Μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο,
ὅν τε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα.
καί ῥά τ᾿ ἀναίσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο
πάντες ἀφ᾿ ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει.
Λητὼ δ᾿ οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ,
ἥ ῥα βιόν τ᾿ ἐχάλασσε καὶ ἐκλήϊσε φαρέτρην,
καί οἱ ἀπ᾿ ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα
τόξον ἀνεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο
πασσάλου ἐκ χρυσέου. τὸν δ᾿ εἰς θρόνον εἷσεν ἄγουσα.
τῷ δ᾿ ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ
δεικνύμενος φίλον υἱόν, ἔπειτα δὲ δαίμονες ἄλλοι
ἔνθα καθίζουσιν. χαίρει δέ τε πότνια Λητώ,
οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.
χαῖρε μάκαιρ᾿ ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα
Ἀπόλλωνά τ᾿ ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν,
τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ,
κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον,
ἀγχοτάτω φοίνικος ὑπ᾿ Ἰνωποῖο ῥεέθροις.
Πῶς τάρ σ᾿ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
πάντῃ γάρ τοι, Φοῖβε, νομὸς βεβλήαται ᾠδῆς,
ἠμὲν ἀν᾿ ἤπειρον πορτιτρόφον ἠδ᾿ ἀνὰ νήσους.
πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι
ὑψηλῶν ὀρέων ποταμοί θ᾿ ἅλα δὲ προρέοντες,
ἀκταί τ᾿ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.
ἦ ὥς σε πρῶτον Λητὼ τέκε χάρμα βροτοῖσι,
κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ
Δήλῳ ἐν ἀμφιρύτῃ ἑκάτερθε δὲ κῦμα κελαινὸν
ἐξῄει χέρσον δὲ λιγυπνοίοις ἀνέμοισιν.
ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.
ὅσσους Κρήτη τ᾿ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν
νῆσός τ᾿ Αἰγίνη ναυσικλειτή τ᾿ Εὔβοια
Αἰγαί τ᾿ Εἰρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος
Θρηίκιός τ᾿ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα
Θρηϊκίη τε Σάμος Ἴδης τ᾿ ὄρεα σκιόεντα
Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπὺ
Ἴμβρος τ᾿ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα
Λέσβος τ᾿ ἠγαθέη Μάκαρος ἕδος Αἰολίωνος
καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται,
παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα
καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ
καὶ Σάμος ὑδρηλὴ Μυκάλης τ᾿ αἰπεινὰ κάρηνα
Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων,
καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα
Νάξος τ᾿ ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα,
τόσσον ἔπ᾿ ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ,
εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.
αἱ δὲ μάλ᾿ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη
Φοῖβον δέξασθαι καὶ πιοτέρη περ ἐοῦσα
πρίν γ᾿ ὅτε δή ῥ᾿ ἐπὶ Δήλου ἐβήσετο πότνια Λητώ,
καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα.
Δῆλ᾿ εἰ γάρ κ᾿ ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο
Φοίβου Ἀπόλλωνος, θέσθαι τ᾿ ἔνι πίονα νηόν.
ἄλλος δ᾿ οὔ τις σεῖό ποθ᾿ ἅψεται, οὐδέ σε λήσει,
οὐδ᾿ εὔβων σέ γ᾿ ἔσεσθαι ὀίομαι οὔτ᾿ εὔμηλον,
οὐδὲ τρύγην οἴσεις, οὔτ᾿ ἂρ φυτὰ μυρία φύσεις.
αἰ δέ κ᾿ Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχησθα,
ἄνθρωποί τοι πάντες ἀγινήσουσ᾿ ἑκατόμβας
ἐνθάδ᾿ ἀγειρόμενοι, κνίση δέ τοι ἄσπετος αἰεὶ
δημοῦ ἀναίξει, βοσκήσεις θ᾿ οἵ κέ σ᾿ ἔχωσι
χειρὸς ἀπ᾿ ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπ᾿ οὖδας.
Ὣς φάτο. χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα.
Λητοῖ κυδίστη θύγατερ μεγάλου Κοίοιο,
ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτος
δεξαίμην. αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς
ἀνδράσιν, ὧδε δέ κεν περιτιμήεσσα γενοίμην.
ἀλλὰ τόδε τρομέω Λητοῖ ἔπος, οὐδέ σε κεύσω.
λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα
ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
τῷ ῥ᾿ αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμὸν
μὴ ὁπότ᾿ ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο
νῆσον ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι,
ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν.
ἔνθ᾿ ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ
κλύσσει, ὁ δ᾿ ἄλλην γαῖαν ἀφίξεται ἥ κεν ἅδῃ οἱ
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.
πουλύποδες δ᾿ ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναι
οἰκία ποιήσονται ἀκηδέα χήτεϊ λαῶν.
