσπότου καὶ
ἀπελθόντος εἰς τὸν Μορέαν, καὶ πάλιν μετ' αὐτοῦ δὴ τοῦ καραβίου ὁ
δεσπότης κὺρ Θεόδωρος τὸν Δεκέμβριον μῆνα τοῦ αὐτοῦ ἔτους εἰς τὴν
Πόλιν ἀπέσωσε. Καὶ τὸν Μάρτιον παρέδωκα ἐγὼ πρὸς αὐτὸν τὴν Ση-
λύβριαν.
[26.2] Καὶ ἐμβάντος μου εἰς καράβιον τοῦ ἀπὸ τὴν Κρήτην Ὑαλινᾶ
Ἀντωνίου εἰς τὴν τοῦ Εὐρίπου Κάρυστον ἐπάφηκέ με. Καὶ τῇ γ-ῃ τοῦ
Ἰουνίου διὰ τῆς στερεᾶς ὁδοῦ εἰς τὸν Μυζηθρᾶν ἔφθασα, πολλὰ τοῦ δε-
σπότου κυροῦ Θεοδώρου ζητοῦντός με καὶ παροτρύνοντος, ἵνα καὶ τὴν
Σηλύβριαν ἔχω καὶ τῶν πρώτων αὐτοῦ ὑποχειρίων εὑρίσκωμαι.
[26.3] Διερχόμενος δὲ εὗρον καὶ τὸ Ἑξαμίλιον κτισθὲν παρὰ τοῦ αὐ-
θεντός μου καὶ δεσπότου τῷ παρελθόντι καιρῷ τοῦ ἔαρος.
[26.4] Φθάσαντός μου οὖν εἰς τὸν Μυζηθρᾶν, μετά τινας ἡμέρας ὀλί-
γας, τοῦ καρδιναλίου καὶ βιτζεκαντζελλαρίου καὶ λεγάτου καθολικοῦ
τοῦ πάπα ἀπερχομένου μετὰ πολλῶν κατέργων εἰς τὴν Πόλιν διὰ τὴν
κατὰ τῶν ἀσεβῶν τοῦ ῥηγὸς τῆς Οὐγγαρίας ἐξέλευσιν, ἐστάλην καὶ ἐγὼ
πάλιν ἀποκρισιάρης πρός τε τὸν βασιλέα καὶ πρὸς τὸν ἀμηρᾶν καὶ αὐ-
τὸν δὴ τὸν ῥῆγαν, ἀλλὰ δὴ καὶ πρὸς τὸν λεγᾶτον καὶ πρὸς τὸν καπετάνιον
Ἀλωΐζω Λορδᾶν δι' ἀναγκαίας δουλείας, πρὸς οὗ προβῶσι τὰ πράγματα.
[26.5] Καὶ διερχομένου μου τὴν Κόρινθον τῇ λ-ῃ τοῦ Αὐγούστου, ἵνα
εἰς τὸν Εὔριπον τὰ κάτεργα τῆς ἀρμάτας φθάσω, εὗρον θαπτόμενον τὸν
καλὸν κἀγαθὸν Κορίνθου Μάρκον, ὃς καὶ ἐν τῇ αὐλῇ ἡμῶν ἐγεννήθη
καὶ μεθ' ἡμῶν ἀνετράφη· καὶ ὑπὸ τοῦ κακοῦ τῆς μητρυιᾶς αὐτοῦ πολλὰ
πιεζόμενος μεγάλας θεραπείας παρὰ τῶν γεννητόρων μου εὕρισκεν, εἰ
καὶ ἀναγκασθεὶς ἀπὸ τοῦ πολλοῦ κακοῦ ἔφυγεν ἀπὸ τὸν πατέρα αὑτοῦ
καὶ εἰς τὴν τῶν Ξανθοπούλων μονὴν ἀπῆλθε καὶ τοιοῦτος χρήσιμος ἀπε-
κατεστάθη.
[26.6] Φθάσας οὖν ἐγὼ εἰς τὸν Εὔριπον, τὰ δὲ κάτεργα οὐ φθάσας δι'
ἄλλου πλευσίμου εἰς τὴν Λῆμνον ἀπεσώθην κἀκεῖσε εὑρὼν κάτεργον βα-
σιλικὸν εἰς τὴν Πόλιν ἀπεσώθην εἰς τὰς ἀρχὰς τοῦ Νοεμβρίου τοῦ νγ-ου
ἔτους.
[26.7] Τῷ δὲ αὐτῷ μηνὶ ια-ῃ ὁ ῥὴξ τῆς Οὐγγαρίας ἐσκοτώθη παρὰ τοῦ
ἀμηρᾶ εἰς τὴν Βάρναν.
[26.8] Καὶ τῇ ιζ-ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐγεγόνει παγκό-
σμιος καύσων καὶ ἄξιος μνήμης.
[26.9] Ἐν ᾧ δὴ θέρει καὶ ὁ πνευματικὸς κὺρ Γρηγόριος πατριάρχης
ἐγεγόνει.
[26.10] Καὶ τῇ ιε-ῃ τοῦ Αὐγούστου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐγεννήθη
μοι ὁ υἱὸς Ἀνδρόνικος, ὃς ἔζησεν ἡμέρας καὶ μόνον ὀκτώ.
[27.1] Καὶ τῷ νδ-ῳ ἔτει Δεκεμβρίῳ μηνὶ πρὸς τέλος, ἐλθόν-
τος μου εἰς τὸν Μορέαν μετὰ τῶν τῆς πραγματείας Βενετικῶν κατέργων,
Σεπτεβρίου α-ῃ τοῦ νε-ου ἔτους εὐεργετήθην τὸ κεφαλατίκιον τοῦ Μυ-
ζηθρᾶ μετὰ καὶ πάντων τῶν περὶ αὐτόν, ἤγουν Κουλᾶ, Ἑβραϊκῆς, Τρύ-
πης, Τζεραμίου, Πακοτῶν καὶ Σκλαβοχωρίου καὶ μετὰ πάντων τῶν εἰσο-
δημάτων αὐτῶν, ὡς οὐκ εἶχεν ἄλλος τις οὕτως πώποτε τὸ τοῦ Μυζηθρᾶ
κεφαλατίκιον.
[27.2] Ὥρισέ μοι δὲ καὶ τοῦτο, ὅτι „ἐγὼ δέδωκά σοι τὸν Μυζηθρᾶν εἰς
κεφαλατίκιον καὶ διὰ τὴν σὴν καλὴν δουλοσύνην καὶ τὴν ἐμὴν πρὸς σὲ
ἀναδοχὴν καὶ ἀγάπην, καὶ ὅτι θέλω νὰ ἔνι καὶ τοῦτο ἓν ὡς ἡ Κόρινθος
καὶ ἡ Πάτρα, ὧν τὴν μὲν ἔχει ὁ Καντακουζηνὸς Ἰωάννης, τὴν δὲ Ἀλέ-
ξιος ὁ Λάσκαρις.
[27.3] Καὶ γίνωσκε, ὅτι ἕτερον μεσάζοντα οὐδὲν θέλω ποιήσειν πάρεξ
αὐτὸν δὴ τὸν Εὐδαιμονοϊωάννην, ὃν ἔχω· ἀλλ' οὐδὲ ἐνταῦθα θέλω εὑρί-
σκεσθεν ἀεί, ἀμὴ θέλω διέρχεσθεν τὸν τόπον μου διὰ πολλὰ ὠφέλιμα.
[27.4] Καὶ ὅταν μὲν εὑρίσκωμαι εἰς τὴν Κόρινθον, θέλω πράττειν τὰς
ἐμὰς δουλείας καὶ τὰς τοῦ τόπου ἐκείνου μετὰ τοῦ Καντακουζηνοῦ καὶ
τοῦ Εὐδαιμονοϊωάννου· ὅταν δὲ εἰς τὴν Πάτραν ἀπέλθω, πάλιν μὲ τὸν Λά-
σκαριν καὶ τὸν Εὐδαιμονοϊωάννην, καταλιμπάνων τὸν Καντακουζηνὸν
εἰς τὴν ἀρχὴν αὐτοῦ· ὅταν δέ εἰμι ἐνταῦθα, μετὰ σοῦ καὶ τοῦ Εὐδαιμονοϊω-
άννου.
[27.5] Καὶ ἄλλο, ὅτι, ὅταν σὺν θεῷ ἕξω καὶ γυναῖκαν, διὰ σοῦ θέλω
ἕξειν αὐτὴν καὶ ἐνταῦθα τὸν πλείονα χρόνον θέλω διαβιβάζειν καὶ θέ-
λεις εἶσθεν καὶ σὺ ὁ πλέον ἐγνώριμος αὐτῆς εἰς τὰ τῆς θεραπείας αὐτῆς.
[27.6] Νῦν δ' ἐγὼ μὲν ἀπέρχομαι πρὸς οἰκοδομὴν καλίω τοῦ Ἑξαμιλίου·
σὺ δὲ ἐνταῦθα εὑρισκόμενος ἄρχε καλῶς τὴν ἀρχήν σου καὶ παῦσαι τὰς
ἀδικίας καὶ τὰς πολλὰς ἀρχὰς τῶν ἐνταῦθα εὑρισκομένων καὶ ποίησον
πάντας τοὺς ἐνταῦθα, ἵνα σὲ μόνον ἔχωσιν ἀρχὴν ὡς ἐμὲ μόνον αὐθέν-
την.” Προσκυνήσαντός μου οὖν αὐτῷ καὶ εὐχαριστήσαντος, ἀπῆλθεν εἰς
τὸ Ἑξαμίλιον τῇ η-ῃ τοῦ αὐτοῦ Σεπτεβρίου μηνός.
[28.1] Τὸν δὲ Ὀκτώβριον τοῦ αὐτοῦ ἔτους ἐξῆλθεν ἀπὸ τῆς
Γλαρέντζας ἡ θυγάτηρ κυροῦ Θωμᾶ τοῦ δεσπότου κυρὰ Ἑλένη, ἵνα ἀπέλ-
θῃ εἰς τὴν Σερβίαν καὶ Λάζαρον τὸν υἱὸν κυροῦ Γιούργη δεσπότου ἄν-
δρα λάβῃ· ὅπερ καὶ ἐγένετο.
[28.2] Καὶ διὰ τοῦτο καὶ δεσπότην καὶ αὐτὸν δὴ τὸν Λάζαρον ὁ βασι-
λεὺς κὺρ Ἰωάννης διὰ τοῦ Φιλανθρωπινοῦ Γεωργίου τετίμηκε.
[28.3] Τῇ δὲ κζ-ῃ τοῦ Νοεμβρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἦλθεν ὁ ἀμη-
ρᾶς κατὰ Ἑξαμιλίου καὶ τῇ ι-ῃ Δεκεμβρίου ἀπῆρεν αὐτὸ καὶ τὸ ἐχά-
λασε· καὶ ἀπελθόντος αὐτοῦ καὶ ἕως εἰς τὴν Πάτραν, τὴν χώραν καὶ τὴν
μόνην ἀπῆρε καὶ κατέκαυσε καὶ ἠφάνισε.
[28.4] Καὶ τὸν Αὔγουστον τοῦ αὐτοῦ ἔτους ἐστάλην πάλιν ἐγὼ εἰς τὴν
Πόλιν καὶ δι' ἄλλας μὲν δουλείας καὶ διὰ τὴν εἰς τὴν Τραπεζοῦνταν καὶ
[28.4.3] τὴν Γοτθίαν συνοικεσίου διὰ τοῦ αὐθεντός μου δουλείαν, ἐπεὶ προεσύν-
τυχαν ἀπ' ἐκεῖσε, εἰς ἃ μέρη καὶ ἱερομόναχον τὸν Ἰσίδωρον, τὸν ὕστε-
ρον χρηματίσαντα καὶ Ἀθηνῶν, καὶ ἀνθρώπους μου ἔστειλα καὶ ἔγραψα.
[28.5] Καὶ προσμένοντός μου ἐκεῖ, τὸν Ἰούνιον τοῦ νϚ-ου ἔτους ἀπέ-
θανεν ἀπὸ λοιμώδους νοσήματος εἰς τὴν Σηλυμβρίαν ὁ δεσπότης κὺρ
Θεόδωρος· καὶ φέροντες αὐτὸν εἰς τὴν Πόλιν ἔθαψαν ἐν τῇ τοῦ Παντο-
κράτορος μονῇ.
[28.6] Καὶ τῇ ιε-ῃ τοῦ Αὐγούστου μηνὸς τοῦ αὐτοῦ ἔτους ἀπέθανεν
ἐμοὶ ὁ υἱὸς Ἀλέξιος, ζήσας χρόνους εʹ καὶ μῆνας ιαʹ, θάνατος καὶ σφό-
δρα μου καθήψατο, οὐκ εἰδότος μου τοῦ ἀθλίου τὰ μέλλοντά μοι συμ-
βήσεσθαι λυπηρότερα.
[28.7] Καὶ τῇ λα-ῃ τοῦ Ὀκτωβρίου μηνὸς τοῦ νζ-ου ἔτους ἀπέθανε
καὶ ὁ βασιλεὺς κὺρ Ἰωάννης χρονῶν ὑπάρχων νϚʹ καὶ μηνῶν ιʹ καὶ ἡμε-
ρῶν ιεʹ. Καὶ ἐτάφη τῇ α-ῃ Νοεμβρίου εἰς τὴν μονὴν τοῦ Παντοκρά-
τορος, αὐτοκρατορήσας χρόνους κγʹ καὶ μῆνας γʹ καὶ ἡμέρας ιʹ.
[29.1] Καὶ τῇ ιγ-ῃ τοῦ αὐτοῦ Νοεμβρίου μηνὸς ἦλθεν εἰς τὴν
Πόλιν μετὰ καραβίου ὁ δεσπότης κὺρ Θωμᾶς, οὐκ εἰδὼς τὸν θάνατον
τοῦ βασιλέως, ἀλλὰ περὶ τὴν Καλλίπολιν διερχόμενος ἀκούσας αὐτόν.
[29.2] Ἐκείνου δὲ ἐλθόντος ἔπαυσαν πολλῷ πλέον, ἅπερ ὁ δεσπότης
κὺρ Δημήτριος ἢ μᾶλλον οἱ αὐτοῦ σφετεριζόμενοι ἐνεργοῦσαν, ἵνα βα-
σιλεύσῃ, τὸν οὐχὶ καὶ δεσπότην καὶ πορφυρογέννητον παρὰ τῶν Κων-
σταντινοπολιτῶν ἄξιον ὄντα κρίνεσθαι, ζῶντος τοῦ πρώτου καὶ τοιούτου
ἀδελφοῦ, τοῦ καὶ ἐπὶ πᾶσιν ἀγαθοῖς πρωτεύοντος ἄνευ τοῦ δυστυχὴς εἶναι.
Ὅμως τὸ πρέπον καὶ δίκαιον ἴσχυσαν ὁρισμῷ τῆς ἁγίας δεσποίνας καὶ
τῶν υἱῶν αὐτῆς τῶν δεσποτῶν καὶ ἀρχόντων βουλῇ καὶ γνώμῃ.
[29.3] Τῇ Ϛ-ῃ τοῦ Δεκεμβρίου ἀπῆλθον ἐγὼ ἀποκρισιάρης εἰς τὸν ἀμη-
ρᾶν, ὅτι καὶ αὐτὴ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ καὶ τὸ πρωτεῖον τοῦ χρόνου
καὶ ἡ ἀρετὴ καὶ ἡ ἀγάπη τῶν ἐν τῇ Πόλει σχεδὸν πάντων τὸν κὺρ Κων-
σταντῖνον εἰς βασιλέα κρίνουσι, καὶ νὰ ἐπίσταται τοῦτο κἀκεῖνος δὴ ὁ
ἀμηρᾶς, ὅπερ καὶ ἔστερξε καὶ ἀπεδέξατο· καὶ μετὰ τιμῆς καὶ δώρων κἀμὲ
ἀπέπεμψε.
[29.4] Τὰς αὐτὰς δὲ ἡμέρας καὶ ἄρχοντες ἀπὸ τῆς πόλεως εἰς τὸν Μο-
ρέαν ἐστάλησαν Ἀλέξιος Φιλανθρωπινὸς ὁ Λάσκαρις, -ὃς ἐστάλη εἰς
τὴν πόλιν παρὰ τοῦ αὐθεντὸς ἡμῶν μετὰ τοῦ δεσπότου κυροῦ Θωμᾶ ὑπὲρ
τῶν δουλειῶν αὐτοῦ δὴ τοῦ δεσπότου εἰς τὸν βασιλέα καὶ αὐτὸς ἐπιμελη-
θῆναι, -καὶ Μανουὴλ Παλαιολόγος ὁ Ἴαγρος καὶ βασιλέα πεποιήκασιν
εἰς τὸν Μυζηθρᾶν τῇ Ϛ-ῃ Ἰαννουαρίου τὸν δεσπότην κὺρ Κωνσταντῖνον.
[29.5] Καὶ τῇ ιβ-ᾳ τοῦ Μαρτίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἦλθε καὶ εἰς
τὴν Πόλιν μετὰ καραβίου καταλανικοῦ καὶ παρὰ πάντων ἀσπασίως ἐ-
δέχθη.
[29.6] Καὶ τῷ αὐτῷ ἔτει ἐν μηνὶ Αὐγούστῳ ἐξῆλθεν ἀπὸ τῆς Πόλεως
ὁ δεσπότης, ὁ πορφυρογέννητος τιμηθεὶς κὺρ Θωμᾶς καὶ ἀπῆλθεν εἰς
τὸν Μορέαν.
[29.7] Καὶ τῇ α-ῃ Σεπτεβρίου τοῦ νη-ου ἔτους ἐξῆλθε καὶ ὁ δεσπότης
καὶ πορφυρογέννητος κὺρ Δημήτριος καὶ ἀπῆλθε κἀκεῖνος εἰς τὸν Μο-
ρέαν, εἰς τὴν Πόλιν συμβιβασθέντων ἔμπροσθεν τῆς κυρίας καὶ ἁγίας
μητρὸς αὐτῶν καὶ τοῦ βασιλέως καὶ ἀδελφοῦ καὶ ἡμῶν τῶν ἐκκρίτων
ἀρχόντων καὶ ὅρκους πεποιηκότων, οὓς καὶ κακῶς ἔστερξαν καὶ κακῶς
ἀπέλαβον, ὡς εἶδον ὕστερον κἀγώ, εἰ καί, πῶς πρὸς ἀλλήλους διετέθη-
σαν, οὔτε τῶν ἀναγκαίων διηγεῖσθαι, οὔτε ἐν τῇ πόλει εὑρισκόμην, ἵνα
καλῶς αὐτὰ ἐπίσταμαι.
[30.1] Τῇ γὰρ ιδ-ῃ τοῦ Ὀκτωβρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐστά-
λην ἐγὼ εἴς τε τὸν τῆς Ἰβηρίας μέπεν, ἤγουν βασιλέα Γεώργιον, καὶ τὸν
βασιλέα Τραπεζοῦντος κὺρ Ἰωάννην τὸν Κομνηνὸν μετὰ χαρίτων ἀξιο-
λόγων καὶ παρασκευῆς ὅτι πολλῆς καὶ καλῆς, μετὰ ἀρχοντοπούλων καὶ
στρατιωτῶν καὶ ἱερομονάχων καὶ ψαλτῶν καὶ ἰατρῶν καὶ τεχνιτῶν κρα-
τούντων καὶ ὄργανον· οἳ καὶ ἤκουον ὄνομα μὲν αὐτό, τὶ δέ ἐστιν, οὐκ
εἶδον καὶ ἐπιθυμοῦσαν ἰδεῖν καὶ ἄκουσαι οἱ Ἴβηρες. καὶ διὰ τοῦτο
καὶ συνέτρεχον ἐκ τῶν περάτων αὐτῆς δὴ τῆς Ἰβηρίας, ἵνα ἀκούσωσιν
αὐτοῦ.
[30.2] Ἀπῆλθον δὲ διὰ συμπεθέριον, ὅπου ἄρα με φανῇ ἐκ τῶν δύο
γενῶν. Ἐδέησεν οὖν, ἵνα διὰ τὸ ἀναίτιόν μου πλέον δηλώσω τῷ αὐθέν-
τῃ μου τῷ βασιλεῖ τὰ καλὰ ἀμφοτέρων τῶν μερῶν καὶ τὰ ἐναντία· καὶ
πάλιν, ὡσὰν ὁρίσει. Καὶ ἔστειλα γραφὰς μετὰ ἀνθρώπων, καὶ πάλιν ἄλ-
λους ὁ αὐθέντης μου ἀπολογησάμενος· καὶ ἐρχόμενοι περὶ τὴν Ἀμισὸν
ἐναυάγησαν. Καὶ ἕως οὗ νὰ μάθῃ τοῦτο ὁ αὐθέντης μου ὁ βασιλεὺς νὰ
στείλῃ ἄλλους, διεβίβασα εἰς τὰ μέρη ἐκεῖνα χρόνους βʹ παρὰ ἡμέρας λʹ.
[30.3] Εὑρισκομένου μου οὖν ἐκεῖσε τῇ κγ-ῃ Μαρτίου μηνὸς τοῦ αὐτοῦ
ἔτους τέθνηκεν ἡ ἐν μακαρίᾳ τῇ λήξει γενομένη ἀοίδιμος καὶ ἁγία δέ-
σποινα, ἡ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθεῖσα Ὑπο-
μονὴ μοναχή· καὶ ἐτάφη εἰς τὴν μονὴν τοῦ Παντοκράτορος πλησίον τοῦ
μακαρίτου καὶ ἀοιδίμου βασιλέως καὶ ἀνδρὸς αὐτῆς.
[30.4] Καὶ τὸν Φευρουάριον τοῦ νθ-ου ἔτους ἀπέθανεν ὁ ἀμηρᾶς ὁ Μου-
ράτης. Καὶ τοῦτο οὐκ ἀκούσαντός μου εἰς τὴν Ἰβηρίαν, ὡς ἦλθον εἰς
τὴν Τραπεζοῦντα λέγει μοι ὁ βασιλεύς „Ἄρχον ἀποκρισιάρη, νά σε
εἴπωμεν καλὰ μαντάτα, μόνον νὰ μᾶς δώσῃς τὰ συγχαρίκια”. Καὶ ἀνα-
στὰς προσεκύνησα εἰπών· „Νὰ ποιήσῃ ὁ θεὸς πολυχρόνιον τὴν βασι-
λείαν σου, ὁποῦ πᾶσι τρόποις εὐεργετεῖς ἡμῖν καὶ θέλεις εὐεργετήσειν
καὶ νῦν τὰ καλὰ μαντάτα. Ἀμὴ ἡμεῖς τὶ ἄξιον ἔχομεν νὰ ἀποδώσωμεν
τῇ βασιλείᾳ σου”; Καὶ λέγει μοι τὸν θάνατον τοῦ ἀμηρᾶ καὶ ὅτι ἐγένετο
καὶ ὁ υἱὸς αὐτοῦ αὐθέντης καὶ δέδωκε πολλὰ τὸν βασιλέα καὶ ἔστερξεν,
ἵνα ἔχῃ καὶ τὴν ἀγάπην, ἣν μετὰ τοῦ πατρός του εἶχε τὸ ὁσπίτιον ἐκεῖνο.
[30.5] Καὶ ἀκούσας τοῦτο ἐγενόμην ἄφωνος καὶ οὕτως ὀδυνηθείς, ὥσπερ
νὰ μὲ ἔλεγεν θάνατον τῶν ἐμῶν φιλτάτων· καὶ μέχρι τινὸς καταφιάσας
λέγω· „Δέσποτά μου, τοῦτο οὐ χαριὲν μαντάτον, ἀλλὰ καὶ ὀδυνὸν λίαν”.
Καὶ λέγει· „Πῶς καλέ”; Καὶ εἶπον· „Διότι ἐκεῖνος ἦν γέρων καὶ τὸ κατὰ
τῆς Πόλεως ἀπεπειράσθη αὐτῷ καὶ πλέον οὐδὲν ἤθελεν ἐπιχειρισθεῖν
τοιοῦτόν τι, ἀλλ' ἤθελε μόνον τὴν ἀγάπην καὶ εἰρήνην· ἀμὴ οὗτος, ὁποῦ
ἐγένετο νῦν αὐθέντης, ἔνι νέος καὶ παιδιόθεν ἐχθρὸς τῶν Χριστιανῶν,
νὰ ὑβρίζῃ καὶ νὰ ἐπαπειλῆται, ὅτι θέλει ποιήσειν τὰ καὶ τὰ κατὰ τῶν
Χριστιανῶν.
