ΑΡΙΣΤΕΙΔΗΣ

    Ἀριστείδης ὁ Λυσιμάχου φυλῆς μὲν ἦν Ἀντιοχίδος,
τῶν δὲ δήμων Ἀλωπεκῆθεν. περὶ δ᾿ οὐσίας αὐτοῦ λόγοι
διάφοροι γεγόνασιν, ὁ μὲν ὡς ἐν πενίᾳ συντόνῳ κατα-
βιώσαντος καὶ μετὰ τὴν τελευτὴν ἀπολιπόντος θυγατέρας
δύο πολὺν χρόνον ἀνεκδότους δι᾿ ἀπορίαν γεγενημένας.
πρὸς δὲ τοῦτον τὸν λόγον ὑπὸ πολλῶν εἰρημένον ἀντι-
τασσόμενος ὁ Φαληρεὺς Δημήτριος ἐν τῷ Σωκράτει
χωρίον τε Φαληροῖ φησι γινώσκειν Ἀριστείδου γενόμενον
ἐν ᾧ τέθαπται, καὶ τεκμήρια τῆς περὶ τὸν οἶκον
εὐπορίας ἓν μὲν ἡγεῖται τὴν ἐπώνυμον ἀρχήν,
ἣν ἦρξε τῷ κυάμῳ λαχὼν ἐκ τῶν γενῶν τῶν τὰ μέγιστα
τιμήματα κεκτημένων, οὓς πεντακοσιομεδίμνους προσ-
ηγόρευον, ἕτερον δὲ τὸν ἐξοστρακισμόν. οὐδενὶ γὰρ τῶν
πενήτων, ἀλλὰ τοῖς ἐξ οἴκων τε μεγάλων καὶ διὰ γέ-
νους ὄγκον ἐπιφθόνοις ὄστρακον ἐπιφέρεσθαι. τρίτον δὲ
καὶ τελευταῖον, ὅτι νίκης ἀναθήματα χορηγικῆς τρίποδας
ἐν Διονύσου καταλέλοιπεν, οἳ καὶ καθ᾿ ἡμᾶς ἐδείκνυντο,
τοιαύτην ἐπιγραφὴν διασῴζοντες ᾿Ἀντιοχὶς ἐνίκα, Ἀρι-
στείδης ἐχορήγει, Ἀρχέστρατος ἐδίδασκε.᾿ τουτὶ μὲν οὖν
καίπερ εἶναι δοκοῦν μέγιστον, ἀσθενέστατόν ἐστι. καὶ
γὰρ Ἐπαμεινώνδας, ὃν πάντες ἄνθρωποι γιγνώσκουσιν
ἐν πενίᾳ καὶ τραφέντα πολλῇ καὶ βιώσαντα, καὶ Πλάτων
ὁ φιλόσοφος οὐκ ἀφιλοτίμους ἀνεδέξαντο χορηγίας, ὁ
μὲν αὐληταῖς ἀνδράσιν, ὁ δὲ παισὶ κυκλίοις χορηγήσας,
τούτῳ μὲν Δίωνος τοῦ Συρακοσίου τὴν δαπάνην παρέ-
χοντος, Ἐπαμεινώνδᾳ δὲ τῶν περὶ Πελοπίδαν. οὐ γὰρ
ἔστι τοῖς ἀγαθοῖς ἀκήρυκτος καὶ ἄσπονδος πρὸς τὰς
παρὰ τῶν φίλων δωρεὰς πόλεμος, ἀλλὰ τὰς εἰς ἀπό-
θεσιν καὶ πλεονεξίαν ἀγεννεῖς ἡγούμενοι καὶ ταπεινάς,
ὅσαι φιλοτιμίας τινὸς ἀκερδοῦς ἔχονται καὶ λαμπρότητος
οὐκ ἀπωθοῦνται.
    Παναίτιος μέντοι περὶ τοῦ τρίποδος ἀποφαίνει
τὸν Δημήτριον ὁμωνυμίᾳ διεψευσμένον.
ἀπὸ γὰρ τῶν Μηδικῶν εἰς τὴν τελευτὴν τοῦ
Πελοποννησιακοῦ πολέμου δύο μόνους Ἀριστείδας χορη-
γοὺς ἀναγράφεσθαι νικῶντας, ὧν οὐδέτερον εἶναι τῷ Λυ-
σιμάχου τὸν αὐτόν, ἀλλὰ τὸν μὲν Ξενοφίλου πατρός,
τὸν δὲ χρόνῳ πολλῷ νεώτερον, ὡς ἐλέγχει τὰ γράμματα,
τῆς μετ᾿ Εὐκλείδην ὄντα γραμματικῆς, καὶ προσγεγραμ-
μένος ὁ Ἀρχέστρατος, ὃν ἐν τοῖς Μηδικοῖς οὐδείς, ἐν
δὲ τοῖς Πελοποννησιακοῖς συχνοὶ χορῶν διδάσκαλον ἀνα-
γράφουσι. τὰ μὲν οὖν τοῦ Παναιτίου βέλτιον ἐπισκεπτέον
ὅπως ἔχει. τῷ δ᾿ ὀστράκῳ πᾶς ὁ διὰ δόξαν ἢ γένος ἢ
λόγου δύναμιν ὑπὲρ τοὺς πολλοὺς νομιζόμενος ὑπέπιπτεν.
ὅπου καὶ Δάμων ὁ Περικλέους διδάσκαλος, ὅτι τὸ φρο-
νεῖν ἐδόκει τις εἶναι περιττός, ἐξωστρακίσθη. καὶ μὴν
ἄρξαι γε τὸν Ἀριστείδην ὁ Ἰδομενεὺς οὐ κυαμευτόν,
ἀλλ᾿ ἑλομένων Ἀθηναίων φησίν. εἰ δὲ καὶ μετὰ
τὴν ἐν Πλαταιαῖς μάχην ἦρξεν, ὡς αὐτὸς ὁ Δημήτριος
γέγραφε, καὶ πάνυ πιθανόν ἐστιν ἐπὶ δόξῃ τοσαύτῃ
καὶ κατορθώμασι τηλικούτοις ἀξιωθῆναι δι᾿ ἀρετὴν
<ἀρχῆς> ἧς διὰ πλοῦτον ἐτύγχανον οἱ λαγχάνοντες. ἀλλὰ
γὰρ ὁ μὲν Δημήτριος οὐ μόνον Ἀριστείδην, ἀλλὰ καὶ
Σωκράτη δῆλός ἐστι τῆς πενίας ἐξελέσθαι φιλοτιμούμε-
νος ὡς μεγάλου κακοῦ. καὶ γὰρ ἐκείνῳ φησὶν οὐ μόνον
τὴν οἰκίαν ὑπάρχειν, ἀλλὰ καὶ μνᾶς ἑβδομήκοντα τοκι-
ζομένας ὑπὸ Κρίτωνος.
    Ἀριστείδης δὲ Κλεισθένους μὲν τοῦ καταστησαμέ-
νου τὴν πολιτείαν μετὰ τοὺς τυράννους ἑταῖρος γενόμε-
νος, ζηλώσας δὲ καὶ θαυμάσας μάλιστα τῶν πολιτικῶν
ἀνδρῶν Λυκοῦργον τὸν Λακεδαιμόνιον, ἥψατο μὲν ἀρι-
στοκρατικῆς πολιτείας, ἔσχε δ᾿ ἀντιτασσόμενον ὑπὲρ τοῦ
δήμου Θεμιστοκλέα τὸν Νεοκλέους. ἔνιοι μὲν οὖν φασι
παῖδας ὄντας αὐτοὺς καὶ συντρεφομένους ἀπ᾿ ἀρχῆς ἐν
παντὶ καὶ σπουδῆς ἐχομένῳ καὶ παιδιᾶς πράγματι καὶ
λόγῳ διαφέρεσθαι πρὸς ἀλλήλους, καὶ τὰς φύσεις εὐθὺς
ἀπὸ τῆς φιλονικίας ἐκείνης ἀνακαλύπτεσθαι, [καὶ] τὴν
μὲν εὐχερῆ καὶ παράβολον καὶ πανοῦργον οὖσαν καὶ
μετ᾿ ὀξύτητος ἐπὶ πάντα ῥᾳδίως φερομένην, τὴν δ᾿ ἱδρυ-
μένην ἐν ἤθει βεβαίῳ καὶ πρὸς τὸ δίκαιον ἀτενῆ, ψεῦδος
δὲ καὶ βωμολοχίαν καὶ ἀπάτην οὐδ᾿ ἐν παιδιᾶς τινι τρόπῳ
προσιεμένην. Ἀρίστων δ᾿ ὁ Κεῖος ἐξ ἐρωτι-
κῆς ἀρχῆς γενέσθαι φησὶ καὶ προελθεῖν ἐπὶ τοσοῦτον τὴν
ἔχθραν αὐτῶν. Στησίλεω γάρ, ὃς ἦν γένει Κεῖος, ἰδέᾳ
δὲ καὶ μορφῇ σώματος πολὺ τῶν ἐν ὥρᾳ λαμπρότατος,
ἀμφοτέρους ἐρασθέντας οὐ μετρίως ἐνεγκεῖν τὸ πάθος,
οὐδ᾿ ἅμα λήγοντι τῷ κάλλει τοῦ παιδὸς ἀποθέσθαι τὴν
φιλονικίαν, ἀλλ᾿ ὥσπερ ἐγγυμνασαμένους ἐκείνῃ πρὸς
τὴν πολιτείαν εὐθὺς ὁρμῆσαι, διαπύρους ὄντας καὶ δια-
φόρως ἔχοντας. ὁ μὲν οὖν Θεμιστοκλῆς εἰς ἑταιρείαν
ἐμβαλὼν ἑαυτὸν εἶχε πρόβλημα καὶ δύναμιν οὐκ εὐκατα-
φρόνητον, ὥστε καὶ πρὸς τὸν εἰπόντα καλῶς ἄρξειν αὐ-
τὸν Ἀθηναίων, ἄνπερ ἴσος ἦ καὶ κοινὸς ἅπασι, ᾿μηδέ-
ποτε᾿ εἰπεῖν ᾿εἰς τοιοῦτον ἐγὼ καθίσαιμι τὸν θρόνον ἐν
ᾧ πλέον οὐδὲν ἕξουσιν οἱ φίλοι παρ᾿ ἐμοὶ τῶν ἀλλο-
τρίων.᾿ Ἀριστείδης δὲ καθ᾿ αὑτὸν ὥσπερ ὁδὸν ἰδίαν
ἐβάδιζε διὰ τῆς πολιτείας, πρῶτον μὲν οὐ βουλόμενος
συναδικεῖν τοῖς ἑταίροις ἢ λυπηρὸς εἶναι μὴ χαριζόμενος,
ἔπειτα τὴν ἀπὸ τῶν φίλων δύναμιν οὐκ ὀλίγους ὁρῶν
ἐπαίρουσαν ἀδικεῖν, ἐφυλάττετο, μόνῳ τῷ χρηστὰ καὶ
δίκαια πράσσειν καὶ λέγειν ἀξιῶν θαρρεῖν τὸν ἀγαθὸν
πολίτην.
    Οὐ μὴν ἀλλὰ καὶ πολλὰ κινουμένου τοῦ Θεμιστο-
κλέους παραβόλως καὶ πρὸς πᾶσαν αὐτῷ πολιτείαν ἐνι-
σταμένου καὶ διακόπτοντος, ἠναγκάζετό που καὶ αὐτὸς
τὰ μὲν ἀμυνόμενος τὰ δὲ κολούων τὴν ἐκείνου δύναμιν
χάριτι τῶν πολλῶν αὐξομένην ὑπεναντιοῦσθαι παρὰ γνώ-
μην οἷς ἔπραττεν ὁ Θεμιστοκλῆς, βέλτιον ἡγούμενος
παρελθεῖν ἔνια τῶν συμφερόντων τὸν δῆμον ἢ τῷ κρα-
τεῖν ἐκεῖνον ἐν πᾶσιν ἰσχυρὸν γενέσθαι. τέλος δέ ποτε
τοῦ Θεμιστοκλέους πράττοντός τι τῶν δεόντων, ἀντι-
κρούσας καὶ περιγενόμενος, οὐ κατέσχεν, ἀλλ᾿ εἶπεν ἀπὸ
τῆς ἐκκλησίας ἀπιών, ὡς οὐκ ἔστι σωτηρία τοῖς Ἀθη-
ναίων πράγμασιν, εἰ μὴ καὶ Θεμιστοκλέα καὶ αὐτὸν εἰς
τὸ βάραθρον ἐμβάλοιεν. πάλιν δὲ γράψας τινὰ γνώμην
εἰς τὸν δῆμον, ἀντιλογίας οὔσης πρὸς αὐτὴν καὶ φιλονι-
κίας, ἐκράτει. μέλλοντος δὲ τοῦ προέδρου τὸν δῆμον
ἐπερωτᾶν, αἰσθόμενος ἀπὸ τῶν λόγων αὐτῶν τὸ ἀσύμ-
φορον, ἀπέστη τοῦ ψηφίσματος. πολλάκις δὲ καὶ δι᾿ ἑτέ-
ρων εἰσέφερε τὰς γνώμας, ὡς μὴ φιλονικίᾳ τῇ πρὸς
αὐτὸν ὁ Θεμιστοκλῆς ἐμπόδιος εἴη τῷ συμφέροντι. θαυ-
μαστὴ δέ τις ἐφαίνετο αὐτοῦ παρὰ τὰς ἐν τῇ πολιτείᾳ
μεταβολὰς ἡ εὐστάθεια, μήτε ταῖς τιμαῖς ἐπαιρομένου,
πρός τε τὰς δυσημερίας ἀθορύβως καὶ πρᾴως ἔχοντος,
καὶ ὁμοίως ἡγουμένου χρῆναι τῇ πατρίδι παρέχειν ἑαυ-
τόν, οὐ χρημάτων μόνον, ἀλλὰ καὶ δόξης προῖκα καὶ
ἀμισθὶ πολιτευόμενον. ὅθεν ὡς ἔοικε τῶν εἰς Ἀμφιάραον
ὑπ᾿ Αἰσχύλου πεποιημένων ἰαμβείων ἐν τῷ θεάτρῳ
λεγομένων.
       οὐ γὰρ δοκεῖν δίκαιος, ἀλλ᾿ εἶναι θέλει,
       βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
       ἀφ᾿ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα,
πάντες ἀπέβλεψαν εἰς Ἀριστείδην, ὡς ἐκείνῳ μάλιστα
τῆς ἀρετῆς ταύτης προσηκούσης.
    Οὐ μόνον δὲ πρὸς εὔνοιαν καὶ χάριν, ἀλλὰ καὶ
πρὸς ὀργὴν καὶ πρὸς ἔχθραν ἰσχυρότατος ἦν ὑπὲρ τῶν
δικαίων ἀντιβῆναι. λέγεται γοῦν ποτε διώκων ἐχθρὸν
ἐν δικαστηρίῳ, μετὰ τὴν κατηγορίαν οὐ βουλομένων
ἀκούειν τοῦ κινδυνεύοντος τῶν δικαστῶν, ἀλλὰ τὴν ψῆ-
φον εὐθὺς αἰτούντων ἐπ᾿ αὐτόν, ἀναπηδήσας τῷ κρινο-
μένῳ συνικετεύειν, ὅπως ἀκουσθείη καὶ τύχοι τῶν νο-
μίμων. πάλιν δὲ κρίνων ἰδιώταις δυσί, τοῦ ἑτέρου λέ-
γοντος ὡς πολλὰ τυγχάνει τὸν Ἀριστείδην ὁ ἀντίδικος
λελυπηκώς, ᾿λέγ᾿ ὦ ᾿γαθέ᾿ φάναι ᾿μᾶλλον, εἴ τι σὲ
κακὸν πεποίηκε. σοὶ γάρ, οὐκ ἐμαυτῷ, δικάζω᾿. τῶν δὲ
δημοσίων αἱρεθεὶς προσόδων ἐπιμελητής, οὐ μόνον τοὺς
καθ᾿ αὑτόν, ἀλλὰ καὶ τοὺς πρὸ αὑτοῦ γενομένους ἄρχον-
τας ἀπεδείκνυε πολλὰ νενοσφισμένους, καὶ μάλιστα τὸν
Θεμιστοκλέα.
        σοφὸς γὰρ ἁνήρ, τῆς δὲ χειρὸς οὐ κρατῶν.
