Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων καὶ τῶν φαινομένων μὲν
ἐλέγχων, ὄντων δὲ παραλογισμῶν ἀλλ᾿ οὐκ ἐλέγχων, λέγω-
μεν ἀρξάμενοι κατὰ φύσιν ἀπό τῶν πρώτων.
Ὅτι μὲν οὖν οἱ μὲν εἰσὶ συλλογισμοί, οἱ δ᾿ οὐκ ὄντες
δοκοῦσι, φανερόν. ὥσπερ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τοῦτο γί-
νεται διά τινος ὁμοιότητος, καὶ ἐπὶ τῶν λόγων ὡσαύτως
ἔχει. καὶ γὰρ τὴν ἕξιν οἱ μὲν ἔχουσιν εὖ, οἱ δὲ φαίνονται,
φυλετικῶς φυσήσαντες καὶ ἐπισκευάσαντες αὑτούς, καὶ
καλοὶ οἱ μὲν διὰ κάλλος, οἱ δὲ φαίνονται, κομμώσαντες
αὑτούς. ἐπί τε τῶν ἀψύχων ὡσαύτως. καὶ γὰρ τούτων τὰ
μὲν ἄργυρος τὰ δὲ χρυσός ἐστιν ἀληθῶς, τὰ δ᾿ ἔστι μὲν οὔ,
φαίνεται δὲ κατὰ τὴν αἴσθησιν, οἷον τὰ μὲν λιθαργύρινα
καὶ τὰ καττιτέρινα ἀργυρᾶ, τὰ δὲ χολοβάφινα χρυσᾶ.
τόν αὐτόν δὲ τρόπον καὶ συλλογισμὸς καὶ ἔλεγχος ὁ μὲν
ἔστιν, ὁ δ᾿ οὐκ ἔστι μέν, φαίνεται δὲ διὰ τὴν ἀπειρίαν. οἱ
γὰρ ἄπειροι ὥσπερ ἂν ἀπέχοντες πόρρωθεν θεωροῦσιν. ὁ μὲν
γὰρ συλλογισμός ἐκ τινῶν ἐστι τεθέντων ὥστε λέγειν ἕτερον
ἐξ ἀνάγκης τι τῶν κειμένων διὰ τῶν κειμένων, ἔλεγχος δὲ
συλλογισμός μετ᾿ ἀντιφάσεως τοῦ συμπεράσματος. οἱ δὲ
τοῦτο ποιοῦσι μὲν οὔ, δοκοῦσι δὲ διὰ πολλὰς αἰτίας. ὧν εἷς
τόπος εὐφυέστατός ἐστι καὶ δημοσιώτατος, ὁ διὰ τῶν ὀνομά-
των. ἐπεὶ γὰρ οὐκ ἔστιν αὐτὰ τὰ πράγματα διαλέγεσθαι
φέροντας, ἀλλὰ τοῖς ὀνόμασιν ἀντὶ τῶν πραγμάτων χρώ-
μεθα ὡς συμβόλοις, τό συμβαῖνον ἐπὶ τῶν ὀνομάτων καὶ ἐπὶ
τῶν πραγμάτων ἡγούμεθα συμβαίνειν, καθάπερ ἐπὶ τῶν
ψήφων τοῖς λογιζομένοις. τό δ᾿ οὐκ ἔστιν ὅμοιον. τὰ μὲν
γὰρ ὀνόματα πεπέρανται καὶ τό τῶν λόγων πλῆθος, τὰ δὲ
πράγματα τόν ἀριθμόν ἄπειρά ἐστιν. ἀναγκαῖον οὖν πλείω
τόν αὐτόν λόγον καὶ τοὔνομα τό ἓν σημαίνειν. ὥσπερ οὖν
κἀκεῖ οἱ μὴ δεινοὶ τὰς ψήφους φέρειν ὑπό τῶν ἐπιστημόνων
παρακρούονται, τόν αὐτόν τρόπον καὶ ἐπὶ τῶν λόγων οἱ τῶν
ὀνομάτων τῆς δυνάμεως ἄπειροι παραλογίζονται καὶ αὐτοὶ
διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες. διὰ μὲν οὖν ταύτην τὴν
αἰτίαν καὶ τὰς λεχθησομένας ἔστι καὶ συλλογισμὸς καὶ
ἔλεγχος φαινόμενος οὐκ ὢν δέ. ἐπεὶ δ᾿ ἐστί τισι μᾶλ-
λον πρό ἔργου τό δοκεῖν εἶναι σοφοῖς ἢ τό εἶναι καὶ μὴ δο-
κεῖν (ἔστι γὰρ ἡ σοφιστικὴ φαινομένη σοφία οὖσα δ᾿ οὔ, καὶ
ὁ σοφιστὴς χρηματιστὴς ἀπό φαινομένης σοφίας ἀλλ᾿ οὐκ
οὔσης), δῆλον ὅτι ἀναγκαῖον τούτοις καὶ τοῦ σοφοῦ ἔργον
δοκεῖν ποιεῖν, μᾶλλον ἢ ποιεῖν καὶ μὴ δοκεῖν. ἔστι δ᾿ ὡς ἓν
πρὸς ἓν εἰπεῖν ἔργον περὶ ἕκαστον τοῦ εἰδότος ἀψευδεῖν μὲν
αὐτόν περὶ ὧν οἶδε, τόν δὲ ψευδόμενον ἐμφανίζειν δύνα-
σθαι. ταῦτα δ᾿ ἐστὶ τό μὲν ἐν τῷ δύνασθαι δοῦναι λόγον,
τό δ᾿ ἐν τῷ λαβεῖν. ἀνάγκη οὖν τοὺς βουλομένους σοφιστεύειν
τό τῶν εἰρημένων λόγων γένος ζητεῖν. πρό ἔργου γάρ ἐστιν.
ἡ γὰρ τοιαύτη δύναμις ποιήσει φαίνεσθαι σοφόν, οὗ τυγ-
χάνουσι τὴν προαίρεσιν ἔχοντες.
Ὅτι μὲν οὖν ἔστι τι τοιοῦτον λόγων γένος, καὶ ὅτι τοι-
αύτης ἐφίενται δυνάμεως οὓς καλοῦμεν σοφιστάς, δῆλον.
πόσα δ᾿ ἔστιν εἴδη τῶν λόγων τῶν σοφιστικῶν, καὶ ἐκ πό-
σων τὸν ἀριθμὸν ἡ δύναμις αὕτη συνέστηκε, καὶ πόσα μέρη
τυγχάνει τῆς πραγματείας ὄντα, καὶ περὶ τῶν ἄλλων τῶν
συντελούντων εἰς τὴν τέχνην ταύτην ἤδη λέγωμεν.
Ἔστι δὴ τῶν ἐν τῷ διαλέγεσθαι λόγων τέτταρα γένη,
διδασκαλικοὶ καὶ διαλεκτικοὶ καὶ πειραστικοὶ καὶ ἐριστικοί.
διδασκαλικοὶ μὲν οἱ ἐκ τῶν οἰκείων ἀρχῶν ἑκάστου μαθήμα-
τος καὶ οὐκ ἐκ τῶν τοῦ ἀποκρινομένου δοξῶν συλλογιζόμενοι
(δεῖ γὰρ πιστεύειν τὸν μανθάνοντα), διαλεκτικοὶ δ᾿ οἱ ἐκ
τῶν ἐνδόξων συλλογιστικοὶ ἀντιφάσεως, πειραστικοὶ δ᾿ οἱ ἐκ
τῶν δοκούντων τῷ ἀποκρινομένῳ καὶ ἀναγκαίων εἰδέναι τῷ
προσποιουμένῳ ἔχειν τὴν ἐπιστήμην (ὃν τρόπον δέ, διώρισται
ἐν ἑτέροις), ἐριστικοὶ δ᾿ οἱ ἐκ τῶν φαινομένων ἐνδόξων, μὴ
ὄντων δέ, συλλογιστικοὶ ἢ φαινόμενοι συλλογιστικοί. περὶ
μὲν οὖν τῶν ἀποδεικτικῶν ἐν τοῖς Ἀναλυτικοῖς εἴρηται, περὶ
δὲ τῶν διαλεκτικῶν καὶ πειραστικῶν ἐν ἄλλοις. περὶ
δὲ τῶν ἀγωνιστικῶν καὶ ἐριστικῶν νῦν λέγωμεν.
Πρῶτον δὴ ληπτέον πόσων στοχάζονται οἱ ἐν τοῖς λό-
γοις ἀγωνιζόμενοι καὶ διαφιλονεικοῦντες. ἔστι δὲ πέντε ταῦτα
τόν ἀριθμόν, ἔλεγχος καὶ ψεῦδος καὶ παράδοξον καὶ σολοι-
κισμὸς καὶ πέμπτον τό ποιῆσαι ἀδολεσχῆσαι τόν προσ-
διαλεγόμενον (τοῦτο δ᾿ ἐστὶ τό πολλάκις ἀναγκάζεσθαι ταὐτό
λέγειν), ἢ τό μὴ ὂν ἀλλὰ [τό] φαινόμενον ἕκαστον εἶναι τού-
των. μάλιστα μὲν γὰρ προαιροῦνται φαίνεσθαι ἐλέγχοντες,
δεύτερον δὲ ψευδόμενόν τι δεικνύναι, τρίτον εἰς παράδοξον
ἄγειν, τέταρτον δὲ σολοικίζειν ποιεῖν (τοῦτο δ᾿ ἐστὶ τό ποιῆ-
σαι τῇ λέξει βαρβαρίζειν ἐκ τοῦ λόγου τόν ἀποκρινόμενον).
τελευταῖον δὲ τό πλεονάκις ταὐτό λέγειν.
Τρόποι δ᾿ εἰσὶ τοῦ μὲν ἐλέγχειν δύο. οἱ μὲν γάρ εἰσι
παρὰ τὴν λέξιν, οἱ δ᾿ ἔξω τῆς λέξεως. ἔστι δὲ τὰ μὲν
παρὰ τὴν λέξιν ἐμποιοῦντα τὴν φαντασίαν ἓξ τόν ἀριθμόν.
ταῦτα δ᾿ ἐστὶν ὁμωνυμία, ἀμφιβολία, σύνθεσις, διαίρεσις,
προσῳδία, σχῆμα λέξεως. τούτου δὲ πίστις ἥ τε διὰ τῆς
ἐπαγωγῆς καὶ συλλογισμός, ἄν τε ληφθῇ τις ἄλλος καὶ
ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις μὴ
ταὐτό δηλώσαιμεν. εἰσὶ δὲ παρὰ μὲν τὴν ὁμωνυμίαν οἱ
τοιοίδε τῶν λόγων, οἷον ὅτι μανθάνουσιν οἱ ἐπιστάμενοι, τὰ
γὰρ ἀποστοματιζόμενα μανθάνουσιν οἱ γραμματικοί. τό γὰρ
μανθάνειν ὁμώνυμον, τό τε ξυνιέναι χρώμενον τῇ ἐπιστήμῃ
καὶ τό λαμβάνειν ἐπιστήμην. καὶ πάλιν ὅτι τὰ κακὰ ἀγα-
θά. τὰ γὰρ δέοντα ἀγαθά, τὰ δὲ κακὰ δέοντα. διττόν γὰρ
τό δέον, τό τ᾿ ἀναγκαῖον, ὃ συμβαίνει πολλάκις καὶ ἐπὶ
τῶν κακῶν (ἔστι γὰρ κακόν τι ἀναγκαῖον)_καὶ τἀγαθὰ δὲ
δέοντά φαμεν εἶναι. ἔτι <τό> τόν αὐτόν καθῆσθαι καὶ ἑστάναι, καὶ
κάμνειν καὶ ὑγιαίνειν. ὅσπερ γὰρ ἀνίστατο, ἕστηκεν, καὶ ὅσπερ
ὑγιάζετο, ὑγιαίνει. ἀνίστατο δ᾿ ὁ καθήμενος καὶ ὑγιάζετο ὁ
κάμνων. τὸ γὰρ τὸν κάμνοντα ὁτιοῦν ποιεῖν ἢ πάσχειν οὐχ ἓν
σημαίνει, ἀλλ᾿ ὁτὲ μὲν ὅτι ὁ νῦν κάμνων [ἢ καθήμενος], ὁτὲ
δ᾿ ὃς ἔκαμνε πρότερον. πλὴν ὑγιάζετο μὲν καὶ κάμνων καὶ ὁ
κάμνων. ὑγιαίνει δ᾿ οὐ κάμνων ἀλλ᾿ ὁ κάμνων, οὐ νῦν, ἀλλ᾿ ὁ
πρότερον. παρὰ δὲ τὴν ἀμφιβολίαν οἱ τοιοίδε. τό βούλεσθαι
λαβεῖν με τοὺς πολεμίους. καὶ ἆρ᾿ ὅ τις γινώσκει, τοῦτο γι-
νώσκει; καὶ γὰρ τόν γινώσκοντα καὶ τό γινωσκόμενον ἐνδέχε-
ται ὡς γινώσκοντα σημῆναι τούτῳ τῷ λόγῳ. καὶ ἆρα ὃ ὁρᾷ
τις, τοῦτο ὁρᾷ ὁρᾷ δὲ τὸν κίονα, ὥστε ὁρᾷ ὁ κίων. καὶ ἆρα
ὃ σὺ φῂς εἶναι, τοῦτο σὺ φῂς εἶναι; φῂς δὲ λίθον εἶναι.
σὺ ἄρα φῂς λίθος εἶναι. καὶ ἆρ᾿ ἔστι σιγῶντα λέγειν; διτ-
τόν γὰρ καὶ τό σιγῶντα λέγειν, τό τε τόν λέγοντα σιγᾶν
καὶ τό τὰ λεγόμενα. εἰσὶ δὲ τρεῖς τρόποι τῶν παρὰ τὴν
ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν. εἷς μὲν ὅταν ἢ ὁ λόγος
ἢ τοὔνομα κυρίως σημαίνῃ πλείω, οἷον ἀετὸς καὶ κύων. εἷς
δὲ ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν. τρίτος δὲ ὅταν τό συντεθὲν
πλείω σημαίνῃ, κεχωρισμένον δὲ ἁπλῶς. οἷον τό ἐπίσταται
γράμματα. ἑκάτερον μὲν γάρ, εἰ ἔτυχεν, ἕν τι σημαίνει, τό
ἐπίσταται καὶ τό γράμματα. ἄμφω δὲ πλείω, ἢ τό τὰ
γράμματα αὐτὰ ἐπιστήμην ἔχειν ἢ τῶν γραμμάτων ἄλλον.
Ἡ μὲν οὖν ἀμφιβολία καὶ ὁμωνυμία παρὰ τούτους τοὺς
τρόπους ἐστίν. παρὰ δὲ τὴν σύνθεσιν τὰ τοιάδε, οἷον τό δύ-
νασθαι καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφειν (οὐ
γὰρ ταὐτό σημαίνει ἂν διελών τις εἴπῃ καὶ συνθεὶς ὡς
δυνατόν τό καθήμενον βαδίζειν [καὶ μὴ γράφοντα γρά-
φειν]. καὶ τοῦθ᾿ ὡσαύτως, ἄν τις συνθῇ τό μὴ γράφοντα
γράφειν. σημαίνει γὰρ ὡς ἔχει δύναμιν τοῦ μὴ γράφων
γράφειν. ἐὰν δὲ μὴ συνθῇ, ὅτι ἔχει δύναμιν, ὅτε οὐ γρά-
φει, τοῦ γράφειν), καὶ μανθάνει νῦν γράμματα, εἴπερ μαν-
θάνει ἃ ἐπίσταται. ἔτι τό ἓν μόνον δυνάμενον φέρειν πολλὰ
δύνασθαι φέρειν.
Παρὰ δὲ τὴν διαίρεσιν ὅτι τὰ πέντ᾿ ἐστὶ δύο καὶ τρία,
καὶ περιττὰ καὶ ἄρτια, καὶ τό μεῖζον ἴσον. τοσοῦτον γὰρ
καὶ ἔτι πρός. ὁ γὰρ αὐτός λόγος διῃρημένος καὶ συγκεί-
μενος οὐκ ἀεὶ ταὐτό σημαίνειν ἂν δόξειεν, οἷον ἐγώ σ᾿ ἔθη-
κα δοῦλον ὄντ᾿ ἐλεύθερον καὶ τό πεντήκοντ᾿ ἀνδρῶν ἑκα-
τόν λίπε δῖος Ἀχιλλεύς.
Παρὰ δὲ τὴν προσῳδίαν ἐν μὲν τοῖς ἄνευ γραφῆς
διαλεκτικοῖς οὐ ῥᾴδιον ποιῆσαι λόγον, ἐν δὲ τοῖς γεγραμ-
μένοις καὶ ποιήμασι μᾶλλον. οἷον καὶ τόν Ὅμηρον ἔνιοι
διορθοῦνται πρός τοὺς ἐλέγχοντας ὡς ἄτοπον εἰρηκότα τό
μὲν οὐ καταπύθεται ὄμβρῳ. λύουσι γὰρ αὐτό τῇ προσ-
ῳδίᾳ, λέγοντες τό ου ὀξύτερον. καὶ τό περὶ τό ἐνύπνιον τοῦ
Ἀγαμέμνονος, ὅτι οὐκ αὐτός ὁ Ζεὺς εἶπεν δίδομεν δέ οἱ
εὖχος ἀρέσθαι, ἀλλὰ τῷ ἐνυπνίῳ ἐνετέλλετο διδόναι. τὰ
μὲν οὖν τοιαῦτα παρὰ τὴν προσῳδίαν ἐστίν.
Οἱ δὲ παρὰ τό σχῆμα τῆς λέξεως συμβαίνουσιν ὅταν
τό μὴ ταὐτό ὡσαύτως ἑρμηνεύηται, οἷον τό ἄρρεν θῆλυ ἢ
τό θῆλυ ἄρρεν ἢ τό μεταξὺ θάτερον τούτων, ἢ πάλιν τό
ποιόν ποσόν ἢ τό ποσόν ποιόν, ἢ τό ποιοῦν πάσχον ἢ τό
διακείμενον ποιοῦν, καὶ τἆλλα δ᾿ ὡς διῄρηται πρότερον.
ἔστι γὰρ τό μὴ τῶν ποιεῖν ὂν ὡς τῶν ποιεῖν τι τῇ λέξει ση-
μαίνειν. οἷον τό ὑγιαίνειν ὁμοίως τῷ σχήματι τῆς λέξεως
λέγεται τῷ τέμνειν ἢ οἰκοδομεῖν. καίτοι τό μὲν ποιόν τι
καὶ διακείμενόν πως δηλοῖ, τό δὲ ποιεῖν τι. τόν αὐτόν δὲ
τρόπον καὶ ἐπὶ τῶν ἄλλων.
Οἱ μὲν οὖν παρὰ τὴν λέξιν ἔλεγχοι ἐκ τούτων τῶν τό-
πων εἰσίν. τῶν δ᾿ ἔξω τῆς λέξεως παραλογισμῶν εἴδη ἔστιν
ἑπτά, ἓν μὲν παρὰ τό συμβεβηκός, δεύτερον δὲ τό ἁπλῶς
ἢ μὴ ἁπλῶς ἀλλὰ πῂ ἢ ποὺ ἢ ποτὲ ἢ πρός τι λέγεσθαι,
τρίτον δὲ τό παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, τέταρτον δὲ τό
παρὰ τό ἑπόμενον, πέμπτον δὲ τό παρὰ τό <τό> ἐν ἀρχῇ λαμ-
βάνειν, ἕκτον δὲ τό <τό> μὴ αἴτιον ὡς αἴτιον τιθέναι, ἕβδομον
δὲ τό τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν.
Οἱ μὲν οὖν παρὰ τό συμβεβηκός παραλογισμοί εἰσιν
ὅταν ὁμοίως ὁτιοῦν ἀξιωθῇ τῷ πράγματι καὶ τῷ συμ-
βεβηκότι ὑπάρχειν. ἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ συμβέβηκεν,
οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορουμένοις καὶ καθ᾿ οὗ κατ-
ηγορεῖται ταὐτὰ πάντα ὑπάρχειν. οἷον εἰ ὁ Κορίσκος ἕτερον
ἀνθρώπου, αὐτὸς αὑτοῦ ἕτερος. ἔστι γὰρ ἄνθρωπος. ἢ εἰ Σω-
κράτους ἕτερος, ὁ δὲ Σωκράτης ἄνθρωπος, ἕτερον ἀνθρώπου
φασὶν ὡμολογηκέναι διὰ τό συμβεβηκέναι οὗ ἔφησεν ἕτε-
ρον εἶναι, τοῦτον εἶναι ἄνθρωπον.
Οἱ δὲ παρὰ τό ἁπλῶς τόδε ἢ πῇ λέγεσθαι καὶ μὴ
κυρίως, ὅταν τό ἐν μέρει λεγόμενον ὡς ἁπλῶς εἰρημένον
ληφθῇ, οἷον, εἰ τό μὴ ὄν ἐστι δοξαστόν, ὅτι τό μὴ ὂν ἔστιν.
οὐ γὰρ ταὐτό τό εἶναί τέ τι καὶ εἶναι ἁπλῶς. ἢ πάλιν ὅτι τό
ὂν οὐκ ἔστιν ὄν, εἰ τῶν ὄντων τι μὴ ἔστιν, οἷον εἰ μὴ ἄνθρω-
πος. οὐ γὰρ ταὐτό τό μὴ εἶναί τι καὶ ἁπλῶς μὴ εἶναι. φαί-
νεται δὲ διὰ τό πάρεγγυς τῆς λέξεως καὶ μικρόν διαφέρειν
τό εἶναί τι τοῦ εἶναι, καὶ τό μὴ εἶναί τι τοῦ μὴ εἶναι.
ὁμοίως δὲ καὶ τό παρὰ τό πῂ καὶ τό ἁπλῶς. οἷον ὁ
Ἰνδός, ὅλος μέλας ὤν, λευκός ἐστι τοὺς ὀδόντας. λευκός ἄρα
καὶ οὐ λευκός ἐστιν. ἢ εἰ ἄμφω πῄ, ὅτι ἅμα τὰ ἐναντία
ὑπάρχει. τό δὲ τοιοῦτον ἐπ᾿ ἐνίων μὲν παντὶ θεωρῆσαι ῥᾴ-
διον, οἷον εἰ, λαβὼν τόν Αἰθίοπα εἶναι μέλανα, τοὺς ὀδόντας
ἔροιτ᾿ εἰ λευκός. εἰ οὖν ταύτῃ λευκός, ὅτι μέλας καὶ οὐ μέ-
λας οἴοιτ᾿ <ἂν> διειλέχθαι, συλλογιστικῶς τελειώσας τὴν ἐρώ-
τησιν. ἐπ᾿ ἐνίων δὲ λανθάνει πολλάκις, ἐφ᾿ ὅσων, ὅταν πῂ
λέγηται, κἂν τό ἁπλῶς δόξειεν ἀκολουθεῖν, καὶ ἐν ὅσοις
μὴ ῥᾴδιον θεωρῆσαι πότερον αὐτῶν κυρίως ἀποδοτέον. γίνε-
ται δὲ τό τοιοῦτον ἐν οἷς ὁμοίως ὑπάρχει τὰ ἀντικείμενα.
δοκεῖ γὰρ ἢ ἄμφω ἢ μηδέτερον δοτέον ἁπλῶς εἶναι [κατ-
ηγορεῖν]. οἷον, εἰ τό μὲν ἥμισυ λευκόν τό δ᾿ ἥμισυ μέλαν,
πότερον λευκόν ἢ μέλαν;
Οἱ δὲ παρὰ τό μὴ διωρίσθαι τί ἐστι συλλογισμός ἢ
τί ἔλεγχος ἄλλως παρὰ τὴν ἔλλειψιν γίνονται τοῦ λόγου.
ἔλεγχος μὲν γάρ ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόμα-
τος ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ
αὐτοῦ, ἐκ τῶν δοθέντων ἐξ ἀνάγκης (μὴ συναριθμουμένου τοῦ
ἐν ἀρχῇ), κατὰ ταὐτό καὶ πρός ταὐτό καὶ ὡσαύτως καὶ ἐν
τῷ αὐτῷ χρόνῳ. τόν αὐτόν δὲ τρόπον καὶ τό ψεύσασθαι
περί τινος. ἔνιοι δὲ ἀπολιπόντες τι τῶν λεχθέντων φαίνονται
ἐλέγχειν, οἷον ὅτι ταὐτό διπλάσιον καὶ οὐ διπλάσιον. τὰ
γὰρ δύο τοῦ μὲν ἑνός διπλάσια, τῶν δὲ τριῶν οὐ διπλάσια.