[30.6] Καὶ ἡ Πόλις, ἤπερ ἄλλοτε ἔνι ἀπὸ τὴν ἀσθένειαν τοῦ αὐθεντός
μου τοῦ βασιλέως, τοῦ γαμβροῦ σου, ἠπορημένη καὶ χρέος εἰς τὰ εἰσο-
δήματα ἐκείνης πολὺ καὶ ἀπορία εἰς πάντα. Καὶ ὁ αὐθέντης μου ὁ βα-
σιλεὺς νέος αὐθέντης καὶ θέλει καιρὸν εἰρηνικόν, νὰ ἐξοικονομήσῃ τὰ
ἐκείνης· καὶ ἂν παραχωρήσῃ ὁ θεὸς νὰ νικηθῇ ἀπὸ τῆς νεότητος αὐτοῦ
καὶ κακίας καὶ νὰ ὁρμήσῃ κατὰ τῆς Πόλεως, οὐκ οἶδα, τὶ νὰ γένηται;
Ναί, ἂν εἶχεν εὐδοκήσειν ὁ θεός, νὰ ἀπέθνησκεν οὗτος, ὁ υἱὸς αὐτοῦ,
ἰδοὺ εὐφρόσυνος κατὰ ἀλήθειαν ἀγγελία, ἐπεὶ ἄλλον οὐκ εἶχε καὶ ἀπὸ
τῆς λύπης ἤθελε γενεῖν καὶ ἀσθενέστερος καὶ ὀλιγοχρονιώτερος· καὶ μέ-
σον τούτου ἤθελεν ἀναῤῥωσθῆναι καὶ τὸ ὁσπίτιον ἐκεῖνο καί, ἀποθανόν-
τος ἐκείνου, ἤθελεν ὑπάγειν εἰς προτίμησιν μεγάλην.” Καὶ λέγει μοι·
„Σὺ ἦσαι καὶ τῶν φρονίμων καὶ τῶν πρώτων ἀρχόντων τοῦ ὁσπιτίου ἐκεί-
νου καὶ θέλεις γινώσκειν καὶ εἰς τὰ τοιαῦτα καλίω· ὅμως ὁ θεὸς δυνα-
τὸς ἔνι νὰ τὸ ποιήσῃ διὰ καλόν.” Καὶ εἶπον· „Οὕτως ἔνι, ὡς ὁρίζεις”.
Καὶ ἀπέμεινεν εἰς ἐκεῖνον.
[31.1] Ἐγὼ δὲ ὡς ἤκουσα τοῦτο καὶ ὅτι ἡ γυνὴ τοῦ ἀμηρᾶ, ἡ
θυγάτηρ δεσπότου Σερβίας, ἐντίμως καὶ καλῶς ἐπανέστρεψεν εἰς τοὺς
γονεῖς αὑτῆς, ἐπεὶ ἐγὼ ἔμελλον μεῖναι εἰς τὴν Τραπεζοῦντα διὰ αἴτια πολ-
λά, πλεύσιμον δὲ ἀπερχόμενον εἰς τὴν Πόλιν, ἔστελλον καὶ ἄλογα καὶ
παιδία δύο, ἅτινα ὁ βασιλεὺς Ἰβηρίας ἀπελθῶν περὶ τὸ Σαμαχὶν ἐκρού-
σευσε καὶ ἔστειλέ μοι χάριν, καὶ ἄλλα τινά, ἃ καὶ ἐχαρίσθημεν καὶ ἐκ-
τησάμεθα ἀλλοτρόπως· καθίσας ἔγραψα πρὸς τὸν αὐθέντην μου τὸν βα-
σιλέα, ὅσα καὶ εἰς τὴν Ἰβηρίαν ἔπραξα καὶ ὅσα εἰς τὴν Τραπεζοῦντα
ὑποπτεύω, ὅτι μέλλω πράξειν, καὶ τὴν αἰτίαν τῆς ἐκεῖσε προσμονῆς.
[31.2] Ἔγραψα καὶ ἑτέραν ἀναφοράν, περὶ ὧν μέλλω δηλώσειν· καὶ δοὺς
τὰς γραφὰς ἑνὶ τῶν σὺν ἐμοὶ ἀρχοντοπούλων ἔστειλα αὐτὸν παραγγείλας,
ὅτι „τὴν μὲν μίαν δὸς τῷ αὐθέντῃ ἡμῶν βασιλεῖ, ὡσὰν προσκυνήσῃς αὐτῷ·
καὶ διὰ στόματος πάντα καθ' ἡμᾶς ἀνάφερε· ἐπὶ δὲ τὴν αὔριον δὸς τὴν
ἑτέραν”.
[31.3] Ἔγραφε δὲ οὕτως· „Ἐγὼ ἔμαθον τὸν θάνατον τοῦ ἀμηρᾶ, φθά-
σας ἐνταῦθα εἰς τὴν Τραπεζοῦντα, παρὰ τοῦ βασιλέως· ἔμαθον καὶ τῆς
ἐξαδέλφης αὐτοῦ τῆς ἀμηρίσσας ἐπαναστροφὴν εἰς τὴν πατρίδα καὶ τοὺς
γονεῖς αὐτῆς. Λοιπὸν συλλογισάμενος, φαίνεταί μοι κάλλιον καὶ ὠφέλι-
μον εἰς πολλὰ τὸ ἐκείνης, ἂν τὸ εὕρῃς νὰ τὸ πράξῃς παρὰ τὰ ἐνταῦθα.
[31.4] Τέσσαρα γὰρ μόνον εὑρίσκω τὰ προσιστάμενα· τὸ ἔλαττον τοῦ
γένους, τῆς ἐκκλησίας διὰ τὴν συγγένειαν, τὸ ὅτι εἶχεν ἄνδρα καὶ δ-ον
ὅτι ἔνι χρόνου πλείονος καὶ ἔνι λογισμός, μήποτε ἐλθόντος καιροῦ τοῦ
τεκεῖν παιδίον κινδυνεύσῃ, ὡς οἱ φυσικοὶ γράφουσιν, ὅτι ὡς ἐπὶ τὸ πλεῖ-
στον ἐπισυμβαίνει.
[31.5] Λοιπὸν περὶ τοῦ πρώτου λέγω, ὅτι οὐδὲν ἔνι παράδοξον, ἐπεὶ
οὐδὲν ἔνι ἐλάττονος γένους τῆς κυρίας μου καὶ ἀοιδίμου μητρός σου·
περὶ τοῦ δευτέρου, καὶ ἂν ὅλως ἐλπίζωμεν, ὅτι τὸ τῆς Τραπεζοῦντος,
ἂν γένηται, θέλει συγχωρήσει αὐτὸ ἡ ἐκκλησία, δοθέντων χρημάτων εἴς
τε τὰς ἐκκλησίας καὶ εἰς τοὺς πτωχούς, πολλῷ μᾶλλον θέλει συγχωρή-
σει τὸ τοῦ δεσπότου Σερβίας, ὁποῦ τὸν ἐντρέπονται καὶ χρεωστοῦσι το-
σαύτας χάριτας καὶ ἡ ἐκκλησία καὶ ἱερομόναχοι καὶ μοναχοὶ καὶ μονα-
χαὶ καὶ πτωχοί.
[31.6] Περὶ δὲ τοῦ τρίτου καὶ οὐδὲν ἔνι παράδοξον, ἐπεὶ καὶ ἡ δέσποι-
να κυρὰ Εὐδοκία ἄνδρα προεῖχε Τοῦρκον καὶ μικροῦ καὶ ὀλίγου τόπου
αὐθέντην καὶ παιδία μετ' ἐκεῖνον ἐποίησεν· ἀπῆρε δὲ αὐτὴν εἰς γυναῖκαν
ὁ πάππος σου. Αὕτη δὲ ἦν τοιούτου μεγάλου αὐθεντὸς γυνὴ καὶ οὐδὲ κἂν
μετ' ἐκεῖνον, ὡς ἠκούομεν, ἔμεινε. Περὶ δὲ τοῦ δ-ου, καὶ τοῦτο ἂς ἔνι
εἰς θεὸν καὶ ὡσὰν τοῦτο εὐδοκήσῃ.
[31.7] Ἐπεὶ δὲ καὶ εἰς τὰ ἄλλα πάντα θέλει εἶσθεν συμφερώτερον καὶ
οἱ γονεῖς περιχαρῶς θέλουν δέξεσθεν τοῦτο, στεῖλέ τινα ἢ τῶν τοῦ ὁσπι-
τίου σου ἢ τῶν μοναχῶν καὶ ἂς ἴδῃ τὶ περὶ τούτου· καὶ μηδὲν γένηται
ἀναβολή, ἀλλὰ πρᾶξαι αὐτό”.
[31.8] Ἀποσωθέντων οὖν τῶν γραμματοκομιστῶν ἐν τῇ Πόλει τῇ κη-ῃ
Μαΐου, τοῦ δὲ βασιλέως ὄντος εἰς χοιροκυνήγιον, ὡς ἐλαλήθη, ὅτι ἦλ-
θον οἱ εἰς τὴν Ἰβηρίαν, σχολάσας ἦλθεν οἴκοθεν, χαίρων διὰ τὴν τῆς
Σερβίας δουλείαν, ὡς παρακατιὼν ὁ λόγος δηλώσει.
[31.9] Ἔτυχε δὲ ὅτι τὴν αὐτὴν δὴ τῆς κη-ης ἑσπέραν φαίνεταί μοι καθ'
ὕπνους, ὅτι ἔφθασα εἰς τὴν Πόλιν καὶ πεσόντος μου ἀσπάσασθαι τοὺς
βασιλέως πόδας, οὐκ ἀφῆκέ με, ἀλλ' ἐπιλαβὼν ἐφίλησέ με τοὺς ὀφθαλ-
μούς· καὶ ἔξυπνος γενόμενος λέγω τοὺς περὶ ἐμὲ ὑπνοῦντας· „Τὸ καὶ τὸ
νῦν ἔδοξέ μοι καθ' ὕπνους καὶ ἐνθυμεῖσθε τὴν ἡμέραν”.
[31.10] Ὁ γοῦν αὐθέντης μου καὶ βασιλεὺς εἰδώς, ὅτι οὐκ ἦλθον ἐγώ,
ἀλλ' ἀπὸ τῶν σὺν ἐμοί, καὶ τὴν πρώτην γραφὴν ἀνέγνωσε, περίλυπος
ἐγένετο καὶ ἐδυσφόρει καὶ τὴν ἐμὴν κατηγόρει βραδύτηταν. Ὡς δ' ἐπὶ
τὴν αὔριον τὴν ἄλλην γραφὴν ἀνέγνω, ἰδοὺ ἀπέμεινεν ἀρκετός, ὡς εἰ
ἠρχόμην κἀγώ. Καὶ εὐθὺς οἰκονομήσας Μανουὴλ τὸν Παλαιολόγον, τὸν
ἀνεψιὸν Καντακουζηνῆς τῆς πρωτοστρατορίσσας, ἔστειλεν εἰς τὴν Σερ-
βίαν καὶ ἐδοκιμάσθη τὸ περὶ τούτου· καὶ ἤκουσαν οἱ γονεῖς αὐτῆς ἡδέως
τὸν λόγον καὶ ἑτοίμως εἶχον καὶ πρὸς τὸ ἔργον.
[31.11] Ἀλλ' εὑρέθη, ὅτι ἡ ἀμήρισσα ἐδεήθη τοῦ θεοῦ καὶ ἔταξεν, ἵνα,
εἰ διά τινος τρόπου ἐλευθερώσῃ αὐτὴν ἀπὸ τὸ ὁσπίτιον τοῦ τάχα ἀνδρὸς
αὐτῆς, ἄνδρα ἕτερον εἰς ὅλην αὑτῆς τὴν ζωὴν νὰ μηδὲ ἐπάρῃ, ἀλλὰ
νὰ μένῃ ἐλευθέρα καὶ κατὰ τὸ δυνατὸν θεραπεύουσα τὸν τὴν ἐλευθερίαν
αὐτῇ δεδωκότα. Ἐναπέμεινεν οὖν διὰ ταύτην αἰτίαν τὸ περὶ τούτου ἀρ-
γόν.
[31.12] Τὸν δ' αὐτοῦ τοῦ ἔτους Αὔγουστον διέβη ἀπὸ τῆς Πόλεως ὡς
φυγὰς καὶ ὁ πατριάρχης κὺρ Γρηγόριος.
[32.1] Καὶ ἐγὼ τῇ ιδ-ῃ τοῦ Σεπτεβρίου μηνὸς τοῦ ξ-ου ἔτους εἰς
τὴν Πόλιν ἀπέσωσα μετὰ τοῦ καραβίου τοῦ καλοῦ Ἀντωνίου Ῥίτζου
τοῦ καὶ ὕστερον μαρτυρήσαντος ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως αὐτοῦ,
τελέσας ἢ μᾶλλον πλέον βεβαιώσας τὸ τῆς Ἰβηρίας συνοικέσιον, εἰδὼς
τὰ τῆς Τραπεζοῦντος ἐλάττονα πολλῷ πλέον ἐκείνων.
[32.2] Εἶπέ μοι γὰρ ὁ βασιλεὺς τῆς Ἰβηρίας, ὅτι „ἐφ' ἡμῖν τοῦτο οὐκ
ἔστι σύνηθες „ὅτι νὰ δίδωσιν αἱ γυναῖκες χρήματα τοὺς μέλλοντας λα-
βεῖν ἄνδρας, ἀλλ' οἱ ἄνδρες τὰς γυναῖκας, ὡς καὶ σὺ μαθεῖν ἤθελες ἐν-
ταῦθα. Διὰ τοῦτο ποιοῦμεν μετ' αἰδοῦς καὶ ἀσυμβουλεύσεως ἀπὸ τοὺς
ἐμοὺς καὶ δίδω τὴν θυγατέραν μου ἄνευ τῶν φορεμάτων καὶ σκευῶν τῶν
εἰς ὑπηρεσίαν αὐτῆς φλωρία χιλιάδας λϚʹ καὶ νὰ ἔχῃ καὶ κατ' ἔτος χι-
λιάδας γʹ, διὰ τὸ νὰ δίδῃ εἰς τὰς ἐκκλησίας καὶ πτωχοῖς καὶ ὅπου ἂν
φανῆται αὐτῇ.
[32.3] Σὺ δὲ ἀκούω, ὅτι ἔχεις παιδία δύο· καὶ τὸ ἀρσενικὸν ἐβάπτισέν
το ὁ βασιλεὺς καὶ ἔνι ἐκείνου, τὸ δὲ θηλυκὸν νὰ ἔνι ἀπὸ τὴν σήμερον τῆς
θυγατρός μου καὶ νὰ ὀφείλῃ νὰ τὸ ὑπανδρεύσῃ, ὅπου ἂν σὺ κρίνῃς ἄξιον
καὶ εὕρῃς μετὰ βίου ἰδικοῦ της.
[32.4] Ὅταν δὲ ἔλθῃς σὺν θεῷ νὰ τὴν ἐπάρῃς, νὰ ἔχῃς παρ' ἐμοῦ γο-
μάρια τέσσαρα μετάξεως· ἔνι δὲ ψιλὸν καί, ὡς ἠκούσαμεν, ἔχει τὸ γο-
μάρι φλωρία πεντακόσια”.
[32.5] Ὡς οὖν πάντα τὰ τοῦ ἀποκρισιαρίου ἀπὸ μέρους ἀνέφερα, ἦλθον
καὶ εἰς τὸ τῆς Σερβίας καὶ ἠρώτησα μαθεῖν. Καὶ ὥρισέ μοι οὕτως· „Ἐγὼ
ὀφείλω σοι πολλὰ διὰ τὴν εἰς ἐμέ σου ἀγάπην παιδιόθεν καὶ πίστιν καὶ
δουλοσύνην· ἀλλὰ τοῦτο δὴ τὸ σὸν σήμερον τὸ περὶ τῆς Σερβίας ἦν
βεβαίωσις καὶ ἐκσφράγισμα τῆς εἰς ἐμέ σου ἀγάπης καὶ δουλοσύνης,
ὁποῦ λέγω καὶ εἰς ἐμὲ τοῦ νὰ χρεωστῶ νὰ ἀνταμείβωμαι. Νὰ κοπιάσῃς
γὰρ τοσαῦτα καὶ νὰ πασχήσῃς καὶ νὰ λίπῃς ἀπὸ τὸ ὀσπίτιόν σου τοσοῦ-
τον δὴ καιρὸν καὶ νὰ εὕρῃς, ὅσα εὗρες, καὶ τοσαύτας καὶ τοιαύτας ἐπαγ-
γελίας εὐεργεσιῶν καὶ τιμῶν, ἐὰν μόνον τὸ ἐκείνων τελέσῃς, σὺ δὲ νὰ
προκρίνῃς, τὸ ἐνόησας διὰ συμφέρον πλέον ἐμόν, καὶ νὰ μὲ γράψῃς καὶ
νὰ μὲ βουλεύσεσαι, ἅπερ μοι ἔγραψας, τοῦτο ἦν μέγα τι ἐκμαρτύριον τῆς
ἀληθοῦς σου ἀγάπης εἰς ἐμὲ καὶ δουλοσύνης καὶ πίστεως. Καὶ πληροφο-
ρήθητι ἀληθῶς, ὅτι θέλεις ἕξειν καὶ παρ' ἐμοῦ ἀξίαν τὴν ἀντάμειψιν,
εἴπερ ἐν τοῖς ζῶσιν εὑρίσκομαι.
[32.6] Τὸ περὶ τούτου οὖν παρηκολούθησεν οὕτως. Ὡς ἀπέθανεν ὁ
ἀμηρᾶς καὶ τὸ τῆς θυγατρὸς δεσπότου Σερβίας οὕτως παρηκολούθησεν,
ἐλθοῦσα ἡ πρωτοστρατόρισσα συνέτυχέ μοι περὶ τούτου καὶ πολλὰς δό-
σεις καὶ ἐπαγγελίας εἰς τὸ μέλλον ὠφελίμους ἔταξεν, ἅπερ καὶ ἐγὼ ἀπὸ
πολλῶν αἰτιῶν ἐνόμισα αὐτὰ καὶ πολλὰ καὶ καλὰ ἀληθῆ καὶ συμφέροντα.
Ὅμως δὲ ἤθελε εἰς τοῦτο καὶ ἄλλων βουλὴν καὶ σκέψιν πῶς ἂν τυχένῃ
[32.6.7] νὰ γένηται, ἵνα καὶ γένηται.
[32.7] Τίνα οὖν νὰ εὐβουλευόμην; Ἡ κυρά μου ἡ δέσποινα καὶ ἀπέ-
θανεν· ὁ Καντακουζηνός, ὁποῦ ὡς ἂν πολλῷ τῶν ἄλλων ἀπροσπαθῶς
ἐβουλεύετο, καὶ ὁμοίως ἀπέθανεν· ὁ Νοταρᾶς καὶ πάντα τὰ ἄλλα, φανε-
ρῶς καὶ ἀφανῶς λέγει, ὅτι οὐδὲν ὠφελοῦσιν, εἰ μὴ μόνον τὸ ἐκείνου,
καὶ πάντα λίθον κινεῖ, ὡς ὁ λόγος, ὡς καὶ σὺ καλλίω τῶν ἄλλων, ἐπί-
στασαι· ὁ μέγας δομέστικος καὶ διάκειται ἐχθρωδῶς εἰς τὰ τῆς Σερβίας.
Καὶ ἰδοὺ μετὰ Καντακουζηνὸν Ἰωάννην ὁμονοήσαντες ἀεὶ παροτρύνουσί
με εἰς τὸ τῆς Τραπεζοῦντος. Ποῦ νὰ ἐκούμβιζον; Εἰς καλογέρους; Καί
εἰσι τῶν τοιούτων ἀπράγμονες. Εἰς ἄρχοντας; Καὶ τίνα νὰ εὕρισκον ἀπρο-
σπαθῆ καὶ νὰ μηδὲν πρόσκειται εἴς τι ἢ νὰ μηδὲν τὸ ἐξείπῃ πρὸς τοὺς ἄλ-
λους; Λοιπὸν ἐδεινοπάθουν εἰς τὴν σὴν βραδύτηταν.
[32.8] Ἐλθούσης δὲ τῆς γραφῆς σου, ἰδοὺ καὶ σὲ καὶ τὴν γνώμην σου
ἔγνωκα. Καὶ τὰ εἴχομεν καὶ ἡμεῖς προσιστάμενα, φρονίμως καὶ καλῶς
ἔλυσας. Καὶ εὐθὺς τὸν Παλαιολόγον ἔστειλα δι' ἄλλα μὲν τὸ φαινόμενον,
ὡς ἀπὸ τῆς θείας του δὲ τῆς πρωτοστρατορίσσας εἴπῃ τοῦτο. Καὶ ἰδοὺ
ἠκούσαμεν τὸ αἴτιον τοῦ κωλύματος καὶ ἐπαύσαμεν. Λοιπὸν σὺν θεῷ ἂς
τελέσωμεν τὸ τοῦ βασιλέως τῆς Ἰβηρίας.”
[32.9] Καὶ γεγονότος χρυσοβούλλου καὶ ὑπογραφέντος, ὅτι ἐκείνου
μὲν ἡ θυγάτηρ νὰ ἔνι γυνὴ αὐτοῦ καὶ δέσποινα τῆς Κωνσταντινουπόλεως
οὗτος δὲ νὰ ἔνι ἀνὴρ ἐκείνης εἰς τὰς συμφωνίας, ἂς μετ' ἐμοῦ ἔστησεν
ὁ βασιλεὺς Ἰβηρίας. Καὶ κληθεὶς ὁ αὐτὸς σταλεὶς μεθ' ἡμῶν ἐκείνου
ἄρχων ἀπὸ τοὺς δευτέρους, ἔμπροσθεν αὐτοῦ ἐποίησεν ὁ βασιλεὺς καὶ
αὐθέντης μου οἰκειοχείρως σταυροὺς τρεῖς μετὰ κινναβάρεως εἰς τὸ ἄνω-
θεν μέτωπον τοῦ χρυσοβούλλου εἰς βεβαίωσιν, ὡς ἡ ἐκείνων συνήθεια.
Καὶ λαβὼν τὸ χρυσόβουλλον ἀπὸ τῆς χεῖρας αὐτοῦ καὶ ἀκούσας „ἰδοὺ
οὗτος”, δείξας ἐμέ, „ὃς σὺν θεῷ τὸ ἐρχόμενον ἔαρ ἔρχεται μετὰ κατέρ-
γων, ἵνα ἐπάρῃ αὐτήν”, προσκυνήσας ἀπῆλθεν.
[33.1] Ἐπεὶ δὲ ἀπὸ τῆς ἀρχῆς τοῦ αὐτοῦ ἔτους ἐψιθυρίζετο,
ὅτι βούλεται ὁ ἀμηρᾶς ἐλθεῖν εἰς τὸ Στενὸν περὶ τὸν Ἀσώματον κτῆσαι
κάστρον, ἐβουλεύσατο ὁ βασιλεύς, ἵνα εἰς τὸ Μορέαν ἀποστείλας φέρῃ
ἕνα τῶν ἀδελφῶν αὑτοῦ, ὃς ἂν καταδέξηται τοῦτο καὶ τὰ συμπεφωνη-
μένα στέρξῃ, ἵνα χρείας τυχὸν ἐπελθούσης, πρὸς τὰ ἴδωσιν εἰς τὸν ἀμη-
ρᾶν, εἷς ἐκ δύο ἀπέλθῃ εἰς τοὺς τῆς Δύσεως αὐθέντας.
[33.2] Καὶ τούτου σταθέντος, ὁρίζει πρός με μίαν τῶν ἡμερῶν· „Πρωτο-
βεστιαρῖτα, εἰς τὸ ἐβουλευσάμεθα, σὺ λέγω νὰ ἀπέλθῃς εἰς τὸν Μορέαν
καί, ὡς ἂν κατορθώσῃς τὸ ἐκεῖσε, ἐκεῖνος μὲν νὰ ἔρχεται ἐνταῦθα, οἷος
ἂν ᾖ τῶν ἀδελφῶν μου, ὁποῦ θελήσει τοῦτο· σὺ δὲ νὰ ἀπέλθῃς εἰς τὴν
Κύπρον εἰς τὴν ἀνεψιάν μου τὴν ῥήγεναν. Καὶ ἡμεῖς ἐδῶ θέλομεν ἑτοι-
μάσειν τά εἰσιν ἐν χρείᾳ, ὡσὰν ἔλθῃς ἀπὸ τὴν Κύπρον, νὰ ὑπάγῃς εἰς τὴν
Ἰβηρίαν, ἵνα ἐπάρῃς τὴν μελλοκυράν σου”.