διὸ καὶ συναγαγὼν πολλοὺς ἐπὶ τὸν Ἀριστείδην ἐν ταῖς
εὐθύναις διώκων κλοπῆς καταδίκῃ περιέβαλεν, ὥς φησιν
Ἰδομενεύς. ἀγανακτούντων δὲ τῶν πρώτων
ἐν τῇ πόλει καὶ βελτίστων, οὐ μόνον ἀφείθη τῆς
ζημίας, ἀλλὰ καὶ πάλιν ἄρχων ἐπὶ τὴν αὐτὴν διοίκησιν
ἀπεδείχθη. προσποιούμενος δὲ τῶν προτέρων μεταμέλειν
αὐτῷ καὶ μαλακώτερον ἐνδιδοὺς ἑαυτόν, ἤρεσκε τοῖς τὰ
κοινὰ κλέπτουσιν οὐκ ἐξελέγχων οὐδ᾿ ἀκριβολογούμενος,
ὥστε καταπιμπλαμένους τῶν δημοσίων ὑπερεπαινεῖν τὸν
Ἀριστείδην καὶ δεξιοῦσθαι τὸν δῆμον ὑπὲρ αὐτοῦ, σπου-
δάζοντας ἄρχοντα πάλιν αἱρεθῆναι. μελλόντων δὲ χειρο-
τονεῖν, ἐπετίμησε τοῖς Ἀθηναίοις. ᾿ὅτε μὲν γάρ᾿ ἔφη
᾿πιστῶς καὶ καλῶς ὑμῖν ἦρξα, προεπηλακίσθην. ἐπεὶ
δὲ πολλὰ τῶν κοινῶν καταπροεῖμαι τοῖς κλέπτουσι, θαυ-
μαστὸς εἶναι δοκῶ πολίτης. αὐτὸς μὲν οὖν αἰσχύνομαι
τῇ νῦν τιμῇ μᾶλλον τῆς πρῴην καταδίκης, συνάχθομαι
δ᾿ ὑμῖν, παρ᾿ οἷς ἐνδοξότερόν ἐστι τοῦ σῴζειν τὰ δη-
μόσια τὸ χαρίζεσθαι τοῖς πονηροῖς.᾿ ταῦτα δ᾿ εἰπὼν καὶ
τὰς κλοπὰς ἐξελέγξας, τοὺς μὲν τότε βοῶντας ὑπὲρ αὐτοῦ
καὶ μαρτυροῦντας ἐπεστόμισε, τὸν δ᾿ ἀληθινὸν καὶ δί-
καιον ἀπὸ τῶν βελτίστων ἔπαινον εἶχεν.
    Ἐπεὶ δὲ Δᾶτις ὑπὸ Δαρείου πεμφθείς, λόγῳ μὲν
ἐπιθεῖναι δίκην Ἀθηναίοις, ὅτι Σάρδεις ἐνέπρησαν, ἔργῳ
δὲ καταστρέψασθαι τοὺς Ἕλληνας, εἰς Μαραθῶνα παντὶ
τῷ στόλῳ κατεσχήκει καὶ τὴν χώραν ἐπόρθει, τῶν δέκα
καθεστώτων τοῖς Ἀθηναίοις ἐπὶ τὸν πόλεμον στρατηγῶν
μέγιστον μὲν εἶχεν ἀξίωμα Μιλτιάδης, δόξῃ δὲ καὶ δυ-
νάμει δεύτερος ἦν Ἀριστείδης, καὶ τότε περὶ τῆς μάχης
γνώμῃ τῇ Μιλτιάδου προσθέμενος, οὐ μικρὰν ῥοπὴν
ἐποίησε, καὶ παρ᾿ ἡμέραν ἑκάστου στρατηγοῦ τὸ κράτος
ἔχοντος, ὡς περιῆλθεν εἰς αὐτὸν ἡ ἀρχή, παρέδωκε Μιλ-
τιάδῃ, διδάσκων τοὺς συνάρχοντας ὅτι τὸ πείθεσθαι καὶ
ἀκολουθεῖν τοῖς εὖ φρονοῦσιν οὐκ αἰσχρόν, ἀλλὰ σεμνόν
ἐστι καὶ σωτήριον. οὕτω δὲ πραύνας τὴν φιλονικίαν καὶ
προτρεψάμενος αὐτοὺς ἀγαπᾶν μιᾷ γνώμῃ τῇ κρατίστῃ
χρωμένους, ἔρρωσε τὸν Μιλτιάδην, τῷ ἀπερισπάστῳ τῆς
ἐξουσίας ἰσχυρὸν γενόμενον. χαίρειν γὰρ ἐῶν ἕκαστος
ἤδη τὸ παρ᾿ ἡμέραν ἄρχειν, ἐκείνῳ προσεῖχεν.
    Ἐν δὲ τῇ μάχῃ μάλιστα τῶν Ἀθηναίων τοῦ μέσου
πονήσαντος καὶ πλεῖστον ἐνταῦθα τῶν βαρβάρων χρόνον
ἀντερεισάντων κατὰ τὴν Λεωντίδα καὶ τὴν Ἀντιοχίδα
φυλήν, ἠγωνίσαντο λαμπρῶς τεταγμένοι παρ᾿ ἀλλήλους
ὅ τε Θεμιστοκλῆς καὶ ὁ Ἀριστείδης. ὁ μὲν γὰρ Λεωντίδος
ἦν, ὁ δ᾿ Ἀντιοχίδος. ἐπεὶ δὲ τρεψάμενοι τοὺς βαρβάρους
εἰς τὰς ναῦς ἐνέβαλον, καὶ πλέοντας οὐκ ἐπὶ νήσων
ἑώρων, ἀλλ᾿ ὑπὸ τοῦ πνεύματος καὶ τῆς θαλάσσης εἴσω
πρὸς τὴν Ἀττικὴν ἀποβιαζομένους, φοβηθέντες μὴ τὴν
πόλιν ἔρημον λάβωσι τῶν ἀμυνομένων, ταῖς μὲν ἐννέα
φυλαῖς ἠπείγοντο πρὸς τὸ ἄστυ, καὶ κατήνυσαν αὐθημε-
ρόν. ἐν δὲ τῷ Μαραθῶνι μετὰ τῆς ἑαυτοῦ φυλῆς Ἀρι-
στείδης ἀπολειφθεὶς φύλαξ τῶν αἰχμαλώτων καὶ τῶν
λαφύρων, οὐκ ἐψεύσατο τὴν δόξαν, ἀλλὰ χύδην μὲν ἀρ-
γύρου καὶ χρυσοῦ παρόντος, ἐσθῆτος δὲ παντοδαπῆς καὶ
χρημάτων ἄλλων ἀμυθήτων ἐν ταῖς σκηναῖς καὶ τοῖς
ἡλωκόσι σκάφεσιν ὑπαρχόντων, οὔτ᾿ αὐτὸς ἐπεθύμησε
θιγεῖν, οὔτ᾿ ἄλλον εἴασε, πλὴν εἴ τινες ἐκεῖνον λαθόντες
ὠφελήθησαν. ὧν ἦν καὶ Καλλίας ὁ δᾳδοῦχος. τούτῳ
γάρ τις ὡς ἔοικε τῶν βαρβάρων προσέπεσεν, οἰηθεὶς
βασιλέα διὰ τὴν κόμην καὶ τὸ στρόφιον εἶναι. προσκυ-
νήσας δὲ καὶ λαβόμενος τῆς δεξιᾶς, ἔδειξε πολὺ χρυσίον
ἐν λάκκῳ τινὶ κατορωρυγμένον. ὁ δὲ Καλλίας ὠμότατος
ἀνθρώπων καὶ παρανομώτατος γενόμενος, τὸν μὲν χρυ-
σὸν ἀνείλετο, τὸν δ᾿ ἄνθρωπον, ὡς μὴ κατείποι πρὸς
ἑτέρους, ἀπέκτεινεν. ἐκ τούτου φασὶ καὶ λακκοπλούτους
ὑπὸ τῶν κωμικῶν τοὺς ἀπὸ τῆς οἰκίας λέγεσθαι, σκω-
πτόντων εἰς τὸν τόπον ἐν ᾧ τὸ χρυσίον ὁ Καλλίας εὗρεν.
    Ἀριστείδης δὲ τὴν ἐπώνυμον εὐθὺς ἀρχὴν ἦρξε. καίτοι
φησὶν ὁ Φαληρεὺς Δημήτριος ἄρξαι τὸν ἄνδρα
μικρὸν ἔμπροσθεν τοῦ θανάτου μετὰ τὴν ἐν
Πλατοιαῖς μάχην. ἐν δὲ ταῖς ἀναγραφαῖς μετὰ μὲν Ξαν-
θιππίδην, ἐφ᾿ οὗ Μαρδόνιος ἡττήθη Πλαταιᾶσιν, οὐδ᾿
ὁμώνυμον Ἀριστείδην ἐν πάνυ πολλοῖς λαβεῖν ἔστι, μετὰ
δὲ Φαίνιππον, ἐφ᾿ οὗ τὴν ἐν Μαραθῶνι μάχην ἐνίκων, εὐ-
θὺς Ἀριστείδης ἄρχων ἀναγέγραπται.
    Πασῶν δὲ τῶν περὶ αὐτὸν ἀρετῶν ἡ δικαιοσύνη
μάλιστα τοῖς πολλοῖς αἴσθησιν παρεῖχε διὰ τὸ τὴν χρείαν
ἐνδελεχεστάτην αὐτῆς καὶ κοινοτάτην ὑπάρχειν. ὅθεν
ἀνὴρ πένης καὶ δημοτικὸς ἐκτήσατο τὴν βασιλικωτάτην
καὶ θειοτάτην προσηγορίαν τὸν Δίκαιον. ὃ τῶν βασι-
λέων καὶ τυράννων οὐδεὶς ἐζήλωσεν, ἀλλὰ Πολιορκηταὶ
καὶ Κεραυνοὶ καὶ Νικάτορες, ἔνιοι δ᾿ Ἀετοὶ καὶ Ἱέρακες
ἔχαιρον προσαγορευόμενοι, τὴν ἀπὸ τῆς βίας καὶ τῆς
δυνάμεως ὡς ἔοικε μᾶλλον ἢ τὴν ἀπὸ τῆς ἀρετῆς δόξαν
ἀγαπῶντες. καίτοι τὸ θεῖον, ᾧ γλίχονται συνοικειοῦν
καὶ συναφομοιοῦν ἑαυτούς, τρισὶ δοκεῖ διαφέρειν, ἀφθαρ-
σίᾳ καὶ δυνάμει καὶ ἀρετῇ. ὧν καὶ σεμνότατον ἡ ἀρετὴ
καὶ θειότατόν ἐστιν. ἀφθάρτῳ μὲν γὰρ εἶναι καὶ τῷ
κενῷ καὶ τοῖς στοιχείοις συμβέβηκε. δύναμιν δὲ καὶ
σεισμοὶ καὶ κεραυνοὶ καὶ πνευμάτων ὁρμαὶ καὶ ῥευμά-
των ἐπιφοραὶ μεγάλην ἔχουσι. δίκης δὲ καὶ θέμιδος οὐ-
δέν, ὅτι μὴ τῷ φρονεῖν καὶ λογίζεσθαι θεῖόν ἐστι, μετα-
λαγχάνει. διὸ καὶ τριῶν ὄντων ἃ πεπόνθασιν οἱ πολλοὶ
πρὸς τὸ θεῖον ζήλου καὶ φόβου καὶ τιμῆς, ζηλοῦν μὲν
αὐτοὺς καὶ μακαρίζειν ἐοίκασι κατὰ τὸ ἄφθαρτον καὶ
ἀΐδιον, ἐκπλήσσεσθαι δὲ καὶ δεδιέναι κατὰ τὸ κύριον
καὶ δυνατόν, ἀγαπᾶν δὲ καὶ τιμᾶν καὶ σέβεσθαι κατὰ
τὴν δικαιοσύνην. ἀλλὰ καίπερ οὕτω διακείμενοι, τῆς μὲν
ἀθανασίας, ἣν ἡ φύσις ἡμῶν οὐ δέχεται, καὶ τῆς δυνά-
μεως, ἧς ἐν τῇ τύχῃ κεῖται τὸ πλεῖστον, ἐπιθυμοῦσι,
τὴν δ᾿ ἀρετήν, ὃ μόνον ἐστὶ τῶν θείων ἀγαθῶν ἐφ᾿ ἡμῖν,
ἐν ὑστέρῳ τίθενται, κακῶς φρονοῦντες, ὡς τὸν ἐν δυνά-
μει καὶ τύχῃ μεγάλῃ καὶ ἀρχῇ βίον ἡ μὲν δικαιοσύνη
ποιεῖ θεῖον, ἡ δ᾿ ἀδικία θηριώδη.
    Τῷ δ᾿ οὖν Ἀριστείδῃ συνέβη τὸ πρῶτον ἀγαπω-
μένῳ διὰ τὴν ἐπωνυμίαν ὕστερον φθονεῖσθαι, μάλιστα
μὲν τοῦ Θεμιστοκλέους λόγον εἰς τοὺς πολλοὺς διαδι-
δόντος, ὡς Ἀριστείδης, ἀνῃρηκὼς τὰ δικαστήρια τῷ
κρίνειν ἅπαντα καὶ δικάζειν, λέληθε μοναρχίαν ἀδορυ-
φόρητον αὑτῷ κατεσκευασμένος. ἤδη δέ που καὶ ὁ δῆμος,
ἐπὶ τῇ νίκῃ μέγα φρονῶν καὶ τῶν μεγίστων ἀξιῶν ἑαυτόν,
ἤχθετο τῇ ὀνομασίᾳ δόξαν ὑπὲρ τοὺς πολλοὺς ἐχούσῃ,
καὶ συνελθόντες εἰς ἄστυ πανταχόθεν, ἐξοστρακίζουσι
τὸν Ἀριστείδην, ὄνομα τῷ φθόνῳ τῆς δόξης φόβον τυ-
ραννίδος θέμενοι. μοχθηρίας γὰρ οὐκ ἦν κόλασις ὁ ἐξο-
στρακισμός, ἀλλ᾿ ἐκαλεῖτο μὲν δι᾿ εὐπρέπειαν ὄγκου καὶ
δυνάμεως βαρυτέρας ταπείνωσις καὶ κόλουσις, ἦν δὲ
φθόνου παραμυθία φιλάνθρωπος, εἰς ἀνήκεστον οὐδέν,
ἀλλ᾿ εἰς μετάστασιν ἐτῶν δέκα τὴν πρὸς τὸ λυποῦν
ἀπερειδομένου δυσμένειαν. ὅτε δ᾿ ἤρξαντό τινες ἀνθρώ-
πους ἀγεννεῖς καὶ πονηροὺς ὑποβάλλειν τῷ πράγματι,
τελευταῖον ἁπάντων Ὑπέρβολον ἐξοστρακίσαντες ἐπαύ-
σαντο. λέγεται δὲ τὸν Ὑπέρβολον ἐξοστρακισθῆναι διὰ
τοιαύτην αἰτίαν. Ἀλκιβιάδης καὶ Νικίας μέγιστον ἐν τῇ
πόλει δυνάμενοι διεστασίαζον. ὡς οὖν ὁ δῆμος ἔμελλε
φέρειν τὸ ὄστρακον καὶ δῆλος ἦν τὸν ἕτερον γράψων,
διαλεχθέντες ἀλλήλοις καὶ τὰς στάσεις ἑκατέρας εἰς ταὐτὸ
συναγαγόντες, τὸν Ὑπέρβολον ἐξοστρακισθῆναι παρε-
σκεύασαν. ἐκ δὲ τούτου δυσχεράνας ὁ δῆμος ὡς καθυ-
βρισμένον τὸ πρᾶγμα καὶ προπεπηλακισμένον ἀφῆκε παν-
τελῶς καὶ κατέλυσεν.