ἀλλ᾿ εἴ μοι τλαίης γε θεὰ μέγαν ὅρκον ὀμόσσαι,
ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸν
ἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα
πάντας ἐπ᾿ ἀνθρώπους, ἐπεὶ ἦ πολυώνυμος ἔσται.
Ὣς ἄρ᾿ ἔφη. Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσεν.
ἴστω νῦν τάδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν.
ἦ μὴν Φοίβου τῇδε θυώδης ἔσσεται αἰεὶ
βωμὸς καὶ τέμενος, τίσει δέ σέ γ᾿ ἔξοχα πάντων.
Αὐτὰρ ἐπεί ῥ᾿ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
Δῆλος μὲν μάλα χαῖρε γόνῳ ἑκάτοιο ἄνακτος,
Λητὼ δ᾿ ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοις
ὠδίνεσσι πέπαρτο. θεαὶ δ᾿ ἔσαν ἔνδοθι πᾶσαι
ὅσσαι ἄρισται ἔσαν, Διώνη τε Ῥείη τε
Ἰχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη,
ἄλλαι τ᾿ ἀθάναται, νόσφιν λευκωλένου Ἥρης.
ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο.
μούνη δ᾿ οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια.
ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
Ἥρης φραδμοσύνῃς λευκωλένου, ἥ μιν ἔρυκε
ζηλοσύνῃ ὅ τ᾿ ἄρ᾿ υἱὸν ἀμύμονά τε κρατερόν τε
Λητὼ τέξεσθαι καλλιπλόκαμος τότ᾿ ἔμελλεν.
Αἱ δ᾿ ιριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου
ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον
χρυσείοισι λίνοισιν ἐερμένον ἐννεάπηχυν.
νόσφιν δ᾿ ἤνωγον καλέειν λευκωλένου Ἥρης
μή μιν ἔπειτ᾿ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν.
αὐτὰρ ἐπεὶ τό γ᾿ ἄκουσε ποδήνεμος ὠκέα ιρις
βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ.
αὐτὰρ ἐπεί ῥ᾿ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον
αὐτίκ᾿ ἄρ᾿ Εἰλείθυιαν ἀπὸ μεγάροιο θύραζε
ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα
πάντα μάλ᾿ ὡς ἐπέτελλον Ὀλύμπια δώματ᾿ ἔχουσαι.
τῇ δ᾿ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι,
βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθ᾿ ὁμοῖαι.
εὖτ᾿ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια,
τὴν τότε δὴ τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι.
ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δ᾿ ἔρεισε
λειμῶνι μαλακῷ, μείδησε δὲ γαῖ᾿ ὑπένερθεν.
ἐκ δ᾿ ἔθορε πρὸ φόως δέ, θεαὶ δ᾿ ὀλόλυξαν ἅπασαι.
ἔνθα σὲ ἤϊε Φοῖβε θεαὶ λόον ὕδατι καλῷ
ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δ᾿ ἐν φάρεϊ λευκῷ
λεπτῷ νηγατέῳ. περὶ δὲ χρύσεον στρόφον ἧκαν.
οὐδ᾿ ἄρ᾿ Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ,
ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
ἀθανάτῃσιν χερσὶν ἐπήρξατο. χαῖρε δὲ Λητὼ
οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.
Αὐτὰρ ἐπεὶ δὴ Φοῖβε κατέβρως ἄμβροτον εἶδαρ,
οὔ σέ γ᾿ ἔπειτ᾿ ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα,
οὐδ᾿ ἔτι δεσμά σ᾿ ἔρυκε, λύοντο δὲ πείρατα πάντα.
αὐτίκα δ᾿ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων.
εἴη μοι κίθαρίς τε φίλη καὶ καμπύλα τόξα,
χρήσω δ᾿ ἀνθρώποισι Διὸς νημερτέα βουλήν.
Ὣς εἰπὼν ἐβίβασκεν ἀπὸ χθονὸς εὐρυοδείης
Φοῖβος ἀκερσεκόμης ἑκατηβόλος. αἱ δ᾿ ἄρα πᾶσαι
θάμβεον ἀθάναται, χρυσῷ δ᾿ ἄρα Δῆλος ἅπασα
βεβρίθει καθορῶσα Διὸς Λητοῦς τε γενέθλην,
γηθοσύνῃ ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαι
νήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον.
ἤνθησ᾿ ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης.
Αὐτὸς δ᾿ ἀργυρότοξε ἄναξ ἑκατηβόλ᾿ Ἄπολλον,
ἄλλοτε μέν τ᾿ ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος,
ἄλλοτε δ᾿ ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες.
πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα,
πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροι
ὑψηλῶν ὀρέων, ποταμοί θ᾿ ἅλα δὲ προρέοντες.
