ΜΗΝ ΑΥΓΟΥΣΤΟΣ

ἔχων ἡμέρας τριάκοντα μίαν
Ἡ ἡμέρα ἔχει ὥρας 13 καὶ ἡ νὺξ ὥρας 11

1. Πέμπτη. Ἡ πρόοδος τοῦ τιμίου Σταυροῦ, ἤ τοι ἡ ἔξοδος αὐτοῦ ἐκ τοῦ ἱεροῦ παλατίου εἰς τὴν Πόλιν· τῶν ἁγίων ἑπτὰ παίδων Μακκαβαίων, Σολομονῆς τῆς μητρὸς αὐτῶν καὶ Ἐλεαζάρου τοῦ διδασκάλου αὐτῶν (166 π.Χ.). Ἐλέσης ὁσιομάρτυρος τῆς ἐν Κυθήροις (τυπικὸν 1ης Αὐγούστου §§4-6).

Ἀρχὴ τῆς νηστείας τοῦ δεκαπενταυγούστου

Ἡ ἀκολουθία, ἑορτάσιμος οὖσα, ψάλλεται δίχα Παρακλητικῆς, ὡς ἔχει εἰς τὸ Μηναῖον. Εἰς τὸν ἑσπερινὸν γίνεται εἴσοδος μετὰ θυμιατοῦ. Τὸ ἀπολυτίκιον τῶν ἁγίων εἰς μὲν τὸν ἑσπερινὸν καὶ μετὰ τὴν μεγάλην δοξολογίαν ἅπαξ, εἰς δὲ τὸ «Θεὸς Κύριος» δίς (μετὰ τοῦ Δόξα), Δόξα, Καὶ νῦν, τὸ τοῦ Σταυροῦ. Εἰς τὸν ὄρθρον μόνον οἱ δύο κανόνες τοῦ Μηναίου· καταβασίαι (μόνον σήμερον) οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμιωτέραν», «Μυστικὸς εἶ, Θεοτόκε, παράδεισος». Ἐξαποστειλάρια καὶ στιχηρὰ εἰς τοὺς αἴνους, ὡς ἐν τῷ Μηναίῳ· δοξολογία μεγάλη. Εἰς τὴν λειτουργίαν κοντάκιον «Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ»· τρισάγιον· προκείμενον καὶ ἀλληλουιάριον τῶν μαρτύρων (9 Μαρτίου)· Ἀπόστολος: τῶν ἁγίων, Κυρ. α´ ἐπιστ., «Οἱ ἅγιοι πάντες» (Ἑβρ. ια´ 33-ιβ´ 2)· Εὐαγγέλιον: ὁμοίως, Τετ. γ´ ἑβδ. Ματθ., «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς» (Μτθ. ι´ 16-22)· «Ἄξιον ἐστί»· κοινωνικὸν «Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· ἀλληλούια», «Εἴδομεν τὸ φῶς».

Εἴδησις. Ἀπὸ σήμερον τὸ ἑσπέρας μέχρι τῆς ἑσπέρας τῆς 13ης τοῦ αὐτοῦ μηνὸς συνάπτεται εἰς τὰς ἀκολουθίας τῶν ἑσπερινῶν –ἐξαιρέσει τῶν ψαλλομένων τὸ ἑσπέρας τοῦ Σαββάτου καὶ τὸ ἑσπέρας τῆς παραμονῆς τῆς Μεταμορφώσεως– εἷς ἐκ τῶν δύο παρακλητικῶν κανόνων τῆς Θεοτόκου, «τῇ μὲν α´ ἡμέρᾳ ὁ μικρός, τῇ δὲ β´ ὁ μέγας καὶ οὕτω καθεξῆς», ἀπὸ δὲ τῆς πρώτης Κυριακῆς τοῦ Αὐγούστου, ἥ τις γίνεται ἀπὸ τῆς 4ης τοῦ μηνός, ψάλλονται, ὡς εἴθισται, ὁ μὲν μέγας τὴν ἑσπέραν τῆς Κυριακῆς, τῆς Τρίτης καὶ τῆς Πέμπτης, ὁ δὲ μικρὸς τὴν ἑσπέραν τῆς Δευτέρας, τῆς Τετάρτης καὶ τῆς Παρασκευῆς. Κατὰ ταῦτα ψάλλονται ὁ μὲν μικρὸς τὴν ἑσπέραν τῆς 1ης, 7ης, 9ης, καὶ 12ης Αὐγούστου, ὁ δὲ μέγας τὴν ἑσπέραν τῆς 2ας, 4ης, 6ης, 8ης, 11ης καὶ 13ης τοῦ μηνός.

Τῇ Πέμπτῃ ἑσπέρας. Εἰς τὴν θ´. Ἀπολυτίκια «Σῶσον, Κύριε, τὸν λαόν σου», Δόξα, «Τὰς ἀλγηδόνας»· κοντάκιον «Ὁ ὑψωθείς».

Εἰς τὸν ἑσπερινόν. Εἰς τὸ «Κύριε, ἐκέκραξα» τὰ 3 προσόμοια τοῦ πρωτομάρτυρος «Τῇ τοῦ Πνεύματος χάριτι» κ.λπ. εἰς 6, Δόξα, «Πρῶτος ἐν μάρτυσι», Καὶ νῦν, τὸ α´ ὁμόηχον θεοτοκίον «Τίς μὴ μακαρίσει σε» (βλέπε Παρακλ., ἦχος πλ. β´, Σάβ. ἑσπέρας). Ἀπόστιχα τὰ 3 ἰδιόμελα τοῦ ἁγίου (ζήτει ἐν τοῖς ἑσπερίοις) «Πρῶτος ἐν διακόνοις» κ.λπ., εἰς στίχους τὰ δύο τελευταῖα α´) «Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται», β´) «Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει», Δόξα, τὸ εἰς τὸν στίχον ἰδιόμελον τοῦ ἁγίου «Χαίροις ἐν Κυρίῳ», Καὶ νῦν, «Θεοτόκε σὺ εἶ ἡ ἄμπελος... μετὰ τοῦ ἀθλοφόρου» (Παρακλ., ἦχος πλ. β´, Τετάρτῃ ἑσπέρας). «Νῦν ἀπολύεις» καὶ εὐθὺς

Ἡ παράκλησις. Μετὰ τὸ «Νῦν ἀπολύεις» ὁ ρμβ´ (142ος) ψαλμὸς «Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου». Οἱ χοροὶ τὸ «Θεὸς Κύριος», τὸ θεοτοκίον «Τῇ Θεοτόκῳ ἐκτενῶς», Δόξα, τὸ ἀπολυτίκιον τοῦ ἁγίου τοῦ ναοῦ, Καὶ νῦν, τὸ ἕτερον θεοτοκίον «Οὐ σιωπήσωμεν ποτέ». Ὁ ν´ ψαλμὸς χῦμα καὶ ψάλλεται ὁ κανὼν τῆς μικρᾶς παρακλήσεως ὡς ἔχει ἐν τῷ Ὡρολογίῳ ἄνευ τῶν εἱρμῶν (ἀλλ᾿ ἐν τῇ θ´ ᾠδῇ ψάλλεται πρῶτον ὁ εἱρμὸς αὐτῆς). Μετὰ τὸ κοντάκιον «Προστασία» (καταλιμπανομένου τοῦ ἀντιφώνου τῶν ἀναβαθμῶν) εὐθὺς τὸ προκείμενον «Μνησθήσομαι τοῦ ὀνόματός σου» καὶ τὰ λοιπά. Εἰς τὰ μεγαλυνάρια θυμιᾷ ὁ ἱερεὺς τὸ θυσιαστήριον καὶ τὸν λαόν, πρὸ δὲ τοῦ «Πᾶσαι τῶν ἀγγέλων» ψάλλεται καὶ τὸ μεγαλυνάριον τοῦ ἁγίου τοῦ ναοῦ. Μετὰ τὸ τρισάγιον κ.λπ. τὸ ἀπολυτίκιον «Βασίλειον διάδημα», Δόξα, Καὶ νῦν, τὸ ὁμόηχον θεοτοκίον «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον». Ἡ ἐκτενὴς ἀπὸ τῆς αἰτήσεως «Ἐλέησον ἡμᾶς, ὁ Θεός», «Ἐπάκουσον ἡμῶν, ὁ Θεός», καὶ ἡ (μεγ.) ἀπόλυσις, ἀλλὰ πρὸ τοῦ «Δι᾿ εὐχῶν» ψάλλονται τὰ ἐξαποστειλάρια «Ἀπόστολοι ἐκ περάτων» καὶ λοιπά (κατὰ νεώτερον ἔθος, τὰ ἐξαποστειλάρια ταῦτα ψάλλονται καθ᾿ ἑκάστην καθ᾿ ὅλην τὴν περίοδον τοῦ δεκαπενταυγούστου). [Ἐν τῇ ἀπολύσει μνημονεύεται ὁ ἅγιος τῆς 2ας Αὐγ.].