ἢ εἰ τό αὐτό τοῦ αὐτοῦ διπλάσιον καὶ οὐ διπλάσιον, ἀλλ᾿ οὐ
κατὰ ταὐτό. κατὰ μὲν γὰρ τό μῆκος διπλάσιον, κατὰ δὲ
τό πλάτος οὐ διπλάσιον. ἢ εἰ τοῦ αὐτοῦ καὶ κατὰ ταὐτό καὶ
ὡσαύτως, ἀλλ᾿ οὐχ ἅμα. διόπερ ἐστὶ φαινόμενος ἔλεγχος.
ἕλκοι δ᾿ ἄν τις τοῦτον καὶ εἰς τοὺς παρὰ τὴν λέξιν.
Οἱ δὲ παρὰ τό τό ἐν ἀρχῇ λαμβάνειν γίνονται μὲν οὕτως
καὶ τοσαυταχῶς ὁσαχῶς ἐνδέχεται τό ἐξ ἀρχῆς αἰτεῖσθαι,
φαίνονται δ᾿ ἐλέγχειν διὰ τό μὴ δύνασθαι συνορᾶν τό ταὐ-
τὸν καὶ τό ἕτερον.
Ὁ δὲ παρὰ τό ἑπόμενον ἔλεγχος διὰ τό οἴεσθαι ἀντι-
στρέφειν τὴν ἀκολούθησιν. ὅταν γὰρ τοῦδε ὄντος ἐξ ἀνάγκης
τόδε ἦ, καὶ τοῦδε ὄντος οἴονται καὶ θάτερον εἶναι ἐξ ἀνάγκης.
ὅθεν καὶ αἱ περὶ τὴν δόξαν ἐκ τῆς αἰσθήσεως ἀπάται γίνον-
ται. πολλάκις γὰρ τὴν χολὴν μέλι ὑπέλαβον διὰ τό ἕπε-
σθαι τό ξανθόν χρῶμα τῷ μέλιτι. καὶ ἐπεὶ συμβαίνει τὴν
γῆν ὕσαντος γίνεσθαι διάβροχον, κἂν ἦ διάβροχος, ὑπο-
λαμβάνομεν ὗσαι. τό δ᾿ οὐκ ἀναγκαῖον. ἔν τε τοῖς ῥητορικοῖς αἱ
κατὰ τό σημεῖον ἀποδείξεις ἐκ τῶν ἑπομένων εἰσίν. βουλόμε-
νοι γὰρ δεῖξαι ὅτι μοιχός, τό ἑπόμενον ἔλαβον, ὅτι καλλω-
πιστὴς ἢ ὅτι νύκτωρ ὁρᾶται πλανώμενος. πολλοῖς δὲ ταῦτα
μὲν ὑπάρχει, τό δὲ κατηγορούμενον οὐχ ὑπάρχει. ὁμοίως δὲ
καὶ ἐν τοῖς συλλογιστικοῖς, οἷον ὁ Μελίσσου λόγος ὅτι ἄπει-
ρον τό ἅπαν, λαβὼν τό μὲν ἅπαν ἀγένητον (ἐκ γὰρ μὴ
ὄντος οὐδὲν ἂν γενέσθαι), τό δὲ γενόμενον ἐξ ἀρχῆς γενέ-
σθαι. εἰ μὴ οὖν γέγονεν, ἀρχὴν οὐκ ἔχειν τό πᾶν, ὥστ᾿ ἄπει-
ρον. οὐκ ἀνάγκη δὲ τοῦτο συμβαίνειν. οὐ γὰρ εἰ τό γενόμενον
ἅπαν ἀρχὴν ἔχει, καὶ εἴ τι ἀρχὴν ἔχει, γέγονεν, ὥσ-
περ οὐδ᾿ εἰ ὁ πυρέττων θερμός, καὶ τόν θερμόν ἀνάγκη πυ-
ρέττειν.
Ὁ δὲ παρὰ τό <τό> μὴ αἴτιον ὡς αἴτιον, ὅταν προσληφθῇ
τό ἀναίτιον ὡς παρ᾿ ἐκεῖνο γινομένου τοῦ ἐλέγχου. συμβαίνει
δὲ τό τοιοῦτον ἐν τοῖς εἰς τό ἀδύνατον συλλογισμοῖς. ἐν τού-
τοις γὰρ ἀναγκαῖον ἀναιρεῖν τι τῶν κειμένων. ἐὰν οὖν ἐγκατ-
αριθμηθῇ <τι> ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι πρός τό συμβαῖνον
ἀδύνατον, δόξει παρὰ τοῦτο γίνεσθαι πολλάκις ὁ ἔλεγχος,
οἷον ὅτι οὐκ ἔστι ψυχὴ καὶ ζωὴ ταὐτόν. εἰ γὰρ φθορᾷ
γένεσις ἐναντίον, καὶ τῇ τινὶ φθορᾷ ἔσται τὶς γένεσις.
ὁ δὲ θάνατος φθορά τις καὶ ἐναντίον ζωῇ, ὥστε γένεσις ἡ
ζωὴ καὶ τό ζῆν γίνεσθαι. τοῦτο δ᾿ ἀδύνατον. οὐκ ἄρα ταὐτόν
ἡ ψυχὴ καὶ ἡ ζωή. οὐ δὴ συλλελόγισται. συμβαίνει γάρ,
κἂν μή τις ταὐτό φῇ τὴν ζωὴν τῇ ψυχῇ, τό ἀδύνατον,
ἀλλὰ μόνον ἐναντίον ζωὴν μὲν θανάτῳ, ὄντι φθορᾷ, φθορᾷ
δὲ γένεσιν. ἀσυλλόγιστοι μὲν οὖν ἁπλῶς οὐκ εἰσὶν οἱ τοιοῦτοι
λόγοι, πρός δὲ τό προκείμενον ἀσυλλόγιστοι. καὶ λανθάνει
πολλάκις οὐχ ἧττον αὐτοὺς τοὺς ἐρωτῶντας τό τοιοῦτον.
Οἱ μὲν οὖν παρὰ τό ἑπόμενον καὶ παρὰ τό μὴ αἴτιον
λόγοι τοιοῦτοί εἰσιν. οἱ δὲ παρὰ τό τὰ δύο ἐρωτήματα ἓν
ποιεῖν, ὅταν λανθάνῃ πλείω ὄντα καὶ ὡς ἑνός ὄντος ἀποδοθῇ
πἀπόκρισις μία. ἐπ᾿ ἐνίων μὲν οὖν ῥᾴδιον ἰδεῖν ὅτι πλείω καὶ
ὅτι οὐ δοτέον μίαν ἀπόκρισιν, οἷον πότερον ἡ γῆ θάλαττά ἐστιν ἢ
ὁ οὐρανός; ἐπ᾿ ἐνίων δ᾿ ἧττον, καὶ ὡς ἑνός ὄντος ἢ ὁμολο-
γοῦσι τῷ μὴ ἀποκρίνεσθαι τό ἐρωτώμενον ἢ ἐλέγχεσθαι
φαίνονται. οἷον ἆρ᾿ οὗτος καὶ οὗτός ἐστιν ἄνθρωπος; ὥστ᾿ ἄν
τις τύπτῃ τοῦτον καὶ τοῦτον, ἄνθρωπον ἀλλ᾿ οὐκ ἀνθρώπους τυ-
πτήσει. ἢ πάλιν, ὧν τὰ μέν ἐστιν ἀγαθὰ τὰ δ᾿ οὐκ ἀγαθά,
πάντα ἀγαθὰ ἢ οὐκ ἀγαθά ὁπότερον γὰρ ἂν φῇ, ἔστι μὲν
ὡς ἔλεγχον ἢ ψεῦδος φαινόμενον δόξειεν ἂν ποιεῖν. τό
γὰρ φάναι τῶν μὴ ἀγαθῶν τι εἶναι ἀγαθόν ἢ τῶν ἀγαθῶν
μὴ ἀγαθόν ψεῦδος. ὁτὲ δὲ προσληφθέντων τινῶν κἂν ἔλεγ-
χος γίνοιτο ἀληθινός, οἷον εἴ τις δοίη ὁμοίως ἓν καὶ πολλὰ
λέγεσθαι λευκὰ καὶ γυμνὰ καὶ τυφλά. εἰ γὰρ τυφλόν τό
μὴ ἔχον ὄψιν πεφυκός δ᾿ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ
ἔχοντα ὄψιν πεφυκότα δ᾿ ἔχειν. ὅταν οὖν τό μὲν ἔχῃ τό δὲ μὴ
ἔχῃ, τὰ ἄμφω ἔσται ἢ ὁρῶντα ἢ τυφλά. ὅπερ ἀδύνατον.
Ἢ δὴ οὕτως διαιρετέον τοὺς φαινομένους συλλογισμοὺς
καὶ ἐλέγχους, ἢ πάντας ἀνακτέον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοι-
αν, ἀρχὴν ταύτην ποιησαμένους. ἔστι γὰρ ἅπαντας ἀνα-
λῦσαι τοὺς λεχθέντας τρόπους εἰς τὸν τοῦ ἐλέγχου διορισμόν.
πρῶτον μὲν εἰ ἀσυλλόγιστοι. δεῖ γὰρ ἐκ τῶν κειμένων συμ-
βαίνειν τό συμπέρασμα ὥστε λέγειν ἐξ ἀνάγκης ἀλλὰ μὴ
φαίνεσθαι. ἔπειτα καὶ κατὰ τὰ μέρη τοῦ διορισμοῦ. τῶν
μὲν γὰρ ἐν τῇ λέξει οἱ μέν εἰσι παρὰ τό διττόν, οἷον ἥ
τε ὁμωνυμία καὶ ὁ λόγος καὶ ἡ ὁμοιοσχημοσύνη (σύνηθες
γὰρ τό πάντα ὡς τόδε τι σημαίνειν), ἡ δὲ σύνθεσις καὶ
διαίρεσις καὶ προσῳδία τῷ μὴ τόν αὐτόν εἶναι τόν λόγον
ἢ τό ὄνομα τό διαφέρον. ἔδει δὲ καὶ τοῦτο, καθάπερ καὶ τό
πρᾶγμα ταὐτόν, εἰ μέλλει ἔλεγχος ἢ συλλογισμός ἔσε-
σθαι, οἷον εἰ λώπιον, μὴ ἱμάτιον συλλογίσασθαι ἀλλὰ λώ-
πιον. ἀληθὲς μὲν γὰρ κἀκεῖνο, ἀλλ᾿ οὐ συλλελόγισται, ἀλλ᾿
ἔτι ἐρωτήματος δεῖ εἰ ταὐτόν σημαίνει, πρός τόν ζητοῦντα
τό διὰ τί.
Οἱ δὲ παρὰ τό συμβεβηκός ὁρισθέντος τοῦ συλλογι-
σμοῦ φανεροὶ γίνονται. τόν αὐτόν γὰρ ὁρισμόν δεῖ καὶ τοῦ
ἐλέγχου γίνεσθαι, πλὴν προσκεῖσθαι τὴν ἀντίφασιν. ὁ γὰρ
ἔλεγχος συλλογισμός ἀντιφάσεως. εἰ οὖν μὴ ἔστι συλ-
λογισμὸς τοῦ συμβεβηκότος, οὐ γίνεται ἔλεγχος. οὐ γὰρ εἰ
τούτων ὄντων ἀνάγκη τόδ᾿ εἶναι (τοῦτο δ᾿ ἐστὶ λευκόν), ἀνάγ-
κη λευκόν εἶναι διὰ τόν συλλογισμόν. οὐδ᾿ εἰ τό τρίγωνον
δυοῖν ὀρθαῖν ἴσας ἔχει, συμβέβηκε δ᾿ αὐτῷ σχήματι εἶναι
ἢ πρώτῳ ἢ ἀρχῇ, ὅτι σχῆμα ἢ ἀρχὴ ἢ πρῶτον τοῦτό ἐστιν. οὐ
γὰρ ἧ σχῆμα οὐδ᾿ ἧ πρῶτον ἀλλ᾿ ἧ τρίγωνον ἡ ἀπό-
δειξις. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὥστ᾿ εἰ ὁ ἔλεγχος συλ-
λογισμός τις, οὐκ ἂν εἴη ὁ κατὰ συμβεβηκός ἔλεγχος.
ἀλλὰ παρὰ τοῦτο καὶ οἱ τεχνῖται καὶ ὅλως οἱ ἐπιστήμονες
ὑπό τῶν ἀνεπιστημόνων ἐλέγχονται. κατὰ συμβεβηκός γὰρ
ποιοῦνται τοὺς συλλογισμοὺς πρός τοὺς εἰδότας. οἱ δ᾿ οὐ δυνά-
μενοι διαιρεῖν ἢ ἐρωτώμενοι διδόασιν ἢ οὐ δόντες οἴονται δε-
δωκέναι.
Οἱ δὲ παρὰ τό πῂ καὶ ἁπλῶς, ὅτι οὐ τοῦ αὐτοῦ ἡ κατά-
φασις καὶ ἡ ἀπόφασις. τοῦ γὰρ πῂ λευκοῦ τό πῂ οὐ
λευκόν, τοῦ δ᾿ ἁπλῶς λευκοῦ τό ἁπλῶς οὐ λευκόν ἀπό-
φασις. εἰ οὖν δόντος πῂ εἶναι λευκόν ὡς ἁπλῶς εἰρημένου λαμ-
βάνει, οὐ ποιεῖ ἔλεγχον, φαίνεται δὲ διὰ τὴν ἄγνοιαν τοῦ
τί ἐστιν ἔλεγχος.
Φανερώτατοι δὲ πάντων οἱ πρότερον λεχθέντες παρὰ
τὸν τοῦ ἐλέγχου διορισμόν. διό καὶ προσηγορεύθησαν οὕτως.
παρὰ γὰρ τοῦ λόγου τὴν ἔλλειψιν ἡ φαντασία γίνεται, καὶ
διαιρουμένοις οὕτως κοινόν ἐπὶ πᾶσι τούτοις θετέον τὴν τοῦ
λόγου ἔλλειψιν.
Οἱ δὲ παρὰ τό λαμβάνειν τό ἐν ἀρχῇ καὶ τό ἀναί-
τιον ὡς αἴτιον τιθέναι δῆλοι διὰ τοῦ ὁρισμοῦ. δεῖ γὰρ τό συμ-
πέρασμα τῷ ταῦτ᾿ εἶναι συμβαίνειν, ὅπερ οὐκ ἦν ἐν
τοῖς ἀναιτίοις. καὶ πάλιν μὴ ἐναριθμουμένου τοῦ ἐξ ἀρχῆς,
ὅπερ οὐκ ἔχουσιν οἱ παρὰ τὴν αἴτησιν τοῦ ἐν ἀρχῇ.
Οἱ δὲ παρὰ τό ἑπόμενον μέρος εἰσὶ τοῦ συμβεβηκότος.
τό γὰρ ἑπόμενον συμβέβηκε. διαφέρει δὲ τοῦ συμβεβηκό-
τος, ὅτι τό μὲν συμβεβηκός ἔστιν ἐφ᾿ ἑνός μόνου λαβεῖν,
οἷον ταὐτό εἶναι τὸ ξανθὸν καὶ μέλι, καὶ τό λευκὸν καὶ κύ-
κνον, τό δὲ παρὰ τό ἑπόμενον ἀεὶ ἐν πλείοσιν. τὰ γὰρ ἑνὶ καὶ
ταὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἀξιοῦμεν εἶναι ταὐτά. διό γίνεται
παρὰ τό ἑπόμενον ἔλεγχος. ἔστι δ᾿ οὐ πάντως ἀληθές, οἷον ἂν
ἦ κατὰ συμβεβηκός. καὶ γὰρ ἡ χιὼν καὶ ὁ κύκνος
τῷ λευκῷ ταὐτόν. ἢ πάλιν, ὡς ἐν τῷ Μελίσσου λόγῳ,
τό αὐτό εἶναι λαμβάνει τό γεγονέναι καὶ ἀρχὴν ἔχειν, ἢ
τό ἴσοις γίνεσθαι καὶ ταὐτό μέγεθος λαμβάνειν. ὅτι γὰρ
τό γεγονός ἔχει ἀρχήν, καὶ τό ἔχον ἀρχὴν γεγονέναι ἀξιοῖ,
ὡς ἄμφω ταὐτὰ ὄντα τῷ ἀρχὴν ἔχειν, τό τε γεγονὸς καὶ
τό πεπερασμένον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἴσων γινομένων,
εἰ τὰ τό αὐτό μέγεθος καὶ ἓν λαμβάνοντα ἴσα γίνεται,
καὶ τὰ ἴσα γινόμενα ἓν μέγεθος λαμβάνειν. ὥστε τό ἑπό-
μενον λαμβάνει. ἐπεὶ οὖν ὁ παρὰ τό συμβεβηκός ἔλεγχος
ἐν τῇ ἀγνοίᾳ τοῦ ἐλέγχου, φανερόν ὅτι καὶ ὁ παρὰ τό
ἑπόμενον. ἐπισκεπτέον δὲ τοῦτο καὶ ἄλλως.
Οἱ δὲ παρὰ τό τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ἐν τῷ
μὴ διαρθροῦν ἡμᾶς τόν τῆς προτάσεως λόγον. ἡ γὰρ
πρότασίς ἐστιν ἓν καθ᾿ ἑνός. ὁ γὰρ αὐτός ὅρος ἑνός μό-
νου καὶ ἁπλῶς τοῦ πράγματος, οἷον ἀνθρώπου καὶ ἑνός
μόνου ἀνθρώπου. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ οὖν
μία πρότασις ἡ ἓν καθ᾿ ἑνός ἀξιοῦσα, καὶ ἁπλῶς ἔσται πρό-
τασις ἡ τοιαύτη ἐρώτησις. ἐπεὶ δ᾿ ὁ συλλογισμός ἐκ προ-
τάσεων, ὁ δ᾿ ἔλεγχος συλλογισμός, καὶ ὁ ἔλεγχος ἔσται
ἐκ προτάσεων. εἰ οὖν ἡ πρότασις ἓν καθ᾿ ἑνός, φανερόν ὅτι
καὶ οὗτος ἐν τῇ τοῦ ἐλέγχου ἀγνοίᾳ. φαίνεται γὰρ εἶναι πρό-
τασις ἡ οὐκ οὖσα πρότασις. εἰ μὲν οὖν δέδωκεν ἀπόκρισιν ὡς
πρός μίαν ἐρώτησιν, ἔσται ἔλεγχος. εἰ δὲ μὴ δέδωκεν ἀλλὰ
φαίνεται, φαινόμενος ἔλεγχος. ὥστε πάντες οἱ τόποι πί-
πτουσιν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν, οἱ μὲν οὖν παρὰ τὴν λέξιν,
ὅτι φαινομένη <ἡ> ἀντίφασις, ὅπερ ἦν ἴδιον τοῦ ἐλέγχου, οἱ
δ᾿ ἄλλοι παρὰ τὸν τοῦ συλλογισμοῦ ὅρον.
Ἡ δ᾿ ἀπάτη γίνεται τῶν μὲν παρὰ τὴν ὁμωνυμίαν καὶ
τόν λόγον τῷ μὴ δύνασθαι διαιρεῖν τό πολλαχῶς λεγόμε-
νον (ἔνια γὰρ οὐκ εὔπορον διελεῖν, οἷον τό ἓν καὶ τό ὂν καὶ
τό ταὐτόν), τῶν δὲ παρὰ σύνθεσιν καὶ διαίρεσιν τῷ μηδὲν
οἴεσθαι διαφέρειν συντιθέμενον ἢ διαιρούμενον τόν λόγον, καθ-
άπερ ἐπὶ τῶν πλείστων. ὁμοίως δὲ καὶ τῶν παρὰ τὴν προσ-
ῳδίαν. οὐ γὰρ ἄλλο δοκεῖ σημαίνειν ἀνιέμενος καὶ ἐπι-
τεινόμενος ὁ λόγος, ἐπ᾿ οὐδενός ἢ οὐκ ἐπὶ πολλῶν. τῶν δὲ παρὰ
τό σχῆμα διὰ τὴν ὁμοιότητα τῆς λέξεως. χαλεπόν γὰρ
διελεῖν ποῖα ὡσαύτως καὶ ποῖα ὡς ἑτέρως λέγεται (σχε-
δόν γὰρ ὁ τοῦτο δυνάμενος ποιεῖν ἐγγύς ἐστι τοῦ θεωρεῖν τἀ-
ληθές, μάλιστα δ᾿ ἐπίσταται συνεπινεύειν), ὅτι πᾶν τό κατ-
ηγορούμενόν τινος ὑπολαμβάνομεν τόδε τι, καὶ ὡς ἓν ὑπακού-
ομεν. τῷ γὰρ ἑνὶ καὶ τῇ οὐσίᾳ μάλιστα δοκεῖ παρέπεσθαι
τό τόδε τι καὶ τό ὄν. διό καὶ τῶν παρὰ τὴν λέξιν οὗτος ὁ
τρόπος θετέος, πρῶτον μὲν ὅτι μᾶλλον ἡ ἀπάτη γίνεται
μετ᾿ ἄλλων σκοπουμένοις ἢ καθ᾿ αὑτούς (ἡ μὲν γὰρ μετ᾿
ἄλλου σκέψις διὰ λόγων, ἡ δὲ καθ᾿ αὑτόν οὐχ ἧττον δι᾿
αὐτοῦ τοῦ πράγματος). εἶτα καὶ καθ᾿ αὑτόν ἀπατᾶσθαι συμ-
βαίνει, ὅταν ἐπὶ τοῦ λόγου ποιῆται τὴν σκέψιν. ἔτι ἡ μὲν
ἀπάτη ἐκ τῆς ὁμοιότητος, ἡ δ᾿ ὁμοιότης ἐκ τῆς λέξεως.
τῶν δὲ παρὰ τό συμβεβηκός διὰ τό μὴ δύνασθαι δια-
κρίνειν τό ταὐτὸν καὶ τό ἕτερον, καὶ ἓν καὶ πολλά, μηδὲ τοῖς
ποίοις τῶν κατηγορημάτων πάντα ταὐτὰ καὶ τῷ πράγματι
συμβέβηκεν. ὁμοίως δὲ καὶ τῶν παρὰ τό ἑπόμενον. μέρος
γάρ τι τοῦ συμβεβηκότος τό ἑπόμενον. ἔτι καὶ ἐπὶ πολλῶν
φαίνεται καὶ ἀξιοῦται οὕτως, εἰ τόδε ἀπό τοῦδε μὴ χωρίζε-
ται, μηδ᾿ ἀπό θατέρου χωρίζεσθαι θάτερον. τῶν δὲ παρὰ
τὴν ἔλλειψιν τοῦ λόγου καὶ τῶν παρὰ τό πῂ καὶ ἁπλῶς
ἐν τῷ παρὰ μικρὸν ἡ ἀπάτη. ὡς γὰρ οὐδὲν προσσημαῖνον
τό τὶ ἢ πῂ ἢ τό πὼς ἢ τό νῦν καθόλου συγχωροῦμεν. ὁμοίως δὲ
καὶ ἐπὶ τῶν τό ἐν ἀρχῇ λαμβανόντων καὶ τῶν ἀναιτίων
καὶ ὅσοι τὰ πλείω ἐρωτήματα ὡς ἓν ποιοῦσιν. ἐν ἅπασι γὰρ
ἡ ἀπάτη διὰ τό παρὰ μικρόν. οὐ γὰρ διακριβοῦμεν οὔτε τῆς
προτάσεως οὔτε τοῦ συλλογισμοῦ τόν ὅρον διὰ τὴν εἰρημένην
αἰτίαν.
Ἐπεὶ δ᾿ ἔχομεν παρ᾿ ὁπόσα γίνονται οἱ φαινόμενοι συλ-
λογισμοί, ἔχομεν καὶ παρ᾿ ὁπόσα οἱ σοφιστικοὶ γένοιντ᾿ ἂν
συλλογισμοὶ καὶ ἔλεγχοι. λέγω δὲ σοφιστικόν ἔλεγχον καὶ
συλλογισμόν οὐ μόνον τόν φαινόμενον συλλογισμόν ἢ ἔλεγ-
χον μὴ ὄντα δέ, ἀλλὰ καὶ τόν ὄντα μὲν φαινόμενον δὲ
οἰκεῖον τοῦ πράγματος. εἰσὶ δ᾿ οὗτοι οἱ μὴ κατὰ τό πρᾶγμα
ἐλέγχοντες καὶ δεικνύντες ἀγνοοῦντας, ὅπερ ἦν τῆς πειραστι-
κῆς. ἔστι δ᾿ ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς. αὕτη δὲ
δύναται συλλογίζεσθαι ψεῦδος δι᾿ ἄγνοιαν τοῦ διδόντος τόν
λόγον. οἱ δὲ σοφιστικοὶ ἔλεγχοι, ἂν καὶ συλλογίζωνται τὴν
ἀντίφασιν, οὐ ποιοῦσι δῆλον εἰ ἀγνοεῖ. καὶ γὰρ τόν εἰδότα
ἐμποδίζουσι τούτοις τοῖς λόγοις.