ἀλλὰ σὺ Δήλῳ Φοῖβε μάλιστ᾿ ἐπιτέρπεαι ἦτορ,
ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται
αὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν.
οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ
μνησάμενοι τέρπουσιν ὅταν στήσωνται ἀγῶνα.
φαίη κ᾿ ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεὶ
ὃς τότ᾿ ἐπαντιάσει᾿ ὅτ᾿ Ἰάονες ἀθρόοι εἶεν.
πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν
ἄνδρας τ᾿ εἰσορόων καλλιζώνους τε γυναῖκας
νῆάς τ᾿ ὠκείας ἠδ᾿ αὐτῶν κτήματα πολλά.
πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτ᾿ ὀλεῖται,
κοῦραι Δηλιάδες Ἑκατηβελέταο θεράπναι.
αἵ τ᾿ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλων᾿ ὑμνήσωσιν,
αὖτις δ᾿ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν,
μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν
ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλ᾿ ἀνθρώπων.
πάντων δ᾿ ἀνθρώπων φωνὰς καὶ κρεμβαλιαστὺν
μιμεῖσθ᾿ ἴσασιν. φαίη δέ κεν αὐτὸς ἕκαστος
φθέγγεσθ᾿. οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή.
ἀλλ᾿ ἄγεθ᾿ ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν,
χαίρετε δ᾿ ὑμεῖς πᾶσαι. ἐμεῖο δὲ καὶ μετόπισθε
μνήσασθ᾿, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων
ἐνθάδ᾿ ἀνείρηται ξεῖνος ταλαπείριος ἐλθών.
ὦ κοῦραι, τίς δ᾿ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;
ὑμεῖς δ᾿ εὖ μάλα πᾶσαι ὑποκρίνασθ᾿ ἀμφ᾿ ἡμέων.
τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ,
τοῦ πᾶσαι μετόπισθεν ἀριστεύουσιν ἀοιδαί.
ἡμεῖς δ᾿ ὑμέτερον κλέος οἴσομεν ὅσσον ἐπ᾿ αἶαν
ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας.
οἱ δ᾿ ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν.
αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα
ὑμνέων ἀργυρότοξον ὃν ἠύκομος τέκε Λητώ.
ὦ ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴν
καὶ Μίλητον ἔχεις ἔναλον πόλιν ἱμερόεσσαν,
αὐτὸς δ᾿ αὖ Δήλοιο περικλύστου μέγ᾿ ἀνάσσεις.
εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς
φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν,
ἄμβροτα εἵματ᾿ ἔχων τεθυωμένα. τοῖο δὲ φόρμιγξ
χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν.
ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς ὥς τε νόημα
εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθ᾿ ὁμήγυριν ἄλλων.
αὐτίκα δ᾿ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή.
Μοῦσαι μέν θ᾿ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
ὑμνεῦσίν ῥα θεῶν δῶρ᾿ ἄμβροτα ἠδ᾿ ἀνθρώπων
τλημοσύνας, ὅσ᾿ ἔχοντες ὑπ᾿ ἀθανάτοισι θεοῖσι
ζώουσ᾿ ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται
εὑρέμεναι θανάτοιό τ᾿ ἄκος καὶ γήραος ἄλκαρ.
αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι
Ἁρμονίη θ᾿ Ἥβη τε Διὸς θυγάτηρ τ᾿ Ἀφροδίτη
ὀρχεῦντ᾿ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι.
τῇσι μὲν οὔτ᾿ αἰσχρὴ μεταμέλπεται οὔτ᾿ ἐλάχεια,
ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητὴ
Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι.
ἐν δ᾿ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης
παίζουσ᾿. αὐτὰρ ὁ Φοῖβος Ἀπόλλων ἐγκιθαρίζει
καλὰ καὶ ὕψι βιβάς, αἴγλη δέ μιν ἀμφιφαείνει
μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος.
οἱ δ᾿ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες
Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς
υἷα φίλον παίζοντα μετ᾿ ἀθανάτοισι θεοῖσι.
πῶς τ᾿ ἄρ σ᾿ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
ἠέ σ᾿ ἐνὶ μνηστῇσιν ἀείδω καὶ φιλότητι
ὅππως μνωόμενος ἔκιες Ἀζαντίδα κούρην
Ἴσχυ᾿ ἅμ᾿ ἀντιθέῳ Ἐλατιονίδῃ εὐίππῳ
ἢ ἅμα Φόρβαντι Τριοπέῳ γένος, ἢ ἅμ᾿ Ἐρευθεῖ
ἢ ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι
πεζός, ὁ δ᾿ ἵπποισιν; οὐ μὴν Τρίοπός γ᾿ ἐνέλειπεν.
ἢ ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι
ζητεύων κατὰ γαῖαν ἔβης ἑκατηβόλ᾿ Ἄπολλον;
Πιερίην μὲν πρῶτον ἀπ᾿ Οὐλύμποιο κατῆλθες.