[33.3] Ἀνέφερον δ' αὐτῷ· „Ἡ ἀγάπη καὶ τὸ χρέος τῆς δουλοσύνης
μου ἀπαιτεῖ, ὅτι νὰ εἵπω εἰς τὸν ὁρισμόν σου· ἀμὴ πάλιν φοβοῦμαι διὰ
τὴν δούλην καὶ συντέκνισσάν σου, μήποτε ἀγανακτήσῃ καί, ἢ ἀπέλθῃ
καὶ γένηται καλογραία, ἢ ἀφήσῃ με καὶ ἐπάρῃ ἄλλον· χθὲς γὰρ ἦλθον,
ποιήσας εἰς τὴν Ἰβηρίαν χρόνον καὶ μῆνας ιαʹ, καὶ πάλιν νὰ ἀπέλθω νῦν,
δίκαιον θέλει ἔχει νὰ ποιήσῃ, οἷον ἐκ τῶν δύο ποιήσει.” Καὶ γελάσας
ὁρίζει· „Ἀλλὰ εἰπὲ αὐτῇ, ὅτι ταῦτα καὶ μόνον ταξίδια νὰ σὲ συγχωρή-
σῃ νὰ ποιήσῃς καὶ νὰ τὴν ποιήσω ἔνορκον πρόσταγμα, ὅτι πλέον νὰ μη-
δέν σε ἐνοχλήσω διὰ τοιοῦτόν τι.
[33.4] Καὶ μᾶλλον καὶ σὺ ἐπίστασαι, τὶ ἐνθυμούμεθα καὶ ἀμφότεροι συν-
τυχένομεν καὶ βουλευόμεθα ποιῆσαι. Καὶ τοῦτο βεβαῖον καὶ χωρὶς ἐνόρ-
κου προστάγματος, ὅτι τὰ διὰ σοῦ ἀποκρισιαρίκια νὰ παύσουν”. -Ἦν
δ' ὅπερ συνετυχένομεν καὶ ἐβουλευόμεθα, ὅτι νὰ μηνύσῃ τὸν μέγαν δοῦ-
καν τὸν Νοταρᾶν, ὅτι τὸ μεσαστίκιον οὐδὲν ἠμπορεῖ νὰ τὸ ἔχῃ. -„Καὶ
οὐδὲν τυχένει νὰ τοῦ τὸ ἐπάρωμεν διὰ τὴν τιμήν του, ἀμὴ νὰ τὸ ἀφήσῃ
ἐκεῖνος· νὰ ἔχῃ δὲ καὶ τὸ πρωτεῖον τῆς στάσεως καὶ τῆς βουλῆς καὶ πρό-
σοδόν τινα δι' ἄλλου τρόπου, ἐπεὶ ἔχω χρείαν νὰ ποιήσω ἄρχοντας δύο,
ὡς ὁ βασιλεὺς ὁ ἀδελφός μου, οὐχὶ μεσάζοντας, ἵνα ἀπὸ τὴν ἀρχὴν τῆς
ἡμέρας ὦσι μετ' ἐμοῦ μέχρι πολλῆς ὥρας τῆς νυκτὸς καὶ τὰς δουλείας
μου πράττω”. Ὅπερ καὶ ἐγένετο.
[33.5] Καὶ ἐμηνύθη ὁ μέγας δοὺξ διὰ τοῦ συντέκνου αὐτοῦ καὶ ἐμοῦ,
ἱερομονάχου καὶ πνευματικοῦ Νεοφύτου τοῦ εἰς τὴν Χαρσιανίτου. Ὁ
δὴ καὶ ἔστερξεν, ἑκουσίως ἀκουσίως, οὐκ οἶδα· καὶ μᾶλλον ἔδειξεν,
ὅτι κἀκεῖνος ἐβούλετο τοῦτο ποιῆσαι καὶ ὅτι μόνον νὰ ποιήσῃ τοὺς υἱοὺς
αὐτοῦ εἰς τιμῆν. Καὶ ἐστάθη, εἰ καὶ οὐδὲν ἐτελέσθη, ἐπελθοῦσαι αἱ συμ-
φοραὶ εἰς πάντας ὁμοῦ.
[33.6] Καὶ ὥριζεν, ὅτι ἐγὼ μὲν θέλω εἶσθαι ὁ εἷς· καὶ ὅτι στοχάζεται
πρὸς τὸν Γουδέλην Νικόλαον. Καὶ ἂν ἀρεστὴ ἔνι ἡ συντροφία, νὰ γέ-
νηται καὶ μέσον ἡμῶν συμπεθέριον, ὁ υἱός μου τὴν ἐκείνου θυγατέραν.
Καὶ αὕτη μὲν ἦν ἡ δουλεία, ὁποῦ ὥριζεν, ὅτι ἤθελαν παύειν εἰς ἐμὲ τὰ
ἀποκρισιαρίκια.
[33.7] Ὥρισέ μοι δὲ ὅτι „πέμψειν ἤθελα εἰς τὸν Μορέαν καὶ ἀπὸ τούτους
τάχα τοὺς γεραιτέρους, ἀλλὰ θέλω νὰ δώσω οἰκειόχειρόν μου ἀνάθεσιν
ἔχουσαν κεφάλαια εʹ, ἵνα εἶπῃ τὸ α-ον εἰς συμβίβασιν· εἰ δ' οὖν, τὸ β-ον
ἢ τὸ γ-ον ἢ τὸ δ-ον ἢ ἐξ ἀνάγκης τὸ ε-ον Καὶ δοξάζω, ὅτι οἷον ἀποστείλω
ἄνευ σοῦ, θέλει ὑπάγειν καὶ τὸν νὰ τον τάξουν κανένα χωρίον ἀργυρο-
βούλλῳ ἢ ὅτι θέλει ἔχει ἐκεῖνον καὶ τὰ παιδία αὐτοῦ οὕτως καὶ οὕτως,
εὐθὺς θέλει δώσειν τὸ ε-ον, ὅπερ θέλει εἶσθεν εἰς ἐμὲ βαρύ.
[33.8] Εἰς τὸ τῆς Κύπρου, καὶ ἐπίστασαι τὸν καλόγερον, ὅς μοι συνε-
τύχενε τὴν δεῖνα ἡμέραν; Εἶπέ μοι ἀπὸ τὴν ἀνεψιάν μου, ὅτι τίποτε ἔχει
τῶν ἀναγκαίων· ὁποῦ ἤθελεν, ἤ, ἂν ἦν τῶν δυνατῶν, νὰ μὲ τὸ ἔλεγε διὰ
στόματος αὐτῆς, ἢ κἂν νὰ τὸ ἐμήνυε διὰ πιστοῦ καὶ φρονίμου ἀνθρώπου
αὐτῆς, ἂν εἶχεν. Ἐπεὶ δὲ τὸ μὲν οὐκ ἔχει, τὸ δὲ ἔνι ἀδύνατον, νὰ στείλω
ἐγὼ τόν, ὅν με θέλει φανεῖν ἁρμόδιον, νά το ἀκούσῃ.
[33.9] Τὶς οὖν πρὸς τοῦτο ἁρμοδιώτερος; Εἰς τὸ τρίτον καὶ τοῦτο λόγου
οὐ δέεται, σὺ γάρ, ὁποῦ καὶ ἔπραξας καὶ ἔστησας καὶ εἶδες τὸ πρόσωπον
καὶ συνέτυχες καὶ ἐπληροφορήθης, πῶς ἠμπορεῖ τὸ τέλος τῆς δουλείας
νὰ γένηται παρ' ἄλλου”; Ἀνέφερον αὐτῷ· „Τοῦτο ὁμολογουμένως οὕτως
ἔχει, ὡς ὁρίζεις· καὶ συγκατατίθεταί το καὶ ἡ δούλη σου ἡ σύντροφός
μου, ἐπεὶ καὶ τὸ πρᾶγμα ἀπαιτεῖ καὶ ὅτι διὰ τούτου θέλει ἔχειν, καὶ ἅπερ
μου ἔταξας, καὶ τόπον καὶ τιμὴν καὶ ἀναδοχὴν πλείω τῶν ἄλλων ἀρχον-
τισσῶν. Ἀμὴ εἰς τὰ ἄλλα οὐδὲν ἠξεύρω, τὶ νά σε ἀναφέρω”. Καιροῦ δ'
ὄντος τοῦ ἀρίστου, ἀπῆλθον ἐγὼ οἴκαδε.
[34.1] Ἀπὸ δὲ γεύματος ἐλθόντος τοῦ μεγάλου δουκός, ὥρισε
πρὸς αὐτόν, ὅσα μετ' ἐμοῦ περὶ τῶν ἀποκρισιαρικίων ὥρισε, πρὸς τὸ νὰ
ἀπέλθω, οὐ μὴν τὰ αἰτία. Καὶ προσέθηκε καὶ τοῦτο, ὅτι „ἔνι καὶ χρεία,
καὶ ἡμεῖς νά τον τιμήσωμεν· εἰς γὰρ τὸ ὀφφίκιον, ὁποῦ ἔχει, χάρις ἡμᾶς
οὐδὲν ἔχει, εἰ μὴ τὸν βασιλέα τὸν ἀδελφόν μου. Λοιπὸν ἰδὲ αὐτὸν πρὸς
τοῦτο καὶ ἐγροίκησον, ποῖον τῶν ὀφφικίων νὰ ὀρέγεται καὶ πρὸς οὗ ἀ-
κούσωμεν”.
[34.2] Συνέτυχέ μοι οὖν καὶ εἶπον πρὸς αὐτόν, ὅτι ἐγὼ ἐν νῷ εἶχον, ὅτι
νά τον ζητήσω νὰ μὲ εὐεργετήσῃ ὀφφίκιον μεγαλώτερον, πλὴν ὅπερ ἄλ-
[34.2.3] λος οὔτε ἔχει, ἀλλ' οὐδὲ νά το εὐεργετήσῃ ζῶντός μου, διότι καὶ οὕτως
μοι φαίνεται πρέπον καὶ ἠγάπουν· καὶ ἀφ' οὗ μάλιστα εἰς τὴν Τραπεζοῦν-
ταν ἀπῆλθον καὶ τοσαῦτα ὀνείδη καὶ κατηγορίας ἤκουσα, πῶς εἰς τὸ
αὐτὸ καὶ ἓν ὀφφίκιον εἰσὶν ἄρχοντες τρεῖς ἐνταῦθα, καὶ ἔτι ἐβεβαιώθη
ὁ λογισμός μου εἰς τὴν ὄρεξιν, ἣν εἶχον. Λοιπὸν ἄς με εὐεργητήσῃ τὸ ὀφ-
φίκιον τοῦ μεγάλου κοντοσταύλου”.
[34.3] Ἀπῆλθε καὶ ἀνέφερε ταῦτα τῷ βασιλεῖ καὶ ὁρίζει πρὸς αὐτόν·
„Τοῦτο, Νοταρᾶ, τινὰ οὐδὲν τὸ θέλω δώσειν, διότι ὁ πρῶτός μου πενθε-
ρὸς ἦν μέγας κοντόσταυλος γεγονὼς παρὰ τοῦ αὐθεντός μου τοῦ βασι-
λέως τοῦ πατρός μου εἰς τὸ Ἑξαμίλιον· ἀμὴ νά τον δώσω μεγαλώτερον
τούτου ἵνα τὸν ποιήσω μέγαν λογοθέτην, ὅπερ ἔνι ὀφφίκιον δ-ον καὶ
τὸ τοῦ μεγάλου κοντοσταύλου ἔνι ζ-ον”.
[34.4] Λέγει αὐτῷ ὁ μέγας δούξ· „Καὶ τὶ νὰ γένηται μετὰ τὸν Παλαιο-
λόγον τὸν Μετοχίτην, ὁποῦ ἐποίησας τὸν υἱὸν τοῦ Καντακουζηνοῦ, ζη-
τήσει τοῦ δεσπότου τοῦ ἀδελφοῦ σου, διὰ τὴν συγγένειαν τῆς συγγαμ-
βρίας καὶ διὰ τὸν αὐτοῦ πατέρα πρωτοστράτορα; Καὶ ἐκεῖνος ὑπάγει νὰ
δώσῃ τὴν ψυχήν του τὸν διάβολον, ἂν καὶ νῦν ποιήσῃς καὶ τὸν Σφραν-
τζῆν μέγαν λογοθέτην, ὁποῦ ἔνι καὶ αὐτὸ πρῶτον ἀπὸ τὸ του μεγάλου
στρατοπεδάρχη. Τί θέλει γενεῖν; Ἀμὴ δὸς αὐτῷ τὸ τοῦ μεγάλου πριμι-
κηρίου, ὁποῦ ἔνι μετὰ τὸν στρατοπεδάρχην”.
[34.5] Καὶ ὁρίζει πρὸς αὐτόν· „Ἐκεῖνος προεῖπε μοι, ὅτι οὐ δὲν θέλει
κανένα, ἂν ἔνι τὸ μεγαλώτερον, ἂν ἔχῃ αὐτὸ ἄλλος. Πῶς θέλει καταδέ-
ξεσθεν αὐτό; Ὅμως εἰπὲ τοῦτο πρὸς αὐτὸν καὶ ἂς ἀκούσωμεν”.
[34.6] Ἔρχεται καὶ λέγει πρὸς ἐμέ, ὅτι „περὶ τοῦ μεγάλου κοντοσταύ-
λου τὸ ὀφφίκιον ὁρίζει, ὅτι διὰ τὸ εἶναι τὸν πενθερὸν αὑτοῦ μέγαν κον-
τόσταυλον οὔτε σὲ οὔτε ἄλλον θέλει εὐεργετήσει τοῦτο· ἀμὴ νά σε εὐερ-
γετήσῃ τὸ τοῦ μεγάλου πριμικηρίου, ὅπερ ἔνι καὶ πρὸ τούτου”. Εἶπον δ'
ἐγὼ πρὸς αὐτόν, ὅτι „ἐὰν ἦν καὶ πρῶτον τοῦ μεγάλου δουκός, οὐδὲν τὸ
θέλω, ἐπεὶ τὸ ἔχει καὶ ἄλλος”. Διελύθη ὁ λόγος.
[34.7] Βουλευθέντος δέ μου μετὰ τῶν συγγενῶν καὶ φίλων καὶ οἰκείων,
ἐφάνη καλόν, ὅτι τὸ περὶ τῶν ὀφφικίων ἂς γένηται, νὰ ἀπέλθω δὲ εἰς
τὸν Μορέαν καὶ τὴν Κύπρον, καὶ ὅτι νὰ ἐπάρω καὶ μετ' ἐμὲ καὶ τὸν
ἄριστόν μου υἱὸν καὶ κρείττονα σχεδὸν πάντων τῶν συνηλικιωτῶν αὐτοῦ
καὶ ἀπὸ τοῦ κινητοῦ μου βίου τὸ πλέον μεριδικὸν καὶ νὰ ἀπέλθωμεν τῆς
στερεᾶς καὶ νὰ ἴδῃ καὶ τοὺς τόπους καὶ νὰ παιδευθῇ εἰς πᾶν εἴ τι χρή-
σιμον ἐν τῷ βίῳ· καὶ πρὸς οὗ ἀναδιδάξουσιν ἡμῖν τὰ τοῦ ἀμηρᾶ καί,
ἂν τυχένῃ, νὰ ἀφήσω τὸν υἱόν μου εἰς τὸν Μορέαν μὲ τὸν βίον μου εἰς
τοὺς ἀπὸ μητρὸς γνησίους αὐτοῦ συγγενεῖς, ἢ πάλιν μετ' ἐμοῦ νὰ ἐπανα-
στρέψῃ. Ὅπερ αἴτιον καὶ τὴν μητέρα αὐτοῦ ἐδυσώπησεν, ὁ λογισμὸς δη-
λονότι τῆς μάχης καὶ συνεχώρησε τὴν πάλιν ἐξέλευσίν μου.
[34.8] Ὡς δὲ πάντα τὰ χρειώδη τῆς ὁδοῦ οἰκονόμησα καὶ ἔλιπον μόνον
αἱ γραφαί, μίαν τῶν ἡμερῶν ἀπελθόντος μου εἰς τὸ παλάτιον, ἐσέβηκα
εἰς τὸ τοῦ βασιλέως κελλίον, ὡς σύνηθές μοι. Καὶ ὡς οὐχ εὗρον ἐκεῖσε
τὸν βασιλέα, ἐρωτήσας, εἶπόν μοι, ὅτι εἰς τὸ τετράσαρον, ἕτερον τοῦ κελ-
λίου αὐτοῦ πλησίον ὁσπίτιον, συντυχένει μετὰ τοῦ παπᾶ Ἀντωνίου τοῦ
Ῥοδαίου. Καὶ προσμείνας μικρόν, ἰδοὺ καὶ ὁ βασιλεὺς θυμοῦ πνέων καὶ
ὁρίζει πρός με· „Εἰδές τον, -καὶ παραλείπω τὴν ὕβριν, -τὸν μεσάζον-
τά σου· σὺ ἐζήτησας τὸ ὀφφίκιον τοῦ μεγάλου κοντοσταύλου· καὶ ἐγὼ
εἶπον πρὸς αὐτόν, ὅτι «τοῦτο οὔτε αὐτὸν οὔτε ἄλλον τινὰ τὸ θέλω δώ-
σειν», δι' ἃς αἰτίας εἶπον. Εἶπον δὲ ἐγὼ τὸ τοῦ μεγάλου λογοθέτου· καὶ
εἶπεν ἐκεῖνος, ὅτι θέλει ὑπάγειν, ἵνα κρεμνήσῃ ὁ Παλαιολόγος μέγας
στρατοπεδάρχης, ὅτι ποιῶ καὶ σὲ πρὸ ἐκείνου. Καὶ σήμερον ἔστειλε τὴν
προβατίναν τὸν παπᾶν Ἀντώνιον, ὅτι, ἐπεὶ ἐζήτησεν, ἵνα τιμήσωμεν τὰ
μουσκαράκιά του, ζητεῖ, ἵνα ποιήσωμεν τὸν πρῶτον μέγαν λογοθέτην καὶ
τὸν δεύτερον μέγαν κοντόσταυλον, ἐπεὶ καὶ τοὺς λογατόρους νῦν ἐκεῖνος
ἄρχει, ὅπερ ἔνι ὑπηρεσία τοῦ αὐτοῦ ὀφφικίου.
[34.9] Λοιπὸν λέγω σοι, ὅτι ἐκείνους, ἂν θέλῃ, θέλω τοὺς δώσειν ἄλλα
μικρότερα ὀφφίκια, ἃ ἀκόμη θέλουν εἶσθεν καὶ παρὰ τὴν ἀξίαν τους·
σὺ δὲ ἔχε τὸ τοῦ μεγάλου λογοθέτου. Τοῦτο δὲ μόνον σὲ ζητῶ, ὅτι διὰ
πολλὰ τοῦ καιροῦ καὶ τῶν ἀρχόντων αὐτῶν αἴτια νὰ μηδέν με προσκυνή-
σῃς εἰς παράστασιν ἑορτῆς ὑπὲρ αὐτοῦ, ἀμὴ νά σε τὸ γράψῃ ὁ γραμματι-
κὸς ἐν τοῖς πρὸς τοὺς ἀδελφούς μου καὶ τὴν ῥήγεναν καὶ ἁπλῶς πρὸς
πάντας, οὓς μέλλει γράψειν, ὅτι ἔρχεται αὐτοῦ ὁ μέγας λογοθέτης. Καὶ
σὺ πάλιν θέλεις τὸ γράψειν ἐδῶ πρὸς ἐμὲ καὶ τοὺς σούς· καὶ θέλεις τὸ
βάλλειν εἰς τὸ στόμα τους καί, ἂν τοὺς φανῇ δριμὺ ἢ πικρόν, τέλος θέ-
λουν τὸ καταπιεῖν”.
[34.10] Ἐγὼ δὲ ἀπελογησάμην· „Πολλὰ τὰ ἔτη τῆς ἁγίας βασιλείας
σου, ἀμὴ δέομαί του καὶ παρακαλῶ, ὅτι δι' ἐμὲ μηδὲν ἔνι τίποτε, ὁποῦ
νὰ προξενήσῃ λύπην, ἀλλὰ μᾶλλον καὶ τὸ δέρμα μου ἀφαίρεσε, ἂν ἠμπο-
ρῇ νὰ ἔνι πρὸς εἰρήνην καὶ εὐφροσύνην τῆς ἁγίας βασιλείας σου”. Κἀ-
κεῖνος ὁρίζει· „Ὡς καλὸς ὑποχείριος λέγεις, πλὴν μηδὲν τὸ ἔχεις τίποτε·
πρὸς γὰρ τὰς ὑπολήψεις αὐτῶν τῆς πρός σε τάχα φιλίας καὶ τοὺς τρό-
πους των ἀπιδὼν ἐλυπήθηκα. Ἀμὴ λάλησόν μοι ἐδῶ τὸν γραμματικόν·
τὶς ἔνι αὐτοῦ”; Καὶ ἀποκριθείς τις ἀπῆλθε καὶ ἐλάλησεν αὐτόν.
[34.11] Καὶ ὡς ἦλθεν, ὁρίζει πρὸς αὐτόν· „Εἴπομεν πρός σε, πρὸς τίνα
καὶ τίνα νὰ γράψῃς <γραφὰς> πιστώσεως, ὅτι θέλει μαθεῖν· καὶ γράψε,
ὅτι θέλει μαθεῖν παρὰ τοῦ μεγάλου λογοθέτου τοῦ δεῖνος. Καὶ ἐὰν ζῶμεν
καὶ παρέμπροσθεν, θέλω τὸν γράψειν καὶ συγγενεῖν εἰς τὴν πομπὴν ἐκεί-
νων, ὁποῦ νά το κακίσουν. Μόνον καὶ σὺ ἔχε τοῦτο, γραμματικέ, ὡσὰν
ἀπόκρυφον μέχρι τινός.”
[34.12] Καὶ ἐξοικονομήσας τοὺς ὁρισμοὺς ἔλαβον αὐτοὺς καὶ σήμερον
νὰ προσκυνήσω καὶ αὔριον ὁμοίως. „Καὶ ὅτι ὁ ἀμηρᾶς ἐξῆλθε τῆς
Ἀνδριανουπόλεως καὶ ἔρχεται· καὶ ἂς ἴδωμεν, μή ποτε καὶ καθ' ὁδὸν
συναντήσῃ σοί τι ἀπευκταῖον”.
[35.1] Ἰδοὺ τῇ κϚ-ῃ Μαρτίου τοῦ αὐτοῦ ἑξηκοστοῦ ἔτους ἦλθεν
ὁ ἀμηρᾶς καὶ ἔπεσεν εἰς τὸ Στενόν, ἵνα ἐκεῖσε κτήσῃ τὸ κάστρον· καὶ
σήμερον νὰ ἴδωμεν καὶ αὔριον καὶ ὅτι διὰ τῆς στερεᾶς οὐδὲν τυχένει,
ἐπεὶ ἐπικίνδυνον θέλει εἶσθεν· ἰδοὺ εὑρεῖν θέλομεν πλεύσιμον.
[35.2] Τὸν Ἰούνιον τοῦ αὐτοῦ ἔτους ἀπεσκεπάσθη ἡ μάχη καὶ πηλαλή-
σαντος φωσάτου, οὓς ἔξωθεν εὗρεν, ἀπῆρε καὶ τὴν πόλιν ἀπέκλεισε. Καὶ
τελέσας τὸ κάστρον, τῇ λα-ῃ τοῦ Αὐγούστου ἐγερθεὶς ἀπ' ἐκεῖ, ἐλθὼν
ἔπεσεν εἰς τὰς σούδας τῆς πόλεως.
[35.3] Καὶ τῇ γ-ῃ τοῦ Σεπτεβρίου μηνὸς τοῦ ξα-ου ἔτους διέβη εἰς τὴν
Ἀνδριανούπολιν, ὡς φαίνεται, ὅτι τὰς δύο ἡμέρας αὐτὰς ἵνα κρυφίως
ἴδῃ τὸ κάστρον καλῶς καὶ τὰ τοῦ κάστρου.
[35.4] Καὶ τῷ αὐτῷ χρόνῳ φθινοπώρῳ ἦλθεν ὁ Τουραχάνης μετὰ καὶ
τῶν υἱῶν αὐτοῦ καὶ πολλοῦ φωσάτου εἰς τὸν Μορέαν, ἐν ᾧ καιρῷ καὶ
ὁ υἱὸς αὐτοῦ ἑάλω ὑπὸ τῶν Μοραϊτῶν.
[35.5] Καὶ τῇ ιζ-ῃ τοῦ Ἰαννουαρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἐγεννήθη
καὶ ὁ τῶν Παλαιολόγων γένους διάδοχος καὶ κληρονόμος ὁ κὺρ Ἀνδρέας
ὁ Παλαιολόγος.
[35.6] Καὶ τῇ δ-ῃ τοῦ Ἀπριλλίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἦλθε πάλιν
ὁ ἀμηρᾶς καὶ παρέπεσε τὴν Πόλιν πολιορκῶν τὴν πόλιν πᾶσι τρόποις
καὶ πάσαις μηχαναῖς διά τε γῆς καὶ θαλάσσης, περικυκλώσας καὶ τὰ
[35.6.4] ιηʹ μίλια τῆς πόλεως, τετρακοσίων πλευσίμων ὄντων ἀπὸ τὴν θάλασσαν
μικρῶν καὶ μεγάλων, διακοσίων δὲ χιλιάδων ἀνδρῶν ἀπὸ τῆς στερεᾶς,
ἐχούσης τῆς πόλεως, τῆς τοσαύτης εἰς μέγεθος, ἄνδρας πρὸς ἀντιπαρά-
ταξιν ʹδψογʹ ἄνευ τῶν ξένων μόλις ὄντων ς-ων ἢ μικρόν τι πρός.
