(ed. Richard Jebb, Cambridge 1894)
| Παιδαγωγός | |
| ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ | |
| Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν᾽ ἔξεστί σοι | |
| παρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθ᾽ ἀεί. | |
| τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε, | |
| τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης· | 5 |
| αὕτη δ᾽, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ | |
| ἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δ᾽ ὅδε | |
| Ἥρας ὁ κλεινὸς ναός· οἷ δ᾽ ἱκάνομεν, | |
| φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν | |
| πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε, | 10 |
| ὅθεν σε πατρὸς ἐκ φονῶν ἐγώ ποτε | |
| πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν | |
| ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην | |
| τοσόνδ᾽ ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου. | |
| νῦν οὖν, Ὀρέστα καὶ σὺ φίλτατε ξένων | 15 |
| Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον· | |
| ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας | |
| ἑῷα κινεῖ φθέγματ᾽ ὀρνίθων σαφῆ | |
| μέλαινά τ᾽ ἄστρων ἐκλέλοιπεν εὐφρόνη. | |
| πρὶν οὖν τιν᾽ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης, | 20 |
| ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθ᾽ ἐμέν, | |
| ἵν᾽ οὐκέτ᾽ ὀκνεῖν καιρός, ἀλλ᾽ ἔργων ἀκμή. | |
| Ὀρέστης | |
| ὦ φίλτατ᾽ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ | |
| σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς. | |
| ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων, | 25 |
| ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν, | |
| ἀλλ᾽ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ | |
| ἡμᾶς τ᾽ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει. | |
| τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲ | |
| ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς, | 30 |
| εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον. | |
| ἐγὼ γὰρ ἡνίχ᾽ ἱκόμην τὸ Πυθικὸν | |
| μαντεῖον, ὡς μάθοιμ᾽ ὅτῳ τρόπῳ πατρὶ | |
| δίκας ἀροίμην τῶν φονευσάντων πάρα, | |
| χρῇ μοι τοιαῦθ᾽ ὁ Φοῖβος ὧν πεύσει τάχα· | 35 |
| ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ | |
| δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς. | |
| ὅτ᾽ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν, | |
| σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ, | |
| δόμων ἔσω τῶνδ᾽, ἴσθι πᾶν τὸ δρώμενον, | 40 |
| ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ. | |
| οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ | |
| γνῶσ᾽, οὐδ᾽ ὑποπτεύσουσιν ὧδ᾽ ἠνθισμένον. | |
| λόγῳ δὲ χρῶ τοιῷδ᾽, ὅτι ξένος μὲν εἶ | |
| Φωκέως παρ᾽ ἀνδρὸς Φανοτέως ἥκων· ὃ γὰρ | 45 |
| μέγιστος αὐτοῖς τυγχάνει δορυξένων. | |
| ἄγγελλε δ᾽ ὅρκον προστιθεὶς ὁθούνεκα | |
| τέθνηκ᾽ Ὀρέστης ἐξ ἀναγκαίας τύχης, | |
| ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων | |
| δίφρων κυλισθείς· ὧδ᾽ ὁ μῦθος ἑστάτω. | 50 |
| ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο, | |
| λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς | |
| στέψαντες εἶτ᾽ ἄψορρον ἥξομεν πάλιν, | |
| τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν, | |
| ὃ καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον, | 55 |
| ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν | |
| φέρωμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμας | |
| φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον. | |
| τί γάρ με λυπεῖ τοῦθ᾽, ὅταν λόγῳ θανὼν | |
| ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος; | 60 |
| δοκῶ μέν, οὐδὲν ῥῆμα σὺν κέρδει κακόν. | |
| ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς | |
| λόγῳ μάτην θνῄσκοντας· εἶθ᾽, ὅταν δόμους | |
| ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον· | |
| ὡς κἄμ᾽ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο | 65 |
| δεδορκότ᾽ ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι. | |
| ἀλλ᾽, ὦ πατρῴα γῆ θεοί τ᾽ ἐγχώριοι, | |
| δέξασθέ μ᾽ εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς, | |
| σύ τ᾽, ὦ πατρῷον δῶμα· σοῦ γὰρ ἔρχομαι | |
| δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος· | 70 |
| καὶ μή μ᾽ ἄτιμον τῆσδ᾽ ἀποστείλητε γῆς, | |
| ἀλλ᾽ ἀρχέπλουτον καὶ καταστάτην δόμων. | |
| εἴρηκα μέν νυν ταῦτα· σοὶ δ᾽ ἤδη, γέρον, | |
| τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος. | |
| νὼ δ᾽ ἔξιμεν· καιρὸς γάρ, ὅσπερ ἀνδράσιν | 75 |
| μέγιστος ἔργου παντός ἐστ᾽ ἐπιστάτης. | |
| Ἠλέκτρα | |
| ἰώ μοί μοι δύστηνος. | |
| Παιδαγωγός | |
| καὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸς | |
| ὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον. | |
| Ὀρέστης | |
| ἆρ᾽ ἐστὶν ἡ δύστηνος Ἠλέκτρα· θέλεις | 80 |
| μείνωμεν αὐτοῦ κἀπακούσωμεν γόων; | |
| Παιδαγωγός | |
| ἥκιστα· μηδὲν πρόσθεν ἢ τὰ Λοξίου | |
| πειρώμεθ᾽ ἔρδειν κἀπὸ τῶνδ᾽ ἀρχηγετεῖν, | |
| πατρὸς χέοντες λουτρά· ταῦτα γὰρ φέρει | |
| νίκην τ᾽ ἐφ᾽ ἡμῖν καὶ κράτος τῶν δρωμένων. | 85 |
| Ἠλέκτρα | |
| ὦ φάος ἁγνὸν | |
| καὶ γῆς ἰσόμοιρ᾽ ἀήρ, ὥς μοι | |
| πολλὰς μὲν θρήνων ᾠδάς, | |
| πολλὰς δ᾽ ἀντήρεις ᾔσθου | |
| στέρνων πληγὰς αἱμασσομένων, | 90 |
| ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ· | |
| τὰ δὲ παννυχίδων ἤδη στυγεραὶ | |
| ξυνίσασ᾽ εὐναὶ μογερῶν οἴκων, | |
| ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶ | |
| πατέρ᾽, ὃν κατὰ μὲν βάρβαρον αἶαν | 95 |
| φοίνιος Ἄρης οὐκ ἐξένισεν, | |
| μήτηρ δ᾽ ἡμὴ χὠ κοινολεχὴς | |
| Αἴγισθος ὅπως δρῦν ὑλοτόμοι | |
| σχίζουσι κάρα φονίῳ πελέκει, | |
| κοὐδεὶς τούτων οἶκτος ἀπ᾽ ἄλλης | 100 |
| ἢ ᾽μοῦ φέρεται, σοῦ, πάτερ, οὕτως | |
| αἰκῶς οἰκτρῶς τε θανόντος. | |
| ἀλλ᾽ οὐ μὲν δὴ | |
| λήξω θρήνων στυγερῶν τε γόων, | |
| ἔστ᾽ ἂν παμφεγγεῖς ἄστρων | 105 |
| ῥιπάς, λεύσσω δὲ τόδ᾽ ἦμαρ, | |
| μὴ οὐ τεκνολέτειρ᾽ ὥς τις ἀηδὼν | |
| ἐπὶ κωκυτῷ τῶνδε πατρῴων | |
| πρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν. | |
| ὦ δῶμ᾽ Ἀΐδου καὶ Περσεφόνης, | 110 |
| ὦ χθόνι᾽ Ἑρμῆ καὶ πότνι᾽ Ἀρὰ | |
| σεμναί τε θεῶν παῖδες Ἐρινύες, | |
| αἳ τοὺς ἀδίκως θνῄσκοντας ὁρᾶθ᾽, | |
| αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους, | |
| ἔλθετ᾽, ἀρήξατε, τίσασθε πατρὸς | 115 |
| φόνον ἡμετέρου, | |
| καί μοι τὸν ἐμὸν πέμψατ᾽ ἀδελφόν· | |
| μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ | |
| λύπης ἀντίρροπον ἄχθος. | 120 |
| Χορός | |
| ὦ παῖ, παῖ δυστανοτάτας | |
| Ἠλέκτρα ματρός, τίν᾽ ἀεὶ | |
| τάκεις ὧδ᾽ ἀκόρεστον οἰμωγὰν | |
| τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα | |
| ματρὸς ἁλόντ᾽ ἀπάταις Ἀγαμέμνονα | 125 |
| κακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼν | |
| ὄλοιτ᾽, εἴ μοι θέμις τάδ᾽ αὐδᾶν. | |
| Ἠλέκτρα | |
| ὦ γενέθλα γενναίων, | |
| ἥκετ᾽ ἐμῶν καμάτων παραμύθιον. | 130 |
| οἶδά τε καὶ ξυνίημι τάδ᾽, οὔ τί με | |
| φυγγάνει, οὐδ᾽ ἐθέλω προλιπεῖν τόδε, | |
| μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρ᾽ ἄθλιον. | |
| ἀλλ᾽ ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν, | |
| ἐᾶτέ μ᾽ ὧδ᾽ ἀλύειν, | 135 |
| αἰαῖ, ἱκνοῦμαι. | |
| Χορός | |
| ἀλλ᾽ οὔτοι τόν γ᾽ ἐξ Ἀΐδα | |
| παγκοίνου λίμνας πατέρ᾽ ἀν- | |
| στάσεις οὔτε γόοισιν οὔτ᾽ εὐχαῖς. | |
| ἀλλ᾽ ἀπὸ τῶν μετρίων ἐπ᾽ ἀμήχανον | 140 |
| ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι, | |
| ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν. | |
| τί μοι τῶν δυσφόρων ἐφίει; | |
| Ἠλέκτρα | |
| νήπιος ὃς τῶν οἰκτρῶς | |
| οἰχομένων γονέων ἐπιλάθεται. | 145 |
| ἀλλ᾽ ἐμέ γ᾽ ἁ στονόεσσ᾽ ἄραρεν φρένας, | |
| ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται, | |
| ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος. | |
| ἰὼ παντλάμων Νιόβα, σὲ δ᾽ ἔγωγε νέμω θεόν, | 150 |
| ἅτ᾽ ἐν τάφῳ πετραίῳ | |
| αἰεὶ δακρύεις. | |
| Χορός | |
| οὔτοι σοὶ μούνᾳ, τέκνον, | |
| ἄχος ἐφάνη βροτῶν, | 155 |
| πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά, | |
| οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος, | |
| οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα, | |
| κρυπτᾷ τ᾽ ἀχέων ἐν ἥβᾳ, | |
| ὄλβιος, ὃν ἁ κλεινὰ | 160 |
| γᾶ ποτε Μυκηναίων | |
| δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι | |
| βήματι μολόντα τάνδε γᾶν Ὀρέσταν. | |
| Ἠλέκτρα | |
| ὅν γ᾽ ἐγὼ ἀκάματα προσμένουσ᾽, ἄτεκνος, | |
| τάλαιν᾽, ἀνύμφευτος αἰὲν οἰχνῶ, | 165 |
| δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον | |
| οἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεται | |
| ὧν τ᾽ ἔπαθ᾽ ὧν τ᾽ ἐδάη. τί γὰρ οὐκ ἐμοὶ | |
| ἔρχεται ἀγγελίας ἀπατώμενον; | 170 |
| ἀεὶ μὲν γὰρ ποθεῖ, | |
| ποθῶν δ᾽ οὐκ ἀξιοῖ φανῆναι. | |
| Χορός | |
| θάρσει μοι, θάρσει, τέκνον. | |
| ἔτι μέγας οὐρανῷ | 175 |
| Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει· | |
| ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσα | |
| μήθ᾽ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτ᾽ ἐπιλάθου· | |
| χρόνος γὰρ εὐμαρὴς θεός. | |
| οὔτε γὰρ ὁ τὰν Κρῖσαν | 180 |
| βούνομον ἔχων ἀκτὰν | |
| παῖς Ἀγαμεμνονίδας ἀπερίτροπος | |
| οὔθ᾽ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων. | |
| Ἠλέκτρα | |
| ἀλλ᾽ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη | 185 |
| βίοτος ἀνέλπιστος, οὐδ᾽ ἔτ᾽ ἀρκῶ· | |
| ἅτις ἄνευ τεκέων κατατάκομαι, | |
| ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται, | |
| ἀλλ᾽ ἁπερεί τις ἔποικος ἀναξία | |
| οἰκονομῶ θαλάμους πατρός, ὧδε μὲν | 190 |
| ἀεικεῖ σὺν στολᾷ, | |
| κεναῖς δ᾽ ἀμφίσταμαι τραπέζαις. | |
| Χορός | |
| οἰκτρὰ μὲν νόστοις αὐδά, | |
| οἰκτρὰ δ᾽ ἐν κοίταις πατρῴαις | |
| ὅτε οἱ παγχάλκων ἀνταία | 195 |
| γενύων ὡρμάθη πλαγά. | |
| δόλος ἦν ὁ φράσας, ἔρος ὁ κτείνας, | |
| δεινὰν δεινῶς προφυτεύσαντες | |
| μορφάν, εἴτ᾽ οὖν θεὸς εἴτε βροτῶν | |
| ἦν ὁ ταῦτα πράσσων. | 200 |
| Ἠλέκτρα | |
| ὦ πασᾶν κείνα πλέον ἁμέρα | |
| ἐλθοῦσ᾽ ἐχθίστα δή μοι· | |
| ὦ νύξ, ὦ δείπνων ἀρρήτων | |
| ἔκπαγλ᾽ ἄχθη, | |
| τοὺς ἐμὸς ἴδε πατὴρ | 205 |
| θανάτους αἰκεῖς διδύμαιν χειροῖν, | |
| αἳ τὸν ἐμὸν εἷλον βίον πρόδοτον, αἵ μ᾽ ἀπώλεσαν· | |
| οἷς θεὸς ὁ μέγας Ὀλύμπιος | |
| ποίνιμα πάθεα παθεῖν πόροι, | 210 |
| μηδέ ποτ᾽ ἀγλαΐας ἀποναίατο | |
| τοιάδ᾽ ἀνύσαντες ἔργα. | |
| Χορός | |
| φράζου μὴ πόρσω φωνεῖν. | |