Λέκτον τ᾿ ἠμαθόεντα παρέστιχες ἠδ᾿ Αἰνιῆνας
καὶ διὰ Περραιβούς. τάχα δ᾿ εἰς Ἰαωλκὸν ἵκανες,
Κηναίου τ᾿ ἐπέβης ναυσικλείτης Εὐβοίης.
στῆς δ᾿ ἐπὶ Ληλάντῳ πεδίῳ, τό τοι οὐχ ἅδε θυμῷ
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.
ἔνθεν δ᾿ Εὔριπον διαβὰς ἑκατηβόλ᾿ Ἄπολλον
βῆς ἀν᾿ ὄρος ζάθεον χλωρόν. τάχα δ᾿ ἷξες ἀπ᾿ αὐτοῦ
ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.
Θήβης δ᾿ εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ.
οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ,
οὐδ᾿ ἄρα πω τότε γ᾿ ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι
Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλ᾿ ἔχεν ὕλη.
ἔνθεν δὲ προτέρω ἔκιες ἑκατηβόλ᾿ Ἄπολλον,
Ὀγχηστὸν δ᾿ ἷξες Ποσιδήϊον ἀγλαὸν ἄλσος.
ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ
ἕλκων ἅρματα καλά, χαμαὶ δ᾿ ἐλατὴρ ἀγαθός περ
ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται. οἱ δὲ τέως μὲν
κείν᾿ ὄχεα κροτέουσιν ἀνακτορίην ἀφιέντες.
εἰ δέ κεν ἅρματ᾿ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι,
ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν.
ὣς γὰρ τὰ πρώτισθ᾿ ὁσίη γένεθ᾿. οἱ δὲ ἄνακτι
εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει.
ἔνθεν δὲ προτέρω ἔκιες ἑκατηβόλ᾿ Ἄπολλον.
Κηφισὸν δ᾿ ἄρ᾿ ἔπειτα κιχήσαο καλλιρέεθρον,
ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ.
τὸν διαβὰς Ἑκάεργε καὶ Ὠκαλέην πολύπυργον
ἔνθεν ἄρ᾿ εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα.
βῆς δ᾿ ἐπὶ Τελφούσης. τόθι τοι ἅδε χῶρος ἀπήμων
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.
στῆς δὲ μάλ᾿ ἄγχ᾿ αὐτῆς καί μιν πρὸς μῦθον ἔειπες.
Τελφοῦσ᾿ ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸν
ἀνθρώπων τεῦξαι χρηστήριον, οἵ τέ μοι αἰεὶ
ἐνθάδ᾿ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν
ἠδ᾿ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτους κάτα νήσους,
χρησόμενοι. τοῖσιν δέ τ᾿ ἐγὼ νημερτέα βουλὴν
πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.
Ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
εὐρέα καὶ μάλα μακρὰ διηνεκές. ἡ δὲ ἰδοῦσα
Τελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον.
Φοῖβε ἄναξ ἑκάεργε ἔπος τί τοι ἐν φρεσὶ θήσω,
ἐνθάδ᾿ ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν
ἔμμεναι ἀνθρώποις χρηστήριον, οἱ δέ τοι αἰεὶ
ἐνθάδ᾿ ἀγινήσουσι τεληέσσας ἑκατόμβας.
ἀλλ᾿ ἔκ τοι ἐρέω, σὺ δ᾿ ἐνὶ φρεσὶ βάλλεο σῇσι.
πημανέει σ᾿ αἰεὶ κτύπος ἵππων ὠκειάων
ἀρδόμενοί τ᾿ οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων.
ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι
ἅρματά τ᾿ εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππων
ἢ νηόν τε μέγαν καὶ κτήματα πόλλ᾿ ἐνεόντα.
ἀλλ᾿ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων
ἐσσὶ ἄναξ ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον.
ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο.
ἔνθ᾿ οὔθ᾿ ἅρματα καλὰ δονήσεται, οὔτε τοι ἵππων
ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν.
ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶρα
ἀνθρώπων κλυτὰ φῦλα, σὺ δὲ φρένας ἀμφιγεγηθὼς
δέξαι᾿ ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων.
Ὣς εἰποῦσ᾿ Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ
Τελφούσῃ κλέος εἴη ἐπὶ χθονὶ μηδ᾿ Ἑκάτοιο.
ἔνθεν δὲ προτέρω ἔκιες ἑκατηβόλ᾿ Ἄπολλον,
ἷξες δ᾿ ἐς Φλεγύων ἀνδρῶν πόλιν ὑβριστάων,
οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον
ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης.
ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων,
ἵκεο δ᾿ ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα
κνημὸν πρὸς ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν
πέτρη ἐπικρέμαται, κοίλη δ᾿ ὑποδέδρομε βῆσσα
τρηχεῖ᾿. ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων
νηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον.