Ὅτι δ᾿ ἔχομεν αὐτοὺς τῇ αὐτῇ μεθόδῳ, δῆλον. παρ᾿
ὅσα γὰρ φαίνεται τοῖς ἀκούουσιν ὡς ἠρωτημένα συλλελογί-
σθαι, παρὰ τοσαῦτα κἂν τῷ ἀποκρινομένῳ δόξειεν, ὥστ᾿ ἔσον-
ται συλλογισμοὶ ψευδεῖς διὰ τούτων ἢ πάντων ἢ ἐνίων. ὃ
γὰρ μὴ ἐρωτηθεὶς οἴεται δεδωκέναι, κἂν ἐρωτηθεὶς θείη. πλὴν
ἐπί γέ τινων ἅμα συμβαίνει προσερωτᾶν τό ἐνδεὲς καὶ τό
ψεῦδος ἐμφανίζειν, οἷον ἐν τοῖς παρὰ τὴν λέξιν καὶ τόν σολοι-
κισμόν. εἰ οὖν οἱ παραλογισμοὶ τῆς ἀντιφάσεως παρὰ
τόν φαινόμενον ἔλεγχόν εἰσι, δῆλον ὅτι παρὰ τοσαῦτα ἂν
καὶ τῶν ψευδῶν εἴησαν συλλογισμοὶ παρ᾿ ὅσα καὶ ὁ φαι-
νόμενος ἔλεγχος. ὁ δὲ φαινόμενος παρὰ τὰ μόρια τοῦ ἀλη-
θινοῦ. ἑκάστου γὰρ ἐκλείποντος φανείη ἂν ἔλεγχος, οἷον ὁ
παρὰ τό μὴ συμβαῖνον διὰ τόν λόγον (ὁ εἰς τό ἀδύνατον),
καὶ ὁ τὰς δύο ἐρωτήσεις μίαν ποιῶν παρὰ τὴν πρότασιν, καὶ
ἀντὶ τοῦ καθ᾿ αὑτό ὁ παρὰ τό συμβεβηκός, καὶ τό τούτου
μόριον, ὁ παρὰ τό ἑπόμενον. ἔτι τό μὴ ἐπὶ τοῦ πράγματος
ἀλλ᾿ ἐπὶ τοῦ λόγου συμβαίνειν. εἶτ᾿, ἀντὶ τοῦ καθόλου τὴν ἀντί-
φασιν καὶ κατὰ ταὐτό καὶ πρός ταὐτό καὶ ὡσαύτως, παρὰ
τό ἐπί τι, ἢ παρ᾿ ἕκαστον τούτων. ἔτι παρὰ τό μὴ ἐναριθμου-
μένου τοῦ ἐν ἀρχῇ <τό> τό ἐν ἀρχῇ λαμβάνειν. ὥστ᾿ ἔχοι-
μεν ἂν παρ᾿ ὅσα γίνονται οἱ παραλογισμοί. παρὰ πλείω μὲν
γὰρ οὐκ ἂν εἶεν, παρὰ δὲ τὰ εἰρημένα ἔσονται πάντες.
Ἔστι δ᾿ ὁ σοφιστικός ἔλεγχος οὐχ ἁπλῶς ἔλεγχος
ἀλλὰ πρός τινα. καὶ ὁ συλλογισμός ὡσαύτως. ἂν μὲν
γὰρ μὴ λάβῃ ὅ τε παρὰ τό ὁμώνυμον ἓν σημαίνειν καὶ ὁ
παρὰ τὴν ὁμοιοσχημοσύνην τό μόνον τόδε, καὶ οἱ ἄλλοι
ὡσαύτως, οὔτ᾿ ἔλεγχοι οὔτε συλλογισμοὶ ἔσονται, οὔθ᾿ ἁπλῶς
οὔτε πρός τόν ἐρωτώμενον. ἐὰν δὲ λάβωσι, πρός μὲν τόν
ἐρωτώμενον ἔσονται, ἁπλῶς δ᾿ οὐκ ἔσονται. οὐ γὰρ ἓν σημαῖ-
νον εἰλήφασιν ἀλλὰ φαινόμενον, καὶ παρὰ τοῦδε.
Παρὰ πόσα δ᾿ ἐλέγχονται οἱ ἐλεγχόμενοι, οὐ δεῖ πει-
ρᾶσθαι λαμβάνειν ἄνευ τῆς τῶν ὄντων ἐπιστήμης ἁπάντων.
τοῦτο δ᾿ οὐ μιᾶς ἔστι τέχνης. ἄπειροι γὰρ ἴσως αἱ ἐπιστῆμαι,
ὥστε δῆλον ὅτι καὶ αἱ ἀποδείξεις. ἔλεγχοι δ᾿ εἰσὶ καὶ ἀλη-
θεῖς. ὅσα γὰρ ἔστιν ἀποδεῖξαι, ἔστι καὶ ἐλέγξαι τόν θέμε-
νον τὴν ἀντίφασιν τοῦ ἀληθοῦς. οἷον εἰ σύμμετρον τὴν διά-
μετρον ἔθηκεν, ἐλέγξειεν ἄν τις τῇ ἀποδείξει ὅτι ἀσύμμετρος.
ὥστε πάντων δεήσει ἐπιστήμονας εἶναι. οἱ μὲν γὰρ ἔσονται
παρὰ τὰς ἐν γεωμετρίᾳ ἀρχὰς καὶ τὰ τούτων συμπερά-
σματα, οἱ δὲ παρὰ τὰς ἐν ἰατρικῇ, οἱ δὲ παρὰ τὰς τῶν
ἄλλων ἐπιστημῶν. ἀλλὰ μὴν καὶ οἱ ψευδεῖς ἔλεγχοι ὁμοίως ἂν
εἶεν ἐν ἀπείροις. καθ᾿ ἑκάστην γὰρ τέχνην ἔστι ψευδὴς συλλογι-
σμός, οἷον κατὰ γεωμετρίαν ὁ γεωμετρικὸς καὶ κατὰ ἰα-
τρικὴν ὁ ἰατρικός. λέγω δὲ τό κατὰ τὴν τέχνην τό κατὰ
τὰς ἐκείνης ἀρχάς. δῆλον οὖν ὅτι οὐ πάντων τῶν ἐλέγχων
ἀλλὰ τῶν παρὰ τὴν διαλεκτικὴν ληπτέον τοὺς τόπους. οὗτοι
γὰρ κοινοὶ πρός ἅπασαν τέχνην καὶ δύναμιν. καὶ τὸν μὲν
καθ᾿ ἑκάστην ἐπιστήμην ἔλεγχον τοῦ ἐπιστήμονός ἐστι θεωρεῖν,
εἴ τε μὴ ὢν φαίνεται, εἴ τ᾿ ἔστι, διὰ τί ἔστι. τόν δ᾿ ἐκ τῶν
κοινῶν καὶ ὑπό μηδεμίαν τέχνην τῶν διαλεκτικῶν. εἰ γὰρ
ἔχομεν ἐξ ὧν οἱ ἔνδοξοι συλλογισμοὶ περὶ ὁτιοῦν, ἔχομεν
ἐξ ὧν οἱ ἔλεγχοι. ὁ γὰρ ἔλεγχός ἐστιν ἀντιφάσεως συλ-
λογισμός, ὥστ᾿ ἢ εἷς ἢ δύο συλλογισμοὶ ἀντιφάσεως ἔλεγ-
χός ἐστιν. ἔχομεν ἄρα παρ᾿ ὁπόσα πάντες εἰσὶν οἱ τοιοῦτοι.
εἰ δὲ τοῦτ᾿ ἔχομεν, καὶ τὰς λύσεις ἔχομεν. αἱ γὰρ τούτων
ἐνστάσεις λύσεις εἰσίν. ἔχομεν δέ, παρ᾿ ὁπόσα γίνονται,
καὶ τοὺς φαινομένους, φαινομένους δὲ οὐχ ὁτῳοῦν ἀλλὰ τοῖς
τοιοῖσδε. ἀόριστα γάρ ἐστιν ἐάν τις σκοπῇ παρ᾿ ὁπόσα φαί-
νονται τοῖς τυχοῦσιν. ὥστε φανερόν ὅτι τοῦ διαλεκτικοῦ ἐστι τό
δύνασθαι λαβεῖν παρ᾿ ὅσα γίνεται διὰ τῶν κοινῶν ἢ ὢν ἔλεγ-
χος ἢ φαινόμενος ἔλεγχος, καὶ ἢ διαλεκτικός ἢ φαινόμε-
νος διαλεκτικός ἢ πειραστικός.
Οὐκ ἔστι δὲ διαφορὰ τῶν λόγων ἣν λέγουσί τινες,
τό εἶναι τοὺς μὲν πρός τοὔνομα λόγους, ἑτέρους δὲ πρός τὴν
διάνοιαν. ἄτοπον γὰρ τό ὑπολαμβάνειν ἄλλους μὲν εἶναι
πρός τοὔνομα λόγους, ἑτέρους δὲ πρός τὴν διάνοιαν, ἀλλ᾿ οὐ
τοὺς αὐτούς. τί γάρ ἐστι τό μὴ πρός τὴν διάνοιαν ἀλλ᾿ ἢ
ὅταν μὴ χρῆται τῷ ὀνόματι ἐφ᾿ ᾧ οἰόμενος ἐρωτᾶσθαι
ὁ ἐρωτώμενος ἔδωκεν; τό δ᾿ αὐτό τοῦτό ἐστι καὶ πρός τοὔνομα.
τό δὲ πρός τὴν διάνοιαν, ὅταν ἐφ᾿ ᾧ ἔδωκεν διανοηθείς. εἰ
δή τινες πλείω σημαίνοντος τοῦ ὀνόματος οἴοιντο ἓν σημαίνειν_
καὶ ὁ ἐρωτῶν καὶ ὁ ἐρωτώμενος (οἷον ἴσως τό ὂν ἢ τό ἓν
πολλὰ σημαίνει, ἀλλὰ καὶ ὁ ἀποκρινόμενος καὶ ὁ ἐρωτῶν
[Ζήνων] ἓν οἰόμενοι εἶναι εἰρήκασι, καὶ ἔστιν ὁ λόγος ὅτι ἓν
πάντα), <ἆρ᾿> οὗτος πρός τοὔνομα ἔσται ἢ πρός τὴν διάνοιαν τοῦ
ἐρωτωμένου διειλεγμένος; εἰ δέ γέ τις πολλὰ οἴεται σημαίνειν,
δῆλον ὅτι οὐ πρός τὴν διάνοιαν. πρῶτον μὲν γὰρ περὶ τοὺς
τοιούτους ἐστὶ λόγους τό πρός τοὔνομα καὶ πρός τὴν διάνοιαν
ὅσοι πλείω σημαίνουσιν, εἶτα περὶ ὁντινοῦν ἐστιν. οὐ γὰρ ἐν τῷ
λόγῳ ἐστὶ τό πρός τὴν διάνοιαν εἶναι, ἀλλ᾿ ἐν τῷ τόν ἀπο-
κρινόμενον ἔχειν πως πρός τὰ δεδομένα. εἶτα πρός τοὔνομα
πάντας ἐνδέχεται αὐτοὺς εἶναι. τό γὰρ πρός τοὔνομα τό μὴ πρός
τὴν διάνοιαν εἶναί ἐστιν ἐνταῦθα. εἰ γὰρ μὴ πάντες, ἔσονταί
τινες ἕτεροι οὔτε πρός τοὔνομα οὔτε πρός τὴν διάνοιαν. οἱ δέ φασι
πάντας, καὶ διαιροῦνται ἢ πρός τοὔνομα ἢ πρός τὴν διάνοιαν
εἶναι πάντας, ἄλλους δ᾿ οὔ. ἀλλὰ μὴν ὅσοι συλλογισμοί εἰσι
παρὰ τό πλεοναχῶς, τούτων εἰσί τινες οἱ παρὰ τοὔνομα. ἀτό-
πως μὲν γὰρ καὶ εἴρηται τό παρὰ τοὔνομα φάναι πάντας
τοὺς παρὰ τὴν λέξιν. ἀλλ᾿ οὖν εἰσί τινες παραλογισμοὶ οὐ τῷ
τόν ἀποκρινόμενον πρός τούτους ἔχειν πως, ἀλλὰ τῷ τοιονδὶ
ἐρώτημα τόν λόγον αὐτόν ἔχειν ὃ πλείω σημαίνει.
Ὅλως τε ἄτοπον τό περὶ ἐλέγχου διαλέγεσθαι ἀλλὰ
μὴ πρότερον περὶ συλλογισμοῦ. ὁ γὰρ ἔλεγχος συλλογι-
σμός ἐστιν, ὥστε χρὴ καὶ περὶ συλλογισμοῦ πρότερον ἢ περὶ
ψευδοῦς ἐλέγχου. ἔστι γὰρ ὁ τοιοῦτος ἔλεγχος φαινόμενος
συλλογισμός ἀντιφάσεως. διό ἢ ἐν τῷ συλλογισμῷ ἔσται
τό αἴτιον ἢ ἐν τῇ ἀντιφάσει (προσκεῖσθαι γὰρ δεῖ τὴν ἀντί-
φασιν), ὁτὲ δ᾿ ἐν ἀμφοῖν, ἂν ἦ φαινόμενος ἔλεγχος. ἔστι
δὲ ὁ μὲν τοῦ σιγῶντα λέγειν ἐν τῇ ἀντιφάσει, οὐκ ἐν τῷ συλ-
λογισμῷ, ὁ δὲ ἃ μὴ ἔχοι τις, δοίη ἄν ἐν ἀμφοῖν, ὁ δὲ
ὅτι ἡ Ὁμήρου ποίησις σχῆμα διὰ τοῦ κύκλος ἐν τῷ συλ-
λογισμῷ. ὁ δ᾿ ἐν μηδετέρῳ ἀληθὴς συλλογισμός.
Ἀλλὰ δή, ὅθεν ὁ λόγος ἦλθε, πότερον οἱ ἐν τοῖς μα-
θήμασι λόγοι πρός τὴν διάνοιάν εἰσιν ἢ οὔ καὶ εἴ τινι δοκεῖ
πολλὰ σημαίνειν τό τρίγωνον, καὶ ἔδωκε μὴ ὡς τοῦτο τό
σχῆμα ἐφ᾿ οὗ συνεπεράνατο ὅτι δύο ὀρθαί, πότερον πρός τὴν
διάνοιαν οὗτος διείλεκται τὴν ἐκείνου ἢ οὔ ;
Ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδ᾿
οἴεται, πῶς οὗτος οὐ πρός τὴν διάνοιαν διείλεκται; ἢ πῶς δεῖ
ἐρωτᾶν πλὴν διδόντα διαίρεσιν, εἴ τ᾿ ἐρωτήσειέ τις εἰ ἔστι σι-
γῶντα λέγειν ἢ οὔ, ἢ ἔστι μὲν ὡς οὔ, ἔστι δ᾿ ὡς ναί, εἰ δή
τις δοίη μηδαμῶς, ὁ δὲ διαλεχθείη, ἆρ᾿ οὐ πρός τὴν διά-
νοιαν διείλεκται; καίτοι ὁ λόγος δοκεῖ τῶν παρὰ τό ὄνομα
εἶναι. οὐκ ἄρα ἐστὶ γένος τι λόγων τό πρός τὴν διάνοιαν. ἀλλ᾿
οἱ μὲν πρός τοὔνομά εἰσι. καίτοι οὗτοι οὐ πάντες, οὐχ ὅτι οἱ
ἔλεγχοι ἀλλ᾿ οὐδ᾿ οἱ φαινόμενοι ἔλεγχοι. εἰσὶ γὰρ καὶ μὴ
παρὰ τὴν λέξιν φαινόμενοι ἔλεγχοι, οἷον οἱ παρὰ τό συμ-
βεβηκὸς καὶ ἕτεροι.
Εἰ δέ τις ἀξιοῖ διαιρεῖν, ὅτι λέγω δὲ σιγῶντα λέγειν
τὰ μὲν ὡδὶ τὰ δ᾿ ὡδί, ἀλλὰ τοῦτό γ᾿ ἐστὶ πρῶτον μὲν ἄτο-
πον, τό ἀξιοῦν. ἐνίοτε γὰρ οὐ δοκεῖ τό ἐρωτώμενον πολλα-
χῶς ἔχειν, ἀδύνατον δὲ διαιρεῖν ὃ μὴ οἴεται. ἔπειτα τό
διδάσκειν τί ἄλλο ἔσται; φανερόν γὰρ ποιήσει ὡς ἔχει τῷ
μήτ᾿ ἐσκεμμένῳ μήτ᾿ εἰδότι μήθ᾿ ὑπολαμβάνοντι ὅτι ἄλ-
λως λέγεται. ἐπεὶ καὶ ἐν τοῖς διπλοῖς τί κωλύει τοῦτο
παθεῖν; ἆρα ἴσαι αἱ μονάδες ταῖς δυάσιν ἐν τοῖς τέτταρσιν;
εἰσὶ δὲ [δυάδες] αἱ μὲν ὡδὶ ἐνοῦσαι αἱ δὲ ὡδί. καὶ ἆρα τῶν
ἐναντίων μία ἐπιστήμη ἢ οὔ ἔστι δ᾿ ἐναντία τὰ μὲν γνωστὰ
τὰ δ᾿ ἄγνωστα. ὥστ᾿ ἔοικεν ἀγνοεῖν ὁ τοῦτο ἀξιῶν ὅτι ἕτερον
τό διδάσκειν τοῦ διαλέγεσθαι, καὶ ὅτι δεῖ τὸν μὲν διδάσκοντα
μὴ ἐρωτᾶν ἀλλ᾿ αὐτόν δῆλα ποιεῖν, τόν δ᾿ ἐρωτᾶν.
Ἔτι τό φάναι ἢ ἀποφάναι ἀξιοῦν οὐ δεικνύντος ἐστὶν
ἀλλὰ πεῖραν λαμβάνοντος. ἡ γὰρ πειραστική ἐστι διαλεκτι-
κή τις καὶ θεωρεῖ οὐ τόν εἰδότα ἀλλὰ τόν ἀγνοοῦντα καὶ
προσποιούμενον. ὁ μὲν οὖν κατὰ τό πρᾶγμα θεωρῶν τὰ κοινὰ
διαλεκτικός, ὁ δὲ τοῦτο φαινομένως ποιῶν σοφιστικός, καὶ
συλλογισμός ἐριστικὸς καὶ σοφιστικός ἐστιν εἷς μὲν ὁ φαι-
νόμενος συλλογιστικός περὶ ὧν ἡ διαλεκτικὴ πειραστική ἐστι,
κἂν ἀληθὲς τό συμπέρασμα ἦ (τοῦ γὰρ διὰ τί ἀπατητικός
ἐστι), καὶ ὅσοι μὴ ὄντες κατὰ τὴν ἑκάστου μέθοδον παρα-
λογισμοὶ δοκοῦσιν εἶναι κατὰ τὴν τέχνην. τὰ γὰρ ψευδο-
γραφήματα οὐκ ἐριστικά (κατὰ γὰρ τὰ ὑπό τὴν τέχνην οἱ
παραλογισμοί), οὐδέ γ᾿ εἴ τί ἐστι ψευδογράφημα περὶ ἀλη-
θές, οἷον τό Ἱπποκράτους ἢ ὁ τετραγωνισμός ὁ διὰ τῶν μη-
νίσκων. ἀλλ᾿ ὡς Βρύσων ἐτετραγώνιζε τὸν κύκλον, εἰ καὶ τε-
τραγωνίζεται ὁ κύκλος, ἀλλ᾿ ὅτι οὐ κατὰ τό πρᾶγμα, διὰ
τοῦτο σοφιστικός. ὥστε ὅ τε περὶ τῶνδε φαινόμενος συλ-
λογισμός ἐριστικός λόγος, καὶ ὁ κατὰ τό πρᾶγμα φαινόμε-
νος συλλογισμός, κἂν ἦ συλλογισμός, ἐριστικός λόγος. φαι-
νόμενος γάρ ἐστι κατὰ τό πρᾶγμα, ὥστ᾿ ἀπατητικὸς καὶ
ἄδικος. ὥσπερ γὰρ ἡ ἐν ἀγῶνι ἀδικία εἶδός τι ἔχει καὶ ἔστιν
ἀδικομαχία τις, οὕτως ἐν ἀντιλογίᾳ ἀδικομαχία ἡ ἐριστική
ἐστιν. ἐκεῖ τε γὰρ οἱ πάντως νικᾶν προαιρούμενοι πάντων ἅπτον-
ται, καὶ ἐνταῦθα οἱ ἐριστικοί. οἱ μὲν οὖν τῆς νίκης αὐτῆς
χάριν τοιοῦτοι ἐριστικοὶ ἄνθρωποι καὶ φιλέριδες δοκοῦσιν εἶναι,
οἱ δὲ δόξης χάριν τῆς εἰς χρηματισμόν σοφιστικοί. ἡ γὰρ
σοφιστική ἐστιν, ὥσπερ εἴπομεν, χρηματιστική τις ἀπό σο-
φίας φαινομένης. διό φαινομένης ἀποδείξεως ἐφίενται, καὶ
τῶν λόγων τῶν αὐτῶν μὲν [εἴσιν] οἱ φιλέριδες καὶ οἱ σοφισταί,
ἀλλ᾿ οὐ τῶν αὐτῶν ἕνεκεν, καὶ λόγος ὁ αὐτός μὲν ἔσται σο-
φιστικὸς καὶ ἐριστικός, ἀλλ᾿ οὐ κατὰ ταὐτόν, ἀλλ᾿ ἧ μὲν νίκης
φαινομένης <ἕνεκα>, ἐριστικός, ἧ δὲ σοφίας, σοφιστικός. καὶ γὰρ
ἡ σοφιστική ἐστι φαινομένη σοφία τις ἀλλ᾿ οὐκ οὖσα. ὁ δ᾿
ἐριστικός ἐστί πως οὕτως ἔχων πρός τόν διαλεκτικόν ὡς ὁ ψευδο-
γράφος πρός τόν γεωμετρικόν. ἐκ γὰρ τῶν αὐτῶν τῷ δια-
λεκτικῷ παραλογίζεται, καὶ ὁ ψευδογράφος τῷ γεωμέτρῃ.
ἀλλ᾿ ὁ μὲν οὐκ ἐριστικός, ὅτι ἐκ τῶν ἀρχῶν καὶ συμπερα-
σμάτων τῶν ὑπό τὴν τέχνην ψευδογραφεῖ. ὁ δ᾿ ὑπό τὴν δια-
λεκτικὴν περὶ τἆλλα ὅτι ἐριστικός ἔσται δῆλον. οἷον ὁ
τετραγωνισμός ὁ μὲν διὰ τῶν μηνίσκων οὐκ ἐριστικός, ὁ δὲ
Βρύσωνος ἐριστικός. καὶ τὸν μὲν οὐκ ἔστι μετενεγκεῖν ἀλλ᾿ ἢ
πρός γεωμετρίαν μόνον, διὰ τό ἐκ τῶν ἰδίων εἶναι ἀρχῶν, τόν
δὲ πρός πολλούς, ὅσοι μὴ ἴσασι τό δυνατόν ἐν ἑκάστῳ καὶ
τό ἀδύνατον. ἁρμόσει γάρ. ἢ ὡς Ἀντιφῶν ἐτετραγώνιζεν.