[35.7] Ἔγνων οὖν ἐγὼ τοῦτο οὕτως ἔχον ἀπὸ αἰτίας τοιαύτης. Τοῦ γὰρ
βασιλέως προστάξαντος τοῖς δημάρχοις ἔγραψεν εἷς ἕκαστος τὴν δημαρ-
χίαν αὑτοῦ ἀκριβῶς τοῦ δυναμένου σταθῆν ἐν τῷ καστρῷ κοσμικοῦ καὶ
καλογέρου καὶ τὶ καὶ τὶ ἅρμα πρὸς ἄμυναν νὰ ἔχῃ εἷς ἕκαστος αὐτῶν·
καὶ φέροντες, εἷς ἕκαστος τῶν δημάρχων δέδωκε τὸ κατάστιχον τῆς αὑτοῦ
δημαρχίας τῷ βασιλεῖ.
[35.8] Εἶτα ὁρίζει πρὸς ἐμέ· „Αὕτη ἡ δουλεία πρὸς σὲ ἀφορᾷ καὶ οὐ
πρὸς ἄλλον τινὰ διὰ τὸ ἐπίστασθαί σε καὶ καλῶς ἀριθμεῖν καὶ καλῶς φυ-
λάσσειν τὰ φυλακῆς δεόμενα καὶ ἀπόκρυφα· καὶ λαβὲ τὰ κατάστιχα
καὶ καθίσας εἰς τὸ ὁσπίτιόν σου, λογαρίασε ἀκριβῶς, πόσοι εἰσὶν ἄν-
θρωποι καὶ πόσα ἄρματα καὶ πόσα κοντάρια καὶ πόσα σκουτάρια καὶ
πόσα τοξάρια.” Καὶ ἐκτελέσας τὸν ὁρισμὸν αὐτοῦ φέρων δέδωκα τῷ αὐ-
θέντῃ μου καὶ βασιλεῖ τὸ καταστιχόπουλον μετὰ λύπης καὶ σκυθρωπό-
τητος ὅτι πολλῆς. Καὶ ἔμεινεν μόνον ἐν ἀποκρύφῳ ἡ ποσότης εἰς ἐκεῖ-
νον καὶ ἐμέ.
[35.9] Καὶ τῇ κθ-ῃ Μαΐου, ἡμέρᾳ γ-ῃ, ὥρᾳ τῆς ἡμέρας ἀρχῇ ἀπῆρε τὴν
Πόλιν ὁ ἀμηρᾶς, ἐν ᾗ ὥρᾳ καὶ ἁλώσει τῆς πόλεως καὶ ὁ μακαρίτης αὐ-
θέντης μου καὶ βασιλεὺς κὺρ Κωνσταντῖνος σκοτωθεὶς ἀπέθανεν, ἐμοῦ
πλησίον αὐτοῦ οὐχ εὑρεθέντος τῇ ὥρᾳ ἐκείνῃ, ἀλλὰ προστάξει ἐκείνου
εἰς ἐπίσκεψιν δῆθεν ἄλλου μέρους τῆς πόλεως, ἰού, ἰοὺ κἀμοί, τῆς προ-
νοίας οὐκ εἶδ' εἰς τίνα με καιρὸν φυλαττούσης.
[35.10] Ἦν δὲ ἡ πᾶσα ζωὴ αὐτοῦ δὴ τοῦ μακαρίτου βασιλέως καὶ μάρ-
τυρος χρόνοι μθʹ καὶ μῆνες γʹ καὶ ἡμέραι κʹ, ὧν ἦν βασιλεὺς χρόνους
δʹ, μῆνας δʹ καὶ ἡμέρας κδʹ, ὄγδοος βασιλεὺς τοῦ γένους αὐτοῦ τῶν Πα-
λαιολόγων ὑπάρχων. Ὁ γὰρ α-ος ἦν Μιχαήλ, ὁ β-ος Ἀνδρόνικος, ὁ γ-ος
Μιχαήλ, ὁ δ-ος Ἀνδρόνικος, ὁ ε-ος Ἰωάννης, ὁ Ϛ-ος Μανουήλ, ὁ ζ-ος
Ἰωάννης καὶ ὁ ὄγδοος Κωνσταντῖνος. Ἦρχον δὲ καὶ ἐβασίλευον ταύτην
δὴ τὴν Κωνσταντινούπολιν τὸ τούτων γένος τῶν Παλαιολόγων χρόνους
ἑκατὸν ἐνενήκοντα τέσσαρας καὶ μῆνας δέκα καὶ ἡμέρας δʹ.
[35.11] Ἁλοὺς οὖν ἐγὼ καὶ πάντα τὰ δυσχερῆ καὶ κακὰ τῆς αἰχμαλω-
σίας ὑπενεγκὼν ὁ ἄθλιος, τέλος ἐξαγορασθεὶς τῇ α-ῃ Σεπτεβρίου τοῦ ξβ-ου
ἔτους εἰς τὸν Μυζηθρᾶν ἀπέσωσα, τῆς γυναικός μου καὶ τῶν παιδίων
μου ὑπὸ γερόντων καὶ καλῶν Τουρκῶν ἁλωθέντων καὶ παρ' αὐτῶν πάλιν
πραθέντων εἰς τὸν τοῦ ἀμηρᾶ μεραχούρην, ἤγουν κόμητα τῶν αὐτοῦ ἀλό-
γων, ὃς καὶ πολλὰς καὶ καλὰς ἄλλας τῶν ἀρχοντισσῶν ἠγόρασε καὶ πολ-
λὰ ἐκέρδισεν ἐπ' αὐταῖς.
[35.12] Τοῦ δὲ κάλλους καὶ τῶν ἄλλων ἀγαθῶν τῶν παιδίων μου οὐ δυ-
ναμένου κρυβῆναι, μαθόντος περὶ αὐτῶν τοῦ ἀμηρᾶς ἀπῆρεν αὐτὰ δοὺς
πρὸς τὸν μεραχούρην ἄσπρας χιλιάδας πολλάς. Ἐναπέμεινε δὲ ἡ ἀθλία
μήτηρ μόνη μετὰ μιᾶς καὶ μόνης ἀνατροφῆς αὐτῆς, αἱ δὲ ἄλλαι διεμερί-
σθησαν.
[36.1] Ἐρωτήσειε δ' ἄν τις, καὶ τί ἐγεγόνει παρὰ τοῦ βασι-
λέως τὸν δία μέσου καιρὸν τῆς μάχης, ἐν ᾧ δὴ χρόνῳ καὶ καιρῷ ὁ ἀμη-
ρᾶς παρεσκευάζετο, καὶ τί πρὸς βοήθειαν ἐποίησαν οἱ ἔξωθεν χριστιανοί;
[36.2] Καὶ τῶν μὲν ἔξωθεν Χριστιανῶν, δῆλόν ἐστιν, ὅτι οὐδὲ τίποτε,
ἀλλὰ μᾶλλον καὶ εἰς τὸν τῆς Σερβίας δεσπότην Γεώργιον ἀποσταλεὶς
ἄρχων τοῦ ἀμηρᾶ, ἵνα γένηται μέσος εἰς ἀγάπην μετὰ τῶν Οὐγκρῶν, ἦν
ἀνατεθειμένος ὁ μετὰ τοῦ ἀποκρισιαρίου τοῦ ἀπερχομένου γραμματικὸς
Χριστιανὸς παρά τινων Τουρκῶν τῶν τῆς βουλῆς, ἵνα εἴπῃ τῷ δεσπότῃ
καὶ ποιήσῃ τρόπον ἀναβολῆς εἰς τὴν ἀγάπην, ὅτι, ἂν γένηται ἡ μετὰ
τῶν Οὐγκρῶν ἀγάπη, εὐθὺς ὑπάγει ὁ ἀμηρᾶς κατὰ τῆς Κωνσταντινουπό-
λεως, καὶ ἐκεῖνος λόγον οὐκ ἐποιήσατο, οὐκ εἰδότος τοῦ ἀθλίου, ὅτι, ἂν
τυχὸν ἀφαιρεθῇ ἡ κεφαλὴ σώματος, τὰ μέλη εἰσὶ νεκρά.
[36.3] Εἰς τὴν Βενετίαν καὶ βουλῆς γενομένης μεγάλης ἀντέστη ὁ δὸξ
Φραντζέσκω Φούσκαρις οὐ κατ' ἄγνοιαν, -καὶ γὰρ καὶ ὁ βασιλεὺς κὺρ
Ἰωάννης ὥριζέ μας, ἀλλὰ καὶ ἄλλοι οἱ ἰδόντες καὶ ὁμιλίσαντες αὐτόν,
ὅτι φρονιμώτερον ἄνθρωπον εἰς τὴν Ἰταλίαν οὐκ εἶδον, -ἀλλὰ διὰ κακίαν
καὶ φθόνον· οὐκ οἶδε γὰρ ὁ φθόνος προτιμᾶν τὸ συμφέρον. Ἦν δὲ τὸ
αἴτιον τοῦτο· τοῦ Ἀλωΐζου Διέδου ἐκείνου μέσου γεγονότος, ἵνα ὁ μα-
καρίτης αὐθέντης μου κὺρ Κωνσταντῖνος, δεσπότης ὢν καὶ εἰς τὸν Μο-
ρέαν αὐθέντης εὑρισκόμενος, ἐπάρῃ εἰς γυναῖκαν αὐτοῦ δὴ τοῦ δουκὸς
τὴν θυγατέραν καὶ μετὰ πολλῆς προικός, ὁ αὐθέντης μου οὗν οὐ διὰ τοῦ-
το, ἀλλὰ διὰ τὸ γενέσθαι οἱονεὶ καὶ αὐτὸς καὶ ὁ τόπος αὑτοῦ μετὰ τῆς
Βενετίας ἕν, συνεκατέβαινε τὸ τοιοῦτον συμπενθέριον, ἐμοῦ πλέον
τῶν ἄλλων συναινοῦντος τοῦτο καὶ ἀναγκάζοντος· καὶ ἰδοὺ ἦν, ἵνα
γίνηται
[36.4] Ὡς δὲ βασιλεὺς ἐγεγόνει καὶ εἰς τὴν Πόλιν ἀπῆλθε, τοῦτο ἦν
πάλιν ἀνοίκειον. Τὶς γὰρ τῶν τῆς πόλεως ἀρχόντων ἢ ἀρχοντισσῶν κυ-
ρίαν καὶ δέσποιναν κατεδέξατο Βενετίκου θυγατέραν, ἐνδόξου μὲν ἴσως
καὶ δουκός, ἀλλὰ προσκαίρως; ἢ τοὺς γαμβροὺς τοὺς ἄλλους αὐτοῦ ὡς
συγγάμβρους ἢ τοὺς υἱοὺς ὡς γυναικαδελφοὺς τοῦ βασιλέως; Λοιπὸν τοῦ-
το γυρεύσαντος ἀπεπέμφθη καὶ ἐγένετο ὁ ἄνθρωπος ἐχθρός. Καὶ πολλὰ
εἰπόντων τῶν ἀρχόντων τοῦ Ἀλωΐζου Λουρδᾶ καὶ Ἀντωνίου Διέδου καὶ
ἄλλων πολλῶν καὶ ἀποδειξάντων, ὅτι, ἂν ἁλωθῆ ἡ Κωνσταντινούπολις,
εἰς πολλὴν ζημίαν θέλει εἶσθεν καὶ τῆς αὐθεντίας αὐτῶν, οὐκ ἴσχυσαν.
[36.5] Ἡ ἐκκλησία τῆς Ῥώμης καὶ τί περὶ τούτου ἐφρόντισεν; Εὑρε-
θέντος καὶ γὰρ τοῦ καρδηναλίου Ῥωσσίας εἰς τὴν Πόλιν, μέσος ἐγὼ
παρ' αὐτοῦ γέγονα εἰς τὸν ἀοίδιμον καὶ μακαρίτην αὐθέντην μου τὸν βα-
σιλέα, ἵνα γένηται πατριάρχης· καὶ τὰ καὶ τὰ γένωνται παρ' αὐτοῦ καὶ
τοῦ τότε πάπα, ἢ κἂν ἐκ δευτέρου νὰ μνημονευθῇ ὁ πάπας.
[36.6] Καὶ πολλῶν λόγων καὶ βουλῆς καὶ μελέτης γενομένης ἔδοξε τῷ
ἀοιδίμῳ βασιλεῖ, ὅτι τὸ ἓν νὰ λείψῃ παντελῶς, διότι πατριάρχου γενο-
μένου ἔνι χρεία πάντες, ἢ νὰ πείθωνται αὐτῷ, ἢ ἔχθρα νὰ γένηται καὶ
πόλεμος μέσον αὐτοῦ καὶ τῶν μὴ πειθομένων αὐτῶν. Καὶ εἰς τοιοῦτον
καιρόν, ὁποῦ μᾶς ἐπεμβαίνει ἔξωθεν πόλεμος, νὰ ἔχωμεν καὶ ἔσωθεν πό-
λεμον, πόσον κακόν· τοῦ δὲ μνημοσύνου, ἂς γένηται διὰ τὴν ἐλπίδα τῆς
βοηθείας ἡμῶν εἰς ἀνάγκην. Καὶ ὅσοι ποιήσουν τοῦτο εἰς τὴν Ἁγίαν
Σοφίαν, οἱ ἄλλοι θέλωσιν εἶσθεν ἀναίτιοι καὶ εἰρηνικοί. Καὶ γενομένου
τῇ ιβ-ῃ Δεκεμβρίου μηνός, διέβησαν ἰδοὺ μῆνες ἓξ καὶ τοσοῦτον λόγον
ἐποιήσαντο ὑπὲρ βοιηθείας, ὅσον ἐποιήσατο ὁ σουλτάνος τοῦ Κάρεως.
[36.7] Ἀπὸ δὲ τὴς Σερβίας δυνατοῦ ὄντος νὰ ἀποστείλῃ χρήματα καὶ
κρυφίως ἀπὸ πολλὰ μέρη καὶ ἀνθρώπους ὁμοίως δι' ἄλλου τρόπου, εἶδε
τίς ἕνα ὄβολον; Ναί, ἀληθῶς ἔστειλαν πολλὰ καὶ χρήματα καὶ ἀνθρώ-
πους εἰς τὸν ἀμηρᾶν πολιορκοῦντα τὴν πόλιν. Καὶ ἐθριάμβευσαν αὐτοὺς οἱ
Τοῦρκοι καὶ ἔδειξαν, ὅτι „ἰδοὺ καὶ οἱ Σέρβοι καθ' ὑμῶν εἰσι.”
[36.8] Τὶς τῶν Χριστιανῶν ἢ τάχα τοῦ βασιλέως τῆς Τραπεζοῦντος ἢ
τῶν Βλαχῶν ἢ τῶν Ἰβήρων ἀπέστειλαν ἕνα ὄβολον ἢ ἕνα ἄνθρωπον εἰς
βοήθειαν ἢ φανερῶς ἢ κρυφίως;
[36.9] Οἱ Οὔγγαροι ἔστειλαν ἴσως ἀποκρισιαρίους, λέγοντες ὅτι „σω-
ζομένου τοῦ νὰ ἔχετε καὶ μετὰ τῆς Πόλεως ἀγάπην, ἐποιήσαμεν καὶ ἡ-
[36.9.3] μεῖς μεθ' ὑμῶν τὴν ἀγάπην· εἰ δ' οὖν, θέλομεν τὴν χαλάσειν”. Ἦλθε τὸ
ἀποκρισιαρίκιον σχεδὸν κατὰ τὴν ἑβδομάδαν, ἐν ᾗ ἔμελλον, ἵνα πολεμή-
σουν, καί, εἰ μὲν ἐπάρουν αὐτήν, ἵνα εἴπωσι πρὸς αὐτούς· „Ἰδοὺ ἀπή-
ραμεν αὐτὴν καὶ ὑμεῖς ἀπέλθατε καί, ὡσὰν θέλετε, ἔχετε ἡμᾶς ἢ ἀγά-
πην ἢ μάχην.” Ὃ δὴ καὶ ἐγένετο· καὶ τοῦτο πρὸς ἐκείνους ἐῤῥέθη. Εἰ δὲ
καὶ οὐδὲν τὴν ἔπερνον, νὰ σηκωθῶσι καὶ νὰ εἴπωσιν, ὅτι „καὶ διὰ τὴν
ὑμῶν ἀγάπην καὶ τὸν λόγον τῆς συμφωνίας ἐσηκώθημεν·” ἢ καὶ νὰ ποίῃ
καὶ ἀγάπην, ὡς ἠκούομεν, ὅτι ἔλεγεν, ὅτι „ἂν οὐδὲν ἐπάρω αὐτήν, εὐθὺς
νὰ ποιήσω ἀγάπην, ὅ τι εἰς πᾶσάν μου τὴν ζωὴν νὰ ἴσταται”.
[36.10] Ὁ δὲ μακαρίτης καὶ αὐθέντης μου ὁ βασιλεύς, τί οὐκ ἔπραξε
κρυφίως καὶ φανερῶς πρὸς βοήθειαν τοῦ ὁσπιτίου αὑτοῦ καὶ τῶν Χρι-
στιανῶν ἢ τῆς ζωῆς αὑτοῦ; Ἢ ἐνεθυμεῖτο ὅτι, ἐὰν ἐπισυμβῇ τίποτε, νὰ
φύγῃ, δυνατοῦ καὶ εὐκόλου ὄντος;
[36.11] Τὶς γὰρ ἠπίστατο τῶν ἄλλων πάντων πάρεξ τοῦ Καντακουζηνοῦ
Ἰωάννου καὶ ἐμοῦ, ὅτι ὁ Ἰάγκος προεζήτησε νὰ τὸν δώσῃ ἢ τὴν Ση-
λυβρίαν ἢ τὴν Μεσέμβριαν καὶ νὰ ἔνι εἷς τῶν ὑποχειρίων αὐτοῦ καὶ πολ-
λοὺς τῶν ἀνθρώπων αὐτοῦ ἐκεῖσε ἔχῃ καὶ εἰς καιρὸν μάχης τῶν Τουρ-
κῶν νὰ ἔνι ἐχθρὸς ἐκείνων καὶ βοηθὸς τῆς πόλεως. Καὶ ὡς ἐγένετο ἡ μά-
χη, ἐδόθη αὐτῷ ἡ Μεσέμβρια καὶ τὸ χρυσόβουλλον δι' ἐμοῦ ἐγράφη·
καὶ ὁ γαμβρὸς Θεοδοσίου τοῦ Κυπρίου, ὁ τοῦ Μιχαήλου υἱός, ἐκόμισεν
εἰς ἐκεῖνον.
[36.12] Τὶς ἠπίστατο τὴν τοῦ ῥηγὸς ζήτησιν τῶν Καταλάνων, ὅτι νὰ
δοθῇ πρὸς ἐκεῖνον ἡ Λῆμνος καὶ νὰ ἔνι κατὰ τῶν Τουρκῶν ἐν τῇ θαλάσ-
σῃ ἀεὶ καὶ ὑπὲρ τῆς Πόλεως ἐν ἀνάγκῃ βοηθός; Καὶ ἐπράττετο.
[36.13] Τὶς ἠπίστατο, ὅσα δὴ καὶ χρήματα καὶ ἐπαγγελίας δέδωκε καὶ
ἔστειλεν εἰς τὴν Χίον διὰ τοῦ Γαλατᾶ, ἵνα στείλωσιν ἀνθρώπους καὶ οὐκ
ἔστειλαν;
[36.14] Τὶς καὶ νηστείας καὶ δεήσεις ἐποιεῖτο καὶ δι' ἑαυτοῦ καὶ διὰ
τῶν ἱερέων διδοὺς αὐτοῖς χρήματα, ἢ τοῖς πτωχοῖς πλείω ἐθεράπευσεν,
ἢ ἐπαγγελίας ἐποιήσατο πλείους εἰς θεὸν εἰς τὸ ἐλευθερωθῆναι τοὺς Χρι-
στιανοὺς ἀπὸ τῆς αἰχμαλωσίας τῶν Τουρκῶν; Ἀλλ' ὅμως πάντα ταῦτα
μὲν παρεῖδε θεός, τίσι κρίμασιν, οὐκ οἶδα, τὰ δὲ ἠγνοοῦσαν οἱ ἄνθρωποι
καὶ ἕκαστος ἔλεγε κατ' ἐκείνου τὸ ἤθελεν. Ἀλλ' ἐπὶ τὸ προκείμενον τοῦ
λόγου ἐπανέλθωμεν.
[37.1] Τῷ αὐτῷ δὴ φθινοπώρῳ τοῦ ξβ-ου ἔτους δηλονότι τε-
λείως ἐπανέστησαν οἱ τοῦ Μορέως Ἀλβανῖται κατὰ τῶν δεσποτῶν καὶ
αὐθεντῶν αὐτῶν καὶ τόν, οὐκ οἶδα τί εἰπεῖν, Καντακουζηνὸν Μανουὴλ
δεσπότην τάχα πεποιήκασι.
[37.2] Τὸν δὲ Δεκέμβριον τοῦ αὐτοῦ χρόνου ἐλθόντος πάλιν τοῦ υἱοῦ
τοῦ Τουραχάνη μετὰ φωσάτου ὑπὲρ βοηθείας τῶν δεσποτῶν καὶ κακώσαν-
τος μικρὸν τοὺς Ἀλβανίτας καὶ τὸν αἰχμάλωτον αὐτοῦ ἀδελφὸν χάριτα
λαβὼν ἐπανέστρεψεν.
[37.3] Ἐν ᾧ δὴ χρόνῳ καὶ μηνὶ ἀνεῖλεν αὐτοχειρίᾳ τὸν φίλτατόν μου
υἱὸν Ἰωάννην ὁ ἀσεβέστατος καὶ ἀπηνέστατος ἀμηρᾶς ὡς δῆθεν βουλη-
θέντος τοῦ παιδὸς τοῦτο ποιῆσαι κατ' αὐτοῦ, -οἴμοι τῷ δυστυχεῖ καὶ
ἀθλίῳ γενέτῃ, -χρόνου ὄντος ιδ-ου καὶ μηνῶν ηʹ παρὰ ἡμέραν, φρόνημα
καὶ κορμὶν ἔχων πολῷ πλειόνων χρονῶν.
[37.4] Τῷ αὐτῷ δὴ Δεκεμβρίῳ καὶ εἰς τὸ Λεοντάριν ἀπῆλθον κἀγὼ καὶ
τὸν δεσπότην κὺρ Θωμᾶν τὸν πορφυρογέννητον προσεκύνησα· καὶ εἰς
τὴν δουλοσύνην αὑτοῦ με προσεδέξατο καὶ τὸ χωρίον Κέρτεζιν εὐεργέ-
τησεν ἀργυροβούλλῳ· καὶ πρὸς τοὺς δεσπότας Σερβίας, τὸν συμπένθερον
καὶ γαμβρὸν αὐτοῦ, ἑτοίμασεν ἀπελθεῖν με τῷ ἔαρι τοῦ αὐτοῦ ἔτους διὰ
πολλὰς καὶ ἀναγκαίας δουλείας καὶ ὠφελίμους ἀμφοτέρων, τούτου λέγω
καὶ κἀκείνων.
[37.5] Καὶ ὀρθωθεὶς ἀπῆλθον καὶ εἰς τὴν Μεθώνην, ἵνα διὰ τοῦ πλευ-
σίμου ἀπέλθω εἰς τὸ Ῥαούζη καὶ ἀπ' ἐκεῖ εἰς τὴν Σερβίαν, εἰ καὶ ἐσκό-
πει, εἰς τὸν Μορέαν μὲν τοῦ γυναικαδελφοῦ αὐτοῦ, Κεντηρίωνος υἱοῦ τοῦ
πριγκίπου, ἀπὸ τὴν φυλακὴν τοῦ Χλουμουτζίου φυγόντος καὶ σύγχυσιν
ποιήσαντος εἰς τὴν τόπον, τοῦ δὲ ἀμηρᾶ κατὰ τῆς Σερβίας ἀπελθόντος,
ἐν ᾧ δὲ καιρῷ καὶ τὸν Ὁμόμβρυδον ἀπῆρεν.