ἐνθάδε δὴ φρονέω τεύξειν περικαλλέα νηὸν
ἔμμεναι ἀνθρώποις χρηστήριον οἵ τέ μοι αἰεὶ
ἐνθάδ᾿ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν,
ἠδ᾿ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτους κατὰ νήσους,
χρησόμενοι. τοῖσιν δ᾿ ἄρ᾿ ἐγὼ νημερτέα βουλὴν
πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.
Ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
εὐρέα καὶ μάλα μακρὰ διηνεκές. αὐτὰρ ἐπ᾿ αὐτοῖς
λάϊνον οὐδὸν ἔθηκε Τροφώνιος ἠδ᾿ Ἀγαμήδης
υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν.
ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλ᾿ ἀνθρώπων
κτιστοῖσιν λάεσσιν ἀοίδιμον ἔμμεναι αἰεί.
ἀγχοῦ δὲ κρήνη καλλίρροος ἔνθα δράκαιναν
κτεῖνεν ἄναξ Διὸς υἱὸς ἀπὸ κρατεροῖο βιοῖο
ζατρεφέα μεγάλην τέρας ἄγριον, ἣ κακὰ πολλὰ
ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτοὺς
πολλὰ δὲ μῆλα ταναύποδ᾿ ἐπεὶ πέλε πῆμα δαφοινόν.
καί ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης
δεινόν τ᾿ ἀργαλέον τε Τυφάονα πῆμα βροτοῖσιν,
ὅν ποτ᾿ ἄρ᾿ Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρὶ
ἡνίκ᾿ ἄρα Κρονίδης ἐρικυδέα γείνατ᾿ Ἀθήνην
ἐν κορυφῇ. ἡ δ᾿ αἶψα χολώσατο πότνια Ἥρη
ἠδὲ καὶ ἀγρομένοισι μετ᾿ ἀθανάτοισιν ἔειπε.
κέκλυτέ μευ πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,
ὡς ἔμ᾿ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς
πρῶτος, ἐπεί μ᾿ ἄλοχον ποιήσατο κέδν᾿ εἰδυῖαν.
καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην,
ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν.
αὐτὰρ ὅ γ᾿ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι
παῖς ἐμὸς Ἥφαιστος ῥικνὸς πόδας ὃν τέκον αὐτὴ
ῥίψ᾿ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέϊ πόντῳ.
ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα
δέξατο καὶ μετὰ ἧσι κασιγνήτῃσι κόμισσεν.
ὡς ὄφελ᾿ ἄλλο θεοῖσι χαρίσσασθαι μακάρεσσι.
σχέτλιε ποικιλομῆτα τί νῦν μητίσεαι ἄλλο;
πῶς ἔτλης οἶος τεκέειν γλαυκώπιδ᾿ Ἀθήνην;
οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης
ἦα ῥ᾿ ἐν ἀθανάτοισιν οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
φράζεο νῦν μή τοί τι κακὸν μητίσομ᾿ ὀπίσσω.
καὶ νῦν μέν τοι ἐγὼ τεχνήσομαι ὥς κε γένηται
παῖς ἐμὸς ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν,
οὔτε σὸν αἰσχύνασ᾿ ἱερὸν λέχος οὔτ᾿ ἐμὸν αὐτῆς,
οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλ᾿ ἀπὸ σεῖο
τηλόθεν οὖσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν.
Ὣς εἰποῦσ᾿ ἀπονόσφι θεῶν κίε χωομένη περ.
αὐτίκ᾿ ἔπειτ᾿ ἠρᾶτο βοῶπις πότνια Ἥρη,
χειρὶ καταπρηνεῖ δ᾿ ἔλασε χθόνα καὶ φάτο μῦθον.
κέκλυτε νῦν μοι γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν,
Τιτῆνές τε θεοὶ τοὶ ὑπὸ χθονὶ ναιετάοντες
Τάρταρον ἀμφὶ μέγαν, τῶν ἐξ ἄνδρες τε θεοί τε.
αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδα
νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου.
ἀλλ᾿ ὅ γε φέρτερος ἔστω ὅσον Κρόνου εὐρύοπα Ζεύς.
Ὣς ἄρα φωνήσασ᾿ ἵμασε χθόνα χειρὶ παχείῃ.
κινήθη δ᾿ ἄρα γαῖα φερέσβιος, ἡ δὲ ἰδοῦσα
τέρπετο ὃν κατὰ θυμόν, ὀίετο γὰρ τελέεσθαι.
ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸν
οὔτε ποτ᾿ εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος,
οὔτε ποτ᾿ εἰς θῶκον πολυδαίδαλον ὡς τὸ πάρος περ
αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς.