    ην δὲ τοιοῦτον ὡς τύπῳ φράσαι τὸ γινόμενον. ὄστρα-
κον ἕκαστος λαβὼν καὶ γράψας ὃν ἐβούλετο μεταστῆσαι
τῶν πολιτῶν, ἔφερεν εἰς ἕνα τόπον τῆς ἀγορᾶς περι-
πεφραγμένον ἐν κύκλῳ δρυφάκτοις. οἱ δ᾿ ἄρχοντες πρῶ-
τον μὲν διηρίθμουν τὸ σύμπαν ἐν ταὐτῷ τῶν ὀστράκων
πλῆθος. εἰ γὰρ ἑξακισχιλίων ἐλάττονες οἱ φέροντες εἶεν,
ἀτελὴς ἦν ὁ ἐξοστρακισμός. ἔπειτα τῶν ὀνομάτων ἕκα-
στον ἰδίᾳ τιθέντες, τὸν ὑπὸ τῶν πλείστων γεγραμμένον
ἐξεκήρυττον εἰς ἔτη δέκα, καρπούμενον τὰ αὑτοῦ.
    Γραφομένων οὖν τότε τῶν ὀστράκων, λέγεταί τινα
τῶν ἀγραμμάτων καὶ παντελῶς ἀγροίκων ἀναδόντα τῷ
Ἀριστείδῃ τὸ ὄστρακον ὡς ἑνὶ τῶν τυχόντων παρακαλεῖν,
ὅπως Ἀριστείδην ἐγγράψειε. τοῦ δὲ θαυμάσαντος καὶ
πυθομένου μή τι κακὸν αὐτὸν Ἀριστείδης πεποίηκεν,
᾿οὐδέν᾿ εἰπεῖν, ᾿οὐδὲ γινώσκω τὸν ἄνθρωπον, ἀλλ᾿ ἐνο-
χλοῦμαι πανταχοῦ τὸν Δίκαιον ἀκούων᾿. ταῦτ᾿ ἀκού-
σαντα τὸν Ἀριστείδην ἀποκρίνασθαι μὲν οὐδέν, ἐγγρά-
ψαι δὲ τοὔνομα τῷ ὀστράκῳ καὶ ἀποδοῦναι. τῆς δὲ πό-
λεως ἀπαλλαττόμενος ἤδη, τὰς χεῖρας ἀνατείνας πρὸς
τὸν οὐρανὸν ηὔξατο τὴν ἐναντίαν ὡς ἔοικεν εὐχὴν τῷ
Ἀχιλλεῖ, μηδένα καιρὸν Ἀθηναίους καταλαβεῖν ὃς ἀναγ-
κάσει τὸν δῆμον Ἀριστείδου μνησθῆναι.
    Τρίτῳ δ᾿ ἔτει Ξέρξου διὰ Θετταλίας καὶ Βοιωτίας
ἐλαύνοντος ἐπὶ τὴν Ἀττικήν, λύσαντες τὸν νόμον ἐψη-
φίσαντο τοῖς μεθεστῶσι κάθοδον, μάλιστα φοβούμενοι
τὸν Ἀριστείδην μὴ προσθέμενος τοῖς πολεμίοις διαφθείρῃ
καὶ μεταστήσῃ πολλοὺς τῶν πολιτῶν πρὸς τὸν βάρβαρον,
οὐκ ὀρθῶς στοχαζόμενοι τοῦ ἀνδρός, ὅς γε καὶ πρὸ τοῦ
δόγματος τούτου διετέλει προτρέπων καὶ παροξύνων
τοὺς Ἕλληνας ἐπὶ τὴν ἐλευθερίαν, καὶ μετὰ τὸ δόγμα,
Θεμιστοκλέους στρατηγοῦντος αὐτοκράτορος, πάντα συν-
έπραττε καὶ συνεβούλευεν, ἐνδοξότατον ἐπὶ σωτηρίᾳ
κοινῇ ποιῶν τὸν ἔχθιστον. ὡς γὰρ ἀπολείπειν τὴν Σα-
λαμῖνα βουλευομένων τῶν περὶ Εὐρυβιάδην αἱ βαρβαρι-
καὶ τριήρεις νύκτωρ ἀναχθεῖσαι καὶ περιβαλοῦσαι τόν
τε πόρον ἐν κύκλῳ καὶ τὰς νήσους κατεῖχον, οὐδενὸς
προειδότος τὴν κύκλωσιν, ἧκεν ὁ Ἀριστείδης ἀπ᾿ Αἰγί-
νης παραβόλως διὰ τῶν πολεμίων νεῶν διεκπλεύσας,
καὶ νυκτὸς ἐλθὼν ἐπὶ τὴν σκηνὴν τοῦ Θεμιστοκλέους
καὶ καλέσας αὐτὸν ἔξω μόνον, ᾿ἡμεῖς᾿ εἶπεν ᾿ὦ Θεμι-
στόκλεις, εἰ σωφρονοῦμεν, ἤδη τὴν κενὴν καὶ μειρα-
κιώδη στάσιν ἀφέντες ἀρξώμεθα σωτηρίου καὶ καλῆς
φιλονικίας πρὸς ἀλλήλους, ἁμιλλώμενοι σῶσαι τὴν Ἑλ-
λάδα, σὺ μὲν ἄρχων καὶ στρατηγῶν, ἐγὼ δ᾿ ὑπουργῶν
καὶ συμβουλεύων. ἐπεὶ καὶ νῦν σε πυνθάνομαι μόνον
ἅπτεσθαι τῶν ἀρίστων λογισμῶν, κελεύοντα διαναυμα-
χεῖν ἐν τοῖς στενοῖς τὴν ταχίστην, καί σοι τῶν συμ-
μάχων ἀντιπραττόντων οἱ πολέμιοι συνεργεῖν ἐοίκασι.
τὸ γὰρ ἐν κύκλῳ καὶ κατόπιν ἤδη πέλαγος ἐμπέπλησται
νεῶν πολεμίων, ὥστε καὶ τοὺς μὴ θέλοντας ἀνάγκη
κατείληφεν ἀγαθοὺς ἄνδρας εἶναι καὶ μάχεσθαι. φυγῆς
γὰρ ὁδὸς οὐ λείπεται.᾿ πρὸς ταῦθ᾿ ὁ Θεμιστοκλῆς εἶπεν.
᾿οὐκ ἂν ἐβουλόμην ὦ Ἀριστείδη σὲ κατὰ τοῦτο κρείσ-
σονά μου γενέσθαι, πειράσομαι δὲ πρὸς καλὴν ἀρχὴν
ἁμιλλώμενος ὑπερβαλέσθαι τοῖς ἔργοις.᾿ ἅμα δ᾿ αὐτῷ
φράσας τὴν ὑπ᾿ αὐτοῦ κατασκευασθεῖσαν ἀπάτην ἐπὶ
τὸν βάρβαρον, παρεκάλει πείθειν τὸν Εὐρυβιάδην καὶ
διδάσκειν ὡς ἀμήχανόν ἐστι σωθῆναι μὴ ναυμαχήσαντας.
εἶχε γὰρ μᾶλλον αὐτοῦ πίστιν. ὅθεν ἐν τῷ συλλόγῳ τῶν
στρατηγῶν εἰπόντος Κλεοκρίτου τοῦ Κορινθίου πρὸς τὸν
Θεμιστοκλέα, μηδ᾿ Ἀριστείδῃ τὴν γνώμην ἀρέσκειν αὐ-
τοῦ, παρόντα γὰρ σιωπᾶν, ἀντεῖπεν ὁ Ἀριστείδης ὡς
οὐκ ἂν ἐσιώπα μὴ λέγοντος τὰ ἄριστα τοῦ Θεμιστο-
κλέους. νυνὶ δ᾿ ἡσυχίαν ἄγειν οὐ δι᾿ εὔνοιαν τοῦ ἀνδρός,
ἀλλὰ τὴν γνώμην ἐπαινῶν.
    Οἱ μὲν οὖν ναύαρχοι τῶν Ἑλλήνων ταῦτ᾿ ἔπραττον.
Ἀριστείδης δ᾿ ὁρῶν τὴν Ψυττάλειαν, ἣ πρὸ τῆς Σαλα-
μῖνος ἐν τῷ πόρῳ κεῖται νῆσος οὐ μεγάλη, πολεμίων
ἀνδρῶν μεστὴν οὖσαν, ἐμβιβάσας εἰς ὑπηρετικὰ τοὺς
προθυμοτάτους καὶ μαχιμωτάτους τῶν πολιτῶν, προσ-
έμειξε τῇ Ψυτταλείᾳ, καὶ μάχην πρὸς τοὺς βαρβάρους
συνάψας ἀπέκτεινε πάντας, πλὴν ὅσοι τῶν ἐπιφανῶν
ζῶντες ἥλωσαν. ἐν δὲ τούτοις ἦσαν ἀδελφῆς βασιλέως
ὄνομα Σανδάκης τρεῖς παῖδες, οὓς εὐθὺς ἀπέστειλε πρὸς
τὸν Θεμιστοκλέα, καὶ λέγονται κατά τι λόγιον, τοῦ μάν-
τεως Εὐφραντίδου κελεύσαντος, ὠμηστῇ Διονύσῳ πρὸ
τῆς μάχης καθιερευθῆναι. τὴν δὲ νησίδα τοῖς ὅπλοις
πανταχόθεν ὁ Ἀριστείδης περιστέψας, ἐφήδρευε τοῖς ἐκ-
φερομένοις πρὸς αὐτήν, ὡς μήτε τῶν φίλων τινὰ δια-
φθαρῆναι μήτε τῶν πολεμίων διαφυγεῖν. ὁ γὰρ πλεῖστος
ὠθισμὸς τῶν νεῶν καὶ τῆς μάχης τὸ καρτερώτατον
ἔοικε περὶ τὸν τόπον ἐκεῖνον γενέσθαι. διὸ καὶ τρό-
παιον ἕστηκεν ἐν τῇ Ψυτταλείᾳ.
    Μετὰ δὲ τὴν μάχην ὁ Θεμιστοκλῆς ἀποπειρώμενος
τοῦ Ἀριστείδου καλὸν μὲν εἶναι καὶ τὸ πεπραγμένον
ἔργον αὐτοῖς ἔλεγε, κρεῖττον δὲ λείπεσθαι τὸ λαβεῖν ἐν
τῇ Εὐρώπῃ τὴν Ἀσίαν, ἀναπλεύσαντας εἰς Ἑλλήσποντον
τὴν ταχίστην καὶ τὰ ζεύγματα διακόψαντας. ἐπεὶ δ᾿ Ἀρι-
στείδης ἀνακραγὼν τοῦτον μὲν ἐκέλευε τὸν λόγον κατα-
βαλεῖν, σκοπεῖν δὲ καὶ ζητεῖν ὅπως τὴν ταχίστην ἐκβά-
λωσι τὸν Μῆδον ἐκ τῆς Ἑλλάδος, μὴ κατακλεισθεὶς
ἀπορίᾳ φυγῆς μετὰ τοσαύτης δυνάμεως τραπῇ πρὸς ἄμυ-
ναν ὑπ᾿ ἀνάγκης, οὕτω πέμπει πάλιν Ἀρνάκην εὐνοῦχον
ὁ Θεμιστοκλῆς ἐκ τῶν αἰχμαλώτων κρύφα, φράσαι βα-
σιλεῖ κελεύσας ὅτι πλεῖν ἐπὶ τὰς γεφύρας ὡρμημένους
τοὺς Ἕλληνας αὐτὸς ἀποτρέψειε, σῴζεσθαι βασιλέα βου-
λόμενος.
    Ἐκ τούτου Ξέρξης μὲν περίφοβος γενόμενος εὐ-
θὺς ἐπὶ τὸν Ἑλλήσποντον ἠπείγετο, Μαρδόνιος δὲ τοῦ
στρατοῦ τὸ δοκιμώτατον ἔχων, περὶ τριάκοντα μυριάδας,
ὑπελείπετο, καὶ φοβερὸς ἦν ἀπ᾿ ἰσχυρᾶς τῆς περὶ τὸ
πεζὸν ἐλπίδος ἀπειλῶν τοῖς Ἕλλησι καὶ γράφων τοιαῦτα.
᾿νενικήκατε θαλασσίοις ξύλοις χερσαίους ἀνθρώπους, οὐκ
ἐπισταμένους κώπην ἐλαύνειν. ἀλλὰ νῦν πλατεῖα μὲν ἡ
Θετταλῶν γῆ, καλὸν δὲ τὸ Βοιώτιον πεδίον ἀγαθοῖς
ὁπλίταις καὶ ἱππεῦσιν ἐναγωνίσασθαι.᾿ πρὸς δ᾿ Ἀθηναί-
ους ἔπεμψεν ἰδίᾳ γράμματα καὶ λόγους παρὰ βασιλέως,
τήν τε πόλιν αὐτοῖς ἀναστήσειν ἐπαγγελλομένου καὶ χρή-
ματα πολλὰ δώσειν καὶ τῶν Ἑλλήνων κυρίους καταστή-
σειν, ἐκποδὼν τοῦ πολέμου γενομένους. οἱ δὲ Λακεδαι-
μόνιοι πυθόμενοι ταῦτα καὶ δείσαντες, ἔπεμψαν Ἀθή-
ναζε πρέσβεις, δεόμενοι τῶν Ἀθηναίων ὅπως παῖδας
μὲν καὶ γυναῖκας εἰς Σπάρτην ἀποστείλωσι, τοῖς δὲ
πρεσβυτέροις τροφὰς παρ᾿ αὐτῶν λαμβάνωσιν. ἰσχυρὰ
γὰρ ἦν ἀπορία περὶ τὸν δῆμον, ἀπολωλεκότα καὶ τὴν
χώραν καὶ τὴν πόλιν. οὐ μὴν ἀλλὰ τῶν πρέσβεων ἀκού-
σαντες, Ἀριστείδου ψήφισμα γράψαντος, ἀπεκρίναντο
θαυμαστὴν ἀπόκρισιν, τοῖς μὲν πολεμίοις συγγνώμην
ἔχειν φάσκοντες, εἰ πάντα πλούτου καὶ χρημάτων ὤνια
νομίζοιεν, ὧν κρεῖττον οὐδὲν ἴσασιν, ὀργίζεσθαι δὲ Λα-
κεδαιμονίοις, ὅτι τὴν πενίαν καὶ τὴν ἀπορίαν τὴν νῦν
παροῦσαν Ἀθηναίοις μόνον ὁρῶσι, τῆς δ᾿ ἀρετῆς καὶ
τῆς φιλοτιμίας ἀμνημονοῦσιν, ἐπὶ σιτίοις ὑπὲρ τῆς Ἑλ-
λάδος ἀγωνίζεσθαι παρακαλοῦντες. ταῦτα γράψας Ἀρι-
στείδης καὶ τοὺς πρέσβεις εἰς ἐκκλησίαν παραγαγών,
Λακεδαιμονίοις μὲν ἐκέλευσε φράζειν, ὡς οὐκ ἔστι χρυ-
σοῦ τοσοῦτον πλῆθος οὔθ᾿ ὑπὲρ γῆν οὔθ᾿ ὑπὸ γῆν, ὅσον
Ἀθηναῖοι δέξαιντο ἂν πρὸ τῆς τῶν Ἑλλήνων ἐλευθερίας.
τοῖς δὲ παρὰ Μαρδονίου τὸν ἥλιον δείξας ᾿ἄχρι ἂν οὗτος᾿
ἔφη ᾿ταύτην πορεύηται τὴν πορείαν, Ἀθηναῖοι πολεμή-
σουσι Πέρσαις ὑπὲρ τῆς δεδῃωμένης χώρας καὶ τῶν
ἠσεβημένων καὶ κατακεκαυμένων ἱερῶν.᾿ ἔτι δ᾿ ἀρὰς
θέσθαι τοὺς ἱερεῖς ἔγραψεν, εἴ τις ἐπικηρυκεύσαιτο Μή-
δοις ἢ τὴν συμμαχίαν ἀπολίποι τῶν Ἑλλήνων.