[37.6] Ὡς δὲ πλέον τὸ τῆς Σερβίας οὐκ εἶχε καιρὸν πραχθῆναι, ἀπῆλ-
θον διὰ θαλάσσης εἰς τὴν Πάτραν. Καὶ ἀπ' ἐκεῖ περάσας ἀπὸ τὴν Βο-
στίτζαν πέρα, τῇ α-ῃ Σεπτεβρίου τοῦ ξγ-ου ἔτους ἀπῆλθον εἰς τὴν Ἀν-
δριανούπολιν καὶ ἀπ' ἐκεῖ εἰς τὴν Αἶνον, ἴνα ἀποκρύφως διαβιβάσω και-
ρόν, ἕως οὗ ἀπὸ τοῦ τῆς Σοφίας μέρους ἐπαναστρέψῃ ὁ ἀμηρᾶς καὶ ὁ
τὴν ἀθλίαν τῶν παίδων μου μητέραν ἔχων εἰς χωρίον μεραχούρης αὐτοῦ
εἰς τὴν Ἀνδριανούπολιν ἔλθῃ. Ἣν καὶ ἐξαγοράσας, ἐπιστρέψαντός
μου εἰς τὴν Ἀνδριανούπολιν, ἀλλὰ δὴ καὶ τὴν μετ' αὐτῆς Χρυσοβεργί-
ναν, ἐν τῇ Πάτρᾳ τὸν Φευρουάριον ἐπανέστρεψα μετ' αὐτῶν, πολλὰ κακο-
παθήσας καὶ ἐξοδιάσας.
[37.7] Τὸν δ' Ὀκτώβριον, ἐν ᾧ δὴ ἐγὼ εἰς τὰ περὶ τὴν Ἀνδριανούπολιν
διέτριβον, ἐλθόντος τοῦ Τουραχάνη μετὰ καὶ τῶν υἱῶν αὐτοῦ καὶ πολ-
λοῦ φωσάτου ὑπὲρ βοηθείας τῶν αὐθεντῶν καὶ δεσποτῶν, τοὺς Ἀλβανί-
τας ἐδούλωσαν, ὁπωσδήποτε κακώσαντες, καὶ τὸν ψευδοδεσπότην ἐδίω-
ξαν.
[37.8] Ἐν ὧ δὴ χρόνῳ καὶ τῇ β-ᾳ Ἰαννουαρίου ἐγεννήθη καὶ τῷ δεσπό-
τῃ κὺρ Θωμᾶ καὶ ὁ κὺρ Μανουὴλ ὁ Παλαιολόγος.
[37.9] Καὶ τὸν Σεπτέβριον τοῦ ξδ-ου ἔτους ἀπέθανε Θάμαρ ἡ καλή μου
θυγάτηρ ἐν τῷ τοῦ ἀμηρᾶ σαραγίῳ λοιμώδει νόσῳ, -ἰού, ἱού μοι τῷ
ἀθλίῳ γενέτῃ, -οὖσα χρονῶν ιδ-ων καὶ μηνῶν εʹ.
[37.10] Ἐμοῦ δὲ τοῦ ἀθλίου οὐκ εἰδότος τοῦτο τῇ κε-ῃ τοῦ Ὀκτωβρίου
ἀπεστάλην ἀποκρισιάρης εἰς τὴν αὐθεντίαν τῶν Βενετικῶν, δουκὸς ὄντος
αὐτοῦ δὴ τοῦ Φραντζέσκω Φούσκαρι· ὑφ' ὧν καὶ ἐτιμήθηκα καὶ εὐεργε-
τήθηκα καὶ διὰ χρημάτων καὶ γραμμάτων.
[37.11] Καὶ τῇ Ϛ-ῃ Ἀπριλλίου ἐπανέστρεψα εἰς τὴν Πάτραν, θεοῦ καὶ
μόνου βοηθείᾳ ἀπὸ τοῦ ὑπερβάλλοντος τῆς θαλάσσης κακοῦ, οὗπερ καθ'
ὁδὸν ἡμᾶς συνήντησεν.
[37.12] Καὶ τὸν Ἰούνιον τοῦ αὐτοῦ χρόνου ἀπῆρεν ὁ ἀμηρᾶς τὴν πό-
λιν τῶν Ἀθηναίων.
[37.13] Τὸν δὲ Ἰούλιον τοῦ αὐτοῦ ἔτους ἀπελθόντος τοῦ ἀμηρᾶ εἰς τὸ
Μπελγράδον, τὸ πλέον μερικὸν ἁλώσαντος, αὐτὸς τέλος κακῶς ἐδιώχθη
παρὰ τῶν εἰς αὐτὸ ἐλθόντων εἰς βοήθειαν, τοῦ Ἰάγκου δηλονότι καὶ τοῦ
Καπιστριάνου καὶ ἑτέρων ἀξιολόγων ἀνδρῶν. Καὶ ἡττηθεὶς καὶ τοῦ χρη-
σίμου μπεϊλερμπέϊ αὐτοῦ ἀποθανόντος ὡς φυγὰς ὤχετο.
[37.14] Καὶ τῷ ξε-ῳ ἔτει ὁ τοῦ Οὐγγαρίας φωσάτου ἄρχων καὶ κουβερ-
νάριος ὁ Ἴαγκος ἐτελεύτησεν, ἀλλὰ δὴ καὶ αὐτὸς ὁ Καπιστριάνος, ἔτι
δὲ καὶ ὁ τῆς Σερβίας ἄρχων καὶ δεσπότης κὺρ Γεώργιος ὁ Βοῦλκος ἐτε-
λεύτησε. Καὶ Μαΐου β-ᾳ τοῦ αὐτοῦ ἔτους καὶ βασίλισσα ἡ γυνὴ αὐτοῦ
ἀπέθανεν· ἐν ᾗ σχεδὸν ἡμέρᾳ καὶ ὥρᾳ διέβη εἰς τὸν ἀμηρᾶν ἡ θυγάτηρ
αὐτῆς ἀμήρισσα μετὰ τοῦ α-ου ἀδελφοῦ αὐτῆς καὶ τυφλοῦ καὶ τοῦ θείου
αὐτῆς Θωμᾶ τοῦ Καντακουζηνοῦ καὶ παντὸς τοῦ βίου αὐτῶν, φοβηθέντες
διὰ τὸν βίον τῆς μητρὸς τὸν ἀδελφὸν καὶ τὴν νύμφην αὐτῶν.
[37.15] Καὶ τῷ ξϚ-ῳ ἔτει μηνὶ Νοεμβρίῳ καὶ αὐτὸς ὁ δεσπότης Λά-
ζαρος ἀπέθανε· καὶ ὁ ἀμηρᾶς τὸν μπεϊλερμπεῒν αὐτοῦ Μεχεμέτην ἀπέ-
στειλεν, ἵνα, εἰ δυνατόν, τὸ Σμεντόροβον καὶ πᾶσαν δὴ τὴν Σερβίαν μετ'
εἰρήνης λάβῃ καὶ ἄλλον ἀντ' αὐτῶν τόπον δώσῃ τῇ γυναικὶ καὶ τοῖς
τέκνοις αὐτοῦ δὴ τοῦ Λαζάρου, ὅπερ τότε μὲν οὐ κατώρθωσεν, ἀλλὰ μό-
νον τὸ Περιστέριν ἀπῆρε προδοσίᾳ, μετά τινα δὲ καιρὸν καὶ τὸ Σμεν-
τόροβον καὶ τὸν ἄλλον τόπον καὶ ἔδωκε τὴν βασίλισσαν τάχα κάστρα
[37.15.8] τινά, ἅπερ ὁ ἀμηρᾶς εἰς τὴν Μπόσθαν εἶχε.
[38.1] Μαΐῳ ιε-ῃ τοῦ αὐτοῦ ἔτους ὁ ἀμηρᾶς εἰς τὸν Μορέαν
ἦλθε καὶ εἰς τὴν Κόρινθον καταλύσας φωσάτον, εἶχε ταύτην ἀποκλει-
σμένην, αὐτὸς δὲ ἐλθὼν ἔπεσεν εἰς τὴν μέσην τοῦ τόπου· καὶ πάντα τὰ
ἐκεῖσε, τὰ μὲν ἠχμαλώτευσε, τὰ δὲ κατέκαυσε καὶ ἠφάνισεν, ἐξαιρέτως
δὲ τὴν Ἄκωβαν, τὸν Ἀετὸν καὶ Πενταχώρια. Καὶ ἐξελθὼν ἐκεῖσε ἦλθε
καὶ ἔπεσεν εἰς τὸ Μουχλίν, ὃ δὴ καὶ δέδωκε πρὸς αὐτὸν ὁ καλὸς κἀγα-
θὸς Ἀσάνης Δημήτριος.
[38.2] Τὸν Ἰούλιον τοῦ αὐτοῦ ἔτους καὶ ἀπ' ἐκεῖ πάλιν ἐπιστρέψας ὁ
ἀμηρᾶς ἦλθε καὶ ἔπεσεν εἰς τὴν Κόρινθον, ἣν δὴ καὶ δεδώκασι πρὸς
αὐτὸν οἱ γενναῖοι ἄρχοντες ὁ Ἀσάνης Ματθαῖος καὶ ὁ Λουκάνης Νικη-
φόρος ἐν μηνὶ Αὐγούστῳ Ϛ-ῃ, ὧν ὁ μὲν εἷς ἦν κεφαλὴ εἰς αὐτήν, ὡς
μὴ ὤφελεν, ὁ δὲ Ἀσάνης δραμὼν ἦλθεν εἰς αὐτὴν πρότερον, ἵνα ἢ καλ-
λίω φυλαχθῇ ἢ συντομωτέρως δοθῇ, οὐκ οἶδα, εἰ καὶ δῆλον ἐκ τῶν πραγ-
μάτων.
[38.3] Δεδωκότες οὖν τὴν κεφαλὴν τοῦ σώματος τοῦ Μορέως τὴν Κό-
ρινθον, τάχα καὶ ὁρκωμοτικὰ ἀγάπης πεποιήκασι, καὶ οὕτως ὅτι καὶ ὁ
δεσπότης κὺρ Θωμᾶς τὴν Πάτραν δώσῃ μετὰ τῆς περιοχῆς αὐτῆς, ἔτι δὲ
καὶ τὰ Καλάβρυτα καὶ τὸ Γρεβενὸν καὶ ἁπλῶς πάντα, ὅσα ὁ μακαρίτης
βασιλεὺς κὺρ Κωνσταντῖνος δεσπότης ὢν καὶ εἰς τὸν Μορέαν εὑρισκό-
μενος εἶχεν.
[38.4] Ἅπερ δὴ ἀκούσας ὁ αὐθέντης καὶ κύριος αὐτῶν, -ἦν γὰρ εὑρι-
σκόμενος εἰς τὴν Μαντίνειαν πανοικί, -δραμὼν εἰς τὰ περὶ τῆς Τρί-
πης βουνά, ἔνθα δὴ καὶ ὁ ἀδελφὸς αὐτοῦ ἦν καὶ οἱ ῥηθέντες καταστάται
τῶν τοιούτων ἀξιεπαίνων ἔργων ἦλθον, οὐ βουλευσάμενος οὐδ' ἀναβο-
λὴν τὴν οἱανοῦν ποιήσας, ἀλλὰ πέμψας τὸν αὑτοῦ ὄντως μέγαν πριμική-
ριον τὸν Λάζαρον, πάντα τῷ ἀμηρᾶ παραδέδωκεν ὡς λάχανα κήπου. Τὴν
αὐτὴν σχεδὸν ἡμέραν καὶ ὁ ἀμηρᾶς, ἐπεὶ ἦν ἀναγκαζόμενος ἐξελθεῖν διά
τινα αἴτια, καταλείψας Ἀμάρην, τὸν τοῦ Τουραχάνη υἱόν, ἵνα αὐτὰ λά-
βῃ, ἐξῆλθε τοῦ Μορέως.
[38.5] Τὸν δ' Ὀκτώβριον τοῦ ξζ-ου ἔτους ἀποκρισιάρην ὁ ἀμηρᾶς
ἐστείλην εἰς τὸν δεσπότην κὺρ Δημήτριον, ἵνα τὴν θυγατέραν αὑτοῦ εἰς
γυναῖκαν πέμψῃ αὐτῷ δὴ τῷ ἀμηρᾷ· εἰ δ' οὖν, μάχη μέσον αὐτῶν ἔσται.
[38.6] Ὃς δὴ ἀποκρισιάρης καὶ εἰς τὸν δεσπότην κὺρ Θωμᾶν ἐλθών,
εἰς τὸν Ποντικὸν εὑρισκόμενον, ὅρκους αὐτοῦ ἀπῆρεν ἀγάπης καὶ τὰ
μὴ φθάσαντα δοθῆναι κάστρη εἰς τὸν αὐθέντην αὐτοῦ καὶ ἀπῆλθεν.
[39.1] Τὸν δὲ Ἰαννουάριον μῆνα τοῦ αὐτοῦ ἔτους καὶ ὁ καλὸς
κἀγαθὸς Λουκάνης Νικηφόρος, ἢ μᾶλλον Μορεοφθόρος, καὶ τῶν πρώ-
των καὶ πιστῶν ἀρχόντων τοῦ δεσπότου κὺρ Δημητρίου λογιζόμενος, καί
τινες ἄλλοι Ἀλβανιτῶν καὶ Μοραϊτῶν, οὓς καὶ αὐτὸς πλέον τὸ εἰς κακίαν
ἐκείνων πρόχειρον ᾠκονόμησεν, ἔπεισαν τὸν δεσπότην κὺρ Θωμᾶν, ἵνα
καὶ κατὰ τοῦ ἀμηρᾶ καὶ κατὰ τοῦ ἀδελφοῦ αὑτοῦ ἐπανάστασιν ποιήσῃ
καὶ φάγῃ τοὺς ὅρκους ὡς λάχανα, οὓς πρὸ ὀλίγου μετ' αὐτοὺς ἐποίησεν·
καὶ ταύτα, τοῦ ἄλλου ἀγαθοῦ ἀνδρὸς Ἀσάνη Ματθαίου πρὸ ὀλίγου ἀπελ-
θόντος καὶ ὄντος εἰς τὸν ἀμηρᾶν ἀποκρισιαρίου διὰ τὴν δουλείαν δῆθεν
τοῦ συνοικεσίου τῆς ἀνεψιᾶς αὐτοῦ.
[39.2] Ἐξελθόντος οὖν τοῦ δεσπότου κυροῦ Θωμᾶ εἰς τὰς ἀρχὰς τοῦ
Φευρουαρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἀπὸ τὴν Ἀρκαδίαν καὶ ἑνωθέντος
μετὰ τῶν ἐργαζομένων τὰ κατ' αὐτοῦ ἢ καὶ τὰ κατ' αὐτῶν, ὡς ὁ λόγος
προιὼν δηλώσει, ἀπῆραν ἀπὸ μὲν τοὺς Τούρκους τὰ Καλάβρυτα καὶ μό-
νων ἐκ τῶν κάστρων, ὧν ἐθαῤῥοῦσαν λαβεῖν, ἐξ ὧν ἐκρατοῦσαν οἱ Τοῦρ-
κοι, ἀπὸ δὲ τοῦ τόπου τοῦ δεσπότου κυροῦ Δημητρίου, ἅπερ αὐτοὶ οἱ ἐρ-
γάται τῶν κακῶν ἐκρατοῦσαν ὡς κεφαλατίκια, ἤγουν Καρύταιναν, Βορδό-
νιαν, Καστρίτζαν καὶ ἕτερά τινα· καὶ οὕτως, ἵνα πάλιν ἔχωσιν αὐτοὶ ταῦτα
ὡς αὐθένται αὐτῶν, οὐχ ὡς κεφαλάδες.
[39.3] Ἐκατόρθωσαν δὲ οὐδὲν ἄλλο οἱ φρόνιμοι καὶ πρακτικοὶ καὶ γεν-
ναῖοι ἄρχοντες, ἢ μόνον ὅτι ἀπῆραν κατ' αὐτῶν θεὸν τὸν τοῦ παντὸς
ποιητήν, αὐθέντην ἐπὶ γῆς ἰσχυρότερον καὶ ἀδελφὸν καὶ αὐθέντην ἐντὸς
τοῦ τόπου, οὐκ ἐνθυμηθέντες οἱ ἄθλιοι οὔτε τοῦ ἀψευδοῦς τὸ λόγιον, ὅτι
πᾶσα οἰκία μερισθεῖσα καθ' ἑαυτὴν ἐρημοῦται οὔτε τὸν παροιμιώδη λό-
γον τὸν „πρὸς τοὺς δύο οὐδ' Ἡρακλῆς”, ἀλλ' ἐπανέστησαν καὶ πρὸς
τρεῖς καὶ τοιούτους.
[39.4] Καὶ τούτων οὕτως προβάντων, πρῶτον μὲν θεὸς παρεῖδεν αὐτοὺς
καὶ τὶ ἔπραττον, οὐκ ἐγίνωσκον, ἀλλ' ὡς τοὺς ἰχθύας τοὺς μέσον τῆς σα-
γήνης ὄντας, οἱ ἀγνωοῦσιν, ὅτι πάντες ὁμοῦ ἕλκονται εἰς γῆν, ἐκεῖνοι
δέ, ἕως τοῦτο γένηται, διώκουν καὶ διώκονται καὶ ἁλίσκονται καὶ φθεί-
ρονται οἱ ἐλάττονες ὑπὸ τῶν μεγαλωτέρων, οὕτω καὶ οὗτοι.
[39.5] Ὁ μὲν γὰρ δεσπότης κὺρ Θωμᾶς παρέπιπτε καὶ ἐπολιόρκει τὰ
τοῦ ἀδελφοῦ αὑτοῦ, Καλαμάταν καὶ Μαντίνειαν καὶ συνεργοὺς εὗρε πρω-
τοστράτορα τὸν ἄριστον, πρωτοστράτορα τὸν Σεβαστόπουλον Νικόλαον,
μεσάζοντα καὶ σύγγαμβρον τοῦ ἀδελφοῦ αὑτοῦ καὶ τὸν περιπόθητον γυ-
ναικοθεῖον, τὸν πλέον Κυδωνίδην ᾒ Τζαμπλάκωνα.
[39.6] Ὁ δὲ δεσπότης κὺρ Δημήτριος πάλιν τὸ Λεοντάρι καὶ τὰ αὐτοῦ
καὶ τὸ Πίδημα διὰ τοῦ Παλαιολόγου Γεωργίου, περιποθήτου ἐξαδέλφου
καὶ μεσάζοντος τοῦ δεσπότου κυροῦ Θωμᾶ καὶ τοῦ γαμβροῦ αὐτοῦ Μπο-
χάλη Μανουήλ, εἰ καὶ ὁ μὲν τάχα ἀπῆρε τὴν Καλαμάταν καὶ τὸ Λεῦ-
κτρον καὶ πολὺ τοῦ τῆς Μάνης ζυγοῦ.
[39.7] Τοῦ δὲ δεσπότου κυροῦ Δημητρίου ἐρχομένου ἐμβῆναι ἐν τῷ
Λεονταρίῳ, ὡς ἔμαθε τοῦτο ὁ ἀδελφὸς αὐτοῦ, ἔδραμε καὶ προλαβὼν ἐσέ-
βη ἐν αὐτῷ· καὶ ἀπέμεινεν ἄπρακτος ὁ δεσπότης κὺρ Δημήτριος, τοῦ Πα-
λαιολόγου καὶ τῶν Μποχαλέων φυγόντων μόνον καὶ ἀπελθόντων εἰς αὐ-
τὸν εἰς τὸν Μυζηθρᾶν ἐπαναστρέψαντα.
[39.8] Ἔτι δὲ καὶ τὸ κάκιστον καὶ ἀφελέστατον γένος τῶν Ἀλβανιτῶν,
καιροῦ λαβόμενον τῆς ὑπολήψεως καὶ ἁρπακτικῆς αὐτῶν γνώμης ἁρμο-
δίου, τί οὐκ ἔπραξαν ᾒ τί οὐκ εἰργάσαντο κακόν; Ἀπιστοῦντες γὰρ δὶς
τοῦ σαββάτου, ἀπὸ τὸν ἕνα τῶν αὐθεντῶν εἰς τὸν ἄλλον ἀπήρχοντο· καὶ
κάστρα, ὡς ἡ ἐκείνων γλῶσσα, εἰς κεφαλατίκια ἀπῄτουν, εἰ δ' οὖν, εἰς
τὸν ἄλλον ἀπήρχοντο καὶ οἱ ἄλλοι πρὸς τὸν ἕτερον τῶν δεσποτῶν ὁμοίως.
Διὰ μέσου οὖν, εἴ τι ἆρα καὶ εὕρισκον τῶν ἀθλίων τάχα Ῥωμαίων, ἀλλὰ
δὴ καὶ τῶν Ἀλβανιτῶν καὶ συγγενῶν πολλάκις καὶ οἰκείων αὐτῶν, πάντα
διηρπάζοντο καὶ ἠφάνιζον. Ἐγένοντο δὲ τοιαῦτα καὶ τοσαῦτα, ὅτι τὶς
ἀξίως αὐτὰ θρηνήσειεν;
[39.9] Ἀλλὰ δὴ καὶ αὐτοὶ οἱ Τοῦρκοι, οἱ εἰς τὴν Κόρινθον καὶ τὸ
Μουχλὶν καὶ τὴν Πάτραν εὑρισκόμενοι, καιροῦ λαβόντες δικαίου, τοὺς
μὲν αἰχμαλώτιζον, τοὺς δὲ ἀπέκτεινον, τοὺς δ' αὐθέντας καὶ τοὺς ἄρχον-
τας κατεγέλων, βλέποντες καθ' ἑαυτῶν τὰ ξίφη ὠθοῦντας.
[39.10] Ταύτας δὴ τὰς ἐργασίας κἀμοῦ ἐννοήσαντος, εὑρισκομένου μου
εἰς τὴν Ἀρκαδίαν, ἔνθα δὴ καὶ ἐπράττοντο, καὶ τὰ αὐτῶν συμπεράσματα
σκοπήσαντος, πρὸ τοῦ ἐξελθεῖν τὸν δεσπότην ἀπὸ τῆς Ἀρκαδίας, ἐξῆλθον
κἀγώ, πλάσας αἰτίας τινάς, καὶ ἀπῆλθον εἰς τὴν Πίδασον, ἣν Μεθώνη
καλεῖται, περὶ τὸ τέλος τοῦ Δεκεμβρίου μηνὸς τοῦ αὐτοῦ ἔτους. Ἀλλὰ
δὴ καὶ ὁ χρήσιμος ἄρχων ἀπό τε γνώσεως καὶ πράξεως Γεώργιος ὁ Ῥα-
ούλ, καὶ αὐτὸς ἀφεὶς καὶ αὐθέντην καὶ τὰ πλείω τῶν αὑτοῦ, ἦλθε καὶ αὐ-
τὸς ἐν τῇ Μεθώνῃ.
[39.11] Καὶ καθήμενοι ἀμφότεροι ἐν λιμένι ἐκαραδοκοῦμεν καθ' ὥραν τὸ
τῆς τοιαύτης τρικυμίας τέλος, εἰ καὶ τοῦ θεοῦ μακροθυμήσαντος ἐμάκρυ-
νεν, ἵνα οἱ ἀσύνετοί ποτε συνήσωσι καὶ οἱ μωροί ποτε φρονήσωσι καὶ
[39.11.4] ὁμόνοα καὶ εἰρήνη γένηται μέσον αὐτῶν· καὶ τοῦ θεοῦ δεηθῶσιν, ἔτι δὲ
καὶ τοῦ ἀμηρᾶ, καὶ ἐλεήσει μὲν αὐτοὺς ὡς ἐλεήμων θεός, προστάξει δὲ
καὶ τὸν δήμιον αὐτοῦ ἀμηρᾶν καὶ ἀφήσει αὐτοὺς ζῆσαι πλείονα χρόνον.
Τόπον γὰρ καὶ τάξιν ἔχει καὶ αὐτὸς εἰς θεόν, οἵαν οἱ αὐτοῦ δήμιοι πρὸς
αὐτόν, οἴτινες πληροῦσι μὲν τῷ θελήματι καὶ τῇ προστάξει αὐτοῦ, εἰσὶ
δὲ μισητοὶ καὶ ἀποτρόπαιοι.
[39.12] Καὶ τούτων δὴ τῶν προῤῥηθέντων κακῶν εἰς τὸν ἅπαντα τοῦ
Μορέως ἀθλίου τόπον γινομένων, ἐλθόντος καὶ φωσάτου μερικοῦ ἔξωθεν,
κατέδραμον τὸν τόπον ἅπαντα, ἵνα, ἅπερ κακὰ παρέλιπον οἱ οἰκήτορες
καὶ κύριοι καὶ αὐθένται καὶ ἄρχοντες, οὐκ ἀπὸ προαιρέσεως, ἀλλ' ἀπὸ
ἀδυναμίας, πράξωσιν αὐτοί, τοῦ μὲν ἑνὸς τῶν δεσποτῶν ἐχθροὶ ὄντες,
τοῦ δ' ἄλλου τάχα φίλοι.