ἀλλ᾿ ἥ γ᾿ ἐν νηοῖσι πολυλλίστοισι μένουσα
τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη.
ἀλλ᾿ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
ἡ δ᾿ ἔτεκ᾿ οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι
δεινόν τ᾿ ἀργαλέον τε Τυφάονα πῆμα βροτοῖσιν.
αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη
δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν, ἡ δ᾿ ὑπέδεκτο.
ὃς κακὰ πόλλ᾿ ἔρδεσκε κατὰ κλυτὰ φῦλ᾿ ἀνθρώπων.
ὃς τῇ γ᾿ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ
πρίν γέ οἱ ἰὸν ἐφῆκεν ἄναξ ἑκάεργος Ἀπόλλων
καρτερόν. ἡ δ᾿ ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσι
κεῖτο μέγ᾿ ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον.
θεσπεσίη δ᾿ ἐνοπὴ γένετ᾿ ἄσπετος, ἡ δὲ καθ᾿ ὕλην
πυκνὰ μάλ᾿ ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸν
φοινὸν ἀποπνείουσ᾿, ὁ δ᾿ ἐπηύξατο Φοῖβος Ἀπόλλων.
ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ,
οὐδὲ σύ γε ζωοῖσι κακὸν δήλημα βροτοῖσιν
ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντες
ἐνθάδ᾿ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
οὐδέ τί τοι θάνατόν γε δυσηλεγέ᾿ οὔτε Τυφωεὺς
ἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλὰ σέ γ᾿ αὐτοῦ
πύσει γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων.
Ὣς φάτ᾿ ἐπευχόμενος, τὴν δὲ σκότος ὄσσε κάλυψε.
τὴν δ᾿ αὐτοῦ κατέπυσ᾿ ἱερὸν μένος Ἠελίοιο.
ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται, οἱ δὲ ἄνακτα
Πύθειον καλέουσιν ἐπώνυμον οὕνεκα κεῖθι
αὐτοῦ πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο.
Καὶ τότ᾿ ἄρ᾿ ἔγνω ἧσιν ἐνὶ φρεσὶ Φοῖβος Ἀπόλλων
οὕνεκά μιν κρήνη καλλίρροος ἐξαπάφησε.
βῆ δ᾿ ἐπὶ Τελφούσῃ κοχολωμένος, αἶψα δ᾿ ἵκανε.
στῆ δὲ μάλ᾿ ἄγχ᾿ αὐτῆς καί μιν πρὸς μῦθον ἔειπε.
Τελφοῦσ᾿, οὐκ ἄρ᾿ ἔμελλες ἐμὸν νόον ἐξαπαφοῦσα
χῶρον ἔχουσ᾿ ἐρατὸν προρέειν καλλίρροον ὕδωρ.
ἐνθάδε δὴ καὶ ἐμὸν κλέος ἔσσεται, οὐδὲ σὸν οἴης.
Ἦ καὶ ἐπὶ ῥίον ὦσεν ἄναξ ἑκάεργος Ἀπόλλων
πέτρῃσι προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρα,
καὶ βωμὸν ποιήσατ᾿ ἐν ἄλσεϊ δενδρήεντι
ἄγχι μάλα κρήνης καλλιρρόου. ἔνθα δ᾿ ἄνακτι
πάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται
οὕνεκα Τελφούσης ἱερῆς ἤσχυνε ῥέεθρα.
Καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβος Ἀπόλλων
οὕς τινας ἀνθρώπους ὀργιόνας εἰσαγάγοιτο
οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ.
ταῦτ᾿ ἄρα ὁρμαίνων ἐνόησ᾿ ἐπὶ οἴνοπι πόντῳ
νῆα θοήν. ἐν δ᾿ ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί,
Κρῆτες ἀπὸ Κνωσοῦ Μινωίου, οἵ ῥά τ᾿ ἄνακτι
ἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας
Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃ
χρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο.
οἱ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ
ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τ᾿ ἀνθρώπους
ἔπλεον. αὐτὰρ ὁ τοῖσι συνήνετο Φοῖβος Ἀπόλλων.
ἐν πόντῳ δ᾿ ἐπόρουσε δέμας δελφῖνι ἐοικὼς
νηὶ θοῇ, καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε.
τῶν δ᾿ ὅς τις κατὰ θυμὸν ἐπιφράσσαιτο νοῆσαι
πάντοσ᾿ ἀνασσείασκε, τίνασσε δὲ νήϊα δοῦρα.
οἱ δ᾿ ἀκέων ἐνὶ νηὶ καθήατο δειμαίνοντες,
οὐδ᾿ οἵ γ᾿ ὅπλ᾿ ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν,
οὐδ᾿ ἔλυον λαῖφος νηὸς κυανοπρώροιο.