ἢ εἴ τις μὴ φαίη βέλτιον εἶναι ἀπό δείπνου περιπατεῖν διὰ
τόν Ζήνωνος λόγον, οὐκ ἰατρικός. κοινός γάρ. εἰ μὲν οὖν πάντῃ
ὁμοίως εἶχεν ὁ ἐριστικός πρός τόν διαλεκτικόν τῷ ψευδογράφῳ
πρός τόν γεωμέτρην, οὐκ ἂν ἦν περὶ ἐκείνων ἐριστικός. νῦν
δ᾿ οὐκ ἔστιν ὁ διαλεκτικός περὶ γένος τι ὡρισμένον, οὐδὲ δει-
κτικός οὐδενός, οὐδὲ τοιοῦτος οἷος ὁ καθόλου. οὔτε γάρ ἐστιν
ἅπαντα ἐν ἑνί τινι γένει, οὔτε, εἰ εἴη, οἷόν τε ὑπό τὰς αὐτὰς
ἀρχὰς εἶναι τὰ ὄντα. ὥστ᾿ οὐδεμία τέχνη τῶν δεικνυουσῶν
τινα φύσιν ἐρωτητική ἐστιν. οὐ γὰρ ἔξεστιν ὁποτερονοῦν τῶν μο-
ρίων δοῦναι. συλλογισμός γὰρ οὐ γίνεται ἐξ ἀμφοῖν. ἡ δὲ
διαλεκτικὴ ἐρωτητική ἐστιν, εἰ δ᾿ ἐδείκνυεν, εἰ καὶ μὴ πάν-
τα, ἀλλὰ τά γε πρῶτα καὶ τὰς οἰκείας ἀρχὰς οὐκ ἂν
ἠρώτα. μὴ διδόντος γὰρ οὐκ ἂν ἔτι εἶχεν ἐξ ὧν ἔτι δια-
λέξεται πρός τὴν ἔνστασιν. ἡ δ᾿ αὐτὴ καὶ πειραστική. οὐδὲ γὰρ
ἡ πειραστικὴ τοιαύτη ἐστὶν οἵα ἡ γεωμετρία, ἀλλ᾿ ἣν ἂν
ἔχοι καὶ μὴ εἰδώς τις. ἔξεστι γὰρ πεῖραν λαβεῖν καὶ τόν
μὴ εἰδότα τό πρᾶγμα τοῦ μὴ εἰδότος, εἴπερ καὶ δίδωσιν,
οὐκ ἐξ ὧν οἶδεν οὐδ᾿ ἐκ τῶν ἰδίων ἀλλ᾿ ἐκ τῶν ἑπομένων,
ὅσα τοιαῦτά ἐστιν ἃ εἰδότα μὲν οὐδὲν κωλύει μὴ εἰδέναι
τὴν τέχνην, μὴ εἰδότα δ᾿ ἀνάγκη ἀγνοεῖν. (ὥστε φανερόν ὅτι
οὐδενός ὡρισμένου ἡ πειραστικὴ ἐπιστήμη ἐστίν. διό καὶ περὶ
πάντων ἐστί. πᾶσαι γὰρ αἱ τέχναι χρῶνται καὶ κοινοῖς τι-
σιν. διό πάντες καὶ οἱ ἰδιῶται τρόπον τινὰ χρῶνται τῇ δια-
λεκτικῇ καὶ πειραστικῇ. πάντες γὰρ μέχρι τινός ἐπιχειροῦσιν
ἀνακρίνειν τοὺς ἐπαγγελλομένους.) ταῦτα δ᾿ ἐστὶ τὰ κοινά.
ταῦτα γὰρ οὐδὲν ἧττον ἴσασιν αὐτοί, κἂν δοκῶσι λίαν ἔξω
λέγειν. ἐλέγχουσιν οὖν ἅπαντες. ἀτέχνως γὰρ μετέχουσι τούτου
οὗ ἐντέχνως ἡ διαλεκτική ἐστι, καὶ ὁ τέχνῃ συλλογιστικῇ
πειραστικός διαλεκτικός. ἐπεὶ δ᾿ ἐστὶ πολλὰ μὲν ταὐτὰ
κατὰ πάντων, οὐ τοιαῦτα δ᾿ ὥστε φύσιν τινὰ εἶναι καὶ γέ-
νος ἀλλ᾿ οἷα αἱ ἀποφάσεις, τὰ δ᾿ οὐ τοιαῦτα ἀλλὰ ἴδια,
ἔστιν ἐκ τούτων περὶ ἁπάντων πεῖραν λαμβάνειν καὶ εἶναι
τέχνην τινά, καὶ μὴ τοιαύτην εἶναι οἷαι αἱ δεικνύουσαι. δι-
όπερ ὁ ἐριστικός οὐκ ἔστιν οὕτως ἔχων πάντῃ ὡς ὁ ψευδο-
γράφος. οὐ γὰρ ἔσται παραλογιστικός ἐξ ὡρισμένου τινός γένους
ἀρχῶν, ἀλλὰ περὶ πᾶν γένος ἔσται ὁ ἐριστικός.
Τρόποι μὲν οὖν εἰσιν οὗτοι τῶν σοφιστικῶν ἐλέγχων. ὅτι
δ᾿ ἐστὶ τοῦ διαλεκτικοῦ τό θεωρῆσαι περὶ τούτων καὶ δύνασθαι
ταῦτα ποιεῖν, οὐ χαλεπόν ἰδεῖν. ἡ γὰρ περὶ τὰς προτάσεις
μέθοδος ἅπασαν ἔχει ταύτην τὴν θεωρίαν.
Καὶ περὶ μὲν τῶν ἐλέγχων εἴρηται τῶν φαινομένων.
περὶ δὲ τοῦ ψευδόμενόν τι δεῖξαι καὶ τόν λόγον εἰς ἄδοξόν τι
ἀγαγεῖν (τοῦτο γὰρ ἦν δεύτερον τῆς σοφιστικῆς προαιρέσεως)_
πρῶτον μὲν οὖν ἐκ τοῦ πυνθάνεσθαί πως καὶ διὰ τῆς ἐρωτή-
σεως συμβαίνει μάλιστα. τό γὰρ [πρός] μηδὲν ὁρίσαντα κεί-
μενον ἐρωτᾶν θηρευτικόν ἐστι τούτων. εἰκῇ γὰρ λέγοντες ἁμαρ-
τάνουσι μᾶλλον. εἰκῇ δὲ λέγουσιν ὅταν μηδὲν ἔχωσι προ-
κείμενον. τό τε ἐρωτᾶν πολλά, κἂν ὡρισμένον ἦ πρός ὃ δια-
λέγεται, καὶ τό τὰ δοκοῦντα λέγειν ἀξιοῦν, ποιεῖ τιν᾿ εὐπορίαν
τοῦ εἰς ἄδοξον ἀγαγεῖν ἢ ψεῦδος, ἐάν τε ἐρωτώμενος φῇ ἢ
ἀποφῇ τούτων τι, ἄγει πρός ἃ ἐπιχειρήματος εὐπορεῖ. δύ-
νανται δὲ νῦν ἧττον κακουργεῖν διὰ τούτων ἢ πρότερον. ἀπ-
αιτοῦνται γὰρ τί τοῦτο πρός τό ἐν ἀρχῇ. στοιχεῖον δὲ τοῦ τυχεῖν
ἢ ψεύδους τινός ἢ ἀδόξου τό μηδεμίαν εὐθὺς ἐρωτᾶν θέσιν,
ἀλλὰ φάσκειν ἐρωτᾶν μαθεῖν βουλόμενον. χώραν γὰρ ἐπι-
χειρήματος ἡ σκῆψις ποιεῖ.
Πρός δὲ τό ψευδόμενον δεῖξαι ἴδιος τόπος ὁ σοφιστι-
κός, τό ἄγειν πρός τοιαῦτα πρός ἃ εὐπορεῖ λόγων. ἔστι δὲ
καὶ καλῶς καὶ μὴ καλῶς τοῦτο ποιεῖν, καθάπερ ἐλέχθη
πρότερον.
Πάλιν πρός τό παράδοξα λέγειν σκοπεῖν ἐκ τίνος γέ-
νους ὁ διαλεγόμενος, εἶτ᾿ ἐπερωτᾶν ὃ τοῖς πολλοῖς οὗτοι λέ-
γουσι παράδοξον. ἔστι γὰρ ἑκάστοις τι τοιοῦτον. στοιχεῖον δὲ
τούτων τό τὰς ἑκάστων εἰληφέναι θέσεις ἐν ταῖς προτάσεσιν.
λύσις δὲ καὶ τούτων ἡ προσήκουσα φέρεται τῷ ἐμφανίζειν ὅτι
οὐ διὰ τόν λόγον συμβαίνει τό ἄδοξον. ἀεὶ δὲ τοῦτο καὶ βού-
λεται ὁ ἀγωνιζόμενος.
Ἔτι δ᾿ ἐκ τῶν βουλήσεων καὶ τῶν φανερῶν δοξῶν. οὐ
γὰρ ταὐτὰ βούλονταί τε καὶ φασίν, ἀλλὰ λέγουσι μὲν τοὺς
εὐσχημονεστάτους τῶν λόγων, βούλονται δὲ τὰ φαινόμενα
λυσιτελεῖν. οἷον τεθνάναι καλῶς μᾶλλον ἢ ζῆν ἡδέως φασὶ δεῖν,
καὶ πένεσθαι δικαίως μᾶλλον ἢ πλουτεῖν αἰσχρῶς, βού-
λονται δὲ τἀναντία. τὸν μὲν οὖν λέγοντα κατὰ τὰς βουλήσεις
εἰς τὰς φανερὰς δόξας ἀκτέον, τόν δὲ κατὰ ταύτας εἰς τὰς
ἀποκεκρυμμένας. ἀμφοτέρως γὰρ ἀναγκαῖον παράδοξα λέ-
γειν. ἢ γὰρ πρός τὰς φανερὰς ἢ πρός τὰς ἀφανεῖς δόξας
ἐροῦσιν ἐναντία.
Πλεῖστος δὲ τόπος ἐστὶ τοῦ ποιεῖν παράδοξα λέγειν, ὥσ-
περ καὶ ὁ Καλλικλῆς ἐν τῷ Γοργίᾳ γέγραπται λέγων, καὶ
οἱ ἀρχαῖοι δὲ πάντες ὤοντο συμβαίνειν, παρὰ τό κατὰ φύ-
σιν καὶ κατὰ τόν νόμον. ἐναντία γὰρ εἶναι φύσιν καὶ νόμον,
καὶ τὴν δικαιοσύνην κατὰ νόμον μὲν εἶναι καλόν, κατὰ φύ-
σιν δ᾿ οὐ καλόν. δεῖ οὖν πρός μὲν τόν εἰπόντα κατὰ φύσιν
κατὰ νόμον ἀπαντᾶν, πρός δὲ τὸν κατὰ νόμον ἐπὶ τὴν φύ-
σιν ἄγειν. ἀμφοτέρως γὰρ συμβαίνει λέγειν παράδοξα. ἦν δὲ
τό μὲν κατὰ φύσιν αὐτοῖς τό ἀληθές, τό δὲ κατὰ νόμον
τό τοῖς πολλοῖς δοκοῦν. ὥστε δῆλον ὅτι κἀκεῖνοι, καθάπερ
καὶ οἱ νῦν, ἢ ἐλέγξαι ἢ παράδοξα λέγειν τόν ἀποκρινόμενον
ἐπεχείρουν ποιεῖν.
Ἔνια δὲ τῶν ἐρωτημάτων ἔχει τό ἀμφοτέρως ἄδοξον εἶ-
ναι τὴν ἀπόκρισιν, οἷον πότερον τοῖς σοφοῖς ἢ τῷ πατρὶ δεῖ
πείθεσθαι, καὶ τὰ συμφέροντα πράττειν ἢ τὰ δίκαια, καὶ
ἀδικεῖσθαι αἱρετώτερον ἢ βλάπτειν. δεῖ δ᾿ ἄγειν εἰς τὰ τοῖς
πολλοῖς καὶ <τὰ> τοῖς σοφοῖς ἐναντία_ἐὰν μὲν λέγῃ τις ὡς οἱ
περὶ τοὺς λόγους, εἰς τὰ τοῖς πολλοῖς, ἐὰν δ᾿ ὡς οἱ πολλοί,
ἐπὶ τὰ τοῖς σοφοῖς. φασὶ γὰρ οἱ μὲν ἐξ ἀνάγκης τόν εὐ-
δαίμονα δίκαιον εἶναι. τοῖς δὲ πολλοῖς ἄδοξον τό βασιλέα
μὴ εὐδαιμονεῖν. ἔστι δὲ τό εἰς τὰ οὕτως ἄδοξα ἄγειν τό
αὐτό τῷ εἰς τὴν κατὰ φύσιν καὶ κατὰ νόμον ὑπεναντίωσιν
ἄγειν. ὁ μὲν γὰρ νόμος δόξα τῶν πολλῶν, οἱ δὲ σοφοὶ
κατὰ φύσιν καὶ κατ᾿ ἀλήθειαν λέγουσιν.
Καὶ τὰ μὲν παράδοξα ἐκ τούτων δεῖ ζητεῖν τῶν τόπων.
περὶ δὲ τοῦ ποιῆσαι ἀδολεσχεῖν, ὃ μὲν λέγομεν τό ἀδολε-
σχεῖν εἰρήκαμεν ἤδη. πάντες δὲ οἱ τοιοίδε λόγοι τοῦτο βού-
λονται ποιεῖν. εἰ μηδὲν διαφέρει τό ὄνομα ἢ τόν λόγον εἰ-
πεῖν, διπλάσιον δὴ καὶ διπλάσιον ἡμίσεος ταὐτό. εἰ ἄρα ἐστὶ
διπλάσιον ἡμίσεος διπλάσιον, ἔσται ἡμίσεος ἡμίσεος διπλάσιον.
καὶ πάλιν ἂν ἀντὶ τοῦ διπλάσιον διπλάσιον ἡμίσεος τεθῇ,
τρὶς ἔσται εἰρημένον, ἡμίσεος ἡμίσεος ἡμίσεος διπλάσιον. καὶ
ἆρά ἐστιν ἡ ἐπιθυμία ἡδέος; τοῦτο δ᾿ ἐστὶν ὄρεξις ἡδέος. ἔστιν
ἄρα ἡ ἐπιθυμία ὄρεξις ἡδέος ἡδέος.
Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι τῶν λόγων ἔν τε τοῖς πρός
τι, ὅσα μὴ μόνον τὰ γένη ἀλλὰ καὶ αὐτὰ πρός τι λέγε-
ται καὶ πρός τό αὐτό καὶ ἓν ἀποδίδοται (οἷον ἥ τε ὄρεξις
τινός ὄρεξις καὶ ἡ ἐπιθυμία τινός ἐπιθυμία, καὶ τό διπλάσι-
ον τινός διπλάσιον, καὶ διπλάσιον ἡμίσεος), καὶ "ὅσων ἡ οὐ-
σία, οὐκ ὄντων πρός τι ὅλως ὧν εἰσιν ἕξεις ἢ πάθη ἤ τι τοι-
οῦτον ἐν τῷ λόγῳ αὐτῶν προσδηλοῦται, κατηγορουμένων" ἐπὶ
τούτοις. οἷον τό περιττόν ἀριθμός μέσον ἔχων. ἔστι δ᾿ ἀρι-
θμός περιττός. ἔστιν ἄρα ἀριθμός ἀριθμός μέσον ἔχων. καὶ
εἰ τό σιμόν κοιλότης ῥινός ἐστιν, ἔστι δὲ ῥὶς σιμή, ἔστιν ἄρα
ῥὶς ῥὶς κοίλη.
Φαίνονται δὲ ποιεῖν οὐ ποιοῦντες ἐνίοτε διὰ τό μὴ προσ-
πυνθάνεσθαι εἰ σημαίνει τι καθ᾿ αὑτό λεχθὲν τό διπλάσιον
ἢ οὐδέν, καὶ εἴ τι σημαίνει, πότερον τό αὐτό ἢ ἕτερον, ἀλλὰ
τό συμπέρασμα λέγειν εὐθύς. ἀλλὰ φαίνεται, διὰ τό τό
ὄνομα ταὐτό εἶναι, ταὐτό καὶ σημαίνειν.
Σολοικισμός δ᾿ οἷον μέν ἐστιν εἴρηται πρότερον. ἔστι δὲ
τοῦτο καὶ ποιεῖν καὶ μὴ ποιοῦντα φαίνεσθαι καὶ ποιοῦντα μὴ
δοκεῖν, καθάπερ, ὃ Πρωταγόρας ἔλεγεν, εἰ ὁ μῆνις καὶ ὁ
πήληξ ἄρρενά ἐστιν. ὁ μὲν γὰρ λέγων οὐλομένην σολοικίζει
μὲν κατ᾿ ἐκεῖνον, οὐ φαίνεται δὲ τοῖς ἄλλοις, ὁ δὲ οὐλόμενον
φαίνεται μέν, ἀλλ᾿ οὐ σολοικίζει. δῆλον οὖν ὅτι κἂν τέχνῃ τις
τοῦτο δύναιτο ποιεῖν. διό πολλοὶ τῶν λόγων οὐ συλλογιζόμε-
νοι σολοικισμόν φαίνονται συλλογίζεσθαι, καθάπερ ἐν τοῖς
ἐλέγχοις.
Εἰσὶ δὲ πάντες σχεδόν οἱ φαινόμενοι σολοικισμοὶ παρὰ
τόδε, [καὶ] ὅταν ἡ πτῶσις μήτε ἄρρεν μήτε θῆλυ δηλοῖ
ἀλλὰ τό μεταξύ. τό μὲν γὰρ οὗτος ἄρρεν σημαίνει, τό δ᾿ αὕτη
θῆλυ. τό δὲ τοῦτο θέλει μὲν τό μεταξὺ σημαίνειν, πολλά-
κις δὲ σημαίνει κἀκείνων ἑκάτερον, οἷον τί τοῦτο; "Καλλιόπη,
ξύλον, Κορίσκος". τοῦ μὲν οὖν ἄρρενος καὶ τοῦ θήλεος διαφέρου-
σιν αἱ πτώσεις ἅπασαι, τοῦ δὲ μεταξὺ αἱ μὲν αἱ δ᾿ οὔ. δο-
θέντος δὴ πολλάκις τοῦτο, συλλογίζονται ὡς εἰρημένου τοῦ-
τον. ὁμοίως δὲ καὶ ἄλλην πτῶσιν ἀντ᾿ ἄλλης. ὁ δὲ παραλογι-
σμός γίνεται διὰ τό κοινόν εἶναι τό τοῦτο πλειόνων πτώ-
σεων. τό γὰρ τοῦτο σημαίνει ὁτὲ μὲν οὗτος ὁτὲ δὲ τοῦτον.
δεῖ δ᾿ ἐναλλὰξ σημαίνειν μετὰ μὲν τοῦ ἔστι τό οὗτος, μετὰ δὲ
τοῦ εἶναι τό τοῦτον, οἷον ἔστι Κορίσκος, εἶναι Κορί-
σκον. καὶ ἐπὶ τῶν θήλεων ὀνομάτων ὡσαύτως, καὶ ἐπὶ τῶν λεγο-
μένων μὲν σκευῶν, ἐχόντων δὲ θηλείας ἢ ἄρρενος κλῆσιν.
ὅσα γὰρ εἰς τό ο καὶ τό ν τελευτᾷ, ταῦτα μόνα σκεύους ἔχει κλῆ-
σιν, οἷον ξύλον, σχοινίον. τὰ δὲ μὴ οὕτως ἄρρενος ἢ θήλεος,
ὧν ἔνια φέρομεν ἐπὶ τὰ σκεύη, οἷον ἀσκός μὲν ἄρρεν τοὔνο-
μα, κλίνη δὲ θῆλυ. διόπερ καὶ ἐπὶ τῶν τοιούτων ὡσαύτως
τό ἔστι καὶ τό εἶναι διοίσει. καὶ τρόπον τινὰ ὅμοιός ἐστιν ὁ
σολοικισμός τοῖς παρὰ τό τὰ μὴ ὅμοια ὁμοίως λεγομένοις
ἐλέγχοις. ὥσπερ γὰρ ἐκείνοις ἐπὶ τῶν πραγμάτων, τούτοις
ἐπὶ τῶν ὀνομάτων συμπίπτει σολοικίζειν. ἄνθρωπος γὰρ καὶ
λευκὸν καὶ πρᾶγμα καὶ ὄνομά ἐστιν.
Φανερόν οὖν ὅτι τόν σολοικισμόν πειρατέον ἐκ τῶν εἰρη-
μένων πτώσεων συλλογίζεσθαι.
Εἴδη μὲν οὖν ταῦτα τῶν ἀγωνιστικῶν λόγων καὶ μέρη
τῶν εἰδῶν καὶ τρόποι οἱ εἰρημένοι. διαφέρει δ᾿ οὐ μικρόν ἐὰν
ταχθῇ πως τὰ περὶ τὴν ἐρώτησιν πρός τό λανθάνειν, ὥσπερ
ἐν τοῖς διαλεκτικοῖς. ἐφεξῆς οὖν τοῖς εἰρημένοις ταῦτα πρῶ-
τον λεκτέον.
Ἔστι δὴ πρός τό ἐλέγχειν ἓν μὲν μῆκος. χαλεπόν γὰρ
ἅμα πολλὰ συνορᾶν. εἰς δὲ τό μῆκος τοῖς προειρημένοις στοι-
χείοις χρηστέον. ἓν δὲ τάχος. ὑστερίζοντες γὰρ ἧττον προ-
ορῶσιν. ἔτι δ᾿ ὀργὴ καὶ φιλονεικία. ταραττόμενοι γὰρ ἧττον
δύνανται φυλάττεσθαι πάντες. στοιχεῖα δὲ τῆς ὀργῆς τό τε
φανερόν ἑαυτόν ποιεῖν βουλόμενον ἀδικεῖν καὶ τό παράπαν
ἀναισχυντεῖν. ἔτι τό ἐναλλὰξ τὰ ἐρωτήματα τιθέναι, ἐάν
τε πρός ταὐτό πλείους τις ἔχῃ λόγους, ἐάν τε καὶ ὅτι οὕτως
καὶ ὅτι οὐχ οὕτως. ἅμα γὰρ συμβαίνει ἢ πρός πλείω ἢ
πρός τὰ ἐναντία ποιεῖσθαι τὴν φυλακήν. ὅλως δὲ πάντα τὰ
πρός τὴν κρύψιν λεχθέντα πρότερον χρήσιμα καὶ πρός τοὺς
ἀγωνιστικοὺς λόγους. ἡ γὰρ κρύψις ἐστὶ τοῦ λαθεῖν χάριν, τό
δὲ λαθεῖν τῆς ἀπάτης.
Πρός δὲ τοὺς ἀνανεύοντας ἅττ᾿ ἂν οἰηθῶσιν εἶναι πρός
τόν λόγον, ἐξ ἀποφάσεως ἐρωτητέον ὡς τοὐναντίον βουλόμε-
νον, ἢ καὶ ἐξ ἴσου ποιοῦντα τὴν ἐρώτησιν. ἀδήλου γὰρ ὄντος
τοῦ τί βούλεται λαβεῖν ἧττον δυσκολαίνουσιν. ὅταν τ᾿ ἐπὶ τῶν
μερῶν διδῷ τις τό καθ᾿ ἕκαστον, ἐπάγοντα τό καθόλου πολ-
λάκις οὐκ ἐρωτητέον ἀλλ᾿ ὡς δεδομένῳ χρηστέον. ἐνίοτε γὰρ
καὶ αὐτοὶ οἴονται δεδωκέναι καὶ τοῖς ἀκούουσι φαίνονται διὰ
τὴν τῆς ἐπαγωγῆς μνείαν, ὡς οὐκ ἂν ἠρωτημένα μάτην. ἐν
οἷς τε μὴ ὀνόματι σημαίνεται τό καθόλου ἀλλὰ τῇ ὁμοιό-
τητι, χρηστέον πρός τό συμφέρον. λανθάνει γὰρ ἡ ὁμοιότης
πολλάκις. πρός τε τό λαβεῖν τὴν πρότασιν τοὐναντίον παρα-
βάλλοντα χρὴ πυνθάνεσθαι. οἷον, εἰ δέοι λαβεῖν ὅτι δεῖ
πάντα τῷ πατρὶ πείθεσθαι, πότερον ἅπαντα δεῖ πείθεσθαι
τοῖς γονεῦσιν ἢ πάντ᾿ ἀπειθεῖν; καὶ τό πολλάκις πολλά,
πότερον πολλὰ συγχωρητέον ἢ ὀλίγα; μᾶλλον γάρ, εἴπερ
ἀνάγκη, δόξειεν ἂν εἶναι πολλά. παρατιθεμένων γὰρ ἐγγὺς
τῶν ἐναντίων καὶ μείω καὶ μείζω φαίνεται καὶ χείρω
καὶ βελτίω τοῖς ἀνθρώποις.