[39.13] Ὃν δὴ δεσπότην καὶ ἐχθρὸν αὐτῶν κὺρ Θωμᾶν εἰς τὰ περὶ τὸ
Λεοντάριν εὑρόντες καὶ διώξαντες κακῶς εἰσέβαλον εἰς τὸ κάστρον, πολ-
λοὺς τῶν αὐτοῦ καὶ σκοτώσαντες καὶ αἰχμαλωτίσαντες· ἔπειτα φέροντες
τὸ κατουνοτόπιον, ἤτοι τὰς τένδας αὐτῶν, πλησίον τῶν ὁσπιτίων τοῦ
Λεονταρίου ἔθηκαν. Εἶτα ἐξελθόντες ἀπῆλθον εἰς τὰ περὶ τὸν Μυζηθρᾶν
καὶ τὸν φίλον αὐτῶν δεσπότην· καὶ ἀπ' ἐκεῖ διέβησαν νικηταὶ καὶ μετὰ
πολλοῦ κέρδους ζώων τε καὶ ἀνθρώπων.
[39.14] Μόλις οὖν ποτε ἐννοήσαντες οἱ αὐθένται καὶ ἀδελφοὶ τὸ κακὸν
τῆς ἑαυτῶν μάχης καὶ συναχθέντες εἰς τὸ Καστρίτζιν, ἐποίησαν τάχα
ὅρκους εἰρήνης. Καὶ τοῦ Λακεδαιμονίας μετὰ τοῦ σάκκου αὐτοῦ λειτουρ-
γήσαντος, ὁπόταν τοὺς Χριστιανοὺς μετὰ φόβου θεοῦ καὶ πίστεως προ-
σελθεῖν ἐπιβοῶσιν οἱ ἱερεῖς, προσελθόντες οἱ αὐθένται καὶ ἀδελφοὶ καὶ
ὀμόσαντες, ἔμεινεν, ὡς ἠκούσαμεν, ὁ δεσπότης κὺρ Δημήτριος ἐν τοῖς
συμπεφωνημένοις μέχρι τινός.
[39.15] Καὶ πάλιν ἦν ὁ αὐτός, ὡς οὐδενὸς καινοῦ γεγονότος, -ᾢ τῆς
ἀνοχῆς καὶ μακροθυμίας σου, Χριστὲ βασιλεῦ, καὶ εἰς αὐτὸν καὶ τοὺς
αἰτίους· -καὶ ἤρξαντο πάλιν τὰ κακὰ καὶ ἔτι τῶν χθὲς τοιούτων φρικτῶν
ὅρκων λυθέντων· καὶ ἔπραττεν ὁ καθεὶς κατὰ τοῦ ἑτέρου τὸ ἠδύνατο, τὰς
ἐλπίδας ἔχοντες, ὁ μὲν εἰς τὴν φιλίαν τοῦ ἀμηρᾶ καὶ βοήθειαν καὶ τὴν
ἀδικίαν, ὁποῦ ἠδικήθη εἴς τε τοὺς ὑποχειρίους αὐτοῦ καὶ τὰ κάστρα,
ὁ δὲ εἰς τὴν ἐπιορκίαν τοῦ ἄλλου καὶ εἰς τὸ κατὰ τῶν ἀσεβῶν τάχα μά-
χεσθαι. Τούτων οὖν οὕτω κακῶς πραττομένων διέβη καὶ ὁ χειμὼν τοῦ ξη-ου ἔτους.
[40.1] Καὶ τὸν Μάϊον τοῦ αὐτοῦ ἔτους, ἰδοὺ καὶ ὁ ἀμηρᾶς ἦλθεν
κατ' ἀμφοτέρων. Ἀπελθόντος δ' αὐτοῦ ἐξ ὀρθοῦ εἰς τὸν Μυζηθρᾶν, ἐπεὶ
ἐκεῖ εὑρίσκετο ὁ δεσπότης, διὰ τὸ εὑρίσκεσθαι τὸν ἀδελφὸν καὶ ἐχθρὸν
αὐτοῦ εἰς τὴν Καλαμάταν καὶ πολεμίζοντος τὴν Μαντίνειαν, κατῆλθε καὶ
ἀκουσίως ἑκουσίως καὶ ἐδουλώθη εἰς αὐτόν. Λαβὼν δὲ ὁ ἀμηρᾶς καὶ
αὐτὸν καὶ τὸν Μυζηθρᾶν καὶ φυλακὴν περιθεὶς εἶπε πρὸς τὸν δεσπότην·
„Σὺ μέν, ὦ δέσποτα, ἐπεὶ οὕτως ἦλθον εἰς σε τὰ πράγματα, τὸν τόπον
τοῦτον πλέον οὐδὲν ἠμπορεῖ νὰ τὸν ἄρχῃς· ἀλλ' ἐπεὶ πατέραν σε ἐστήσαμεν
ἔχειν καὶ τὸ κορίτζι σου ἐστήσαμεν λαβεῖν εἰς γυναῖκα μας, τὸν τόπον
τοῦτον δὸς ἡμῖν. Σὺ δὲ καὶ τὸ κορίτζι σου ἔλθετε μεθ' ἡμῶν καὶ θέλομέν
σας δώσειν ἕτερον κόσμον, εἰς τὸ νὰ ἔχετε νὰ ζῆτε”.
[40.2] Ἅπερ στέρξας καὶ ἀκουσίως ἔπεμψε καὶ ἄρχοντας αὐτοῦ καὶ
Τούρκους, ἵνα καὶ τὴν γυναῖκαν αὐτοῦ τὴν βασίλισσαν καὶ τὴν θυγατέ-
ραν λάβωσι καὶ φέρωσιν, ἀλλὰ δὴ καὶ τὴν Μονεμβασίαν παραδώσωσιν,
ἐκεῖσε γὰρ αὗται εὑρίσκοντο. Ὧν τὸ μὲν ἐγένετο, ἐξῆλθον γὰρ καὶ ἦλθον
ἑκουσίως, ἔνθα ἦσαν ὅ τε ἀμηρᾶς καὶ ὁ δεσπότης.
[40.3] Οἱ δὲ Μονεμβασιῶται καὶ ὁ εἰς κεφαλὴν εὑρισκόμενος Μανουὴλ
ὁ Παλαιολόγος κρατήσαντες τὸ κάστρον δεδώκασιν αὐτὸ τῷ δεσπότῃ
κὺρ Θωμᾶ μετὰ ταῦτα καὶ αὐτὸς τάχα τῷ πάπᾳ.
[40.4] Ὁ δ' ἀμηρᾶς τὴν μὲν βασίλισσαν καὶ τὴν αὐτῆς θυγατέραν οἰκο-
νομήσας ἔστειλεν ἔξω μετά τινας τῶν αὑτοῦ καὶ αὐτῆς, τὸν δὲ δεσπότην
ἦγε καὶ ἔφερε μεθ' ἑαυτοῦ.
[40.5] Ἐλθόντες οὖν εἰς τὴν Βορδώνιαν καὶ τὸ Καστρίτζι, οἱ μὲν εἰς
τὴν Βορδώνιαν γενναῖοι ἄρχοντες αὐτῆς φοβηθέντες ἔφυγον ἀφέντες αὐ-
τήν, οἱ δὲ εἰς τὸ Καστρίτζι τάχα μέχρι τινὸς ἀντισταθέντες καὶ πολεμή-
σαντες, τέλος προσεκύνησαν καὶ κατελθόντες στεφανωθῆναι ὑπὲρ τῶν
ἀνδραγαθημάτων αὐτῶν, οὓς μὲν αὐτῶν ἐκαρατόμησεν, οὓς δὲ εἰς πάλους
ἐκάθισε, τὸν δὲ Προινοκοκοκᾶν ἐκδείρας ἐτελείωσεν, ἄξιον τέλος τῶν
ἐργασιῶν καὶ πράξεων ἀπολαύσαντος.
[40.6] Ἐλθόντος δ' αὐτοῦ δὴ τοῦ ἀμηρᾶ καὶ εἰς τὰ περὶ τὸ Λεοντάρι
καὶ αὐτὸ τὸ Λεοντάρι καὶ εὑρὼν αὐτὸ ἔρημον ἀνθρώπων, αὐτὸ μὲν ἀπῆ-
ρε. Εἰς δὲ τὸ Γαρδίκι, ἔνθα οἱ ἄνθρωποι ὡς ἰσχυρότερον ἀπῆλθον φυ-
λαχθησόμενοι, ἀπελθὼν ἐπολεμήθη μέχρι τινὸς παρὰ τῶν Λεονταριτῶν.
Τέλος δὲ ἐδουλώθησαν καὶ ἐγένοντο πάντες παρανάλωμα μαχαίρας σὺν
γυναιξὶ καὶ παισί.
[40.7] Τοῦτο ἂν καὶ οἴ ποτε ἀρχηγοὶ αὐτῶν Μποχαλαῖοι ἔπαθον, εἰ μὴ
φθάσας ὁ μπεϊλαρμπεῒς Μαχουμούτης ἐξεζήτησεν αὐτούς, τῆς γυναικὸς
Μανουὴλ τοῦ Μποχάλη δισεξαδέλφης οὔσης αὐτοῦ, εἰ καὶ κακὰ ἀνταπέ-
δωκεν αὐτῷ ἀντὶ τούτου. Διδοὺς γὰρ αὐτοῖς ἀνθρώπους, ἵνα μετὰ ἀνέ-
σεως καὶ ἀναπαύσεως ἀπέρχωνται τὴν ὁδὸν τὴν φέρουσαν εἰς τὸν ἔξω
τόπον, διερχόμενοι περὶ τὸν Ποντικὸν εὑρόντες πλεύσιμον καὶ δολίως
ἀποκτείναντες τοὺς ἀπάγοντας ἀνθρώπους τοῦ μπεϊλαρμπεΐ, ἐμβάντες ἔφυ-
γον εἰς Κέρκυραν· καὶ αὐτοὶ μὲν ἠλευθερώθησαν τῆς δουλείας ὁπωσδή-
ποτε.
[40.8] Ὁ δὲ πενθερὸς μὲν Μανουὴλ τοῦ Μποχάλη Γεώργιος ὁ Παλαιο-
λόγος, πρωτεξάδελφος δέ, ὡς προεδηλώσαμεν, τῆς μητρὸς τοῦ μπεϊλαρ-
μπεΐ, βληθεὶς εἰς σίδηρα ἤγετο. Αὐτὸς γάρ, ὡς προείπομεν, φυγὼν ἀπὸ
τὸ Λεοντάρι μετὰ καὶ τοῦ γαμβροῦ αὐτοῦ, ἀπῆλθεν εἰς τὸν Μυζηθρᾶν
καὶ τὴν δουλοσύνην τοῦ δεσπότου κυροῦ Δημητρίου. Πολέμου δὲ γεγο-
νότος περὶ τὴν Βορδώνιαν καὶ τὴν Τρίπην, κακῶς λαβωθεὶς ἑάλω· καὶ
ἀπήγαγον αὐτὸν δέσμιον εἰς τόν ποτε αὐθέντην αὐτοῦ τὸν δεσπότην κὺρ
Θωμᾶν. Ὡς δὲ ἰάθη ἀπὸ τοῦ λαβώματος, περιωρισμένου δὲ ὄντος καὶ
φυλαττομένου ὁπωσδήποτε περὶ τὸ Δυῤῥάχιον, ἀπατήσας τοὺς φυλάσσον-
τας ἔφυγε· καὶ πάλιν εὑρίσκετο εἴς τε τὸν δεσπότην κὺρ Δημήτριον καὶ
εἰς τὸ Ἀνάπλι τὸν πλείονα καιρόν, τῆς γυναικὸς αὐτοῦ καὶ τῶν παίδων
εὑρισκομένων εἰς τὰ Βενέτικα.
[40.9] Τοῦ οὖν ἀμηρᾶ, ὡς δεδηλώκαμεν, δουλώσαντος τὸ Λεοντάρι καὶ
τὰ περὶ αὐτό, ἐδούλωσεν ἔτι δὲ καὶ τὸν Ἅγιον Γεώργιον. Ταῦτα γὰρ ἰδόν-
τος τοῦ Κροκοντύλου, ἢ μᾶλλον Κροκοδείλου εἰπεῖν οἰκειότερον, προ-
σεκύνησε καὶ αὐτὸς τὸν ἀμηρᾶν καὶ τὸ κάστρον καὶ τοὺς δύο υἱοὺς αὐτοῦ
αὐτῷ δέδωκεν. Αὐτὸς δὲ ἔλαβε χάριν τούτων τοῦ Λωΐ, ἢ μᾶλλον τοῦ ἐ-
λωῒ ἐλωΐ, τουτέστι, θεέ μου, θεέ μου, ἵνα τὶ μὴ καὶ αὐτὸν προεγκατέ-
λιπες, τῶν προλεχθέντων κακῶν πρωτεργάτην;
[40.10] Τούτων οὖν ἐκεῖσε γενομένων, ἢ μᾶλλον γινομένων, ὁ δεσπό-
της κὺρ Θωμᾶς, ἀφεὶς τὴν Καλαμάταν καὶ περάσας εἰς τὰ περὶ τὴν Κό-
σμεναν καὶ τὸ Πεταλίδι, ἦλθε καὶ ἐσέβη εἰς τὸν Ἀβαρῖνον κἀκεῖθεν εἰς
τὸ Μαράθι, προγενέστερον τῆς βασιλίσσης καταλειψάσης τὴν Ἀρκαδίαν
κἀκεῖσε ἀπελθούσης μετὰ καὶ τῶν παίδων αὐτῆς καὶ τῶν εὑρισκομέ-
νων ἐκεῖσε εἰς τὴν Ἀρκαδίαν ἀρχόντων.
[40.11] Ὡς δὲ ὁ ἀμηρᾶς ἀπῆρεν αὐτά, ἀλλὰ δὴ καὶ τὴν Καρύταιναν
παρὰ τοῦ Σγουρομάλλη Παλαιολόγου καὶ γυναικαδέλφου τοῦ μεγάλου
Λουκάνη, ὃς προαπέθανεν εἰς ἀπόπατον διαβιβάσας τὴν ψυχὴν ἁμ' ἐγκά-
[40.11.4] τοις, κατῆλθεν εἰς τὰ περὶ τὴν Ἀνδροῦσαν καὶ λαβὼν αὐτὴν καὶ τὰ περὶ
αὐτὴν πάντα ἀπῆλθε θεάσασθαι τὴν Κορώνην, εἰτ' ἀπ' ἐκεῖσε διέβη καὶ
εἶδε καὶ τὴν Μεθώνην, εἶτα εἰς τὴν Πύλον καὶ τὸν Ἀβαρῖνον.
[40.12] Καθ' ἣν ἡμέραν καὶ ὁ δεσπότης κὺρ Θωμᾶς ἐξῆλθε, προητοί-
μασε γάρ τινα πλοιάρια· καὶ ἦλθεν ἐν τῳ Πόρτῳ Λόγγῳ ὀνομαζομένῳ,
ἵνα ἀπ' ἐκεῖσε καιροῦ λαβόμενος εἰς τὴν Κέρκυραν ἀπέλθῃ, ὃ δὴ καὶ γέ-
γονε. Καὶ τῇ κη-ῃ τοῦ Ἰουλίου μηνὸς ἀπεσώθη ἐκεῖσε, ἤγουν τοὺς Κορ-
φούς, ὡς νῦν ὀνομάζεται ἡ Κέρκυρα.
[40.13] Ἑυρόντος δὲ κἀμοῦ πλευσίμου ἀπαγομένου ἐκεῖσε, ἐμβὰς τῇ
ια-ῃ Ἰουλίου διὰ τὸ ἐπιγενέσθαι μετὰ τῶν ἄλλων καὶ θανατικοῦ ἐν τῇ
Μεθώνῃ, τῇ β-ᾳ τοῦ Αὐγούστου ἀπεσώθημεν, ἔχοντός μου τὸν σκοπόν,
ἵνα εἰς τὴν Κρήτην ἀπέλθω ἢ εἰς τὴν περὶ τὴν Θεσσαλονίκην Βέῤῥοιαν,
διὰ τὸ ἔχειν με ἐκεῖ καλλίστην μονὴν εἰς ὄνομα τοῦ ἁγίου Νικολάου,
ἥνπερ τῆς μητρός μου ὁ πατὴρ ἀνήγειρεν ἐκ βάθρων. Τοῦ δὲ Ῥαοὺλ
Γεωργίου καὶ τοῦ γαμβροῦ καὶ τῆς θυγατρὸς αὐτοῦ ἀπελθόντων, ἔτι δὲ
καὶ τοῦ δεσπότου μετὰ καὶ τῶν ἄλλων πάντων, μετέπειτα καὶ ἐμὲ παρώ-
τρυνον καὶ ἐβουλεύοντο ἐκεῖσε ἀπελθεῖν, ἀπῆλθον κἀγώ.
[40.14] Τοῦ δὲ ἀμηρᾶ λαβόντος τὴν Ἀρκαδίαν καὶ ἀπ' ἐκεῖσε διερχο-
μένου εἰς τὰ κάτω μέρη τοῦ Μορέως καὶ λαμβάνοντος πάντα τὰ ἐκεῖσε,
ἀλλὰ δὴ καὶ τὸ ἰσχυρότατον Χλουμοῦτζι καὶ Σανταμέρι τῶν μπεϊλαρμπε-
ΐδων ὁποῦ εἶχον αὐτά, ταῦτα ἀφέντων κούφων καὶ ἀπελθόντων καὶ αὐτῶν
εἰς Κορφούς, ἦλθε μέχρι καὶ τῆς Πάτρας κἀκεῖσε προσέμεινε.
[40.15] Καὶ τὰ Καλάβρυτα λαβόντος παρὰ τοῦ οὐτ' εἰς δεσπότας, οὐτ'
εἰς ἀμηρᾶν πιστοῦ Δόξα, ἀλλ' οὐδ' εἰς θεὸν νομίζω, αὐτὸς μὲν ἔδωκεν
δίκην ἀξίαν ἐκδαρείς, οἱ δ' αὐτοῦ πάντες, οἱ μὲν ἀπετμήθησαν τὰς κε-
φαλάς, οἱ δὲ αἰχμάλωτοι ἀπήχθησαν.
[40.16] Τὸ δὲ κάστρον ὁ ἀμηρᾶς καλῶς ἀσφαλισάμενος καὶ παντὶ τρό-
πῳ ἀφηρώσας, ἐγειρθεὶς ἀπὸ τὴν Πάτραν διέβη εἰς τὰ περὶ τὸ Σαλμενί-
κον καὶ Λίστραιναν καὶ Βοστίτζαν, ὧν τὴν μὲν Βοστίτζαν καὶ Λίστραιναν
ἔλαβε, τὸ δὲ Σαλμενίκον ἐκράτησε μέχρι τινὸς Παλαιολόγος ὁ τὸ ἐπί-
κλην Γρέτζα.
[41.1] Τοῦ δὲ δεσπότου, ὡς εἴπομεν, πανοικὶ ἐλθόντος εἰς τοὺς
Κορφούς, ἦλθον πρὸς αὐτὸν καὶ γράμματα ἀπὸ τὸν σούμπασιν Ἀγγελο-
κάστρου διαλαμβάνοντα, ὡς „ὁ ἀμηρᾶς ἔχει ὀρέξεως ἀπελθεῖν εἰς ἐκεῖ-
νόν τις τῶν ἀρχόντων σου καὶ γενήσεται συμβίβασις μέσον ὑμῶν ἀγά-
πης· καὶ δοθῇ παρ' ἐκείνου καὶ τόπος μετά τινων συμφωνιῶν πρός σε”.
[41.2] Συνδιασκεψάμενος οὖν μετὰ τοὺς αὑτοῦ ὁ δεσπότης ἔδοξε καλόν,
ἵνα ὁ μὲν Ῥαοὺλ Γεώργιος ἀπέλθῃ εἰς τὸν ἀμηρᾶν, ὁ δὲ γαμβρὸς αὐτοῦ
Ῥάλης Ἰωάννης ἀπέλθῃ εἰς τὸν πάπαν, ἵνα ὁ μὲν καὶ ταῦτα καὶ τὴν εἰς
τοὺς Κορφοὺς τοῦ δεσπότου πλημμέλειαν δηλώσῃ τῷ πάπᾳ, ὁ δὲ ἴδῃ,
τὶς ὁ τοῦ ἀμηρᾶ σκοπὸς τοῦ λόγου. Οἳ καὶ ἀπῆλθον ὁ μὲν τῇ θ-ῃ, ὁ
δὲ τῇ ια-ῃ Αὐγούστου.
[41.3] Θανατικοῦ δ' ἐπιγεγονότος καὶ εἰς τὸ κάστρον τῶν Κορυφῶν, ὁ
δεσπότης καὶ ἡμεῖς ἀπήλθομεν εἰς χωρία, ἐκδεχόμενοι καὶ τὰ τῶν ἀπο-
κρισιαρίων ἀποτελέσματα.
[41.4] Ὁ μὲν οὖν Ῥαοὺλ Γεώργιος διελθὼν διὰ τοῦ Ἀγγελοκάστρου ἔφθα-
σε τὸν ἀμηρᾶν εἰς τὰ περὶ τὴν Βέῤῥοιαν· καὶ εὐθὺς προστάξαντος αὐτοῦ,
ὅ τε Ῥαοὺλ καὶ οἱ σὺν αὐτῷ πάντες ἐδεσμεύθησαν καὶ οἱ πόδες αὐτῶν
ἠσφαλίσθησαν σιδήροις. Διαβιβάσαντες οὖν οὕτως ἡμέρας τινάς, ὡς ἐξῆλ-
θεν ὁ ἀμηρᾶς καὶ αὐτοὶ οὕτως δέσμιοι, μετά τινας ὁδοὺς ἡμερῶν εἰς τὰ
περὶ τοῦ Μαύρου Ὄρους βουνὰ ἐλευθέρωσεν αὐτοὺς εἰπών, ὅτι „ἐγὼ
ἐκδεχόμην, ἵνα πλησίον τοῦ Μορέως εὑρισκομένου μου ἔλθῃ ὁ δεσπό-
της ἢ στείλῃ υἱὸν αὐτοῦ μετὰ ἀρχόντων καὶ γένηται χάρις πρὸς αὐτὸν
καὶ κάθηται καὶ ζῇ. Ἐπεὶ οὖν οὐδὲν ἐγένετο, πάλιν λέγομεν, ἂν θέλῃ,
ἂς γένῃ, καὶ ἀπελθόντος σου, ἂς ἔλθῃ ὁ δεσπότης, ἢ ἂς στείλῃ ἀπὸ τὰ
παιδία αὑτοῦ καὶ θέλομεν ποιήσειν εἰς ἐκεῖνον καλά.”
[41.5] Ἐπιστρεψάντος τοῦ Ῥαοὺλ ἀπράκτου τὸν Ὀκτώβριον τοῦ ξθ-ου
ἔτους, τῇ ιϚ-ῃ τοῦ Νοεμβρίου τοῦ αὐτοῦ ἔτους ἐμβὰς εἰς ἓν τῶν Κορφια-
τικῶν καραβοπούλων ὁ δεσπότης κὺρ Θωμᾶς μετὰ καὶ τῶν πλειόνων ἀρ-
χόντων αὑτοῦ διέβη εἰς τὸν Ἀγκῶνα, ἵνα ἀπ' ἐκεῖσε εἴς τε τὸν πάπαν
καὶ τὸν δούκαν Μιλάνας καὶ ἀλλαχοῦ ἀπέλθῃ, εἰς τοὺς Κορφοὺς κατα-
λείψας τήν τε βασίλισσαν καὶ τὰ παιδία αὑτοῦ καί τινας τῶν ἀρχόντων,
ἀλλὰ δὴ καὶ τὰς φαμελίας τῶν ἐκείνῳ ἀκολουθούντων.
[41.6] Οὗ δὴ κἀμὲ πολλὰ διορισαμένου καὶ ζητήσαντος, ἵνα μετ' αὐτοῦ
ἀπέλθω, ἢ ἐνταῦθα μετὰ τῆς βασιλίσσης, εὑρίσκωμαι καὶ ὡς ἄρχων τοῦ
ὁσπιτίου αὐτῆς, ἐγὼ ἀπό τε τοῦ ἐλέους τοῦ πάντα καλῶς οἰκονομοῦντος
θεοῦ, ἀπό τε τῆς λύπης ὧν ἐγέννησα, ἀπό τε τῆς ἀταξίας πάντων τῶν
τοῦ ὁσπιτίου αὐτοῦ, ἀνήκους ἐγενόμην καὶ εἰς ἀμφότερα, ἀλλ' ἐπιμείνας
καὶ ἕτερον καιρὸν εἰς αὐτὸ δὴ τὸ χωρίον τὰ Μολιβοτινά, ὅπερ εὑρισκό-
μην, ὅταν καὶ ὁ δεσπότης εἰς τὸν Χλομὸν διὰ τὸν φόβον τοῦ θανατικοῦ,
ὡς δεδήλωται.