    Ἐμβαλόντος δὲ Μαρδονίου τὸ δεύτερον εἰς τὴν Ἀττι-
κήν, αὖθις εἰς Σαλαμῖνα διεπέρασαν. Ἀριστείδης δὲ πεμ-
φθεὶς εἰς Λακεδαίμονα τῆς μὲν βραδυτῆτος αὐτοῖς ἐνε-
κάλει καὶ τῆς ὀλιγωρίας, προεμένοις αὖθις τῷ βαρβάρῳ
τὰς Ἀθήνας, ἠξίου δὲ πρὸς τὰ ἔτι σῳζόμενα τῆς Ἑλ-
λάδος βοηθεῖν. ταῦτ᾿ ἀκούσαντες οἱ ἔφοροι μεθ᾿ ἡμέραν
μὲν ἐδόκουν παίζειν καὶ ῥᾳθυμεῖν ἑορτάζοντες. ἦν γὰρ
αὐτοῖς Ὑακίνθια. νυκτὸς δὲ πεντακισχιλίους Σπαρτιατῶν
ἐπιλέξαντες, ὧν ἕκαστος ἑπτὰ περὶ αὑτὸν εἵλωτας εἶχεν,
ἐξέπεμψαν οὐκ εἰδότων τῶν Ἀθηναίων. ἐπεὶ δὲ πάλιν
ἐγκαλῶν ὁ Ἀριστείδης προσῆλθεν, οἱ δὲ σὺν γέλωτι λη-
ρεῖν αὐτὸν ἔφασαν καὶ καθεύδειν, ἤδη γὰρ ἐν Ὀρεστείῳ
τὸν στρατὸν εἶναι, πορευόμενον ἐπὶ τοὺς ξένουσ_ξένους
γὰρ ἐκάλουν τοὺς Πέρσασ_, οὐ κατὰ καιρὸν ἔφη παίζειν
αὐτοὺς ὁ Ἀριστείδης, ἀντὶ τῶν πολεμίων τοὺς φίλους
ἐξαπατῶντας. ταῦθ᾿ οἱ περὶ τὸν Ἰδομενέα
φ 6) λέγουσιν. ἐν δὲ τῷ ψηφίσματι τοῦ Ἀριστείδου πρε-
σβευτὴς οὐκ αὐτός, ἀλλὰ Κίμων καὶ Ξάνθιππος καὶ Μυ-
ρωνίδης φέρονται.
    Χειροτονηθεὶς δὲ στρατηγὸς αὐτοκράτωρ ἐπὶ τὴν
μάχην, καὶ τῶν Ἀθηναίων ὀκτακισχιλίους ὁπλίτας ἀνα-
λαβών, ἧκεν εἰς Πλαταιάς. ἐκεῖ δὲ καὶ Παυσανίας ὁ τοῦ |
σύμπαντος ἡγούμενος Ἑλληνικοῦ συνέμειξεν, ἔχων τοὺς
Σπαρτιάτας, καὶ τῶν ἄλλων Ἑλλήνων ἐπέρρει τὸ πλῆθος.
τῶν δὲ βαρβάρων τὸ μὲν ὅλον τῆς στρατοπεδείας παρὰ
τὸν Ἀσωπὸν ποταμὸν παρεκτεταμένης οὐδεὶς ἦν ὅρος
διὰ τὸ μέγεθος, περὶ δὲ τὰς ἀποσκευὰς καὶ τὰ κυριώ-
τατα τεῖχος περιεφράξαντο τετράγωνον, οὗ τῶν πλευρῶν
ἑκάστη μῆκος ἦν δέκα σταδίων. Παυσανίᾳ μὲν οὖν καὶ
τοῖς Ἕλλησι κοινῇ Τεισαμενὸς ὁ Ἠλεῖος ἐμαντεύσατο,
καὶ προεῖπε νίκην ἀμυνομένοις καὶ μὴ προεπιχειροῦσιν.
Ἀριστείδου δὲ πέμψαντος εἰς Δελφούς, ἀνεῖλεν ὁ θεὸς
Ἀθηναίους καθυπερτέρους ἔσεσθαι τῶν ἐναντίων εὐχο-
μένους τῷ Διὶ καὶ τῇ Ἥρᾳ τῇ Κιθαιρωνίᾳ καὶ Πανὶ
καὶ νύμφαις Σφραγίτισι, καὶ θύοντας ἥρωσιν Ἀνδροκρά-
τει Λεύκωνι Πεισάνδρῳ Δαμοκράτει Ὑψίονι Ἀκταίωνι
Πολυείδῳ, καὶ τὸν κίνδυνον ἐν γᾷ ἰδίᾳ ποιουμένους ἐν
τῷ πεδίῳ τᾶς Δάματρος τᾶς Ἐλευσινίας καὶ τᾶς Κόρας.
οὗτος ὁ χρησμὸς ἀνενεχθεὶς ἀπορίαν τῷ Ἀριστείδῃ παρ-
εῖχεν. οἱ μὲν γὰρ ἥρωες οἷς ἐκέλευε θύειν ἀρχηγέται
Πλαταιέων ἦσαν, καὶ τὸ τῶν Σφραγιτίδων νυμφῶν ἄν-
τρον ἐν μιᾷ κορυφῇ τοῦ Κιθαιρῶνός ἐστιν, εἰς δυσμὰς
ἡλίου θερινὰς τετραμμένον, ἐν ᾧ καὶ μαντεῖον ἦν πρό-
τερον ὥς φασι καὶ πολλοὶ κατείχοντο τῶν ἐπιχωρίων,
οὓς νυμφολήπτους προσηγόρευον. τὸ δὲ τῆς Ἐλευσινίας
Δήμητρος πεδίον, καὶ τὸ τὴν μάχην ἐν ἰδίᾳ χώρᾳ ποιουμέ-
νοις τοῖς Ἀθηναίοις νίκην δίδοσθαι, πάλιν εἰς τὴν Ἀττικὴν
ἀνεκαλεῖτο καὶ μεθίστη τὸν πόλεμον. ἔνθα τῶν Πλα-
ταιέων ὁ στρατηγὸς Ἀρίμνηστος ἔδοξε κατὰ τοὺς ὕπνους
ὑπὸ τοῦ Διὸς τοῦ Σωτῆρος ἐπερωτώμενον αὑτόν, ὅ τι
δὴ πράττειν δέδοκται τοῖς Ἕλλησιν, εἰπεῖν. ᾿αὔριον εἰς
Ἐλευσῖνα τὴν στρατιὰν ἀπάξομεν ὦ δέσποτα, καὶ δια-
μαχούμεθα τοῖς βαρβάροις ἐκεῖ κατὰ τὸ πυθόχρηστον᾿.
τὸν οὖν θεὸν φάναι διαμαρτάνειν αὐτοὺς τοῦ παντός.
αὐτόθι γὰρ εἶναι περὶ τὴν Πλαταϊκὴν τὰ πυθόχρηστα,
καὶ ζητοῦντας ἀνευρήσειν. τούτων ἐναργῶς τῷ Ἀριμνή-
στῳ φανέντων, ἐξεγρόμενος τάχιστα μετεπέμψατο τοὺς
ἐμπειροτάτους καὶ πρεσβυτάτους τῶν πολιτῶν, μεθ᾿ ὧν
διαλεγόμενος καὶ συνδιαπορῶν εὗρεν, ὅτι τῶν Ὑσιῶν
πλησίον ὑπὸ τὸν Κιθαιρῶνα ναός ἐστιν ἀρχαῖος πάνυ
Δήμητρος Ἐλευσινίας καὶ Κόρης προσαγορευόμενος. εὐ-
θὺς οὖν παραλαβὼν τὸν Ἀριστείδην ἦγεν ἐπὶ τὸν τόπον,
εὐφυέστατον ὄντα παρατάξαι φάλαγγα πεζὴν ἱπποκρα-
τουμένοις διὰ τὰς ὑπωρείας τοῦ Κιθαιρῶνος, ἄφιππα
ποιούσας τὰ καταλήγοντα καὶ συγκυροῦντα τοῦ πεδίου
πρὸς τὸ ἱερόν. ταύτῃ δ᾿ ἦν καὶ τὸ τοῦ Ἀνδροκράτους
ἡρῷον ἐγγύς, ἄλσει πυκνῶν καὶ συσκίων δένδρων περι-
εχόμενον. ὅπως δὲ μηδὲν ἐλλιπὲς ἔχῃ πρὸς τὴν ἐλπίδα
τῆς νίκης ὁ χρησμός, ἔδοξε τοῖς Πλαταιεῦσιν, Ἀριμνή-
στου γνώμην εἰπόντος, ἀνελεῖν τὰ πρὸς τὴν Ἀττικὴν
ὅρια τῆς Πλαταιίδος καὶ τὴν χώραν ἐπιδοῦναι τοῖς Ἀθη-
ναίοις, ὑπὲρ τῆς Ἑλλάδος ἐν οἰκείᾳ κατὰ τὸν χρησμὸν
ἐναγωνίσασθαι. ταύτην μὲν οὖν τὴν φιλοτιμίαν τῶν Πλα-
ταιέων οὕτω συνέβη περιβόητον γενέσθαι, ὥστε καὶ Ἀλέ-
ξανδρον ἤδη βασιλεύοντα τῆς Ἀσίας ὕστερον πολλοῖς
ἔτεσι τειχίζοντα τὰς Πλαταιὰς ἀνειπεῖν Ὀλυμπίασιν ὑπὸ
κήρυκος, ὅτι ταύτην ὁ βασιλεὺς ἀποδίδωσι Πλαταιεῦσι
τῆς ἀνδραγαθίας καὶ μεγαλοψυχίας χάριν, ἐπειδὴ τοῖς
Ἕλλησιν ἐν τῷ Μηδικῷ πολέμῳ τὴν χώραν ἐπέδωκαν
καὶ παρέσχον αὑτοὺς προθυμοτάτους.
    Ἀθηναίοις δὲ Τεγεᾶται περὶ τάξεως ἐρίσαντες
ἠξίουν, ὥσπερ αἰεί, Λακεδαιμονίων τὸ δεξιὸν ἐχόντων
κέρας, αὐτοὶ τὸ εὐώνυμον ἔχειν, πολλὰ τοὺς αὑτῶν προ-
γόνους ἐγκωμιάζοντες. ἀγανακτούντων δὲ τῶν Ἀθη-
ναίων, παρελθὼν ὁ Ἀριστείδης εἶπε. ᾿Τεγεάταις μὲν
ἀντειπεῖν περὶ εὐγενείας καὶ ἀνδραγαθίας ὁ παρὼν καιρὸς
οὐ δίδωσι. πρὸς δ᾿ ὑμᾶς ὦ Σπαρτιᾶται καὶ τοὺς ἄλλους
Ἕλληνας λέγομεν, ὅτι τὴν ἀρετὴν οὐκ ἀφαιρεῖται τόπος
οὐδὲ δίδωσιν. ἣν δ᾿ ἂν ὑμεῖς ἡμῖν τάξιν ἀποδῶτε, πει-
ρασόμεθα κοσμοῦντες καὶ φυλάττοντες μὴ καταισχύνειν
τοὺς προηγωνισμένους ἀγῶνας. ἥκομεν γὰρ οὐ τοῖς συμ-
μάχοις στασιάσοντες, ἀλλὰ μαχούμενοι τοῖς πολεμίοις,
οὐδ᾿ ἐπαινεσόμενοι τοὺς πατέρας, ἀλλ᾿ αὑτοὺς ἄνδρας
ἀγαθοὺς τῇ Ἑλλάδι παρέξοντες. ὡς οὗτος ὁ ἀγὼν δείξει
καὶ πόλιν καὶ ἄρχοντα καὶ ἰδιώτην ὁπόσου τοῖς Ἕλλησιν
ἄξιός ἐστι.᾿ ταῦτ᾿ ἀκούσαντες οἱ σύνεδροι καὶ ἡγεμόνες
ἀπεδέξαντο τοὺς Ἀθηναίους καὶ θάτερον αὐτοῖς κέρας
ἀπέδοσαν.
    Οὔσης δὲ μετεώρου τῆς Ἑλλάδος, καὶ μάλιστα
τοῖς Ἀθηναίοις τῶν πραγμάτων ἐπισφαλῶς ἐχόντων, ἄν-
δρες ἐξ οἴκων ἐπιφανῶν καὶ χρημάτων μεγάλων πένητες
ὑπὸ τοῦ πολέμου γεγονότες, καὶ πᾶσαν ἅμα τῷ πλούτῳ
τὴν ἐν τῇ πόλει δύναμιν αὑτῶν καὶ δόξαν οἰχομένην
ὁρῶντες, ἑτέρων τιμωμένων καὶ ἀρχόντων, συνῆλθον εἰς
οἰκίαν τινὰ τῶν ἐν Πλαταιαῖς κρύφα καὶ συνωμόσαντο
καταλύσειν τὸν δῆμον. εἰ δὲ μὴ προχωροίη, λυμανεῖσθαι
τὰ πράγματα καὶ τοῖς βαρβάροις προδώσειν. πραττο-
μένων δὲ τούτων ἐν τῷ στρατοπέδῳ, καὶ συχνῶν ἤδη
διεφθαρμένων, αἰσθόμενος ὁ Ἀριστείδης καὶ φοβηθεὶς
τὸν καιρόν, ἔγνω μήτ᾿ ἐᾶν ἀμελούμενον τὸ πρᾶγμα
μήθ᾿ ἅπαν ἐκκαλύπτειν, ἀγνοούμενον εἰς ὅσον ἐκβήσεται
πλῆθος ὁ ἔλεγχος τὸν τοῦ δικαίου ζητῶν ὅρον ἀντὶ τοῦ
συμφέροντος. ὀκτὼ δή τινας ἐκ πολλῶν συνέλαβε, καὶ
τούτων δύο μέν, οἷς πρώτοις ἡ κρίσις προεγράφη, οἳ
καὶ πλείστην αἰτίαν εἶχον, Αἰσχίνης Λαμπτρεὺς καὶ Ἀγα-
σίας Ἀχαρνεύς, ὤχοντο φεύγοντες ἐκ τοῦ στρατοπέδου.
τοὺς δ᾿ ἄλλους ἀφῆκε, θαρρῆσαι διδοὺς καὶ μεταγνῶναι
τοῖς ἔτι λανθάνειν οἰομένοις, ὑπειπὼν ὡς μέγα δικαστή-
ριον ἔχουσι τὸν πόλεμον ἀπολύσασθαι τὰς αἰτίας ὀρθῶς
καὶ δικαίως τῇ πατρίδι βουλόμενοι.
    Μετὰ ταῦτα Μαρδόνιος, ᾧ πλεῖστον ἐδόκει δια-
φέρειν, τῶν Ἑλλήνων ἀπεπειρᾶτο, τὴν ἵππον ἀθρόαν αὐ-
τοῖς ἐφεὶς καθεζομένοις ὑπὸ τὸν πρόποδα τοῦ Κιθαι-
ρῶνος ἐν χωρίοις ὀχυροῖς καὶ πετρώδεσι, πλὴν Μεγα-
ρέων. οὗτοι δὲ τρισχίλιοι τὸ πλῆθος ὄντες ἐν τοῖς ἐπιπέδοις
μᾶλλον ἐστρατοπεδεύοντο. διὸ καὶ κακῶς ἔπασχον ὑπὸ
τῆς ἵππου, ῥυείσης ἐπ᾿ αὐτοὺς καὶ προσβολὰς ἐχούσης
πανταχόθεν. ἔπεμπον οὖν ἄγγελον κατὰ τάχος πρὸς Παυ-
σανίαν βοηθεῖν κελεύοντες, ὡς οὐ δυνάμενοι καθ᾿ αὑ-
τοὺς ὑποστῆναι τὸ τῶν βαρβάρων πλῆθος. ταῦτα Παυ-
σανίας ἀκούων, ἤδη δὲ καὶ καθορῶν ἀποκεκρυμμένον
ἀκοντισμάτων καὶ τοξευμάτων πλήθει τὸ στρατόπεδον
τῶν Μεγαρέων καὶ συνεσταλμένους αὐτοὺς εἰς ὀλίγον,
αὐτὸς μὲν ἀμήχανος ἦν ἱππότας ἀμύνειν ὁπλιτικῇ φά-
λαγγι καὶ βαρείᾳ τῇ Σπαρτιατῶν, τοῖς δ᾿ ἄλλοις στρα-
τηγοῖς καὶ λοχαγοῖς τῶν Ἑλλήνων περὶ αὐτὸν οὖσι προὔ-
θετο ζῆλον ἀρετῆς καὶ φιλοτιμίας, εἰ δή τινες ἑκόντες
ἀναδέξαιντο προαγωνίσασθαι καὶ βοηθῆσαι τοῖς Μεγα-
ρεῦσι. τῶν δ᾿ ἄλλων ὀκνούντων, Ἀριστείδης ἀναδεξά-
μενος ὑπὲρ τῶν Ἀθηναίων τὸ ἔργον, ἀποστέλλει τὸν
προθυμότατον τῶν λοχαγῶν Ὀλυμπιόδωρον, ἔχοντα τοὺς
ὑπ᾿ αὐτῷ τεταγμένους λογάδας τριακοσίους καὶ τοξότας
ἀναμεμειγμένους σὺν αὐτοῖς. τούτων ὀξέως διασκευασα-
μένων καὶ προσφερομένων δρόμῳ, Μασίστιος ὁ τῶν βαρ-
βάρων ἵππαρχος, ἀνὴρ ἀλκῇ τε θαυμαστὸς μεγέθει τε
καὶ κάλλει σώματος περιττός, ὡς κατεῖδεν, ἐναντίον ἐπι-
στρέψας τὸν ἵππον εἰς αὐτοὺς ἤλαυνε. τῶν δ᾿ ἀνασχο-
μένων καὶ συμβαλόντων, ἦν ἀγὼν καρτερός, ὡς πεῖραν
ἐν τούτῳ τοῦ παντὸς λαμβανόντων. ἐπεὶ δὲ τοξευθεὶς ὁ
ἵππος τὸν Μασίστιον ἀπέρριψε, καὶ πεσὼν ὑπὸ βάρους
τῶν ὅπλων αὐτός τε δυσκίνητος ἦν ἀναφέρειν καὶ τοῖς |
Ἀθηναίοις ἐπικειμένοις καὶ παίουσι δυσμεταχείριστος, οὐ
μόνον στέρνα καὶ κεφαλήν, ἀλλὰ καὶ τὰ γυῖς χρυσῷ
καὶ χαλκῷ καὶ σιδήρῳ καταπεφραγμένος, τοῦτον μὲν ἧ
τὸ κράνος ὑπέφαινε τὸν ὀφθαλμὸν ἀκοντίου στύρακι
παίων τις ἀνεῖλεν, οἱ δ᾿ ἄλλοι Πέρσαι προέμενοι τὸν
νεκρὸν ἔφευγον. ἐγνώσθη δὲ τοῦ κατορθώματος τὸ μέ-
γεθος τοῖς Ἕλλησιν οὐκ ἀπὸ τῶν νεκρῶν τοῦ πλήθουσ_
ὀλίγοι γὰρ οἱ πεσόντες ἦσαν_, ἀλλὰ τῷ πένθει τῶν
βαρβάρων. καὶ γὰρ ἑαυτοὺς ἔκειραν ἐπὶ τῷ Μασιστίῳ
καὶ ἵππους καὶ ἡμιόνους, οἰμωγῆς τε καὶ κλαυθμοῦ τὸ
πεδίον ἐνεπίμπλασαν, ὡς ἄνδρα πολὺ πρῶτον ἀρετῇ καὶ
δυνάμει μετά γε Μαρδόνιον αὐτὸν ἀποβαλόντες.