| οὐ γνώμαν ἴσχεις ἐξ οἵων | |
| τὰ παρόντ᾽ οἰκείας εἰς ἄτας | 215 |
| ἐμπίπτεις οὕτως αἰκῶς; | |
| πολὺ γάρ τι κακῶν ὑπερεκτήσω, | |
| σᾷ δυσθύμῳ τίκτουσ᾽ ἀεὶ | |
| ψυχᾷ πολέμους· τὰ δὲ τοῖς δυνατοῖς | |
| οὐκ ἐριστὰ πλάθειν. | 220 |
| Ἠλέκτρα | |
| δεινοῖς ἠναγκάσθην, δεινοῖς· | |
| ἔξοιδ᾽, οὐ λάθει μ᾽ ὀργά. | |
| ἀλλ᾽ ἐν γὰρ δεινοῖς οὐ σχήσω | |
| ταύτας ἄτας, | |
| ὄφρα με βίος ἔχῃ. | 225 |
| τίνι γάρ ποτ᾽ ἄν, ὦ φιλία γενέθλα, | |
| πρόσφορον ἀκούσαιμ᾽ ἔπος, τίνι φρονοῦντι καίρια; | |
| ἄνετέ μ᾽ ἄνετε, παράγοροι· | |
| τάδε γὰρ ἄλυτα κεκλήσεται, | |
| οὐδέ ποτ᾽ ἐκ καμάτων ἀποπαύσομαι | 230 |
| ἀνάριθμος ὧδε θρήνων. | |
| Χορός | |
| ἀλλ᾽ οὖν εὐνοίᾳ γ᾽ αὐδῶ, | |
| μάτηρ ὡσεί τις πιστά, | |
| μὴ τίκτειν σ᾽ ἄταν ἄταις. | 235 |
| Ἠλέκτρα | |
| καὶ τί μέτρον κακότατος ἔφυ; φέρε, | |
| πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν; | |
| ἐν τίνι τοῦτ᾽ ἔβλαστ᾽ ἀνθρώπων; | |
| μήτ᾽ εἴην ἔντιμος τούτοις | |
| μήτ᾽, εἴ τῳ πρόσκειμαι χρηστῷ, | 240 |
| ξυνναίοιμ᾽ εὔκηλος, γονέων | |
| ἐκτίμους ἴσχουσα πτέρυγας | |
| ὀξυτόνων γόων. | |
| εἰ γὰρ ὁ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢν | 245 |
| κείσεται τάλας, | |
| οἱ δὲ μὴ πάλιν | |
| δώσουσ᾽ ἀντιφόνους δίκας, | |
| ἔρροι τ᾽ ἂν αἰδὼς | |
| ἁπάντων τ᾽ εὐσέβεια θνατῶν. | 250 |
| Χορός | |
| ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσ᾽ ἅμα | |
| καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς | |
| λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθ᾽ ἅμα. | |
| Ἠλέκτρα | |
| αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ | |
| πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν. | 255 |
| ἀλλ᾽ ἡ βία γὰρ ταῦτ᾽ ἀναγκάζει με δρᾶν, | |
| σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή, | |
| πατρῷ᾽ ὁρῶσα πήματ᾽, οὐ δρῴη τάδ᾽ ἄν; | |
| ἁγὼ κατ᾽ ἦμαρ καὶ κατ᾽ εὐφρόνην ἀεὶ | |
| θάλλοντα μᾶλλον ἢ καταφθίνονθ᾽ ὁρῶ· | 260 |
| ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μ᾽ ἐγείνατο, | |
| ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν | |
| ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς | |
| ξύνειμι, κἀκ τῶνδ᾽ ἄρχομαι κἀκ τῶνδέ μοι | |
| λαβεῖν θ᾽ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει. | 265 |
| ἔπειτα ποίας ἡμέρας δοκεῖς μ᾽ ἄγειν, | |
| ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντ᾽ ἴδω | |
| τοῖσιν πατρῴοις, εἰσίδω δ᾽ ἐσθήματα | |
| φοροῦντ᾽ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους | |
| σπένδοντα λοιβὰς ἔνθ᾽ ἐκεῖνον ὤλεσεν, | 270 |
| ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν, | |
| τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸς | |
| ξὺν τῇ ταλαίνῃ μητρί, μητέρ᾽ εἰ χρεὼν | |
| ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην· | |
| ἡ δ᾽ ὧδε τλήμων ὥστε τῷ μιάστορι | 275 |
| ξύνεστ᾽, ἐρινὺν οὔτιν᾽ ἐκφοβουμένη· | |
| ἀλλ᾽ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις, | |
| εὑροῦσ᾽ ἐκείνην ἡμέραν, ἐν ᾗ τότε | |
| πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν, | |
| ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ | 280 |
| θεοῖσιν ἔμμην᾽ ἱερὰ τοῖς σωτηρίοις. | |
| ἐγὼ δ᾽ ὁρῶσ᾽ ἡ δύσμορος κατὰ στέγας | |
| κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς | |
| τὴν δυστάλαιναν δαῖτ᾽ ἐπωνομασμένην | |
| αὐτὴ πρὸς αὑτήν. οὐδὲ γὰρ κλαῦσαι πάρα | 285 |
| τοσόνδ᾽ ὅσον μοι θυμὸς ἡδονὴν φέρει. | |
| αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ | |
| φωνοῦσα τοιάδ᾽ ἐξονειδίζει κακά· | |
| ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ | |
| τέθνηκεν; ἄλλος δ᾽ οὔτις ἐν πένθει βροτῶν; | 290 |
| κακῶς ὄλοιο, μηδέ σ᾽ ἐκ γόων ποτὲ | |
| τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί. | |
| τάδ᾽ ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸς | |
| ἥξοντ᾽ Ὀρέστην· τηνικαῦτα δ᾽ ἐμμανὴς | |
| βοᾷ παραστᾶσ᾽· οὐ σύ μοι τῶνδ᾽ αἰτία; | 295 |
| οὐ σὸν τόδ᾽ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν | |
| κλέψασ᾽ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου; | |
| ἀλλ᾽ ἴσθι τοι τίσουσά γ᾽ ἀξίαν δίκην. | |
| τοιαῦθ᾽ ὑλακτεῖ, σὺν δ᾽ ἐποτρύνει πέλας | |
| ὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών, | 300 |
| ὁ πάντ᾽ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη, | |
| ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος. | |
| ἐγὼ δ᾽ Ὀρέστην τῶνδε προσμένουσ᾽ ἀεὶ | |
| παυστῆρ᾽ ἐφήξειν ἡ τάλαιν᾽ ἀπόλλυμαι. | |
| μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσας τέ μου | 305 |
| καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν. | |
| ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι, | |
| οὔτ᾽ εὐσεβεῖν πάρεστιν· ἀλλ᾽ ἔν τοι κακοῖς | |
| πολλή ᾽στ᾽ ἀνάγκη κἀπιτηδεύειν κακά. | |
| Χορός | |
| φέρ᾽ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας | 310 |
| λέγεις τάδ᾽ ἡμῖν ἢ βεβῶτος ἐκ δόμων; | |
| Ἠλέκτρα | |
| ἦ κάρτα· μὴ δόκει μ᾽ ἄν, εἴπερ ἦν πέλας, | |
| θυραῖον οἰχνεῖν· νῦν δ᾽ ἀγροῖσι τυγχάνει. | |
| Χορός | |
| ἦ κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους | |
| τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτ᾽ ἔχει; | 315 |
| Ἠλέκτρα | |
| ὡς νῦν ἀπόντος ἱστόρει· τί σοι φίλον; | |
| Χορός | |
| καὶ δή σ᾽ ἐρωτῶ· τοῦ κασιγνήτου τί φής, | |
| ἥξοντος ἢ μέλλοντος; εἰδέναι θέλω. | |
| Ἠλέκτρα | |
| φησίν γε· φάσκων δ᾽ οὐδὲν ὧν λέγει ποεῖ. | |
| Χορός | |
| φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμ᾽ ἀνὴρ πράσσων μέγα. | 320 |
| Ἠλέκτρα | |
| καὶ μὴν ἔγωγ᾽ ἔσωσ᾽ ἐκεῖνον οὐκ ὄκνῳ. | |
| Χορός | |
| θάρσει· πέφυκεν ἐσθλός, ὥστ᾽ ἀρκεῖν φίλοις. | |
| Ἠλέκτρα | |
| πέποιθ᾽, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ. | |
| Χορός | |
| μὴ νῦν ἔτ᾽ εἴπῃς μηδέν· ὡς δόμων ὁρῶ | |
| τὴν σὴν ὅμαιμον ἐκ πατρὸς ταὐτοῦ φύσιν, | 325 |
| Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖν | |
| φέρουσαν, οἷα τοῖς κάτω νομίζεται. | |
| Χρυσόθεμις | |
| τίν᾽ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις | |
| ἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν, | |
| κοὐδ᾽ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις | 330 |
| θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά; | |
| καίτοι τοσοῦτόν γ᾽ οἶδα κἀμαυτήν, ὅτι | |
| ἀλγῶ ᾽πὶ τοῖς παροῦσιν· ὥστ᾽ ἄν, εἰ σθένος | |
| λάβοιμι, δηλώσαιμ᾽ ἂν οἷ᾽ αὐτοῖς φρονῶ. | |
| νῦν δ᾽ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ, | 335 |
| καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή· | |
| τοιαῦτα δ᾽ ἄλλα καὶ σὲ βούλομαι ποεῖν. | |
| καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ ᾽γὼ λέγω, | |
| ἀλλ᾽ ᾗ σὺ κρίνεις· εἰ δ᾽ ἐλευθέραν με δεῖ | |
| ζῆν, τῶν κρατούντων ἐστὶ πάντ᾽ ἀκουστέα. | 340 |
| Ἠλέκτρα | |
| δεινόν γέ σ᾽ οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς, | |
| κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν. | |
| ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα | |
| κείνης διδακτά, κοὐδὲν ἐκ σαυτῆς λέγεις. | |
| ἔπειθ᾽ ἑλοῦ γε θάτερ᾽, ἢ φρονεῖν κακῶς | 345 |
| ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν· | |
| ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις | |
| σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν, | |
| ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης | |
| οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις. | 350 |
| οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει; | |
| ἐπεὶ δίδαξον, ἢ μάθ᾽ ἐξ ἐμοῦ, τί μοι | |
| κέρδος γένοιτ᾽ ἂν τῶνδε ληξάσῃ γόων. | |
| οὐ ζῶ; κακῶς μέν, οἶδ᾽, ἐπαρκούντως δ᾽ ἐμοί. | |
| λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι | 355 |
| τιμὰς προσάπτειν, εἴ τις ἔστ᾽ ἐκεῖ χάρις. | |
| σὺ δ᾽ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ, | |
| ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει. | |
| ἐγὼ μὲν οὖν οὐκ ἄν ποτ᾽, οὐδ᾽ εἴ μοι τὰ σὰ | |
| μέλλοι τις οἴσειν δῶρ᾽, ἐφ᾽ οἷσι νῦν χλιδᾷς, | 360 |
| τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσία | |
| τράπεζα κείσθω καὶ περιρρείτω βίος. | |
| ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνον | |
| βόσκημα· τῆς σῆς δ᾽ οὐκ ἐρῶ τιμῆς τυχεῖν, | |
| οὐδ᾽ ἂν σύ, σώφρων γ᾽ οὖσα. νῦν δ᾽ ἐξὸν πατρὸς | 365 |
| πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ | |
| τῆς μητρός· οὕτω γὰρ φανεῖ πλείστοις κακή, | |
| θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς. | |
| Χορός | |
| μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοις | |
| ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις | 370 |
| τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν. | |
| Χρυσόθεμις | |
| ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως | |
| τῶν τῆσδε μύθων· οὐδ᾽ ἂν ἐμνήσθην ποτέ, | |
| εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν | |
| ἤκουσ᾽, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων. | 375 |
| Ἠλέκτρα | |
| φέρ᾽ εἰπὲ δὴ τὸ δεινόν· εἰ γὰρ τῶνδέ μοι | |
| μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμ᾽ ἔτι. | |
| Χρυσόθεμις | |
| ἀλλ᾽ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδ᾽ ἐγώ. | |
| μέλλουσι γάρ σ᾽, εἰ τῶνδε μὴ λήξεις γόων, | |
| ἐνταῦθα πέμψειν ἔνθα μή ποθ᾽ ἡλίου | 380 |
| φέγγος προσόψει, ζῶσα δ᾽ ἐν κατηρεφεῖ | |
| στέγῃ χθονὸς τῆσδ᾽ ἐκτὸς ὑμνήσεις κακά. | |
| πρὸς ταῦτα φράζου καί με μή ποθ᾽ ὕστερον | |
| παθοῦσα μέμψῃ· νῦν γὰρ ἐν καλῷ φρονεῖν. | |
| Ἠλέκτρα | |
| ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν; | 385 |
| Χρυσόθεμις | |
| μάλισθ᾽· ὅταν περ οἴκαδ᾽ Αἴγισθος μόλῃ. | |
| Ἠλέκτρα | |
| ἀλλ᾽ ἐξίκοιτο τοῦδέ γ᾽ οὕνεκ᾽ ἐν τάχει. | |
| Χρυσόθεμις | |
| τίν᾽, ὦ τάλαινα, τόνδ᾽ ἐπηράσω λόγον; | |
| Ἠλέκτρα | |
| ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ. | |
| Χρυσόθεμις | |
| ὅπως πάθῃς τί χρῆμα; ποῦ ποτ᾽ εἶ φρενῶν; | 390 |
| Ἠλέκτρα | |
| ὅπως ἀφ᾽ ὑμῶν ὡς προσωτάτω φύγω. | |
| Χρυσόθεμις | |
| βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις; | |
| Ἠλέκτρα | |
| καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι. | |
| Χρυσόθεμις | |
| ἀλλ᾽ ἦν ἄν, εἰ σύ γ᾽ εὖ φρονεῖν ἠπίστασο. | |
| Ἠλέκτρα | |
| μή μ᾽ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν. | 395 |
| Χρυσόθεμις | |
| ἀλλ᾽ οὐ διδάσκω· τοῖς κρατοῦσι δ᾽ εἰκαθεῖν. | |
| Ἠλέκτρα | |
| σὺ ταῦτα θώπευ᾽· οὐκ ἐμοὺς τρόπους λέγεις. | |