Σφόδρα δὲ καὶ πολλάκις ποιεῖ δοκεῖν ἐληλέγχθαι τό
μάλιστα σοφιστικόν συκοφάντημα τῶν ἐρωτώντων, τό μηδὲν
συλλογισαμένους μὴ ἐρώτημα ποιεῖν τό τελευταῖον ἀλλὰ
συμπεραντικῶς εἰπεῖν, ὡς συλλελογισμένους, οὐκ ἄρα τό καὶ τό.
Σοφιστικόν δὲ καὶ τό κειμένου παραδόξου τό φαινόμενον
ἀξιοῦν ἀποκρίνεσθαι, προκειμένου τοῦ δοκοῦντος ἐξ ἀρχῆς, καὶ
τὴν ἐρώτησιν τῶν τοιούτων οὕτω ποιεῖσθαι, πότερόν σοι δοκεῖ
ἀνάγκη γάρ, ἂν ἦ τό ἐρώτημα ἐξ ὧν ὁ συλλογισμός, ἢ
ἔλεγχον ἢ παράδοξον γίνεσθαι, δόντος μὲν ἔλεγχον, μὴ
δόντος δὲ μηδὲ δοκεῖν φάσκοντος ἄδοξον, μὴ δόντος δέ, δο-
κεῖν δ᾿ ὁμολογοῦντος, ἐλεγχοειδές.
Ἔτι καθάπερ καὶ ἐν τοῖς ῥητορικοῖς, καὶ ἐν τοῖς ἐλεγ-
κτικοῖς ὁμοίως τὰ ἐναντιώματα θεωρητέον ἢ πρός τὰ ὑφ᾿
ἑαυτοῦ λεγόμενα ἢ πρός οὓς ὁμολογεῖ καλῶς λέγειν ἢ πράτ-
τειν, ἔτι πρός τοὺς δοκοῦντας τοιούτους ἢ πρός τοὺς ὁμοίους, ἢ
πρός τοὺς πλείστους ἢ πρός πάντας. ὥσπερ τε καὶ ἀποκρινό-
μενοι πολλάκις, ὅταν ἐλέγχωνται, ποιοῦσι διττόν, ἂν μέλ-
λῃ συμβαίνειν ἐλεγχθήσεσθαι, καὶ ἐρωτῶντας χρηστέον ποτὲ
τούτῳ πρός τοὺς ἐνισταμένουσ_ἂν ὡδὶ μὲν συμβαίνῃ ὡδὶ δὲ μή,
ὅτι οὕτως εἴληφεν, οἷον ὁ Κλεοφῶν ποιεῖ ἐν τῷ Μανδροβούλῳ.
δεῖ δὲ καὶ ἀφισταμένους τοῦ λόγου τὰ λοιπὰ τῶν ἐπιχειρη-
μάτων ἐπιτέμνειν, καὶ ἀποκρινόμενον, ἂν προαισθάνη-
ται, προενίστασθαι καὶ προαγορεύειν. ἐπιχειρητέον δ᾿ ἐνίοτε
καὶ πρός ἄλλα τοῦ εἰρημένου, ἐκεῖνο ἐκλαβόντας, ἐὰν μὴ
πρός τό κείμενον ἔχῃ τις ἐπιχειρεῖν. ὅπερ ὁ Λυκόφρων ἐποί-
ησε προβληθέντος λύραν ἐγκωμιάζειν. πρός δὲ τοὺς ἀπαιτοῦν-
τας πρός τί ἐπιχειρεῖ, ἐπειδὴ δοκεῖ δεῖν ἀποδιδόναι τὴν αἰ-
τίαν, λεχθέντων δ᾿ ἐνίων εὐφυλακτότερον (τό καθόλου συμ-
βαῖνον ἐν τοῖς ἐλέγχοις), λέγειν τὴν ἀντίφασιν, ὅτι ὃ ἔφησεν
ἀπόφησι, ἢ ὃ ἀπέφησε φησί, ἀλλὰ μὴ ὅτι τῶν ἐναντί-
ων ἡ αὐτὴ ἐπιστήμη ἢ οὐχ ἡ αὐτή. οὐ δεῖ δὲ τό συμπέρα-
σμα προτατικῶς ἐρωτᾶν. ἔνια δ᾿ οὐδ᾿ ἐρωτητέον ἀλλ᾿ ὡς
ὁμολογουμένοις χρηστέον.
Ἐξ ὧν μὲν οὖν αἱ ἐρωτήσεις καὶ πῶς ἐρωτητέον ἐν
ταῖς ἀγωνιστικαῖς διατριβαῖς, εἴρηται. περὶ δὲ ἀποκρίσεως
καὶ πῶς χρὴ λύειν καὶ τί, καὶ πρός τίνα χρῆσιν οἱ τοιοῦτοι
τῶν λόγων ὠφέλιμοι, μετὰ ταῦτα λεκτέον.
Χρήσιμοι μὲν οὖν εἰσι πρός μὲν φιλοσοφίαν διὰ δύο.
πρῶτον μὲν γὰρ ὡς ἐπὶ τό πολὺ γινόμενοι παρὰ τὴν λέξιν
ἄμεινον ἔχειν ποιοῦσι πρός τό ποσαχῶς ἕκαστον λέγεται
καὶ ποῖα ὁμοίως καὶ ποῖα ἑτέρως ἐπί τε τῶν πραγμάτων
συμβαίνει καὶ ἐπὶ τῶν ὀνομάτων. δεύτερον δὲ πρός τὰς
καθ᾿ αὑτόν ζητήσεις. ὁ γὰρ ὑφ᾿ ἑτέρου ῥᾳδίως παραλογιζό-
μενος καὶ τοῦτο μὴ διαισθανόμενος κἂν αὐτὸς ὑφ᾿ αὑτοῦ τοῦτο
πάθοι πολλάκις. τρίτον δὲ καὶ τό λοιπόν ἔτι πρός δόξαν,
τό περὶ πάντα γεγυμνάσθαι δοκεῖν καὶ μηδενός ἀπείρως
ἔχειν. τό γὰρ κοινωνοῦντα λόγων ψέγειν λόγους, μηδὲν ἔχον-
τα διορίζειν περὶ τῆς φαυλότητος αὐτῶν, ὑποψίαν δίδωσι
τοῦ δοκεῖν δυσχεραίνειν οὐ διὰ τἀληθὲς ἀλλὰ δι᾿ ἀπειρίαν.
Ἀποκρινομένοις δὲ πῶς ἀπαντητέον πρός τοὺς τοιούτους
λόγους, φανερόν, εἴπερ ὀρθῶς εἰρήκαμεν πρότερον ἐξ ὧν εἰ-
σιν οἱ παραλογισμοί, καὶ τὰς ἐν τῷ πυνθάνεσθαι πλεονεξί-
ας ἱκανῶς διείλομεν. οὐ ταὐτό δ᾿ ἐστὶ λαβόντα τε τόν
λόγον ἰδεῖν καὶ λῦσαι τὴν μοχθηρίαν, καὶ ἐρωτώμενον ἀπαν-
τᾶν δύνασθαι ταχέως. ὃ γὰρ ἴσμεν, πολλάκις μετατιθέ-
μενον ἀγνοοῦμεν. ἔτι δ᾿, ὥσπερ ἐν τοῖς ἄλλοις τό θᾶττον
καὶ τό βραδύτερον ἐκ τοῦ γεγυμνάσθαι γίνεται μᾶλλον,
οὕτω καὶ ἐπὶ τῶν λόγων ἔχει, ὥστε, ἂν δῆλον μὲν ἡμῖν ἦ,
ἀμελέτητοι δ᾿ ὦμεν, ὑστεροῦμεν τῶν καιρῶν πολλάκις. συμ-
βαίνει δέ ποτε καθάπερ ἐν τοῖς διαγράμμασιν. καὶ γὰρ
ἐκεῖ ἀναλύσαντες ἐνίοτε συνθεῖναι πάλιν ἀδυνατοῦμεν. οὕτω
καὶ ἐν τοῖς ἐλέγχοις, εἰδότες παρ᾿ ὃ ὁ λόγος συμβαίνει
συνεῖραι, διαλῦσαι τόν λόγον ἀποροῦμεν.
Πρῶτον μὲν οὖν, ὥσπερ συλλογίζεσθαί φαμεν ἐνδόξως
ποτὲ μᾶλλον ἢ ἀληθῶς προαιρεῖσθαι δεῖν, οὕτω καὶ λυτέον
ποτὲ μᾶλλον ἐνδόξως ἢ κατὰ τἀληθές. ὅλως γὰρ πρός
τοὺς ἐριστικοὺς μαχετέον οὐχ ὡς ἐλέγχοντας ἀλλ᾿ ὡς φαινομέ-
νους. οὐ γάρ φαμεν συλλογίζεσθαί γε αὐτούς, ὥστε πρός τό
μὴ δοκεῖν διορθωτέον. εἰ γάρ ἐστιν ὁ ἔλεγχος ἀντίφασις μὴ
ὁμώνυμος ἔκ τινων, οὐδὲν ἂν δέοι διαιρεῖσθαι πρός ἀμφί-
βολα καὶ τὴν ὁμωνυμίαν (οὐ γὰρ ποιεῖ συλλογισμόν), ἀλλ᾿
οὐδενός ἄλλου χάριν προσδιαιρετέον ἀλλ᾿ ἢ ὅτι τό συμ-
πέρασμα φαίνεται ἐλεγχοειδές. οὔκουν τό ἐλεγχθῆναι ἀλλὰ τό
δοκεῖν εὐλαβητέον, ἐπεὶ τό γ᾿ ἐρωτᾶν ἀμφίβολα καὶ τὰ
παρὰ τὴν ὁμωνυμίαν ὅσαι τ᾿ ἄλλαι τοιαῦται παρακρούσεις
καὶ τόν ἀληθινόν ἔλεγχον ἀφανίζει καὶ τόν ἐλεγχόμενον
καὶ μὴ ἐλεγχόμενον ἄδηλον ποιεῖ. ἐπεὶ γὰρ ἔξεστιν ἐπὶ τέ-
λει συμπεραναμένου μὴ ὅπερ ἔφησεν ἀποφῆσαι λέγειν, ἀλλ᾿ <ἢ>
ὁμωνύμως, εἰ καὶ ὅτι μάλιστ᾿ ἔτυχεν ἐπὶ ταὐτό φέρων,
ἄδηλον εἰ ἐλήλεγκται. ἄδηλον γὰρ εἰ ἀληθῆ λέγει νῦν.
εἰ δὲ διελὼν ἤρετο τό ὁμώνυμον ἢ τό ἀμφίβολον, οὐκ ἂν
ἄδηλος ἦν ὁ ἔλεγχος, ὅ τ᾿ ἐπιζητοῦσι νῦν μὲν ἧττον πρό-
τερον δὲ μᾶλλον οἱ ἐριστικοί, τό ἢ ναί ἢ οὔ ἀποκρίνεσθαι
τόν ἐρωτώμενον, ἐγίνετ᾿ ἄν. νῦν δὲ διὰ τό μὴ καλῶς ἐρω-
τᾶν τοὺς πυνθανομένους ἀνάγκη προσαποκρίνεσθαί τι τόν ἐρω-
τώμενον, διορθοῦντα τὴν μοχθηρίαν τῆς προτάσεως. ἐπεὶ δι-
ελομένου γε ἱκανῶς ἢ ναί ἢ οὔ ἀνάγκη λέγειν τόν ἀπο-
κρινόμενον.
Εἰ δέ τις ὑπολήψεται τὸν κατὰ ὁμωνυμίαν ἔλεγχον <ἔλεγχον>
εἶναι, τρόπον τινὰ οὐκ ἔσται διαφυγεῖν τό ἐλέγχεσθαι τόν
ἀποκρινόμενον. ἐπὶ γὰρ τῶν ὁρατῶν ἀναγκαῖον ὃ ἔφησεν
ἀποφῆσαι ὄνομα καὶ ὃ ἀπέφησε φῆσαι. ὡς γὰρ διορθοῦν-
ταί τινες, οὐδὲν ὄφελος. οὐ γὰρ Κορίσκον φασὶν εἶναι μουσι-
κὸν καὶ ἄμουσον, ἀλλὰ τοῦτον τόν Κορίσκον μουσικὸν καὶ τοῦ-
τον τόν Κορίσκον ἄμουσον. ὁ γὰρ αὐτός ἔσται λόγος τό τοῦτον
τόν Κορίσκον τῷ τοῦτον τόν Κορίσκον ἄμουσον εἶναι (ἢ μουσικόν),
ὅπερ ἅμα φησί τε καὶ ἀπόφησιν. ἀλλ᾿ ἴσως οὐ ταὐτό ση-
μαίνει (οὐδὲ γὰρ ἐκεῖ τοὔνομα), ὥστε τί διαφέρει; εἰ δὲ τῷ
μὲν τό ἁπλῶς λέγειν Κορίσκον ἀποδώσει, τῷ δὲ προσ-
θήσει τό τινὰ ἢ τόνδε, ἄτοπον. οὐδὲν γὰρ μᾶλλον θατέρῳ.
ὁποτέρῳ γὰρ ἂν οὐδὲν διαφέρει.
Οὐ μὴν ἀλλ᾿ ἐπειδὴ ἄδηλος μέν ἐστιν ὁ μὴ διορισά-
μενος τὴν ἀμφιβολίαν πότερον ἐλήλεγκται ἢ οὐκ ἐλήλεγ-
κται, δέδοται δ᾿ ἐν τοῖς λόγοις τό διελεῖν, φανερόν ὅτι τό
μὴ διορίσαντα δοῦναι τὴν ἐρώτησιν, ἀλλ᾿ ἁπλῶς, ἁμάρτημά
ἐστιν, ὥστε κἂν εἰ μὴ αὐτός, ἀλλ᾿ ὅ γε λόγος ἐληλεγμένῳ
ὅμοιός ἐστιν. συμβαίνει μέντοι πολλάκις ὁρῶντας τὴν ἀμφι-
βολίαν ὀκνεῖν διαιρεῖσθαι διὰ τὴν πυκνότητα τῶν τὰ τοι-
αῦτα προτεινόντων, ὅπως μὴ πρός ἅπαν δοκῶσι δυσκολαί-
νειν. εἶτ᾿ οὐκ ἂν οἰηθέντων παρὰ τοῦτο γενέσθαι τόν λόγον,
πολλάκις ἀπήντησε παράδοξον. ὥστ᾿ ἐπειδὴ δέδοται διαιρεῖν,
οὐκ ὀκνητέον, καθάπερ ἐλέχθη πρότερον.
Εἰ δὲ τὰ δύο ἐρωτήματα μὴ ἓν ἐποίει τις ἐρώτημα,
οὐδ᾿ ἂν ὁ παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν ἐγίνετο
παραλογισμός, ἀλλ᾿ ἢ ἔλεγχος ἢ οὔ. τί γὰρ διαφέρει ἐρω-
τῆσαι εἰ Καλλίας καὶ Θεμιστοκλῆς μουσικοί εἰσιν ἢ εἰ ἀμφο-
τέροις ἓν ὄνομα ἦν ἑτέροις οὖσιν; εἰ γὰρ πλείω δηλοῖ ἑνός,
πλείω ἠρώτησεν. εἰ οὖν μὴ ὀρθόν πρός δύο ἐρωτήσεις μίαν
ἀπόκρισιν ἀξιοῦν λαμβάνειν ἁπλῶς, φανερόν ὅτι οὐδενὶ προσ-
ήκει τῶν ὁμωνύμων ἀποκρίνεσθαι ἁπλῶς, οὐδ᾿ εἰ κατὰ πάν-
των ἀληθές, ὥσπερ ἀξιοῦσί τινες. οὐδὲν γὰρ τοῦτο διαφέρει ἢ
εἰ ἤρετο, Κορίσκος καὶ Καλλίας πότερον οἴκοι εἰσὶν ἢ οὐκ
οἴκοι, εἴτε παρόντων ἀμφοῖν εἴτε μὴ παρόντων. ἀμφοτέ-
ρως γὰρ πλείους αἱ προτάσεις. οὐ γὰρ εἰ ἀληθὲς εἰπεῖν, διὰ
τοῦτο μία ἡ ἐρώτησις. ἐγχωρεῖ γὰρ καὶ μυρία ἕτερα ἐρωτη-
θέντα ἐρωτήματα ἁπλῶς ἢ ναί ἢ οὔ ἀληθὲς εἶναι λέγειν.
ἀλλ᾿ ὅμως οὐκ ἀποκριτέον μιᾷ ἀποκρίσει. ἀναιρεῖται γὰρ τό
διαλέγεσθαι. τοῦτο δ᾿ ὅμοιον ὡς εἰ καὶ τό αὐτό ὄνομα τεθείη
τοῖς ἑτέροις. εἰ οὖν μὴ δεῖ πρός δύο ἐρωτήσεις μίαν ἀπόκρι-
σιν διδόναι, φανερόν ὅτι οὐδ᾿ ἐπὶ τῶν ὁμωνύμων τό ναί ἢ οὔ
λεκτέον. οὐδὲ γὰρ ὁ εἰπὼν ἀποκέκριται, ἀλλ᾿ εἴρηκεν. ἀλλ᾿
ἀξιοῦταί πως ἐν τοῖς διαλεγομένοις διὰ τό λανθάνειν τό
συμβαῖνον.
Ὥσπερ οὖν εἴπομεν, ἐπειδήπερ οὐδ᾿ ἔλεγχοί τινες ὄντες
δοκοῦσιν εἶναι, κατὰ τόν αὐτόν τρόπον καὶ λύσεις δόξουσιν
εἶναί τινες οὐκ οὖσαι λύσεις. ἃς δή φαμεν ἐνίοτε μᾶλλον δεῖν
φέρειν ἢ τὰς ἀληθεῖς ἐν τοῖς ἀγωνιστικοῖς λόγοις καὶ τῇ
πρός τό διττόν ἀπαντήσει. ἀποκριτέον δ᾿ ἐπὶ μὲν τῶν δοκούν-
των τό ἔστω λέγοντα. καὶ γὰρ οὕτως ἥκιστα γίνοιτ᾿ ἂν παρ-
εξέλεγχος. ἂν δέ τι παράδοξον ἀναγκάζηται λέγειν, ἐν-
ταῦθα μάλιστα προσθετέον τό δοκεῖν. οὕτω γὰρ ἂν οὔτ᾿ ἔλεγ-
χος οὔτε παράδοξον γίνεσθαι δόξειεν. ἐπεὶ δὲ πῶς αἰτεῖται
τό ἐν ἀρχῇ δῆλον, οἴονται δὲ πάντως ἃν ἦ σύνεγγυς ἀν-
αιρετέον, καὶ μὴ συγχωρητέον εἶναι ἔνια, ὡς τό ἐν ἀρχῇ αἰ-
τοῦντος, ὅταν τι τοιοῦτον ἀξιοῖ τις ὃ ἀναγκαῖον μὲν συμβαί-
νειν ἐκ τῆς θέσεως, ἦ δὲ ψεῦδος ἢ ἄδοξον, ταὐτό λεκτέον.
τὰ γὰρ ἐξ ἀνάγκης συμβαίνοντα τῆς αὐτῆς εἶναι δοκεῖ θέ-
σεως. ἔτι ὅταν τό καθόλου μὴ ὀνόματι ληφθῇ ἀλλὰ παρα-
βολῇ, λεκτέον ὅτι οὐχ ὡς ἐδόθη οὐδ᾿ ὡς προὔτεινε λαμβά-
νει. καὶ γὰρ παρὰ τοῦτο γίνεται πολλάκις ἔλεγχος.
Ἐξειργόμενον δὲ τούτων ἐπὶ τό μὴ καλῶς δεδεῖχθαι
πορευτέον, ἀπαντῶντα κατὰ τόν εἰρημένον διορισμόν.
Ἐν μὲν οὖν τοῖς κυρίως λεγομένοις ὀνόμασιν ἀνάγκη
ἀποκρίνεσθαι ἢ ἁπλῶς ἢ διαιρούμενον. ἃ δὲ συνυπονοοῦντες
τίθεμεν, οἷον ὅσα μὴ σαφῶς ἀλλὰ κολοβῶς ἐρωτᾶται,
παρὰ τοῦτο συμβαίνει ὁ ἔλεγχος. οἷον ἆρ᾿ ὃ ἂν ἦ Ἀθηναίων
κτῆμά ἐστιν Ἀθηναίων; ναί. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
ἀλλὰ μὴν ὁ ἄνθρωπός ἐστι τῶν ζῴων; ναί. κτῆμα ἄρα ὁ
ἄνθρωπος τῶν ζῴων. τόν γὰρ ἄνθρωπον τῶν ζῴων λέγομεν
ὅτι ζῷόν ἐστι, καὶ Λύσανδρον τῶν Λακώνων ὅτι Λάκων.
δῆλον οὖν ὡς ἐν οἷς ἀσαφὲς τό προτεινόμενον οὐ συγχωρη-
τέον ἁπλῶς.
Ὅταν δὲ δυοῖν ὄντοιν θατέρου μὲν ὄντος ἐξ ἀνάγκης
θάτερον εἶναι δοκῇ, θατέρου δὲ τοῦτο μὴ ἐξ ἀνάγκης, ἐρω-
τώμενον πότερον, δεῖ τό ἔλαττον διδόναι (χαλεπώτερον γὰρ
συλλογίσασθαι ἐκ πλειόνων). ἐὰν δ᾿ ἐπιχειρῇ ὅτι τῷ μὲν
ἔστιν ἐναντίον τῷ δ᾿ οὐκ ἔστιν, ἂν ὁ λόγος ἀληθὴς ἦ, ἐναντίον
<εἶναι> φάναι, ὄνομα δὲ μὴ κεῖσθαι τοῦ ἑτέρου.
Ἐπεὶ δ᾿ ἔνια μὲν ὧν λέγουσιν οἱ πολλοὶ τὸν μὴ συγ-
χωροῦντα ψεύδεσθαι ἂν φαῖεν ἔνια δ᾿ οὔ, οἷον ὅσα ἀμφι-
δοξοῦσιν (πότερον γὰρ φθαρτὴ ἢ ἀθάνατος ἡ ψυχὴ τῶν ζῴων,
οὐ διώρισται τοῖς πολλοῖς)_ἐν οἷς οὖν ἄδηλον ποτέρως εἴωθε
λέγεσθαι τό προτεινόμενον, πότερον ὡς αἱ γνῶμαι (καλοῦσι
γὰρ γνώμας καὶ τὰς ἀληθεῖς δόξας καὶ τὰς ὅλας ἀποφάν-
σεις) ἢ ὡς ἡ διάμετρος ἀσύμμετρός ἐστι, οὗ τό ἀληθὲς ἀμφι-
δοξεῖται, μάλιστα μεταφέρων ἄν τις λανθάνοι τὰ ὀνόματα
περὶ τούτων. διὰ μὲν γὰρ τό ἄδηλον εἶναι ποτέρως ἔχει τἀ-
ληθές, οὐ δόξει σοφίζεσθαι, διὰ δὲ τό ἀμφιδοξεῖν οὐ δό-
ξει ψεύδεσθαι. ἡ γὰρ μεταφορὰ ποιήσει τόν λόγον ἀνεξ-
έλεγκτον.
Ἔτι ὅσα ἄν τις προαισθάνηται τῶν ἐρωτημάτων, προ-
ενστατέον καὶ προαγορευτέον. οὕτω γὰρ ἂν μάλιστα τόν πυν-
θανόμενον κωλύσειεν.
Ἐπεὶ δ᾿ ἐστὶν ἡ μὲν ὀρθὴ λύσις ἐμφάνισις ψευδοῦς
συλλογισμοῦ, παρ᾿ ὁποίαν ἐρώτησιν συμβαίνει τό ψεῦδος,
ὁ δὲ ψευδὴς συλλογισμός λέγεται διχῶς (ἢ γὰρ εἰ συλ-
λελόγισται ψεῦδος, ἢ εἰ μὴ ὢν συλλογισμός δοκεῖ εἶναι συλ-
λογισμός), εἴη ἂν ἥ τε εἰρημένη νῦν λύσις καὶ ἡ τοῦ φαινο-
μένου συλλογισμοῦ παρ᾿ ὅ τι φαίνεται τῶν ἐρωτημάτων δι-
όρθωσις, ὥστε συμβαίνει τῶν λόγων τοὺς μὲν συλλελογισμένους
ἀνελόντα, τοὺς δὲ φαινομένους διελόντα λύειν. πάλιν δ᾿ ἐπεὶ
τῶν συλλελογισμένων λόγων οἱ μὲν ἀληθὲς οἱ δὲ ψεῦδος
ἔχουσι τό συμπέρασμα, τοὺς μὲν κατὰ τό συμπέρασμα
ψευδεῖς διχῶς ἐνδέχεται λύειν. καὶ γὰρ τῷ ἀνελεῖν τι τῶν
ἠρωτημένων καὶ τῷ δεῖξαι τό συμπέρασμα ἔχον οὐχ οὕτως.