    Μετὰ δὲ τὴν ἱππομαχίαν ἀμφότεροι μάχης ἔσχον-
το χρόνον πολύν. ἀμυνομένοις γὰρ οἱ μάντεις νίκην προὔ-
φαινον ἐκ τῶν ἱερῶν ὁμοίως καὶ τοῖς Πέρσαις καὶ τοῖς
Ἕλλησιν, εἰ δ᾿ ἐπιχειροῖεν, ἧτταν. ἔπειτα Μαρδόνιος, ὡς
αὐτῷ μὲν ἡμερῶν ὀλίγων τὰ ἐπιτήδεια περιῆν, οἱ δ᾿ Ἕλ-
ληνες ἀεί τινων ἐπιρρεόντων πλείονες ἐγίγνοντο, δυσ-
ανασχετῶν ἔγνω μηκέτι μένειν, ἀλλὰ διαβὰς ἅμα φάει
τὸν Ἀσωπὸν ἐπιθέσθαι τοῖς Ἕλλησιν ἀπροσδοκήτως, καὶ
παράγγελμα τοῖς ἡγεμόσιν ἑσπέρας ἔδωκε. μεσούσης δὲ
μάλιστα τῆς νυκτὸς ἀνὴρ ἵππον ἔχων ἀτρέμα προσεμεί-
γνυε τῷ στρατοπέδῳ τῶν Ἑλλήνων, ἐντυχὼν δὲ ταῖς
φυλακαῖς, ἐκέλευεν αὐτῷ προσελθεῖν Ἀριστείδην τὸν
Ἀθηναῖον. ὑπακούσαντος δὲ ταχέως, ἔφησεν. ᾿εἰμὶ μὲν
Ἀλέξανδρος ὁ Μακεδόνων βασιλεύς, ἥκω δὲ κινδύνων
τὸν μέγιστον εὐνοίᾳ τῇ πρὸς ὑμᾶς αἰρόμενος, ὡς μὴ τὸ
αἰφνίδιον ἐκπλήξειεν ὑμᾶς χεῖρον ἀγωνίσασθαι. μαχεῖ-
ται γὰρ ὑμῖν Μαρδόνιος αὔριον, οὐχ ὑπ᾿ ἐλπίδος χρη-
στῆς οὐδὲ θάρσους, ἀλλ᾿ ἀπορίας τῶν παρόντων, ἐπεὶ
καὶ μάντεις ἐκεῖνον ἀπαισίοις ἱεροῖς καὶ λογίοις χρη-
σμῶν εἴργουσι μάχης, καὶ τὸν στρατὸν ἔχει δυσθυμία
πολλὴ καὶ κατάπληξις. ἀλλ᾿ ἀνάγκη τολμῶντα πειρᾶσθαι
τῆς τύχης ἢ τὴν ἐσχάτην ὑπομένειν ἀπορίαν καθεζόμε-
νον.᾿ ταῦτα φράσας ὁ Ἀλέξανδρος ἐδεῖτο τὸν Ἀριστείδην
αὐτὸν εἰδέναι καὶ μνημονεύειν, ἑτέρῳ δὲ μὴ κατειπεῖν.
ὁ δ᾿ οὐ καλῶς ἔχειν ἔφη ταῦτα Παυσανίαν ἀποκρύψασθαι.
ἐκείνῳ γὰρ ἀνακεῖσθαι τὴν ἡγεμονίαν. πρὸς δὲ τοὺς ἄλ-
λους ἄρρητα πρὸ τῆς μάχης [ἔδοξεν] ἔσεσθαι, νικώσης
δὲ τῆς Ἑλλάδος οὐδένα τὴν Ἀλεξάνδρου προθυμίαν καὶ
ἀρετὴν ἀγνοήσειν. λεχθέντων δὲ τούτων ὅ τε βασιλεὺς
τῶν Μακεδόνων ἀπήλαυνεν ὀπίσω πάλιν, ὅ τ᾿ Ἀριστεί-
δης ἀφικόμενος ἐπὶ τὴν σκηνὴν τοῦ Παυσανίου διηγεῖτο
τοὺς λόγους, καὶ μετεπέμποντο τοὺς ἄλλους ἡγεμόνας
καὶ παρήγγελλον ἐν κόσμῳ τὸν στρατὸν ἔχειν, ὡς μά-
χης ἐσομένης.
    Ἐν τούτῳ δ᾿, ὡς Ἡρόδοτος ἱστορεῖ, Παυ-
σανίας Ἀριστείδῃ προσέφερε λόγον, ἀξιῶν τοὺς Ἀθη-
ναίους ἐπὶ τὸ δεξιὸν μεταγαγόντα κατὰ τοὺς Πέρσας
ἀντιταχθῆναι, βέλτιον γὰρ ἀγωνιεῖσθαι τῆς τε μάχης
ἐμπείρους γεγονότας καὶ τῷ προνενικηκέναι θαρροῦντας,
αὑτῷ δὲ παραδοῦναι τὸ εὐώνυμον, ὅπου τῶν Ἑλλήνων
οἱ μηδίζοντες ἐπιβάλλειν ἔμελλον. οἱ μὲν οὖν ἄλλοι στρα-
τηγοὶ τῶν Ἀθηναίων ἀγνώμονα καὶ φορτικὸν ἡγοῦντο
τὸν Παυσανίαν, εἰ τὴν ἄλλην ἐῶν τάξιν ἐν χώρᾳ μό-
νους ἄνω καὶ κάτω μεταφέρει σφᾶς ὥσπερ εἵλωτας,
κατὰ τὸ μαχιμώτατον προβαλλόμενος. ὁ δ᾿ Ἀριστείδης
διαμαρτάνειν αὐτοὺς ἔφασκε τοῦ παντός, εἰ πρῴην μὲν
ὑπὲρ τοῦ τὸ εὐώνυμον κέρας ἔχειν διεφιλοτιμοῦντο Τε-
γεάταις καὶ προκριθέντες ἐσεμνύνοντο, νῦν δὲ Λακεδαι-
μονίων ἑκουσίως ἐξισταμένων αὐτοῖς τοῦ δεξιοῦ καὶ τρό-
πον τινὰ τὴν ἡγεμονίαν παραδιδόντων, οὔτε τὴν δόξαν
ἀγαπῶσιν, οὔτε κέρδος ἡγοῦνται τὸ μὴ πρὸς ὁμοφύλους
καὶ συγγενεῖς, ἀλλὰ βαρβάρους φύσει πολεμίους ἀγωνί-
σασθαι. ἐκ τούτου πάνυ προθύμως οἱ Ἀθηναῖοι διημεί-
βοντο τοῖς Σπαρτιάταις τὴν τάξιν, καὶ λόγος ἐχώρει
δι᾿ αὐτῶν πολὺς ἀλλήλοις παρεγγυώντων, ὡς οὔθ᾿ ὅπλα
βελτίω λαβόντες οὔτε ψυχὰς ἀμείνους οἱ πολέμιοι τῶν
ἐν Μαραθῶνι προσίασιν, ἀλλὰ τὰ αὐτὰ μὲν ἐκείνοις τόξα,
τὰ αὐτὰ δ᾿ ἐσθῆτος ποικίλματα καὶ χρυσὸς ἐπὶ σώμασι
μαλακοῖς καὶ ψυχαῖς ἀνάνδροις. ἡμῖν δ᾿ ὅπλα μὲν ὅμοια
καὶ σώματα, μεῖζον δὲ ταῖς νίκαις τὸ θάρσος, ὁ δ᾿ ἀγὼν
οὐχ ὑπὲρ χώρας καὶ πόλεως μόνον ὡς ἐκείνοις, ἀλλ᾿ ὑπὲρ
τῶν ἐν Μαραθῶνι καὶ Σαλαμῖνι τροπαίων, ὡς μηδ᾿ ἐκεῖ-
να Μιλτιάδου δοκῇ καὶ τύχης, ἀλλ᾿ Ἀθηναίων. οὗτοι
μὲν οὖν σπεύδοντες ἐν ἀμείψει τῶν τάξεων ἦσαν. αἰ-
σθόμενοι δὲ Θηβαῖοι παρ᾿ αὐτομόλων, Μαρδονίῳ φρά-
ζουσι, κἀκεῖνος εὐθύς, εἴτε δεδιὼς τοὺς Ἀθηναίους, εἴτε
τοῖς Λακεδαιμονίοις συμπεσεῖν φιλοτιμούμενος, ἀντιπαρ-
εξῆγε τοὺς Πέρσας ἐπὶ τὸ δεξιόν, τοὺς δ᾿ Ἕλληνας
ἐκέλευε τοὺς σὺν αὐτῷ κατὰ τοὺς Ἀθηναίους ἵστασθαι.
γενομένης δὲ τῆς μετακοσμήσεως καταφανοῦς, ὅ τε Παυ-
σανίας ἀποτραπεὶς αὖθις ἐπὶ τοῦ δεξιοῦ κατέστη, καὶ
Μαρδόνιος, ὥσπερ εἶχεν ἐξ ἀρχῆς, ἀνέλαβε τὸ εὐώνυμον
κατὰ τοὺς Λακεδαιμονίους γενόμενος, ἥ θ᾿ ἡμέρα διεξ-
ῆλθεν ἀργή, καὶ τοῖς Ἕλλησι βουλευομένοις ἔδοξε πορ-
ρωτέρω μεταστρατοπεδεῦσαι καὶ καταλαβεῖν εὔυδρον
χωρίον, ἐπεὶ τὰ πλησίον νάματα καθύβριστο καὶ διέ-
φθαρτο τῶν βαρβάρων ἱπποκρατούντων.
    Ἐπελθούσης δὲ νυκτὸς καὶ τῶν στρατηγῶν ἀγόν-
των ἐπὶ τὴν ἀποδεδειγμένην στρατοπεδείαν, οὐ πάνυ
πρόθυμον ἦν ἕπεσθαι καὶ συμμένειν τὸ πλῆθος, ἀλλ᾿ ὡς
ἀνέστησαν ἐκ τῶν πρώτων ἐρυμάτων, ἐφέροντο πρὸς τὴν
πόλιν τῶν Πλαταιέων οἱ πολλοί, καὶ θόρυβος ἦν ἐκεῖ
διασκιδναμένων καὶ κατασκηνούντων ἀτάκτως. Λακε-
δαιμονίοις δὲ συνέβαινεν ἄκουσιν ἀπολείπεσθαι τῶν ἄλ-
λων. Ἀμομφάρετος γάρ, ἀνὴρ θυμοειδὴς καὶ φιλοκίνδυ-
νος, ἔκπαλαι πρὸς τὴν μάχην σπαργῶν καὶ βαρυνόμενος
τὰς πολλὰς ἀναβολὰς καὶ μελλήσεις, τότε δὴ παντάπασι
τὴν μετανάστασιν φυγὴν ἀποκαλῶν καὶ ἀπόδρασιν, οὐκ
ἔφη λείψειν τὴν τάξιν, ἀλλ᾿ αὐτόθι μένων μετὰ τῶν
αὑτοῦ λοχιτῶν ὑποστήσεσθαι Μαρδόνιον. ὡς δὲ Παυ-
σανίας ἐπελθὼν ἔλεγε ταῦτα πράττειν ἐψηφισμένα καὶ
δεδογμένα τοῖς Ἕλλησιν, ἀράμενος ταῖν χεροῖν πέτρον μέ-
γαν ὁ Ἀμομφάρετος καὶ καταβαλὼν πρὸ τῶν ποδῶν τοῦ
Παυσανίου, ταύτην ἔφη ψῆφον αὐτὸς περὶ τῆς μάχης
τίθεσθαι, τὰ δὲ τῶν ἄλλων δειλὰ βουλεύματα καὶ δόγ-
ματα χαίρειν ἐᾶν. ἀπορούμενος δὲ Παυσανίας τῷ παρ-
όντι, πρὸς μὲν τοὺς Ἀθηναίους ἔπεμψεν ἀπιόντας ἤδη,
περιμεῖναι δεόμενος καὶ κοινῇ βαδίζειν, αὐτὸς δὲ τὴν
ἄλλην δύναμιν ἦγε πρὸς τὰς Πλαταιὰς ὡς ἀναστήσων
τὸν Ἀμομφάρετον.
    Ἐν τούτῳ δὲ κατελάμβανεν ἡμέρα, καὶ Μαρδόνιοσ_
οὐ γὰρ ἔλαθον τὴν στρατοπεδείαν ἐκλελοιπότες οἱ Ἕλ-
ληνεσ_ἔχων συντεταγμένην τὴν δύναμιν ἐπεφέρετο τοῖς
Λακεδαιμονίοις βοῇ πολλῇ καὶ πατάγῳ τῶν βαρβάρων,
ὡς οὐ μάχης γενησομένης, ἀλλὰ φεύγοντας ἀναρπασομέ-
νων τοὺς Ἕλληνας. ὃ μικρᾶς ῥοπῆς ἐδέησε γενέσθαι.