| Χρυσόθεμις | |
| καλόν γε μέντοι μὴ ᾽ξ ἀβουλίας πεσεῖν. | |
| Ἠλέκτρα | |
| πεσούμεθ᾽, εἰ χρή, πατρὶ τιμωρούμενοι. | |
| Χρυσόθεμις | |
| πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει. | 400 |
| Ἠλέκτρα | |
| ταῦτ᾽ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι. | |
| Χρυσόθεμις | |
| σὺ δ᾽ οὐχὶ πείσει καὶ συναινέσεις ἐμοί; | |
| Ἠλέκτρα | |
| οὐ δῆτα· μή πω νοῦ τοσόνδ᾽ εἴην κενή. | |
| Χρυσόθεμις | |
| χωρήσομαί τἄρ᾽ οἷπερ ἐστάλην ὁδοῦ. | |
| Ἠλέκτρα | |
| ποῖ δ᾽ ἐμπορεύει; τῷ φέρεις τάδ᾽ ἔμπυρα; | |
| Χρυσόθεμις | |
| μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς. | |
| Ἠλέκτρα | |
| πῶς εἶπας; ἦ τῷ δυσμενεστάτῳ βροτῶν; | |
| Χρυσόθεμις | |
| ὃν ἔκταν᾽ αὐτή· τοῦτο γὰρ λέξαι θέλεις. | |
| Ἠλέκτρα | |
| ἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτ᾽ ἤρεσεν; | |
| Χρυσόθεμις | |
| ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί; | 410 |
| Ἠλέκτρα | |
| ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γ᾽ ἀλλὰ νῦν. | |
| Χρυσόθεμις | |
| ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι; | |
| Ἠλέκτρα | |
| εἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμ᾽ ἂν τότε. | |
| Χρυσόθεμις | |
| ἀλλ᾽ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι. | |
| Ἠλέκτρα | |
| λέγ᾽ ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοι | 415 |
| ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς. | |
| Χρυσόθεμις | |
| λόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸς | |
| τοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίαν | |
| ἐλθόντος ἐς φῶς· εἶτα τόνδ᾽ ἐφέστιον | |
| πῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲ | 420 |
| αὐτός, τανῦν δ᾽ Αἴγισθος· ἐκ δὲ τοῦδ᾽ ἄνω | |
| βλαστεῖν βρύοντα θαλλόν, ᾧ κατάσκιον | |
| πᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα. | |
| τοιαῦτά του παρόντος, ἡνίχ᾽ Ἡλίῳ | |
| δείκνυσι τοὔναρ, ἔκλυον ἐξηγουμένου. | 425 |
| πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτι | |
| πέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν. | |
| πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶν | |
| ἐμοὶ πιθέσθαι μηδ᾽ ἀβουλίᾳ πεσεῖν· | |
| εἰ γάρ μ᾽ ἀπώσει, σὺν κακῷ μέτει πάλιν. | 430 |
| Ἠλέκτρα | |
| ἀλλ᾽, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν | |
| τύμβῳ προσάψῃς μηδέν· οὐ γάρ σοι θέμις | |
| οὐδ᾽ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι | |
| κτερίσματ᾽ οὐδὲ λουτρὰ προσφέρειν πατρί· | |
| ἀλλ᾽ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει | 435 |
| κρύψον νιν, ἔνθα μή ποτ᾽ εἰς εὐνὴν πατρὸς | |
| τούτων πρόσεισι μηδέν· ἀλλ᾽ ὅταν θάνῃ | |
| κειμήλι᾽ αὐτῇ ταῦτα σῳζέσθω κάτω. | |
| ἀρχὴν δ᾽ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ | |
| πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς | 440 |
| οὐκ ἄν ποθ᾽ ὅν γ᾽ ἔκτεινε, τῷδ᾽ ἐπέστεφε. | |
| σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ | |
| γέρα τάδ᾽ οὑν τάφοισι δέξεσθαι νέκυς, | |
| ὑφ᾽ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενής, | |
| ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ | 445 |
| κηλῖδας ἐξέμαξεν. ἆρα μὴ δοκεῖς | |
| λυτήρι᾽ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν; | |
| οὐχ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες· σὺ δὲ | |
| τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας | |
| κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδ᾽, ἀλλ᾽ ὅμως | 450 |
| ἅχω, δὸς αὐτῷ, τήνδ᾽ ἀλιπαρῆ τρίχα | |
| καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον. | |
| αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ | |
| ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν, | |
| καὶ παῖδ᾽ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς | 455 |
| ἐχθροῖσιν αὐτοῦ ζῶντ᾽ ἐπεμβῆναι ποδί, | |
| ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις | |
| χερσὶν στέφωμεν ἢ τανῦν δωρούμεθα. | |
| οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλον | |
| πέμψαι τάδ᾽ αὐτῇ δυσπρόσοπτ᾽ ὀνείρατα· | 460 |
| ὅμως δ᾽, ἀδελφή, σοί θ᾽ ὑπούργησον τάδε | |
| ἐμοί τ᾽ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν | |
| πάντων, ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί. | |
| Χορός | |
| πρὸς εὐσέβειαν ἡ κόρη λέγει· σὺ δέ, | |
| εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε. | 465 |
| Χρυσόθεμις | |
| δράσω· τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγον | |
| δυοῖν ἐρίζειν, ἀλλ᾽ ἐπισπεύδειν τὸ δρᾶν. | |
| πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶ | |
| σιγὴ παρ᾽ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι· | |
| ὡς εἰ τάδ᾽ ἡ τεκοῦσα πεύσεται, πικρὰν | 470 |
| δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι. | |
| Χορός | |
| εἰ μὴ ᾽γὼ παράφρων μάντις ἔφυν καὶ γνώμας | |
| λειπομένα σοφᾶς, | |
| εἶσιν ἁ πρόμαντις | |
| Δίκα δίκαια φερομένα χεροῖν κράτη· | 475 |
| μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου. | |
| ὕπεστί μοι θάρσος, | |
| ἁδυπνόων κλύουσαν | 480 |
| ἀρτίως ὀνειράτων. | |
| οὐ γάρ ποτ᾽ ἀμναστεῖ γ᾽ ὁ φύσας σ᾽ Ἑλλάνων ἄναξ, | |
| οὐδ᾽ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς, | 485 |
| ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις. | |
| ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δεινοῖς | |
| κρυπτομένα λόχοις | 490 |
| χαλκόπους Ἐρινύς. | |
| ἄλεκτρ᾽ ἄνυμφα γὰρ ἐπέβα μιαιφόνων | |
| γάμων ἁμιλλήμαθ᾽ οἷσιν οὐ θέμις. | |
| πρὸ τῶνδέ τοί μ᾽ ἔχει | 495 |
| μή ποτε μή ποθ᾽ ἡμῖν | |
| ἀψεγὲς πελᾶν τέρας | |
| τοῖς δρῶσι καὶ συνδρῶσιν. ἤ τοι μαντεῖαι βροτῶν | 500 |
| οὐκ εἰσὶν ἐν δεινοῖς ὀνείροις οὐδ᾽ ἐν θεσφάτοις, | |
| εἰ μὴ τόδε φάσμα νυκτὸς εὖ κατασχήσει. | |
| ὦ Πέλοπος ἁ πρόσθεν | |
| πολύπονος ἱππεία, | 505 |
| ὡς ἔμολες αἰανὴς | |
| τᾷδε γᾷ. | |
| εὖτε γὰρ ὁ ποντισθεὶς | |
| Μυρτίλος ἐκοιμάθη, | |
| παγχρύσων δίφρων | 510 |
| δυστάνοις αἰκίαις | |
| πρόρριζος ἐκριφθείς, | |
| οὔ τί πω | |
| ἔλειπεν ἐκ τοῦδ᾽ οἴκου | |
| πολύπονος αἰκία. | 515 |
| Κλυταιμνήστρα | |
| ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφει· | |
| οὐ γὰρ πάρεστ᾽ Αἴγισθος, ὅς σ᾽ ἐπεῖχ᾽ ἀεὶ | |
| μή τοι θυραίαν γ᾽ οὖσαν αἰσχύνειν φίλους· | |
| νῦν δ᾽ ὡς ἄπεστ᾽ ἐκεῖνος, οὐδὲν ἐντρέπει | |
| ἐμοῦ γε· καίτοι πολλὰ πρὸς πολλούς με δὴ | 520 |
| ἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκης | |
| ἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά· | |
| ἐγὼ δ᾽ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε | |
| λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά. | |
| πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημ᾽ ἀεὶ | 525 |
| ὡς ἐξ ἐμοῦ τέθνηκεν. ἐξ ἐμοῦ· καλῶς | |
| ἔξοιδα· τῶνδ᾽ ἄρνησις οὐκ ἔνεστί μοι· | |
| ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη, | |
| ᾗ χρῆν σ᾽ ἀρήγειν, εἰ φρονοῦσ᾽ ἐτύγχανες· | |
| ἐπεὶ πατὴρ σὸς οὗτος, ὃν θρηνεῖς ἀεί, | 530 |
| τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη | |
| θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ | |
| λύπης, ὅς ἔσπειρ᾽, ὥσπερ ἡ τίκτουσ᾽ ἐγώ. | |
| εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνων | |
| ἔθυσεν αὐτήν· πότερον Ἀργείων ἐρεῖς; | 535 |
| ἀλλ᾽ οὐ μετῆν αὐτοῖσι τήν γ᾽ ἐμὴν κτανεῖν. | |
| ἀλλ᾽ ἀντ᾽ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν | |
| τἄμ᾽, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην; | |
| πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ, | |
| οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς | 540 |
| καὶ μητρὸς ὄντας, ἧς ὁ πλοῦς ὅδ᾽ ἦν χάριν; | |
| ἢ τῶν ἐμῶν Ἅιδης τιν᾽ ἵμερον τέκνων | |
| ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον; | |
| ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ | |
| παίδων πόθος παρεῖτο, Μενέλεω δ᾽ ἐνῆν; | 545 |
| οὐ ταῦτ᾽ ἀβούλου καὶ κακοῦ γνώμην πατρός; | |
| δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω· | |
| φαίη δ᾽ ἂν ἡ θανοῦσά γ᾽, εἰ φωνὴν λάβοι. | |
| ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις | |
| δύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς, | 550 |
| γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε. | |
| Ἠλέκτρα | |
| ἐρεῖς μὲν οὐχὶ νῦν γέ μ᾽ ὡς ἄρξασά τι | |
| λυπηρὸν εἶτα σοῦ τάδ᾽ ἐξήκουσ᾽ ὕπο· | |
| ἀλλ᾽ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θ᾽ ὕπερ | |
| λέξαιμ᾽ ἂν ὀρθῶς τῆς κασιγνήτης θ᾽ ὁμοῦ. | 555 |
| Κλυταιμνήστρα | |
| καὶ μὴν ἐφίημ᾽· εἰ δέ μ᾽ ὧδ᾽ ἀεὶ λόγους | |
| ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν. | |
| Ἠλέκτρα | |
| καὶ δὴ λέγω σοι. πατέρα φὴς κτεῖναι. τίς ἂν | |
| τούτου λόγος γένοιτ᾽ ἂν αἰσχίων ἔτι, | |
| εἴτ᾽ οὖν δικαίως εἴτε μή; λέξω δέ σοι | 560 |
| ὡς οὐ δίκῃ γ᾽ ἔκτεινας, ἀλλά σ᾽ ἔσπασεν | |
| πειθὼ κακοῦ πρὸς ἀνδρός, ᾧ τανῦν ξύνει. | |
| ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν, τίνος | |
| ποινὰς τὰ πολλὰ πνεύματ᾽ ἔσχ᾽ ἐν Αὐλίδι· | |
| ἢ ᾽γὼ φράσω· κείνης γὰρ οὐ θέμις μαθεῖν. | 565 |
| πατήρ ποθ᾽ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς | |
| παίζων κατ᾽ ἄλσος ἐξεκίνησεν ποδοῖν | |
| στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς | |
| ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών. | |
| κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη | 570 |
| κατεῖχ᾽ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον | |
| τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην. | |
| ὧδ᾽ ἦν τὰ κείνης θύματ᾽· οὐ γὰρ ἦν λύσις | |
| ἄλλη στρατῷ πρὸς οἶκον οὐδ᾽ εἰς Ἴλιον. | |
| ἀνθ᾽ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλις | 575 |
| ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν. | |
| εἰ δ᾽ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων | |
| ἐπωφελῆσαι ταῦτ᾽ ἔδρα, τούτου θανεῖν | |
| χρῆν αὐτὸν οὕνεκ᾽ ἐκ σέθεν; ποίῳ νόμῳ; | |
| ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς | 580 |
| μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς. | |
| εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντ᾽ ἄλλου, σύ τοι | |
| πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις. | |
| ἀλλ᾽ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης. | |
| εἰ γὰρ θέλεις, δίδαξον ἀνθ᾽ ὅτου τανῦν | 585 |
| αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις, | |
| ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθ᾽ οὗ | |
| πατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας, | |
| καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖς | |
| κἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσ᾽ ἔχεις. | 590 |
| πῶς ταῦτ᾽ ἐπαινέσαιμ᾽ ἄν; ἢ καὶ ταῦτ᾽ ἐρεῖς | |
| ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις; | |
| αἰσχρῶς δ᾽, ἐάν περ καὶ λέγῃς· οὐ γὰρ καλὸν | |
| ἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα. | |
| ἀλλ᾽ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε, | 595 |
| ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα | |
| κακοστομοῦμεν. καί σ᾽ ἔγωγε δεσπότιν | |
| ἢ μητέρ᾽ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω, | |
| ἣ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖς | |
| πολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου· | 600 |
| ὃ δ᾽ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών, | |
| τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον· | |
| ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα | |
| ἐπῃτιάσω· καὶ τόδ᾽, εἴπερ ἔσθενον, | |
| ἔδρων ἄν, εὖ τοῦτ᾽ ἴσθι· τοῦδέ γ᾽ οὕνεκα | 605 |
| κήρυσσέ μ᾽ εἰς ἅπαντας, εἴτε χρῇς κακὴν | |
| εἴτε στόμαργον εἴτ᾽ ἀναιδείας πλέαν. | |
| εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις, | |
| σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν. | |
| Χορός | |
| ὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃ | 610 |
| ξύνεστι, τοῦδε φροντίδ᾽ οὐκέτ᾽ εἰσορῶ. | |
| Κλυταιμνήστρα | |
| ποίας δ᾽ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος, | |
| ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν, | |
| καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖ | |
| χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ; | 615 |
| Ἠλέκτρα | |
| εὖ νυν ἐπίστω τῶνδέ μ᾽ αἰσχύνην ἔχειν, | |
| κεἰ μὴ δοκῶ σοι· μανθάνω δ᾽ ὁθούνεκα | |
| ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα. | |
| ἀλλ᾽ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ | |
| ἔργ᾽ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ· | 620 |
| αἰσχροῖς γὰρ αἰσχρὰ πράγματ᾽ ἐκδιδάσκεται. | |
| Κλυταιμνήστρα | |
| ὦ θρέμμ᾽ ἀναιδές, ἦ σ᾽ ἐγὼ καὶ τἄμ᾽ ἔπη | |
| καὶ τἄργα τἀμὰ πόλλ᾽ ἄγαν λέγειν ποεῖ. | |
| Ἠλέκτρα | |
| σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποεῖς | |
| τοὔργον· τὰ δ᾽ ἔργα τοὺς λόγους εὑρίσκεται. | 625 |
| Κλυταιμνήστρα | |
| ἀλλ᾽ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους | |
| τοῦδ᾽ οὐκ ἀλύξεις, εὖτ᾽ ἂν Αἴγισθος μόλῃ. | |
| Ἠλέκτρα | |
| ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοι | |
| λέγειν ἃ χρῄζοιμ᾽, οὐδ᾽ ἐπίστασαι κλύειν. | |
| Κλυταιμνήστρα | |
| οὔκουν ἐάσεις οὐδ᾽ ὑπ᾽ εὐφήμου βοῆς | 630 |
| θῦσαί μ᾽, ἐπειδὴ σοί γ᾽ ἐφῆκα πᾶν λέγειν; | |
| Ἠλέκτρα | |
| ἐῶ, κελεύω, θῦε· μηδ᾽ ἐπαιτιῶ | |
| τοὐμὸν στόμ᾽, ὡς οὐκ ἂν πέρα λέξαιμ᾽ ἔτι. | |
| Κλυταιμνήστρα | |
| ἔπαιρε δὴ σὺ θύμαθ᾽ ἡ παροῦσά μοι | |
| πάγκαρπ᾽, ἄνακτι τῷδ᾽ ὅπως λυτηρίους | 635 |
| εὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω. | |
| κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε, | |
| κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοις | |
| ὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπει | |
| πρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί, | 640 |
| μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ | |
| σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν. | |
| ἀλλ᾽ ὧδ᾽ ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω. | |
| ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα | |
| δισσῶν ὀνείρων, ταῦτά μοι, Λύκει᾽ ἄναξ, | 645 |
| εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα, | |
| εἰ δ᾽ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες· | |
| καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινες | |
| δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς, | |
| ἀλλ᾽ ὧδέ μ᾽ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ | 650 |
| δόμους Ἀτρειδῶν σκῆπτρά τ᾽ ἀμφέπειν τάδε, | |
| φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦν | |
| εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ | |
| δύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά. | |
| ταῦτ᾽, ὦ Λύκει᾽ Ἄπολλον, ἵλεως κλύων | 655 |
| δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα. | |
| τὰ δ᾽ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ | |
| ἐπαξιῶ σε δαίμον᾽ ὄντ᾽ ἐξειδέναι· | |
| τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθ᾽ ὁρᾶν. | |
| Παιδαγωγός | |
| ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς | 660 |
| εἰ τοῦ τυράννου δώματ᾽ Αἰγίσθου τάδε; | |
| Χορός | |
| τάδ᾽ ἐστίν, ὦ ξέν᾽· αὐτὸς ᾔκασας καλῶς. | |
| Παιδαγωγός | |
| ἦ καὶ δάμαρτα τήνδ᾽ ἐπεικάζων κυρῶ | |
| κείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν. | |
| Χορός | |
| μάλιστα πάντων· ἥδε σοι κείνη πάρα. | 665 |
| Παιδαγωγός | |
| ὦ χαῖρ᾽, ἄνασσα· σοὶ φέρων ἥκω λόγους | |
| ἡδεῖς φίλου παρ᾽ ἀνδρὸς Αἰγίσθῳ θ᾽ ὁμοῦ. | |
| Κλυταιμνήστρα | |
| ἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σου | |
| πρώτιστα χρῄζω τίς σ᾽ ἀπέστειλεν βροτῶν. | |
| Παιδαγωγός | |
| Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα. | 670 |
| Κλυταιμνήστρα | |
| τὸ ποῖον, ὦ ξέν᾽; εἰπέ· παρὰ φίλου γὰρ ὢν | |
| ἀνδρός, σάφ᾽ οἶδα, προσφιλεῖς λέξεις λόγους. | |
| Παιδαγωγός | |
| τέθνηκ᾽ Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω. | |
| Ἠλέκτρα | |
| οἲ ᾽γὼ τάλαιν᾽, ὄλωλα τῇδ᾽ ἐν ἡμέρᾳ. | |
| Κλυταιμνήστρα | |
| τί φής, τί φής, ὦ ξεῖνε; μὴ ταύτης κλύε. | 675 |
| Παιδαγωγός | |
| θανόντ᾽ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω. | |
| Ἠλέκτρα | |
| ἀπωλόμην δύστηνος, οὐδέν εἰμ᾽ ἔτι. | |
| Κλυταιμνήστρα | |
| σὺ μὲν τὰ σαυτῆς πρᾶσσ᾽, ἐμοὶ δὲ σύ, ξένε, | |
| τἀληθὲς εἰπέ, τῷ τρόπῳ διόλλυται; | |
| Παιδαγωγός | |
| κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω. | 680 |
| κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδος | |
| πρόσχημ᾽ ἀγῶνος Δελφικῶν ἄθλων χάριν, | |
| ὅτ᾽ ᾔσθετ᾽ ἀνδρὸς ὀρθίων κηρυγμάτων | |
| δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις, | |
| εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας· | 685 |
| δρόμου δ᾽ ἰσώσας τἀφέσει τὰ τέρματα | |
| νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας. | |
| χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω | |
| οὐκ οἶδα τοιοῦδ᾽ ἀνδρὸς ἔργα καὶ κράτη· | |
| ἓν δ᾽ ἴσθ᾽· ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς | 690 |
| [δρόμων διαύλων πένταθλ᾽ ἃ νομίζεται,] | |
| τούτων ἐνεγκὼν πάντα τἀπινίκια | |
| ὠλβίζετ᾽, Ἀργεῖος μὲν ἀνακαλούμενος, | |
| ὄνομα δ᾽ Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος | |
| Ἀγαμέμνονος στράτευμ᾽ ἀγείραντός ποτε. | 695 |
| καὶ ταῦτα μὲν τοιαῦθ᾽· ὅταν δέ τις θεῶν | |
| βλάπτῃ, δύναιτ᾽ ἂν οὐδ᾽ ἂν ἰσχύων φυγεῖν. | |
| κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθ᾽ ἱππικῶν | |
| ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών, | |
| εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα. | 700 |
| εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο | |
| Λίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται· | |
| κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχων | |
| ἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίας | |
| ξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ· | 705 |
| ὁ δ᾽ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος· | |
| ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο· | |
| Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον. | |
| στάντες δ᾽ ἵν᾽ αὐτοὺς οἱ τεταγμένοι βραβῆς | |
| κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους, | 710 |
| χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δ᾽ ἅμα | |
| ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν | |
| ἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμος | |
| κτύπου κροτητῶν ἁρμάτων· κόνις δ᾽ ἄνω | |
| φορεῖθ᾽· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι | 715 |
| φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι | |
| χνόας τις αὐτῶν καὶ φρυάγμαθ᾽ ἱππικά. | |
| ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις | |
| ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί. | |
| κεῖνος δ᾽ ὑπ᾽ αὐτὴν ἐσχάτην στήλην ἔχων | 720 |
| ἔχριμπτ᾽ ἀεὶ σύριγγα, δεξιὸν δ᾽ ἀνεὶς | |
| σειραῖον ἵππον εἶργε τὸν προσκείμενον. | |
| καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι· | |
| ἔπειτα δ᾽ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι | |
| πῶλοι βίᾳ φέρουσιν· ἐκ δ᾽ ὑποστροφῆς | 725 |
| τελοῦντες ἕκτον ἕβδομόν τ᾽ ἤδη δρόμον | |
| μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις· | |
| κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ | |
| ἔθραυε κἀνέπιπτε, πᾶν δ᾽ ἐπίμπλατο | |
| ναυαγίων Κρισαῖον ἱππικῶν πέδον. | 730 |
| γνοὺς δ᾽ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος | |
| ἔξω παρασπᾷ κἀνακωχεύει παρεὶς | |
| κλύδων᾽ ἔφιππον ἐν μέσῳ κυκώμενον. | |
| ἤλαυνε δ᾽ ἔσχατος μέν, ὑστέρας δ᾽ ἔχων | |
| πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων· | 735 |
| ὅπως δ᾽ ὁρᾷ μόνον νιν ἐλλελειμμένον, | |
| ὀξὺν δι᾽ ὤτων κέλαδον ἐνσείσας θοαῖς | |
| πώλοις διώκει, κἀξισώσαντε ζυγὰ | |
| ἠλαυνέτην, τότ᾽ ἄλλος, ἄλλοθ᾽ ἅτερος | |
| κάρα προβάλλων ἱππικῶν ὀχημάτων. | 740 |
| καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους | |
| ὡρμᾶθ᾽ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων· | |
| ἔπειτα λύων ἡνίαν ἀριστερὰν | |
| κάμπτοντος ἵππου λανθάνει στήλην ἄκραν | |
| παίσας· ἔθραυσε δ᾽ ἄξονος μέσας χνόας | 745 |
| κἀξ ἀντύγων ὤλισθεν· ἐν δ᾽ ἑλίσσεται | |
| τμητοῖς ἱμᾶσι· τοῦ δὲ πίπτοντος πέδῳ | |
| πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον. | |
| στρατὸς δ᾽ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα | |
| δίφρων, ἀνωλόλυξε τὸν νεανίαν, | 750 |
| οἷ᾽ ἔργα δράσας οἷα λαγχάνει κακά, | |
| φορούμενος πρὸς οὖδας, ἄλλοτ᾽ οὐρανῷ | |
| σκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται, | |
| μόλις κατασχεθόντες ἱππικὸν δρόμον, | |
| ἔλυσαν αἱματηρόν, ὥστε μηδένα | 755 |
| γνῶναι φίλων ἰδόντ᾽ ἂν ἄθλιον δέμας. | |
| καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ | |
| χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ | |
| φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι, | |
| ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός. | 760 |
| τοιαῦτά σοι ταῦτ᾽ ἐστίν, ὡς μὲν ἐν λόγῳ | |
| ἀλγεινά, τοῖς δ᾽ ἰδοῦσιν, οἵπερ εἴδομεν, | |
| μέγιστα πάντων ὧν ὄπωπ᾽ ἐγὼ κακῶν. | |
| Χορός | |
| φεῦ φεῦ· τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι | |
| πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος. | 765 |
| Κλυταιμνήστρα | |
| ὦ Ζεῦ, τί ταῦτα, πότερον εὐτυχῆ λέγω, | |
| ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δ᾽ ἔχει, | |
| εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς. | |
| Παιδαγωγός | |
| τί δ᾽ ὧδ᾽ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ; | |
| Κλυταιμνήστρα | |
| δεινὸν τὸ τίκτειν ἐστίν· οὐδὲ γὰρ κακῶς | 770 |
| πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται. | |
| Παιδαγωγός | |
| μάτην ἄρ᾽ ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν. | |
| Κλυταιμνήστρα | |
| οὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις, | |
| εἴ μοι θανόντος πίστ᾽ ἔχων τεκμήρια | |
| προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς, | 775 |
| μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς | |
| ἀπεξενοῦτο καί μ᾽, ἐπεὶ τῆσδε χθονὸς | |
| ἐξῆλθεν, οὐκέτ᾽ εἶδεν, ἐγκαλῶν δέ μοι | |
| φόνους πατρῴους δείν᾽ ἐπηπείλει τελεῖν; | |
| ὥστ᾽ οὔτε νυκτὸς ὕπνον οὔτ᾽ ἐξ ἡμέρας | 780 |
| ἐμὲ στεγάζειν ἡδύν, ἀλλ᾽ ὁ προστατῶν | |
| χρόνος διῆγέ μ᾽ αἰὲν ὡς θανουμένην. | |
| νῦν δ᾽--ἡμέρᾳ γὰρ τῇδ᾽ ἀπήλλαγμαι φόβου | |
| πρὸς τῆσδ᾽ ἐκείνου θ᾽· ἥδε γὰρ μείζων βλάβη | |
| ξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνουσ᾽ ἀεὶ | 785 |
| ψυχῆς ἄκρατον αἷμα--νῦν δ᾽ ἕκηλά που | |
| τῶν τῆσδ᾽ ἀπειλῶν οὕνεχ᾽ ἡμερεύσομεν. | |
| Ἠλέκτρα | |
| οἴμοι τάλαινα· νῦν γὰρ οἰμῶξαι πάρα, | |
| Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθ᾽ ὧδ᾽ ἔχων | |
| πρὸς τῆσδ᾽ ὑβρίζει μητρός. ἆρ᾽ ἔχει καλῶς; | 790 |
| Κλυταιμνήστρα | |
| οὔτοι σύ· κεῖνος δ᾽ ὡς ἔχει καλῶς ἔχει. | |
| Ἠλέκτρα | |
| ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως. | |
| Κλυταιμνήστρα | |
| ἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς. | |
| Ἠλέκτρα | |
| ὕβριζε· νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις. | |
| Κλυταιμνήστρα | |
| οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε. | 795 |
| Ἠλέκτρα | |
| πεπαύμεθ᾽ ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν. | |
| Κλυταιμνήστρα | |
| πολλῶν ἂν ἥκοις, ὦ ξέν᾽, ἄξιος τυχεῖν, | |
| εἰ τήνδ᾽ ἔπαυσας τῆς πολυγλώσσου βοῆς. | |
| Παιδαγωγός | |
| οὐκοῦν ἀποστείχοιμ᾽ ἄν, εἰ τάδ᾽ εὖ κυρεῖ. | |
| Κλυταιμνήστρα | |
| ἥκιστ᾽· ἐπείπερ οὔτ᾽ ἐμοῦ κατάξι᾽ ἂν | 800 |
| πράξειας οὔτε τοῦ πορεύσαντος ξένου. | |
| ἀλλ᾽ εἴσιθ᾽ εἴσω· τήνδε δ᾽ ἔκτοθεν βοᾶν | |
| ἔα τά θ᾽ αὑτῆς καὶ τὰ τῶν φίλων κακά. | |
| Ἠλέκτρα | |
| ἆρ᾽ ὑμὶν ὡς ἀλγοῦσα κὠδυνωμένη | |
| δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖ | 805 |
| τὸν υἱὸν ἡ δύστηνος ὧδ᾽ ὀλωλότα; | |
| ἀλλ᾽ ἐγγελῶσα φροῦδος· ὦ τάλαιν᾽ ἐγώ. | |
| Ὀρέστα φίλταθ᾽, ὥς μ᾽ ἀπώλεσας θανών. | |
| ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸς | |
| αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι, | 810 |
| σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε | |
| κἀμοῦ ταλαίνης. νῦν δὲ ποῖ με χρὴ μολεῖν; | |
| μόνη γάρ εἰμι, σοῦ τ᾽ ἀπεστερημένη | |
| καὶ πατρός. ἤδη δεῖ με δουλεύειν πάλιν | |
| ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοὶ | 815 |
| φονεῦσι πατρός. ἆρά μοι καλῶς ἔχει; | |
| ἀλλ᾽ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνου | |
| ξύνοικος, εἴσειμ᾽, ἀλλὰ τῇδε πρὸς πύλῃ | |
| παρεῖσ᾽ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον. | |
| πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται, | 820 |
| τῶν ἔνδον ὄντων· ὡς χάρις μέν, ἢν κτάνῃ, | |
| λύπη δ᾽, ἐὰν ζῶ· τοῦ βίου δ᾽ οὐδεὶς πόθος. | |
| Χορός | |
| ποῦ ποτε κεραυνοὶ Διὸς ἢ ποῦ φαέθων | |
| Ἅλιος, εἰ ταῦτ᾽ ἐφορῶντες κρύπτουσιν ἕκηλοι; | 825 |
| Ἠλέκτρα | |
| ἒ ἔ, αἰαῖ. | |
| Χορός | |
| ὦ παῖ, τί δακρύεις; | |
| Ἠλέκτρα | |
| φεῦ. | |
| Χορός | |
| μηδὲν μέγ᾽ ἀΰσῃς. | 830 |
| Ἠλέκτρα | |
| ἀπολεῖς. | |
| Χορός | |
| --πῶς; | |
| Ἠλέκτρα | |
| εἰ τῶν φανερῶς οἰχομένων | |
| εἰς Ἀΐδαν ἐλπίδ᾽ ὑποίσεις, κατ᾽ ἐμοῦ τακομένας | |
| μᾶλλον ἐπεμβάσει. | 835 |
| Χορός | |
| οἶδα γὰρ ἄνακτ᾽ Ἀμφιάρεων χρυσοδέτοις | |
| ἕρκεσι κρυφθέντα γυναικῶν· καὶ νῦν ὑπὸ γαίας | |
| Ἠλέκτρα | |
| ἒ ἔ, ἰώ. | 840 |
| Χορός | |
| πάμψυχος ἀνάσσει. | |
| Ἠλέκτρα | |
| φεῦ. | |
| Χορός | |
| φεῦ δῆτ᾽· ὀλοὰ γὰρ | |
| Ἠλέκτρα | |
| ἐδάμη. | 845 |
| Χορός | |
| --ναί. | |
| Ἠλέκτρα | |
| οἶδ᾽ οἶδ᾽· ἐφάνη γὰρ μελέτωρ | |
| ἀμφὶ τὸν ἐν πένθει· ἐμοὶ δ᾽ οὔτις ἔτ᾽ ἔσθ᾽· ὃς γὰρ ἔτ᾽ ἦν, | |
| φροῦδος ἀναρπασθείς. | |
| Χορός | |
| δειλαία δειλαίων κυρεῖς. | |
| Ἠλέκτρα | |
| κἀγὼ τοῦδ᾽ ἴστωρ, ὑπερίστωρ, | 850 |
| πανσύρτῳ παμμήνῳ πολλῶν | |
| δεινῶν στυγνῶν τ᾽ αἰῶνι. | |
| Χορός | |
| εἴδομεν ἁθρήνεις. | |
| Ἠλέκτρα | |
| μή μέ νυν μηκέτι | 855 |
| παραγάγῃς, ἵν᾽ οὐ | |
| Χορός | |
| τί φής; | |
| Ἠλέκτρα | |
| πάρεισιν ἐλπίδων ἔτι κοινοτόκων | |
| εὐπατριδᾶν ἀρωγαί. | |
| Χορός | |
| πᾶσι θνατοῖς ἔφυ μόρος. | 860 |
| Ἠλέκτρα | |
| ἦ καὶ χαλάργοις ἐν ἁμίλλαις | |
| οὕτως, ὡς κείνῳ δυστάνῳ, | |
| τμητοῖς ὁλκοῖς ἐγκῦρσαι; | |
| Χορός | |
| ἄσκοπος ἁ λώβα. | |
| Ἠλέκτρα | |
| πῶς γὰρ οὔκ; εἰ ξένος | 865 |
| ἄτερ ἐμᾶν χερῶν | |
| Χορός | |
| παπαῖ. | |
| Ἠλέκτρα | |
| κέκευθεν, οὔτε του τάφου ἀντιάσας | |
| οὔτε γόων παρ᾽ ἡμῶν. | 870 |
| Χρυσόθεμις | |
| ὑφ᾽ ἡδονῆς τοι, φιλτάτη, διώκομαι | |
| τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν· | |
| φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν | |
| πάροιθεν εἶχες καὶ κατέστενες κακῶν | |
| Ἠλέκτρα | |
| πόθεν δ᾽ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων | 875 |
| ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστ᾽ ἰδεῖν; | |
| Χρυσόθεμις | |
| πάρεστ᾽ Ὀρέστης ἡμίν, ἴσθι τοῦτ᾽ ἐμοῦ | |
| κλύουσ᾽, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ. | |
| Ἠλέκτρα | |
| ἀλλ᾽ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖς | |
| σαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς; | 880 |
| Χρυσόθεμις | |
| μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλ᾽ οὐχ ὕβρει | |
| λέγω τάδ᾽, ἀλλ᾽ ἐκεῖνον ὡς παρόντα νῷν. | |
| Ἠλέκτρα | |
| οἴμοι τάλαινα· καὶ τίνος βροτῶν λόγον | |
| τόνδ᾽ εἰσακούσασ᾽ ὧδε πιστεύεις ἄγαν; | |
| Χρυσόθεμις | |
| ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ | 885 |
| σημεῖ᾽ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ. | |
| Ἠλέκτρα | |
| τίν᾽, ὦ τάλαιν᾽, ἔχουσα πίστιν; ἐς τί μοι | |
| βλέψασα θάλπει τῷδ᾽ ἀνηκέστῳ πυρί; | |
| Χρυσόθεμις | |
| πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου | |
| τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μωρὰν λέγῃς. | 890 |
| Ἠλέκτρα | |
| σὺ δ᾽ οὖν λέγ᾽, εἴ σοι τῷ λόγῳ τις ἡδονή. | |
| Χρυσόθεμις | |
| καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην. | |
| ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον, | |
| ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους | |
| πηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ | 895 |
| πάντων ὅσ᾽ ἐστὶν ἀνθέων θήκην πατρός. | |
| ἰδοῦσα δ᾽ ἔσχον θαῦμα, καὶ περισκοπῶ | |
| μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν. | |
| ὡς δ᾽ ἐν γαλήνῃ πάντ᾽ ἐδερκόμην τόπον, | |
| τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δ᾽ ὁρῶ | 900 |
| πυρᾶς νεώρη βόστρυχον τετμημένον· | |
| κεὐθὺς τάλαιν᾽ ὡς εἶδον, ἐμπαίει τί μοι | |
| ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν | |
| πάντων Ὀρέστου τοῦθ᾽ ὁρᾶν τεκμήριον· | |
| καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ, | 905 |
| χαρᾷ δὲ πίμπλημ᾽ εὐθὺς ὄμμα δακρύων. | |
| καὶ νῦν θ᾽ ὁμοίως καὶ τότ᾽ ἐξεπίσταμαι | |
| μή του τόδ᾽ ἀγλάϊσμα πλὴν κείνου μολεῖν· | |
| τῷ γὰρ προσήκει πλήν γ᾽ ἐμοῦ καὶ σοῦ τόδε; | |
| κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτ᾽ ἐπίσταμαι, | 910 |
| οὐδ᾽ αὖ σύ· πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺς | |
| ἔξεστ᾽ ἀκλαύστῳ τῆσδ᾽ ἀποστῆναι στέγης. | |
| ἀλλ᾽ οὐδὲ μὲν δὴ μητρὸς οὔθ᾽ ὁ νοῦς φιλεῖ | |
| τοιαῦτα πράσσειν οὔτε δρῶσ᾽ ἐλάνθαν᾽ ἄν· | |
| ἀλλ᾽ ἔστ᾽ Ὀρέστου ταῦτα τἀπιτύμβια. | 915 |
| ἀλλ᾽, ὦ φίλη, θάρσυνε· τοῖς αὐτοῖσί τοι | |
| οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ. | |
| νῷν ἦν τὰ πρόσθεν στυγνός· ἡ δὲ νῦν ἴσως | |
| πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν. | |
| Ἠλέκτρα | |
| φεῦ, τῆς ἀνοίας ὥς σ᾽ ἐποικτίρω πάλαι. | 920 |
| Χρυσόθεμις | |
| τί δ᾽ ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε; | |
| Ἠλέκτρα | |
| οὐκ οἶσθ᾽ ὅποι γῆς οὐδ᾽ ὅποι γνώμης φέρει. | |
| Χρυσόθεμις | |
| πῶς δ᾽ οὐκ ἐγὼ κάτοιδ᾽ ἅ γ᾽ εἶδον ἐμφανῶς; | |
| Ἠλέκτρα | |
| τέθνηκεν, ὦ τάλαινα, τἀκείνου δέ σοι | |
| σωτήρι᾽ ἔρρει· μηδὲν εἰς κεῖνόν γ᾽ ὅρα. | 925 |
| Χρυσόθεμις | |
| οἴμοι τάλαινα· τοῦ τάδ᾽ ἤκουσας βροτῶν; | |
| Ἠλέκτρα | |
| τοῦ πλησίον παρόντος, ἡνίκ᾽ ὤλλυτο. | |
| Χρυσόθεμις | |
| καὶ ποῦ ᾽στιν οὗτος; θαῦμά τοί μ᾽ ὑπέρχεται. | |
| Ἠλέκτρα | |
| κατ᾽ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής. | |
| Χρυσόθεμις | |
| οἴμοι τάλαινα· τοῦ γὰρ ἀνθρώπων ποτ᾽ ἦν | 930 |
| τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα; | |
| Ἠλέκτρα | |
| οἶμαι μάλιστ᾽ ἔγωγε τοῦ τεθνηκότος | |
| μνημεῖ᾽ Ὀρέστου ταῦτα προσθεῖναί τινα. | |
| Χρυσόθεμις | |
| ὦ δυστυχής· ἐγὼ δὲ σὺν χαρᾷ λόγους | |
| τοιούσδ᾽ ἔχουσ᾽ ἔσπευδον, οὐκ εἰδυῖ᾽ ἄρα | 935 |
| ἵν᾽ ἦμεν ἄτης· ἀλλὰ νῦν, ὅθ᾽ ἱκόμην, | |
| τά τ᾽ ὄντα πρόσθεν ἄλλα θ᾽ εὑρίσκω κακά. | |
| Ἠλέκτρα | |
| οὕτως ἔχει σοι ταῦτ᾽· ἐὰν δέ μοι πίθῃ, | |
| τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος. | |
| Χρυσόθεμις | |
| ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ; | 940 |
| Ἠλέκτρα | |
| οὐκ ἔσθ᾽ ὅ γ᾽ εἶπον· οὐ γὰρ ὧδ᾽ ἄφρων ἔφυν. | |
| Χρυσόθεμις | |
| τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος; | |
| Ἠλέκτρα | |
| τλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω. | |
| Χρυσόθεμις | |
| ἀλλ᾽ εἴ τις ὠφέλειά γ᾽, οὐκ ἀπώσομαι. | |
| Ἠλέκτρα | |
| ὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ. | 945 |