2. Παρασκευή. Μνήμη τῆς ἀνακομιδῆς τοῦ ἱ. λειψάνου τοῦ πρωτομάρτυρος καὶ ἀποστόλου Στεφάνου (428). Θεοδώρου νεομάρτυρος τοῦ ἐν Δαρδανελλίοις (†1690).

Τῇ Παρασκευῇ πρωί. Ὁ ὄρθρος ὡς ἐν τῷ Μηναίῳ· καταβασίαι δὲν λέγονται ἀλλὰ μόνον οἱ 4 εἱρμοὶ τοῦ Μηναίου εἰς τὴν τάξιν αὐτῶν. Μετὰ τοὺς αἴνους ἡ μικρὰ δοξολογία χῦμα καὶ ἀπόστιχα. Εἰς τὴν λειτουργίαν κοντάκιον [τῆς ἡμέρας καὶ] «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης»· Ἀπόστολος: τοῦ ἁγίου, Δευτ. γ´ ἑβδ. Πράξ. (Πρξ. Ϛ´ 8-ζ´ 5, 47-60)· Εὐαγγέλιον: ἡμέρας, Παρ. Ϛ´ ἑβδ. Ματθ. (Μτθ. ιγ´ 44-54)· κοινωνικὸν «Εἰς πᾶσαν τὴν γῆν».

Τῇ Παρασκευῇ ἑσπέρας. Ψάλλεται ὁ ἑσπερινὸς τῆς 3ης Αὐγούστου μετὰ τῆς Παρακλητικῆς (ἀκολουθία τοῦ Σαββάτου μὲ ἀλληλούια, βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §45), καὶ ἐν συνέχειᾳ ἡ παράκλησις κατὰ τὴν προγραφεῖσαν χθὲς διάταξιν, ἀλλὰ μετὰ τὸν ν´ ψαλμὸν ὁ κανὼν τῆς μεγάλης παρακλήσεως ὡς ἐν τῷ Ὡρολογίῳ (καὶ ἐν τῷ τέλει τῆς Παρακλητικῆς), εἰς πάσας τὰς ᾠδὰς ἄνευ τῶν εἱρμῶν· μετὰ τὸ τρισάγιον κ.λπ. τὰ ἀπολυτίκια τοῦ Σαββάτου. [Ἐν τῇ ἀπολύσει μνημονεύονται οἱ ἅγιοι τῆς 3ης Αὐγ.]

3. Σάββατον. Δαλμάτου, Φαύστου καὶ Ἰσαακίου ὁσίων. Θεοκλητοῦς ὁσίας, Σαλώμης τῆς μυροφόρου, Θεοδώρας τῆς ἐν Θεσ/νίκῃ.

Ἡ ἀκολουθία τοῦ Σαββάτου μὲ ἀλληλούια εἰς τὸν ὄρθρον

(βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§45-51) καὶ τὰ 8 νεκρώσιμα εὐλογητάρια. Κοντάκια τοῦ Σαββάτου. Ἀπόστολος: ἡμέρας, Σάβ. Ϛ´ ἑβδ. ἐπιστ. (Ῥωμ. θ´ 1-6)· Εὐαγγέλιον: ἡμέρας, Σαβ. Ϛ´ ἑβδ. Ματθ. (Μτθ. θ´ 18-26).

4. † ΚΥΡΙΑΚΗ Ϛ´ ΜΑΤΘΑΙΟΥ. Τῶν ἑπτὰ παίδων τῶν ἐν Ἐφέσῳ. Ἦχος πλ. α´, ἑωθινὸν Ϛ´. Εἰς τὴν θ´. Ἀπολυτίκιον «Ἀπόστολοι, μάρτυρες», Δόξα, «Μνήσθητι, Κύριε»· κοντάκιον «Ὡς ἀπαρχάς».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 7 καὶ τοῦ Μηναίου προσόμοια 3, Δόξα, Καὶ νῦν, «Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, «Ναὸς καὶ πύλη ὑπάρχεις».

ΑΠΟΛΥΤΙΚΙΟΝ «Τὸν συνάναρχον Λόγον», Δόξα, Καὶ νῦν, «Χαῖρε, πύλη Κυρίου».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἡ ὑπακοὴ «Ἀγγελικῇ ὁράσει».

Εἰς τὸν ὄρθρον. Εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκιον «Τὸν συνάναρχον Λόγον», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Χαῖρε, πύλη Κυρίου». [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα κατὰ σειρὰν καὶ τὰ εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (Ϛ´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος καὶ ὁ τοῦ Μηναίου· ἀπὸ γ´ ᾠδῆς μεσῴδια καθίσματα τοῦ Μηναίου· ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Χοροὶ Ἰσραήλ»· «Τὴν τιμιωτέραν», «Ὁ τόκος σου ἄφθορος».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ Ϛ´ ἀναστάσιμον «Δεικνύων ὅτι ἄνθρωπος» καὶ τὸ θεοτοκίον αὐτοῦ.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 8, Δόξα, τὸ Ϛ´ ἑωθινὸν «Ἡ ὄντως εἰρήνη», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).

Εἰς τὴν λειτουργίαν. Τὰ συνήθη ἀντίφωνα [ἢ τὰ τυπικὰ μετὰ τῶν μακαρισμῶν τοῦ ἤχου] (βλέπε ἔμπροσθεν, γεν. τυπ. διατάξεις §§64-66) καὶ τὸ εἰσοδικόν.

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Τὸν συνάναρχον Λόγον» καὶ τοῦ ναοῦ, κοντάκιον «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: Κυρ. Ϛ´ ἐπιστ., «Ἔχοντες χαρίσματα» (Ῥωμ. ιβ´ 6-14)· Εὐαγγέλιον: Κυρ. Ϛ´ Ματθ., «Ἐμβὰς ὁ Ἰησοῦς εἰς τὸ πλοῖον» (Μτθ. θ´ 1-8).

Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

Τῇ Κυριακῇ ἑσπέρας. Ὁ ἑσπερινὸς τῆς 5ης Αὐγούστου ὡς ἐν τῷ Μηναίῳ (ἄνευ Παρακλητικῆς)· μετὰ τὸ «Νῦν ἀπολύεις» ἡ μεγάλη παράκλησις· ἐν τέλει τὸ προεόρτιον ἀπολυτίκιον ἅπαξ. [Ἐν τῇ ἀπολύσει μνημονεύεται ὁ ἅγιος τῆς 5ης Αὐγούστου.]

5. Δευτέρα. Προεόρτια τῆς Μεταμορφώσεως· Εὐσιγνίου μάρτυρος (†362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ.

Εἰς τὸν ὄρθρον. Ἡ ἀκολουθία ὡς ἐν τῷ Μηναίῳ, ἄνευ Παρακλητικῆς (ὅρα ἔμπροσθεν Γεν. τυπικὰς διατάξεις §§58-63). Εἰς τὸ «Θεὸς Κύριος» τὸ προεόρτιον ἀπολυτίκιον δίς. Καθίσματα τὰ κάτωθι προεόρτια (ἕκαστον ἐκ δευτέρου μετὰ τοῦ Δόξα, Καὶ νῦν)· Μετὰ τὴν α´ στιχολογίαν. Ἦχος δ´. «Ταχὺ προκατάλαβε». Ἡμέρα εὐφρόσυνος ἐπέστη νῦν τοῖς πιστοῖς, τῆς θείας ἐνδόξου τε μεταμορφώσεως, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· πάντες οὖν φαιδρυνθῶμεν τοῦ δοξάσαι ἀξίως, ᾄσμασι θεηγόροις τὰ αὐτοῦ μεγαλεῖα, ἐν οἷς ὡς Θεὸς ἐκλάμψας κόσμον ἐφώτισεν.

Μετὰ τὴν β´ στιχολογίαν. Ἦχος α´. «Τὸν τάφον σου, σωτήρ». Ἐν ὄρει τῷ Θαβὼρ συνανέλθωμεν πάντες, πιστοὶ τοῖς μαθηταῖς τοῦ Χριστοῦ τοῖς προκρίτοις, νοῒ καὶ κατίδωμεν τὴν αὐτοῦ μεταμόρφωσιν, καὶ δοξάσωμεν τὴν εἰς ἡμᾶς αὐτοῦ ἄκραν, συγκατάβασιν δι᾿ ἧς τῷ κόσμῳ παρέχει ζωὴν τὴν αἰώνιον.

