ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ

ἔχων ἡμέρας τριάκοντα
Ἡ ἡμέρα ἔχει ὥρας 12 καὶ ἡ νὺξ ὥρας 12

1. † ΚΥΡΙΑΚΗ Ι´ ΜΑΤΘΑΙΟΥ. † Ἀρχὴ τῆς Ἰνδίκτου, ἤ τοι τοῦ νέου ἐκκλησιαστικοῦ ἔτους· Ἰησοῦ τοῦ Ναυή (1440 π.Χ.), Ἀμμοὺν διακόνου καὶ τῶν σὺν αὐτῷ 40 γυναικῶν παρθένων καὶ ἀσκητριῶν μαρτύρων· Καλλίστης, Εὐόδου καὶ Ἑρμογένους τῶν αὐταδέλφων μαρτύρων· Συμεὼν στυλίτου (†459). Μελετίου ὁσίου.(Τυπικὸν 1ης Σεπτεμβρίου, §§4-6). Ἦχος α´, ἑωθινὸν ι´.

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Θεοτόκε ἀειπάρθενε»· κοντάκιον «Τὴν θεοδόχον γαστέρα σου».

Σημείωσις. Ἡ ἀκολουθία τοῦ Μηναίου παρουσιάζει ἐλλείψεις τινάς, ὡς ἐκ τούτου δὲ καὶ αἱ διατάξεις τοῦ Τυπικοῦ εἶναι ἐνίοτε ἀσαφεῖς. Ὅθεν συμπληροῦμεν ὅπου δεῖ τὴν τάξιν τῆς ἡμέρας.

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 4, τῆς Ἰνδίκτου προσόμοια 3 «Τῆς αὐτολέκτου καὶ θείας» κ.λπ. καὶ τοῦ ὁσίου προσόμοια ἕτερα 3 «Ὅσιε πάτερ, καλὴν ἐφεῦρες κλίμακα» κ.λπ., Δόξα, τῆς ἑορτῆς «Ὁ Πνεύματι ἁγίῳ συνημμένος», Καὶ νῦν, «Τὴν παγκόσμιον δόξαν».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα τοῦ Μηναίου.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, τὸ μὴ ψαλὲν εἰς τὰ ἑσπέρια δοξαστικὸν τοῦ ὁσίου «Θεία χάρις ἀπῃώρητο», Καὶ νῦν, τὸ τῶν ἀποστίχων τῆς Ἰνδίκτου «Σύ, βασιλεῦ, ὁ ὢν καὶ διαμένων».

ΑΠΟΛΥΤΙΚΙΑ τὸ ἀναστάσιμον «Τοῦ λίθου σφραγισθέντος», τῆς ἑορτῆς «Ὁ πάσης δημιουργός», Δόξα, τοῦ ὁσίου «Ὑπομονῆς στῦλος γέγονας», Καὶ νῦν, τῆς Θεοτόκου «Χαῖρε, κεχαριτωμένη».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου «Μίαν τρισυπόστατον ἀρχήν», [ἐκ τοῦ Μηναίου τὰ 4 ἰδιόμελα τῶν ἀποστίχων τοῦ ἑσπερινοῦ «Ἐπέστη ἡ εἴσοδος» κ.λπ, εἶτα τὰ 3 πρῶτα ἰδιόμελα τῶν αἴνων τῆς Ἰνδίκτου «Προαιώνιε Λόγε τοῦ Πατρός», Δόξα, «Ἡ βασιλεία σου, Χριστέ», Καὶ νῦν, «Αἱ πορεῖαί σου, ὁ Θεός»], τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ τὸ ἀπολυτίκιον τῆς ἑορτῆς «Ὁ πάσης δημιουργός».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια ὡς προεγράφησαν. [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα τῆς α´ στιχολογίας, ἀλλ᾿ ἀντὶ θεοτοκίου τὸ τῆς Ἰνδίκτου «Ὁ καιροὺς καρποφόρους»· εἶτα τὰ ἀναστάσιμα τῆς β´ στιχολογίας, ἀλλ᾿ ἀντὶ θεοτοκίου τὸ τῆς Ἰνδίκτου «Ὁ ἀρρήτῳ σύμπαντα» (κείμενον μετὰ τὴν Ϛ´ ᾠδήν). Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (ι´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος, ὁ τῆς Ἰνδίκτου καὶ ὁ τοῦ ὁσίου· ἀπὸ γ´ ᾠδῆς τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου, εἶτα τὸ μεσῴδιον κάθισμα τοῦ ὁσίου «Ὑπερζέσας τῇ πίστει», Δόξα, Καὶ νῦν, εὐθὺς τὸ κάθισμα τῆς Ἰνδίκτου «Ὡς δεσπότῃ τοῦ παντός». Μετὰ τὴν Ϛ´ ᾠδὴν τὰ ἑξῆς·

Κοντάκιον τῆς Ἰνδίκτου, ἦχος δ´, «Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ»

Ὁ τῶν αἰώνων ποιητὴς καὶ δεσπότης, Θεὲ τῶν ὅλων ὑπερούσιε ὄντως, τὴν ἐνιαύσιον εὐλόγησον περίοδον, σῴζων τῷ ἐλέει σου τῷ ἀπείρῳ οἰκτίρμον, πάντας τοὺς λατρεύοντας σοὶ τῷ μόνῳ δεσπότῃ, καὶ ἐκβοῶντας φόβῳ, λυτρωτά· εὔφορον πᾶσι τὸ ἔτος χορήγησον.

Ὁ οἶκος

Ἀρρήτῳ πάντα ὡς Θεῷ ποιήσαντι σοφίᾳ, ἰσχύϊ τε παντουργικῇ διασῴζοντι πάντα, τὸν ὕμνον δέει ἐκ ψυχῆς προσάγομεν, ἐντρόμως δυσωποῦντες, παρασχεῖν εὐφορίαν τῇ γῇ, ἐν τῇ σήμερον ἐτησίῳ ἀπαρχῇ, παντὸς ῥυσθῆναι δυσχεροῦς, ὁρατῶν καὶ ἀοράτων δυσμενῶν, ἐν ταῖς αἰσίαις κράζοντες περιόδοις· Κύριε, εὔφορον πᾶσι τὸ ἔτος χορήγησον. Εἶτα τὸ συναξάριον τῆς ἡμέρας, κ.τ.λ. ὡς συνήθως.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμιωτέραν», «Μυστικὸς εἶ, Θεοτόκε».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ ι´ ἀναστάσιμον «Τιβεριάδος θάλασσα», τοῦ ὁσίου «Φωστῆρος δίκην ὅσιε» καὶ τῆς Ἰνδίκτου «Δημιουργὸς καὶ πρύτανις».

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 4 καὶ τῆς Ἰνδίκτου τὰ ἐν τῷ ἑσπερινῷ 3 προσόμοια «Τῆς αὐτολέκτου καὶ θείας» κ.λπ. εἰς 4, εἰς στίχους τὰ δύο τελευταῖα α) «Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιὼν καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἰερουσαλήμ», β) «Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, καὶ τὰ παιδία σου πλησθήσονται πιότητος», Δόξα, τῆς ἑορτῆς «Ὁ ἀρρήτῳ σοφίᾳ», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ καὶ οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς 4 καὶ 4 ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ κανόνος τῆς Ἰνδίκτου].

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστάς».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Τοῦ λίθου σφραγισθέντος», «Ὁ πάσης δημιουργός», «Χαῖρε, κεχαριτωμένη», «Ὑπομονῆς στῦλος γέγονας» καὶ τοῦ ναοῦ, ἐπισφραγιστικὸν κοντάκιον τὸ τῆς Ἰνδίκτου «Ὁ τῶν αἰώνων ποιητής» (βλέπε ἀνωτέρω εἰς τὸν ὄρθρον).

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: τῆς Ἰνδίκτου, 1 Σεπτ., «Παρακαλῶ πρῶτον πάντων» (Α´ Τιμ. β´ 1-7)· Εὐαγγέλιον: ὁμοίως, Πέμ. α´ ἑβδ. Λουκᾶ, «Ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Ναζαρέτ» (Λκ. δ´ 16-22).

Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».

ΚΟΙΝΩΝΙΚΟΝ τῆς ἑορτῆς «Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε· ἀλληλούια»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

2. Δευτέρα. Μάμαντος μάρτυρος (γ´ αἰ.), Ἰωάννου Κωνσταντινουπόλεως τοῦ νηστευτοῦ (†595).

Διὰ τὰς ἐν καθημερινῇ ἀκολουθίας μετὰ Παρακλητικῆς βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις (§§1-32). Ἀπόστολος: ἡμέρας, Δευτ. ια´ ἑβδ. ἐπιστ. (Β´ Κορ. β´ 3-15)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. ια´ ἑβδ. Ματθ. (Μτθ. κγ´ 13-22).

3. Τρίτη. Ἀνθίμου ἱερομάρτυρος (†302), Θεοκτίστου ὁσίου (†467). Χαρίτωνος μάρτυρος, Φοίβης διακόνου (α´ αἰ.)· Πολυδώρου νεομάρτυρος (†1794)· ἀνακομιδὴ τοῦ ἱ. λειψάνου τοῦ ἁγίου Νεκταρίου Πενταπόλεως (†1920).

Ἀπόστολος: ἡμέρας, Τρ. ια´ ἑβδ. ἐπιστ. (Β´ Κορ. β´ 14-γ´ 3)· Εὐαγγέλιον: ἡμέρας, Τρ. ια´ ἑβδ. Ματθ.(Μτθ. κγ´ 23-28).

4. Τετάρτη. Βαβύλα ἱερομάρτυρος (†251), Μωυσέως προφήτου (1460 π.Χ.). Ἑρμιόνης (†117) θυγατρὸς τοῦ ἀποστ. Φιλίππου· Ἰερουσαλὴμ καὶ τῶν υἱῶν αὐτῆς τῶν ἐν Βεροίᾳ μαρτύρων· Ἀνθίμου ὁσίου τοῦ ἐν Κεφαλληνίᾳ (†1781).

Ἀπόστολος: ἡμέρας, Τετ. ια´ ἑβδ. ἐπιστ. (Β´ Κορ. γ´ 4-11)· Εὐαγγέλιον: ἡμέρας, Τετ. ια´ ἑβδ. Ματθ.(Μτθ. κγ´ 29-39).

5. Πέμπτη. Ζαχαρίου τοῦ προφήτου, πατρὸς Ἰωάννου τοῦ Προδρόμου.

Ἀπόστολος: ἡμέρας, Πέμ. ια´ ἑβδ. ἐπιστ. (Β´ Κορ. δ´ 1-12)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. ια´ ἑβδ. Ματθ.(Μτθ. κδ´ 13-28).

6. Παρασκευή. Ἀνάμνησις τοῦ ἐν Χώναις θαύματος τοῦ ἀρχαγγέλου Μιχαήλ. Καλοδότης μάρτυρος.

Ἡ ἀκολουθία, ἑορτάσιμος οὖσα, ψάλλεται δίχα Παρακλητικῆς, κατὰ τὴν ἐν τῷ Μηναίῳ διάταξιν. Εἰς τὸν ἑσπερινὸν γίνεται εἴσοδος. Εἰς τὸν ὄρθρον ὁ κανὼν τῆς Θεοτόκου (τῆς μικρᾶς Παρακλήσεως) μετὰ τῶν εἱρμῶν καὶ οἱ δύο τοῦ Μηναίου. Καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας». Εἰς τὴν

λειτουργίαν κοντάκιον «Ἰωακεὶμ καὶ Ἄννα». Ἀπόστολος: τοῦ ἀρχαγγέλου, 8 Νοεμ., «Εἰ ὁ δι᾿ ἀγγέλων λαληθεὶς λόγος» (Ἑβρ. β´ 2-10)· Εὐαγγέλιον: ὁμοίως, «Ὁ ἀκούων ὑμῶν» (Λκ. ι´ 16-21)· «Ἄξιον ἐστί». Κοινωνικὸν «Ὁ ποιῶν τοὺς ἀγγέλους».

7. Σάββατον πρὸ τῆς Ὑψώσεως. Προεόρτια τῆς γεννήσεως τῆς ὑπεραγίας Θεοτόκου. Σῴζοντος μάρτυρος (†304).

Ἡ ἀκολουθία ὡς ἐν τῷ Μηναίῳ (βλέπε καὶ ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις, §§52-63)· κοντάκιον προεόρτιον «Ἡ παρθένος σήμερον καὶ Θεοτόκος Μαρία»· Ἀπόστολος: –μετὰ τοῦ ἐν τῷ μηνολογίῳ προκειμένου– Σαβ. πρὸ τῆς Ὑψώσεως, Σαβ. ιγ´ ἑβδ. ἐπιστ., «Σοφίαν λαλοῦμεν ἐν τοῖς τελείοις» (Α´ Κορ. β´ 6-9)· Εὐαγγέλιον: ὁμοίως, Σαβ. ζ´ ἑβδ. Ματθ., «Ὁ φιλῶν πατέρα» (Μτθ. ι´ 37-ια´ 1)· κοινωνικὸν «Ἀγαλλιᾶσθε, δίκαιοι»· «Εἴδομεν τὸ φῶς».

8. † ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ. † ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ (τυπικὸν 8ης Σεπτεμβρ., §§7-9). Ἦχος β´· ἑωθινὸν ια´.

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Ἐκ τῆς ῥίζης Ἰεσσαί»· κοντάκιον «Ἡ παρθένος σήμερον καὶ Θεοτόκος».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 4 καὶ τῆς ἑορτῆς ἰδιόμελα 6, Δόξα, Καὶ νῦν, τῆς ἑορτῆς «Σήμερον ὁ τοῖς νοεροῖς θρόνοις».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, τῆς ἑορτῆς «Δεῦτε ἅπαντες πιστοί».

ΑΠΟΛΥΤΙΚΙΑ «Ὅτε κατῆλθες», Δόξα, «Ἡ γέννησίς σου, Θεοτόκε», Καὶ νῦν, τὸ αὐτό.

ΑΠΟΛΥΣΙΣ «Ὁ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου αὐτοῦ μητρός, ἧς τὸ γενέθλιον ἑορτάζομεν...»

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου «Τὴν τριττὴν καὶ μίαν ἀρχικήν», τὰ ἰδιόμελα τῆς λιτῆς τῆς ἑορτῆς ὡς ἐν τῷ Μηναίῳ, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Ἡ γέννησίς σου, Θεοτόκε».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια ὡς προεγράφησαν. [Τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος «Ἐξηρεύξατο ἡ καρδία μου».]

ΚΑΘΙΣΜΑΤΑ εἰς τὴν α´ στιχολογίαν ἀναστάσιμα δύο, Καὶ νῦν, τῆς ἑορτῆς «Ἀναβόησον Δαυίδ»· εἰς τὴν β´ στιχολογίαν ὡσαύτως ἀναστάσιμα δύο, Καὶ νῦν, τῆς ἑορτῆς «Ἐκ τῆς ῥίζης Ἰεσσαί»· εἶτα τὸ διὰ τὸν πολυέλεον κάθισμα τῆς ἑορτῆς «Ἀγαλλιάσθω οὐρανὸς» Δόξα, Καὶ νῦν, τὸ αὐτό. Τῶν εὐλογηταρίων καταλιμπανομένων, εὐθὺς ἡ μικρὰ συναπτὴ καὶ ἡ ἐκφώνησις «Ὅτι ηὐλόγηταί σου». Ἡ ὑπακοὴ καὶ οἱ ἀναβαθμοὶ τοῦ ἤχου. Τὸ προκείμενον τῆς ἑορτῆς «Μνησθήσομαι τοῦ ὀνόματός σου», καὶ τὸ «Πᾶσα πνοή».