| Χρυσόθεμις | |
| ὁρῶ. ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω. | |
| Ἠλέκτρα | |
| ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν. | |
| παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων | |
| ὡς οὔτις ἡμῖν ἔστιν, ἀλλ᾽ Ἅιδης λαβὼν | |
| ἀπεστέρηκε καὶ μόνα λελείμμεθον. | 950 |
| ἐγὼ δ᾽ ἕως μὲν τὸν κασίγνητον βίῳ | |
| θάλλοντ᾽ ἔτ᾽ εἰσήκουον, εἶχον ἐλπίδας | |
| φόνου ποτ᾽ αὐτὸν πράκτορ᾽ ἵξεσθαι πατρός· | |
| νῦν δ᾽ ἡνίκ᾽ οὐκέτ᾽ ἔστιν, εἰς σὲ δὴ βλέπω, | |
| ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου | 955 |
| ξὺν τῇδ᾽ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖν | |
| Αἴγισθον· οὐδὲν γάρ σε δεῖ κρύπτειν μ᾽ ἔτι. | |
| ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίν᾽ ἐλπίδων | |
| βλέψασ᾽ ἔτ᾽ ὀρθήν; ᾗ πάρεστι μὲν στένειν | |
| πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ, | 960 |
| πάρεστι δ᾽ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου | |
| ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε. | |
| καὶ τῶνδε μέντοι μηκέτ᾽ ἐλπίσῃς ὅπως | |
| τεύξει ποτ᾽· οὐ γὰρ ὧδ᾽ ἄβουλός ἐστ᾽ ἀνὴρ | |
| Αἴγισθος ὥστε σόν ποτ᾽ ἢ κἀμὸν γένος | 965 |
| βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ. | |
| ἀλλ᾽ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν, | |
| πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω | |
| θανόντος οἴσει τοῦ κασιγνήτου θ᾽ ἅμα· | |
| ἔπειτα δ᾽, ὥσπερ ἐξέφυς, ἐλευθέρα | 970 |
| καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων | |
| τεύξει· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν. | |
| λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην | |
| σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσ᾽ ἐμοί; | |
| τίς γάρ ποτ᾽ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν | 975 |
| τοιοῖσδ᾽ ἐπαίνοις οὐχὶ δεξιώσεται· | |
| ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι, | |
| ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην, | |
| ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ | |
| ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου· | 980 |
| τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν, | |
| τώδ᾽ ἔν θ᾽ ἑορταῖς ἔν τε πανδήμῳ πόλει | |
| τιμᾶν ἅπαντας οὕνεκ᾽ ἀνδρείας χρεών. | |
| τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν, | |
| ζώσαιν θανούσαιν θ᾽ ὥστε μὴ ᾽κλιπεῖν κλέος. | 985 |
| ἀλλ᾽, ὦ φίλη, πείσθητι, συμπόνει πατρί, | |
| σύγκαμν᾽ ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ, | |
| παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσ᾽ ὅτι | |
| ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν. | |
| Χορός | |
| ἐν τοῖς τοιούτοις ἐστὶν ἡ προμηθία | 990 |
| καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος. | |
| Χρυσόθεμις | |
| καὶ πρίν γε φωνεῖν, ὦ γυναῖκες, εἰ φρενῶν | |
| ἐτύγχαν᾽ αὕτη μὴ κακῶν, ἐσῴζετ᾽ ἂν | |
| τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται. | |
| ποῖ γάρ ποτ᾽ ἐμβλέψασα τοιοῦτον θράσος | 995 |
| αὐτή θ᾽ ὁπλίζει κἄμ᾽ ὑπηρετεῖν καλεῖς; | |
| οὐκ εἰσορᾷς; γυνὴ μὲν οὐδ᾽ ἀνὴρ ἔφυς, | |
| σθένεις δ᾽ ἔλασσον τῶν ἐναντίων χερί. | |
| δαίμων δὲ τοῖς μὲν εὐτυχεῖ καθ᾽ ἡμέραν, | |
| ἡμῖν δ᾽ ἀπορρεῖ κἀπὶ μηδὲν ἔρχεται. | 1000 |
| τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖν | |
| ἄλυπος ἄτης ἐξαπαλλαχθήσεται; | |
| ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ | |
| κτησώμεθ᾽, εἴ τις τούσδ᾽ ἀκούσεται λόγους. | |
| λύει γὰρ ἡμῖν οὐδὲν οὐδ᾽ ἐπωφελεῖ | 1005 |
| βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν. | |
| οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλ᾽ ὅταν θανεῖν | |
| χρῄζων τις εἶτα μηδὲ τοῦτ᾽ ἔχῃ λαβεῖν. | |
| ἀλλ᾽ ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶν | |
| ἡμᾶς τ᾽ ὀλέσθαι κἀξερημῶσαι γένος, | 1010 |
| κατάσχες ὀργήν. καὶ τὰ μὲν λελεγμένα | |
| ἄρρητ᾽ ἐγώ σοι κἀτελῆ φυλάξομαι, | |
| αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ, | |
| σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν. | |
| Χορός | |
| πείθου· προνοίας οὐδὲν ἀνθρώποις ἔφυ | 1015 |
| κέρδος λαβεῖν ἄμεινον οὐδὲ νοῦ σοφοῦ. | |
| Ἠλέκτρα | |
| ἀπροσδόκητον οὐδὲν εἴρηκας· καλῶς δ᾽ | |
| ᾔδη σ᾽ ἀπορρίψουσαν ἁπηγγελλόμην. | |
| ἀλλ᾽ αὐτόχειρί μοι μόνῃ τε δραστέον | |
| τοὔργον τόδ᾽· οὐ γὰρ δὴ κενόν γ᾽ ἀφήσομεν. | 1020 |
| Χρυσόθεμις | |
| φεῦ· | |
| εἴθ᾽ ὤφελες τοιάδε τὴν γνώμην πατρὸς | |
| θνῄσκοντος εἶναι· πᾶν γὰρ ἂν κατειργάσω. | |
| Ἠλέκτρα | |
| ἀλλ᾽ ἦ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε. | |
| Χρυσόθεμις | |
| ἄσκει τοιαύτη νοῦν δι᾽ αἰῶνος μένειν. | |
| Ἠλέκτρα | |
| ὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε. | 1025 |
| Χρυσόθεμις | |
| εἰκὸς γὰρ ἐγχειροῦντα καὶ πράσσειν κακῶς. | |
| Ἠλέκτρα | |
| ζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ. | |
| Χρυσόθεμις | |
| ἀνέξομαι κλύουσα χὤταν εὖ λέγῃς. | |
| Ἠλέκτρα | |
| ἀλλ᾽ οὔ ποτ᾽ ἐξ ἐμοῦ γε μὴ πάθῃς τόδε. | |
| Χρυσόθεμις | |
| μακρὸς τὸ κρῖναι ταῦτα χὠ λοιπὸς χρόνος. | 1030 |
| Ἠλέκτρα | |
| ἄπελθε· σοὶ γὰρ ὠφέλησις οὐκ ἔνι. | |
| Χρυσόθεμις | |
| ἔνεστιν· ἀλλὰ σοὶ μάθησις οὐ πάρα. | |
| Ἠλέκτρα | |
| ἐλθοῦσα μητρὶ ταῦτα πάντ᾽ ἔξειπε σῇ. | |
| Χρυσόθεμις | |
| οὐδ᾽ αὖ τοσοῦτον ἔχθος ἐχθαίρω σ᾽ ἐγώ. | |
| Ἠλέκτρα | |
| ἀλλ᾽ οὖν ἐπίστω γ᾽ οἷ μ᾽ ἀτιμίας ἄγεις. | 1035 |
| Χρυσόθεμις | |
| ἀτιμίας μὲν οὔ, προμηθίας δὲ σοῦ. | |
| Ἠλέκτρα | |
| τῷ σῷ δικαίῳ δῆτ᾽ ἐπισπέσθαι με δεῖ; | |
| Χρυσόθεμις | |
| ὅταν γὰρ εὖ φρονῇς, τόθ᾽ ἡγήσει σὺ νῷν. | |
| Ἠλέκτρα | |
| ἦ δεινὸν εὖ λέγουσαν ἐξαμαρτάνειν. | |
| Χρυσόθεμις | |
| εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ. | 1040 |
| Ἠλέκτρα | |
| τί δ᾽; οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν; | |
| Χρυσόθεμις | |
| ἀλλ᾽ ἔστιν ἔνθα χἠ δίκη βλάβην φέρει. | |
| Ἠλέκτρα | |
| τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι. | |
| Χρυσόθεμις | |
| ἀλλ᾽ εἰ ποήσεις ταῦτ᾽, ἐπαινέσεις ἐμέ. | |
| Ἠλέκτρα | |
| καὶ μὴν ποήσω γ᾽ οὐδὲν ἐκπλαγεῖσά σε. | 1045 |
| Χρυσόθεμις | |
| καὶ τοῦτ᾽ ἀληθές, οὐδὲ βουλεύσει πάλιν; | |
| Ἠλέκτρα | |
| βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς. | |
| Χρυσόθεμις | |
| φρονεῖν ἔοικας οὐδὲν ὧν ἐγὼ λέγω. | |
| Ἠλέκτρα | |
| πάλαι δέδοκται ταῦτα κοὐ νεωστί μοι. | |
| Χρυσόθεμις | |
| ἄπειμι τοίνυν· οὔτε γὰρ σὺ τἄμ᾽ ἔπη | 1050 |
| τολμᾷς ἐπαινεῖν οὔτ᾽ ἐγὼ τοὺς σοὺς τρόπους. | |
| Ἠλέκτρα | |
| ἀλλ᾽ εἴσιθ᾽. οὔ σοι μὴ μεθέψομαί ποτε, | |
| οὐδ᾽ ἢν σφόδρ᾽ ἱμείρουσα τυγχάνῃς· ἐπεὶ | |
| πολλῆς ἀνοίας καὶ τὸ θηρᾶσθαι κενά. | |
| Χρυσόθεμις | |
| ἀλλ᾽ εἰ σεαυτῇ τυγχάνεις δοκοῦσά τι | 1055 |
| φρονεῖν, φρόνει τοιαῦθ᾽. ὅταν γὰρ ἐν κακοῖς | |
| ἤδη βεβήκῃς, τἄμ᾽ ἐπαινέσεις ἔπη. | |
| Χορός | |
| τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ἐσορώμενοι τροφᾶς | 1060 |
| κηδομένους ἀφ᾽ ὧν τε βλάστωσιν ἀφ᾽ ὧν τ᾽ ὄνασιν εὕρ- | |
| ωσι, τάδ᾽ οὐκ ἐπ᾽ ἴσας τελοῦμεν; | |
| ἀλλ᾽ οὐ τὰν Διὸς ἀστραπὰν | |
| καὶ τὰν οὐρανίαν Θέμιν, | |
| δαρὸν οὐκ ἀπόνητοι. | 1065 |
| ὦ χθονία βροτοῖσι φάμα, κατά μοι βόασον οἰκτρὰν | |
| ὄπα τοῖς ἔνερθ᾽ Ἀτρείδαις, ἀχόρευτα φέρουσ᾽ | |
| ὀνείδη· | |
| ὅτι σφὶν ἤδη τὰ μὲν ἐκ δόμων νοσεῖ δή, τὰ δὲ πρὸς τέκνων διπλῆ | 1070 |
| φύλοπις οὐκέτ᾽ ἐξισοῦται φιλοτασίῳ διαί- | |
| τᾳ· πρόδοτος δὲ μόνα σαλεύει | |
| Ἠλέκτρα, τὸν ἀεὶ πατρὸς | 1075 |
| δειλαία στενάχουσ᾽, ὅπως | |
| ἁ πάνδυρτος ἀηδών, | |
| οὔτε τι τοῦ θανεῖν προμηθὴς τό τε μὴ βλέπειν ἑτοίμα, | |
| διδύμαν ἑλοῦσ᾽ Ἐρινύν· τίς ἂν εὔπατρις ὧδε βλάστοι; | 1080 |
| οὐδεὶς τῶν ἀγαθῶν γὰρ | |
| ζῶν κακῶς εὔκλειαν αἰσχῦναι θέλει | |
| νώνυμος, ὦ παῖ παῖ. | |
| ὡς καὶ σὺ πάγκλαυτον αἰῶνα κοινὸν εἵλου, | 1085 |
| τὸ μὴ καλὸν καθοπλίσασα, δύο φέρειν ἐν ἑνὶ λόγῳ, | |
| σοφά τ᾽ ἀρίστα τε παῖς κεκλῆσθαι. | |
| ζῴης μοι καθύπερθεν | 1090 |
| χειρὶ καὶ πλούτῳ τεῶν ἐχθρῶν ὅσον | |
| νῦν ὑπόχειρ ναίεις· | |
| ἐπεί σ᾽ ἐφηύρηκα μοίρᾳ μὲν οὐκ ἐν ἐσθλᾷ | |
| βεβῶσαν, ἃ δὲ μέγιστ᾽ ἔβλαστε νόμιμα, τῶνδε φερομέναν | 1095 |
| ἄριστα τᾷ Ζηνὸς εὐσεβείᾳ. | |
| Ὀρέστης | |
| ἆρ᾽, ὦ γυναῖκες, ὀρθά τ᾽ εἰσηκούσαμεν | |
| ὀρθῶς θ᾽ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν; | |
| Χορός | |
| τί δ᾽ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει; | 1100 |
| Ὀρέστης | |
| Αἴγισθον ἔνθ᾽ ᾤκηκεν ἱστορῶ πάλαι. | |
| Χορός | |
| ἀλλ᾽ εὖ θ᾽ ἱκάνεις χὠ φράσας ἀζήμιος. | |
| Ὀρέστης | |
| τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν | |
| ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν; | |
| Χορός | |
| ἥδ᾽, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών. | 1105 |
| Ὀρέστης | |
| ἴθ᾽, ὦ γύναι, δήλωσον εἰσελθοῦσ᾽ ὅτι | |
| Φωκῆς ματεύουσ᾽ ἄνδρες Αἴγισθόν τινες, | |
| Ἠλέκτρα | |
| οἴμοι τάλαιν᾽, οὐ δή ποθ᾽ ἧς ἠκούσαμεν | |
| φήμης φέροντες ἐμφανῆ τεκμήρια; | |
| Ὀρέστης | |
| οὐκ οἶδα τὴν σὴν κληδόν᾽· ἀλλά μοι γέρων | 1110 |
| ἐφεῖτ᾽ Ὀρέστου Στρόφιος ἀγγεῖλαι πέρι. | |
| Ἠλέκτρα | |
| τί δ᾽ ἔστιν, ὦ ξέν᾽; ὥς μ᾽ ὑπέρχεται φόβος. | |
| Ὀρέστης | |
| φέροντες αὐτοῦ σμικρὰ λείψαν᾽ ἐν βραχεῖ | |
| τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν. | |
| Ἠλέκτρα | |
| οἲ ᾽γὼ τάλαινα, τοῦτ᾽ ἐκεῖν᾽ ἤδη σαφὲς | 1115 |
| πρόχειρον ἄχθος, ὡς ἔοικε, δέρκομαι. | |
| Ὀρέστης | |
| εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν, | |
| τόδ᾽ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον. | |
| Ἠλέκτρα | |
| ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε | |
| κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν, | 1120 |
| ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ | |
| ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ. | |
| Ὀρέστης | |
| δόθ᾽, ἥτις ἐστί, προσφέροντες· οὐ γὰρ ὡς | |
| ἐν δυσμενείᾳ γ᾽ οὖσ᾽ ἐπαιτεῖται τάδε, | |
| ἀλλ᾽ ἢ φίλων τις ἢ πρὸς αἵματος φύσιν. | 1125 |
| Ἠλέκτρα | |
| ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ | |
| ψυχῆς Ὀρέστου λοιπόν, ὥς σ᾽ ἀπ᾽ ἐλπίδων | |
| οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην. | |
| νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν, | |
| δόμων δέ σ᾽, ὦ παῖ, λαμπρὸν ἐξέπεμψ᾽ ἐγώ. | 1130 |
| ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον, | |
| πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν | |
| κλέψασα ταῖνδε κἀνασώσασθαι φόνου, | |
| ὅπως θανὼν ἔκεισο τῇ τόθ᾽ ἡμέρᾳ, | |
| τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος. | 1135 |
| νῦν δ᾽ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς | |
| κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα, | |
| κοὔτ᾽ ἐν φίλαισι χερσὶν ἡ τάλαιν᾽ ἐγὼ | |
| λουτροῖς σ᾽ ἐκόσμησ᾽ οὔτε παμφλέκτου πυρὸς | |
| ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος, | 1140 |
| ἀλλ᾽ ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλας | |
| σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει. | |
| οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆς | |
| ἀνωφελήτου, τὴν ἐγὼ θάμ᾽ ἀμφὶ σοὶ | |
| πόνῳ γλυκεῖ παρέσχον· οὔτε γάρ ποτε | 1145 |
| μητρὸς σύ γ᾽ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος, | |
| οὔθ᾽ οἱ κατ᾽ οἶκον ἦσαν, ἀλλ᾽ ἐγὼ τροφός, | |
| ἐγὼ δ᾽ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί. | |
| νῦν δ᾽ ἐκλέλοιπε ταῦτ᾽ ἐν ἡμέρᾳ μιᾷ | |
| θανόντι σὺν σοί· πάντα γὰρ συναρπάσας | 1150 |
| θύελλ᾽ ὅπως βέβηκας. οἴχεται πατήρ· | |
| τέθνηκ᾽ ἐγὼ σοί· φροῦδος αὐτὸς εἶ θανών· | |
| γελῶσι δ᾽ ἐχθροί· μαίνεται δ᾽ ὑφ᾽ ἡδονῆς | |
| μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις | |
| φήμας λάθρᾳ προύπεμπες ὡς φανούμενος | 1155 |
| τιμωρὸς αὐτός. ἀλλὰ ταῦθ᾽ ὁ δυστυχὴς | |
| δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο, | |
| ὅς σ᾽ ὧδέ μοι προύπεμψεν ἀντὶ φιλτάτης | |
| μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ. | |
| οἴμοι μοι. | 1160 |
| ὦ δέμας οἰκτρόν. φεῦ φεῦ. | |
| ὦ δεινοτάτας, οἴμοι μοι, | |
| πεμφθεὶς κελεύθους, φίλταθ᾽, ὥς μ᾽ ἀπώλεσας· | |
| ἀπώλεσας δῆτ᾽, ὦ κασίγνητον κάρα. | |
| τοιγὰρ σὺ δέξαι μ᾽ ἐς τὸ σὸν τόδε στέγος, | 1165 |
| τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω | |
| ναίω τὸ λοιπόν· καὶ γὰρ ἡνίκ᾽ ἦσθ᾽ ἄνω, | |
| ξὺν σοὶ μετεῖχον τῶν ἴσων, καὶ νῦν ποθῶ | |
| τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου. | |
| τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους. | 1170 |
| Χορός | |
| θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει, | |
| θνητὸς δ᾽ Ὀρέστης. ὥστε μὴ λίαν στένε. | |
| πᾶσιν γὰρ ἡμῖν τοῦτ᾽ ὀφείλεται παθεῖν. | |
| Ὀρέστης | |
| φεῦ φεῦ. τί λέξω; ποῖ λόγων ἀμηχανῶν | |
| ἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω. | 1175 |
| Ἠλέκτρα | |
| τί δ᾽ ἔσχες ἄλγος; πρὸς τί τοῦτ᾽ εἰπὼν κυρεῖς; | |
| Ὀρέστης | |
| ἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε; | |
| Ἠλέκτρα | |
| τόδ᾽ ἔστ᾽ ἐκεῖνο, καὶ μάλ᾽ ἀθλίως ἔχον. | |
| Ὀρέστης | |
| οἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς. | |
| Ἠλέκτρα | |
| οὐ δή ποτ᾽, ὦ ξέν᾽, ἀμφ᾽ ἐμοὶ στένεις τάδε; | 1180 |
| Ὀρέστης | |
| ὦ σῶμ᾽ ἀτίμως κἀθέως ἐφθαρμένον. | |
| Ἠλέκτρα | |
| οὔτοι ποτ᾽ ἄλλην ἢ ᾽μὲ δυσφημεῖς, ξένε. | |
| Ὀρέστης | |
| φεῦ τῆς ἀνύμφου δυσμόρου τε σῆς τροφῆς, | |
| Ἠλέκτρα | |
| τί δή ποτ᾽, ὦ ξέν᾽, ὧδ᾽ ἐπισκοπῶν στένεις; | |
| Ὀρέστης | |
| ὡς οὐκ ἄρ᾽ ᾔδη τῶν ἐμῶν οὐδὲν κακῶν. | 1185 |
| Ἠλέκτρα | |
| ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων; | |
| Ὀρέστης | |
| ὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν. | |
| Ἠλέκτρα | |
| καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν. | |
| Ὀρέστης | |
| καὶ πῶς γένοιτ᾽ ἂν τῶνδ᾽ ἔτ᾽ ἐχθίω βλέπειν; | |
| Ἠλέκτρα | |
| ὁθούνεκ᾽ εἰμὶ τοῖς φονεῦσι σύντροφος | 1190 |
| Ὀρέστης | |
| τοῖς τοῦ; πόθεν τοῦτ᾽ ἐξεσήμηνας κακόν; | |
| Ἠλέκτρα | |
| τοῖς πατρός· εἶτα τοῖσδε δουλεύω βίᾳ. | |
| Ὀρέστης | |
| τίς γάρ σ᾽ ἀνάγκῃ τῇδε προτρέπει βροτῶν; | |
| Ἠλέκτρα | |
| μήτηρ καλεῖται, μητρὶ δ᾽ οὐδὲν ἐξισοῖ. | |
| Ὀρέστης | |
| τί δρῶσα; πότερα χερσὶν ἢ λύμῃ βίου; | 1195 |
| Ἠλέκτρα | |
| καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς. | |
| Ὀρέστης | |
| οὐδ᾽ οὑπαρήξων οὐδ᾽ ὁ κωλύσων πάρα; | |
| Ἠλέκτρα | |
| οὐ δῆθ᾽. ὃς ἦν γάρ μοι σὺ προὔθηκας σποδόν. | |
| Ὀρέστης | |
| ὦ δύσποτμ᾽, ὡς ὁρῶν σ᾽ ἐποικτίρω πάλαι. | |
| Ἠλέκτρα | |
| μόνος βροτῶν νυν ἴσθ᾽ ἐποικτίρας ποτέ. | 1200 |
| Ὀρέστης | |
| μόνος γὰρ ἥκω τοῖς ἴσοις ἀλγῶν κακοῖς. | |
| Ἠλέκτρα | |
| οὐ δή ποθ᾽ ἡμῖν ξυγγενὴς ἥκεις ποθέν; | |
| Ὀρέστης | |
| ἐγὼ φράσαιμ᾽ ἄν, εἰ τὸ τῶνδ᾽ εὔνουν πάρα. | |
| Ἠλέκτρα | |
| ἀλλ᾽ ἐστὶν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς. | |
| Ὀρέστης | |
| μέθες τόδ᾽ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς. | 1205 |
| Ἠλέκτρα | |
| μὴ δῆτα πρὸς θεῶν τοῦτό μ᾽ ἐργάσῃ, ξένε. | |
| Ὀρέστης | |
| πείθου λέγοντι κοὐχ ἁμαρτήσει ποτέ. | |
| Ἠλέκτρα | |
| μή, πρὸς γενείου, μὴ ᾽ξέλῃ τὰ φίλτατα. | |
| Ὀρέστης | |
| οὔ φημ᾽ ἐάσειν. | |
| Ἠλέκτρα | |
| --ὦ τάλαιν᾽ ἐγὼ σέθεν, | |
| Ὀρέστα, τῆς σῆς εἰ στερήσομαι ταφῆς. | 1210 |
| Ὀρέστης | |
| εὔφημα φώνει· πρὸς δίκης γὰρ οὐ στένεις. | |
| Ἠλέκτρα | |
| πῶς τὸν θανόντ᾽ ἀδελφὸν οὐ δίκῃ στένω; | |
| Ὀρέστης | |
| οὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν. | |
| Ἠλέκτρα | |
| οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος; | |
| Ὀρέστης | |
| ἄτιμος οὐδενὸς σύ· τοῦτο δ᾽ οὐχὶ σόν. | 1215 |
| Ἠλέκτρα | |
| εἴπερ γ᾽ Ὀρέστου σῶμα βαστάζω τόδε; | |
| Ὀρέστης | |
| ἀλλ᾽ οὐκ Ὀρέστου, πλὴν λόγῳ γ᾽ ἠσκημένον. | |
| Ἠλέκτρα | |
| ποῦ δ᾽ ἔστ᾽ ἐκείνου τοῦ ταλαιπώρου τάφος; | |
| Ὀρέστης | |
| οὐκ ἔστι· τοῦ γὰρ ζῶντος οὐκ ἔστιν τάφος. | |
| Ἠλέκτρα | |
| πῶς εἶπας, ὦ παῖ; | 1220 |
| Ὀρέστης | |
| --ψεῦδος οὐδὲν ὧν λέγω. | |
| Ἠλέκτρα | |
| ἦ ζῇ γὰρ ἁνήρ; | |
| Ὀρέστης | |
| --εἴπερ ἔμψυχός γ᾽ ἐγώ. | |
| Ἠλέκτρα | |
| ἦ γὰρ σὺ κεῖνος; | |
| Ὀρέστης | |
| --τήνδε προσβλέψασά μου | |
| σφραγῖδα πατρὸς ἔκμαθ᾽ εἰ σαφῆ λέγω. | |
| Ἠλέκτρα | |
| ὦ φίλτατον φῶς. | |
| Ὀρέστης | |
| --φίλτατον, συμμαρτυρῶ. | |
| Ἠλέκτρα | |
| ὦ φθέγμ᾽, ἀφίκου; | 1225 |
| Ὀρέστης | |
| --μηκέτ᾽ ἄλλοθεν πύθῃ, | |
| Ἠλέκτρα | |
| ἔχω σε χερσίν; | |
| Ὀρέστης | |
| --ὡς τὰ λοίπ᾽ ἔχοις ἀεί. | |
| Ἠλέκτρα | |
| ὦ φίλταται γυναῖκες, ὦ πολίτιδες, | |
| ὁρᾶτ᾽ Ὀρέστην τόνδε, μηχαναῖσι μὲν | |
| θανόντα, νῦν δὲ μηχαναῖς σεσωσμένον. | |
| Χορός | |
| ὁρῶμεν, ὦ παῖ, κἀπὶ συμφοραῖσί μοι | 1230 |
| γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο. | |
| Ἠλέκτρα | |
| ἰὼ γοναί, | |
| γοναὶ σωμάτων ἐμοὶ φιλτάτων, | |
| ἐμόλετ᾽ ἀρτίως, | |
| ἐφηύρετ᾽, ἤλθετ᾽, εἴδεθ᾽ οὓς ἐχρῄζετε. | 1235 |
| Ὀρέστης | |
| πάρεσμεν· ἀλλὰ σῖγ᾽ ἔχουσα πρόσμενε. | |
| Ἠλέκτρα | |
| τί δ᾽ ἔστιν; | |
| Ὀρέστης | |
| σιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ. | |
| Ἠλέκτρα | |
| ἀλλ᾽ οὐ μὰ τὴν ἄδμητον αἰὲν Ἄρτεμιν, | |
| τόδε μὲν οὔ ποτ᾽ ἀξιώσω τρέσαι, | 1240 |
| περισσὸν ἄχθος ἔνδον | |
| γυναικῶν ὂν αἰεί. | |
| Ὀρέστης | |
| ὅρα γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρης | |
| ἔνεστιν· εὖ δ᾽ ἔξοισθα πειραθεῖσά που. | |
| Ἠλέκτρα | |
| ὀτοτοτοτοῖ τοτοῖ, | 1245 |
| ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον, | |
| οὐδέ ποτε λησόμενον ἁμέτερον | |
| οἷον ἔφυ κακόν. | 1250 |
| Ὀρέστης | |
| ἔξοιδα, παῖ, ταῦτ᾽· ἀλλ᾽ ὅταν παρουσία | |
| φράζῃ, τότ᾽ ἔργων τῶνδε μεμνῆσθαι χρεών. | |
| Ἠλέκτρα | |
| ὁ πᾶς ἐμοί, | |
| ὁ πᾶς ἂν πρέποι παρὼν ἐννέπειν | |
| τάδε δίκᾳ χρόνος· | 1255 |
| μόλις γὰρ ἔσχον νῦν ἐλεύθερον στόμα. | |
| Ὀρέστης | |
| ξύμφημι κἀγώ· τοιγαροῦν σῴζου τόδε. | |
| Ἠλέκτρα | |
| τί δρῶσα; | |
| Ὀρέστης | |
| οὗ μή ᾽στι καιρὸς μὴ μακρὰν βούλου λέγειν. | |
| Ἠλέκτρα | |
| τίς οὖν ἂν ἀξίαν γε σοῦ πεφηνότος | 1260 |
| μεταβάλοιτ᾽ ἂν ὧδε σιγὰν λόγων; | |
| ἐπεί σε νῦν ἀφράστως | |
| ἀέλπτως τ᾽ ἐσεῖδον. | |
| Ὀρέστης | |
| τότ᾽ εἶδες, εὖτε θεοί μ᾽ ἐπώτρυναν μολεῖν | |
| < | |
| > | |
| Ἠλέκτρα | |
| ἔφρασας ὑπερτέραν | 1265 |
| τᾶς πάρος ἔτι χάριτος, εἴ σε θεὸς ἐπόρισεν | |
| ἁμέτερα πρὸς μέλαθρα· δαιμόνιον | |
| αὐτὸ τίθημ᾽ ἐγώ. | 1270 |
| Ὀρέστης | |
| τὰ μέν σ᾽ ὀκνῶ χαίρουσαν εἰργαθεῖν, τὰ δὲ | |
| δέδοικα λίαν ἡδονῇ νικωμένην. | |
| Ἠλέκτρα | |
| ἰὼ χρόνῳ μακρῷ φιλτάταν ὁδὸν | |
| ἐπαξιώσας ὧδέ μοι φανῆναι, | |
| μή τί με, πολύπονον ὧδ᾽ ἰδὼν | 1275 |
| Ὀρέστης | |
| τί μὴ ποήσω; | |
| Ἠλέκτρα | |
| --μή μ᾽ ἀποστερήσῃς | |
| τῶν σῶν προσώπων ἁδονὰν μεθέσθαι. | |
| Ὀρέστης | |
| ἦ κάρτα κἂν ἄλλοισι θυμοίμην ἰδών. | |
| Ἠλέκτρα | |
| ξυναινεῖς; | 1280 |
| Ὀρέστης | |
| --τί μὴν οὔ; | |
| Ἠλέκτρα | |
| ὦ φίλαι, ἔκλυον ἃν ἐγὼ οὐδ᾽ ἂν ἤλπισ᾽ αὐδάν, | |
| οὐδ᾽ ἂν ἔσχον ὁρμὰν | |
| ἄναυδον οὐδὲ σὺν βοᾷ κλύουσα, | |
| τάλαινα. νῦν δ᾽ ἔχω σε· προυφάνης δὲ | 1285 |
| φιλτάταν ἔχων πρόσοψιν, | |
| ἇς ἐγὼ οὐδ᾽ ἂν ἐν κακοῖς λαθοίμαν. | |
| Ὀρέστης | |
| τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες, | |
| καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με, | |
| μήθ᾽ ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμων | 1290 |
| ἀντλεῖ, τὰ δ᾽ ἐκχεῖ, τὰ δὲ διασπείρει μάτην· | |
| χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος. | |
| ἃ δ᾽ ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳ | |
| σήμαιν᾽, ὅπου φανέντες ἢ κεκρυμμένοι | |
| γελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ. | 1295 |
| οὕτω δ᾽ ὅπως μήτηρ σε μὴ ᾽πιγνώσεται | |
| φαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους· | |
| ἀλλ᾽ ὡς ἐπ᾽ ἄτῃ τῇ μάτην λελεγμένῃ | |
| στέναζ᾽· ὅταν γὰρ εὐτυχήσωμεν, τότε | |
| χαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως. | 1300 |
| Ἠλέκτρα | |
| ἀλλ᾽ ὦ κασίγνηθ᾽, ὧδ᾽ ὅπως καὶ σοὶ φίλον | |
| καὶ τοὐμὸν ἔσται τῇδ᾽· ἐπεὶ τὰς ἡδονὰς | |
| πρὸς σοῦ λαβοῦσα κοὐκ ἐμὰς ἐκτησάμην, | |
| κοὐδ᾽ ἄν σε λυπήσασα δεξαίμην βραχὺ | |
| αὐτὴ μέγ᾽ εὑρεῖν κέρδος· οὐ γὰρ ἂν καλῶς | 1305 |
| ὑπηρετοίην τῷ παρόντι δαίμονι. | |
| ἀλλ᾽ οἶσθα μὲν τἀνθένδε, πῶς γὰρ οὔ; κλύων | |
| ὁθούνεκ᾽ Αἴγισθος μὲν οὐ κατὰ στέγας, | |
| μήτηρ δ᾽ ἐν οἴκοις· ἣν σὺ μὴ δείσῃς ποθ᾽ ὡς | |
| γέλωτι τοὐμὸν φαιδρὸν ὄψεται κάρα. | 1310 |
| μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι, | |
| κἀπεί σ᾽ ἐσεῖδον, οὔ ποτ᾽ ἐκλήξω χαρᾷ | |
| δακρυρροοῦσα· πῶς γὰρ ἂν λήξαιμ᾽ ἐγώ, | |
| ἥτις μιᾷ σε τῇδ᾽ ὁδῷ θανόντα τε | |
| καὶ ζῶντ᾽ ἐσεῖδον; εἴργασαι δέ μ᾽ ἄσκοπα· | 1315 |
| ὥστ᾽ εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτ᾽ ἂν | |
| τέρας νομίζειν αὐτό, πιστεύειν δ᾽ ὁρᾶν. | |
| ὅτ᾽ οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδόν, | |
| ἄρχ᾽ αὐτὸς ὥς σοι θυμός· ὡς ἐγὼ μόνη | |
| οὐκ ἂν δυοῖν ἥμαρτον· ἢ γὰρ ἂν καλῶς | 1320 |
| ἔσωσ᾽ ἐμαυτὴν ἢ καλῶς ἀπωλόμην. | |
| Ὀρέστης | |