τοὺς δὲ κατὰ τὰς προτάσεις τῷ ἀνελεῖν τι μόνον. τό γὰρ
συμπέρασμα ἀληθές. ὥστε τοῖς βουλομένοις λύειν λόγον
πρῶτον μὲν σκεπτέον εἰ συλλελόγισται ἢ ἀσυλλόγιστος, εἶτα
πότερον ἀληθὲς τό συμπέρασμα ἢ ψεῦδος, ὅπως ἢ διαιροῦν-
τες ἢ ἀναιροῦντες λύωμεν, καὶ ἀναιροῦντες ἢ ὧδε ἢ ὧδε, καθ-
άπερ ἐλέχθη πρότερον. διαφέρει δὲ πλεῖστον ἐρωτώμενόν
τε καὶ μὴ λύειν λόγον. τό μὲν γὰρ προϊδεῖν χαλεπόν, τό
δὲ κατὰ σχολὴν ἰδεῖν ῥᾷον.
Τῶν μὲν οὖν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφι-
βολίαν ἐλέγχων οἱ μὲν ἔχουσι τῶν ἐρωτημάτων τι πλείω ση-
μαῖνον, οἱ δὲ τό συμπέρασμα πολλαχῶς λεγόμενον. οἷον
ἐν μὲν τῷ σιγῶντα λέγειν τό συμπέρασμα διττόν, ἐν δὲ
τῷ μὴ συνεπίστασθαι τόν ἐπιστάμενον ἓν τῶν ἐρωτημάτων
ἀμφίβολον. καὶ τό διττόν ὁτὲ μὲν ἔστιν ὁτὲ δ᾿ οὐκ ἔστιν, ἀλλὰ
σημαίνει τό διττόν τό μὲν ὂν τό δ᾿ οὐκ ὄν.
Ὅσοις μὲν οὖν ἐν τῷ τέλει τό πολλαχῶς, ἂν μὴ προσ-
λάβῃ τὴν ἀντίφασιν οὐ γίνεται ἔλεγχος, οἷον ἐν τῷ τόν τυ-
φλόν ὁρᾶν. ἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχος. ὅσοις δ᾿
ἐν τοῖς ἐρωτήμασιν, οὐκ ἀνάγκη προαποφῆσαι τό διττόν. οὐ
γὰρ πρὸς τοῦτο ἀλλὰ διὰ τοῦτο ὁ λόγος. ἐν ἀρχῇ μὲν οὖν
πρός τό διπλοῦν καὶ ὄνομα καὶ λόγον οὕτως ἀποκριτέον, ὅτι ἔστιν
ὡς, ἔστι δ᾿ ὡς οὔ, ὥσπερ τῷ σιγῶντα λέγειν ὅτι ἔστιν ὡς,
ἔστι δ᾿ ὡς οὔ, καὶ τὰ δέοντα πρακτέον ἔστιν ἅ, ἔστι δ᾿ ἃ οὔ.
τὰ γὰρ δέοντα λέγεται πολλαχῶς. ἐὰν δὲ λάθῃ, ἐπὶ τέ-
λει προστιθέντα τῇ ἐρωτήσει διορθωτέον. ἆρ᾿ ἔστι σιγῶντα λέ-
γειν;, οὔ, ἀλλὰ τόνδε σιγῶντα. καὶ ἐν τοῖς ἔχουσι δὲ τό
πλεοναχῶς ἐν ταῖς προτάσεσιν ὁμοίως. οὐκ ἄρα συνεπίσταν-
ται ὅ τι ἐπίστανται;, ναί, ἀλλ᾿ οὐχ οἱ οὕτως ἐπιστάμενοι. οὐ
γὰρ ταὐτόν ἐστιν ὅτι οὐκ ἔστι συνεπίστασθαι καὶ ὅτι τοὺς ὡδὶ
ἐπισταμένους οὐκ ἔστιν. ὅλως τε μαχετέον, ἂν καὶ ἁπλῶς
συλλογίζηται, ὅτι οὐχ ὃ ἔφησεν ἀπέφησε πρᾶγμα ἀλλ᾿
ὄνομα, ὥστ᾿ οὐκ ἔλεγχος.
Φανερόν δὲ καὶ τοὺς παρὰ τὴν διαίρεσιν καὶ σύνθεσιν
πῶς λυτέον. ἂν γὰρ διαιρούμενος καὶ συντιθέμενος ὁ λόγος
ἕτερον σημαίνῃ, συμπεραινομένου τοὐναντίον λεκτέον. εἰσὶ δὲ
πάντες οἱ τοιοῦτοι λόγοι παρὰ τὴν σύνθεσιν ἢ διαίρεσιν. ἆρ᾿
ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος; καὶ ᾧ
ἐτύπτετο, τούτῳ σὺ εἶδες;. ἔχει μὲν οὖν τι κἀκ τῶν ἀμφι-
βόλων ἐρωτημάτων, ἀλλ᾿ ἔστι παρὰ σύνθεσιν. οὐ γάρ ἐστι
διττόν τό παρὰ τὴν διαίρεσιν. οὐ γὰρ ὁ αὐτός λόγος γίνεται,
διαιρούμενος, εἴπερ μὴ <ὡς> καὶ τό ὄρος, [καὶ] ὅρος τῇ
προσῳδίᾳ λεχθέν, σημαίνει ἕτερον. ἀλλ᾿ ἐν μὲν τοῖς γεγραμμένοις
τό αὐτό <τό> ὄνομα, ὅταν ἐκ τῶν αὐτῶν στοιχείων γεγραμμένον ἦ
καὶ ὡσαύτως (κἀκεῖ δ᾿ ἤδη παράσημα ποιοῦνται), τὰ δὲ φθεγ-
γόμενα οὐ ταὐτά. ὥστ᾿ οὐ διττόν τό παρὰ διαίρεσιν. φανερόν
δὲ καὶ ὅτι οὐ πάντες οἱ ἔλεγχοι παρὰ τό διττόν, καθάπερ
τινές φασιν.
Διαιρετέον οὖν τῷ ἀποκρινομένῳ. οὐ γὰρ ταὐτό <τό> ἰδεῖν
τοῖς ὀφθαλμοῖς τυπτόμενον καὶ τό φάναι ἰδεῖν τοῖς ὀφθαλ-
μοῖς τυπτόμενον. καὶ ὁ Εὐθυδήμου δὲ λόγος ἆρ᾿ οἶδας σὺ νῦν
οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν; καὶ πάλιν ἆρ᾿
ἔστιν ἀγαθόν ὄντα σκυτέα μοχθηρόν εἶναι; εἴη δ᾿ ἄν τις ἀγαθός
ὢν σκυτεὺς μοχθηρός. ὥστ᾿ ἔσται ἀγαθός σκυτεὺς μοχθηρός.
ἆρ᾿ ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα; τοῦ
δὲ κακοῦ σπουδαία ἡ ἐπιστήμη. σπουδαῖον ἄρα μάθημα τό
κακόν. ἀλλὰ μὴν καὶ κακὸν καὶ μάθημα τό κακόν, ὥστε
κακόν μάθημα τό κακόν. ἀλλ᾿ ἔστι κακῶν σπουδαία ἡ ἐπι-
στήμη. ἆρ᾿ ἀληθὲς εἰπεῖν νῦν ὅτι σὺ γέγονας; γέγονας ἄρα
νῦν. ἢ ἄλλο σημαίνει διαιρεθέν; ἀληθὲς γὰρ εἰπεῖν νῦν ὅτι
σὺ γέγονας, ἀλλ᾿ οὐ νῦν γέγονας. ἆρ᾿ ὡς δύνασαι καὶ ἃ
δύνασαι, οὕτως καὶ ταῦτα ποιήσαις ἄν; οὐ κιθαρίζων δ᾿
ἔχεις δύναμιν τοῦ κιθαρίζειν. κιθαρίσαις ἂν ἄρα οὐ κιθαρί-
ζων. ἢ οὐ τούτου ἔχει τὴν δύναμιν, τοῦ οὐ κιθαρίζων κιθαρί-
ζειν, ἀλλ᾿, ὅτε οὐ ποιεῖ, τοῦ ποιεῖν.
Λύουσι δέ τινες τοῦτον καὶ ἄλλως. εἰ γὰρ ἔδωκεν ὡς
δύναται ποιεῖν, οὔ φασι συμβαίνειν μὴ κιθαρίζοντα κιθα-
ρίζειν. οὐ γὰρ πάντως ὡς δύναται ποιεῖν δεδόσθαι ποιή-
σειν. οὐ ταὐτό δ᾿ εἶναι ὡς δύναται καὶ πάντως ὡς δύνα-
ται ποιεῖν. ἀλλὰ φανερόν ὅτι οὐ καλῶς λύουσιν. τῶν γὰρ
παρὰ ταὐτόν λόγων ἡ αὐτὴ λύσις, αὕτη δ᾿ οὐχ ἁρμόσει
ἐπὶ πάντας οὐδὲ πάντως ἐρωτωμένοις, ἀλλ᾿ ἔστι πρός τόν
ἐρωτῶντα, οὐ πρός τόν λόγον.
Παρὰ δὲ τὴν προσῳδίαν λόγοι μὲν οὐκ εἰσίν, οὔτε τῶν
γεγραμμένων οὔτε τῶν λεγομένων, πλὴν εἴ τινες ὀλίγοι γέ-
νοιντ᾿ ἄν, οἷον οὗτος ὁ λόγος. ἆρά γ᾿ ἐστὶ τό οὗ καταλύεις
οἰκία; ναί. οὐκοῦν τό ᾿οὐ καταλύεις᾿ τοῦ ᾿καταλύεις᾿ ἀπό-
φασις; ναί. ἔφησας δ᾿ εἶναι τό οὗ καταλύεις οἰκίαν. ἡ οἰκία
ἄρα ἀπόφασις. ὡς δὴ λυτέον, δῆλον. οὐ γὰρ τό αὐτό ση-
μαίνει ὀξύτερον τό δὲ βαρύτερον ῥηθέν.
Δῆλον δὲ καὶ τοῖς παρὰ τό ὡσαύτως λέγεσθαι τὰ μὴ
ταὐτὰ πῶς ἀπαντητέον, ἐπείπερ ἔχομεν τὰ γένη τῶν κατ-
ηγοριῶν. ὁ μὲν γὰρ ἔδωκεν ἐρωτηθεὶς μὴ ὑπάρχειν τι τού-
των ὅσα τί ἐστι σημαίνει. ὁ δ᾿ ἔδειξεν ὑπάρχον τι τῶν πρός
τι ἢ ποσῶν, δοκούντων δὲ τί ἐστι σημαίνειν διὰ τὴν λέξιν.
οἷον ἐν τῷδε τῷ λόγῳ. ἆρ᾿ ἐνδέχεται τό αὐτό ἅμα ποιεῖν
τε καὶ πεποιηκέναι; οὔ. ἀλλὰ μὴν ὁρᾶν γέ τι ἅμα καὶ
ἑωρακέναι τό αὐτό καὶ κατὰ ταὐτό ἐνδέχεται. ἆρ᾿ ἔστι τι
τῶν πάσχειν ποιεῖν τι; οὔ. οὐκοῦν τό τέμνεται καίεται αἰ-
σθάνεται ὁμοίως λέγεται καὶ πάντα πάσχειν τι σημαίνει;
πάλιν δὲ τό λέγειν τρέχειν ὁρᾶν ὁμοίως ἀλλήλοις λέγεται.
ἀλλὰ μὴν τό γ᾿ ὁρᾶν αἰσθάνεσθαί τί ἐστιν, ὥστε καὶ πά-
σχειν τι ἅμα καὶ ποιεῖν. εἰ δή τις ἐκεῖ, δοὺς μὴ ἐνδέχεσθαι
ἅμα ταὐτό ποιεῖν καὶ πεποιηκέναι, τό ὁρᾶν καὶ ἑωρακέναι
φαίη ἐγχωρεῖν, οὔπω ἐλήλεγκται, εἰ μὴ λέγοι τό ὁρᾶν ποιεῖν
τι ἀλλὰ πάσχειν. προσδεῖται γὰρ τούτου τοῦ ἐρωτήματος.
ἀλλ᾿ ὑπὸ τοῦ ἀκούοντος ὑπολαμβάνεται δεδωκέναι, ὅτε τό
τέμνειν ποιεῖν τι καὶ τό τετμηκέναι πεποιηκέναι ἔδωκε καὶ
ὅσα ἄλλα ὁμοίως λέγεται. τό γὰρ λοιπόν αὐτός προσ-
τίθησιν ὁ ἀκούων ὡς ὁμοίως λεγόμενον. τό δὲ λέγεται μὲν
οὐχ ὁμοίως, φαίνεται δὲ διὰ τὴν λέξιν. τό αὐτό δὲ συμ-
βαίνει ὅπερ ἐν ταῖς ὁμωνυμίαις. οἴεται γὰρ ἐν τοῖς ὁμωνύ-
μοις ὁ ἀγνὼς τῶν λόγων ὃ ἔφησεν ἀποφῆσαι πρᾶγμα, οὐκ
ὄνομα. τῷ δὲ ἔτι προσδεῖ ἐρωτήματος εἰ ἐφ᾿ ἓν βλέπων λέ-
γει τό ὁμώνυμον. οὕτως γὰρ δόντος ἔσται ἔλεγχος.
Ὅμοιοι δὲ καὶ οἵδε οἱ λόγοι τούτοις, εἰ ὅ τις ἔχων
ὕστερον μὴ ἔχει, ἀπέβαλεν. ὁ γὰρ ἕνα μόνον ἀποβαλὼν
ἀστράγαλον οὐχ ἕξει δέκα ἀστραγάλους. ἢ ὃ μὲν μὴ ἔχει
πρότερον ἔχων, ἀποβέβληκεν, ὅσα δὲ μὴ ἔχει ἧ ὅσα, οὐκ
ἀνάγκη τοσαῦτα ἀποβαλεῖν; ἐρωτήσας οὖν ὃ ἔχει, συνάγει
ἐπὶ τοῦ ὅσα. τὰ γὰρ δέκα ποσά. εἰ οὖν ἤρετο ἐξ ἀρχῆς, [εἰ]
ὅσα τις μὴ ἔχει πρότερον ἔχων, ἆρά γε ἀποβέβληκε το-
σαῦτα;, οὐδεὶς ἂν ἔδωκεν, ἀλλ᾿ ἢ τοσαῦτα ἢ τούτων τι. καὶ
ὅτι δοίη ἄν τις ὃ μὴ ἔχει. οὐ γὰρ ἔχει ἕνα μόνον ἀστράγα-
λον. ἢ οὐ δέδωκεν ὃ οὐκ εἶχεν, ἀλλ᾿ ὡς οὐκ εἶχε, τόν ἕνα.
τό γὰρ μόνον οὐ τόδε σημαίνει οὐδὲ τοιόνδε οὐδὲ τοσόνδε, ἀλλ᾿
ὡς ἔχει πρός τι, οἷον ὅτι οὐ μετ᾿ ἄλλου, ὥσπερ ἂν εἰ ἤρετο
ἆρ᾿ ὃ μή τις ἔχει δοίη ἄν;, μὴ φάντος δὲ ἔροιτο εἰ δοίη ἄν
τίς τι ταχέως μὴ ἔχων ταχέως, φήσαντος δὲ συλλογίζοιτο
ὅτι δοίη ἄν τις ὃ μὴ ἔχει. καὶ φανερόν ὅτι οὐ συλλελόγι-
σται. τό γὰρ ταχέως οὐ τόδε διδόναι ἀλλ᾿ ὧδε διδόναι ἐστίν.
ὡς δὲ μὴ ἔχει τις, δοίη ἄν, οἷον ἡδέως ἔχων δοίη ἂν λυ-
πηρῶς.
Ὅμοιοι δὲ καὶ οἱ τοιοίδε πάντες. ἆρ᾿ ἧ μὴ ἔχει χειρὶ
τύπτοι ἄν, ἢ ᾧ μὴ ἔχει ὀφθαλμῷ ἴδοι ἄν; οὐ γὰρ ἔχει
ἕνα μόνον. λύουσι μὲν οὖν τινες λέγοντες ὡς καὶ ἔχει ἕνα
μόνον καὶ ὀφθαλμὸν καὶ ἄλλ᾿ ὁτιοῦν ὁ πλείω ἔχων. οἱ δὲ
ὡς καὶ ὃ ἔχει ἔλαβεν. ἐδίδου γὰρ μίαν μόνον οὗτος ψῆφον.
καὶ οὗτός γ᾿ ἔχει, φασί, μίαν μόνον παρὰ τούτου ψῆφον.
οἱ δέ, εὐθὺς τὴν ἐρώτησιν ἀναιροῦντες, ὅτι ἐνδέχεται ὃ μὴ
ἔλαβεν ἔχειν, οἷον οἶνον λαβόντα ἡδύν, διαφθαρέντος ἐν τῇ
λήψει ἔχειν ὀξύν. ἀλλ᾿ ὅπερ ἐλέχθη καὶ πρότερον, οὗτοι
πάντες οὐ πρός τόν λόγον ἀλλὰ πρός τόν ἄνθρωπον λύουσιν.
εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τό ἀντικείμενον οὐχ οἷόν τε
λύειν, καθάπερ ἐπὶ τῶν ἄλλων. οἷον εἰ ἔστι μὲν ὅ, ἔστι δ᾿
ὃ οὔ ἡ λύσις, ἂν ἁπλῶς δῷ λέγεσθαι, συμπεραίνεται.
ἐὰν δὲ μὴ συμπεραίνηται, οὐκ ἂν εἴη <ἡ> λύσις. ἐν δὲ τοῖς
προειρημένοις οὐδὲ πάντων διδομένων φαμὲν γίνεσθαι συλ-
λογισμόν.
Ἔτι δὲ καὶ οἵδ᾿ εἰσὶ τούτων τῶν λόγων. ἆρ᾿ ὃ γέ-
γραπται, γέγραφέ τις; γέγραπται δὲ νῦν ὅτι σὺ κάθησαι,
ψευδὴς λόγος. ἦν δ᾿ ἀληθής, ὅτ᾿ ἐγράφετο. ἅμα ἄρα
ἐγράφετο ψευδὴς καὶ ἀληθής. τό γὰρ ψευδῆ ἢ ἀληθῆ λό-
γον ἢ δόξαν εἶναι οὐ τόδε ἀλλὰ τοιόνδε σημαίνει. ὁ γὰρ αὐ-
τός λόγος καὶ ἐπὶ τῆς δόξης. καὶ ἆρ᾿ ὃ μανθάνει ὁ μανθά-
νων, τοῦτ᾿ ἔστιν ὃ μανθάνει; μανθάνει δέ τις τό βραδὺ ταχύ.
οὐ τοίνυν ὃ μανθάνει ἀλλ᾿ ὡς μανθάνει εἴρηκεν. καὶ ἆρ᾿ ὃ βα-
δίζει τις πατεῖ βαδίζει δὲ τὴν ἡμέραν ὅλην. ἢ οὐχ ὃ βαδί-
ζει ἀλλ᾿ ὅτε βαδίζει εἴρηκεν, οὐδὲ τό τὴν κύλικα πίνειν
ὃ πίνει ἀλλ᾿ ἐξ οὗ. καὶ ἆρ᾿ ὅ τις οἶδεν, ἢ μαθὼν ἢ εὑρὼν οἶ-
δεν; ὧν δὲ τό μὲν εὗρε τό δ᾿ ἔμαθε, τὰ ἄμφω οὐδέτερον.
ἢ ὃ μὲν ἅπαν, ἃ δ᾿ οὐχ ἅπαντα; καὶ ὅτι ἔστι τις τρίτος ἄν-
θρωπος παρ᾿ αὐτὸν καὶ τοὺς καθ᾿ ἕκαστον. τό γὰρ ἄνθρωπος
καὶ ἅπαν τό κοινόν οὐ τόδε τι ἀλλὰ τοιόνδε τι ἢ ποσόν ἢ
πρός τι ἢ τῶν τοιούτων τι σημαίνει. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Κο-
ρίσκος καὶ Κορίσκος μουσικός, πότερον ταὐτόν ἢ ἕτερον; τό
μὲν γὰρ τόδε τι, τό δὲ τοιόνδε σημαίνει, ὥστ᾿ οὐκ ἔστιν αὐτό
ἐκθέσθαι. οὐ τό ἐκτίθεσθαι δὲ ποιεῖ τόν τρίτον ἄνθρωπον, ἀλλὰ
τό ὅπερ τόδε τι εἶναι συγχωρεῖν. οὐ γὰρ ἔστι τόδε τι εἶναι,
ὥσπερ Καλλίας, καὶ ὅπερ ἄνθρωπός ἐστιν. οὐδ᾿ εἴ τις τό ἐκτιθέ-
μενον μὴ ὅπερ τόδε τι εἶναι λέγοι ἀλλ᾿ ὅπερ ποιόν, οὐδὲν δι-
οίσει. ἔσται γὰρ τό παρὰ τοὺς πολλοὺς ἕν τι, οἷον τό ἄνθρω-
πος. φανερόν οὖν ὅτι οὐ δοτέον τόδε τι εἶναι τό κοινῇ κατ-
ηγορούμενον ἐπὶ πᾶσιν, ἀλλ᾿ ἤτοι ποιόν ἢ πρός τι ἢ ποσόν ἢ
τῶν τοιούτων τι σημαίνειν.
Ὅλως δ᾿ ἐν τοῖς παρὰ τὴν λέξιν λόγοις ἀεὶ κατὰ τό
ἀντικείμενον ἔσται ἡ λύσις ἢ παρ᾿ ὅ ἐστιν ὁ λόγος. οἷον εἰ
παρὰ σύνθεσιν ὁ λόγος, ἡ λύσις διελόντι, εἰ δὲ παρὰ δι-
αίρεσιν, συνθέντι. πάλιν εἰ παρὰ προσῳδίαν ὀξεῖαν, ἡ βα-
ρεῖα προσῳδία λύσις, εἰ δὲ παρὰ βαρεῖαν, ἡ ὀξεῖα. εἰ δὲ
παρ᾿ ὁμωνυμίαν, ἔστι τό ἀντικείμενον ὄνομα εἰπόντα λύειν.
οἷον, εἰ ἄψυχον συμβαίνει λέγειν, ἀποφήσαντα μὴ εἶναι
δηλοῦν ὡς ἔστιν ἔμψυχον. εἰ δ᾿ ἄψυχον ἔφησεν, ὁ δ᾿ ἔμ-
ψυχον συνελογίσατο, [λέγειν] ὡς ἔστιν ἄψυχον. ὁμοίως δὲ
καὶ ἐπὶ τῆς ἀμφιβολίας. εἰ δὲ παρ᾿ ὁμοιότητα λέξεως, τό
ἀντικείμενον ἔσται λύσις. ἆρ᾿ ὃ μὴ ἔχει, δοίη ἄν τις; ἢ οὐχ
ὃ μὴ ἔχει, ἀλλ᾿ ὡς οὐκ ἔχει, οἷον ἕνα μόνον ἀστράγαλον.
ἆρ᾿ ὃ ἐπίσταται, μαθὼν ἢ εὑρὼν ἐπίσταται; ἀλλ᾿ οὐχ ἃ ἐπ-
ίσταται. καὶ εἰ ὃ βαδίζει πατεῖ, ἀλλ᾿ οὐχ ὅτε. ὁμοίως δὲ
καὶ ἐπὶ τῶν ἄλλων.
Πρός δὲ τοὺς παρὰ τό συμβεβηκός μία μὲν ἡ αὐτὴ
λύσις πρός ἅπαντας. ἐπεὶ γὰρ ἀδιόριστόν ἐστι τό πότε λε-
κτέον ἐπὶ τοῦ πράγματος ὅταν ἐπὶ τοῦ συμβεβηκότος ὑπάρ-
χῃ, καὶ ἐπ᾿ ἐνίων μὲν δοκεῖ καὶ φασίν, ἐπ᾿ ἐνίων δ᾿ οὔ φα-
σιν ἀναγκαῖον εἶναι, ῥητέον οὖν συμβιβασθέντος ὁμοίως πρός
ἅπαντας ὅτι οὐκ ἀναγκαῖον, ἔχειν δὲ δεῖ προφέρειν τό οἷον.
εἰσὶ δὲ πάντες οἱ τοιοίδε τῶν λόγων παρὰ τό συμβεβηκός.
