Φίλωνος Βυζαντίου περὶ τῶν ἑπτὰ θεαμάτων

Philo Paradox. Byzantius - De septem orbis spectaculis (~δ´ αἰ. μ.Χ.)

τῶν ἑπτὰ θεαμάτων ἕκαστον φήμῃ μὲν γινώσκεται πᾶσιν, ὄψει δὲ σπανίοις ὁρᾶται. δεῖ γὰρ εἰς Πέρσας ἀποδημῆσαι καὶ διαπλεῦσαι τὸν Εὐφράτην καὶ τὴν Αἴγυπτον ἐπελθεῖν καὶ τοῖς Ἠλείοις τῆς Ἑλλάδος ἐνεπιδημῆσαι καὶ τῆς Καρίας εἰς Ἁλικαρνασσὸν ἐλθεῖν καὶ Ῥόδῳ προσπλεῦσαι καὶ τῆς Ἰωνίας τὴν Ἔφεσον θεάσασθαι· πλανηθέντα δὲ τὸν κόσμον καὶ τῷ κόπῳ τῆς ἀποδημίας ἐκλυθέντα τότε πληρῶσαι τὴν ἐπιθυμίαν, ὅτε καὶ τοῖς ἔτεσι τοῦ ζῆν ὁ βίος παρῴχηκεν.

διὰ τοῦτο θαυμαστὸν παιδεία καὶ μεγαλόδωρον, ὅτι τῆς ὁδοιπορίας ἀπολύσασα τὸν ἄνθρωπον οἴκοι τὰ καλὰ δείκνυσιν, ὄμματα τῇ ψυχῇ προσδιδοῦσα. καὶ τὸ παράδοξον· ὁ μὲν γὰρ ἐπὶ τοὺς τόπους ἐλθὼν ἅπαξ ἶδεν καὶ παρελθὼν ἐπιλέλησται· τὸ γὰρ ἀκριβὲς τῶν ἔργων λανθάνει καὶ περὶ τὰ κατὰ μέρος φεύγουσιν αἱ μνῆμαι· ὁ δὲ λόγῳ τὸ θαυμαζόμενον ἱστορήσας καὶ τὰς ἐξεργασίας τῆς ἐνεργείας, ὅλον ἐγκατοπτρισάμενος τὸ τῆς τέχνης ἔργον ἀνεξαλείπτους φυλάσσει τοὺς ἐφ᾿ ἑκάστου τῶν εἰδώλων τύπους· τῇ ψυχῇ γὰρ ἑώρακεν τὰ παράδοξα.

ὃ δὲ λέγω φανήσεται πιστόν, ἐὰν τῶν ἑπτὰ θεαμάτων ἕκαστον ἐναργῶς ὁ λόγος ἐφοδεύσας πείσῃ τὸν ἀκροατὴν ἐπινεῦσαι τὴν τῆς θεωρίας κομισάμενον δόξαν. καὶ γὰρ δὴ μόνον ταῦτα τῇ κοινῇ τῶν ἐπαίνων προσηγορίᾳ καλεῖται βλεπόμενα μὲν ὁμοίως, θαυμαζόμενα δ᾿ ἀνομοίως. τὸ γὰρ καλὸν ἡλίῳ παραπλησίως οὐκ ἐᾷ τὰ λοιπὰ θεωρεῖν, ὅταν αὐτὸς διαλάμψῃ.

αʹ κῆπος κρεμαστός

ὁ καλούμενος κῆπος κρεμαστὸς ὑπέργειον ἔχων τὴν φυτείαν ἐν ἀέρι γεωργεῖται, τοῖς ῥιζώμασι τῶν δένδρων ὑπεράνωθεν ὠροφωκὼς τὴν ἄρουραν. λίθινοι μὲν γὰρ κίονες ὑφεστήκασιν καὶ κατάγειος πᾶς ὁ τόπος ἐστὶ διὰ στυλογλύφων.