Ὁ ν´ ψαλμὸς χῦμα, οἱ κανόνες ὡς ἐν τῷ Μηναίῳ (ὁ α´ μετὰ τῶν εἱρμῶν)· τὰ δύο ἐξαποστειλάρια· στιχηρὰ αἴνων δὲν ψάλλονται· «Σοὶ δόξα πρέπει» κ.λπ. καὶ τὰ ἐν τῷ Μηναίῳ ἀπόστιχα.

Εἰς τὴν λειτουργίαν. Τὰ συνήθη ἀντίφωνα τῶν καθημερινῶν (ὅρα Γεν. τυπικὰς διατάξεις §29). Μετὰ τὴν εἴσοδον ἀπολυτίκια «Χριστοῦ τὴν μεταμόρφωσιν» καὶ τοῦ ναοῦ, τὸ προεόρτιον κοντάκιον «Ἐν τῇ θείᾳ σήμερον». Ἀπόστολος: προεόρτιος, Παρ. λβ´ ἑβδ. ἐπιστ., «Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ» (Α´ Πέτρου α´ 1-β´ 10)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. ζ´ ἑβδ. Ματθ., «Ἦλθεν ὁ Ἰησοῦς» (Μτθ. ιγ´ 54-58). «Ἄξιόν ἐστί». Κοινωνικὸν τῆς ἡμέρας, καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς σύνηθες.

Εἴδησις. Ἀπὸ σήμερον μέχρι τῆς 23ης Αὐγούστου παύει ἡ χρῆσις τῆς Παρακλητικῆς πλὴν τῶν Κυριακῶν.

6. Τρίτη. † Η ΜΕΤΑΜΟΡΦΩΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. Εἰς τὴν θ´. Ἀπολυτίκιον «Χριστοῦ τὴν μεταμόρφωσιν»· κοντάκιον «Ἐν τῇ θείᾳ σήμερον μεταμορφώσει». Ἡ ἀκολουθία ἅπασα ψάλλεται κατὰ τὴν τάξιν τοῦ Μηναίου. Εἰς τὸν ἑσπερινὸν ἄνευ Ψαλτηρίου (Προθεωρία τυπικοῦ §4) καὶ ἄνευ Παρακλήσεως. Τὸ ἀπολυτίκιον «Μετεμορφώθης ἐν τῷ ὄρει» τρὶς ἔν τε τῷ ἑσπερινῷ καὶ τῷ ὄρθρῳ. Ἀπόλυσις (λεγόμενη καὶ ἐν πάσαις ταῖς καθημεριναῖς μέχρι τῆς θ´ ὥρας τῆς 13ης τοῦ μηνὸς) «Ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς ἐν δόξῃ ἐνώπιον τῶν ἁγίων αὐτοῦ μαθητῶν καὶ ἀποστόλων Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν». Τὰ διὰ τὴν λιτὴν ἰδιόμελα τῆς ἑορτῆς εἰς τὸ μεσονυκτικόν.

Εἰς τὸν ὄρθρον, Εὐαγγέλιον τῆς ἑορτῆς, «Παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον» (Λκ. θ´ 28-36)· ὁ ν´ ψαλμὸς χῦμα κ.τ.λ., ὡς ἐν τῷ Μηναίῳ· καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· (ἀντὶ τοῦ Τὴν τιμιωτέραν) ἡ θ´ ᾠδὴ ἀμφοτέρων τῶν κανόνων καὶ εἶτα οἱ εἱρμοὶ «Μυστικὸς εἶ, Θεοτόκε», «Ὁ διὰ βρώσεως τοῦ ξύλου»· μετὰ τὴν μεγάλην δοξολογίαν τὸ ἀπολυτίκιον «Μετεμορφώθης» ἅπαξ.

Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα τὰ τῆς ἑορτῆς.

ΕΙΣΟΔΙΚΟΝ* «Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, Κύριε, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι ἀλληλούια».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ τὸ ἀπολυτίκιον «Μετεμορφώθης ἐν τῷ ὄρει» καὶ τὸ κοντάκιον «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης». Tρισάγιον.

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: ἑορτῆς, «Σπουδάσατε βεβαίαν ὑμῶν» (Β´ Πέτρου α´ 10-19)· Εὐαγγέλιον: ὁμοίως, «Παραλαμβάνει ὁ Ἰησοῦς» (Ματθ. ιζ´ 1-9).

Εἰς τὸ Ἐξαιρέτως τὸ τροπάριον τῆς ζ´ ᾠδῆς τοῦ κανόνος τῆς ἑορτῆς «Νῦν τὰ ἀνήκουστα ἠκούσθη».

ΚΟΙΝΩΝΙΚΟΝ «Ἐν τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου σου, Κύριε, πορευσόμεθα εἰς τὸν αἰῶνα· ἀλληλούια»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Μετεμορφώθης ἐν τῷ ὄρει».

[Πολλάχου, κατὰ παράδοσιν, προτίθενται ὑπὸ τὴν εἰκόνα τοῦ δεσπότου Χριστοῦ ὥριμοι σταφυλαὶ καὶ μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν ψάλλονται τὸ ἀπολυτίκιον, Δόξα, Καὶ νῦν, τὸ κοντάκιον τῆς ἑορτῆς, καὶ ἀναγινώσκεται παρὰ τοῦ ἱερέως ἡ εὐχὴ «Εἰς εὐλόγησιν σταφυλῆς»· «Εὐλόγησον, Κύριε, τὸν καρπὸν τοῦτον τῆς ἀμπέλου» (βλ. Ἱερατικόν).]

* Ἔστω γνωστὸν ὅτι νεώτεραι λειτουργικαὶ ἐκδόσεις ἔχουν ὡς εἰσοδικὸν τόδε· «Θαβὼρ καὶ Ἐρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς».

Ἐν τῇ τραπέζῃ ἰχθύος κατάλυσις.

Εἰδήσεις.

1. Ἀπὸ αὔριον μέχρι τῆς 12ης τοῦ μηνός, τῶν κανόνων τοῦ Μηναίου προτάσσονται οἱ κανόνες τῆς Μεταμορφώσεως (τὴν μὲν 7ην, 9ην καὶ 11ην ὁ α´ κανών, τὴν δὲ 8ην, 10ην καὶ 12ην ὁ β´)· ἐὰν ἑορτάζεται καὶ ἅγιος, ψάλλονται καταβασίαι «Σταυρὸν χαράξας».

2. Ἀπὸ σήμερον ἕως τῆς 12ης Αὐγούστου εἰς τὴν λειτουργίαν ἀντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν· εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν... σῶσον ἡμᾶς... ὁ ἐν τῷ ὄρει τῷ Θαβώρ»· κοντάκιον «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης».

3. Ἀπὸ σήμερον μέχρι τῆς θ´ ὥρας τῆς 13ης Αὐγούστου, ἐν ᾗ ἀποδίδεται ἡ ἑορτή, ἀπόλυσις «Ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς» κ.τ.λ., ὡς ἐν τῇ 6ῃ Αὐγούστου.

Τῇ Τρίτῃ ἑσπέρας. Εἰς τὸν ἑσπερινόν. Ἡ ἀκολουθία ὡς ἔχει ἐν τῷ Μηναίῳ, γίνεται δὲ εἴσοδος καὶ ψάλλεται τὸ μέγα προκείμενον «Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ» μετὰ τῶν στίχων αὐτοῦ. Μετὰ τὸ «Νῦν ἀπολύεις» ἡ μεγάλη παράκλησις. Μετὰ τὸ τρισάγιον κ.λπ. τὸ ἀπολυτίκιον μόνον τῆς ἑορτῆς (ἅπαξ), ὅ περ ψάλλεται καθ᾿ ἑκάστην μέχρι τῆς 13ης Αὐγούστου. [Ἐν τῇ ἀπολύσει μνημονεύεται ὁ ἅγιος τῆς 7ης Αὐγ.]

7. Τετάρτη. Δομετίου ὁσιομάρτυρος τοῦ Πέρσου (†363). Νικάνορος ὁσίου (†1519), κτίτορος τῆς ἱ. μονῆς «Ζάβορδας» Γρεβενῶν· Θεοδοσίου ὁσίου τοῦ ἐξ Ἀθηνῶν, προστάτου Ἀργολίδος.