ἆρ᾿ οἶδας ὃ μέλλω σε ἐρωτᾶν; ἆρ᾿ οἶδας τόν προσιόντα, ἢ
τόν ἐγκεκαλυμμένον; ἆρ᾿ ὁ ἀνδριὰς σόν ἐστιν ἔργον, ἢ σός
ὁ κύων πατήρ; ἆρα τὰ ὀλιγάκις ὀλίγα ὀλίγα; φανερόν
γὰρ ἐν ἅπασι τούτοις ὅτι οὐκ ἀνάγκη τό κατὰ τοῦ συμ-
βεβηκότος καὶ κατὰ τοῦ πράγματος ἀληθεύεσθαι. μόνοις γὰρ
τοῖς κατὰ τὴν οὐσίαν ἀδιαφόροις καὶ ἓν οὖσιν ἅπαντα δο-
κεῖ ταὐτὰ ὑπάρχειν. τῷ δ᾿ ἀγαθῷ οὐ ταὐτόν ἐστιν ἀγαθῷ
τ᾿ εἶναι καὶ μέλλοντι ἐρωτᾶσθαι, οὐδὲ τῷ προσιόντι ἢ ἐγ-
κεκαλυμμένῳ προσιόντι τε εἶναι καὶ Κορίσκῳ. ὥστ᾿ οὐκ εἰ
οἶδα τόν Κορίσκον, ἀγνοῶ δὲ τόν προσιόντα, τόν αὐτόν οἶδα
καὶ ἀγνοῶ. οὐδ᾿ εἰ τοῦτ᾿ ἔστιν ἐμόν, ἔστι δ᾿ ἔργον, ἐμόν ἐστιν
ἔργον, ἀλλ᾿ ἢ κτῆμα ἢ πρᾶγμα ἢ ἄλλο τι. τόν αὐτόν
δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.
Λύουσι δέ τινες διαιροῦντες τὴν ἐρώτησιν. φασὶ γὰρ
ἐνδέχεσθαι ταὐτό πρᾶγμα εἰδέναι καὶ ἀγνοεῖν, ἀλλὰ μὴ
κατὰ ταὐτό. τόν οὖν προσιόντα οὐκ εἰδότες, τόν δὲ Κορίσκον
εἰδότες, ταὐτό μὲν εἰδέναι καὶ ἀγνοεῖν φασιν, ἀλλ᾿ οὐ κατὰ
ταὐτό. καίτοι πρῶτον μέν, καθάπερ ἤδη εἴπομεν, δεῖ τῶν
παρὰ ταὐτό λόγων τὴν αὐτὴν εἶναι διόρθωσιν. αὕτη δ᾿ οὐκ
ἔσται, ἄν τις μὴ ἐπὶ τοῦ εἰδέναι ἀλλ᾿ ἐπὶ τοῦ εἶναι ἤ πως ἔχειν
τό αὐτό ἀξίωμα λαμβάνῃ, οἷον εἰ ὅδε ἐστὶ πατήρ, ἔστι δὲ
σός. εἰ γὰρ ἐπ᾿ ἐνίων τοῦτ᾿ ἔστιν ἀληθὲς καὶ ἐνδέχεται τό αὐτό
εἰδέναι καὶ ἀγνοεῖν, ἀλλ᾿ ἐνταῦθα οὐδὲν κοινωνεῖ τό λεχθέν.
οὐδὲν δὲ κωλύει τόν αὐτόν λόγον πλείους μοχθηρίας ἔχειν,
ἀλλ᾿ οὐχ ἡ πάσης μοχθηρίας ἐμφάνισις λύσις ἐστίν. ἐγ-
χωρεῖ γὰρ ὅτι μὲν ψεῦδος συλλελόγισται δεῖξαί τινα, παρ᾿
ὃ δὲ μὴ δεῖξαι, οἷον τόν Ζήνωνος λόγον, ὅτι οὐκ ἔστι κινη-
θῆναι. ὥστε καὶ εἴ τις ἐπιχειρεῖ συνάγειν ὡς δυνατόν,
ἁμαρτάνει, κἂν [εἰ] μυριάκις ἦ συλλελογισμένος. οὐ γάρ ἐστιν
αὕτη λύσις. ἦν γὰρ ἡ λύσις ἐμφάνισις ψευδοῦς συλλογι-
σμοῦ παρ᾿ ὃ ψευδής. εἰ οὖν μὴ συλλελόγισται, "εἰ καὶ ἀλη-
θὲς ἢ ψεῦδος" ἐπιχειρεῖ συνάγειν, ἡ ἐκείνου δήλωσις λύσις
ἐστίν. ἴσως δὲ καὶ τοῦτ᾿ ἐπ᾿ ἐνίων οὐδὲν κωλύει συμβαίνειν.
πλὴν ἐπί γε τούτων οὐδὲ τοῦτο δόξειεν ἄν. καὶ γὰρ τόν
Κορίσκον ὅτι Κορίσκος οἶδε καὶ τό προσιόν ὅτι προσιόν.
ἐνδέχεσθαι δὲ δοκεῖ τό αὐτό εἰδέναι καὶ μή, οἷον ὅτι μὲν
λευκόν εἰδέναι, ὅτι δὲ μουσικόν μὴ γνωρίζειν. οὕτω γὰρ
τό αὐτό οἶδε καὶ οὐκ οἶδεν, ἀλλ᾿ οὐ κατὰ ταὐτόν. τό δὲ
προσιὸν καὶ Κορίσκον <ὄν>, καὶ ὅτι προσιὸν καὶ ὅτι Κορίσκος,
οἶδεν.
Ὁμοίως δ᾿ ἁμαρτάνουσι καὶ οἱ λύοντες ὅτι ἅπας
ἀριθμός ὀλίγος, ὥσπερ οὓς εἴπομεν. εἰ γάρ, μὴ συμπεραι-
νομένου, τοῦτο παραλιπόντες ἀληθὲς συμπεπεράνθαι φασί
(πάντα γὰρ εἶναι καὶ πολὺν καὶ ὀλίγον), ἁμαρτάνουσιν.
Ἔνιοι δὲ καὶ τῷ διττῷ λύουσι τοὺς συλλογισμούς, οἷον
ὅτι σός ἐστι πατὴρ ἢ υἱός ἢ δοῦλος. καίτοι φανερόν ὡς εἰ
παρὰ τό πολλαχῶς λέγεσθαι φαίνεται ὁ ἔλεγχος, δεῖ
τοὔνομα ἢ τόν λόγον κυρίως εἶναι πλειόνων. τό δὲ τόνδ᾿
εἶναι τοῦδε τέκνον οὐδεὶς λέγει κυρίως, εἰ δεσπότης ἐστὶ τέ-
κνου, ἀλλὰ παρὰ τὸ συμβεβηκὸς ἡ σύνθεσίς ἐστιν. ἆρ᾿ ἐστὶ
τοῦτο σόν; ναί. ἔστι δὲ τοῦτο τέκνον. σόν ἄρα τοῦτο τέ-
κνον. ἀλλ᾿ οὐ σόν τέκνον ὅτι συμβέβηκεν εἶναι καὶ σὸν καὶ
τέκνον.
Καὶ τό εἶναι τῶν κακῶν τι ἀγαθόν. ἡ γὰρ φρόνησίς
ἐστιν ἐπιστήμη τῶν κακῶν. τό δὲ τοῦτο τούτων εἶναι οὐ λέ-
γεται πολλαχῶς, ἀλλὰ κτῆμα. εἰ δ᾿ ἄρα πολλαχῶς
(καὶ γὰρ τόν ἄνθρωπον τῶν ζῴων φαμὲν εἶναι, ἀλλ᾿ οὔ τι
κτῆμα. καὶ ἐάν τι πρός τὰ κακὰ λέγηται ὡς τινός, διὰ
τοῦτο τῶν κακῶν ἐστιν, ἀλλ᾿ οὐ τοῦτο τῶν κακῶν), παρὰ τό
πῂ οὖν καὶ ἁπλῶς φαίνεται. καίτοι ἐνδέχεται ἴσως ἀγαθόν
εἶναί τι τῶν κακῶν διττῶς, ἀλλ᾿ οὐκ ἐπὶ τοῦ λόγου τούτου,
ἀλλ᾿ εἴ τι δοῦλον εἴη ἀγαθόν μοχθηροῦ, μᾶλλον. ἴσως δ᾿
οὐδ᾿ οὕτως. οὐ γὰρ εἰ ἀγαθὸν καὶ τούτου, ἀγαθόν τούτου
ἅμα. οὐδὲ τό τόν ἄνθρωπον φάναι τῶν ζῴων εἶναι [οὐ] λέ-
γεται πολλαχῶς. οὐ γὰρ εἴ ποτέ τι σημαίνομεν ἀφελόν-
τες, τοῦτο λέγεται πολλαχῶς. καὶ γὰρ τό ἥμισυ εἰπόντες
τοῦ ἔπους δός μοι Ἰλιάδα σημαίνομεν, οἷον τό "μῆνιν ἄει-
δε, θεά".
Τοὺς δὲ παρὰ τό κυρίως τόδε ἢ πῂ ἢ ποὺ ἢ πὼς ἢ
πρός τι λέγεσθαι, καὶ μὴ ἁπλῶς, λυτέον σκοποῦντι τό συμ-
πέρασμα πρός τὴν ἀντίφασιν, εἰ ἐνδέχεται τούτων τι πε-
πονθέναι. τὰ γὰρ ἐναντία καὶ τὰ ἀντικείμενα καὶ φάσιν
καὶ ἀπόφασιν ἁπλῶς μὲν ἀδύνατον ὑπάρχειν τῷ αὐτῷ,
πῂ μέντοι ἑκάτερον ἢ πρός τι ἢ πώς, ἢ τό μὲν πῂ τό δ᾿
ἁπλῶς, οὐδὲν κωλύει. ὥστ᾿ εἰ τόδε μὲν ἁπλῶς τόδε δὲ πῄ,
οὔπω ἔλεγχος, τοῦτο δ᾿ ἐν τῷ συμπεράσματι θεωρητέον πρός
τὴν ἀντίφασιν.
Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι τοῦτ᾿ ἔχοντες. ἆρ᾿
ἐνδέχεται τό μὴ ὂν εἶναι; ἀλλὰ μὴν ἔστι γέ τι μὴ ὄν. ὁμοίως
δὲ καὶ τό ὂν οὐκ ἔσται. οὐ γὰρ ἔσται τι τῶν ὄντων. ἆρ᾿ ἐν-
δέχεται τόν αὐτόν ἅμα εὐορκεῖν καὶ ἐπιορκεῖν; ἆρ᾿ ἐγχω-
ρεῖ τόν αὐτόν ἅμα τῷ αὐτῷ πείθεσθαι καὶ ἀπειθεῖν; ἢ οὔτε
τό εἶναί τι καὶ εἶναι ταὐτόν (τό γὰρ μὴ ὂν οὐκ εἰ ἔστι τι,
καὶ ἔστιν ἁπλῶς), οὔτ᾿ εἰ εὐορκεῖ τόδε ἢ τῇδε, ἀνάγκη καὶ
εὐορκεῖν (ὁ γὰρ ὀμόσας ἐπιορκήσειν εὐορκεῖ ἐπιορκῶν τοῦτο
μόνον, εὐορκεῖ δὲ οὔ). οὐδ᾿ ὁ ἀπειθῶν πείθεται, ἀλλὰ τὶ
πείθεται. ὅμοιος δ᾿ ὁ λόγος καὶ περὶ τοῦ ψεύδεσθαι τόν
αὐτόν ἅμα καὶ ἀληθεύειν, ἀλλὰ διὰ τό μὴ εἶναι εὐθεώρη-
τον πότερον ἄν τις ἀποδοίη, τό ἁπλῶς ἀληθεύειν ἢ ψεύδε-
σθαι, δύσκολον φαίνεται. κωλύει δ᾿ αὐτόν οὐδὲν ἁπλῶς μὲν
εἶναι ψευδῆ πῂ δ᾿ ἀληθῆ ἤ τινος, καὶ εἶναι ἀληθῆ τινά,
ἀληθῆ δὲ αὐτόν μή. ὁμοίως δὲ καὶ ἐπὶ τῶν πρός τι καὶ ποὺ καὶ
ποτέ. πάντες γὰρ οἱ τοιοῦτοι λόγοι παρὰ τοῦτο συμβαίνουσιν.
ἆρ᾿ ἡ ὑγίεια ἢ ὁ πλοῦτος ἀγαθόν; ἀλλὰ τῷ ἄφρονι καὶ μὴ
ὀρθῶς χρωμένῳ οὐκ ἀγαθόν. ἀγαθόν ἄρα καὶ οὐκ ἀγαθόν.
ἆρα τό ὑγιαίνειν ἢ δύνασθαι ἐν πόλει βέλτιον; ἀλλ᾿ ἔστιν ὅτε
οὐ βέλτιον. ταὐτόν ἄρα τῷ αὐτῷ ἀγαθὸν καὶ οὐκ ἀγαθόν.
ἢ οὐδὲν κωλύει ἁπλῶς ὂν ἀγαθόν τῷδε μὴ εἶναι ἀγαθόν,
ἢ τῷδε μὲν ἀγαθόν, ἀλλ᾿ οὐ νῦν ἢ οὐκ ἐνταῦθ᾿ ἀγαθόν; ἆρ᾿
ὃ μὴ βούλοιτ᾿ ἂν ὁ φρόνιμος, κακόν; ἀποβαλεῖν δ᾿ οὐ βού-
λεται τἀγαθόν. κακόν ἄρα τἀγαθόν. οὐ γὰρ ταὐτόν εἰπεῖν
τἀγαθόν εἶναι κακὸν καὶ τό ἀποβαλεῖν τἀγαθόν. ὁμοίως
δὲ καὶ ὁ τοῦ κλέπτου λόγος. οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέ-
πτης, καὶ τό λαβεῖν ἐστι κακόν. οὔκουν τό κακόν βούλεται,
ἀλλὰ τἀγαθόν. τό γὰρ λαβεῖν ἀγαθόν. καὶ ἡ νό-
σος κακόν ἐστιν, ἀλλ᾿ οὐ τό ἀποβαλεῖν νόσον. ἆρα τό δί-
καιον τοῦ ἀδίκου καὶ τό δικαίως τοῦ ἀδίκως αἱρετώτερον; ἀλλ᾿
ἀποθανεῖν ἀδίκως αἱρετώτερον. ἆρα δίκαιόν ἐστι τὰ αὑτοῦ
ἔχειν ἕκαστον; ἃ δ᾿ ἄν τις κρίνῃ κατὰ δόξαν τὴν αὑτοῦ, κἂν
ἦ ψευδής, κύριά ἐστιν ἐκ τοῦ νόμου. τό αὐτό ἄρα δίκαιον καὶ
οὐ δίκαιον. καὶ πότερον δεῖ κρίνειν, τόν τὰ δίκαια λέγοντα ἢ
τόν τὰ ἄδικα; ἀλλὰ μὴν καὶ τόν ἀδικούμενον δίκαιόν ἐστιν
ἱκανῶς λέγειν ἃ ἔπαθεν. ταῦτα δ᾿ ἦν ἄδικα. οὐ γάρ, εἰ πα-
θεῖν τι ἀδίκως αἱρετόν, τό ἀδίκως αἱρετώτερον τοῦ δικαίως,
ἀλλ᾿ ἁπλῶς μὲν τό δικαίως, τοδὶ μέντοι οὐδὲν κωλύει ἀδί-
κως ἢ δικαίως. καὶ τό ἔχειν τὰ αὐτοῦ δίκαιον, τό δὲ τἀλ-
λότρια οὐ δίκαιον. κρίσιν μέντοι ταύτην δικαίαν εἶναι οὐδὲν
κωλύει, οἷον ἂν ἦ κατὰ δόξαν τοῦ κρίναντος. οὐ γάρ, εἰ δί-
καιον τῳδὶ ἢ ὡδί, καὶ ἁπλῶς δίκαιον. ὁμοίως δὲ καὶ ἄδικα
ὄντα οὐδὲν κωλύει λέγειν γε αὐτὰ δίκαιον εἶναι. οὐ γάρ, εἰ
λέγειν δίκαιον, ἀνάγκη δίκαια εἶναι, ὥσπερ οὐδ᾿ εἰ ὠφέλι-
μον λέγειν, ὠφέλιμα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν δικαίων. ὥστ᾿
οὐκ εἰ τὰ λεγόμενα ἄδικα, ὁ λέγων ἄδικα νικᾶται. λέγει γὰρ
ἃ λέγειν ἐστὶ δίκαια, ἁπλῶς δὲ καὶ παθεῖν ἄδικα.
Τοῖς δὲ παρὰ τόν ὁρισμόν γινομένοις τοῦ ἐλέγχου, καθ-
άπερ ὑπεγράφη πρότερον, ἀπαντητέον σκοποῦσι τό συμ-
πέρασμα πρός τὴν ἀντίφασιν, ὅπως ἔσται τό αὐτό καὶ κατὰ
τό αὐτό καὶ πρός τό αὐτό καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ
χρόνῳ. ἐὰν δ᾿ ἐν ἀρχῇ προσέρηται, οὐχ ὁμολογητέον ὡς
ἀδύνατον τό αὐτό εἶναι διπλάσιον καὶ μὴ διπλάσιον, ἀλλὰ
φατέον, μὴ μέντοι ὡδὶ ὥς ποτ᾿ ἦν τό ἐλέγχεσθαι διωμο-
λογημένον. εἰσὶ δὲ πάντες οἵδ᾿ οἱ λόγοι παρὰ τό τοιοῦτο. ἆρ᾿
ὁ εἰδὼς ἕκαστον ὅτι ἕκαστον οἶδε τό πρᾶγμα; καὶ ὁ ἀγνοῶν
ὡσαύτως; εἰδὼς δέ τις τόν Κορίσκον ὅτι Κορίσκος ἀγνοοίη
ἂν ὅτι μουσικός, ὥστε ταὐτό ἐπίσταται καὶ ἀγνοεῖ. ἆρα τό
τετράπηχυ τοῦ τριπήχεος μεῖζον; γένοιτο δ᾿ ἂν ἐκ τριπήχεος
τετράπηχυ κατὰ τό μῆκος. τό δὲ μεῖζον ἐλάττονος μεῖζον.
αὐτό ἄρα αὑτοῦ κατὰ ταὐτό μεῖζον καὶ ἔλαττον.
Τοὺς δὲ παρὰ τό αἰτεῖσθαι καὶ λαμβάνειν τό ἐν ἀρχῇ
πυνθανομένῳ, ἂν ἦ δῆλον, οὐ δοτέον, οὐδ᾿ ἂν ἔνδοξον ἦ
λέγοντι τἀληθές. ἂν δὲ λάθῃ, τὴν ἄγνοιαν διὰ τὴν μοχθη-
ρίαν τῶν τοιούτων λόγων εἰς τόν ἐρωτῶντα μεταστρεπτέον ὡς οὐ
διειλεγμένον. ὁ γὰρ ἔλεγχος ἄνευ τοῦ ἐξ ἀρχῆς. εἶθ᾿ ὅτι ἐδόθη
οὐχ ὡς τούτῳ χρησομένου, ἀλλ᾿ ὡς πρὸς τοῦτο συλλογιου-
μένου, τοὐναντίον ἢ ἐπὶ τῶν παρεξελέγχων.
Καὶ τοὺς διὰ τοῦ παρεπομένου συμβιβάζοντας ἐπ᾿ αὐτοῦ
τοῦ λόγου δεικτέον. ἔστι δὲ διττὴ ἡ τῶν ἑπομένων ἀκολούθη-
σις. ἢ γὰρ ὡς τῷ ἐν μέρει τό καθόλου, οἷον ἀνθρώπῳ ζῷον
(ἀξιοῦται γάρ, εἰ τόδε μετὰ τοῦδε, καὶ τόδ᾿ εἶναι μετὰ τοῦδε),
ἢ κατὰ τὰς ἀντιθέσεις (εἰ γὰρ τόδε τῷδε ἀκολουθεῖ, τῷ ἀν-
τικειμένῳ τό ἀντικείμενον). παρ᾿ ὃ καὶ ὁ τοῦ Μελίσσου λό-
γος. εἰ γὰρ τό γεγονός ἔχει ἀρχήν, τό ἀγένητον ἀξιοῖ μὴ
ἔχειν, ὥστ᾿ εἰ ἀγένητος ὁ οὐρανός, καὶ ἄπειρος. τό δ᾿ οὐκ ἔστιν.
ἀνάπαλιν γὰρ ἡ ἀκολούθησις.
Ὅσοι τε παρὰ τό προστιθέναι τι συλλογίζονται, σκο-
πεῖν εἰ ἀφαιρουμένου συμβαίνει μηδὲν ἧττον τό ἀδύνατον.
κἄπειτα τοῦτο ἐμφανιστέον, καὶ λεκτέον ὡς ἔδωκεν οὐχ ὡς
δοκοῦν ἀλλ᾿ ὡς πρός τόν λόγον, ὁ δὲ κέχρηται οὐδὲν πρός
τόν λόγον.
Πρός δὲ τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας εὐθὺς
ἐν ἀρχῇ διοριστέον. ἐρώτησις γὰρ μία πρός ἣν μία ἀπόκρι-
σις ἔστιν, ὥστ᾿ οὔτε πλείω καθ᾿ ἑνός οὔτε ἓν κατὰ πολλῶν,
ἀλλ᾿ ἓν καθ᾿ ἑνός φατέον ἢ ἀποφατέον. ὥσπερ δὲ ἐπὶ τῶν
ὁμωνύμων ὁτὲ μὲν ἀμφοῖν ὁτὲ δ᾿ οὐδετέρῳ ὑπάρχει, ὥστε
μὴ ἁπλοῦ ὄντος τοῦ ἐρωτήματος ἁπλῶς ἀποκρινομένοις
οὐδὲν συμβαίνει πάσχειν, ὁμοίως καὶ ἐπὶ τούτων. ὅταν
μὲν οὖν τὰ πλείω τῷ ἑνὶ ἢ τό ἓν τοῖς πολλοῖς ὑπάρχῃ, τῷ
ἁπλῶς δόντι καὶ ἁμαρτόντι ταύτην τὴν ἁμαρτίαν οὐδὲν ὑπ-
εναντίωμα συμβαίνει, ὅταν δὲ τῷ μὲν τῷ δὲ μή, ἢ πλείω
κατὰ πλειόνων. καὶ ἔστιν ὡς ὑπάρχει ἀμφότερα ἀμφοτέ-
ροις, ἔστι δ᾿ ὡς οὐχ ὑπάρχει πάλιν, ὥστε τοῦτ᾿ εὐλαβητέον.
οἷον ἐν τοῖσδε τοῖς λόγοις. εἰ τό μέν ἐστιν ἀγαθόν τό δὲ κα-
κόν, ὅτι ταῦτα ἀληθὲς εἰπεῖν ἀγαθὸν καὶ κακόν, καὶ πά-
λιν μήτ᾿ ἀγαθόν μήτε κακόν (οὐκ ἔστι γὰρ ἑκάτερον ἑκά-
τερον), ὥστε ταὐτό ἀγαθὸν καὶ κακὸν καὶ οὔτ᾿ ἀγαθόν οὔτε
κακόν, καὶ εἰ ἕκαστον αὐτό αὑτῷ ταὐτό καὶ ἄλλου ἕτερον,
ἐπειδὴ οὐκ ἄλλοις ταὐτὰ ἀλλ᾿ αὑτοῖς καὶ ἕτερα αὑτῶν,
τὰ αὐτὰ ἑαυτοῖς ἕτερα καὶ τὰ αὐτά. ἔτι εἰ τό μὲν ἀγαθόν κα-
κόν γίνεται, τό δὲ κακόν ἀγαθόν, δύο γένοιντ᾿ ἄν. δυοῖν
δὲ καὶ ἀνίσων ἑκάτερον αὐτό αὑτῷ ἴσον. ὥστε ἴσα καὶ ἄνισα
αὐτὰ αὑτοῖς.
Ἐμπίπτουσι μὲν οὖν οὗτοι καὶ εἰς ἄλλας λύσεις. καὶ
γὰρ τό ἄμφω καὶ τό ἅπαντα πλείω σημαίνει. οὔκουν ταὐ-
τόν, πλὴν ὄνομα, συμβαίνει φῆσαι καὶ ἀποφῆσαι. τοῦτο
δ᾿ οὐκ ἦν ἔλεγχος, ἀλλὰ φανερόν ὅτι μὴ μιᾶς ἐρωτήσεως
τῶν πλειόνων γινομένης, ἀλλ᾿ ἓν καθ᾿ ἑνός φάντος ἢ ἀπο-
φάντος, οὐκ ἔσται τό ἀδύνατον.