κατιδὼν γὰρ τὸ γιγνόμενον ὁ Παυσανίας, ἔσχετο μὲν
τῆς πορείας καὶ τὴν ἐπὶ μάχῃ τάξιν ἐκέλευσε λαμβάνειν
ἕκαστον, ἔλαθε δ᾿ αὐτόν, εἴθ᾿ ὑπὸ τῆς πρὸς τὸν Ἀμομ-
φάρετον ὀργῆς εἴτε τῷ τάχει θορυβηθέντα τῶν πολε-
μίων, σύνθημα μὴ δοῦναι τοῖς Ἕλλησιν. ὅθεν οὔτ᾿ εὐθὺς
οὔτ᾿ ἀθρόοι, κατ᾿ ὀλίγους δὲ καὶ σποράδην, ἤδη τῆς
μάχης ἐν χερσὶν οὔσης, προσεβοήθουν. ὡς δὲ θυόμενος
οὐκ ἐκαλλιέρει, προσέταξε τοῖς Λακεδαιμονίοις τὰς ἀσπί-
δας πρὸ τῶν ποδῶν θεμένους ἀτρέμα καθέζεσθαι καὶ
προσέχειν αὐτῷ, μηδένα τῶν πολεμίων ἀμυνομένους, αὐ-
τὸς δὲ πάλιν ἐσφαγιάζετο. καὶ προσέπιπτον οἱ ἱππεῖς,
ἤδη δὲ καὶ βέλος ἐξικνεῖτο καί τις ἐπέπληκτο τῶν Σπαρ-
τιατῶν. ἐν τούτῳ δὲ καὶ Καλλικράτης, ὃν ἰδέᾳ τε κάλ-
λιστον Ἑλλήνων καὶ σώματι μέγιστον ἐν ἐκείνῳ τῷ
στρατῷ γενέσθαι λέγουσι, τοξευθεὶς καὶ θνῄσκων οὐκ
ἔφη τὸν θάνατον ὀδύρεσθαι, καὶ γὰρ ἐλθεῖν οἴκοθεν
ὑπὲρ τῆς Ἑλλάδος ἀποθανούμενος, ἀλλ᾿ ὅτι θνῄσκει τῇ
χειρὶ μὴ χρησάμενος. ἦν οὖν τὸ μὲν πάθος δεινόν, ἡ
δ᾿ ἐγκράτεια θαυμαστὴ τῶν ἀνδρῶν. οὐ γὰρ ἠμύνοντο
τοὺς πολεμίους ἐπιβαίνοντας, ἀλλὰ τὸν παρὰ τοῦ θεοῦ
καὶ τοῦ στρατηγοῦ καιρὸν ἀναμένοντες, ἠνείχοντο βαλ-
λόμενοι καὶ πίπτοντες ἐν ταῖς τάξεσιν. ἔνιοι δέ φασι τῷ
Παυσανίᾳ μικρὸν ἔξω τῆς παρατάξεως θύοντι καὶ κατευ-
χομένῳ τῶν Λυδῶν τινας ἄφνω προσπεσόντας ἁρπάζειν
καὶ διαρρίπτειν τὰ περὶ τὴν θυσίαν, τὸν δὲ Παυσανίαν
καὶ τοὺς περὶ αὐτὸν οὐκ ἔχοντας ὅπλα ῥάβδοις καὶ μά-
στιξι παίειν. διὸ καὶ νῦν ἐκείνης τῆς ἐπιδρομῆς μίμημα
τὰς περὶ τὸν βωμὸν ἐν Σπάρτῃ πληγὰς τῶν ἐφήβων καὶ
τὴν μετὰ ταῦτα Λυδῶν πομπὴν συντελεῖσθαι.
    Δυσφορῶν οὖν ὁ Παυσανίας τοῖς παροῦσιν, ἄλλα
τοῦ μάντεως ἐπ᾿ ἄλλοις ἱερεῖα καταβάλλοντος, τρέπεται
πρὸς τὸ Ἡραῖον τῇ ὄψει δεδακρυμένος, καὶ τὰς χεῖρας
ἀνασχὼν εὔξατο Κιθαιρωνίᾳ Ἥρᾳ καὶ θεοῖς ἄλλοις οἳ
Πλαταιίδα γῆν ἔχουσιν, εἰ μὴ πέπρωται τοῖς Ἕλλησι
νικᾶν, ἀλλὰ δράσαντάς γέ τι παθεῖν καὶ δείξαντας ἔργῳ
τοῖς πολεμίοις, ὡς ἐπ᾿ ἄνδρας ἀγαθοὺς καὶ μάχεσθαι
μεμαθηκότας ἐστράτευσαν. ταῦτα τοῦ Παυσανίου θεο-
κλυτοῦντος, ἅμα ταῖς εὐχαῖς ἐφάνη τὰ ἱερά, καὶ νίκην ὁ
μάντις ἔφραζε, καὶ δοθέντος εἰς ἅπαντας τοῦ παραγ-
γέλματος καθίστασθαι πρὸς τοὺς πολεμίους, ἥ τε φά-
λαγξ ὄψιν ἔσχεν αἰφνιδίως ἑνὸς ζῴου θυμοειδοῦς πρὸς
ἀλκὴν τρεπομένου καὶ φρίξαντος, τοῖς τε βαρβάροις τότε
παρέστη λογισμός, ὡς πρὸς ἄνδρας αὐτοῖς ὁ ἀγὼν ἔσται
μαχουμένους ἄχρι θανάτου. διὸ καὶ πολλὰ προθέμενοι
τῶν γέρρων ἐτόξευον εἰς τοὺς Λακεδαιμονίους, οἱ δὲ
τηροῦντες ἅμα τὸν συνασπισμὸν ἐπέβαινον, καὶ προσ-
πεσόντες ἐξεώθουν τὰ γέρρα, καὶ τοῖς δόρασι τύπτοντες
πρόσωπα καὶ στέρνα τῶν Περσῶν πολλοὺς κατέβαλλον,
οὐκ ἀπράκτως οὐδ᾿ ἀθύμως πίπτοντας. καὶ γὰρ ἀντι-
λαμβανόμενοι τῶν δοράτων ταῖς χερσὶ γυμναῖς συν-
έθραυον τὰ πλεῖστα, καὶ πρὸς τὰς ξιφουλκίας ἐχώρουν
οὐκ ἀργῶς, ταῖς τε κοπίσι καὶ τοῖς ἀκινάκαις χρώμενοι
καὶ τὰς ἀσπίδας παρασπῶντες, καὶ συμπλεκόμενοι χρό-
νον πολὺν ἀντεῖχον.
    Οἱ δ᾿ Ἀθηναῖοι τέως μὲν ἠτρέμουν ἀναμένοντες τοὺς
Λακεδαιμονίους, ἐπεὶ δὲ κραυγή τε προσέπιπτε πολλὴ
μαχομένων καὶ παρῆν ὥς φασιν ἄγγελος παρὰ Παυσα-
νίου τὰ γιγνόμενα φράζων, ὥρμησαν κατὰ τάχος βοη-
θεῖν, καὶ προχωροῦσιν αὐτοῖς διὰ τοῦ πεδίου πρὸς τὴν
βοὴν ἐπεφέροντο τῶν Ἑλλήνων οἱ μηδίζοντες. Ἀριστεί-
δης δὲ πρῶτον μὲν ὡς εἶδε, πολὺ προελθὼν ἐβόα, μαρτυ-
ρόμενος Ἑλληνίους θεούς, ἔχεσθαι μάχης καὶ μὴ σφίσιν
ἐμποδὼν εἶναι μηδὲ κωλύειν ἐπαμύνοντας τοῖς προκιν-
δυνεύουσιν ὑπὲρ τῆς Ἑλλάδος. ἐπεὶ δ᾿ ἑώρα μὴ προσ-
έχοντας αὐτῷ καὶ συντεταγμένους ἐπὶ μάχην, οὕτω τῆς
ἐκεῖ βοηθείας ἀποτραπόμενος συνέβαλε τούτοις, περὶ
πεντακισμυρίους οὖσιν. ἀλλὰ τὸ μὲν πλεῖστον εὐθὺς ἐν-
έδωκε καὶ ἀπεχώρησεν, ἅτε δὴ καὶ τῶν βαρβάρων ἀπηλ-
λαγμένων, ἡ δὲ μάχη λέγεται μάλιστα κατὰ Θηβαίους
γενέσθαι, προθυμότατα τῶν πρώτων καὶ δυνατωτάτων
τότε παρ᾿ αὐτοῖς μηδιζόντων καὶ τὸ πλῆθος οὐ κατὰ
γνώμην ἀλλ᾿ ὀλιγαρχούμενον ἀγόντων.
    Οὕτω δὲ τοῦ ἀγῶνος δίχα συνεστῶτος, πρῶτοι μὲν
ἐώσαντο τοὺς Πέρσας οἱ Λακεδαιμόνιοι, καὶ τὸν Μαρ-
δόνιον ἀνὴρ Σπαρτιάτης ὄνομα Ἀείμνηστος ἀποκτίννυσι,
λίθῳ τὴν κεφαλὴν πατάξας, ὥσπερ αὐτῷ προεσήμηνε τὸ
Ἀμφιάρεω μαντεῖον. ἔπεμψε γὰρ ἄνδρα Λυδὸν ἐνταῦθα,
Κᾶρα δ᾿ ἕτερον εἰς τὸ Πτῷον ὁ Μαρδόνιος, καὶ τοῦτον
μὲν ὁ προφήτης Καρικῇ γλώσσῃ προσεῖπεν, ὁ δὲ Λυδὸς
ἐν τῷ σηκῷ τοῦ Ἀμφιάρεω κατευνασθεὶς ἔδοξεν ὑπηρέ-
την τινὰ τοῦ θεοῦ παραστῆναι καὶ κελεύειν αὐτὸν ἀπιέναι,
μὴ βουλομένῳ δὲ λίθον εἰς τὴν κεφαλὴν ἐμβαλεῖν μέγαν,
ὥστε δόξαι πληγέντα τεθνάναι τὸν ἄνθρωπον. καὶ ταῦτα
μὲν οὕτω γενέσθαι λέγεται. τοὺς δὲ φεύγοντας εἰς τὰ
ξύλινα τείχη καθεῖρξαν. ὀλίγῳ δ᾿ ὕστερον Ἀθηναῖοι τοὺς
Θηβαίους τρέπονται, τριακοσίους τοὺς ἐπιφανεστάτους
καὶ πρώτους διαφθείραντες ἐν αὐτῇ τῇ μάχῃ. γεγενημέ-
νης γὰρ τῆς τροπῆς ἧκεν αὐτοῖς ἄγγελος πολιορκεῖσθαι
τὸ βαρβαρικὸν εἰς τὰ τείχη κατακεκλειμένον. οὕτω δὴ
σῴζεσθαι τοὺς Ἕλληνας ἐάσαντες ἐβοήθουν πρὸς τὰ
τείχη, καὶ τοῖς Λακεδαιμονίοις παντάπασιν ἀργῶς πρὸς
τειχομαχίαν καὶ ἀπείρως ἔχουσιν ἐπιφανέντες, αἱροῦσι
τὸ στρατόπεδον φόνῳ πολλῷ τῶν πολεμίων. λέγονται
γὰρ ἀπὸ τῶν τριάκοντα μυριάδων τετρακισμύριοι φυγεῖν
σὺν Ἀρταβάζῳ, τῶν δ᾿ ὑπὲρ τῆς Ἑλλάδος ἀγωνισαμένων
ἔπεσον οἱ πάντες ἐπὶ χιλίοις ἑξήκοντα καὶ τριακόσιοι.
τούτων Ἀθηναῖοι μὲν ἦσαν δύο καὶ πεντήκοντα, πάντες
ἐκ τῆς Αἰαντίδος φυλῆς, ὥς φησι Κλείδημος
φ 22), ἀγωνισαμένης ἄριστα. διὸ καὶ ταῖς Σφραγίτισι
νύμφαις ἔθυον Αἰαντίδαι τὴν πυθόχρηστον θυσίαν ὑπὲρ
τῆς νίκης, ἐκ δημοσίου τὸ ἀνάλωμα λαμβάνοντες. Λακε-
δαιμόνιοι δ᾿ ἑνὶ πλείους τῶν ἐνενήκοντα, Τεγεᾶται δ᾿ ἑκ-
καίδεκα. θαυμαστὸν οὖν τὸ Ἡροδότου, πῶς μό-
νους τούτους φησὶν εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις, τῶν
δ᾿ ἄλλων Ἑλλήνων μηδένα. καὶ γὰρ τὸ πλῆθος τῶν πε-
σόντων καὶ τὰ μνήματα μαρτυρεῖ κοινὸν γενέσθαι τὸ
κατόρθωμα, καὶ τὸν βωμὸν οὐκ ἂν ἐπέγραψαν οὕτως, εἰ
μόναι τρεῖς πόλεις ἠγωνίσαντο, τῶν ἄλλων ἀτρέμα καθε-
ζομένων.
          τόνδε ποθ᾿ Ἕλλανες νίκας κράτει, ἔργῳ Ἄρηος,
          Πέρσας ἐξελάσαντες ἐλευθέρᾳ Ἑλλάδι κοινὸν
          ἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου.
ταύτην τὴν μάχην ἐμαχέσαντο τῇ τετράδι τοῦ Βοηδρο-
μιῶνος ἱσταμένου κατ᾿ Ἀθηναίους, κατὰ δὲ Βοιωτοὺς
τετράδι τοῦ Πανήμου φθίνοντος, ἧ καὶ νῦν ἔτι τὸ Ἑλ-
ληνικὸν ἐν Πλαταιαῖς ἀθροίζεται συνέδριον καὶ θύουσι
τῷ Ἐλευθερίῳ Διὶ Πλαταιεῖς ὑπὲρ τῆς νίκης. τὴν δὲ τῶν
ἡμερῶν ἀνωμαλίαν οὐ θαυμαστέον, ὅπου καὶ νῦν διηκρι-
βωμένων τῶν ἐν ἀστρολογίᾳ μᾶλλον ἄλλην ἄλλοι μηνὸς
ἀρχὴν καὶ τελευτὴν ἄγουσιν.
    Ἐκ τούτου τῶν Ἀθηναίων τὸ ἀριστεῖον οὐ παρα-
διδόντων τοῖς Σπαρτιάταις οὐδὲ τρόπαιον ἱστάναι συγ-
χωρούντων ἐκείνοις, παρ᾿ οὐδὲν ἂν ἦλθεν εὐθὺς ἀπολέ-
σθαι τὰ πράγματα τῶν Ἑλλήνων, ἐν τοῖς ὅπλοις δια-
στάντων, εἰ μὴ πολλὰ παρηγορῶν καὶ διδάσκων τοὺς
συστρατήγους ὁ Ἀριστείδης, μάλιστα δὲ Λεωκράτην καὶ
Μυρωνίδην, ἔσχε καὶ συνέπεισε τὴν κρίσιν ἐφεῖναι τοῖς
Ἕλλησιν. ἐνταῦθα βουλευομένων τῶν Ἑλλήνων Θεογεί-
των μὲν ὁ Μεγαρεὺς εἶπεν, ὡς ἑτέρᾳ πόλει δοτέον εἴη
τὸ ἀριστεῖον, εἰ μὴ βούλονται συνταράξαι πόλεμον ἐμ-
φύλιον. ἐπὶ τούτῳ δ᾿ ἀναστὰς Κλεόκριτος ὁ Κορίνθιος,
δόξαν μὲν παρέσχεν ὡς Κορινθίοις αἰτήσων τὸ ἀριστεῖον.
ἦν γὰρ ἐν ἀξιώματι μεγίστῳ μετὰ τὴν Σπάρτην καὶ τὰς
Ἀθήνας ἡ Κόρινθος. εἶπε δὲ πᾶσιν ἀρέσαντα καὶ θαυ-
μαστὸν λόγον ὑπὲρ Πλαταιέων, καὶ συνεβούλευσε τὴν
φιλονικίαν ἀνελεῖν, ἐκείνοις τὸ ἀριστεῖον ἀποδόντας, οἷς
οὐδετέρους τιμωμένοις ἀχθέσεσθαι. ῥηθέντων δὲ τούτων,
πρῶτος μὲν Ἀριστείδης συνεχώρησεν ὑπὲρ τῶν Ἀθη-
ναίων, ἔπειτα Παυσανίας ὑπὲρ τῶν Λακεδαιμονίων. οὕτω
δὲ διαλλαγέντες, ἐξεῖλον ὀγδοήκοντα τάλαντα τοῖς Πλα-
ταιεῦσιν, ἀφ᾿ ὧν τὸ τῆς Ἀθηνᾶς ἀνῳκοδόμησαν ἱερὸν
καὶ τὸ ἕδος ἔστησαν καὶ γραφαῖς τὸν νεὼν διεκόσμησαν,
αἳ μέχρι νῦν ἀκμάζουσαι διαμένουσιν, ἔστησαν δὲ τρό-
παιον ἰδίᾳ μὲν Λακεδαιμόνιοι, χωρὶς δ᾿ Ἀθηναῖοι.