[41.7] Ὡς εὗρον μετὰ καιρὸν κάθισμα τὸ εἰς ὄνομα τοῦ ἁγίου Ἠλίου,
πλησίον τοῦ κάστρου, ἀπελθόντος μου ἐκεῖσε Σεπτεβρίου Ϛ-ῃ του ο-ου
ἔτους, κατέμεινον μετὰ τῶν ἐμῶν καὶ μόνου τοῦ θεοῦ δεόμενος, ἵνα ἡ-
μᾶς ἐλεήσῃ καὶ ἐξοικονομήσῃ ὑπὸ τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἀγαθό-
τητος. Διαβιβάσαντός μου οὖν ἐκεῖσε μῆνας εʹ καὶ μικρόν τι πρός, ὡς
οὐδὲν ἐνοήσαμεν ἀναπαυθῆναί με τοὺς ἔχοντας τὸ τοιοῦτον κάθισμα, καὶ
διὰ τὸ νὰ ἕξωμεν καὶ πλέον τὸν πλησιασμὸν τοῦ καλοῦ κἀγαθοῦ φίλου
καὶ πνευματικοῦ πατρὸς Δωροθέου, εὑρισκομένου αὐτοῦ εἰς τὴν μονὴν
τῶν ἁγίων ἀποστόλων Ἰάσωνος καὶ Σωσιπάτρου, εὑρόντες καὶ ἡμεῖς ἀπὸ
τῆς τάξεως τῶν λβʹ ἱερέων τὸ τοῦ ἁγίου Νικολάου κάθισμα τὸ ἐπονομα-
ζόμενον τοῦ Ταρχανιώτου ἀπήραμεν αὐτὸ Μαρτίου ιε-ῃ τοῦ αὐτοῦ ο-οῦ
ἔτους δηλονότι.
[41.8] Ὁ δὲ δεσπότης κὺρ Θωμᾶς φθάσας εἰς τὸν Ἀγκῶνα καὶ ἀπ' ἐκεῖ
εἰς τὴν Ῥώμην οὐδὲν ἄλλο κατώρθωσεν, εἰ μὴ ὅτι δέδωκε τῷ πάπᾳ Πίῳ
τὴν τοῦ ἁγίου ἀποστόλου καὶ πρωτοκλήτου Ἀνδρέου κάραν κἀκεῖνος
πρὸς αὐτὸν τὸ μόλις νὰ ζῇ μὲ τοὺς αὐτοῦ αὐτὴν καὶ μόνην τὴν ἀναγκαίαν
τροφήν.
[41.9] Διαβιβάσαντος δὲ μερικὸν καιρὸν ἔδοξεν αὐτῷ καὶ ἐπανέστρεψεν
εἰς τὴν αὐθεντίαν τῶν Βενετιῶν καὶ πάλιν ἀπ' ἐκεῖσε εἰς τὸν Ἀγκῶνα,
τῆς θυγατρὸς αὐτοῦ τῆς βασιλίσσης Σερβίας ἐκεῖσε ἀπελθούσης· καὶ δια-
τρίψας ἡμέρας τινὰς εἰς θεωρίαν αὐτῆς, ἐκεῖνος μὲν διέβη πάλιν εἰς τὴν
Ῥώμην, ἡ δὲ βασίλισσα εἰς τὸ Ῥαούζη ἐπέρασεν.
[41.10] Ἡ δὲ εἰς τοὺς Κορφοὺς βασίλισσα καὶ μήτηρ αὐτῆς, κακῶς
διαβιβάζουσα, ἐλεηθεῖσα ὑπὸ θεοῦ τῷ αὐτῷ ἔτει ο-ῷ Αὐγούστῳ κϚ-ῃ ἀπέ-
θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι-
πάτρου.
[42.1] Ὁ δὲ τῶν ἀσεβῶν ἐξάρχων τὸν αὐτὸν δὴ χρόνον ἀπελθὼν
κατὰ τοῦ Σφεντιάρη ἀπῆρε τὸ ἐκείνου περιβόητον κάστρον Σινώπην ὀνομα-
ζόμενον, ὃ δὴ κἀγὼ ἐθεασάμην, ἀλλὰ δὴ καὶ τὸν ἄλλον αὐτοῦ ἅπαντα τόπον.
[42.2] Ἔτι δὲ καὶ παρέμπροσθεν ἀπελθόντος αὐτοῦ ἀπῆρε καὶ τὴν Κε-
ρασοῦντα καὶ τὴν Τραπεζοῦντα καὶ ἅπασαν τὴν περίχωρον αὐτῶν δὴ
τῶν βασιλέων Τραπεζοῦντος καί, πάντας σχεδὸν τῶν ἐκεῖσε ἀτύχων αὐ-
θεντῶν καὶ ἀρχόντων ἐκβαλών, εἰς τὴν Ἀνδριανούπολιν φέρων κατῴκι-
σεν, ἔνθα δὴ καὶ ὁ τοῦ Μορέως αὐθέντης· ὧ δὴ καὶ δέδωκεν ἔχειν εἰς
ζωάρκειαν αὐτοῦ καὶ τῶν αὐτοῦ τὴν μεγάλην Αἶνον, τὴν Λῆμνον, τὴν
[42.2.7] Ἴμβρον καὶ τὴν Σαμοθρᾴκην, τὸν δὲ Τραπεζοῦντος βασιλέα τὸν Κομνη-
νὸν κὺρ Δαβὶδ χωρία περὶ τὸ Μαῦρον Ὄρος. Ὃν δὴ καὶ μετά τινος
χρόνου μικροῦ παραδρομήν, εὑρὼν τάχα εἰς αὐτὸν ἀφορμὴν μικρὰν καὶ
οὐκ ἀληθῆ, πάντα τὰ αὐτοῦ ἔλαβε κἀκεῖνον πνιγμῷ ἐτελείωσε.
[42.3] Τὸ δὲ ἔαρ τοῦ αὐτοῦ ο-οῦ ἔτους διέβη ὁ ἀμηρᾶς εἰς τὴν Μεγά-
λην Βλαχίαν καὶ ἐδιόρθωσε τὰ κατ' αὐτοῦ ἐκεῖσε ἐνεργούμενα.
[42.4] Καὶ ἐπιστρέψας ἐποίησεν ἁρμάτωμα καὶ πέμψας κατὰ τῆς Λέσβου
ἀπῆρεν αὐτήν.
[42.5] Τὸν δὲ Νοέμβριον τοῦ οα-ου ἔτους ἐπιδραμόντος τοῦ υἱοῦ τοῦ
Τουραχάνη, Ἀμάρη, ἀπῆρε πάντας τοὺς περὶ τὸν Ναύπακτον καὶ τὴν αὐ-
τοῦ περιοχὴν τὸν Γαλατᾶν, οὕτω Βενετίκους, ὡς τάχα καὶ Χαρατζαρίους
τοῦ τῆς Μικρᾶς Βλαχίας Φλαμπούλου αὐτοῦ.
[42.6] Ὅπερ μαθὼν ὁ τῶν Βενετικῶν κατέργων καπετάνος καὶ πρὸς
βοήθειαν δραμών, εἰς τὴν ἀντίπερα πόλιν τοῦ ἀμηρᾶ Βοστίτζαν περάσας
ἔκαυσε καὶ αἰχμαλώτευσε πᾶσαν ἄνευ μόνον τοῦ κουλᾶ· καὶ φέρων τοὺς
Βοστιτζιάνους ἐν τῷ Ναυπάκτῳ μὲ τοὺς αὑτοῦ ἐναλλαγὴν ἐποιήσατο, καὶ
δὴ προμελετωμένης οὔσης μάχης τοῦ γενέσθαι μετὰ τοῦ ἀμηρᾶ παρὰ τῆς
αὐθεντίας τῶν Βενετιῶν, διὰ τὸ πᾶσι τρόποις χρήσασθαι τυχεῖν τῆς ἀρ-
χῆς καὶ ἐξουσίας τοῦ Μορέως.
[42.7] Τοῦτο δὴ τὸ ἔργον ἀπεκάλυψεν αὐτὴν καὶ ἀρχὴ κατέστη· καὶ ἐλ-
θόντος τοῦ τζενεράλη καπετάνου Ἀλωΐζου Λορδᾶ ἐκείνου μετὰ πολλῆς
ὅτι παρασκευῆς καὶ δυνάμεως, ἐπίασε τὸ Ἑξαμίλιον καὶ ἔκτισεν αὐτό,
κακῶς δὲ ἀπὸ τῆς συντομίας. Οὐ γὰρ ἐν συντόμῳ τὰ ἀσφαλές, ὡς ὁ λό-
γος, ἀλλ' ὡς ἐπεὶ ἐπολέμησε τὴν Κόρινθον καὶ οὐκ ἔτυχε τοῦ ἐλπιζομέ-
νου, ἀφεὶς καὶ τὸ Ἑξαμίλιον ἀπῆλθε.
[42.8] Τὸ δὲ οβ-ον ἔτος ἀπῆραν τὴν Μονεμβασίαν οἱ Βενέτικοι οὐ το-
σοῦτον θελήσει καὶ χάριτι τῶν κυρίων αὐτῆς, ὅσον ἀφελείᾳ τοῦ κρατοῦν-
τος αὐτὴν ἄρχοντος, ὥσπερ δὴ ὁμοίως ἀφελείᾳ καὶ ἀποτυχίᾳ καὶ τοῦ κε-
φαλατικεύοντος τὸ τῆς Λήμνου κάστρον, τὸ λεγόμενον Παλαιόκαστρον
ἐκλάπη καὶ μᾶλλον ὁ τοιοῦτος κουλᾶς αὐτοῦ καὶ παρὰ ἐξωτερικοῦ τυ-
χόντος καὶ ἐδόθη πρὸς τὴν αὐθεντίαν τῶν Βενετιῶν· καὶ ἐξ αὐτοῦ δηλο-
νότι τοῦ κάστρου καὶ ἅπαν τὸ νησὶν ἐκληρώσαντο.
[42.9] Ἀλλὰ καὶ εἰς τὴν Λέσβον ἀπελθόντος αὐτοῦ δὴ τοῦ καπετάνου
καὶ πολεμήσαντος αὐτήν, οὐκ ἔπραξέ τι, ἀλλ' ἀπῆλθεν ἄπρακτος.
[42.10] Τὸ δὲ ἔαρ τοῦ ογ-ου ἔτους ἀποστείλας ὁ δεσπότης κὺρ Θωμᾶς
ἐμύνησεν, ἵνα οἱ υἱοὶ αὐτοῦ καὶ ἡ θυγάτηρ ἐκεῖσε ἀπέλθωσιν, ὁποῦ κἀ-
κεῖνος. Καὶ γενομένου καὶ ἀποσωθέντων μετὰ καραβίου εἰς τὸν Ἀγκῶ-
να καὶ μόνον ἀκούσαντος, ὅτι ἀπεσώθησαν, οὐ φθάνοντος δὲ ἰδεῖν αὐτά,
ἀλλὰ Μαίῳ ιβ-ῃ ἐν Ῥώμῃ εὑρισκόμενος τέθνηκεν, ὑπάρχοντος χρονῶν
νϚʹ καὶ μικρόν τι πρός.
[42.11] Αὐτὰ δὲ ὀλίγον καιρὸν διαβιβάσαντα εἰς τὸν Ἀγκῶνα, πέμψας
ὁ πάπας ἐπιμελείᾳ καὶ σπουδῇ καὶ βοηθείᾳ τοῦ αἰδεσιμωτάτου καρδιναλίου
τοῦ πατριάρχου Κωνσταντινουπόλεως Βησσαρίωνος, ἀπῆλθον εἰς τὴν
Ῥώμην καὶ εἰς αὐτὴν ἐκείνην τὴν οἰκονομίαν πρὸς τὸ ζῆν, ἣν καὶ ὁ πα-
τὴρ αὐτῶν εἶχε· καὶ τὸν πρῶτον υἱὸν τὸν κὺρ Ἀνδρέαν τὸν Παλαιολό-
γον δεσπότην ὁ πάπας τετίμηκεν.
[42.12] Τῷ δὲ οδ-ῳ ἔτει Ὀκτωβρίου ιε-ῃ καὶ πνευματικὸς πατὴρ ἡμῶν
καὶ ἀδελφὸς καὶ φίλος ἄριστος ὁ Δωρόθεος ἀπῆλθεν ἀποθανὼν εὐφραι-
νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους
στέρησιν.
[43.1] Κἀγὼ δ' ἀναγκασθεὶς ὑπὸ τῆς ἐνδείας Ἀπριλλίῳ ιη-ῃ
ἐξῆλθον καὶ ἀπῆλθον εἰς τὸν Ἀγκῶνα τῇ ιζ-ῃ Μαΐου. Καὶ τῇ α-ῃ πάλιν
Ἰουνίου ἐξελθόντος μου, ἀπῆλθον διὰ τῆς ὁδοῦ Βιτέλμου, ἐπεὶ κἀκεῖσε
εἰς τὰ θέρμα εὑρίσκεσθαι τὸν καρδηνάλιν μεμαθήκαμεν. Δι' ἡμέρας θʹ
εἰς τὴν Ῥώμην ἐφθάσαμεν καὶ ποιήσας εἰς τὸ ὁσπίτιον τῶν αὐθεντῶν ἡ-
μῶν, τοῦ δεσπότου κυροῦ Ἀνδρέου καὶ αὐθεντοπούλου κυροῦ Μανουὴλ
τῶν Παλαιολόγων ἡμέρας λϚʹ, ἐν αἷς ἡμέραις καὶ τοὺς τάφους τῶν μα-
καρίων ἀποστόλων Πέτρου καὶ Παύλου προσεκύνησα καὶ πολλῶν ἄλλων
ἁγίων ἐκεῖσε τεθαμμένων.
[43.2] Καὶ ἱστορήσας τὰ ἐν τῇ πόλει τῇ μεγάλῃ καὶ περιβοήτῳ καὶ
παλαιᾶ, τῇ ιϚ-ῃ Ἰουλίου ἐξῆλθον καὶ ἦλθον διὰ τῆς εὐθείας ὁδοῦ εἰς τὸν
Ἀγκῶνα καὶ μικρόν τι προσμείνας διὰ θαλάσσης εἰς τὴν Βενετίαν ἀπῆλθον
τῇ κη-ῃ τοῦ αὐτοῦ. Καὶ ἐποίησα ἐκεῖσε εἰς τὸ μοναστήριον τοῦ Σταυροῦ
ἡμέρας κϚʹ, ἕως Αὐγούστου δηλονότι κγʹ, ἐν ᾗ ἀργὰ σὺν θεῷ ἐξελθόντες
ἀπεσώθημεν ἐνταῦθα εἰς τοὺς Κορφοὺς τῇ ε-ῃ τοῦ Σεπτεβρίου μηνὸς τοῦ
οε-ου ἔτους.
[43.3] Καθ' ὃν δὴ καιρὸν ἡμεῖς εἰς τὰ περὶ τὴν Ῥώμην καὶ αὐτὴν τὴν
Ῥώμην διετρίβομεν, καὶ ὁ τῶν ἀσεβῶν ἐξάρχων ἀμηρᾶς ἐλθὼν κατὰ τῆς
Ἀλβανιτίας καὶ διώξας τὸν αὐθέντην αὐτῆς τὸν Σκαντάρην καὶ αἰχμαλω-
τεύσας καὶ ἀφανίσας τὸν τόπον καὶ κτίσας κάστρον πλησίον τοῦ καθο-
λικοῦ κάστρου αὐτῆς Κρούας ὀνομαζομένου, πρὸς τὸ ἀντιμάχεσθαι αὐ-
τῷ, ἐπανέστρεψεν εἰς τὰ περὶ τὴν Κωνσταντινούπολιν.
[43.4] Καὶ τοῦ αὐτοῦ οδ-ου ἔτους τὸ θέρος γεγονὼς Βίκτωρ Καπέλλος
καπετάνιος τζενεράλης ἀπελθὼν εἰς τὴν νῆσον Ἴμβρον καὶ πολεμήσας,
ἀπῆρεν αὐτήν. Καὶ πάλιν ἀπελθόντος αὐτοῦ εἰς τὴν Ἀθῆναν, πᾶσαν τὴν
χώραν ᾑχμαλώτευσεν· ἐλθόντος δ' αὐτοῦ εἰς τὴν Παλαιὰν Πάτραν περὶ
τὸν Αὔγουστον ἀπῆρε τὴν χώραν.
[43.5] Ἐπιδραμόντος οὖν τοῦ Ἀμάρη εἰς τὴν βοήθειαν αὐτῆς, ὁ προ-
βεδοῦρος μετὰ τῶν τῆς ἁρμάτας καὶ Ῥαοὺλ Μιχαὴλ ὁ Ἴσης μετὰ τῶν
στρατιωτῶν πολλῶν καὶ καλῶν ἔτρεψαν αὐτὸν κατὰ κράτος καὶ πολλοὺς
τῶν αὐτοῦ ἐσκότωσαν· καὶ διώξαντες μέχρι πολλοῦ, οὐκ ἐστράφησαν περὶ
τὸ προκείμενον τοῦ ἔργου, καὶ μᾶλλον τοῦτο συμβουλεύοντες οἱ Ῥωμαῖοι
οἱ καὶ τοῦ τόπου καὶ τῶν τοιούτων πλέον εἰδήμονες. Ἀλλ' ἐπαρθεὶς ὁ
προβεδοῦρος καὶ σκληρὸς μᾶλλον φανεὶς καὶ πρὸς αὐτούς, πῶς οὐ διώ-
κουσιν, ἐξεδίωξαν καὶ μὴ γινώσκοντες τοῦτο καλὸν μέχρι καὶ τῶν μυ-
λῶν καὶ τοῦ Σαραβαλλίου καὶ ἐπέκεινα πρὸς τὸ ἀνώφορον τοῦ Σιδηρο-
κάστρου.
[43.6] Ὁ γοῦν Ἀμάρης ἰδὼν τὸν τούτων διωγμὸν ἄκαιρον καὶ ἄπρακτον
καὶ ἄτακτον, καταλείψας εἴς τινας τόπους ἀνθρώπους, εἶτ' ἐπιστρέψας
κατ' αὐτῶν, ἔτρεψε καὶ ἐδίωξεν αὐτοὺς καὶ φθᾶσας ἀνεῖλε τὸν προβε-
δοῦρον ἐπὶ μουλαρίου καθεζόμενον καὶ δὶς ἀπ' ἐκείνου πεσόντα. Καὶ
ἄλλους ἀνεῖλον πολλοὺς καὶ αὐτὸν δὴ τὸν Ῥαοὺλ Μιχαὴλ ἁλώσαντες,
τοῦ ἀλόγου αὐτῷ συμπεσόντος, ἐκάθισαν αὐτὸν εἰς τὸν πάλον. Καὶ τέ-
λος ὡς νικηταὶ δραμόντες εἰς τὸν αἰγιαλόν, ἔνθα τὰ κάτεργα, πολλοὺς
εὑρόντες εἰς τὴν γῆν, ἀνεῖλον αὐτούς.
[43.7] Ὑποπτεύσαντες δὲ εἶναι αἴτιον καὶ τὸν μητροπολίτην τῆς αὐτῆς
Παλαιᾶς Πάτρας τοῦ ἐλθεῖν κατ' αὐτῶν τὸ ἁρμάτωμα, λαβόντες εἰς τὸν
πάλον ἐκάθισαν.
[43.8] Ταῦτα δὲ παθόντες ἄπρακτοι καὶ ζημιωμένοι οἱ τῆς ἁρμάτας ἐπα-
νέστρεψαν. Ἀφ' οὗ δὴ συμβεβηκότος κακοῦ καὶ ὁ καπετάνιος λυπηθεὶς
καὶ πολὺ ἀσθενήσας εἰς τὸν Εὔριπον εὑρισκόμενος ἀπέθανε καὶ γέγονε
καπετάνιος Ἰάκωβος Λορδᾶς, ὁ τοῦ Πέτρου Λορδᾶ ἐκείνου υἱὸς καὶ τοῦ
πρὸ αὐτοῦ Ἀλωΐζου Λορδᾶ καπετανίου πρωτεξάδελφος.
[43.9] Ἀλλὰ ταῦτα μὲν τῷ τοῦ ἐνεστῶτος χρόνου χειμῶνι παρηκολού-
θησαν· τὸ δὲ τῆς Πάτρας τῷ πρὸ τοῦ φθινοπώρου Αὐγούστῳ.
[44.1] Τῇ κθ-ῃ τοῦ Μαρτίου μηνὸς τοῦ οε-ου ἔτους ἐν ᾗ καὶ
τὸ ἡμέτερον μέγα πάσχα γέγονεν, ἐναπέψυξεν ὁ τῶν κακῶν πάντων τοῦ
Μορέως αἴτιος Ματθαῖος ὁ Ἀσάνης· καὶ ἰδοὺ καὶ τὸ τοῦ Δαβὶδ μελῴ-
δημα καὶ ἔτι πεπλήρωται τὸ „ἀναστήτω ὁ θεὸς καὶ διασκορπισθήτωσαν
[44.1.5] οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐ-
τόν.”
[44.2] Καὶ τούτου γενομένου, ὡς ἠκούσαμεν παρά τινων, ἄπεμψε καὶ
ὁ δεσπότης τὴν τοῦ ἀμηρᾶ πρὸς αὐτὸν πρόσοδον καὶ τὸ χρέος τῆς δου-
λείας εἰς τὰ φωσάτα, εἰπόντος· „Ἐγώ εἰμι γέρων καὶ ἀσθενής· ὁ ἐκπλη-
ρῶν τὴν δουλοσύνην ἀπέθανε. Λοιπὸν ἡ πολλὴ πρόσοδος ἂς δοθῇ, ὅπου
ὁρίσῃς· ἐμοὶ δὲ ἂς δοθῇ, ὅσον νὰ ζῶ, καθήμενος ἐνταῦθα μετά τινων
ὀλίγων.” Ἀπελογήσατο ὁ ἀμηρᾶς· „Καλῶς λέγει· καὶ ἂς χωρίσῃ τοὺς
θέλει.” Καὶ ἐχώρισε· καὶ δέδωκε πρὸς αὐτὸν ἄσπρα ʹν, ἵνα ἔχῃ αὐτὰς
ἀπὸ τὸ κουμέρκι τοῦ ἀλεύρου, τοὺς δὲ πλείονας τῶν ὑποχειρίων αὐτοῦ
περιορίσας ἀπῆρεν, ἵνα εὑρίσκωνται εἰς τὴν Πόλιν. Ἄλλοι δὲ εἶπον ἄλ-
λως γεγονέναι καὶ μέλλομεν μαθεῖν καὶ διηγήσεσθεν.
[44.3] Τοῦ δ' αὐτοῦ χρόνου τὸ θέρος ἐγεγόνει τοσαύτη λοιμώδης νόσος
εἴς τε τὴν Κωνσταντινούπολιν καὶ τὴν Ἀνδριανούπολιν καὶ τὴν Καλλί-
πολιν καὶ τὰ πέριξ αὐτῶν κάστρη καὶ κωμοπόλεις καὶ χώρας, οἵα οὐ
γέγονε παρόπισθε χρόνους πολλούς. Τεθνήκασι γάρ, ὡς λέγουσι, μυριά-
δες πολλαὶ ἀνθρώπων, οὐ χιλιάδες, σὺν αὐτοῖς δὲ καὶ ἡ τοῦ δεσπότου
θυγάτηρ.
[45.1] Τοῦ δὲ οϚ-ου ἔτους Νοεμβρίῳ μηνὶ ἀπῆλθον κἀγὼ εἰς τὴν
Ἁγίαν Μαῦραν, παρακινήσει τῆς βασιλίσσης κυρᾶς Ἑλένης καὶ πενθε-
ρᾶς τοῦ αὐθεντὸς τοῦ τόπου ἐκείνου κυροῦ Λεονάρδου, ἵνα καὶ τὸν τό-
πον καὶ τοὺς ἐκεῖσε ἀναθεωρήσω καὶ ὡς δῆθεν ἀνεψιοῦ τοῦ μακαρίτου
αὐθεντός μου τοῦ βασιλέως κυροῦ Κωνσταντίνου καὶ ὑπὲρ τοῦ πατρὸς
αὐτοῦ παθόντος μου ζημίαν μεγίστην, ὡς προεδήλωσα ἐν τῷ λη-ῳ ἔτει,
ἀπολαύσω τινὸς εὐεργεσίας ἐτησίου ὡς γέρων καὶ ἀσθενὴς καὶ πτωχὸς
ἀπὸ τῆς αἰχμαλωσίας. Ἐπανέστρεψα δὲ τῇ κβ-ᾳ τοῦ αὐτοῦ, εὐτελῆ πάν-
τα καὶ ἰδὼν καὶ ἀπολαύσας ἄνευ τοῦ ὑπερέχειν ἐν τῷ μπασταρδικῷ γέ-
νει τὴν πᾶσαν ἀρχὴν αὐτοῦ· δεῖ γὰρ τοῖς ἀρχομένοις ἐξομοιοῦσθαι τοῖς
ἄρχουσι.