ΕΥΑΓΓΕΛΙΟΝ ὄρθρου τὸ τῆς ἑορτῆς (ἐκ τῶν βημοθύρων), 8 Σεπτ., «Ἀναστᾶσα Μαριάμ» (Λκ. α´ 39-49, 56)· εὐθὺς δὲ «Ἀνάστασιν Χριστοῦ θεασάμενοι» καὶ ὁ ν´ ψαλμὸς χῦμα, Δόξα, «Ταῖς τῆς Θεοτόκου», Καὶ νῦν, τὸ αὐτό, ὁ στίχος «Ἐλέησόν με, ὁ Θεὸς» καὶ τὸ ἰδιόμελον «Ἡ παγκόσμιος χαρά».

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν, καὶ οἱ δύο τῆς ἑορτῆς (ἄνευ εἱρμῶν) μετὰ στίχου «Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς»· ἀπὸ γ´ ᾠδῆς τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ μεσῴδιον κάθισμα τῆς ἑορτῆς· ἀφ᾿ Ϛ´ τὸ κοντάκιον μετὰ τοῦ οἴκου τῆς ἑορτῆς καὶ τὸ συναξάριον.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· (ἀντὶ τοῦ Τὴν τιμιωτέραν) ἡ θ´ ᾠδὴ ἀμφοτέρων τῶν κανόνων τῆς ἑορτῆς μετὰ στίχου «Ὑπεραγία Θεοτόκε» καὶ ἐν τέλει ὁ εἱρμὸς «Μυστικὸς εἶ, Θεοτόκε, παράδεισος».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ ια´ ἀναστάσιμον «Μετὰ τὴν θείαν ἔγερσιν» καὶ τὰ δύο τῆς ἑορτῆς.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 4 καὶ τῆς ἑορτῆς προσόμοια 3 εἰς 4, εἰς στίχους τὰ δύο τελευταῖα α) «Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου» καὶ β) «Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ», Δόξα, τῆς ἑορτῆς «Αὕτη ἡμέρα Κυρίου», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».

Εἰς τὴν λειτουργίαν, τὰ ἑξῆς ἀντίφωνα:

Ἀντίφωνον α´.

Μνήσθητι, Κύριε, τοῦ Δαυὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, σῶτερ, σῶσον ἡμᾶς.

Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾶ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ἀντίφωνον β´.

Ὤμοσε Κύριος τῷ Δαυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, ἀλληλούια.

Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ὁ ἀναστὰς ἐκ νεκρῶν...

Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ὁ ἀναστὰς ἐκ νεκρῶν...

Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ὁ ἀναστὰς ἐκ νεκρῶν...

Δόξα. Καὶ νῦν. «Ὁ μονογενὴς Υἱός».

Ἀντίφωνον γ´.

Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. «Ἡ γέννησίς σου, Θεοτόκε...»

Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. «Ἡ γέννησίς σου, Θεοτόκε...»

Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. «Ἡ γέννησίς σου, Θεοτόκε...»

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστάς».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια μόνον τὸ «Ὅτε κατῆλθες» καὶ τὸ «Ἡ γέννησίς σου, Θεοτόκε», κοντάκιον «Ἰωακεὶμ καὶ Ἄννα».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: –μετὰ τοῦ ἐν τῷ μηνολογίῳ προκειμένου– Κυρ. πρὸ τῆς ὑψώσεως, Κυρ. κβ´ ἐπιστ., «Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα» (Γαλ. Ϛ´ 11-18)· Εὐαγγέλιον: ὁμοίως, «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν» (Ἰω. γ´ 13-17).

Εἰς τὸ Ἐξαιρέτως «Ἀλλότριον τῶν μητέρων».

ΚΟΙΝΩΝΙΚΟΝ «Ποτήριον σωτηρίου»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

ΑΠΟΛΥΣΙΣ ὡς ἐν τῷ ἑσπερινῷ.

9. Δευτέρα. Ἰωακεὶμ καὶ Ἄννης τῶν θεοπατόρων, Σεβηριανοῦ μάρτυρος. Μνήμη τῆς ἐν Ἐφέσῳ Γ´ Οἰκουμενικῆς συνόδου (431).

Εἰς πάσας τὰς προεορτίους καὶ μεθεόρτους καθημερινὰς (δηλονότι ἐκτὸς Κυριακῆς) ἄχρι τῆς 21ης τοῦ μηνὸς ἡ ἀκολουθία ψάλλεται μόνον ἐκ τοῦ Μηναίου ἄνευ Παρακλητικῆς (ὅρα ἔμπροσθεν γεν. τυπικὰς διατάξεις §§52-63).

Ἀπόστολος: τῶν ἁγίων, Σεπτ. 23 (Γαλ. δ´ 22-27)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. ιβ´ ἑβδ. Ματθ. (Μρ. α´ 9-15).

10. Τρίτη. Μηνοδώρας, Μητροδώρας, Νυμφοδώρας τῶν μαρτύρων (†305-311).

Ἀπόστολος: ἡμέρας, Τρ. ιβ´ ἑβδ. ἐπιστ. (Β´ Κορ. ε´ 15-21)· Εὐαγγέλιον: προεόρτιον, Τρ. β´ ἑβδ. Ἰωάν. (Ἰω. γ´ 16-21).

11. Τετάρτη. Θεοδώρας ὁσίας (†491). Εὐφροσύνου (θ´ αἰ.) τοῦ μαγείρου, Εὐανθίας μάρτυρος. Ἁγίας Θεοδώρας τῆς ἐν Βάστᾳ Ἀρκαδίας.

Ἀπόστολος: ἡμέρας, Τετ. ιβ´ ἑβδ. ἐπιστ. (Β´ Κορ. Ϛ´ 11-16)· Εὐαγγέλιον: προεόρτιον, Τρ. Ϛ´ ἑβδ. Ἰωάν. (Ἰω. ιβ´ 19-36).

12. Πέμπτη. Ἀπόδοσις τοῦ γενεσίου τῆς Θεοτόκου. Αὐτονόμου (†313) καὶ Κουρνούτου (γ´ αἰ.) ἱερομαρτύρων· Θεοδώρου ἐπισκόπου Ἀλεξανδρείας.

Ἡ ἀκολουθία ψάλλεται ὡς ἔστι διατεταγμένη εἰς τὸ Μηναῖον τὴν α´ ἡμέραν τῆς ἑορτῆς, μετὰ τῶν ἑξῆς διαφορῶν. Εἰς τὸν ἑσπερινὸν καταλιμπάνονται τὸ «Μακάριος ἀνήρ», τὰ ἀναγνώσματα καὶ τὰ διὰ τὴν λιτὴν στιχηρά. Εἰς τὸν ὄρθρον καταλιμπάνονται ὁ πολυέλεος μετὰ τοῦ καθίσματος αὐτοῦ καὶ τὸ Εὐαγγέλιον μετὰ τῆς τάξεως αὐτοῦ· ὅθεν μετὰ τὰ δύο καθίσματα, ὁ ν´ ψαλμὸς καὶ εὐθὺς οἱ κανόνες· ἀπὸ γ´ ᾠδῆς τῶν κανόνων, ἀντὶ τῆς ὑπακοῆς, τὸ μεσῴδιον κάθισμα «Ἡ παρθένος Μαριάμ»· ἀφ᾿ Ϛ´ τὸ κοντάκιον μετὰ τοῦ οἴκου τῆς ἑορτῆς καὶ τὸ συναξάριον τῆς 12ης Σεπτεμβρίου.

Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα καὶ εἰσοδικόν, ὡς ἐσημειώθησαν εἰς τὴν 8ην Σεπτεμβρίου, ἀλλὰ εἰς τὸ β´ ἀντίφωνον καὶ εἰς τὸ εἰσοδικὸν μετ᾿ ἐφυμνίου «Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός». Μετὰ τὴν εἴσοδον μόνον τὸ ἀπολυτίκιον «Ἡ γέννησίς σου, Θεοτόκε» καὶ τὸ κοντάκιον «Ἰωακεὶμ καὶ Ἄννα». Ἀπόστολος: ἡμέρας, Πέμ. ιβ´ ἑβδ. ἐπιστ. (Β´ Κορ. ζ´ 1-10)· Εὐαγγέλιον: προεόρτιον, Δευτ. Ϛ´ ἑβδ. Ἰωάν. (Ἰω. ια´ 47-54). Εἰς τὸ Ἐξαιρέτως «Ἀλλότριον τῶν μητέρων». Κοινωνικὸν «Ποτήριον σωτηρίου»· «Εἴδομεν τὸ φῶς».