    Περὶ δὲ θυσίας ἐρομένοις αὐτοῖς ἀνεῖλεν ὁ Πύθιος
Διὸς Ἐλευθερίου βωμὸν ἱδρύσασθαι, θῦσαι δὲ μὴ πρό-
τερον ἢ τὸ κατὰ τὴν χώραν πῦρ ἀποσβέσαντας ὡς ὑπὸ
τῶν βαρβάρων μεμιασμένον ἐναύσασθαι καθαρὸν ἐκ Δελ-
φῶν ἀπὸ τῆς κοινῆς ἑστίας. οἱ μὲν οὖν ἄρχοντες τῶν
Ἑλλήνων περιιόντες εὐθὺς ἠνάγκαζον ἀποσβεννύναι τὰ
πυρὰ πάντα τοὺς χρωμένους, εἷς δὲ Πλαταιέων Εὐχίδας
ὑποσχόμενος ὡς ἐνδέχεται τάχιστα κομιεῖν τὸ παρὰ τοῦ
θεοῦ πῦρ, ἧκεν εἰς Δελφούς, ἁγνίσας δὲ τὸ σῶμα καὶ
περιρρανάμενος ἐστεφανώσατο δάφνῃ, καὶ λαβὼν ἀπὸ
τοῦ βωμοῦ τὸ πῦρ, δρόμῳ πάλιν εἰς τὰς Πλαταιὰς ἐχώ-
ρει καὶ πρὸ ἡλίου δυσμῶν ἐπανῆλθε, τῆς αὐτῆς ἡμέρας
χιλίους σταδίους κατανύσας. ἀσπασάμενος δὲ τοὺς πολί-
τας καὶ τὸ πῦρ παραδούς, εὐθὺς ἔπεσε καὶ μετὰ μικρὸν
ἐξέπνευσεν. ἀγάμενοι δ᾿ αὐτὸν οἱ Πλαταιεῖς ἔθαψαν ἐν
τῷ ἱερῷ τῆς Εὐκλείας Ἀρτέμιδος, ἐπιγράψαντες τὸ τε-
τράμετρον τοῦτο.
    Εὐχίδας Πυθῶδε θρέξας ἦλθε <τᾷδ᾿> αὐθημερόν.
τὴν δ᾿ Εὔκλειαν οἱ μὲν πολλοὶ καὶ καλοῦσι καὶ νομίζου-
σιν Ἄρτεμιν, ἔνιοι δέ φασιν Ἡρακλέους μὲν θυγατέρα
καὶ Μυρτοῦς γενέσθαι, τῆς Μενοιτίου θυγατρός, Πατρό-
κλου δ᾿ ἀδελφῆς, τελευτήσασαν δὲ παρθένον ἔχειν παρά
τε Βοιωτοῖς καὶ Λοκροῖς τιμάς. βωμὸς γὰρ αὐτῇ καὶ
ἄγαλμα κατὰ πᾶσαν ἀγορὰν ἵδρυται, καὶ προθύουσιν αἵ
τε γαμούμεναι καὶ οἱ γαμοῦντες.
    Ἐκ τούτου γενομένης ἐκκλησίας κοινῆς τῶν Ἑλ-
λήνων, ἔγραψεν Ἀριστείδης ψήφισμα συνιέναι μὲν εἰς
Πλαταιὰς καθ᾿ ἕκαστον ἐνιαυτὸν ἀπὸ τῆς Ἑλλάδος προ-
βούλους καὶ θεωρούς, ἄγεσθαι δὲ πενταετηρικὸν ἀγῶνα
τῶν Ἐλευθερίων, εἶναι δὲ σύνταξιν Ἑλληνικὴν μυρίας
μὲν ἀσπίδας, χιλίους δ᾿ ἵππους, ναῦς δ᾿ ἑκατὸν ἐπὶ τὸν
πρὸς τοὺς βαρβάρους πόλεμον, Πλαταιεῖς δ᾿ ἀσύλους
καὶ ἱεροὺς ἀφίεσθαι τῷ θεῷ θύοντας ὑπὲρ τῆς Ἑλλάδος.
κυρωθέντων δὲ τούτων, οἱ Πλαταιεῖς ὑπεδέξαντο τοῖς
πεσοῦσι καὶ κειμένοις αὐτόθι τῶν Ἑλλήνων ἐναγίζειν
καθ᾿ ἕκαστον ἐνιαυτόν. καὶ τοῦτο μέχρι νῦν δρῶσι
τόνδε τὸν τρόπον. τοῦ Μαιμακτηριῶνος μηνός, ὅς ἐστι
παρὰ Βοιωτοῖς Ἀλαλκομένιος, τῇ ἕκτῃ ἐπὶ δέκα πέμπουσι
πομπήν, ἧς προηγεῖται μὲν ἅμ᾿ ἡμέρᾳ σαλπιγκτὴς ἐγκε-
λευόμενος τὸ πολεμικόν, ἕπονται δ᾿ ἅμαξαι μυρρίνης με-
σταὶ καὶ στεφανωμάτων καὶ μέλας ταῦρος καὶ χοὰς οἴ-
νου καὶ γάλακτος ἐν ἀμφορεῦσιν ἐλαίου τε καὶ μύρου
κρωσσοὺς νεανίσκοι κομίζοντες ἐλεύθεροι. δούλῳ γὰρ
οὐδενὸς θέμις ἐστὶ τῶν περὶ τὴν διακονίαν ἐκείνην προσ-
άψασθαι διὰ τὸ τοὺς ἄνδρας ἀποθανεῖν ὑπὲρ ἐλευθε-
ρίας. ἐπὶ πᾶσι δὲ τῶν Πλαταιέων ὁ ἄρχων, ᾧ τὸν ἄλλον
χρόνον οὔτε σιδήρου θιγεῖν ἔξεστιν οὔθ᾿ ἑτέραν ἐσθῆτα
πλὴν λευκῆς ἀναλαβεῖν, τότε χιτῶνα φοινικοῦν ἐνδεδυ-
κώς, ἀράμενός θ᾿ ὑδρίαν ἀπὸ τοῦ γραμματοφυλακίου ξι-
φήρης ἐπὶ τοὺς τάφους προάγει διὰ μέσης τῆς πόλεως.
εἶτα λαβὼν ὕδωρ ἀπὸ τῆς κρήνης αὐτὸς ἀπολούει τε τὰς
στήλας καὶ μύρῳ χρίει, καὶ τὸν ταῦρον εἰς τὴν πυρὰν
σφάξας καὶ κατευξάμενος Διὶ καὶ Ἑρμῇ χθονίῳ, παρα-
καλεῖ τοὺς ἀγαθοὺς ἄνδρας τοὺς ὑπὲρ τῆς Ἑλλάδος ἀπο-
θανόντας ἐπὶ τὸ δεῖπνον καὶ τὴν αἱμακουρίαν. ἔπειτα
κρατῆρα κεράσας οἴνου καὶ χεάμενος ἐπιλέγει. ᾿προπίνω
τοῖς ἀνδράσι τοῖς ὑπὲρ τῆς ἐλευθερίας τῶν Ἑλλήνων
ἀποθανοῦσι᾿. ταῦτα μὲν οὖν ἔτι καὶ νῦν διαφυλάττουσιν
οἱ Πλαταιεῖς.
    Ἐπεὶ δ᾿ ἀναχωρήσαντας εἰς τὸ ἄστυ τοὺς Ἀθη-
ναίους ὁ Ἀριστείδης ἑώρα ζητοῦντας τὴν δημοκρατίαν
ἀπολαβεῖν, ἅμα μὲν ἄξιον ἡγούμενος διὰ τὴν ἀνδραγα-
θίαν ἐπιμελείας τὸν δῆμον, ἅμα δ᾿ οὐκέτι ῥᾴδιον ἰσχύ-
οντα τοῖς ὅπλοις καὶ μέγα φρονοῦντα ταῖς νίκαις ἐκ-
βιασθῆναι, γράφει ψήφισμα κοινὴν εἶναι τὴν πολιτείαν
καὶ τοὺς ἄρχοντας ἐξ Ἀθηναίων πάντων αἱρεῖσθαι.
    Θεμιστοκλέους δὲ πρὸς τὸν δῆμον εἰπόντος, ὡς ἔχει
τι βούλευμα καὶ γνώμην ἀπόρρητον, ὠφέλιμον δὲ τῇ
πόλει καὶ σωτήριον, ἐκέλευσαν Ἀριστείδην μόνον ἀκοῦ-
σαι καὶ συνδοκιμάσαι. φράσαντος δὲ τῷ Ἀριστείδῃ τοῦ
Θεμιστοκλέους, ὡς διανοεῖται τὸ ναύσταθμον ἐμπρῆσαι
τῶν Ἑλλήνων, οὕτω γὰρ ἔσεσθαι μεγίστους καὶ κυρίους
ἁπάντων τοὺς Ἀθηναίους, παρελθὼν εἰς τὸν δῆμον ὁ
Ἀριστείδης ἔφη τῆς πράξεως ἣν Θεμιστοκλῆς πράττειν
διανοεῖται μήτε λυσιτελεστέραν ἄλλην μήτ᾿ ἀδικωτέραν
εἶναι. ταῦτ᾿ ἀκούσαντες οἱ Ἀθηναῖοι παύσασθαι τὸν Θε-
μιστοκλέα προσέταξαν. οὕτω μὲν οὖν ὁ δῆμος ἦν φιλο-
δίκαιος, οὕτω δὲ τῷ δήμῳ πιστὸς ὁ ἀνὴρ καὶ βέβαιος.
    Ἐπεὶ δὲ στρατηγὸς ἐκπεμφθεὶς μετὰ Κίμωνος ἐπὶ
τὸν πόλεμον ἑώρα τόν τε Παυσανίαν καὶ τοὺς ἄλλους
ἄρχοντας τῶν Σπαρτιατῶν ἐπαχθεῖς καὶ χαλεποὺς τοῖς
συμμάχοις ὄντας, αὐτός τε πρᾴως καὶ φιλανθρώπως
ὁμιλῶν, καὶ τὸν Κίμωνα παρέχων εὐάρμοστον αὐτοῖς
καὶ κοινὸν ἐν ταῖς στρατείαις, ἔλαθε τῶν Λακεδαιμονίων
οὐχ ὅπλοις οὐδὲ ναυσὶν οὐδ᾿ ἵπποις, εὐγνωμοσύνῃ δὲ καὶ
πολιτείᾳ τὴν ἡγεμονίαν παρελόμενος. προσφιλεῖς γὰρ ὄν-
τας τοῖς Ἕλλησι τοὺς Ἀθηναίους διὰ τὴν Ἀριστείδου
δικαιοσύνην καὶ τὴν Κίμωνος ἐπιείκειαν ἔτι μᾶλλον ἡ
τοῦ Παυσανίου πλεονεξία καὶ βαρύτης ποθεινοὺς ἐποίει.
τοῖς τε γὰρ ἄρχουσι τῶν συμμάχων ἀεὶ μετ᾿ ὀργῆς ἐν-
ετύγχανε καὶ τραχέως, τούς τε πολλοὺς ἐκόλαζε πλη-
γαῖς, ἢ σιδηρᾶν ἄγκυραν ἐπιτιθεὶς ἠνάγκαζεν ἑστάναι
δι᾿ ὅλης τῆς ἡμέρας. στιβάδα δ᾿ οὐκ ἦν λαβεῖν οὐδὲ
χόρτον οὐδὲ κρήνῃ προσελθεῖν ὑδρευόμενον οὐδένα πρὸ
τῶν Σπαρτιατῶν, ἀλλὰ μάστιγας ἔχοντες ὑπηρέται τοὺς
προσιόντας ἀπήλαυνον. ὑπὲρ ὧν τοῦ Ἀριστείδου ποτὲ
βουληθέντος ἐγκαλέσαι καὶ διδάξαι, συναγαγὼν τὸ πρόσ-
ωπον ὁ Παυσανίας οὐκ ἔφη σχολάζειν οὐδ᾿ ἤκουσεν.
    Ἐκ τούτου προσιόντες οἱ ναύαρχοι καὶ στρατηγοὶ τῶν
Ἑλλήνων, μάλιστα δὲ Χῖοι καὶ Σάμιοι καὶ Λέσβιοι, τὸν
Ἀριστείδην ἔπειθον ἀναδέξασθαι τὴν ἡγεμονίαν καὶ προσ-
αγαγέσθαι τοὺς συμμάχους, πάλαι δεομένους ἀπαλλαγῆ-
ναι τῶν Σπαρτιατῶν καὶ μετατάξασθαι πρὸς τοὺς Ἀθη-
ναίους. ἀποκριναμένου δ᾿ ἐκείνου τοῖς μὲν λόγοις αὐτῶν
τό τ᾿ ἀναγκαῖον ἐνορᾶν καὶ τὸ δίκαιον, ἔργου δὲ δεῖσθαι
τὴν πίστιν ὃ πραχθὲν οὐκ ἐάσει πάλιν μεταβαλέσθαι
τοὺς πολλούς, οὕτως οἱ περὶ τὸν Σάμιον Οὐλιάδην καὶ
τὸν Χῖον Ἀνταγόραν συνομοσάμενοι περὶ Βυζάντιον ἐμ-
βάλλουσιν εἰς τὴν τριήρη τοῦ Παυσανίου, προεκπλέου-
σαν ἐν μέσῳ λαβόντες. ὡς δὲ κατιδὼν ἐκεῖνος ἐξανέστη
καὶ μετ᾿ ὀργῆς ἠπείλησεν ὀλίγῳ χρόνῳ τοὺς ἄνδρας
ἐπιδείξειν οὐκ εἰς τὴν αὑτοῦ ναῦν ἐμβεβληκότας, ἀλλ᾿ εἰς
τὰς ἰδίας πατρίδας, ἐκέλευον αὐτὸν ἀπιέναι καὶ ἀγαπᾶν
τὴν συναγωνισαμένην τύχην ἐν Πλαταιαῖς. ἐκείνην γὰρ
ἔτι τοὺς Ἕλληνας αἰσχυνομένους μὴ λαμβάνειν ἀξίαν δί-
κην παρ᾿ αὐτοῦ. τέλος δ᾿ ἀποστάντες ὤχοντο πρὸς τοὺς
Ἀθηναίους. ἔνθα δὴ καὶ τὸ φρόνημα τῆς Σπάρτης δι-
εφάνη θαυμαστόν. ὡς γὰρ ἤσθοντο τῷ μεγέθει τῆς ἐξου-
σίας διαφθειρομένους αὐτῶν τοὺς ἄρχοντας, ἀφῆκαν ἑκου-
σίως τὴν ἡγεμονίαν καὶ πέμποντες ἐπὶ τὸν πόλεμον
ἐπαύσαντο στρατηγούς, μᾶλλον αἱρούμενοι σωφρονοῦν-
τας ἔχειν καὶ τοῖς ἔθεσιν ἐμμένοντας τοὺς πολίτας ἢ
τῆς Ἑλλάδος ἄρχειν ἁπάσης.
    Οἱ δ᾿ Ἕλληνες ἐτέλουν μέν τινα καὶ Λακεδαιμο-
νίων ἡγουμένων ἀποφορὰν εἰς τὸν πόλεμον, ταχθῆναι
δὲ βουλόμενοι καὶ κατὰ πόλιν ἑκάστοις τὸ μέτριον, ᾐτή-
σαντο παρὰ τῶν Ἀθηναίων Ἀριστείδην, καὶ προσέταξαν
αὐτῷ χώραν τε καὶ προσόδους ἐπισκεψάμενον ὁρίσαι τὸ
κατ᾿ ἀξίαν ἑκάστῳ καὶ δύναμιν. ὁ δὲ τηλικαύτης ἐξου-|
σίας κύριος γενόμενος, καὶ τρόπον τινὰ τῆς Ἑλλάδος
ἐπ᾿ αὐτῷ μόνῳ τὰ πράγματα πάντα θεμένης, πένης μὲν
ἐξῆλθεν, ἐπανῆλθε δὲ πενέστερος, οὐ μόνον καθαρῶς
καὶ δικαίως, ἀλλὰ καὶ προσφιλῶς πᾶσι καὶ ἁρμονίως
τὴν ἀπογραφὴν τῶν χρημάτων ποιησάμενος. ὡς γὰρ οἱ
παλαιοὶ τὸν ἐπὶ Κρόνου βίον, οὕτως οἱ σύμμαχοι τῶν
Ἀθηναίων τὸν ἐπ᾿ Ἀριστείδου φόρον εὐποτμίαν τινὰ τῆς
Ἑλλάδος ὀνομάζοντες ὕμνουν, καὶ μάλιστα μετ᾿ οὐ πολὺν
χρόνον διπλασιασθέντος, εἶτ᾿ αὖθις τριπλασιασθέντος.
ὃν μὲν γὰρ Ἀριστείδης ἔταξεν, ἦν εἰς ἑξήκοντα καὶ τε-
τρακοσίων ταλάντων λόγον. τούτῳ Περικλῆς μὲν ἐπέθη-
κεν ὀλίγου δεῖν τὸ τρίτον μέρος. ἑξακόσια γὰρ τάλαντα
Θουκυδίδης φησὶν ἀρχομένου τοῦ πολέμου
προσιέναι τοῖς Ἀθηναίοις ἀπὸ τῶν συμμάχων. Περικλέ-
ους δ᾿ ἀποθανόντος, ἐπιτείνοντες οἱ δημαγωγοὶ κατὰ
μικρὸν εἰς χιλίων καὶ τριακοσίων ταλάντων κεφάλαιον
ἀνήγαγον, οὐχ οὕτω τοῦ πολέμου διὰ μῆκος καὶ τύχας
δαπανηροῦ γενομένου καὶ πολυτελοῦς, ὡς τὸν δῆμον εἰς
διανομὰς καὶ θεωρικὰ καὶ κατασκευὰς ἀγαλμάτων καὶ
ἱερῶν προαγαγόντες.
    Μέγα δ᾿ οὖν ὄνομα τοῦ Ἀριστείδου καὶ θαυμαστὸν
ἔχοντος ἐπὶ τῇ διατάξει τῶν φόρων ὁ Θεμιστοκλῆς λέ-
γεται καταγελᾶν, ὡς οὐκ ἀνδρὸς ὄντα τὸν ἔπαινον, ἀλλὰ
θυλάκου χρυσοφύλακος, ἀνομοίως ἀμυνόμενος τὴν Ἀρι-
στείδου παρρησίαν. ἐκείνῳ γὰρ εἰπόντος ποτὲ τοῦ Θε-
μιστοκλέους ἀρετὴν ἡγεῖσθαι μεγίστην στρατηγοῦ τὸ
γιγνώσκειν καὶ προαισθάνεσθαι τὰ βουλεύματα τῶν πο-
λεμίων, ᾿τοῦτο μέν᾿ εἰπεῖν ᾿ἀναγκαῖόν ἐστιν ὦ Θεμι-
στόκλεις, καλὸν δὲ καὶ στρατηγικὸν ἀληθῶς ἡ περὶ τὰς
χεῖρας ἐγκράτεια.᾿
    Ὁ δ᾿ Ἀριστείδης ὥρκισε μὲν τοὺς Ἕλληνας καὶ
ὤμοσεν ὑπὲρ τῶν Ἀθηναίων, μύδρους ἐμβαλὼν ἐπὶ ταῖς
ἀραῖς εἰς τὴν θάλατταν. ὕστερον δὲ τῶν πραγμάτων ἄρ-
χειν ἐγκρατέστερον ὡς ἔοικεν ἐκβιαζομένων, ἐκέλευε
τοὺς Ἀθηναίους τὴν ἐπιορκίαν τρέψαντας εἰς αὐτὸν ἧ
συμφέρει χρῆσθαι τοῖς πράγμασι. καθ᾿ ὅλου δ᾿ ὁ Θεό-
φραστός φησι τὸν ἄνδρα τοῦτον περὶ τὰ
οἰκεῖα καὶ τοὺς πολίτας ἄκρως ὄντα δίκαιον, ἐν τοῖς
κοινοῖς πολλὰ πρᾶξαι πρὸς τὴν ὑπόθεσιν τῆς πατρίδος,
ὡς συχνῆς καὶ ἀδικίας δεομένην. καὶ γὰρ τὰ χρήματά
φασιν ἐκ Δήλου βουλευομένων Ἀθήναζε κομίσαι παρὰ
τὰς συνθήκας καὶ Σαμίων εἰσηγουμένων, εἰπεῖν ἐκεῖνον
ὡς οὐ δίκαιον μέν, συμφέρον δὲ τοῦτ᾿ ἐστί. καὶ τέλος
εἰς τὸ ἄρχειν ἀνθρώπων τοσούτων καταστήσας τὴν πό-
λιν, αὐτὸς ἐνέμεινε τῇ πενίᾳ, καὶ τὴν ἀπὸ τοῦ πένης
εἶναι δόξαν οὐδὲν ἧττον ἀγαπῶν τῆς ἀπὸ τῶν τροπαίων
διετέλεσε. δῆλον δ᾿ ἐκεῖθεν. Καλλίας ὁ δᾳδοῦχος ἦν αὐτῷ
γένει προσήκων. τοῦτον οἱ ἐχθροὶ θανάτου διώκοντες,
ἐπεὶ περὶ ὧν ἐγράψαντο μετρίως κατηγόρησαν, ἔξωθεν
εἶπόν τινα λόγον τοιοῦτον πρὸς τοὺς δικαστάς. ᾿Ἀριστεί-
δην᾿ ἔφησαν ᾿ἴστε τὸν Λυσιμάχου θαυμαζόμενον ἐν τοῖς
Ἕλλησι. τούτῳ πῶς ἔχειν οἴεσθε τὰ κατ᾿ οἶκον, ὁρῶντες
αὐτὸν ἐν τρίβωνι τοιούτῳ προερχόμενον εἰς τὸ δημόσιον;
ἆρ᾿ οὐκ εἰκός ἐστι τὸν ῥιγοῦντα φανερῶς καὶ πεινᾶν οἴ-
κοι καὶ τῶν ἄλλων ἐπιτηδείων σπανίζειν; τοῦτον μέντοι
Καλλίας ἀνεψιὸν ὄντα, πλουσιώτατος ὢν Ἀθηναίων, πε-
ριορᾷ μετὰ τέκνων καὶ γυναικὸς ἐνδεόμενον, πολλὰ κε-
χρημένος τῷ ἀνδρὶ καὶ πολλάκις αὐτοῦ τῆς παρ᾿ ὑμῖν
δυνάμεως ἀπολελαυκώς.᾿ ὁ δὲ Καλλίας ὁρῶν ἐπὶ τούτῳ
μάλιστα θορυβοῦντας τοὺς δικαστὰς καὶ χαλεπῶς πρὸς
αὐτὸν ἔχοντας, ἐκάλει τὸν Ἀριστείδην, ἀξιῶν μαρτυρῆσαι
πρὸς τοὺς δικαστάς, ὅτι πολλάκις αὐτοῦ πολλὰ καὶ δι-
δόντος καὶ δεομένου λαβεῖν οὐκ ἠθέλησεν, ἀποκρινάμε-
νος ὡς μᾶλλον αὐτῷ διὰ πενίαν μέγα φρονεῖν ἢ Καλλίᾳ
διὰ πλοῦτον προσήκει. πλούτῳ μὲν γὰρ ἔστι πολλοὺς
ἰδεῖν εὖ τε καὶ καλῶς χρωμένους, πενίαν δὲ φέροντι γεν-
ναίως οὐ ῥᾴδιον ἐντυχεῖν. αἰσχύνεσθαι δὲ πενίαν τοὺς
ἀκουσίως πενομένους. ταῦτα τοῦ Ἀριστείδου τῷ Καλλίᾳ
προσμαρτυρήσαντος, οὐδεὶς ἦν τῶν ἀκουσάντων ὃς οὐκ
ἀπῄει πένης μᾶλλον ὡς Ἀριστείδης εἶναι βουλόμενος ἢ
πλουτεῖν ὡς Καλλίας. ταῦτα μὲν οὖν Αἰσχίνης ὁ Σωκρα-
τικὸς ἀναγέγραφε. Πλάτων δὲ τῶν
μεγάλων δοκούντων καὶ ὀνομαστῶν Ἀθήνησι μόνον ἄξιον
λόγου τοῦτον ἀποφαίνει τὸν ἄνδρα. Θεμιστοκλέα μὲν
γὰρ καὶ Κίμωνα καὶ Περικλέα στοῶν καὶ χρημάτων καὶ
φλυαρίας πολλῆς ἐμπλῆσαι τὴν πόλιν, Ἀριστείδην δὲ πο-
λιτεύσασθαι πρὸς ἀρετήν.
    Μεγάλα δ᾿ αὐτοῦ καὶ τὰ πρὸς Θεμιστοκλέα τῆς ἐπιει-
κείας σημεῖα. χρησάμενος γὰρ αὐτῷ παρὰ πᾶσαν ὁμοῦ
τὴν πολιτείαν ἐχθρῷ καὶ δι᾿ ἐκεῖνον ἐξοστρακισθείς,
ἐπεὶ τὴν αὐτὴν λαβὴν παρέσχεν ὁ ἀνὴρ ἐν αἰτίᾳ γενό-
μενος πρὸς τὴν πόλιν, οὐκ ἐμνησικάκησεν, ἀλλ᾿ Ἀλκ-
μαίωνος καὶ Κίμωνος καὶ πολλῶν ἄλλων ἐλαυνόντων καὶ
κατηγορούντων, μόνος Ἀριστείδης οὔτ᾿ ἔπραξεν οὔτ᾿ εἶπέ
τι φαῦλον, οὐδ᾿ ἀπέλαυσεν ἐχθροῦ δυστυχοῦντος. ὥσπερ
οὐδ᾿ εὐημεροῦντι πρότερον ἐφθόνησε.
    Τελευτῆσαι δ᾿ Ἀριστείδην οἱ μὲν ἐν Πόντῳ φασὶν
ἐκπλεύσαντα πράξεων ἕνεκα δημοσίων, οἱ δ᾿ Ἀθήνησι
γήρᾳ, τιμώμενον καὶ θαυμαζόμενον ὑπὸ τῶν πολιτῶν.
Κρατερὸς δ᾿ ὁ Μακεδὼν τοιαῦτά τινα
περὶ τῆς τελευτῆς τοῦ ἀνδρὸς εἴρηκε. μετὰ γὰρ τὴν Θε-
μιστοκλέους φυγήν φησιν ὥσπερ ἐξυβρίσαντα τὸν δῆμον
ἀναφῦσαι πλῆθος συκοφαντῶν, οἳ τοὺς ἀρίστους καὶ δυ-
νατωτάτους ἄνδρας διώκοντες ὑπέβαλλον τῷ φθόνῳ τῶν
πολλῶν, ἐπαιρομένων ὑπ᾿ εὐτυχίας καὶ δυνάμεως. ἐν
τούτοις καὶ Ἀριστείδην ἁλῶναι δωροδοκίας, Διοφάντου
τοῦ Ἀμφιτροπῆθεν κατηγοροῦντος, ὡς ὅτε τοὺς φό-
ρους ἔπραττε παρὰ τῶν Ἰώνων χρήματα λαβόντος,
ἐκτεῖσαι δ᾿ οὐκ ἔχοντα τὴν καταδίκην πεντήκοντα μνῶν
οὖσαν, ἐκπλεῦσαι καὶ περὶ τὴν Ἰωνίαν ἀποθανεῖν. τού-
των δ᾿ οὐδὲν ἔγγραφον ὁ Κρατερὸς τεκμήριον παρέσχη-
κεν, οὔτε δίκην οὔτε ψήφισμα, καίπερ εἰωθὼς ἐπιεικῶς
γράφειν τὰ τοιαῦτα καὶ παρατίθεσθαι τοὺς ἱστοροῦντας.
οἱ δ᾿ ἄλλοι πάντες ὡς ἔπος εἰπεῖν, ὅσοι τὰ πλημμελη-
θέντα τῷ δήμῳ περὶ τοὺς στρατηγοὺς διεξίασι, τὴν
μὲν Θεμιστοκλέους φυγὴν καὶ τὰ Μιλτιάδου δεσμὰ
καὶ τὴν Περικλέους ζημίαν καὶ τὸν Πάχητος ἐν τῷ
δικαστηρίῳ θάνατον, ἀνελόντος ἑαυτὸν ἐπὶ τοῦ βή-
ματος ὡς ἡλίσκετο, καὶ πολλὰ τοιαῦτα συνάγουσι
καὶ θρυλοῦσιν, Ἀριστείδου δὲ τὸν μὲν ἐξοστρακισμὸν
παρατίθενται, καταδίκης δὲ τοιαύτης οὐδαμοῦ μνημο-
νεύουσι.
    Καὶ μέντοι καὶ τάφος ἐστὶν αὐτοῦ Φαληροῖ δει-
κνύμενος, ὅν φασι κατασκευάσαι τὴν πόλιν αὐτῷ, μηδ᾿ ἐν-
τάφια καταλιπόντι, καὶ τὰς μὲν θυγατέρας ἱστοροῦσιν ἐκ
τοῦ πρυτανείου τοῖς νυμφίοις ἐκδοθῆναι, δημοσίᾳ τῆς
πόλεως τὸν γάμον ἐγγυώσης καὶ προῖκα τρισχιλίας
δραχμὰς ἑκατέρᾳ ψηφισαμένης, Λυσιμάχῳ δὲ τῷ υἱῷ
μνᾶς μὲν ἑκατὸν ἀργυρίου καὶ γῆς τοσαῦτα πλέθρα πε-
φυτευμένης ἔδωκεν ὁ δῆμος, καὶ ἄλλας δραχμὰς τέσσα-
ρας εἰς ἡμέραν ἑκάστην ἀπέταξεν, Ἀλκιβιάδου τὸ ψήφι-
σμα γράψαντος. ἔτι δὲ Λυσιμάχου θυγατέρα Πολυκρίτην
ἀπολιπόντος, ὡς Καλλισθένης φησί,
καὶ ταύτῃ σίτησιν ὅσην τοῖς Ὀλυμπιονίκαις ὁ δῆμος
ἐψηφίσατο. Δημήτριος δ᾿ ὁ Φαληρεὺς
καὶ Ἱερώνυμος ὁ Ῥόδιος καὶ Ἀριστόξενος ὁ μουσικὸς
καὶ Ἀριστοτέλης (εἴγε δὴ τὸ περὶ εὐγενείας
βιβλίον ἐν τοῖς γνησίοις Ἀριστοτέλους θετέον)
ἱστοροῦσι Μυρτὼ θυγατριδῆν Ἀριστείδου Σωκράτει τῷ
σοφῷ συνοικῆσαι, γυναῖκα μὲν ἑτέραν ἔχοντι, ταύτην
δ᾿ ἀναλαβόντι, χηρεύουσαν διὰ πενίαν καὶ τῶν ἀναγκαίων
ἐνδεομένην. πρὸς μὲν οὖν τούτους ἱκανῶς ὁ Παναίτιος
ἐν τοῖς περὶ Σωκράτους ἀντείρηκεν. ὁ δὲ
Φαληρεὺς ἐν τῷ Σωκράτει φησὶ μνημονεύειν
Ἀριστείδου θυγατριδοῦν εὖ μάλα πένητα Λυσί-
μαχον, ὃς ἑαυτὸν μὲν ἐκ πινακίου τινὸς ὀνειροκριτικοῦ
παρὰ τὸ Ἰακχεῖον λεγόμενον καθεζόμενος ἔβοσκε, τῇ δὲ
μητρὶ καὶ τῇ ταύτης ἀδελφῇ ψήφισμα γράψας ἔπεισε
τὸν δῆμον τροφὴν διδόναι τριώβολον ἑκάστης ἡμέρας.
αὐτὸς μέντοι φησὶν ὁ Δημήτριος νομοθετῶν ἀντὶ τριω-
βόλου δραχμὴν ἑκατέρᾳ τάξαι τῶν γυναικῶν. καὶ οὐδέν
ἐστι θαυμαστὸν οὕτω φροντίσαι τῶν ἐν ἄστει τὸν δῆμον,
ὅπου θυγατριδῆν Ἀριστογείτονος ἐν Λήμνῳ πυθόμενοι
ταπεινὰ πράττειν ἀνδρὸς ἀποροῦσαν διὰ πενίαν κατήγα-
γον Ἀθήναζε, καὶ συνοικίσαντες ἀνδρὶ τῶν εὖ γεγονότων
τὸ Ποταμοῖ χωρίον εἰς φερνὴν ἐπέδωκαν. ἧς φιλανθρω-
πίας καὶ χρηστότητος ἔτι πολλὰ καὶ καθ᾿ ἡμᾶς ἡ πόλις
ἐκφέρουσα δείγματα θαυμάζεται καὶ ζηλοῦται δικαίως.