Εἰς πάσας τὰς μεθεόρτους ἡμέρας ἡ ἀκολουθία ψάλλεται μόνον ἐκ τοῦ Μηναίου (ὅρα ἔμπροσθεν γεν. τυπικὰς διατάξεις §§52-63). Ἀπόστολος: ἡμέρας, Τετ. ζ´ ἑβδ. ἐπιστ. (Α´ Κορ. ζ´ 12-24)· Εὐαγγέλιον: μεθέορτον, 7 Αὐγ. (Μρ. θ´ 2-9).

Τῇ Τετάρτῃ ἑσπέρας ὁ ἑσπερινὸς τῆς 8ης Αὐγ. μετὰ τῆς μικρᾶς παρακλήσεως· ἐν τέλει τὸ ἀπολυτίκιον «Μετεμορφώθης» [ἐν δὲ τῇ ἀπολύσει μνημονεύεται ὁ ἅγιος τῆς 8ης Αὐγ.]

8. Πέμπτη. Αἰμιλιανοῦ ἐπισκ. Κυζίκου ὁμολογητοῦ (†81320). Μύρωνος ἐπισκ. Κρήτης τοῦ θαυματουργοῦ (†350), Τριανταφύλλου νεομ. ἐκ Ζαγορᾶς (†1680), Ἀναστασίου νεομάρτυρος τοῦ ἐν Θεσσαλονίκῃ (†1794).

Ἀπόστολος: ἡμέρας, Πέμ. ζ´ ἑβδ. ἐπιστ.(Α´ Κορ. ζ´ 24-35)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. ζ´ ἑβδ. Ματθ.(Μτθ. ιε´ 12-21).

Τῇ Πέμπτῃ ἑσπέρας ὁ ἑσπερινὸς τῆς 9ης Αὐγ. μετὰ τῆς μεγάλης παρακλήσεως. Ἐν τέλει τὸ ἀπολυτίκιον «Μετεμορφώθης» [ἐν τῇ ἀπολύσει μνημονεύεται ὁ ἅγιος τῆς 9ης Αὐγ.]

9. Παρασκευή. Ματθίου τοῦ ἀποστόλου (†63).

Ἀπόστολος: ἀποστόλου, Δευτ. Διακαινησίμου (Πρξ. α´ 1217, 21-26)· Εὐαγγέλιον: ἡμέρας, Παρ. ζ´ ἑβδ. Ματθ. (Μτθ. ιε´ 29-31).

Τῇ Παρασκευῇ ἑσπέρας ὁ ἑσπερινὸς τῆς 10ης Αὐγ. ὡς ἐν τῷ Μηναίῳ μετὰ τῆς μικρᾶς παρακλήσεως. Ἐν τέλει τὸ ἀπολυτίκιον «Μετεμορφώθης» [ἐν τῇ ἀπολύσει μνημονεύεται ὁ ἅγιος τῆς 10ης Αὐγ.].

10. Σάββατον. Λαυρεντίου ἀρχιδιακόνου καὶ μάρτυρος. Ξύστου ἐπισκόπου Ῥώμης τοῦ ἐξ Ἀθηνῶν (†258).

Ἡ μεθέορτος ἀκολουθία τοῦ ὄρθρου ψάλλεται κατὰ τὴν ἐν τῷ Μηναίῳ τάξιν (βλέπε καὶ εἰς τὰς γενικὰς τυπικὰς διατάξεις τοῦ παρόντος τόμου §§52-63).

Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν· εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἐν τῷ ὄρει τῷ Θαβώρ»· Ἀπόστολος: ἡμέρας, Σαβ. ζ´ ἑβδ. ἐπιστ. (Ῥωμ. ιβ´ 1-3)· Εὐαγγέλιον: ἡμέρας, Σαβ. ζ´ ἑβδ. Ματθ. (Μτθ. ι´ 37-ια´ 1)· «Ἄξιον ἐστί»· κοινωνικὸν «Ἀγαλλιᾶσθε, δίκαιοι».

11. † ΚΥΡΙΑΚΗ μετὰ τὴν ἑορτήν. Εὔπλου διακόνου (†304). Νήφωνος Κωνσταντινουπόλεως (†1502)· ἀνάμνησις θαύματος τοῦ ἁγίου Σπυρίδωνος ἐν Κερκύρᾳ (1716). Ἦχος πλ. β´. Ἑωθινὸν ζ´ (τυπικὸν 6ης Αὐγούστου §§ 7-9).

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ» ἀναστάσιμα 6 καὶ ὁμόηχα μεθέορτα 3 «Μορφούμενος δι᾿ οἶκτον» κ.λπ. εἰς 4, Δόξα, «Δεῦτε ἀναβῶμεν» (λιτῆς τῆς ἑορτῆς), Καὶ νῦν, «Τίς μὴ μακαρίσει σε».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, «Νόμου καὶ προφητῶν σε Χριστέ» (λιτῆς 6ης Αὐγ.).

ΑΠΟΛΥΤΙΚΙΑ «Ἀγγελικαὶ δυνάμεις», Δόξα, Καὶ νῦν, «Μετεμορφώθης ἐν τῷ ὄρει».

ΑΠΟΛΥΣΙΣ «Ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς ἐν δόξῃ ἐνώπιον τῶν ἁγίων αὐτοῦ μαθητῶν καὶ ἀποστόλων καὶ ἀναστὰς ἐκ νεκρῶν...»

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ τὸ ἀπολυτίκιον «Μετεμορφώθης».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια «Ἀγγελικαὶ δυνάμεις», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Μετεμορφώθης». [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα ἀλλ᾿ ἀντὶ θεοτοκίων τὰ μεθέορτα τῆς 11ης Αὐγούστου. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (ζ´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ α´ τῆς ἑορτῆς. Ἀπὸ γ´ ᾠδῆς [τὸ κοντάκιον τῆς ἑορτῆς καὶ] τὸ μεθέορτον μεσῴδιον κάθισμα «Τῇ ἀπροσίτῳ Ἰησοῦ» (11ης Αὐγούστου). Ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμιωτέραν», «Μυστικὸς εἶ, Θεοτόκε».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ ζ´ ἀναστάσιμον «Ὅτι ἦραν τὸν Κύριον», καὶ τὸ τῆς ἑορτῆς «Φῶς ἀναλλοίωτον, Λόγε» (6ης Αὐγούστου).

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 4 καὶ τῆς ἑορτῆς στιχηρὰ προσόμοια 3 «Πρὸ τοῦ τιμίου σταυροῦ σου» κ.λπ. (βλέπε 6 Αὐγούστου) εἰς 4, μὲ στίχους εἰς τὰ δύο τελευταῖα «Σοί εἰσιν οἱ οὐρανοὶ καὶ σή ἐστιν ἡ γῆ», «Θαβὼρ καὶ Ἐρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται», Δόξα, τὸ ζ´ ἑωθινὸν «Ἰδοὺ σκοτία καὶ πρωί», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν, ὡς ἐν τῷ Μηναίῳ.

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Ἀγγελικαὶ δυνάμεις», «Μετεμορφώθης» καὶ τοῦ ναοῦ, κοντάκιον «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: Κυρ. ζ´ ἑβδ. ἐπιστ., «Ὀφείλομεν ἡμεῖς οἱ δυνατοί» (Ῥωμ. ιε´ 1-7)· Εὐαγγέλιον: Κυρ. ζ´ Ματθ., «Παράγοντι τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοί» (Μτθ. θ´ 27-35).

Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

Τῇ Κυριακῇ ἑσπέρας ὁ ἑσπερινὸς τῆς 12ης Αὐγ. μετὰ τῆς μεγάλης παρακλήσεως. Ἐν τέλει τὸ ἀπολυτίκιον «Μετεμορφώθης». [Ἐν τῇ ἀπολύσει μνημονεύονται οἱ ἅγιοι τῆς 12ης Αὐγ.]

12. Δευτέρα. Φωτίου καὶ Ἀνικήτου τῶν μαρτύρων (†305-306).

Εἴδησις. Σήμερον συμψάλλεται καὶ ἡ ἀκολουθία τοῦ ἁγίου Μαξίμου τοῦ ὁμολογητοῦ διὰ τὸ ἀποδίδοσθαι αὔριον τὴν ἑορτήν.

Ἀπόστολος: ἡμέρας, Δευτ. η´ ἑβδ. ἐπιστ. (Α´ Κορ. θ´ 13-18)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. η´ ἑβδ. Ματθ.(Μτθ. ιϚ´ 1-6).