13. Παρασκευή. Τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ἀναστάσεως (335) καὶ προεόρτιος τῆς ὑψώσεως τοῦ τιμίου Σταυροῦ. Κορνηλίου ἑκατοντάρχου (α´ αἰ.). Ἱεροθέου ὁσίου τοῦ ἐκ Καλαμάτας (†1745).

Ἡ ἀκολουθία ψάλλεται δίχα Παρακλητικῆς κατὰ τὴν διάταξιν τοῦ Μηναίου. Εἰς τὸν ἑσπερινὸν εἴσοδος μετὰ θυμιατοῦ. Εἰς τὸν ὄρθρον καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας». Εἰς τὴν λειτουργίαν κοντάκιον «Οὐρανὸς πολύφωτος». Ἀπόστολος: τῶν ἐγκαινίων, Σεπτ. 13, «Ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι» (Ἑβρ. γ´ 1-4)· Εὐαγγέλιον: ὁμοίως, Ἰουν. 29, «Ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας» (Μτθ. ιϚ´ 13-19). «Ἄξιον ἐστί». Κοινωνικὸν «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου· ἀλληλούια»· «Εἴδομεν τὸ φῶς».

14. Σάββατον. † Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ´ Οἰκουμενικῆς συνόδου τῆς ἐν Τρούλλῳ (680).

Εἰς τὴν θ´. Ἀπολυτίκια «Τὸν ζωοποιὸν σταυρόν», Δόξα, «Ὡς τοῦ ἄνω στερεώματος»· κοντάκιον «Οὐρανὸς πολύφωτος».

Ἡ ἑορτάσιμος ἀκολουθία τοῦ Σταυροῦ ψάλλεται ἅπασα ὡς ἀκριβῶς ἔχει εἰς τὸ Μηναῖον.

Εἰς τὸν ἑσπερινὸν τὰ στιχηρὰ τῆς ἑορτῆς κ.λπ. ὡς ἐν τῷ Μηναίῳ· τὰ διὰ τὴν λιτὴν στιχηρὰ εἰς τὸ μεσονυκτικόν. Οἱ στίχοι τῶν ἀποστίχων πλήρεις ἔχουν ὡς ἑξῆς· «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιος ἐστὶ» καὶ «Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς». Τὸ ἀπολυτίκιον «Σῶσον, Κύριε, τὸν λαόν σου» ἐκ τρίτου εἴς τε τὸν ἑσπερινὸν καὶ τὸ «Θεὸς Κύριος». Ἀπόλυσις «Ὁ ἀναστὰς ἐκ νεκρῶν... δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, οὗ τὴν ὕψωσιν ἑορτάζομεν, προστασίαις τῶν τιμίων...»

Εἰς τὸν ὄρθρον ἅπαντα ὡς ἐν τῷ Μηναίῳ. Καταβασίαι «Σταυρὸν χαράξας»· ἡ θ´ ᾠδὴ τῶν δύο κανόνων ἄνευ στίχου, εἰ μὴ μόνον Δόξα, Καὶ νῦν εἰς τὰ δύο τελευταῖα τροπάρια, καὶ ἐν τέλει πάλιν οἱ δύο εἱρμοὶ «Μυστικὸς εἶ, Θεοτόκε», «Ὁ διὰ βρώσεως τοῦ ξύλου». Μετὰ τὴν μεγάλην δοξολογίαν [εἰς ἦχον δ´ (ἅγια)] ἐπακολουθεῖ

Ἡ τελετὴ τῆς ὑψώσεως τοῦ τιμίου Σταυροῦ

ΠΕΡΙΦΟΡΑ. Εἰς τὸ τέλος τῆς δοξολογίας οἱ μὲν χοροί, ἀφοῦ μεταβοῦν εἰς τὴν βορείαν πύλην τοῦ ἱεροῦ, ἄρχονται τοῦ ᾀσματικοῦ «Ἅγιος ὁ Θεός», ὁ δὲ πρὸ τῆς ἁγίας Τραπέζης ἱστάμενος ἱερεύς, ἀφοῦ θυμιάσῃ τὸν ἐπ᾿ αὐτῆς ἐν ηὐτρεπισμένῳ δίσκῳ μετὰ κλάδων βασιλικοῦ καὶ τριῶν ἀνημμένων κηρίων κείμενον τίμιον Σταυρόν, αἴρει τὸν δίσκον, θέτει αὐτὸν ἐπὶ τῆς κεφαλῆς καί, στραφεὶς περὶ τὴν ἁγίαν Τράπεζαν ἐκ δεξιῶν πρὸς τὰ ἀριστερά, ἐξέρχεται διὰ τῆς βορείας πύλης τοῦ ἱεροῦ, προπορευομένων αὐτοῦ κατὰ τάξιν τῶν λαμπαδούχων, τῶν φερόντων τὰ ἑξαπτέρυγα, τῶν χορῶν ψαλλόντων τὸ ᾀσματικὸν «Ἅγιος ὁ Θεὸς» μέχρι τέλους τῆς περιφορᾶς καὶ τῶν μετὰ θυμιατῶν θυμιώντων τὸν τίμιον Σταυρόν.

Α´ ΥΨΩΣΙΣ. Ὁ ἱερεὺς φέρει τὸν Σταυρὸν εἰς τὸ μέσον τοῦ ναοῦ –συνήθως εἰς τὸν σολέα–, ἔνθα περιελθὼν κύκλῳ τρὶς ηὐτρεπισμένον τετραπόδιον, ἵσταται πρὸ αὐτοῦ βλέπων πρὸς ἀνατολὰς καὶ ὑψῶν ἀπὸ τῆς κεφαλῆς τὸν δίσκον, ἐκφωνεῖ «Σοφία· ὀρθοί», ἀποθέμενος δ᾿ αὐτὸν ἐπὶ τοῦ τετραποδίου, θυμιᾷ κύκλῳ αὐτοῦ σταυροειδῶς, ψάλλων «Σῶσον, Κύριε, τὸν λαόν σου», ὃ ἐπαναλαμβάνει ἕκαστος τῶν χορῶν ἀνὰ μίαν.

Α´ ΠΡΟΣΚΥΝΗΣΙΣ. Ἀκολούθως ὁ ἱερεὺς ἀφοῦ ποιήσῃ μετανοίας τρεῖς, λαμβάνει ἀνὰ χεῖρας μετὰ κλάδων βασιλικοῦ τὸν τίμιον Σταυρὸν καὶ βλέπων πρὸς ἀνατολὰς ὑψοῖ αὐτὸν λέγων «Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον»· οἱ χοροὶ τὸ «Κύριε, ἐλέησον» ἑκατόν, ἐνῷ ὁ ἱερεὺς σφραγίσας τρὶς μετὰ τοῦ τιμίου Σταυροῦ κλίνει τὴν κεφαλὴν ἠρέμα, κύπτει ὅσον σπιθαμὴν ἀπέχεσθαι ἀπὸ τῆς γῆς καὶ κατὰ μικρόν, ἄχρι πληρώσεως τῆς α´ ἑκατοντάδος, ἀνίσταται.

Β´ ΠΡΟΣΚΥΝΗΣΙΣ. Εἶτα, ἀφοῦ στραφῇ ἐπὶ τὰ δεξιά, ἵσταται βλέπων πρὸς βορρᾶν καὶ ὑψοῖ τὸν τίμιον Σταυρὸν λέγων «Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ ἐν τῷ κράτει ἡμῶν, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτὸ ἐν πᾶσιν»· οἱ χοροὶ τὸ «Κύριε, ἐλέησον» ἑκατόν, ἐνῷ ὁ ἱερεὺς σφραγίσας καὶ πάλιν τρὶς μετὰ τοῦ τιμίου Σταυροῦ, κλίνει τὴν κεφαλὴν κ.λπ., καὶ κατὰ μικρὸν ἀνίσταται ἄχρι πληρώσεως τῆς β´ ἑκατοντάδος.