| σιγᾶν ἐπῄνεσ᾽ ὡς ἐπ᾽ ἐξόδῳ κλύω | |
| τῶν ἔνδοθεν χωροῦντος. | |
| Ἠλέκτρα | |
| --εἴσιτ᾽, ὦ ξένοι, | |
| ἄλλως τε καὶ φέροντες οἷ᾽ ἂν οὔτε τις | |
| δόμων ἀπώσαιτ᾽ οὔτ᾽ ἂν ἡσθείη λαβών. | 1325 |
| Παιδαγωγός | |
| ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι, | |
| πότερα παρ᾽ οὐδὲν τοῦ βίου κήδεσθ᾽ ἔτι | |
| ἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενής, | |
| ὅτ᾽ οὐ παρ᾽ αὐτοῖς, ἀλλ᾽ ἐν αὐτοῖσιν κακοῖς | |
| τοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε; | 1330 |
| ἀλλ᾽ εἰ σταθμοῖσι τοῖσδε μὴ ᾽κύρουν ἐγὼ | |
| πάλαι φυλάσσων, ἦν ἂν ὑμὶν ἐν δόμοις | |
| τὰ δρώμεν᾽ ὑμῶν πρόσθεν ἢ τὰ σώματα· | |
| νῦν δ᾽ εὐλάβειαν τῶνδε προυθέμην ἐγώ. | |
| καὶ νῦν ἀπαλλαχθέντε τῶν μακρῶν λόγων | 1335 |
| καὶ τῆς ἀπλήστου τῆσδε σὺν χαρᾷ βοῆς | |
| εἴσω παρέλθεθ᾽, ὡς τὸ μὲν μέλλειν κακὸν | |
| ἐν τοῖς τοιούτοις ἔστ᾽, ἀπηλλάχθαι δ᾽ ἀκμή. | |
| Ὀρέστης | |
| πῶς οὖν ἔχει τἀντεῦθεν εἰσιόντι μοι; | |
| Παιδαγωγός | |
| καλῶς· ὑπάρχει γάρ σε μὴ γνῶναί τινα. | 1340 |
| Ὀρέστης | |
| ἤγγειλας, ὡς ἔοικεν, ὡς τεθνηκότα. | |
| Παιδαγωγός | |
| εἷς τῶν ἐν Ἅιδου μάνθαν᾽ ἐνθάδ᾽ ὢν ἀνήρ. | |
| Ὀρέστης | |
| χαίρουσιν οὖν τούτοισιν; ἢ τίνες λόγοι; | |
| Παιδαγωγός | |
| τελουμένων εἴποιμ᾽ ἄν· ὡς δὲ νῦν ἔχει, | |
| καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς. | 1345 |
| Ἠλέκτρα | |
| τίς οὗτός ἐστ᾽, ἀδελφέ; πρὸς θεῶν φράσον. | |
| Ὀρέστης | |
| οὐχὶ ξυνίης; | |
| Ἠλέκτρα | |
| --οὐδέ γ᾽ ἐς θυμὸν φέρω. | |
| Ὀρέστης | |
| οὐκ οἶσθ᾽ ὅτῳ μ᾽ ἔδωκας εἰς χέρας ποτέ; | |
| Ἠλέκτρα | |
| ποίῳ; τί φωνεῖς; | |
| Ὀρέστης | |
| --οὗ τὸ Φωκέων πέδον | |
| ὑπεξεπέμφθην σῇ προμηθίᾳ χεροῖν. | 1350 |
| Ἠλέκτρα | |
| ἦ κεῖνος οὗτος, ὅν ποτ᾽ ἐκ πολλῶν ἐγὼ | |
| μόνον προσηῦρον πιστὸν ἐν πατρὸς φόνῳ; | |
| Ὀρέστης | |
| ὅδ᾽ ἐστί· μή μ᾽ ἔλεγχε πλείοσιν λόγοις. | |
| Ἠλέκτρα | |
| ὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμων | |
| Ἀγαμέμνονος, πῶς ἦλθες; ἦ σὺ κεῖνος εἶ, | 1355 |
| ὃς τόνδε κἄμ᾽ ἔσωσας ἐκ πολλῶν πόνων; | |
| ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δ᾽ ἔχων | |
| ποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαι | |
| ξυνών μ᾽ ἔληθες οὐδ᾽ ἔφαινες, ἀλλά με | |
| λόγοις ἀπώλλυς, ἔργ᾽ ἔχων ἥδιστ᾽ ἐμοί; | 1360 |
| χαῖρ᾽, ὦ πάτερ· πατέρα γὰρ εἰσορᾶν δοκῶ· | |
| χαῖρ᾽· ἴσθι δ᾽ ὡς μάλιστά σ᾽ ἀνθρώπων ἐγὼ | |
| ἤχθηρα κἀφίλησ᾽ ἐν ἡμέρᾳ μιᾷ. | |
| Παιδαγωγός | |
| ἀρκεῖν δοκεῖ μοι· τοὺς γὰρ ἐν μέσῳ λόγους | |
| πολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τ᾽ ἴσαι, | 1365 |
| αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ. | |
| σφῷν δ᾽ ἐννέπω γε τοῖν παρεστώτοιν ὅτι | |
| νῦν καιρὸς ἔρδειν· νῦν Κλυταιμνήστρα μόνη, | |
| νῦν οὔτις ἀνδρῶν ἔνδον· εἰ δ᾽ ἐφέξετον, | |
| φροντίζεθ᾽ ὡς τούτοις τε καὶ σοφωτέροις | 1370 |
| ἄλλοισι τούτων πλείοσιν μαχούμενοι. | |
| Ὀρέστης | |
| οὐκ ἂν μακρῶν ἔθ᾽ ἡμὶν οὐδὲν ἂν λόγων, | |
| Πυλάδη, τόδ᾽ εἴη τοὔργον, ἀλλ᾽ ὅσον τάχος | |
| χωρεῖν ἔσω, πατρῷα προσκύσανθ᾽ ἕδη | |
| θεῶν, ὅσοιπερ πρόπυλα ναίουσιν τάδε. | 1375 |
| Ἠλέκτρα | |
| ἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύε | |
| ἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴ | |
| ἀφ᾽ ὧν ἔχοιμι λιπαρεῖ προύστην χερί. | |
| νῦν δ᾽, ὦ Λύκει᾽ Ἄπολλον, ἐξ οἵων ἔχω | |
| αἰτῶ, προπίτνω, λίσσομαι, γενοῦ πρόφρων | 1380 |
| ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων, | |
| καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμια | |
| τῆς δυσσεβείας οἷα δωροῦνται θεοί. | |
| Χορός | |
| ἴδεθ᾽ ὅποι προνέμεται | |
| τὸ δυσέριστον αἷμα φυσῶν Ἄρης. | 1385 |
| βεβᾶσιν ἄρτι δωμάτων ὑπόστεγοι | |
| μετάδρομοι κακῶν πανουργημάτων ἄφυκτοι κύνες, | |
| ὥστ᾽ οὐ μακρὰν ἔτ᾽ ἀμμενεῖ | |
| τοὐμὸν φρενῶν ὄνειρον αἰωρούμενον. | 1390 |
| παράγεται γὰρ ἐνέρων | |
| δολιόπους ἀρωγὸς εἴσω στέγας, | |
| ἀρχαιόπλουτα πατρὸς εἰς ἑδώλια, | |
| νεακόνητον αἷμα χειροῖν ἔχων· ὁ Μαίας δὲ παῖς | 1395 |
| Ἑρμῆς σφ᾽ ἄγει δόλον σκότῳ | |
| κρύψας πρὸς αὐτὸ τέρμα κοὐκέτ᾽ ἀμμένει. | |
| Ἠλέκτρα | |
| ὦ φίλταται γυναῖκες, ἅνδρες αὐτίκα | |
| τελοῦσι τοὔργον· ἀλλὰ σῖγα πρόσμενε. | |
| Χορός | |
| πῶς δή; τί νῦν πράσσουσιν; | 1400 |
| Ἠλέκτρα | |
| --ἡ μὲν ἐς τάφον | |
| λέβητα κοσμεῖ, τὼ δ᾽ ἐφέστατον πέλας. | |
| Χορός | |
| σὺ δ᾽ ἐκτὸς ᾖξας πρὸς τί; | |
| Ἠλέκτρα | |
| --φρουρήσουσ᾽ ὅπως | |
| Αἴγισθος ἡμᾶς μὴ λάθῃ μολὼν ἔσω. | |
| Κλυταιμνήστρα | |
| αἰαῖ. ἰὼ στέγαι | |
| φίλων ἔρημοι, τῶν δ᾽ ἀπολλύντων πλέαι. | 1405 |
| Ἠλέκτρα | |
| βοᾷ τις ἔνδον· οὐκ ἀκούετ᾽, ὦ φίλαι; | |
| Χορός | |
| ἤκουσ᾽ ἀνήκουστα δύστανος, ὥστε φρῖξαι. | |
| Κλυταιμνήστρα | |
| οἴμοι τάλαιν᾽· Αἴγισθε, ποῦ ποτ᾽ ὢν κυρεῖς; | |
| Ἠλέκτρα | |
| ἰδοὺ μάλ᾽ αὖ θροεῖ τις. | 1410 |
| Κλυταιμνήστρα | |
| --ὦ τέκνον τέκνον, | |
| οἴκτιρε τὴν τεκοῦσαν. | |
| Ἠλέκτρα | |
| --ἀλλ᾽ οὐκ ἐκ σέθεν | |
| ᾠκτίρεθ᾽ οὗτος οὐδ᾽ ὁ γεννήσας πατήρ. | |
| Χορός | |
| ὦ πόλις, ὦ γενεὰ τάλαινα, νῦν σοι | |
| μοῖρα καθαμερία φθίνει φθίνει. | |
| Κλυταιμνήστρα | |
| ὤμοι πέπληγμαι. | 1415 |
| Ἠλέκτρα | |
| --παῖσον, εἰ σθένεις, διπλῆν. | |
| Κλυταιμνήστρα | |
| ὤμοι μάλ᾽ αὖθις. | |
| Ἠλέκτρα | |
| --εἰ γὰρ Αἰγίσθῳ θ᾽ ὁμοῦ. | |
| Χορός | |
| τελοῦς᾽ ἀραί· ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι. | |
| παλίρρυτον γὰρ αἷμ᾽ ὑπεξαιροῦσι τῶν | 1420 |
| κτανόντων οἱ πάλαι θανόντες. | |
| Χορός | |
| καὶ μὴν πάρεισιν οἵδε· φοινία δὲ χεὶρ | |
| στάζει θυηλῆς Ἄρεος, οὐδ᾽ ἔχω ψέγειν. | |
| Ἠλέκτρα | |
| Ὀρέστα, πῶς κυρεῖτε; | |
| Ὀρέστης | |
| --τἀν δόμοισι μὲν | |
| καλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν. | 1425 |
| Ἠλέκτρα | |
| τέθνηκεν ἡ τάλαινα; | |
| Ὀρέστης | |
| --μηκέτ᾽ ἐκφοβοῦ | |
| μητρῷον ὥς σε λῆμ᾽ ἀτιμάσει ποτέ. | |
| Χορός | |
| παύσασθε· λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου. | |
| Ἠλέκτρα | |
| ὦ παῖδες, οὐκ ἄψορρον; | 1430 |
| Ὀρέστης | |
| --εἰσορᾶτε ποῦ | |
| τὸν ἄνδρ᾽; | |
| Ἠλέκτρα | |
| --ἐφ᾽ ἡμῖν οὗτος ἐκ προαστίου | |
| χωρεῖ γεγηθὼς. . . | |
| Χορός | |
| βᾶτε κατ᾽ ἀντιθύρων ὅσον τάχιστα, | |
| νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδ᾽ ὡς πάλιν. | 1435 |
| Ὀρέστης | |
| θάρσει· τελοῦμεν. | |
| Ἠλέκτρα | |
| --ᾗ νοεῖς ἔπειγέ νυν. | |
| Ὀρέστης | |
| καὶ δὴ βέβηκα. | |
| Ἠλέκτρα | |
| --τἀνθάδ᾽ ἂν μέλοιτ᾽ ἐμοί. | |
| Χορός | |
| δι᾽ ὠτὸς ἂν παῦρά γ᾽ ὡς ἠπίως ἐννέπειν | |
| πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς | 1440 |
| ὀρούσῃ πρὸς δίκας ἀγῶνα. | |
| Αἴγισθος | |
| τίς οἶδεν ὑμῶν ποῦ ποθ᾽ οἱ Φωκῆς ξένοι, | |
| οὕς φασ᾽ Ὀρέστην ἡμὶν ἀγγεῖλαι βίον | |
| λελοιπόθ᾽ ἱππικοῖσιν ἐν ναυαγίοις; | |
| σέ τοι, σὲ κρίνω, ναὶ σέ, τὴν ἐν τῷ πάρος | 1445 |
| χρόνῳ θρασεῖαν· ὡς μάλιστα σοὶ μέλειν | |
| οἶμαι, μάλιστα δ᾽ ἂν κατειδυῖαν φράσαι. | |
| Ἠλέκτρα | |
| ἔξοιδα· πῶς γὰρ οὐχί; συμφορᾶς γὰρ ἂν | |
| ἔξωθεν εἴην τῶν ἐμῶν τῆς φιλτάτης. | |
| Αἴγισθος | |
| ποῦ δῆτ᾽ ἂν εἶεν οἱ ξένοι; δίδασκέ με. | 1450 |
| Ἠλέκτρα | |
| ἔνδον· φίλης γὰρ προξένου κατήνυσαν. | |
| Αἴγισθος | |
| ἦ καὶ θανόντ᾽ ἤγγειλαν ὡς ἐτητύμως; | |
| Ἠλέκτρα | |
| οὔκ, ἀλλὰ κἀπέδειξαν, οὐ λόγῳ μόνον. | |
| Αἴγισθος | |
| πάρεστ᾽ ἄρ᾽ ἡμῖν ὥστε κἀμφανῆ μαθεῖν; | |
| Ἠλέκτρα | |
| πάρεστι δῆτα, καὶ μάλ᾽ ἄζηλος θέα. | 1455 |
| Αἴγισθος | |
| ἦ πολλὰ χαίρειν μ᾽ εἶπας οὐκ εἰωθότως. | |
| Ἠλέκτρα | |
| χαίροις ἄν, εἴ σοι χαρτὰ τυγχάνοι τάδε. | |
| Αἴγισθος | |
| σιγᾶν ἄνωγα κἀναδεικνύναι πύλας | |
| πᾶσιν Μυκηναίοισιν Ἀργείοις θ᾽ ὁρᾶν, | |
| ὡς εἴ τις αὐτῶν ἐλπίσιν κεναῖς πάρος | 1460 |
| ἐξῄρετ᾽ ἀνδρὸς τοῦδε, νῦν ὁρῶν νεκρὸν | |
| στόμια δέχηται τἀμὰ μηδὲ πρὸς βίαν | |
| ἐμοῦ κολαστοῦ προστυχὼν φύσῃ φρένας. | |
| Ἠλέκτρα | |
| καὶ δὴ τελεῖται τἀπ᾽ ἐμοῦ· τῷ γὰρ χρόνῳ | |
| νοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν. | 1465 |
| Αἴγισθος | |
| ὦ Ζεῦ, δέδορκα φάσμ᾽ ἄνευ φθόνου μὲν οὐ | |
| πεπτωκός· εἰ δ᾽ ἔπεστι νέμεσις, οὐ λέγω. | |
| χαλᾶτε πᾶν κάλυμμ᾽ ἀπ᾽ ὀφθαλμῶν, ὅπως | |
| τὸ συγγενές τοι κἀπ᾽ ἐμοῦ θρήνων τύχῃ. | |
| Ὀρέστης | |
| αὐτὸς σὺ βάσταζ᾽· οὐκ ἐμὸν τόδ᾽, ἀλλὰ σόν, | 1470 |
| τὸ ταῦθ᾽ ὁρᾶν τε καὶ προσηγορεῖν φίλως. | |
| Αἴγισθος | |
| ἀλλ᾽ εὖ παραινεῖς κἀπιπείσομαι· σὺ δέ, | |
| εἴ που κατ᾽ οἶκόν μοι Κλυταιμνήστρα, κάλει. | |
| Ὀρέστης | |
| αὕτη πέλας σοῦ· μηκέτ᾽ ἄλλοσε σκόπει. | |
| Αἴγισθος | |
| οἴμοι, τί λεύσσω; | 1475 |
| Ὀρέστης | |
| --τίνα φοβεῖ; τίν᾽ ἀγνοεῖς; | |
| Αἴγισθος | |
| τίνων ποτ᾽ ἀνδρῶν ἐν μέσοις ἀρκυστάτοις | |
| πέπτωχ᾽ ὁ τλήμων; | |
| Ὀρέστης | |
| --οὐ γὰρ αἰσθάνει πάλαι | |
| ζῶντας θανοῦσιν οὕνεκ᾽ ἀνταυδᾷς ἴσα; | |
| Αἴγισθος | |
| οἴμοι, ξυνῆκα τοὔπος· οὐ γὰρ ἔσθ᾽ ὅπως | 1480 |
| ὅδ᾽ οὐκ Ὀρέστης ἔσθ᾽ ὁ προσφωνῶν ἐμέ. | |
| Ὀρέστης | |
| καὶ μάντις ὢν ἄριστος ἐσφάλλου πάλαι. | |
| Αἴγισθος | |
| ὄλωλα δὴ δείλαιος. ἀλλά μοι πάρες | |
| κἂν σμικρὸν εἰπεῖν. | |
| Ἠλέκτρα | |
| --μὴ πέρα λέγειν ἔα | |
| πρὸς θεῶν, ἀδελφέ, μηδὲ μηκύνειν λόγους. | |
| τί γὰρ βροτῶν ἂν σὺν κακοῖς μεμιγμένων | 1485 |
| θνῄσκειν ὁ μέλλων οὐ χρόνου κέρδος φέροι; | |
| ἀλλ᾽ ὡς τάχιστα κτεῖνε καὶ κτανὼν πρόθες | |
| ταφεῦσιν, ὧν τόνδ᾽ εἰκός ἐστι τυγχάνειν, | |
| ἄποπτον ἡμῶν· ὡς ἐμοὶ τόδ᾽ ἂν κακῶν | |
| μόνον γένοιτο τῶν πάλαι λυτήριον. | 1490 |
| Ὀρέστης | |
| χωροῖς ἂν εἴσω σὺν τάχει· λόγων γὰρ οὐ | |
| νῦν ἐστιν ἁγών, ἀλλὰ σῆς ψυχῆς πέρι. | |
| Αἴγισθος | |
| τί δ᾽ ἐς δόμους ἄγεις με; πῶς, τόδ᾽ εἰ καλὸν | |
| τοὔργον, σκότου δεῖ κοὐ πρόχειρος εἶ κτανεῖν; | |
| Ὀρέστης | |
| μὴ τάσσε· χώρει δ᾽ ἔνθαπερ κατέκτανες | 1495 |
| πατέρα τὸν ἀμόν, ὡς ἂν ἐν ταὐτῷ θάνῃς. | |
| Αἴγισθος | |
| ἦ πᾶσ᾽ ἀνάγκη τήνδε τὴν στέγην ἰδεῖν | |
| τά τ᾽ ὄντα καὶ μέλλοντα Πελοπιδῶν κακά; | |
| Ὀρέστης | |
| τὰ γοῦν ς᾽· ἐγώ σοι μάντις εἰμὶ τῶνδ᾽ ἄκρος. | |
| Αἴγισθος | |
| ἀλλ᾽ οὐ πατρῴαν τὴν τέχνην ἐκόμπασας. | 1500 |
| Ὀρέστης | |
| πόλλ᾽ ἀντιφωνεῖς, ἡ δ᾽ ὁδὸς βραδύνεται. | |
| ἀλλ᾽ ἕρφ᾽. | |
| Αἴγισθος | |
| ὑφηγοῦ. | |
| Ὀρέστης | |
| --σοὶ βαδιστέον πάρος. | |
| Αἴγισθος | |
| ἦ μὴ φύγω σε; | |
| Ὀρέστης | |
| --μὴ μὲν οὖν καθ᾽ ἡδονὴν | |
| θάνῃς· φυλάξαι δεῖ με τοῦτό σοι πικρόν. | |
| χρῆν δ᾽ εὐθὺς εἶναι τήνδε τοῖς πᾶσιν δίκην, | 1505 |
| ὅστις πέρα πράσσειν τι τῶν νόμων θέλει, | |
| κτείνειν· τὸ γὰρ πανοῦργον οὐκ ἂν ἦν πολύ. | |
| Χορός | |
| ὦ σπέρμ᾽ Ἀτρέως, ὡς πολλὰ παθὸν | |
| δι᾽ ἐλευθερίας μόλις ἐξῆλθες | |
| τῇ νῦν ὁρμῇ τελεωθέν. | 1510 |