Περὶ δὲ τῶν ἀπαγόντων εἰς <τό> τό αὐτό πολλάκις εἰπεῖν
φανερόν ὡς οὐ δοτέον τῶν πρός τι λεγομένων σημαίνειν τι
χωριζομένας καθ᾿ αὑτὰς τὰς κατηγορίας, οἷον διπλάσιον
ἀντὶ τοῦ διπλάσιον ἡμίσεος, ὅτι ἐμφαίνεται. καὶ γὰρ τό
δέκα ἐν τοῖς ἑνός δέουσι δέκα καὶ τό ποιῆσαι ἐν τῷ μὴ ποι-
ῆσαι καὶ ὅλως ἐν τῇ ἀποφάσει ἡ φάσις. ἀλλ᾿ ὅμως οὐκ
εἴ τις λέγει τοδὶ μὴ εἶναι λευκόν, λέγει αὐτό λευκόν εἶναι.
τό δὲ διπλάσιον οὐδὲ σημαίνει οὐδὲν ἴσως, ὥσπερ οὐδὲ τό
ἥμισυ. εἰ δ᾿ ἄρα καὶ σημαίνει, ἀλλ᾿ οὐ ταὐτό καὶ συν-
ῃρημένον. οὐδ᾿ ἡ ἐπιστήμη ἐν τῷ εἴδει (οἷον εἰ ἔστιν ἡ ἰατρικὴ
ἐπιστήμη), ὅπερ τό κοινόν. ἐκεῖνο δ᾿ ἦν ἐπιστήμη ἐπιστητοῦ. ἐν
δὲ τοῖς <τούτων> δι᾿ ὧν δηλοῦται κατηγορουμένοις τοῦτο λεκτέον,
ὡς οὐ τό αὐτό χωρὶς καὶ ἐν τῷ λόγῳ τό δηλούμενον. τό γὰρ
κοῖλον κοινῇ μὲν τό αὐτό δηλοῖ ἐπὶ τοῦ σιμοῦ καὶ τοῦ ῥοι-
κοῦ, προστιθέμενον δὲ οὐδὲν κωλύει ἄλλα, τό μὲν τῇ ῥινὶ τό δὲ τῷ σκέλει,
σημαίνειν. ἔνθα μὲν γὰρ τό σιμόν, ἔνθα
δὲ τό ῥοικόν σημαίνει, καὶ οὐδὲν διαφέρει εἰπεῖν ῥὶς σιμὴ ἢ ῥὶς
κοίλη. ἔτι οὐ δοτέον τὴν λέξιν κατ᾿ εὐθύ. ψεῦδος γάρ ἐστιν.
οὐ γάρ ἐστι τό σιμόν ῥὶς κοίλη ἀλλὰ ῥινός τοδί, οἷον πάθος,
ὥστ᾿ οὐδὲν ἄτοπον εἰ ἡ ῥὶς ἡ σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλό-
τητα ῥινός.
Περὶ δὲ τῶν σολοικισμῶν, παρ᾿ ὅ τι μὲν φαίνονται
συμβαίνειν εἴπομεν πρότερον. ὡς δὲ λυτέον, ἐπ᾿ αὐτῶν τῶν
λόγων ἔσται φανερόν. ἅπαντες γὰρ οἱ τοιοίδε τοῦτο βούλονται
κατασκευάζειν. ἆρ᾿ ὃ λέγεις ἀληθῶς, καὶ ἔστι τοῦτο ἀλη-
θῶς; φῂς δ᾿ εἶναί τι λίθον. ἔστιν ἄρα τι λίθον. ἢ τό λέ-
γειν λίθον οὐκ ἔστι λέγειν ὃ ἀλλ᾿ ὅν, οὐδὲ τοῦτο ἀλλὰ τοῦτον.
εἰ οὖν ἔροιτό τις, ἆρ᾿ ὃν ἀληθῶς λέγεις, ἔστι τοῦτον;, οὐκ ἂν
δοκοίη ἑλληνίζειν, ὥσπερ οὐδ᾿ εἰ ἔροιτο, ἆρ᾿ ἣν λέγεις εἶναι,
ἔστιν οὗτος;. ξύλον δ᾿ εἰπεῖν οὗτος, ἢ ὅσα μήτε θῆλυ μήτ᾿ ἄρ-
ρεν σημαίνει, οὐδὲν διαφέρει. διό καὶ οὐ γίνεται σολοικισμός.
εἰ ὃ λέγεις εἶναι, ἔστι τοῦτο, ξύλον δὲ λέγεις εἶναι, ἔστιν ἄρα
ξύλον. τό δὲ λίθος καὶ τό οὗτος ἄρρενος ἔχει κλίσιν. εἰ δή
τις ἔροιτο ἆρ᾿ οὗτός ἐστιν αὕτη;, εἶτα πάλιν τί δ᾿; οὐχ οὗτός
ἐστι Κορίσκος;, εἶτ᾿ εἴπειεν ἔστιν ἄρα οὗτος αὕτη, οὐ συλλελό-
γισται τόν σολοικισμόν, οὐδ᾿ εἰ τό Κορίσκος σημαίνει ὅπερ
αὕτη, μὴ δίδωσι δὲ ὁ ἀποκρινόμενος, ἀλλὰ δεῖ τοῦτο προσ-
ερωτηθῆναι. εἰ δὲ μήτ᾿ ἔστιν μήτε δίδωσιν, οὐ συλλελό-
γισται οὔτε τῷ ὄντι οὔτε πρός τόν ἠρωτημένον. ὁμοίως οὖν
δεῖ κἀκεῖ τόν λίθον σημαίνειν οὗτος. εἰ δὲ μήτε ἔστι μήτε
δέδοται, οὐ λεκτέον τό συμπέρασμα. φαίνεται δὲ παρὰ τό
τὴν ἀνόμοιον πτῶσιν τοῦ ὀνόματος ὁμοίαν φαίνεσθαι. ἆρ᾿
ἀληθές ἐστιν εἰπεῖν ὅτι ἔστιν αὕτη ὅπερ εἶναι φῂς αὐτήν;
εἶναι δὲ φῂς ἀσπίδα. ἔστιν ἄρα αὕτη ἀσπίδα. ἢ οὐκ ἀνάγκη,
εἰ μὴ τό αὕτη ἀσπίδα σημαίνει ἀλλ᾿ ἀσπίς, τό δὲ ταύτην
ἀσπίδα. οὐδ᾿ εἰ ὃ φῂς εἶναι τοῦτον, ἔστιν οὗτος, φῂς δ᾿ εἶναι
Κλέωνα, ἔστιν ἄρα οὗτος Κλέωνα. οὐ γὰρ ἔστιν οὗτος Κλέωνα.
εἴρηται γὰρ ὅτι ὅ φημι εἶναι τοῦτον, ἔστιν οὗτος, οὐ τοῦτον. οὐδὲ
γὰρ ἂν ἑλληνίζοι οὕτως τό ἐρώτημα λεχθέν, ἆρ᾿ ἐπίστασαι
τοῦτο; τοῦτο δ᾿ ἐστὶ λίθος. ἐπίστασαι ἄρα λίθος. ἢ οὐ ταὐτό
σημαίνει τό τοῦτο ἐν τῷ ἆρ᾿ ἐπίστασαι τοῦτο; καὶ ἐν τῷ
τοῦτο δὲ λίθος, ἀλλ᾿ ἐν μὲν τῷ πρώτῳ τοῦτον, ἐν δὲ τῷ ὑστέρῳ
οὗτος. ἆρ᾿ οὗ ἐπιστήμην ἔχεις, ἐπίστασαι τοῦτο; ἐπιστήμην δ᾿
ἔχεις λίθου. ἐπίστασαι ἄρα λίθου. ἢ τό μὲν οὗ λίθου λέγει,
τό δὲ τοῦτο λίθον. ἐδόθη δ᾿, οὗ ἐπιστήμην ἔχεις, ἐπίστασθαι
οὐ τούτου ἀλλὰ τοῦτο, ὥστ᾿ οὐ τοῦ λίθου ἀλλὰ τόν λίθον.
Ὅτι μὲν οὖν οἱ τοιοῦτοι τῶν λόγων οὐ συλλογίζονται σο-
λοικισμόν ἀλλὰ φαίνονται, καὶ διὰ τί τε φαίνονται καὶ
πῶς ἀπαντητέον πρὸς αὐτούς, φανερόν ἐκ τῶν εἰρημένων.
Δεῖ δὲ καὶ κατανοεῖν ὅτι πάντων τῶν λόγων οἱ μέν
εἰσι ῥᾴους κατιδεῖν, οἱ δὲ χαλεπώτεροι, παρὰ τί καὶ ἐν τίνι
παραλογίζονται τόν ἀκούοντα, πολλάκις οἱ αὐτοὶ ἐκείνοις
ὄντες. τόν αὐτόν γὰρ λόγον δεῖ καλεῖν τόν παρὰ ταὐτό γι-
νόμενον. ὁ αὐτός δὲ λόγος τοῖς μὲν παρὰ τὴν λέξιν τοῖς
δὲ παρὰ τό συμβεβηκός τοῖς δὲ παρ᾿ ἕτερον δόξειεν ἂν εἶ-
ναι διὰ τό μεταφερόμενον ἕκαστον μὴ ὁμοίως εἶναι δῆλον.
ὥσπερ οὖν ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν, ὅσπερ δοκεῖ τρόπος
εὐηθέστατος εἶναι τῶν παραλογισμῶν, τὰ μὲν καὶ τοῖς τυ-
χοῦσίν ἐστι δῆλα (καὶ γὰρ οἱ λόγοι σχεδόν οἱ γελοῖοι πάν-
τες εἰσὶ παρὰ τὴν λέξιν, οἷον ἀνὴρ ἐφέρετο κατὰ κλίμακος
δίφρον, καὶ ποῖ στέλλεσθε; πρός τὴν κεραίαν, καὶ ποτέρα
τῶν βοῶν ἔμπροσθεν τέξεται; οὐδετέρα, ἀλλ᾿ ὄπισθεν ἄμφω,
καὶ καθαρός ὁ βορέας; οὐ δῆτα. ἀπεκτόνηκε γὰρ τόν πτωχόν
κατῳνωμένον. ἆρ᾿ Εὔαρχος; οὐ δῆτα, ἀλλ᾿ Ἀπολλω-
νίδης. τόν αὐτόν δὲ τρόπον καὶ τῶν ἄλλων σχεδόν οἱ πλεῖ-
στοι). τὰ δὲ καὶ τοὺς ἐμπειροτάτους φαίνεται λανθάνειν (ση-
μεῖον δὲ τούτου ὅτι μάχονται πολλάκις περὶ τῶν ὀνομά-
των, οἷον πότερον ταὐτό σημαίνει κατὰ πάντων τό ὂν καὶ
τό ἕν, ἢ ἕτερον. τοῖς μὲν γὰρ δοκεῖ ταὐτό σημαίνειν τό ὂν
καὶ τό ἕν, οἱ δὲ τόν Ζήνωνος λόγον καὶ Παρμενίδου λύουσι
διὰ τό πολλαχῶς φάναι τό ἓν λέγεσθαι καὶ τό ὄν). ὁμοί-
ως δὲ καὶ <τῶν> παρὰ τό συμβεβηκὸς καὶ παρὰ τῶν ἄλλων
ἕκαστον οἱ μὲν ἔσονται ῥᾴους ἰδεῖν οἱ δὲ χαλεπώτεροι τῶν
λόγων, καὶ λαβεῖν ἐν τίνι γένει, καὶ πότερον ἔλεγχος ἢ οὐκ
ἔλεγχος, οὐ ῥᾴδιον ὁμοίως περὶ πάντων.
Ἔστι δὲ δριμὺς λόγος ὅστις ἀπορεῖν ποιεῖ μάλιστα.
δάκνει γὰρ οὗτος μάλιστα. ἀπορία δ᾿ ἐστὶ διττή, ἡ μὲν ἐν
τοῖς συλλελογισμένοις, ὅ τι ἀνέλῃ τις τῶν ἐρωτημάτων, ἡ
δ᾿ ἐν τοῖς ἐριστικοῖς, πῶς εἴπῃ τις τό προταθέν. διόπερ ἐν
τοῖς συλλογιστικοῖς οἱ δριμύτεροι λόγοι ζητεῖν μᾶλλον ποι-
οῦσιν. ἔστι δὲ συλλογιστικός μὲν λόγος δριμύτατος ἂν ἐξ
ὅτι μάλιστα δοκούντων ὅτι μάλιστα ἔνδοξον ἀναιρῇ. εἷς γὰρ
ὢν ὁ λόγος μετατιθεμένης τῆς ἀντιφάσεως ἅπαντας ὁμοίους
ἕξει τοὺς συλλογισμούς. ἀεὶ γὰρ ἐξ ἐνδόξων ὁμοίως ἔνδο-
ξον ἀναιρήσει [ἢ κατασκευάσει], διόπερ ἀπορεῖν ἀναγκαῖον.
μάλιστα μὲν οὖν ὁ τοιοῦτος δριμύς, ὁ ἐξ ἴσου τό συμπέρα-
σμα ποιῶν τοῖς ἐρωτήμασι, δεύτερος δ᾿ ὁ ἐξ ἁπάντων ὁμοί-
ων. οὗτος γὰρ ὁμοίως ποιήσει ἀπορεῖν ὁποῖον τῶν ἐρωτημά-
των ἀναιρετέον. τοῦτο δὲ χαλεπόν. ἀναιρετέον μὲν γάρ, ὅ
τι δ᾿ ἀναιρετέον ἄδηλον. τῶν δ᾿ ἐριστικῶν δριμύτατος μὲν ὁ
πρῶτον εὐθὺς ἄδηλος πότερον συλλελόγισται ἢ οὔ, καὶ πότερον
παρὰ ψεῦδος ἢ διαίρεσίν ἐστιν ἡ λύσις. δεύτερος δὲ τῶν
ἄλλων ὁ δῆλος μὲν ὅτι παρὰ διαίρεσιν ἢ ἀναίρεσίν ἐστι,
μὴ φανερός δ᾿ ὢν διὰ τίνος τῶν ἠρωτημένων ἀναίρεσιν ἢ
διαίρεσιν λυτέος ἐστίν, ἢ πότερον αὕτη παρὰ τό συμ-
πέρασμα ἢ παρά τι τῶν ἐρωτημάτων ἐστίν.
Ἐνίοτε μὲν οὖν ὁ μὴ συλλογισθεὶς λόγος εὐήθης ἐστίν,
ἐὰν ἦ λίαν ἄδοξα ἢ ψευδῆ τὰ λήμματα. ἐνίοτε δ᾿ οὐκ
ἄξιος καταφρονεῖσθαι. ὅταν μὲν γὰρ ἐλλείπῃ τι τῶν τοιού-
των ἐρωτημάτων περὶ ἃ ὁ λόγος καὶ δι᾿ ἅ, [καὶ] μὴ προσ-
λαβὼν τοῦτο καὶ μὴ συλλογισάμενος εὐήθης ὁ συλλογι-
σμός. ὅταν δὲ τῶν ἔξωθεν, οὐκ εὐκαταφρόνητος οὐδαμῶς, ἀλλ᾿
ὁ μὲν λόγος ἐπιεικής, ὁ δ᾿ ἐρωτῶν ἠρώτηκεν οὐ καλῶς.
Ἔστι δέ, ὥσπερ λύειν ὁτὲ μὲν πρός τόν λόγον ὁτὲ δὲ
πρός τόν ἐρωτῶντα καὶ τὴν ἐρώτησιν ὁτὲ δὲ πρός οὐδέτερον
τούτων_ὁμοίως καὶ ἐρωτᾶν ἔστι καὶ συλλογίζεσθαι καὶ πρός
τὴν θέσιν καὶ πρός τόν ἀποκρινόμενον καὶ πρός τόν χρόνον,
ὅταν ἦ πλείονος χρόνου δεομένη ἡ λύσις [ἢ] τοῦ παρόντος και-
ροῦ τοῦ διαλεχθῆναι πρός τὴν λύσιν.
Ἐκ πόσων μὲν οὖν καὶ ποίων γίνονται τοῖς διαλεγομέ-
νοις οἱ παραλογισμοί, καὶ πῶς δείξομέν τε ψευδόμενον καὶ
παράδοξα λέγειν ποιήσομεν, ἔτι δ᾿ ἐκ τίνων συμβαίνει ὁ
συλλογισμός, καὶ πῶς ἐρωτητέον καὶ τίς ἡ τάξις τῶν ἐρω-
τημάτων, ἔτι δὲ πρός τί χρήσιμοι πάντες εἰσὶν οἱ τοιοῦτοι λό-
γοι, καὶ περὶ ἀποκρίσεως ἁπλῶς τε πάσης καὶ πῶς λυ-
τέον τοὺς λόγους καὶ τοὺς συλλογισμούς, εἰρήσθω περὶ ἁπάν-
των ἡμῖν ταῦτα. λοιπόν δὲ περὶ τῆς ἐξ ἀρχῆς προθέσεως
ἀναμνήσασιν εἰπεῖν τι βραχὺ περὶ αὐτῆς καὶ τέλος ἐπιθεῖ-
ναι τοῖς εἰρημένοις.
Προειλόμεθα μὲν οὖν εὑρεῖν δύναμίν τινα συλλογιστικὴν
περὶ τοῦ προβληθέντος ἐκ τῶν ὑπαρχόντων ὡς ἐνδοξοτάτων.
τοῦτο γὰρ ἔργον ἐστὶ τῆς διαλεκτικῆς καθ᾿ αὑτὴν καὶ τῆς
πειραστικῆς. ἐπεὶ δὲ προκατασκευαστέον πρὸς αὐτὴν διὰ
τὴν τῆς σοφιστικῆς γειτνίασιν, ὥστ᾿ οὐ μόνον πεῖραν δύνασθαι
λαβεῖν διαλεκτικῶς ἀλλὰ καὶ ὡς εἰδώς, διὰ τοῦτο οὐ μόνον
τό λεχθὲν ἔργον ὑπεθέμεθα τῆς πραγματείας, τό λόγον
δύνασθαι λαβεῖν, ἀλλὰ καὶ ὅπως λόγον ὑπέχοντες φυλά-
ξομεν τὴν θέσιν ὡς δι᾿ ἐνδοξοτάτων ὁμοτρόπως. τὴν δ᾿ αἰ-
τίαν εἰρήκαμεν τούτου, ἐπεὶ καὶ διὰ τοῦτο Σωκράτης ἠρώτα
ἀλλ᾿ οὐκ ἀπεκρίνετο. ὡμολόγει γὰρ οὐκ εἰδέναι. δεδήλωται
δ᾿ ἐν τοῖς πρότερον καὶ πρός πόσα καὶ ἐκ πόσων τοῦτο ἔσται,
καὶ πόθεν εὐπορήσομεν τούτων, ἔτι δὲ πῶς ἐρωτητέον καὶ τα-
κτέον τὴν ἐρώτησιν πᾶσαν, καὶ περί τε ἀποκρίσεων καὶ λύ-
σεων τῶν πρός τοὺς συλλογισμούς. δεδήλωται δὲ καὶ περὶ
τῶν ἄλλων ὅσα τῆς αὐτῆς μεθόδου τῶν λόγων ἐστίν. πρός
δὲ τούτοις περὶ τῶν παραλογισμῶν διεληλύθαμεν, ὥσπερ εἰ-
ρήκαμεν ἤδη πρότερον. ὅτι μὲν οὖν ἔχει τέλος ἱκανῶς ἃ
προειλόμεθα, φανερόν. δεῖ δ᾿ ἡμᾶς μὴ λεληθέναι τό συμ-
βεβηκός περὶ ταύτην τὴν πραγματείαν. τῶν γὰρ εὑρι-
σκομένων ἁπάντων τὰ μὲν παρ᾿ ἑτέρων ληφθέντα πρότερον
πεπονημένα κατὰ μέρος ἐπιδέδωκεν ὑπό τῶν παραλαβόντων
ὕστερον, τὰ δ᾿ ἐξ ὑπαρχῆς εὑρισκόμενα μικρὰν τό πρῶτον
ἐπίδοσιν λαμβάνειν εἴωθε, χρησιμωτέραν μέντοι πολλῷ τῆς
ὕστερον ἐκ τούτων αὐξήσεως. μέγιστον γὰρ ἴσως ἀρχὴ παν-
τός, ὥσπερ λέγεται. διό καὶ χαλεπώτατον. ὅσῳ γὰρ κρά-
τιστον τῇ δυνάμει, τοσούτῳ μικρότατον ὂν τῷ μεγέθει χα-
λεπώτατόν ἐστιν ὀφθῆναι. ταύτης δ᾿ εὑρημένης ῥᾷον τό προσ-
τιθέναι καὶ συναύξειν τό λοιπόν ἐστιν. ὅπερ καὶ περὶ τοὺς ῥη-
τορικοὺς λόγους συμβέβηκε, σχεδόν δὲ καὶ περὶ τὰς ἄλλας
ἁπάσας τέχνας. οἱ μὲν γὰρ τὰς ἀρχὰς εὑρόντες παντελῶς
ἐπὶ μικρόν τι προήγαγον. οἱ δὲ νῦν εὐδοκιμοῦντες, παρα-
λαβόντες παρὰ πολλῶν οἷον ἐκ διαδοχῆς κατὰ μέρος προ-
αγαγόντων, οὕτως ηὐξήκασι, Τεισίας μὲν μετὰ τοὺς πρώτους,
Θρασύμαχος δὲ μετὰ Τεισίαν, Θεόδωρος δὲ μετὰ τοῦτον,
καὶ πολλοὶ πολλὰ συνενηνόχασι μέρη. διόπερ οὐδὲν θαυ-
μαστόν ἔχειν τι πλῆθος τὴν τέχνην. ταύτης δὲ τῆς πρα-
γματείας οὐ τό μὲν ἦν τό δ᾿ οὐκ ἦν προεξειργασμένον, ἀλλ᾿
οὐδὲν παντελῶς ὑπῆρχεν. καὶ γὰρ τῶν περὶ τοὺς ἐριστικοὺς
λόγους μισθαρνούντων ὁμοία τις ἦν ἡ παίδευσις τῇ Γοργίου
πραγματείᾳ. λόγους γὰρ οἱ μὲν ῥητορικοὺς οἱ δὲ ἐρωτητικοὺς
ἐδίδοσαν ἐκμανθάνειν, εἰς οὓς πλειστάκις ἐμπίπτειν ᾠήθησαν
ἑκάτεροι τοὺς ἀλλήλων λόγους. διόπερ ταχεῖα μὲν ἄτεχνος
δ᾿ ἦν ἡ διδασκαλία τοῖς μανθάνουσι παρ᾿ αὐτῶν. οὐ γὰρ
τέχνην ἀλλὰ τὰ ἀπό τῆς τέχνης διδόντες παιδεύειν ὑπ-
ελάμβανον, ὥσπερ ἂν εἴ τις, ἐπιστήμην φάσκων παραδώσειν
ἐπὶ τό μηδὲν πονεῖν τοὺς πόδας, εἶτα σκυτοτομικὴν μὲν μὴ
διδάσκοι μηδ᾿ ὅθεν δυνήσεται πορίζεσθαι τὰ τοιαῦτα, δοίη
δὲ πολλὰ γένη παντοδαπῶν ὑποδημάτων. οὗτος γὰρ βε-
βοήθηκε μὲν πρός τὴν χρείαν, τέχνην δ᾿ οὐ παρέδωκεν. καὶ
περὶ μὲν τῶν ῥητορικῶν ὑπῆρχε πολλὰ καὶ παλαιὰ τὰ
λεγόμενα, περὶ δὲ τοῦ συλλογίζεσθαι παντελῶς οὐδὲν εἴχο-
μεν πρότερον λέγειν ἢ τριβῇ ζητοῦντες πολὺν χρόνον
ἐπονοῦμεν. εἰ δὲ φαίνεται θεασαμένοις ὑμῖν, ὡς ἐκ
τοιούτων ἐξ ἀρχῆς ὑπαρχόντων, ἔχειν ἡ μέθοδος ἱκανῶς παρὰ
τὰς ἄλλας πραγματείας τὰς ἐκ παραδόσεως ηὐξημένας,
λοιπόν ἂν εἴη πάντων ὑμῶν [ἢ] τῶν ἠκροαμένων ἔργον τοῖς
μὲν παραλελειμμένοις τῆς μεθόδου συγγνώμην τοῖς δ᾿ εὑ-
ρημένοις πολλὴν ἔχειν χάριν.