Γ´ ΠΡΟΣΚΥΝΗΣΙΣ. Εἶτα, στραφεὶς ἐπὶ δεξιά, ἵσταται βλέπων πρὸς δυσμὰς καὶ ὑψοῖ τὸν τίμιον Σταυρόν, ἐκφωνῶν «Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου... καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος»· οἱ χοροὶ τὴν γ´ ἑκατοντάδα, κ.τ.λ. ὡς προεγράφησαν.

Δ´ ΠΡΟΣΚΥΝΗΣΙΣ. Αὖθις ὁ ἱερεὺς στραφεὶς ἐπὶ τὰ δεξιά, ἵσταται βλέπων πρὸς νότον καὶ ὑψοῖ τὸν τίμιον Σταυρὸν λέγων «Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, ἐπιτρόπων, ἐνοριτῶν καὶ συνδρομητῶν τῆς ἁγίας ἐκκλησίας ταύτης σὺν γυναιξὶ καὶ τοῖς τέκνοις αὐτῶν»· οἱ χοροὶ τὴν δ´ ἑκατοντάδα, κ.τ.λ. ὡς προεγράφησαν.

Ε´ ΠΡΟΣΚΥΝΗΣΙΣ. Τέλος ὁ ἱερεὺς στρέφεται ἐπὶ τὰ δεξιά, ἵσταται βλέπων πρὸς ἀνατολὰς καὶ ὑψοῖ τὸν τίμιον Σταυρόν, ἐκφωνῶν «Ἔτι δεόμεθα ὑπὲρ πάσης ψυχῆς χριστιανῶν ὀρθοδόξων, ὑγείας τε καὶ σωτηρίας καὶ ἀφέσεως τῶν ἁμαρτιῶν αὐτῶν»· οἱ χοροὶ τὴν ε´ ἑκατοντάδα, κ.τ.λ. ὡς προεγράφησαν.

ΚΥΡΙΑ ΥΨΩΣΙΣ. Μετὰ ταῦτα γίνεται ἡ κυρίως ὕψωσις· ὁ ἱερεὺς ἱστάμενος πρὸ τοῦ τετραποδίου καὶ βλέπων πρὸς ἀνατολὰς ὑψοῖ τὸν τίμιον Σταυρὸν ψάλλων τὸ κοντάκιον «Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ ἑκουσίως», εὐλογεῖ μετὰ τοῦ τιμίου Σταυροῦ τὸν λαόν, ἀποθέτει αὐτὸν ἐπὶ τοῦ δίσκου καὶ προσκυνεῖ αὐτόν, ψάλλων «Τὸν σταυρόν σου προσκυνοῦμεν, δέσποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν», ὃ ἐπαναλαμβάνει ἕκαστος τῶν χορῶν ἀνὰ μίαν· εἶθ᾿ οὕτως οἱ χοροὶ τὰ ἰδιόμελα «Δεῦτε, πιστοὶ» κ.λπ.· τούτων ψαλλομένων, προσέρχεται ὁ λαὸς εἰς προσκύνησιν τοῦ τιμίου Σταυροῦ, ἧς πληρωθείσης, ὁ β´ χορὸς ψάλλει τὸ ἀπολυτίκιον «Σῶσον, Κύριε, τὸν λαόν σου» ἅπαξ.

Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα τὰ τῆς ἑορτῆς.

ΕΙΣΟΔΙΚΟΝ «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιος ἐστί. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι ἀλληλούια».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ μόνον τὸ ἀπολυτίκιον «Σῶσον, Κύριε, τὸν λαόν σου» καὶ τὸ κοντάκιον «Ὁ ὑψωθείς». Ἀντὶ τρισαγίου, «Τὸν σταυρόν σου προσκυνοῦμεν».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: τῆς ἑορτῆς, «Ὁ λόγος ὁ τοῦ σταυροῦ» (Α´ Κορ. α´ 18-24)· Εὐαγγέλιον: ὁμοίως, «Συμβούλιον ἐποίησαν οἱ ἀρχιερεῖς» (Ἰω. ιθ´ 6-11, 13-20, 25-28, 3035).

Καθεξῆς ἡ θ. λειτουργία τοῦ ἱ. Χρυσοστόμου· εἰς τὸ Ἐξαιρέτως «Μυστικὸς εἶ, Θεοτόκε».

ΚΟΙΝΩΝΙΚΟΝ «Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· ἀλληλούια»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Σῶσον, Κύριε, τὸν λαόν σου». Ἀπόλυσις ὡς εἰς τὸν ἑσπερινόν.

Εἰδήσεις.

1. Ἐν τῇ τραπέζῃ κατάλυσις οἴνου καὶ ἐλαίου.

2. Ἐν ταῖς καθημεριναῖς ἀπὸ αὔριον μέχρι τῆς 20ῆς Σεπτεμβρίου, τῶν κανόνων τοῦ Μηναίου προτάσσεται ὁ τῆς ἑορτῆς. Εἰς τὴν λειτουργίαν εἴθισται νὰ λέγωνται ἀντίφωνα τῆς ἑορτῆς, ἀλλ᾿ εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ σαρκὶ σταυρωθείς»· κοντάκιον «Ὁ ὑψωθείς».

15. † ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ. Νικήτα μεγαλομάρτυρος (†372). Φιλοθέου ὁσίου (ι´ αἰ.), Πορφυρίου τοῦ ἀπὸ μίμων, Βησσαρίωνος Λαρίσης, Συμεὼν Θεσσαλονίκης († 1429), Ἰωάννου νεομάρτ. τοῦ Κρητός (†1811). Ἦχος γ´, ἑωθινὸν α´ (τυπικὸν 14ης Σεπτ. §§9-11).

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Σῶσον, Κύριε, τὸν λαόν σου»· κοντάκιον «Ὁ ὑψωθείς». Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακός (ἄνευ Ψαλτηρίου).

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 6 καὶ μεθέορτα τοῦ σταυροῦ 3 «Χαίροις ὁ ζωηφόρος σταυρὸς» κ.λπ. εἰς 4, Δόξα, τῆς ἑορτῆς «Τῶν προφητῶν αἱ φωναί», Καὶ νῦν, «Πῶς μὴ θαυμάσωμεν».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρὸν» καὶ ψάλλεται τὸ μέγα προκείμενον «Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ», μετὰ τῶν στίχων αὐτοῦ.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, τῆς ἑορτῆς «Ἡ φωνὴ τοῦ προφήτου σου Μωυσέως».

ΑΠΟΛΥΤΙΚΙΑ «Εὐφραινέσθω τὰ οὐράνια», Δόξα, Καὶ νῦν, «Σῶσον, Κύριε, τὸν λαόν σου».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Σῶσον, Κύριε».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια «Εὐφραινέσθω», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Σῶσον, Κύριε, τὸν λαόν σου». [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα καὶ ἀνὰ ἓν τῆς ἑορτῆς (15ης Σεπτ.) ἀντὶ θεοτοκίων. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (α´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ ὁ ἀναστάσιμος καὶ ὁ τῆς ἑορτῆς (14 Σεπτ.)· ἀπὸ γ´ ᾠδῆς τὸ μεσῴδιον κάθισμα τῆς κυρίας ἡμέρας τῆς ἑορτῆς «Ἐν παραδείσῳ με τὸ πρίν»· ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμιωτέραν», «Μυστικὸς εἶ, Θεοτόκε, παράδεισος».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ α´ ἀναστάσιμον, καὶ τὸ τῆς ἑορτῆς «Σταυρὸς ὁ φύλαξ πάσης τῆς οἰκουμένης».

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 4, καὶ τῆς κυρίας ἡμέρας τῆς ἑορτῆς (14 Σεπτ.) προσόμοια 3 «Ὢ τοῦ παραδόξου θαύματος» κ.λπ. εἰς 4, μετὰ στίχων εἰς τὰ δύο τελευταῖα α´) «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιος ἐστί», β´) «Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς», Δόξα, τὸ α´ ἑωθινὸν «Εἰς τὸ ὄρος», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».

Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα τὰ τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν, ὡς ἐν τῷ Μηναίῳ [ἢ τὰ τυπικὰ καὶ οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς 4 καὶ 4 ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ κανόνος τῆς ἑορτῆς].

