Ὦ ξεῖν, ἀγγέλειν Λακεδαιμονίοις ὅτι τῆδε κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι.
Ὦ παῖδες Ἑλλήνων, ἴτε, ἐλευθεροῦτε πατρίδ᾿ ἐλευθεροῦτε δέ παῖδας, γυναἰκας, θεῶν τε πατρώων ἔδη, θῆκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.
τὸ δὲ ναυτικὸν τέχνης ἐστίν, ὥσπερ καὶ ἄλλο τι, καὶ οὐκ ἐνδέχεται, ὅταν τύχῃ, ἐκ παρέργου μελετᾶσθαι, ἀλλὰ μᾶλλον μηδὲν ἐκείνῳ πάρεργον ἄλλο γίγνεσθαι.
Μητρός τε καὶ πατρὸς καὶ τῶν ἄλλων προγόνων ἀπάντων τιμιώτερόν ἐστιν ἡ Πατρὶς καὶ σεμνότερον καὶ ἁγιώτερον καὶ ἐν μείζονι μοίρᾳ καὶ παρὰ θεοῖς καὶ παρ᾿ ἀνθρώποις τοῖς νοῦν ἔχουσι.
Ὁ μὲν τῶν γερόντων ἀρχόμενος ἦδεν· ἀμμὲς πόκ᾿ ἧμες ἄλκιμοι νεανίαι. Ὁ δὲ τῶν ἀκμαζόντων ἀμειβόμενος ἔλεγεν· ἀμμὲς δὲ γ᾿ εἰμές; αἰ δὲ λῇς, πεῖραν λαβέ. Ὁ δὲ τρίτος ὁ τῶν παίδων· ἀμμὲς δὲ γ᾿ ἐσσόμεθα πολλῷ κάρρονες. |
Ὁ χορὸς τῶν γερόντων ἀρχίζοντας τραγουδοῦσε: Ἤμασταν κάποτε ἄλκιμοι νέοι. Ὁ χορὸς τῶν ἀνδρῶν ἀπαντοῦσε καὶ ἔλεγε: Εἴμαστε ἐμεῖς τώρα; ἂν θέλεις δοκίμασε. Καὶ τρίτος ὁ χορὸς τῶν παιδιῶν: Κι ἐμεῖς θὰ γίνουμε πολὺ καλύτεροι. |
... καὶ τὸ τῶν Ἑλλήνων ὄνομα πεποίηκε μηκέτι τοῦ γένους ἀλλὰ τῆς διανοίας δοκεῖν εἶναι, καὶ μᾶλλον Ἕλληνας καλεῖσθαι τῶν τῆς παιδεύσεως τῆς ἡμετέρας ἢ τῶν τῆς κοινῆς φύσεως μετέχοντας.
Οὐρανὸν ὑπὲρ γῆς ἔχομεν εὖ κεκραμένον,
ἵν᾿ οὔτ᾿ ἄγαν πῦρ, οὔτε χεῖμα συμπίτνει.
1. καλοκἀγαθίαν ὅρκου πιστοτέραν ἔχε.
2. μὴ ψεύδου.
3. τὰ σπουδαῖα μελέτα.
4. φίλους μὴ ταχὺ κτῶ· οὓς δ᾿ ἂν κτήσῃ μὴ ἀποδοκίμαζε.
5. ἄρχε πρῶτον μαθὼν ἄρχεσθαι.
6. συμβούλευε μὴ τὰ ἥδιστα, ἀλλὰ τὰ ἄριστα.
7. νοῦν ἡγεμόνα ποιοῦ.
8. μὴ κακοῖς ὁμίλει.
9. θεοὺς τίμα,
10. γονέας αἰδοῦ.
Κακῶν γὰρ ὄντων μυρίων καθ᾿ Ἑλλάδα οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους·
οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ οὔτ᾿ ἂν δύναιντο· ... ἄνδρας χρὴ
σοφούς τε κἀγαθοὺς φύλλοις στέφεσθαι, χὥστις ἡγεῖται πόλει κάλλιστα
σώφρων καὶ δίκαιος ὢν ἀνήρ, ὅστις τε μύθοις ἔργ᾿ ἀπαλλάσσει κακὰ μάχας
τ᾿ ἀφαιρῶν καὶ στάσεις· τοιαῦτα γὰρ πόλει τε πάσῃ πᾶσί θ᾿ Ἕλλησιν καλά.
(Αὐτόλυκος Σατυρικός) Euripides Atheniensis - Tragicorum Graecorum fragmenta |
Ἀπὸ τὰ μύρια δεινὰ στὴν Ἑλλάδα δὲν ὑπάρχει τίποτα χειρότερο ἀπὸ
τὸ γένος τῶν ἀθλητῶν. Δὲν γνωρίζουν οὔτε μποροῦν νὰ ζοῦν σωστά ... Σοφοὺς
καὶ ἱκανοὺς ἀνθρώπους πρέπει νὰ τιμοῦμε μὲ στέφανον, ἡγέτες σώφρονες
καὶ δίκαιους, ἀνθρώπους ποὺ ὁ λόγος τους ἀποτρέπει διχόνοιες καὶ ἐξεγέρσεις.
Αὐτὰ μόνο ἔχουν ἀξία γιὰ τὴν πόλη καὶ ὅλους τοὺς Ἕλληνες... Εὐριπίδης - Ἀποσπάσματα |
ἤσθιεν ἁρπαλέως κρέα τ᾿ ἄσπετα καὶ μέθυ ἡδύ.
Ἀριστοτέλης δέ φησιν ὅτι οἱ μὲν ὑπ᾿ οἴνου μεθυσθέντες ἐπὶ πρόσωπον φέρονται, οἱ δὲ τὸν κρίθινον πεπωκότες ἐξυπτιάζονται τὴν κεφαλήν· ὁ μὲν γὰρ οἶνος καρηβαρικός, ὁ δὲ κρίθινος καρωτικός.
...
Χο. ὦ, ὦ, ὥρα δή, ὦ φίλαι γυναῖκες, εἴπερ μέλλομεν τὸ χρῆμα δρᾶν, ἐπὶ τὸ δεῖπνον ὑπανακινεῖν. Κρητικῶς οὖν τὼ πόδε καὶ σὺ κίνει.
Βλ. τοῦτο δρῶ.
Χο. καὶ τάσδε νῦν ... ...... λαγαρὰς τοῖν σκελίσκοιν τὸν ῥυθμόν. τάχα γὰρ ἔπεισι λοπαδοτεμαχοσελαχογαλεοκρανιολειψανοδριμυποτριμματοσιλφιολιπαρομελιτοκατακεχυμενοκιχλεπικοσσυφοφαττοπεριστεραλεκτρυονοπτοπιφαλλιδοκιγκλοπελειολαγῳοσιραιοβαφητραγανοπτερυγών. σὺ δὲ ταῦτ᾿ ἀκροασάμενος ταχὺ καὶ ταχέως λαβὲ τρύβλιον. εἶτα λαβὼν κόνισαι λέκιθον, ἵν᾿ ἐπιδειπνῇς. ἀλλὰ λαιμάττουσί που. αἴρεσθ᾿ ἄνω, ἰαί, εὐαί, δειπνήσομεν, εὐοῖ, εὐαί, εὐαί, ὡς ἐπὶ νίκῃ. εὐαί, εὐαί, εὐαί, εὐαί.
...