ἀλλ᾿ ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν
ὣς ἔπλεον. κραιπνὸς δὲ νότος κατόπισθεν ἔγειρε
νῆα θοήν. πρῶτον δὲ παρημείβοντο Μάλειαν,
πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρον
ἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο
Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶ
Ἠελίοιο ἄνακτος, ἔχει δ᾿ ἐπιτερπέα χῶρον.
οἱ μὲν ἄρ᾿ ἔνθ᾿ ἔθελον νῆα σχεῖν ἠδ᾿ ἀποβάντες
φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι
εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρον,
ἢ εἰς οἶδμ᾿ ἅλιον πολυίχθυον ἀμφὶς ὀρούσει.
ἀλλ᾿ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής,
ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα
ἤϊ᾿ ὁδόν, πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων
ῥηϊδίως ἴθυν᾿. ἡ δὲ πρήσσουσα κέλευθον
Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν
καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐύκτιτον Αἶπυ
καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τ᾿ ἀνθρώπους.
βῆ δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην
ἠδὲ παρ᾿ Ἤλιδα δῖαν ὅθι κρατέουσιν Ἐπειοί.
εὔτε Φερὰς ἐπέβαλλεν ἀγαλλομένη Διὸς οὔρῳ
καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τ᾿ ὄρος αἰπὺ πέφαντο,
Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
ἀλλ᾿ ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν,
καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων
ὅς τε διὲκ Πελοπόννησον πίειραν ἐέργει,
ἦλθ᾿ ἄνεμος ζέφυρος μέγας αἴθριος ἐκ Διὸς αἴσης
λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα
νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τ᾿ ἠέλιόν τε
ἔπλεον, ἡγεμόνευε δ᾿ ἄναξ Διὸς υἱὸς Ἀπόλλων.
ἷξον δ᾿ ἐς Κρίσην εὐδείελον ἀμπελόεσσαν
ἐς λιμέν᾿, ἡ δ᾿ ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς.
ἔνθ᾿ ἐκ νηὸς ὄρουσεν ἄναξ ἑκάεργος Ἀπόλλων
ἀστέρι εἰδόμενος μέσῳ ἤματι. τοῦ δ᾿ ἀπὸ πολλαὶ
σπινθαρίδες πωτῶντο, σέλας δ᾿ εἰς οὐρανὸν ἷκεν.
ἐς δ᾿ ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων.
ἔνθ᾿ ἄρ᾿ ὅ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ ἃ κῆλα,
πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας. αἱ δ᾿ ὀλόλυξαν
Κρισαίων ἄλοχοι καλλίζωνοί τε θύγατρες
Φοίβου ὑπὸ ῥιπῆς. μέγα γὰρ δέος ἔμβαλ᾿ ἑκάστῳ.
ἔνθεν δ᾿ αὖτ᾿ ἐπὶ νῆα νόημ᾿ ὣς ἆλτο πέτεσθαι
ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε
πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους.
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα.
ὦ ξεῖνοι τίνες ἐστέ; πόθεν πλεῖθ᾿ ὑγρὰ κέλευθα;
ἤ τι κατὰ πρῆξιν, ἦ μαψιδίως ἀλάλησθε
οἷά τε ληϊστῆρες ὑπεὶρ ἅλα, τοί τ᾿ ἀλόωνται
ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
τίφθ᾿ οὕτως ἧσθον τετιηότες, οὐδ᾿ ἐπὶ γαῖαν
ἔκβητ᾿, οὐδὲ καθ᾿ ὅπλα μελαίνης νηὸς ἔθεσθε;
αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων
ὁππόταν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃ
ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεας
σίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ.
Ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.
τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα.
ξεῖν᾿, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσιν ἔοικας,
οὐ δέμας οὐδὲ φυήν, ἀλλ᾿ ἀθανάτοισι θεοῖσιν,
οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
καί μοι τοῦτ᾿ ἀγόρευσον ἐτήτυμον ὄφρ᾿ εὖ εἰδῶ.
τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν;
ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα
εἰς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθ᾿ εἶναι.
νῦν δ᾿ ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες
νόστου ἱέμενοι ἄλλην ὁδὸν ἄλλα κέλευθα.
ἀλλά τις ἀθανάτων δεῦρ᾿ ἤγαγεν οὐκ ἐθέλοντας.
Τοὺς δ᾿ ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων.
ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφινέμεσθε
τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθ᾿ ὑπότροποι αὖθις ἔσεσθε
ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος
ἔς τε φίλας ἀλόχους, ἀλλ᾿ ἐνθάδε πίονα νηὸν
ἕξετ᾿ ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν.