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι ἀλληλούια».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Εὐφραινέσθω τὰ οὐράνια», «Σῶσον, Κύριε», καὶ τοῦ ναοῦ, κοντάκιον «Ὁ ὑψωθείς».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: Κυρ. μετὰ τὴν ὕψωσιν, Κυρ. κα´ ἐπιστ., «Εἰδότες ὅτι οὐ δικαιοῦται» (Γαλ. β´ 16-20)· Εὐαγγέλιον: ὁμοίως, Κυρ. γ´ νηστ., «Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν» (Μρ. η´ 34-θ´ 1).

Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς»· «Πληρωθήτω», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

16. Δευτέρα. Εὐφημίας μεγαλομάρτυρος τῆς πανευφήμου (†304).

Ἡ ἀκολουθία ψάλλεται ἡμιεορτάσιμος ὡς ἐν τῷ Μηναίῳ, ἤ τοι εἰς τὸν ἑσπερινὸν ἄνευ εἰσόδου καὶ εἰς τὸν ὄρθρον ἄνευ καταβασιῶν καὶ ἄνευ μεγάλης δοξολογίας· εἰς τὴν λειτουργίαν Ἀπόστολος: ἡμέρας, Δευτ. ιγ´ ἑβδ. ἐπιστ. (Β´ Κορ. η´ 715)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. α´ ἑβδ. Λουκᾶ (Λκ. γ´ 19-22).

Εἶναι δυνατὸν ὅμως [εἰς τὸν ἑσπερινόν νὰ γίνῃ εἴσοδος], εἰς τὸν ὄρθρον [νὰ ψαλοῦν καταβασίαι, καὶ] μετὰ τοὺς αἴνους νὰ παραλειφθοῦν τὰ ἀπόστιχα καὶ νὰ ψαλῇ δοξολογία μεγάλη, ὁπότε εἰς τὴν λειτουργίαν ἀναγινώσκονται Ἀπόστολος τῆς ἁγίας, Κυρ. ιϚ´ ἐπιστ. (Β´ Κορ. Ϛ´ 1-10), καὶ Εὐαγγέλιον ὁμοίως, Δευτ. δ´ ἑβδ. Λουκᾶ (Λκ. ζ´ 36-50)· κοινωνικὸν «Εἰς μνημόσυνον».

17. Τρίτη. Σοφίας καὶ τῶν τριῶν θυγατέρων αὐτῆς Πίστεως, Ἀγάπης καὶ Ἐλπίδος, μαρτύρων (†137).

Ἀπόστολος: ἡμέρας, Τρ. ιγ´ ἑβδ. ἐπιστ. (Β´ Κορ. η´ 16-θ´ 5)· Εὐαγγέλιον: ἡμέρας, Τρ. α´ ἑβδ. Λουκᾶ (Λκ. γ´ 23-δ´ 1).

Σημείωσις. Εἰς τοὺς πανηγυρίζοντας ἱεροὺς ναοὺς ἡ ἀκολουθία τῆς μάρτυρος Σοφίας ψάλλεται ἐκ τῆς ἰδιαιτέρας αὐτῆς φυλλάδος μετὰ τῶν μεθεόρτων.

Ἀπολυτίκιον· ἦχος πλ. α´. «Τὸν συνάναρχον Λόγον».

«Ἐν ταῖς μάρτυσι λάμπεις Σοφία ἔνδοξε, καὶ στεφάνοις τῆς νίκης περικοσμεῖσαι λαμπροῖς· δι᾿ ὃ ἐν ὕμνοις καὶ ᾠδαῖς εὐφημοῦμέν σε, ὅτι θυγάτρια σεμνὰ τῷ μαρτυρίῳ ὁδηγεῖς, Ἀγάπην Πίστιν Ἐλπίδα· μεθ᾿ ὧν μὴ παύσῃ πρεσβεύειν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν».

18. Τετάρτη. Εὐμενίου ἐπισκόπου Γορτύνης Κρήτης (ζ´ αἰ.).

Ἀπόστολος: ἡμέρας, Τετ. ιγ´ ἑβδ. ἐπιστ. (Β´ Κορ. θ´ 12-ι´ 7)· Εὐαγγέλιον: ἡμέρας, Τετ. α´ ἑβδομ. Λουκᾶ (Λκ. δ´ 1-15).

19. Πέμπτη. Τροφίμου, Σαββατίου καὶ Δορυμέδοντος μαρτύρων (†276).

Ἀπόστολος: ἡμέρας, Πέμ. ιγ´ ἑβδ. ἐπιστ. (Β´ Κορ. ι´ 7-18)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. α´ ἑβδ. Λουκᾶ (Λκ. δ´ 16-22).

20. Παρασκευή. † Εὐσταθίου μεγαλομάρτυρος καὶ τῆς συνοδείας αὐτοῦ (†118). Ἱλαρίωνος Κρητὸς νεομάρτυρος (†1804).

Ἡ ἀκολουθία ψάλλεται κατὰ τὴν τάξιν τοῦ Μηναίου. Εἰς τὸν ἑσπερινὸν ἄνευ εἰσόδου. Εἰς τὸν ὄρθρον ἄνευ καταβασιῶν καὶ ἄνευ δοξολογίας μεγάλης. Εἰς τὴν λειτουργίαν Ἀπόστολος: ἡμέρας, Παρ. ιγ´ ἑβδ. ἐπιστ. (Β´ Κορ. ια´ 5-21)· Εὐαγγέλιον: ἡμέρας, ἡμέρας, Παρ. α´ ἑβδ. Λουκᾶ (Λκ. δ´ 2230).

21. Σάββατον. Ἀπόδοσις τῆς ὑψώσεως τοῦ τιμίου Σταυροῦ. Κοδράτου ἱερομάρτυρος ἐπισκόπου Ἀθηνῶν (†130)· Ἰωνᾶ προφήτου (880 π.Χ.).

Εἴδησις. Ἐπειδὴ σήμερον ἀποδίδεται ἡ ἑορτὴ τοῦ τ. Σταυροῦ, ἡ ἀκολουθία τοῦ ἁγίου Κοδράτου ψάλλεται τῇ 22ᾳ μετὰ τῆς τοῦ ἱερομάρτυρος Φωκᾶ.

Ἡ ἀκολουθία ψάλλεται ὡς ἔστι διατεταγμένη εἰς τὸ Μηναῖον κατὰ τὴν κυρίαν ἡμέραν τῆς ἑορτῆς μετὰ τῶν ἐφεξῆς διαφορῶν. Εἰς τὸν ἑσπερινὸν καταλιμπάνονται τὸ Ψαλτήριον, τὰ ἀναγνώσματα καὶ τὰ διὰ τὴν λιτὴν στιχηρά. Αἱ ἀπολύσεις ἄνευ τοῦ χαρακτηριστικοῦ «Ὁ ἀναστὰς» διὰ τὸ μὴ λέγεσθαι ἐν τῷ ὄρθρῳ σήμερον τὸ «Ἀνάστασιν Χριστοῦ θεασάμενοι». Εἰς τὸν ὄρθρον καταλιμπάνονται ὁ πολυέλεος καὶ τὸ κάθισμα αὐτοῦ, καὶ τὸ Εὐαγγέλιον μετὰ τῆς τάξεως αὐτοῦ· ὅθεν μετὰ τὰ δύο καθίσματα, ὁ ν´ ψαλμὸς καὶ εὐθὺς οἱ κανόνες· συναξάριον ἀναγινώσκεται τὸ τῆς 21ης τοῦ μηνός, μετὰ δὲ τὴν δοξολογίαν παραλείπεται ὡσαύτως ἡ τελετὴ τῆς ὑψώσεως τοῦ τιμίου Σταυροῦ.

Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα, εἰσοδικόν, ἀπολυτίκιον καὶ κοντάκιον ὡς ἐν τῇ ἑορτῇ. Τρισάγιον. Προκείμενον τῆς ἑορτῆς (διὰ τὴν ἀπόδοσιν αὐτῆς)· Ἀπόστολος Σαβ. μετὰ τὴν ὕψωσιν, ὃν ζήτει Σαβ. ιβ´ ἑβδ. ἐπιστ., «Βλέπετε τὴν κλῆσιν ὑμῶν» (Α´ Κορ. α´ 26-β´ 5)· Εὐαγγέλιον ὁμοίως, ὃ ζήτει τῇ Παρ. δ´ ἑβδ. Ἰωάν., «Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με» (Ἰω. η´ 21-30). Πάντα δὲ τὰ λοιπὰ ὡς ἐν τῇ ἑορτῇ, ἀλλ᾿ εἰς τὸ Ἐξαιρέτως «Ὁ διὰ βρώσεως τοῦ ξύλου».

Εἰδήσεις.

1. Ἀπὸ αὔριον μέχρι τῆς 19ης Νοεμβρίου ἐπαναλαμβάνεται ἡ χρῆσις τῆς Παρακλητικῆς ἐν ταῖς καθημεριναῖς.

2. Ἀπὸ αὔριον μέχρι τῆς 7ης Νοεμβρίου κοντάκιον εἰς τὴν λειτουργίαν «Προστασία»· ἐὰν τυχὸν ἑορτάζεται ἅγιος, καταβασίαι εἰς τὸν ὄρθρον «Ἀνοίξω τὸ στόμα μου».

22. † ΚΥΡΙΑΚΗ ΙΓ´ (Α´ ΛΟΥΚΑ). Φωκᾶ ἱερομάρτυρος, ἐπισκόπου Σινώπης (†117). Φωκᾶ τοῦ κηπουροῦ (†320), Ἰσαὰκ καὶ Μαρτίνου μαρτύρων. Ἦχος δ´, ἑωθινὸν β´.

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Σῶσον, Κύριε, τὸν λαόν σου»· κοντάκιον «Ὁ ὑψωθείς».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα στιχηρὰ 4, καὶ τοῦ Μηναίου τὰ 6 προσόμοια ἀνὰ μίαν, Δόξα, «Ἐκ βρέφους ἐγένου», Καὶ νῦν, «Ὁ διὰ σὲ θεοπάτωρ».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, τὸ θεοτοκίον αὐτῶν «Νεῦσον παρακλήσεσιν».

ΑΠΟΛΥΤΙΚΙΑ «Τὸ φαιδρὸν τῆς ἀναστάσεως», Δόξα, «Καὶ τρόπων μέτοχος», Καὶ νῦν, «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἡ ὑπακοὴ τοῦ ἤχου.

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια ὡς προεγράφησαν. [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα κατὰ σειρὰν καὶ τὰ εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (β´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος καὶ οἱ δύο τοῦ Μηναίου· ἀπὸ γ´ ᾠδῆς τὰ μεσῴδια καθίσματα τοῦ Μηναίου· ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Ἀνοίξω τὸ στόμα μου»· «Τὴν τιμιωτέραν», «Ἅπας γηγενής».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ β´ ἀναστάσιμον «Τὸν λίθον θεωρήσασαι» καὶ τὰ τοῦ Μηναίου.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 8, Δόξα, τὸ β´ ἑωθινὸν «Μετὰ μύρων προσελθούσαις», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ μετὰ μακαρισμῶν] (βλέπε ἔμπροσθεν, γεν. τυπ. διατάξεις §§64-66).

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Τὸ φαιδρὸν τῆς ἀναστάσεως», «Καὶ τρόπων μέτοχος» καὶ τοῦ ναοῦ, κοντάκιον «Προστασία».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Προκείμενον καὶ ἀλληλουιάριον τοῦ ἤχου. Ἀπόστολος: Κυρ. ιγ´ ἐπιστ. «Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει» (Α´ Κορ. ιϚ´ 13-24)· Εὐαγγέλιον: Κυρ. α´ Λουκᾶ, «Ἑστὼς ὁ Ἰησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ» (Λκ. ε´ 1-11).

Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

23. Δευτέρα. Ἡ σύλληψις τοῦ Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Ῥαΐδος μάρτυρος, Ξανθίππης καὶ Πολυξένης ὁσίων (†109), Νικολάου νεομ. τοῦ Καρπενησιώτου (†1672), Ἰωάννου νεομάρτ. τοῦ ἐκ Κονίτσης (†1814).

Ὁ ἥλιος εἰσέρχεται εἰς τὸν Ζυγόν. Ἀρχὴ τοῦ φθινοπώρου.

Ἡ ἀκολουθία ὡς ἐν τῷ Μηναίῳ, ἄνευ Παρακλητικῆς. Εἰς τὸν ἑσπερινὸν γίνεται εἴσοδος. Εἰς τὸν ὄρθρον κανόνες, ὁ τῆς Θεοτόκου «Ὑγρὰν διοδεύσας» καὶ ὁ τοῦ προδρόμου μετὰ στίχου «Προφῆτα τοῦ Χριστοῦ»· καταβασίαι οἱ εἱρμοὶ «Ἀνοίξω τὸ στόμα μου». Εἰς τὴν λειτουργίαν κοντάκιον «Προστασία»· Ἀπόστολος τοῦ Προδρόμου, Σεπτ. 23, «Ἀβραὰμ δύο υἱοὺς ἔσχεν» (Γαλ. δ´ 22-27)· Εὐαγγέλιον ὁμοίως, «Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου» (Λκ. α´ 5-25). Κοινωνικὸν «Εἰς μνημόσυνον».

24. Τρίτη. Θεοτόκου τῆς «Μυρτιδιωτίσσης» ἐν Κυθήροις, Θέκλης μεγαλομάρτυρος. Σιλουανοῦ τοῦ Ἀθωνίτου.

Ἂν δὲν ὑπάρχῃ ἰδιαιτέρα φυλλὰς τῆς Θεοτόκου, ἡ ἀκολουθία ψάλλεται κατὰ τὴν τάξιν τοῦ Μηναίου μετὰ Παρακλητικῆς (βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§2-30). Ἀπόστολος: τῆς μεγαλομάρτυρος, λγ´ Κυρ. ἐπιστ. (Β´ Τιμ. γ´ 10-15)· Εὐαγγέλιον τῆς ἡμέρας, Τρ. β´ ἑβδ. Λουκᾶ (Λκ. ε´ 12-16).

Εἰδήσεις.

1. Ἔνθα τιμᾶται ἡ μεγαλομάρτυς, ἀλλὰ δὲν ὑπάρχει ἰδιαιτέρα φυλλὰς αὐτῆς, μετὰ τοὺς αἴνους παραλείπονται τὰ ἀπόστιχα καὶ λέγεται δοξολογία μεγάλη, ἐν δὲ τῇ λειτουργίᾳ Εὐαγγέλιον τῆς ἁγίας, Σαβ. ιζ´ ἑβδ. (Μτθ. κε´ 1-13).

2. Ἐὰν ὑπάρχῃ ἀκολουθία τῆς Μυρτιδιωτίσσης, κατὰ τὸ Τ.Μ.Ε. συμψάλλεται μετὰ τῆς ἁγίας Θέκλης καὶ προηγεῖται αὐτῆς, ἐν δὲ τῇ λειτουργίᾳ ἀναγινώσκεται Ἀπόστολος τῆς ἁγίας καὶ Εὐαγγέλιον τῆς Θεοτόκου.

3. Εἰς τοὺς πανηγυρίζοντας σήμερον ναοὺς τῆς Μυρτιδιωτίσσης ψάλλεται μόνη ἡ ἀκολουθία αὐτῆς μετὰ καταβασιῶν τοὺς εἱρμοὺς «Πεποικιλμένη τῇ θείᾳ δόξῃ», Ἀναγνώσματα τὰ τῆς 8ης Σεπτ. (Φιλιπ. β´ 5-11· Λκ. ι´ 38-42, ια´ 27-28).

Ἀπολυτίκιον Μυρτιδιωτίσσης. Ἦχος δ´. «Ταχὺ προκατάλαβε».

«Λαοὶ νῦν κροτήσωμεν δεῦτε τὰς χεῖρας πιστῶς, καὶ ᾄσωμεν ᾄσμασι τῇ θεομήτορι, ἐν πόθῳ κραυγάζοντες· χαῖρε ἡ προστασία πάντων τῶν δεομένων, χαῖρε ἡ σωτηρία τῶν τιμώντων σε πόθῳ, χαῖρε ἡ τῷ παραλύτῳ τὴν ἴασιν βραβεύσασα».