Τῇ Δευτέρᾳ ἑσπέρας. Ὁ ἑσπερινὸς τῆς ἀποδόσεως ψάλλεται ὡς τῇ κυρίᾳ ἡμέρᾳ τῆς ἑορτῆς, ἄνευ ὅμως τῶν ἀναγνωσμάτων καὶ ἄνευ τῆς λιτῆς, ἅ τινα καταλιμπάνονται. Μετὰ τὸ «Νῦν ἀπολύεις» συνάπτεται καὶ ἡ τελευταία μικρὰ παράκλησις. Μετὰ τὸ τρισάγιον κ.λπ. τὸ ἀπολυτίκιον τῆς ἑορτῆς «Μετεμορφώθης ἐν τῷ ὄρει» τρίς.

13. Τρίτη. Ἀπόδοσις τῆς ἑορτῆς τῆς Μεταμορφώσεως· μετάθεσις τοῦ ἱεροῦ λειψάνου τοῦ ἁγίου Μαξίμου τοῦ ὁμολογητοῦ.

Τῇ Τρίτῃ πρωί. Τὸ καθ᾿ ἡμέραν μεσονυκτικόν, ἄνευ τῶν διὰ τὴν λιτὴν στιχηρῶν τῆς ἑορτῆς. Ὁ ὄρθρος ψάλλεται ὡς ἐν τῇ α´ ἡμέρᾳ τῆς ἑορτῆς, ἀλλ᾿ ἄνευ τοῦ καθίσματος τοῦ πολυελέου καὶ ἄνευ τοῦ Εὐαγγελίου μετὰ τῆς τάξεως αὐτοῦ· ὅθεν μετὰ τὰ δύο καθίσματα, ὁ ν´ ψαλμὸς καὶ εὐθὺς οἱ κανόνες· συναξάριον τὸ τῆς 13ης τοῦ μηνός.

Εἰς τὴν λειτουργίαν ἀντίφωνα καὶ εἰσοδικὸν τῆς ἑορτῆς· Ἀπόστολος: –μετὰ προκειμένου τῆς ἑορτῆς (διὰ τὴν ἀπόδοσιν αὐτῆς)– ἡμέρας, Τρ. η´ ἑβδ. ἐπιστ. (Α´ Κορ. ι´ 5-12)· Εὐαγγέλιον: ἡμέρας, Τρ. η´ ἑβδ. Ματθ. (Μτθ. ιϚ´ 6-12). Εἰς τὸ Ἐξαιρέτως ὁ εἱρμὸς τῆς θ´ ᾠδῆς τοῦ α´ κανόνος «Ὁ τόκος σου ἄφθορος». Κοινωνικὸν «Ἐν τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου σου, Κύριε, πορευσόμεθα εἰς τὸν αἰῶνα· ἀλληλούια»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Μετεμορφώθης».

Τῇ Τρίτῃ ἑσπέρας. Εἰς τὴν θ´. Ἀπολυτίκιον «Μετεμορφώθης»· κοντάκιον «Ἐπὶ τοῦ ὄρους»· ἀπόλυσις (μικρὰ) «Ὁ ἐν τῷ ὄρει τῷ Θαβώρ», ὡς εἰς τὸν ἑσπερινὸν τῆς ἑορτῆς.

Ὁ προεόρτιος ἑσπερινὸς τῆς 14ης Αὐγ. κατὰ τὴν ἐν τῷ Μηναίῳ τάξιν καὶ ἡ τελευταία μεγάλη παράκλησις· μετὰ τὸ τρισάγιον κ.λπ. τὸ προεόρτιον ἀπολυτίκιον «Λαοὶ προσκιρτήσατε» (ἅπαξ).

14. Τετάρτη. Προεόρτια τῆς κοιμήσεως τῆς ὑπεραγίας Θεοτόκου, Μιχαίου τοῦ προφήτου (η´ π.Χ. αἰ.).

Εἴδησις. Σήμερον, ἐὰν ἑορτάζεται ἅγιος, καταβασίαι «Ἀνοίξω τὸ στόμα μου... ταύτης τὴν κοίμησιν» (ὅρα εἱρμοὺς β´ κανόνος 15ης Αὐγούστου).

Τῇ Τετάρῃ πρωὶ ὁ ὄρθρος κατὰ τὴν ἐν τῷ Μηναίῳ τάξιν (βλέπε καὶ ἔμπροσθεν εἰς τὰς γεν. τυπ. διατάξεις, §§52-63). Εἰς τὴν λειτουργίαν κοντάκιον «Τῇ ἐνδόξῳ μνήμῃ σου ἡ οἰκουμένη»· Ἀπόστολος: ἡμέρας, Τετ. η´ ἑβδ. ἐπιστ. (Α´ Κορ. ι´ 12-23). Εὐαγγέλιον: ἡμέρας, Τετ. η´ ἑβδ. Ματθ. (Μτθ. ιϚ´ 2024).

15. Πέμπτη. † Η ΚΟΙΜΗΣΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ. Εἰς τὴν θ´. Ἀπολυτίκιον «Λαοὶ προσκιρτήσατε»· κοντάκιον «Τῇ ἐνδόξῳ μνήμῃ σου».

Εἰς τὸν ἑσπερινόν. Ἡ ἀκολουθία ἅπασα ὡς ἀκριβῶς ἔχει εἰς τὸ Μηναῖον, ἀλλὰ τὰ διὰ τὴν λιτὴν στιχηρὰ θὰ ψαλοῦν εἰς τὸ μεσονυκτικόν. Τὸ ἀπολυτίκιον «Ἐν τῇ γεννήσει» ψάλλεται τρίς (ὡσαύτως καὶ εἰς τὸ «Θεὸς Κύριος»). Ἀπόλυσις «Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου αὐτοῦ μητρός, ἧς τὴν κοίμησιν ἑορτάζομεν, δυνάμει τοῦ τιμίου...»

Εἰς τὸν ὄρθρον. Ἡ ἀκολουθία ἅπασα ψάλλεται κατὰ τὴν τάξιν τοῦ Μηναίου. Εὐαγγέλιον τῆς ἑορτῆς τὸ «Ἀναστᾶσα Μαριάμ». Οἱ δύο κανόνες μετὰ τῶν εἱρμῶν καὶ μετὰ στίχου «Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς». Καταβασίαι «Πεποικιλμένη τῇ θείᾳ δόξῃ»· ἡ θ´ ᾠδὴ τῶν δύο κανόνων μετὰ τῶν μεγαλυναρίων, εἰς μὲν τὸν α´ «Αἱ γενεαὶ πᾶσαι μακαρίζομέν σε» εἰς δὲ τὸν β´ «Ἄγγελοι τὴν κοίμησιν τῆς παρθένου», καὶ ὁ εἱρμὸς «Αἱ γενεαὶ πᾶσαι... Νενίκηνται τῆς φύσεως οἱ ὅροι». Τὸ ἐξαποστειλάριον (τρίς). Εἰς τοὺς αἴνους τὰ στιχηρὰ τῆς ἑορτῆς εἰς 4 μετὰ τοῦ Δόξα, Καὶ νῦν, «Τῇ ἀθανάτῳ σου κοιμήσει». Δοξολογία μεγάλη καὶ τὸ ἀπολυτίκιον «Ἐν τῇ γεννήσει» ἅπαξ.

Σημείωσις. Ἐνιαχοῦ, κατὰ παλαιὸν ἔθος, ψάλλονται καταβασίαι οἱ εἱρμοὶ ἀμφοτέρων τῶν κανόνων τῆς ἑορτῆς «Πεποικιλμένη τῇ θείᾳ δόξῃ» καὶ «Ἀνοίξω τὸ στόμα μου» (βλέπε εἰς τὸ Μηναῖον τὴν πρὸ τῶν κανόνων τῆς ἑορτῆς ὑπάρχουσαν διάταξιν).

Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα τὰ τῆς ἑορτῆς.

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ μόνον τὸ ἀπολυτίκιον «Ἐν τῇ γεννήσει» καὶ τὸ κοντάκιον «Τὴν ἐν πρεσβείαις».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: τῆς ἑορτῆς, 15 Αὐγ. ἢ 8 Σεπτ., «Τοῦτο φρονείσθω ἐν ὑμῖν» (Φιλιπ. β´ 5-11)· Εὐαγγέλιον: ὁμοίως, «Εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά» (Λκ. ι´ 38-42, ια´ 27-28).