εἰμὶ δ᾿ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δ᾿ εὔχομαι εἶναι,
ὑμέας δ᾿ ἤγαγον ἐνθάδ᾿ ὑπὲρ μέγα λαῖτμα θαλάσσης
οὔ τι κακὰ φρονέων, ἀλλ᾿ ἐνθάδε πίονα νηὸν
ἕξετ᾿ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι,
βουλάς τ᾿ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι
αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα.
ἀλλ᾿ ἄγεθ᾿ ὡς ἂν ἐγὼ εἴπω πείθεσθε τάχιστα.
ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας,
νῆα δ᾿ ἔπειτα θοὴν ἀν᾿ ἐπ᾿ ἠπείρου ἐρύσασθε,
ἐκ δὲ κτήμαθ᾿ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης,
καὶ βωμὸν ποιήσατ᾿ ἐπὶ ῥηγμῖνι θαλάσσης,
πῦρ ἐπικαίοντες ἐπί τ᾿ ἄλφιτα λευκὰ θύοντες.
εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.
ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέϊ πόντῳ
εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα,
ὣς ἐμοὶ εὔχεσθαι δελφινίῳ. αὐτὰρ ὁ βωμὸς
αὐτὸς δέλφειος καὶ ἐπόψιος ἔσσεται αἰεί.
δειπνῆσαί τ᾿ ἄρ᾿ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ,
καὶ σπεῖσαι μακάρεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν.
αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε,
ἔρχεσθαί θ᾿ ἅμ᾿ ἐμοὶ καὶ ἰηπαιήον᾿ ἀείδειν
εἰς ὅ κε χῶρον ἵκησθον ἵν᾿ ἕξετε πίονα νηόν.
Ὣς ἔφαθ᾿. οἱ δ᾿ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾿ ἐπίθοντο.
ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας,
ἱστὸν δ᾿ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες,
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
ἐκ δ᾿ ἁλὸς ἤπειρον δὲ θοὴν ἀνὰ νῆ᾿ ἐρύσαντο
ὑψοῦ ἐπὶ ψαμάθοις, παρὰ δ᾿ ἕρματα μακρὰ τάνυσσαν,
καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης.
πῦρ δ᾿ ἐπικαίοντες ἐπί τ᾿ ἄλφιτα λευκὰ θύοντες
εὔχονθ᾿ ὡς ἐκέλευε παριστάμενοι περὶ βωμόν.
δόρπον ἔπειθ᾿ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ,
καὶ σπεῖσαν μακάρεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
βάν ῥ᾿ ἴμεν. ἦρχε δ᾿ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων
φόρμιγγ᾿ ἐν χείρεσσιν ἔχων ἐρατὸν κιθαρίζων
καλὰ καὶ ὕψι βιβάς. οἱ δὲ ῥήσσοντες ἕποντο
Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήον᾿ ἄειδον,
οἷοί τε Κρητῶν παιήονες οἷσί τε Μοῦσα
ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν.
ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δ᾿ ἵκοντο
Παρνησὸν καὶ χῶρον ἐπήρατον ἔνθ᾿ ἄρ᾿ ἔμελλεν
οἰκήσειν πολλοῖσι τετιμένος ἀνθρώποισι.
δεῖξε δ᾿ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν.
τῶν δ᾿ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι.
τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα.
ὦ ἄν᾿ ἐπεὶ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης
ἤγαγες. οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ.
πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν.
οὔτε τρυγηφόρος ἥδε γ᾿ ἐπήρατος οὔτ᾿ εὐλείμων,
ὥς τ᾿ ἀπό τ᾿ εὖ ζώειν καὶ ἅμ᾿ ἀνθρώποισιν ὀπηδεῖν.
Τοὺς δ᾿ ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων.
νήπιοι ἄνθρωποι δυστλήμονες οἳ μελεδῶνας
βούλεσθ᾿ ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ.
ῥηίδιον ἔπος ὔμμ᾿ ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.
δεξιτερῇ μάλ᾿ ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν
σφάζειν αἰεὶ μῆλα. τὰ δ᾿ ἄφθονα πάντα παρέσται,
ὅσσα ἐμοί κ᾿ ἀγάγωσι περικλυτὰ φῦλ᾿ ἀνθρώπων.
νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλ᾿ ἀνθρώπων
ἐνθάδ᾿ ἀγειρομένων καὶ ἐμὴν ἰθύν τε μάλιστα
ἠέ τι τηύσιον ἔπος ἔσσεται ἠέ τι ἔργον,
ὕβρις θ᾿, ἣ θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων,
ἄλλοι ἔπειθ᾿ ὑμῖν σημάντορες ἄνδρες ἔσονται,
τῶν ὑπ᾿ ἀναγκαίῃ δεδμήσεσθ᾿ ἤματα πάντα.
εἴρηταί τοι πάντα, σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.
Καὶ σὺ μὲν οὕτω χαῖρε Διὸς καὶ Λητοῦς υἱέ.
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾿ ἀοιδῆς.