[45.2] Καὶ τὸν Ἰαννουάριον τοῦ αὐτοῦ ἔτους καὶ ὁ τῆς Ἀλβανιτίας
αὐθέντης Σκαντάρης τέθνηκε φυσικῷ θανάτῳ· καὶ τὸ μὲν τοῦ τόπου καὶ
τῆς αὐθεντίας αὐτοῦ ἔλαβεν ἡ αὐθεντία τῶν Βενετιῶν, τὸ δὲ ὁ τῆς ἀδελ-
φῆς αὐτοῦ υἱός, Τοῦρκος ὢν καὶ εἰς τὸν ἀμηρᾶν καὶ σταλεὶς παρ' ἐκεί-
νου.
[45.3] Ἀπὸ δὲ τοῦ ἡμίσεως ἔαρος τοῦ αὐτοῦ, δηλονότι οϚ-ου ἔτους καὶ
ὅλου τοῦ θέρους διαβιβάσαντός μου κακῶς ἀπὸ τῆς συνήθους ἀσθενείας
τοῦ ῥευματισμοῦ, ἀλλὰ δὴ καὶ τῶν κοσμικῶν φορεμάτων μου διαλυθέντων,
ἐρασοφορέσαμεν τῇ α-ῃ τοῦ Αὐγούστου μηνὸς καὶ ἀντὶ Γεώργιος Γρη-
γορίου, ἀντὶ δὲ Ἑλένη Εὐπραξία ὠνομάσθημεν, διδόντες πρῶτον τὴν εἰς
θεὸν τῆς πίστεως ὁμολογίαν ἡμῶν ἔχουσαν οὕτως·
[45.4] Πιστεύω τὸν υἱὸν τοῦ θεοῦ μὴ κτίσμα εἶναι οὐδ' ὑπὸ χρόνον κατὰ
τὸν ἄφρονα Ἄρειον, ἀλλ' ὁμοούσιον καὶ συναΐδιον τῷ θεῷ καὶ πατρί,
θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, ποιητὴν χρόνων καὶ τῶν κτισμάτων
πάντων, ὕστερον δὲ σαρκωθέντα δι' ἡμᾶς ἐκ πνεύματος ἁγίου καὶ Μα-
ρίας τῆς ἀειπαρθένου.
-Πιστεύω τὸ πνεῦμα ἅγιον μὴ κτίσμα εἶναι μηδὲ ἑτερούσιον τοῦ
πατρὸς καὶ τοῦ υἱοῦ, ὡς ὁ Μακεδόνιος ὁ κενὸς τῆς αὐτοῦ χάριτος ἐβλα-
σφήμει, ἀλλὰ θεὸν ἀληθινόν, ὁμοούσιον καὶ συναΐδιον τῷ πατρὶ καὶ τῷ
υἱῷ, ἐκ τοῦ πατρὸς πρὸς υἱὸν ἐκπορευτῶς, ὥσπερ ὁ υἱὸς ἐξ αὐτοῦ γεν-
νητῶς. -Πιστεύω μὴ ἄλλον εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὸν προαιώνιον,
ἕτερον δὲ τὸν ἐκ τῆς παρθένου γεννηθέντα Ἰησοῦν Χριστόν, ὡς ὁ ἄφρων
Νεστόριος ἐβλασφήμει, ἀλλὰ τὸν ἐξ αὐτῆς γεννηθέντα δύο μὲν εἶναι
μετὰ τὴν ἕνωσιν φύσεις, ἕνα δὲ τῇ ὑποστάσει τῇ θεϊκῇ δηλονότι· διὸ καὶ
τὴν αὐτὸν τεκοῦσαν κυρίως καὶ ἀληθῶς Θεοτόκον εἶναι καὶ οὐ Χριστο-
τόκον κατ' ἐκεῖνον τὸν ἄφρονα. -Πιστεύω τὸν υἱὸν τοῦ θεοῦ μετὰ τὴν
ἐνανθρώπησιν μὴ εἰς μίαν φύσιν τὰς δύο συνάψαι κατὰ τοὺς ἄφρονας
Διόσκορον καὶ Εὐτυχῆ, οἲ τῇ θεότητι τὰ πάθη προσῆπτον, ἀλλ' ἐν δύο
φύσεσι καὶ μετὰ τὴν ἕνωσιν ἀσυγχύτως γνωριζόμενον, καὶ μήτε προϋ-
πάρχειν τὰς ψυχὰς τῶν σωμάτων, μήτε τέλος εἶναι κολάσεως μήτε
ἀποκατάστασιν δαιμόνων κατὰ τὸν ἄφρονα Ὠριγένην. -Πιστεύω
τὸν υἱὸν τοῦ θεοῦ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ τὴν ἐνανθρώπησιν
οὐχ ἓν θέλημα ἔχειν φυσικὸν καὶ μίαν ἐνέργειαν κατὰ τὸν Ῥώμης Ὁνώριον
καὶ Πύῤῥον τὸν ἄφρονα, ἀλλὰ δύο θελήσεις καὶ δύο ἐνεργείας, θεϊκὴν
δηλαδὴ καὶ ἀνθρωπίνην ἐνέργειαν καὶ θέλησιν καὶ μηδετέραν τῶν αὐτοῦ
φύσεων ἀθέλητον εἶναι ᾒ ἀνενέργητον. -Πιστεύω τὰς εἰκονικὰς ἀνατυ-
πώσεις, οὐ λατρευτικῶς, ἀλλὰ σχετικῶς ἀσπάζεσθαι τὴν ἐκκλησίαν τοῦ
θεοῦ καὶ τιμᾶν, οὐ τῇ ὕλῃ τὸ σέβας, ἀλλὰ τῷ πρωτοτύπῳ ἀπονέμουσαν·
ἡ γὰρ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον διαβαίνει κατὰ τὸν μέγαν Βα-
σίλειον. -Πιστεύω μήτε ἀνενέργητον εἶναι τὴν θείαν φύσιν καὶ ἐνερ-
γειῶν οὐσιωδῶν ἔρημον, μήτε ταὐτὸν εἶναι οὐσίαν καὶ ἐνέργειαν ἐπ' ἐ-
κείνης, μήτε κτιστὰς εἶναι ταύτας, κατὰ τοὺς ἄφρονας Βαρλαὰμ καὶ Ἀκίν-
δυνον, ἀλλὰ καὶ ἐνεργείας θείας οὐσιώδεις καὶ ἑτέρας εἶναι ταύτας παρ'
αὐτὴν τὴν οὐσίαν καὶ ἀκτίστους εἶναι καὶ λεγομένας θεότητος. -Ὁμο-
λογῶ βεβαίως τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐκπο-
ρεύεσθαι ἅμα κατὰ τοὺς Ἰταλούς, ἀλλ' ἐξ αὐτῆς τῆς ὑποστάσεως τοῦ
πατρὸς ἑνικῶς, ὥσπερ ἀμέλει καὶ αὐτὸς ὁ υἱὸς ἐξ αὐτῆς τῆς ὑποστάσεως
τοῦ πατρὸς ἑνικῶς γεννᾶται, πέμπεσθαι δὲ παρὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ
τὸ πνεῦμα, οἶον αὐτὴ ἡ χάρις καὶ ἡ δωρεὰ αὐτοῦ δίδωσιν.
[46.1] Τὸ δὲ φθινόπωρον τοῦ οζ-ου ἔτους ἀπῆλθεν ἡ βασίλισ-
σα κυρὰ Ἑλένη ἡ Παλαιολογῖνα, ἡ τοῦ δεσπότου Σερβίας γυνή, εἰς τὴν
αὐθεντίαν τῆς Βενετίας, ἐγκαλοῦσα τοὺς τὸν βίον αὐτῆς κλέψαντας εἰς
τοὺς Κορυφούς.
[46.2] Καὶ τὸ ἔαρ τοῦ αὐτοῦ ἔτους ἐγένοντο σεισμοὶ πολλοὶ καὶ μεγά-
λοι εἴς τε τὴν Ἁγίαν Μαύραν καὶ τὴν Κεφαλωνίαν καὶ τὴν Ζάκυνθον
καὶ ἐχάλασαν πολλὰ τῶν αὐτῶν· τὸ δὲ τῆς Κεφαλωνίας κάστρον τελείως
ἅπαν ἐχάλασε καὶ πολλοὶ τῶν ἀνθρώπων τεθνήκασι.
[46.3] Τὸ δὲ θέρος τοῦ αὐτοῦ ἔτους ἀπῆλθεν ὁ τῶν Βενετικῶν κατέργων
καπετάνιος Νικολὸ ντὲ Καναλίας καὶ ἠχμαλώτευσε τὴν μεγάλην Αἶνον·
καὶ ἐπιστρέψας καὶ ἐλθὼν εἰς τὸν Μορέαν, ἔκτισε τὴν Βοστίτζαν τῷ τοῦ
θέρους καιρῷ τοῦ αὐτοῦ ἔτους.
[46.4] Τὸν δὲ χειμῶνα τοῦ οη-ου ἔτους Ἰαννουαρίῳ κε-ῃ ἔπεσεν εἰς
τὸ καθόλον νησὶν χιὼν τοσαύτη, ὅσην οὐδὲν εἶδον οἱ τῶν Κορυφῶν ἄν-
θρωποι ἄλλοτε, ὥστε καὶ ἀλώπεκας καὶ λαγωοὺς διὰ τῶν οἰκείων χειρῶν
θηρεύειν, ἀλλὰ δὴ καὶ εἰς τὸν τῆς δύσεως τόπον, ἀλλὰ καὶ εἰς τὸν τῆς
ἀνατολῆς πολλῷ γε μᾶλλον.
[46.5] Περὶ δὲ τὸ τέλος τοῦ ἔαρος ἐκστρατεύσας κατὰ τοῦ Εὐρίπου ὁ
τῶν ἀσεβῶν ἄρχων ἦλθεν εἰς αὐτὸν περὶ τὸ τέλος τοῦ Ἰουνίου μηνός.
Τὸ δὲ ἁρμάτωμα αὐτοῦ τὸ διὰ θαλάσσης, πρὸ τοῦ ἐξελθεῖν ἅπαν τὸ εὑρι-
σκόμενον εἰς τὴν Καλλιούπολιν, ἀπελθὸν εἰς τὴν Λῆμνον ἀπῆρε τὸν
Κότζινον καὶ τὰ εἰς ἅπαν τὸ νησὶν εὑρισκόμενα χωρία ἄνευ τοῦ Παλαιον-
κάστρου καὶ τῆς σκάλας καὶ ὑπέστρεψεν.
[46.6] Ἐπελθὸν δὲ τὸ τῆς Πόλεως καὶ Νικομηδείας καὶ ὅποθεν ἂν ἦν,
ὁμοῦ ἐξῆλθον καὶ ἦλθε καὶ αὐτὸ εἰς τὸν Εὔριπον, ὁποῖον ἰδὼν ὁ ἐξάρ-
χων τοῦ ἅρματος τῶν Βενετικῶν ἀνεχώρησεν, ἴσως καλῶς ποιήσας, κα-
κῶς δέ, ὅτι οὐκ ἦλθε βαλλεῖν δύναμιν εἰς τὸν Εὔριπον. Ἐρχόμενον δὲ
τὸ τοῦ ἀμηρᾶ ἁρμάτωμα καθ' ὁδὸν ἀπῆρε τὴν Ἴμβρον. Εἶτα ἦλθεν εἰς
[46.6.6] τὸν Εὔριπον, καθ' ὃν δὴ μῆνα καὶ ὁ ἀμηρᾶς· καὶ πολεμήσαντες σφο-
δρῶς ἀπό τε τῆς γῆς καὶ θαλάσσης, τῇ ιβ-ῃ τοῦ Ἰουλίου μηνὸς ἀπῆραν
τὸ κάστρον πολέμῳ. Καὶ τούτου γενομένου πάντα τὰ περὶ αὐτὸν νησίδρια
καὶ καστέλλια ἐδουλώθησαν ἑκουσίως ἀκουσίως. Ὁ δὲ ἀμηρᾶς προσκαρ-
τερήσας μικρόν τι περὶ τὰς ἀρχὰς τοῦ Αὐγούστου ἐξῆλθε καὶ ἀπῆλθεν
εἰς τὴν Κωνσταντινούπολιν.
[46.7] Τὸν δὲ μπεϊλαρμπεῒν αὐτοῦ ἐπαφῆκε καὶ ἦλθεν εἰς τὸν Μορέαν·
ἦλθε δὲ τὸ δεξιὸν μέρος παρὰ θάλασσαν καὶ διερχόμενος, οἱ περὶ τὴν
Βοστίτζαν, οἱ μὲν ἀφέντες αὐτὴν ἔφυγον, οἱ δὲ προσεκύνησαν καὶ παρέ-
δωκαν αὐτῷ ταύτην. Διερχόμενος δὲ παρέμπροσθεν, ὁμοίως ἐποίησαν καὶ
οἱ ἐν τῷ Βουμέρῳ καὶ τῇ Ὠλαίνᾳ καὶ τῷ Χελιδόνι καὶ οἱ ἐν τῷ Ποντι-
κῷ· ὅπερ ὡς εἶναι εἰς τὸν αἰγιαλόν, ἐχάλασαν μέχρι καὶ θεμηλίων, τὰ
δὲ ἄλλα ἔχουσι. Διελθόντος δὲ αὐτοῦ μέχρι καὶ τοῦ Πριγκιπάτου, ἐπιστρέ-
ψας ἐξῆλθε τοῦ Μορέως.
[46.8] Τὸν δὲ ῥηθέντα καπετάνιον Νικολὸ ντὲ Καναλία, στείλαντες ἕτε-
ρον καπετάνιον τὸν Θωμᾶν Μουτζενίγον, ἐπίασαν αὐτὸν καὶ τὸν υἱὸν
αὐτοῦ καὶ τὸν γραμματικὸν καὶ σιδήροις δεσμεύσαντες ἔστειλαν εἰς τὸν
αὐθέντην αὐτῶν, εἰς τὴν ἀρχὴν τοῦ φθινοπώρου τοῦ οθ-ου ἔτους.
[46.9] Ἐν ᾧ δὴ χρόνῳ τῇ ...τοῦ ... μηνὸς καὶ ὁ εἰς τὴν Ἀνδριανούπο-
λιν δεσπότης κὺρ Δημήτριος τέθνηκε, γεγονὼς καὶ καλόγηρος καὶ Δαβὶδ
ἐπονομασθείς, πρὸ αὐτοῦ χρονῶν ὀλίγων ἀποθανούσης τῆς θυγατρὸς αὐ-
τοῦ· ἔτι δὲ καὶ ἡ γυνὴ αὐτοῦ ἡ βασίλισσα τέθνηκε μετά τινα καιρὸν ὀλί-
γον τοῦ θανάτου αὐτοῦ.
[46.10] Τῇ δὲ κϚ-ῃ τοῦ Ἰουλίου μηνὸς τοῦ π-οῦ ἔτους περιέπεσον ἐγὼ
εἰς ἀσθένειαν τοιαύτην, ὥστε καὶ ἐποίησάν με καὶ τέλειον καλόγηρον
καὶ μεγαλόσχημον, μὴ ἐννοήσαντος μου τὸ τυχόν.
[46.11] Περὶ δὲ τὸ φθινόπωρον τοῦ πα-ου ἔτους ἐπαναστρέφοντος ἀπὸ
τὸν ῥῆγαν τῆς Φράντζας καὶ τὸν δοῦκαν τῆς Μπεργωνίας, ὁ καρδηνάλιος
κὺρ Βησσαρίων, ἀπεστάλη γὰρ ἀπὸ τὴν ἐκκλησίαν πρὸς τὸ εἰρηνεῦσαι
αὐτούς, καθ' ὁδὸν τῇ ιε-ῃ Νοεμβρίου ἀπέθανε· καὶ φέροντες αὐτὸν εἰς
τὴν Ῥώμην μετὰ τιμῆς ὅτι πλείστης ἔθαψαν εἰς τὸν ναὸν τῶν ἁγίων ἀπο-
στόλων, ἔνθα δὴ καὶ προκατέμενε καὶ τὸν τάφον αὐτοῦ προετοίμασε πλη-
σίον τοῦ τάφου τῆς ἁγίας ὁσιομάρτηρος Εὐγενείας.
[47.1] Περὶ δὲ τὸ ἔαρ τοῦ αὐτοῦ ἔτους ἐξῆλθε καὶ ὁ Ζουχασά-
νης κατὰ τοῦ τόπου ἀμηρᾶ τοῦ Μεχεμέτη καὶ διέδραμε τόπους αὐτοῦ εἰς
τὴν Ἀνατολήν· καὶ ἐξῆλθε οὕτως ὁ ἀμηρᾶς ἀπὸ τῆς Κωνσταντινουπό-
λεως καὶ ἀπῆλθε κατ' ἐκείνου μετὰ πάσης τῆς δυνάμεως αὑτοῦ. Καὶ πλη-
σιάσαντες εἰς τὴν ἀρχὴν ἐνίκησεν ἐκεῖνος φωσάτον τοῦ ἀμηρᾶ, ὅπερ
ἐξῆλθεν ἔμπροσθεν κατ' ἐκείνου· ἐν ᾧ ἐσκότωσε καὶ τὸν μπεϊλαρπεῒν
τῆς Δύσεως, υἱὸν τοῦ ποτε Παλαιολόγου Θωμᾶ τοῦ Γίδου ἐκείνου καὶ
πολλοὺς ἄλλους τῶν ὄντων εἰς τὴν Δύσιν ἀρχόντων καὶ κεφαλάδων. Εἶτα
ἀπελθόντος καὶ κατὰ πρόσωπον τοῦ ἀμηρᾶ ἐνικήθη καὶ ἐπιστρέψας ἀπῆλθεν
εἰς τὸν τόπον αὑτοῦ· ὁμοίως καὶ ὁ ἀμηρᾶς ἐπιστρέψας ἦλθεν εἰς τὴν Πόλιν.
[47.2] Περὶ δὲ τὸ τέλος τοῦ Ἰουλίου τοῦ αὐτοῦ ἔτους ἀπῆρεν καὶ ἡ
αὐθεντία τῶν Βενετίκων τὸ πλησίον τῶν Κορυφῶν καστέλιν Στροφύλιν
ὀνομαζόμενον.
[47.3] Τῇ δὲ ζ-ῃ τοῦ Νοεμβρίου μηνὸς τοῦ πβ-ου ἔτους τέθνηκεν εἰς
τὴν Ἁγίαν Μαύραν καὶ ἡ βασίλισσα κυρὰ ἡ Παλαιολογῖνα, καὶ μοναχὴ
γενομένη καὶ Ὑπομονὴ μετονομασθεῖσα.
[47.4] Τῇ δὲ θ-ῃ τοῦ Δεκεμβρίου μηνὸς τέθνηκε καὶ ὁ μεθ' ἡμῶν
εὑρισκόμενος ἱερομόναχος καὶ πνευματικὸς κὺρ Ἱερόθεος, ὁ καὶ διὰ
τοῦ μεγάλου σχήματος μετονομασθεὶς Ἰωσήφ, ὃς ἦν ἐκ νεότητος μεθ'
ἡμῶν καὶ συσχολίτης καὶ φίλος μέχρι καὶ τοῦ τέλους αὑτοῦ.
[47.5] Τὸ δὲ θέρος τοῦ πγ-ου ἔτους ποιήσας ὁ τῶν ἀσεβῶν ἄρχων ἁρμά-
τωμα μέγα καὶ πέμψας αὐτὸ εἰς τὰ ἄνω μέρη τῆς Μαύρης Θαλάσσης ἀ-
πῆρε τὸ μέγα κάστρον, τὸν Καφᾶν γεγόμενον.
[47.6] Τὸ δὲ θέρος τοῦ πδ-ου ἔτους ἀπῆλθε κατὰ Βλαχίας μετὰ πάσης
τῆς δυνάμεως αὑτοῦ τὸν δὲ Σεπτέβριον τοῦ πε-ου ἔτους ἐπέστρεψε πλέον
νικηθεὶς ἢ νικήσας. Καὶ τὸν μὲν μπεϊλερπεῒν ἀφῆκεν εἰς τὴν Σοφίαν, αὐ-
τὸς δὲ ἦλθεν εἰς τὴν Ἀνδριανούπολιν· καὶ ποιήσας ἡμέρας τινὰς ἐξελ-
θὼν ἦλθεν εἰς τὴν Κωνσταντινούπολιν.
[48.1] Τοῦ δ' αὐτοῦ χρόνου τῇ α-ῃ τοῦ Ὀκτωβρίου μηνὸς ἐπῆλ-
θεν ἐμοὶ ῥευματισμὸς εἴς τε τὴν κεφαλὴν καὶ τὰ γόνατα καὶ ἐξῆλθεν ἀπὸ
τοῦ στόματός μου καὶ τῆς ῥινὸς καὶ τῶν ὠτίων τοσαύτη ὑγρασία, ὅτι
ἀπέλπισάν με· καὶ τρὶς τῶν ἀχράντων μυστηρίων με ἐκοινώνησαν τὸν
ἀνάξιον, ὅπερ καὶ εἴθε μοι ἐπῆλθεν ὁ θάνατος, ἡ θεραπεία πάντων τῶν
ἐν ἐμοὶ δυσχερῶν, καὶ τοῦ γέρους λέγω καὶ τῆς ἀσθενείας καὶ τῆς ἐνδείας
οὐ τῶν πολλῶν καλῶν καὶ συνήθων ἀπὸ νεότητος, ἀλλὰ καὶ σχεδὸν
τῶν ἀναγκαίων, εἰ μὴ ὅτι ἡ ὑπομονὴ τῶν τοιούτων καὶ εὐχαριστία πρὸς
θεόν, θεοῦ χάριτι, αἰτία μέλλει εἶναι εἰς τὸ συγχωρῆσαι αὐτὸν πολλὰ
τῶν ὧν πρὸς αὐτὸν ἔπταισα. οὐ γὰρ γέγονεν ἐν τῷ βίῳ ἁμάρτημα, οὐδὲ
πρᾶξις, οὐδὲ κακία, ἣν ἐγὼ οὐκ ἐπλημμέλησα ὁ ἄθλιος κατὰ νοῦν καὶ
λόγον καὶ προαίρεσιν, καὶ θέσει καὶ γνώμῃ καὶ πράξει ἐξαμαρτήσας ὡς
ἄλλος οὐδεὶς πώποτε.
[48.2] Ὅμως λυτρωθεὶς τοῦ θανάτου ἀπέμεινα κωφὸς μέχρι πολλοῦ, ὡς
οὐδὲ τὰ πλησίον μου σήμανδρα ἀκούειν, ἔτι δὲ καὶ κατάκοιτος ἀπὸ τῶν
ποδῶν τὰς ὀδύνας· ἀπέμεινε δὲ εἰς τὴν ἄνω πρόνοιαν, ἢ νὰ ἀπαλλαγῶ τῶν
τοιούτων, ἡμερῶν παρελθουσῶν, ἢ ἐπελθόντος μοι τοῦ θανάτου καὶ τῆς
ἀναπαύσεως τῶν ἀνδρῶν, ὡς ὁ θεῖος Ἰὼβ προηγόρευσεν.
[48.3] Ἀλλ' ἐγὼ δέομαι τοῦ θεοῦ οὕτως· „Ἀλλ' εἴ με, σῶτερ, ἀνάγκη
παθεῖν, -τὶς γὰρ οἷδε τὸ βάθος τῶν σῶν κριμάτων; -τῆς μὲν σῆς φι-
λανθρωπίας οἱονεί μου τὰ πάθη βδελυττομένης, τῆς δ' αὖ δικαιοσύνης
δρώσης τὸ ἑαυτῆς, εἰς γοῦν τὸν ἐκδεχόμενον λῆξιν τόνδε χρόνον τὸ δοῦ-
ναι δίκην ἐμοὶ παράσχου, ἀλλὰ μὴ εἰς τὸν μέλλοντα τὸν ἀπέραντον, ἔνθα
οὐκ ἔστι μεταπσεῖσθαι τὰ πράγματα. Ἐνταῦθά με τοίνυν ἀνακαθάρας, ἅπασι
χρησάμενος τοῖς εἰς τοῦτο φέρουσιν, οὕτω τῶν τῇδε μεταστήσαις ἄξιον
τοῦ μὴ τῶν σῶν ἐκπεσεῖν οἰκτιρμῶν ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ παρου-
σίᾳ σου.”
[48.4] Τὸ δὲ θέρος τοῦ αὐτοῦ ἔτους πε-ου ἔστειλε <ὁ τῶν ἀσεβῶν ἄρχων>
πολὺ φωσάτον κατὰ τοῦ Ναυπάκτου, ἵνα ἐπάρῃ αὐτόν, εἶτα εἰς τὴν Ἁ-
γίαν Μαύραν ἔλθῃ, ὅπερ βοηθείᾳ θεοῦ οὔτε τὸν Ναύπακτον ἀπῆρεν, οὔτε
κατὰ τῆς ἁγίας Μαύρας ἦλθεν, ἀλλ' ὑπέστρεψεν ἄπρακτος.