Εἰς τὸ Ἐξαιρέτως «Αἱ γενεαὶ πᾶσαι... Νενίκηνται τῆς φύσεως». Κοινωνικὸν «Ποτήριον σωτηρίου»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

Εἰδήσεις.

1. Ἀπὸ αὔριον μέχρι τῆς 22ας τοῦ μηνός, τῶν κανόνων τοῦ Μηναίου προτάσσονται οἱ τῆς ἑορτῆς τῆς κοιμήσεως· τὴν μὲν 16ην, 18ην, 20ὴν καὶ 22αν τοῦ μηνὸς ὁ α´ κανών, τὴν δὲ 17ην, 19ην καὶ 21ην ὁ β´.

2. Ἐπίσης ἀπὸ αὔριον μέχρι τῆς 23ης Αὐγούστου, ἐὰν ἑορτάζεται ἅγιος, ψάλλονται καταβασίαι «Πεποικιλμένη».

3. Ἐν ταῖς θείαις λειτουργίαις μέχρι τῆς 23ης Αὐγούστου λέγονται τὰ ἀντίφωνα τῆς ἑορτῆς· κοντάκιον «Τὴν ἐν πρεσβείαις ἀκοίμητον».

16. Παρασκευή. Ἡ ἐξ Ἐδέσσης ἀνακομιδὴ τῆς ἀχειροποιήτου εἰκόνος, ἤ τοι τοῦ ἱεροῦ μανδηλίου (944). Διομήδους μάρτυρος (†298). Τιμοθέου ἐπισκ. Εὐρίπου (†1578), Γερασίμου τοῦ ἐν Κεφαλληνίᾳ (†15 Αὐγ. 1579), Ἀποστόλου (†1680) καὶ Σταματίου νεομαρτ.· τῶν ἐν Μεγάροις 6 μαρτύρων.

Εἰς τὴν θ´. «Ἐν τῇ γεννήσει»· κοντάκιον «Τὴν ἐν πρεσβείαις».

Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν (ἄνευ Ψαλτηρίου) εἰς τὸ «Κύριε, ἐκέκραξα» στιχηρὰ προσόμοια τοῦ ἱεροῦ μανδηλίου 3 καὶ τῆς ἑορτῆς 3 (τὰ τοῦ μικροῦ ἑσπερινοῦ) «Ποίοις οἱ εὐτελεῖς χείλεσι» (βλέπε 15 Αὐγ.), Δόξα, Καὶ νῦν, «Δεῦτε τὴν παγκόσμιον κοίμησιν» (16 Αὐγ.). Εἴσοδος κ.λπ.. Ἀπόστιχα τὰ τῆς σειρᾶς «Δῆμος τῶν μαθητῶν», Δόξα, Καὶ νῦν, μεθέορτον «Ὅτε πρὸς τὸν ἐκ σοῦ». Ἀπολυτίκια «Τὴν ἄχραντον εἰκόνα σου», Δόξα, Καὶ νῦν, «Ἐν τῇ γεννήσει».

Εἰς τὸν ὄρθρον. Ὁ ἑξάψαλμος καὶ τὰ λοιπὰ ὡς ἐν τῷ Μηναίῳ· κανόνες, ὁ α´ τῆς ἑορτῆς καὶ ὁ τοῦ ἱ. μανδηλίου (μετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι»). Καταβασίαι «Πεποικιλμένη τῇ θείᾳ δόξῃ»· «Τὴν τιμιωτέραν» καὶ ὁ εἱρμὸς «[Αἱ γενεαὶ πᾶσαι...] Νενίκηνται τῆς φύσεως οἱ ὅροι». Ἐξαποστειλάριον τὸ τῆς σειρᾶς «Τῶν ἀποστόλων ὁ δῆμος» δίς. Εἰς τοὺς αἴνους τὰ τοῦ ἑσπερινοῦ 3 προσόμοια τοῦ ἁγίου μανδηλίου «Ποίοις οἱ γηγενεῖς ὄμμασιν» εἰς 4, Δόξα, Καὶ νῦν, «Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα» (ζήτει εἰς τὴν λιτὴν 15 Αὐγούστου). Δοξολογία μεγάλη καὶ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου».

Εἰς τὴν λειτουργίαν. Ἐὰν προτιμηθοῦν ἀντίφωνα, θὰ ψαλοῦν τὰ τῆς ἑορτῆς. Εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν». Ἀπολυτίκια «Τὴν ἄχραντον εἰκόνα σου», «Ἐν τῇ γεννήσει» καὶ τὸ τοῦ ναοῦ· κοντάκιον «Τὴν ἐν πρεσβείαις». Ἀπόστολος: 16ης Αὐγ., ζήτει Σαβ. πρὸ τῶν Φώτων (Α´ Τιμ. γ´ 13-δ´ 5)· Εὐαγγέλιον: ἱεροῦ μανδηλίου, 16ης Αὐγ. (Λκ. θ´ 51-57, ι´ 2224 καὶ ιγ´ 22). «Ἄξιον ἐστίν»· «Αἰνεῖτε τὸν Κύριον».

17. Σάββατον. Μύρωνος μάρτυρος. Παύλου καὶ τῆς ἀδελφῆς αὐτοῦ Ἰουλιανῆς (†257), Δημητρίου ὁσιομάρτυρος τοῦ ἐκ Σαμαρίνης (†1808), Παναγίας τῆς Γουμενίσσης.

Εἰς πάσας τὰς μεθεόρτους καθημερινὰς ἡ ἀκολουθία ψάλλεται μόνον ἐκ τοῦ Μηναίου (ὅρα ἔμπροσθεν γεν. τυπικὰς διατάξεις §§52-63)· Ἀπόστολος: ἡμέρας, Σαβ. η´ ἑβδ. ἐπιστ. (Ῥωμ. ιγ´ 1-10)· Εὐαγγέλιον: ἡμέρας, Σαβ. η´ ἑβδ. Ματθ. (Μτθ. ιβ´ 30-37).

18. † ΚΥΡΙΑΚΗ μετὰ τὴν ἑορτήν. Φλώρου καὶ Λαύρου μαρτύρων. Λέοντος καὶ Ἑρμοῦ· ἀνακομιδὴ λειψάνων Ἀρσενίου ὁσίου τοῦ ἐν Πάρῳ (†1877). Ἦχος βαρύς, ἑωθινὸν η´ (τυπικὸν 15ης Αὐγ. §§ 13-15).

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Ἐν τῇ γεννήσει»· κοντάκιον «Τὴν ἐν πρεσβείαις».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 6 καὶ μεθέορτα (18ης Αὐγ.) προσόμοια 3 «Οὐχ ἅρμα πυρίμορφον» κ.λπ. εἰς 4, Δόξα, «Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα» (ζήτει εἰς τὴν λιτὴν τῆς 15ης Αὐγ.), Καὶ νῦν, «Μήτηρ μὲν ἐγνώσθης».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, «ᾌσατε, λαοί, τῇ μητρί» (ζήτει εἰς τὴν λιτὴν τῆς ἑορτῆς).

ΑΠΟΛΥΤΙΚΙΑ «Κατέλυσας τῷ σταυρῷ σου», Δόξα, Καὶ νῦν, «Ἐν τῇ γεννήσει».

Εἰς τὸ μεσονυκτικόν. Ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Ἐν τῇ γεννήσει».

Εἰς τὸν ὄρθρον. Εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια «Κατέλυσας», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Ἐν τῇ γεννήσει». [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα καὶ ἀντὶ θεοτοκίων τὰ μεθέορτα καθίσματα τῆς 18ης Αὐγούστου. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (η´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ α´ τῆς ἑορτῆς (15 Αὐγ.) ἄνευ τῶν εἱρμῶν· ἀπὸ γ´ ᾠδῆς τὸ μεθέορτον μεσῴδιον κάθισμα «Ἡ Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς» (μεσῴδιον τῆς 18ης τοῦ μηνός)· ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον καὶ ὁ οἶκος καὶ τὸ συναξάριον τῆς ἡμέρας.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Πεποικιλμένη τῇ θείᾳ δόξῃ»· «Τὴν τιμιωτέραν», «[Αἱ γενεαὶ πᾶσαι...] Νενίκηνται τῆς φύσεως οἱ ὅροι».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ η´ ἀναστάσιμον «Δύο ἀγγέλους βλέψασα», καὶ τὸ τῆς ἑορτῆς «Ἀπόστολοι ἐκ περάτων» ἅπαξ.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 4 καὶ τὰ τῆς κυρίας ἡμέρας τῆς ἑορτῆς «Τῇ ἐνδόξῳ κοιμήσει σου» κ.λπ. (δευτεροῦντες τὸ πρῶτον), εἰς στίχους τὰ δύο τελευταῖα α´) «Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου», β´) «Ὤμοσε Κύριος τῷ Δαυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν», Δόξα, τὸ η´ ἑωθινὸν «Τὰ τῆς Μαρίας δάκρυα», Καὶ νῦν, «Ὑπερευλογημένη», δοξολογία μεγάλη, «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).

Εἰς τὴν λειτουργίαν. Ἐὰν προτιμηθοῦν ἀντίφωνα, ψάλλονται τὰ τῆς ἑορτῆς ἀλλ᾿ εἰς τὸ β´ μὲ ἐφύμνιον «Σῶσον ἡμᾶς... ὁ ἀναστάς».

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστάς».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Κατέλυσας», «Ἐν τῇ γεννήσει» καὶ τοῦ ναοῦ, κοντάκιον «Τὴν ἐν πρεσβείαις».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: Κυρ. η´ ἐπιστολῶν, «Παρακαλῶ ὑμᾶς» (Α´ Κορ. α´ 10-17)· Εὐαγγέλιον: Κυρ. η´ Ματθ., «Εἶδεν ὁ Ἰησοῦς»(Μτθ. ιδ´ 14-22).

Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστί». Κοινωνικὸν «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς»· «Πληρωθήτω»· «Εἴη τὸ ὄνομα Κυρίου» καὶ ἀπόλυσις.

19. Δευτέρα. Ἀνδρέου μεγαλομάρτυρος (δ´ αἰ.). Τιμοθέου, Εὐτυχιανοῦ, Στρατηγίου μαρτύρων (†304).

Ἀπόστολος: ἡμέρας, Δευτ. θ´ ἑβδ. ἐπιστ. (Α´ Κορ. ια´ 31-ιβ´ 6)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. θ´ ἑβδ. Ματθ.(Μτθ. ιη´ 1-11).

20. Τρίτη. Σαμουὴλ προφήτου (1144 π.Χ.), Λουκίου μάρτυρος τοῦ βουλευτοῦ (γ´ αἰ.).

Ἀπόστολος: ἡμέρας, Τρ. θ´ ἑβδ. ἐπιστ. (Α´ Κορ. ιβ´ 12-26)· Εὐαγγέλιον: ἡμέρας, Τρ. θ´ ἑβδ. Ματθ. (Μτθ. ιη´ 18-22, ιθ´ 1-2, 13-15).

21. Τετάρτη. Θαδδαίου ἀποστόλου (α´ αἰ.), Βάσσης μάρτυρος καὶ τῶν τέκνων αὐτῆς (γ´ αἰ.).

Ἀπόστολος: ἡμέρας, Τετ. θ´ ἑβδ. ἐπιστ. (Α´ Κορ. ιγ´ 4-ιδ´ 5)· Εὐαγγέλιον: ἡμέρας, Τετ. θ´ ἑβδ. Ματθ. (Μτθ. κ´ 1-16).

22. Πέμπτη. Ἀγαθονίκου μάρτυρος καὶ τῶν σὺν αὐτῷ (δ´ αἰ.).

Σήμερον ἐν τῷ μηναίῳ τίθεται καὶ ἡ ἀκολουθία τοῦ μάρτυρος Λούπου τοῦ ὁμολογητοῦ διὰ τὸ ἀποδίδοσθαι αὔριον τὴν ἑορτήν.

Ἀπόστολος: ἡμέρας, Πέμ. θ´ ἑβδ. ἐπιστ. (Α´ Κορ. ιδ´ 6-19)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. θ´ ἑβδ. Ματθ. (Μτθ. κ´ 17-28).

Εἴδησις. Ἔν τισι περιοχαῖς ὀρθῶς ἔχει ἐπικρατήσει (καὶ εἰς ἑορτάζοντας ἀκόμη ναοὺς) νὰ ψάλλεται σήμερον 22ᾳ τοῦ μηνὸς ἡ ἀκολουθία τῆς Παναγίας τῆς Προυσιωτίσσης ἐξ ἰδιαιτέρας φυλλάδος μετὰ τῶν μεθεόρτων. Αἱ μὲν ἀκολουθίαι τοῦ μηναίου καταλιμπάνονται [λεγόμεναι ἐν τοῖς ἀποδείπνοις], εἰς δὲ τὴν λειτουργίαν ἀναγινώσκεται Ἀπόστολος τῆς 21ης Νοεμ., «Εἶχεν ἡ πρώτη σκηνή», καὶ Εὐαγγέλιον τῆς 8ης Σεπτ., «Εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά». Οὕτω τῇ ἐπαύριον 23ῃ θὰ ψαλῇ ἀμιγῶς ἡ τῆς ἀποδόσεως ἀκολουθία.

23. Παρασκευή. Ἀπόδοσις τῆς ἑορτῆς τῆς κοιμήσεως τῆς Θεοτόκου (Παναγίας τῆς Προυσιωτίσσης). Λούπου μάρτυρος (δ´ αἰ.), Εἰρηναίου ἐπισκόπου Λουγδούνων (†202). (Τυπικὸν 15ης Αὐγούστου §16.)

Ἡ ἀκολουθία ψάλλεται κατὰ τὴν ἐν τῷ Μηναίῳ διάταξιν τῆς ἑορτῆς τῆς 15ης Αὐγούστου, ἀλλ᾿ ἐν τῷ ἑσπερινῷ ἄνευ τοῦ «Μακάριος ἀνὴρ» καὶ τῶν ἀναγνωσμάτων, ἐν δὲ τῷ μεσονυκτικῷ ἄνευ τῶν στιχηρῶν τῆς λιτῆς. Ἐν τῷ ὄρθρῳ καταλιμπάνονται ὁ πολυέλεος, τὸ κάθισμα αὐτοῦ, καὶ τὸ Εὐαγγέλιον μετὰ τῆς τάξεως αὐτοῦ· ὅθεν μετὰ τὰ δύο καθίσματα, ὁ ν´ ψαλμὸς καὶ εὐθὺς οἱ κανόνες. Ἀπὸ γ´ ᾠδῆς, ἀντὶ τῆς ὑπακοῆς, τὸ διὰ τὸν πολυέλεον παραλειφθὲν κάθισμα «Ἐν τῇ γεννήσει σου»· συναξάριον ἀναγινώσκεται τὸ τῆς 23ης Αὐγούστου. Ἐν τῇ λειτουργίᾳ ἀντίφωνα, ἀπολυτίκιον καὶ κοντάκιον τὰ τῆς ἑορτῆς· Ἀπόστολος τῆς ἑορτῆς, Αὐγ. 15, «Τοῦτο φρονείσθω ἐν ὑμῖν» (Φιλιπ. β´ 5-11)·

Εὐαγγέλιον ὁμοίως, «Εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά» (Λκ. ι´ 38-42, ια´ 27-28). Καὶ πάντα τὰ λοιπὰ ὡς ἐν τῇ 15ῃ Αὐγούστου.

Σημείωσις. Τὰ ἀναγνώσματα τῆς ἑορτῆς λέγονται ἀπαραιτήτως καὶ εἰς τοὺς ναοὺς ἔνθα σήμερον συμψάλλεται ἐξ ἰδιαιτέρας φυλλάδος καὶ ἡ πανηγυρικὴ ἀκολουθία τῆς Παναγίας τῆς Προυσιωτίσσης.

Εἰδήσεις.

1. Ἀπὸ αὔριον ἄρχεται ἡ χρῆσις τῆς Παρακλητικῆς, μέχρι τῆς 5ης Σεπτεμβρίου.

2. Ἐπίσης ἀπὸ αὔριον, ἐὰν ἑορτάζεται ἅγιος, μέχρι μὲν τῆς 21ης Σεπτεμβρίου ψάλλονται καταβασίαι «Σταυρὸν χαράξας»· μέχρι δὲ τῆς 12ης Σεπτεμβρίου κοντάκιον «Ἰωακεὶμ καὶ Ἄννα» (πλὴν τῆς 31ης Αὐγούστου, 1ης καὶ 7ης Σεπτεμβρίου).

24. Σάββατον. Εὐτυχοῦς ἱερομάρτυρος (β´ αἰ.). Κοσμᾶ τοῦ νέου ἱερομάρτυρος τοῦ Αἰτωλοῦ (†1779)· μετάθεσις εἰς Ζάκυνθον τοῦ λειψάνου τοῦ ἁγ. Διονυσίου, ἐπισκόπου Αἰγίνης (1624).

Ἡ ἀκολουθία τοῦ Σαββάτου μὲ ἀλληλούια εἰς τὸν ὄρθρον (βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§45-51) καὶ τὰ 8 νεκρώσιμα εὐλογητάρια. Κοντάκια τοῦ Σαββάτου. Ἀπόστολος: ἡμέρας, Σαβ. θ´ ἑβδ. ἐπιστ. (Ῥωμ. ιδ´ 6-9)· Εὐαγγέλιον: ἡμέρας, Σαβ. θ´ ἑβδ. Ματθ. (Μτθ. ιε´ 32-39).

Σημείωσις. Ἔνθα ἑορτάζεται ὁ νεομάρτυς Κοσμᾶς ὁ Αἰτωλὸς ἢ ὁ ἅγιος Διονύσιος, ἡ ἀκολουθία ἑκατέρου ψάλλεται ἑορτάσιμος κατὰ τὴν εἰς ἑκάστην φυλλάδα διαλαμβανομένην τάξιν, ἀλλὰ καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας». Εἰς τὴν λειτουργίαν κοντάκιον «Ἰωακεὶμ καὶ Ἄννα» καὶ ἀναγνώσματα τὰ τοῦ ἑορταζομένου ἁγίου.

25. † ΚΥΡΙΑΚΗ Θ´ ΜΑΤΘΑΙΟΥ. Τίτου ἀποστόλου, ἐπισκόπου Γορτύνης Κρήτης· ἡ ἐπάνοδος τοῦ λειψάνου τοῦ ἀποστόλου Βαρθολομαίου. Ἦχος πλ. δ´, ἑωθινὸν θ´.

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Ἀπόστολοι, μάρτυρες», Δόξα, «Μνήσθητι, Κύριε»· κοντάκιον «Ὡς ἀπαρχάς».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 4, καὶ τὰ τοῦ Μηναίου 6 προσόμοια, Δόξα, τοῦ Μηναίου «Ἔστησας ἐν θαλάσσῃ», Καὶ νῦν, «Ὁ βασιλεὺς τῶν οὐρανῶν».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, τοῦ Μηναίου «Τῆς ἐκλογῆς τοῦ σκεύους», Καὶ νῦν, θεοτοκίον «Ὁ ποιητὴς καὶ λυτρωτής μου» (Παρακλ., ἦχ. πλ. β´, Σαβ. ἑσπέρας).

ΑΠΟΛΥΤΙΚΙΑ τὸ ἀναστάσιμον «Ἐξ ὕψους κατῆλθες», Δόξα, «Ἀπόστολοι ἅγιοι», Καὶ νῦν, θεοτοκίον «Σὲ τὴν μεσιτεύσασαν».

Εἰς τὸ μεσονυκτικόν. Ὁ τριαδικὸς κανὼν τοῦ ἤχου «Τῷ τρισηλίῳ βασιλεῖ», τὰ τριαδικὰ «Ἄξιον ἐστί»· τρισάγιον καὶ ἡ ὑπακοὴ «Αἱ μυροφόροι τοῦ ζωοδότου».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια ὡς προεγράφησαν. [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα τῆς α´ στιχολογίας, ἀλλ᾿ εἰς τὸ Καὶ νῦν τὸ θεοτοκίον τοῦ ἀναστασίμου ἀπολυτικίου «Ὁ δι᾿ ἡμᾶς γεννηθείς», καὶ εἶτα τὰ ἀναστάσιμα τῆς β´ στιχολογίας μὲ τὸ θεοτοκίον αὐτῶν. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (θ´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος, καὶ οἱ δύο τοῦ Μηναίου· ἀπὸ γ´ ᾠδῆς τὰ μεσῴδια καθίσματα ὡς ἐν τῷ Μηναίῳ· ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμιωτέραν» καὶ ὁ εἱρμὸς «Μυστικὸς εἶ, Θεοτόκε».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ θ´ ἀναστάσιμον «Συγκεκλεισμένων, δέσποτα», καὶ τὰ δύο τοῦ Μηναίου μετὰ τοῦ θεοτοκίου.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 4 καὶ τῶν ἀποστόλων προσόμοια 4 «Θεῖον ἐπαφῆκέ σε» κ.λπ. –μετὰ στίχων εἰς τὰ δύο τελευταῖα «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ» καὶ «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα»–, Δόξα, τὸ θ´ ἑωθινὸν «Ὡς ἐπ᾿ ἐσχάτων τῶν χρόνων», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ μετὰ μακαρισμῶν] (βλέπε ἔμπροσθεν, γεν. τυπ. διατάξεις §§64-66).

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ, ἀπολυτίκια «Ἐξ ὕψους κατῆλθες», «Ἀπόστολοι ἅγιοι» καὶ τοῦ ναοῦ, κοντάκιον «Ἰωακεὶμ καὶ Ἄννα».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: Κυρ. θ´ ἐπιστ., «Θεοῦ ἐσμεν συνεργοί» (Α´ Κορ. γ´ 9-17)· Εὐαγγέλιον: Κυρ. θ´ Ματθ., «Ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ» (Μτθ. ιδ´ 22-34).

Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», «Πληρωθήτω», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

26. Δευτέρα. Ἀδριανοῦ καὶ Ναταλίας τῶν μαρτύρων (δ´ αἰ.).

Διὰ τὰς ἐν καθημερινῇ ἀκολουθίας μετὰ Παρακλητικῆς βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις (§§1-30). Ἀπόστολος: ἡμέρας, Δευτ. ι´ ἑβδ. ἐπιστ. (Α´ Κορ. ιε´ 12-20). Εὐαγγέλιον: ἡμέρας, Δευτ. ι´ ἑβδ. Ματθ.(Μτθ. κα´ 18-22).

27. Τρίτη. Ποιμένος ὁσίου (†450)· Ἀνθούσης καὶ Φανουρίου τῶν μαρτύρων.

Ἀπόστολος: ἡμέρας, Τρ. ι´ ἑβδ. ἐπιστ. (Α´ Κορ. ιε´ 29-38)· Εὐαγγέλιον: ἡμέρας, Τρίτ. ι´ ἑβδ. Ματθ. (Μτθ. κα´ 23-27).

Σημείωσις. Ἑορτάσιμος ἀκολουθία τοῦ μεγαλομάρτυρος Φανουρίου εὑρίσκεται εἴτε ἐν τέλει τοῦ Μηναίου εἴτε εἰς ἰδιαιτέραν φυλλάδα, ἥ τις τυχὸν προτιμηθεῖσα ψάλλεται ὡς ἔχει ἐκεῖ, ἡ δὲ τῆς ἡμέρας ἀκολουθία καταλιμπάνεται.

28. Τετάρτη. Μωυσέως ὁσίου τοῦ Αἰθίοπος († δ´ αἰ.). Διομήδους, Λαυρεντίου μαρτύρων, Ἐζεκίου βασιλέως τοῦ δικαίου (750 π.Χ.).

Ἀπόστολος: ἡμέρας, Τετ. ι´ ἑβδ. ἐπιστ.(Α´ Κορ. ιϚ´ 4-12)· Εὐαγγέλιον: ἡμέρας, Τετ. ι´ ἑβδ. Ματθ. (Μτθ. κα´ 28-32).

29. Πέμπτη. † Μνήμη τῆς ἀποτομῆς τῆς τιμίας κεφαλῆς τοῦ Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Θεοπίστης ὁσίας τῆς ἐξ Αἰγίνης.

Ἡ ἑορτάσιμος ἀκολουθία τοῦ Προδρόμου «ψάλλεται ὡς ἔστι διατεταγμένη ἐν τῷ Μηναίῳ» (Τ.Μ.Ε. 29 Αὐγ. §1), ἄνευ Παρακλητικῆς. Τὰ διὰ τὴν λιτὴν στιχηρὰ εἰς τὸ μεσονυκτικόν. Εἰς τὸν ὄρθρον Εὐαγγέλιον τοῦ Προδρόμου, Τρίτῃ ζ´ ἑβδ. Ματθ., «Ἤκουσεν Ἡρῴδης ὁ τετράρχης» (Μτθ. ιδ´ 1-13)· καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας». Εἰς τὴν λειτουργίαν, μετὰ τὴν εἴσοδον ἀπολυτίκια τοῦ Προδρόμου καὶ τοῦ ναοῦ, ἐπισφραγιστικὸν κοντάκιον «Ἰωακεὶμ καὶ Ἄννα»· Ