Ἀμφὶ Διώνυσον Σεμέλης ἐρικυδέος υἱὸν
μνήσομαι, ὡς ἐφάνη παρὰ θῖν᾿ ἁλὸς ἀτρυγέτοιο
ἀκτῇ ἐπὶ προβλῆτι νεηνίῃ ἀνδρὶ ἐοικὼς
πρωθήβῃ. καλαὶ δὲ περισσείοντο ἔθειραι
κυάνεαι, φᾶρος δὲ περὶ στιβαροῖς ἔχεν ὤμοις
πορφύρεον. τάχα δ᾿ ἄνδρες ἐυσσέλμου ἀπὸ νηὸς
ληϊσταὶ προγένοντο θοῶς ἐπὶ οἴνοπα πόντον
Τυρσηνοί. τοὺς δ᾿ ἦγε κακὸς μόρος. οἱ δὲ ἰδόντες
νεῦσαν ἐς ἀλλήλους, τάχα δ᾿ ἔκθορον, αἶψα δ᾿ ἑλόντες
εἷσαν ἐπὶ σφετέρης νηὸς κεχαρημένοι ἦτορ.
υἱὸν γάρ μιν ἔφαντο διοτρεφέων βασιλήων
εἶναι, καὶ δεσμοῖς ἔθελον δεῖν ἀργαλέοισι.
τὸν δ᾿ οὐκ ἴσχανε δεσμά, λύγοι δ᾿ ἀπὸ τηλόσ᾿ ἔπιπτον
χειρῶν ἠδὲ ποδῶν. ὁ δὲ μειδιάων ἐκάθητο
ὄμμασι κυανέοισι, κυβερνήτης δὲ νοήσας
αὐτίκα οἷς ἑτάροισιν ἐκέκλετο φώνησέν τε.
Δαιμόνιοι τίνα τόνδε θεὸν δεσμεύεθ᾿ ἑλόντες
καρτερόν; οὐδὲ φέρειν δύναταί μιν νηῦς εὐεργής.
ἢ γὰρ Ζεὺς ὅδε γ᾿ ἐστὶν ἢ ἀργυρότοξος Ἀπόλλων
ἠὲ Ποσειδάων. ἐπεὶ οὐ θνητοῖσι βροτοῖσιν
εἴκελος, ἀλλὰ θεοῖς οἳ Ὀλύμπια δώματ᾿ ἔχουσιν.
ἀλλ᾿ ἄγετ᾿ αὐτὸν ἀφῶμεν ἐπ᾿ ἠπείροιο μελαίνης
αὐτίκα, μηδ᾿ ἐπὶ χεῖρας ἰάλλετε μή τι χολωθεὶς
ὄρσῃ ἀργαλέους τ᾿ ἀνέμους καὶ λαίλαπα πολλήν.
Ὣς φάτο. τὸν δ᾿ ἀρχὸς στυγερῷ ἠνίπαπε μύθῳ.
δαιμόνι᾿ οὖρον ὅρα, ἅμα δ᾿ ἱστίον ἕλκεο νηὸς
σύμπανθ᾿ ὅπλα λαβών. ὅδε δ᾿ αὖτ᾿ ἄνδρεσσι μελήσει.
ἔλπομαι ἢ Αἴγυπτον ἀφίξεται ἢ ὅ γε Κύπρον
ἢ ἐς Ὑπερβορέους ἢ ἑκαστέρω. ἐς δὲ τελευτὴν
ἔκ ποτ᾿ ἐρεῖ αὐτοῦ τε φίλους καὶ κτήματα πάντα
οὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων.
Ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός.
ἔμπνευσεν δ᾿ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δ᾿ ἄρ᾿ ὅπλα
καττάνυσαν. τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα.
οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαιναν
ἡδύποτος κελάρυζ᾿ εὐώδης, ὤρνυτο δ᾿ ὀδμὴ
ἀμβροσίη. ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας.
αὐτίκα δ᾿ ἀκρότατον παρὰ ἱστίον ἐξετανύσθη
ἄμπελος ἔνθα καὶ ἔνθα, κατεκρημνῶντο δὲ πολλοὶ
βότρυες. ἀμφ᾿ ἱστὸν δὲ μέλας εἱλίσσετο κισσὸς
ἄνθεσι τηλεθάων, χαρίεις δ᾿ ἐπὶ καρπὸς ὀρώρει.
πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον. οἱ δὲ ἰδόντες
νῆ᾿ ἤδη τότ᾿ ἔπειτα κυβερνήτην ἐκέλευον
γῇ πελάαν. ὁ δ᾿ ἄρα σφι λέων γένετ᾿ ἔνδοθι νηὸς
δεινὸς ἐπ᾿ ἀκροτάτης, μέγα δ᾿ ἔβραχεν, ἐν δ᾿ ἄρα μέσσῃ
ἄρκτον ἐποίησεν λασιαύχενα σήματα φαίνων.
ἂν δ᾿ ἔστη μεμαυῖα, λέων δ᾿ ἐπὶ σέλματος ἄκρου
δεινὸν ὑπόδρα ἰδών. οἱ δ᾿ εἰς πρύμνην ἐφόβηθεν,
ἀμφὶ κυβερνήτην δὲ σαόφρονα θυμὸν ἔχοντα
ἔσταν ἄρ᾿ ἐκπληγέντες. ὁ δ᾿ ἐξαπίνης ἐπορούσας
ἀρχὸν ἕλ᾿, οἱ δὲ θύραζε κακὸν μόρον ἐξαλύοντες
πάντες ὁμῶς πήδησαν ἐπεὶ ἴδον εἰς ἅλα δῖαν,
δελφῖνες δ᾿ ἐγένοντο. κυβερνήτην δ᾿ ἐλεήσας
ἔσχεθε καί μιν ἔθηκε πανόλβιον εἶπέ τε μῦθον.
Θάρσει δῖ᾿ ἑκάτωρ τῷ ἐμῷ κεχαρισμένε θυμῷ.
εἰμὶ δ᾿ ἐγὼ Διόνυσος ἐρίβρομος ὃν τέκε μήτηρ
Καδμηὶς Σεμέλη Διὸς ἐν φιλότητι μιγεῖσα.
Χαῖρε τέκος Σεμέλης εὐώπιδος. οὐδέ πῃ ἔστι
σεῖό γε ληθόμενον γλυκερὴν κοσμῆσαι ἀοιδήν.