25. Τετάρτη. Εὐφροσύνης ὁσίας καὶ Παφνουτίου τοῦ πατρὸς αὐτῆς (ε´ αἰ.).

Ἀπόστολος: ἡμέρας, Τετ. ιδ´ ἑβδ. ἐπιστ. (Β´ Κορ. ιγ´ 3-13)· Εὐαγγέλιον: ἡμέρας, Τετ. β´ ἑβδ. Λουκᾶ (Λκ. ε´ 33-39).

26. Πέμπτη. † Ἡ μετάστασις τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου τοῦ θεολόγου. Γεδεὼν τοῦ δικαίου (1350 π.Χ.). Ἀνάμνησις τῆς ἐπιστροφῆς τῆς τιμίας κάρας τοῦ ἀποστόλου Ἀνδρέου ἀπὸ Ῥώμης εἰς Πάτρας καὶ τῶν ἐγκαινίων τοῦ νέου ἱ. ναοῦ αὐτοῦ ἐν Πάτραις (26.9.74).

Ἡ ἀκολουθία ἅπασα ὡς ἐν τῷ Μηναίῳ. Τὰ διὰ τὴν λιτὴν στιχηρὰ εἰς τὸ μεσονυκτικόν. Τὸ ἀπολυτίκιον τοῦ εὐαγγελιστοῦ εἰς μὲν τὸν ἑσπερινὸν καὶ μετὰ τὴν μεγ. δοξολογίαν ἅπαξ, εἰς δὲ τὸ «Θεὸς Κύριος» δίς (μετὰ τοῦ Δόξα), καὶ τὸ θεοτοκίον. Εὐαγγέλιον ὄρθρου –ἐκ τῶν βημοθύρων– τὸ ια´ ἑωθινὸν «Ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς» (Ἰω. κα´ 1, 15-25).

Οἱ κανόνες τοῦ Μηναίου. Καταβασίαι οἱ εἱρμοὶ «Ἀνοίξω τὸ στόμα μου»· «Τὴν τιμιωτέραν». Εἰς τὴν λειτουργίαν, μετὰ τὴν εἴσοδον ἀπολυτίκια «Ἀπόστολε Χριστῷ» καὶ τοῦ ναοῦ, κοντάκιον «Προστασία». Προκείμενον καὶ ἀλληλουιάριον ἀποστολικά· Ἀπόστολος: τοῦ εὐαγγελιστοῦ, 26 Σεπτ., «Θεὸν οὐδεὶς πώποτε τεθέαται» (Α´ Ἰω. δ´ 12-19)· Εὐαγγέλιον: ὁμοίως, «Εἱστήκεισαν παρὰ τῷ σταυρῷ» (Ἰω. ιθ´ 25-27, κα´ 24-25).

Κοινωνικὸν «Εἰς πᾶσαν τὴν γῆν»· καὶ τὰ λοιπὰ ὡς συνήθως.

27. Παρασκευή. Καλλιστράτου μάρτυρος (†304)· Ἀριστάρχου ἀποστόλου, Ἀκυλίνης νεομάρτυρος (†1764).

Ἀπόστολος: ἡμέρας, Παρ. ιδ´ ἑβδ. ἐπιστ. (Γαλ. β´ 6-10)· Εὐαγγέλιον: ἡμέρας, Παρ. β´ ἑβδ. Λουκᾶ (Λκ. Ϛ´ 17-23).

28. Σάββατον. Χαρίτωνος ὁμολογητοῦ (†350). Βαροὺχ τοῦ προφήτου (600 π.Χ.).

Ἡ ἀκολουθία τοῦ Σαββάτου ψάλλεται μὲ «Θεὸς Κύριος» (βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§31-44). Εἰς τὴν α´ στιχολογίαν τοῦ ὄρθρου καθίσματα τῆς Παρακλητικῆς· εἰς τὴν β´ στιχολογίαν τὸ κάθισμα τοῦ Μηναίου μετὰ τοῦ θεοτοκίου. Ἀπόστολος: ἡμέρας, Σαβ. ιδ´ ἑβδ. ἐπιστ. (Α´ Κορ. δ´ 1-5)· Εὐαγγέλιον: ἡμέρας, Σαβ. β´ ἑβδ. Λουκᾶ (Λκ. ε´ 17-26).

29. † ΚΥΡΙΑΚΗ ΙΔ´ (Β´ ΛΟΥΚΑ). Κυριακοῦ ὁσίου (†556). Πετρωνίας μάρτυρος. Ἦχος πλ. α´, ἑωθινὸν γ´. Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον. ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», στιχηρὰ ἀναστάσιμα 6 καὶ τοῦ Μηναίου προσόμοια 3 «Παθῶν κυριεύσας» κ.λπ. εἰς 4, Δόξα, «Τῶν μοναστῶν τὰ πλήθη», Καὶ νῦν, τὸ α´ θεοτοκίον τοῦ ἤχου «Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ». ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας. ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, τοῦ Μηναίου «Ὅσιε πάτερ», Καὶ νῦν, «Ὁ ποιητὴς καὶ λυτρωτής μου» (Ὀκτώηχος, ἦχος πλ. β´, Σαβ. ἑσπέρας).

ΑΠΟΛΥΤΙΚΙΑ «Τὸν συνάναρχον Λόγον», Δόξα, «Τῆς ἐρήμου πολίτης», Καὶ νῦν, «Τοῦ Γαβριὴλ φθεγξαμένου σοι».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἡ ὑπακοὴ τοῦ ἤχου.

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια ὡς προεγράφησαν. [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα τῆς α´ στιχολογίας (ἀλλ᾿ εἰς τὸ Καὶ νῦν τὸ θεοτοκίον τοῦ ἀναστασίμου ἀπολυτικίου «Χαῖρε, πύλη Κυρίου»)· εἶτα τὰ ἀναστάσιμα τῆς β´ στιχολογίας μετὰ τοῦ θεοτοκίου αὐτῶν. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (γ´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος καὶ ὁ τοῦ Μηναίου· ἀπὸ γ´ ᾠδῆς τὸ μεσῴδιον κάθισμα τοῦ Μηναίου μετὰ τοῦ θεοτοκίου· ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Ἀνοίξω τὸ στόμα μου»· «Τὴν τιμιωτέραν», «Ἅπας γηγενής».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ γ´ ἀναστάσιμον «Ὅτι Χριστὸς ἐγήγερται», τοῦ Μηναίου «Ἐν δόξῃ παριστάμενος» καὶ τὸ θεοτοκίον «Κυρίως Θεοτόκον σε».

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 8, Δόξα, τὸ γ´ ἑωθινὸν «Τῆς Μαγδαληνῆς Μαρίας», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ μετὰ μακαρισμῶν] (βλέπε ἔμπροσθεν, γεν. τυπ. διατάξεις §§64-66).

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Τὸν συνάναρχον Λόγον», «Τῆς ἐρήμου πολίτης» καὶ τοῦ ναοῦ, κοντάκιον «Προστασία».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Προκείμενον καὶ ἀλληλουιάριον τοῦ ἤχου. Ἀπόστολος: ιδ´ Κυρ. ἐπιστ., «Ὁ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστόν» (Β´ Κορ. α´ 21-β´ 4)· Εὐαγγέλιον: Κυρ. β´ Λουκᾶ, «Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι» (Λκ. Ϛ´ 31-36).

Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

30. Δευτέρα. Γρηγορίου ἱερομάρτυρος, ἐπισκόπου τῆς Μεγάλης Ἀρμενίας, τοῦ φωτιστοῦ (†335). Ῥιψιμίας καὶ Γαϊανῆς καὶ τῶν μετ᾿ αὐτῶν 32 μαρτύρων γυναικῶν.

Ἀπόστολος: ἡμέρας, Δευτ. ιε´ ἑβδ. ἐπιστ. (Γαλ. β´ 11-16)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. γ´ ἑβδ. Λουκᾶ (Λκ. Ϛ´ 24-30).