φοίνικες ἰδίᾳ κεῖνται δοκοί, στενὴν παντάπασιν τὴν ἀνάμεσον ἀλλήλων χώραν ἀπολείπουσαι. τὸ δὲ ξύλον τοῦτο μόνον τῶν ἄλλων οὐ σήπεται, βρεχόμενον δὲ καὶ τοῖς βάρεσι θλιβόμενον ἄνω κυρτοῦται τρέφει τε τὰς διαφύσεις τῶν ῥιζῶν ἑαυτῷ προσλαμβανόμενον τοῖς ἰδίοις ἀραιώμασιν τὴν ἔξωθεν σύμφυσιν.

ἐπὶ τούτων πολλὴ καὶ βαθεῖα κατακέχυται γῆ καὶ τὸ λοιπὸν τὰ πλατύφυλλα καὶ μάλιστα κηπευόμενα τῶν δένδρων ἐπιπέφυκε ποικίλαι τε καὶ παντοῖαι φύσεις ἀνθέων καὶ πᾶν ἁπλῶς τὸ κατὰ πρόσωπον ἐπιτερπέστατον καὶ πρὸς ἀπόλαυσιν ἥδιστον. γεωργεῖται δ᾿ ὁ τόπος ὡς ἐπ᾿ ἀρούραις, καὶ τὰς ἐργασίας τῆς μοσχείας κομίζεται τῇ χέρσῳ παραπλησίως· τήν τε ἀρόσιμον ὑπὲρ κεφαλῆς εἶναι τῶν ἐπὶ τοῖς ὑποστύλοις περιπατούντων.

πατουμένης δὲ τῆς ἄνωθεν ἐπιφανείας, ὡς ἐπὶ τῶν βαθυγειοτάτων τόπων ἀκίνητος καὶ παρθένος ἡ πρὸς τοῖς ὀροφώμασιν μένει γῆ. αἱ δὲ τῶν ὑδάτων ἀγωγαὶ τὰς πηγὰς ἐξ ὑπερδεξίων ἔχουσαι τόπων τῇ μὲν εὐθύδρομον καὶ κατάντη ποιοῦνται τὴν ῥύσιν, τῇ δ᾿ ἀναθλιβόμεναι κοχλιοειδῶς ἀνατροχάζουσιν, ἀνάγκαις ὀργανικαῖς τὸν ἕλικα τῶν μηχανημάτων περιτροχάζουσαι· εἰς δὲ πυκνὰς καὶ μεγάλας ἐξαιρόμεναι κρήνας ὅλον ἐπάρδουσι τὸν κῆπον μεθύσκουσαι τῶν φυτῶν τὰς κατὰ βάθους ῥίζας καὶ νοτερὰν τηροῦσιν τὴν ἄρουραν, ὅθεν εἰκότως ἀειθαλής ἐστιν ἡ πόα καὶ τὰ πέταλα τῶν δένδρων ἁπαλοῖς τοῖς ἀκρεμόσιν ἐπιπεφυκότα δροσοπαγῆ καὶ διήνεμον ἔχει τὴν φύσιν.

ἄδιψος γὰρ ἡ ῥίζα τηρουμένη τὴν παρατροχάζουσαν τῶν ὑδάτων νοτίαν ἀναθηλάζει καὶ ῥεμβομένη καταγείοις ταῖς δι᾿ ἀλλήλων ἐμπλοκαῖς ὀχόν, καὶ βεβηκυῖαν ἀσφαλῶς τὴν φυὴν τῶν δένδρων συμφυλάσσει.

σπάταλον καὶ βασιλικὸν τὸ φιλοτέχνημα καὶ τὸ πλεῖστον βίαιον, τὸν πόνον τῆς γεωργίας ὑπὲρ κεφαλῆς κρεμάσαι τῶν θεωρούντων.

βʹ αἱ ἐν Μέμφει πυραμίδες

τὰς ἐν Μέμφει πυραμίδες κατασκευάσαι μὲν ἀδύνατον, ἱστορῆσαι δὲ παράδοξον. ὄρη γὰρ ὄρεσιν ἐπιδεδώμηται, καὶ τὰ μεγέθη τῶν τετραπέδων κύβων δυσεπινόητον ἔχει τὴν ἀναγωγήν, ἑκάστου διαπο- ροῦντος τίσι βίαις τὰ τηλικαῦτα βάρη τῶν ἔργων ἐμοχλεύθη.

τετραγώνου δὲ τῆς βάσεως ὑφεστώσης οἱ μὲν κατώρυγες λίθοι τὴν θεμελίωσιν ἔχουσιν ἰσομεγέθη τοῖς ὑπεργείοις ὕψεσι τοῦ κατασκευάσματος ἑκάστου, καὶ κατ᾿ ὀλίγον συνάγεται τὸ πᾶν ἔργον εἰς πυραμίδα καὶ γνώμονος σχῆμα.

καὶ τὸ μὲν ὕψος ἐστὶν πήχεων τριακοσίων, ἡ δὲ περίμετρος σταδίων ἕξ. σύναρμον δὲ καὶ κατεξεσμένον τὸ πᾶν ἔργον, ὥστε δοκεῖν ὅλου τοῦ κατασκευάσματος μίαν εἶναι πέτρας συμφυίαν. ποικίλαι δὲ καὶ πορφυραῖ λίθων φύσεις ἀλλήλαις ἐπιδεδώμηνται, καὶ τῇ μέν ἐστιν ἡ πέτρα λευκὴ καὶ μαρμαρῖτις, τῇ δὲ Αἰθιοπικὴ καὶ μέλαινα, καὶ μετὰ ταύτην ὁ καλούμενος αἱματίτης λίθος, εἶτα ποικίλος καὶ διάχλωρος ἀπὸ τῆς Ἀραβίας, ὥς φασι, κεκομισμένος.

ἐνίων δ᾿ ὑαλίζουσιν αἱ χρόαι κυαναυγῆ τὴν φύσιν ἔχουσαι, καὶ μετὰ τούτους ὡσεὶ μηλοβαφές ἐστιν, ἄλλων δὲ πορφυρίζει τὸ χρῶμα, καὶ τοῖς διὰ τῶν κογχυλίων θαλασσοβαφουμένοις ἐξομοιοῦνται. πρόσεστι δὲ τῷ μὲν καταπληκτικῷ τὸ τερπνόν, τῷ δὲ θαυμαστῷ τὸ φιλότεχνον, τῷ δὲ πλουσίῳ τὸ μεγαλεῖον.

καὶ τὸ μὲν τῆς ἀναβάσεως μέγεθος ὁδοιπορίας ἔχει κόπον, ἡ δ᾿ ἐπὶ τῆς κορυφῆς στάσις σκοτοῖ τὰς ὄψεις τῶν εἰς τὰ βάθη καταθεωρούντων. τῆς προσόψεως τῇ χάριτι τῶν χρωμάτων τὴν πολυτέλειαν τῆς χορηγίας βασιλικὸς πλοῦτος παρύφαγκεν. καυχάσθω τύχη πισ- τεύουσα ταῖς ἐξυπηρετουμέναις δαπαναῖς καὶ τῶν ἄστρων ἐφάψασθαι. ἢ γὰρ ἄνθρωποι διὰ τῶν τοιούτων ἔργων ἀναβαίνουσι πρὸς θεούς, ἢ θεοὶ καταβαίνουσι πρὸς ἀνθρώπους.

γʹ Ζεὺς Ὀλύμπιος

Διὸς Κρόνος μὲν ἐν οὐρανῷ, Φειδίας δ᾿ ἐν Ἤλιδι πατήρ ἐστιν· ὃν μὲν γὰρ ἀθάνατος φύσις ἐγέννησεν, ὃν δὲ Φειδίου χεῖρες μόναι δυνάμεναι θεοὺς τίκτειν. μακάριος ὁ καὶ θεασάμενος τὸν βασιλέα τοῦ κόσμου μόνος καὶ δεῖξαι δυνηθεὶς ἄλλοις τὸν κεραυνοῦχον.

εἰ δ᾿ αἰσχύνεται Ζεὺς Φειδίου καλεῖσθαι, τῆς μὲν εἰκόνος αὐτοῦ γέγονεν ἡ τέχνη μήτηρ. διὰ τοῦθ᾿ ἡ φύσις ἤνεγκεν ἐλέφαντας, ἵνα Φειδίας τεμὼν τοὺς τῶν θηρίων ὀδόντας χορηγήσῃ καὶ τὴν εἰς τὸ κατασκευαζόμενον ὕλην ἀγέλαις ἐλεφάντων ἡ Λιβύη δαψιλεύσεται.

τοιγαροῦν τὰ μὲν ἄλλα τῶν ἑπτὰ θεαμάτων θαυμάζομεν μόνον, τοῦτο δὲ καὶ προσκυνοῦμεν· ὡς μὲν γὰρ ἔργον τέχνης παράδοξον, ὡς δὲ μίμημα Διὸς ὅσιον.

ἔχει τοίνυν ὁ μὲν πόνος ἔπαινον, ἡ δ᾿ ἀθανασία τιμήν.

ὦ καιρὲ τῆς Ἑλλάδος, καὶ πλουτήσας εἰς θεῶν κόσμον ὁπόσον οὐδεὶς ὕστερον ἐπλούτησεν, καὶ τεχνίτην ἔχων δημιουργὸν ἀθανασίας ὁπηλίκον ὁ μεταγενέστερος βίος οὐκ ἐνήνοχεν, καὶ δεῖξαι δυνηθεὶς ἀνθρώποις θεῶν ὄψεις, ἃς ὁ μὲν παρὰ σοὶ θεασάμενος παρ᾿ ἄλλοις ἰδεῖν οὐκ ἂν δυνηθείη. καὶ γὰρ δὴ τὸν μὲν Ὄλυμπον πολὺν χρόνον Φειδίας νενίκηκεν, τοσοῦτον ὅσον ὑπονοίας μὲν ἐνάργεια, ἱστορίας δὲ γνῶσις, ὄψις δ᾿ ἀκοῆς ἐστιν βελτίων.

δʹ ὁ ἐν Ῥόδῳ κολοσσός

Ῥόδος ἐστὶ πελαγία νῆσος, ἣν τὸ παλαιὸν ἐν βυθῷ κρυπτομένην Ἥλιος ἀνέδειξεν αἰτησάμενος παρὰ θεῶν ἰδίαν γενέσθαι τὴν ἀναφανεῖσαν. ἐν ταύτῃ κολοσσὸς ἔστη πήχεων ἑβδομήκοντα διεσκευασμένος εἰς Ἥλιον· ἡ γὰρ εἰκὼν τοῦ θεοῦ συμβόλοις ἐγινώσκετο τοῖς ἐξ ἐκείνου. τοσοῦτον δ᾿ ὁ τεχνίτης ἐδαπάνησεν χαλκόν, ὅσος σπανίζειν ἤμελλεν τὰ μέταλλα· τὸ γὰρ χώνευμα τοῦ κατασκευάσματος ἐγένετο χαλκούργημα τοῦ κόσμου.

μήποτε δὲ διὰ τοῦτο ὁ Ζεὺς Ῥοδίοις θεσπέσιον κατέχευε πλοῦτον, ἵνα τοῦτον εἰς τὴν Ἡλίου δαπανήσωσι τιμήν, τὴν εἰκόνα τοῦ θεοῦ ταῖς ἐπιβολαῖς ἀπὸ γῆς εἰς τὸν οὐρανὸν ἀναβιβάζοντες; τοῦτον ὁ τεχνίτης ἔσωθεν μὲν σχεδίαις σιδηραῖς καὶ τετραπέδοις διησφαλίσατο λίθοις, ὧν οἱ διάπηγες μοχλοὶ κυκλώπιον ἐμφαίνουσι ῥαιστηροκοπίαν, καὶ τὸ κεκρυμμένον τοῦ πόνου τῶν βλεπομένων μεῖζόν ἐστιν· ἐπαπορεῖ γὰρ ὁ θαυμαστὴς τῶν θεωρούντων ποίαις πυράγραις ἢ πηλίκαις ὑποστάσεσιν ἀκμόνων ἢ ποταπαῖς ὑπηρετῶν ῥώμαις τὰ τηλικαῦτα βάρη τῶν ὀβελίσκων ἐχαλκεύθη.

ὑποθεὶς δὲ βάσιν ἐκ λευκῆς καὶ μαρμαρίτιδος πέτρας ἐπ᾿ αὐτῆς μέχρι τῶν ἀστραγάλων πρώτους ἤρεισε τοὺς πόδας τοῦ κολοσσοῦ, νοῶν τὴν συμμετρίαν ἐφ᾿ ὧν ἤμελλε θεὸς ἑβδομηκοντάπηχυς ἐγείρεσθαι· τὸ γὰρ ἴχνος τῆς βάσεως ἤδη τοὺς ἄλλους ἀνδριάντας ὑπερέκυπτεν. τοιγαροῦν οὐκ ἐνῆν ἐπιθεῖναι βαστάσαντα τὸ λοιπόν· ἐπιχωνεύειν δ᾿ ἔδει τὰ σφυρά, καὶ καθάπερ ἐπὶ τῶν οἰκοδομουμένων ἀναβῆναι τὸ πᾶν ἔργον ἐπ᾿ αὐτοῦ.

καὶ διὰ τοῦτο τοὺς μὲν ἄλλους ἀνδριάντας οἱ τεχνῖται πλάσσουσι πρῶτον, εἶτα κατὰ μέλη διελόντες χωνεύουσιν καὶ τέλος ὅλους συνθέντες ἔστησαν· οὗτος δὲ τῷ πρώτῳ χωνεύματι τὸ δεύτερον μέρος ἐπιπέπλασται, καὶ τούτῳ χαλκουργηθέντι τὸ τρίτον ἐπιδεδώμηται. καὶ τὸ μετὰ τοῦτο πάλιν τὴν αὐτὴν τῆς ἐργασίας ἔσχηκεν ἐπίνοιαν· οὐ γὰρ ἐνῆν τὰ μέλη τῶν μετάλλων κινῆσαι.

τῆς χωνείας δὲ γενομένης ἐπὶ τῶν προτετελεσμένων ἔργων αἵ τε διαιρέσεις τῶν μοχλῶν καὶ τὸ πῆγμα τῆς σχεδίας ἐτηρεῖτο καὶ τῶν ἐντιθεμένων πετρῶν ἠσφαλίζετο τὸ σήκωμα, ἵνα διὰ τῆς ἐργασίας τηρήσῃ τὴν ἐπίνοιαν ἀσάλευτον, ἀεὶ τοῖς οὔπω συντελεσθεῖσιν μέλεσι τοῦ κολοσσοῦ χοῦν γῆς ἄπλατον περιχέων, κρύπτων τὸ πεπονημένον ἤδη κατάγειον τὴν τῶν ἐχομένων ἐπίπεδον ἐποιεῖτο χωνείαν.

ἐκ δὲ τοῦ κατ᾿ ὀλίγον ἀναβὰς ἐπὶ τὸ τέρμα τῆς ἐλπίδος καὶ πεντακόσια μὲν χαλκοῦ τάλαντα δαπανήσας, τριακόσια δὲ σιδήρου τῷ θεῷ τὸν θεὸν ἴσον ἐποίησεν, μέγα τῇ τόλμῃ βαστάσας ἔργον· Ἥλιον γὰρ δεύτερον ἀντέθηκεν τῷ κόσμῳ.

εʹ τείχη Βαβυλῶνος

Σεμίραμις ἐς βασιλικὴν ἐπλούτησεν ἐπίνοιαν. τοιγαροῦν ἀπέθανεν θεάματος θησαυρὸν ἀπολείπουσα. Βαβυλῶνα γὰρ ἐτείχισεν τριακοσίων ἑξήκοντα σταδίων βαλλομένη θεμελίωσιν, ὥστε τὴν περίμετρον τῆς πόλεως ἡμεροδρόμου κόπον ἔχειν. ἔστι δ᾿ οὐκ ἐν τῷ μεγέθει μόνον τὸ θαυμαστόν, ἀλλὰ καὶ περὶ τὴν ἀσφάλειαν τῆς οἰκοδομίας καὶ περὶ τὰ πλάτη τῶν μέσων τόπων· ὀπτῇ γὰρ πλίνθῳ ἀσφάλτῳ δεδώμηται.

καὶ τὸ μὲν ὕψος ἐστὶ τοῦ τείχους πλέον ἢ πεντήκοντα πήχεων, τὰ δὲ πλάτη τῶν παραδρομίδων ἅρματα τέτρωρα τέσσαρα κατὰ τὸν αὐτὸν καιρὸν διιππεύει.

πολύστατοι δὲ καὶ συνεχεῖς οἱ πύργοι δέξασθαι τοῖς χωρήμασι δυνάμενοι στρατοπέδου πλῆθος. τοιγαροῦν ἡ πόλις ἐστὶν τῆς Περσίδος προτείχισμα καὶ λέληθεν ἐν αὐτῇ τὴν οἰκουμένην κατακεκλεικυῖα· τοσαῦται μυριάδες ἀνθρώπων τὸν ὅλον αὐτῆς κύκλον κατοικοῦσιν. τηλικαύτην δὲ δυσκόλως ἄλλῃ χώραν γεωργοῦσιν, τηλικαύτην Βαβυλὼν οἰκουμένην ἔχει, καὶ παρὰ μόνοις ἐκείνοις ἐντὸς τοῦ τείχους ἀποδημοῦσιν κατοικοῦντες.

Ϛʹ ὁ ἐν Ἐφέσῳ ναὸς τῆς Ἀρτέμιδος

ὁ τῆς Ἀρτέμιδος ναὸς ἐν Ἐφέσῳ μόνος ἐστὶν θεῶν οἶκος. πεισθήσεται γὰρ ὁ θεασάμενος τὸν τόπον ἐνηλλάχθαι καὶ τὸν οὐράνιον τῆς ἀθανασίας κόσμον ἐπὶ γῆς ἀπηρεῖσθαι. γίγαντες γὰρ ἢ τῶν Ἀλωέως παίδων, οἳ τὴν εἰς οὐρανὸν ἀνάβασιν εἰργάσαντο, προσετύγχανον ὄρεσι χωννύοντες τὸν οὐ ναὸν ἀλλ᾿ Ὄλυμπον· ὥστε τῆς μὲν ἐπιβολῆς τολμηρότερον εἶναι τὸν πόνον, τοῦ πόνου δὲ τὴν τέχνην.

τὸ γὰρ ἔδαφος τῆς ὑποκειμένης γῆς λύσας ὁ τεχνίτης καὶ τὰ βάθη τῶν ὀρυγμάτων καταβιβάσας εἰς ἄπειρον ἐβάλετο τὴν κατώρυγα θεμελίωσιν, ὀρῶν λατομίας δαπανήσας εἰς τὰ κατὰ γῆν καλυπτόμενα τῶν ἔργων· ἐρείσας δὲ τὴν ἀσφάλειαν ἀσάλευτον καὶ προϋποθεὶς τὸν ἄτλαντα τοῖς βάρεσι τῶν μελλόντων ἐπαπερείδεσθαι πρῶτον μὲν ἔξωθεν ἐβάλετο κρηπῖδα δεκάβαθμον διεγείρων πρὸς βάσιν μετεωροφανὲς καὶ περὶ ...

...

ζʹ Μαυσωλεῖον Ἀλικαρνασσοῦ; Φάρος Ἀλεξανδρείας;

...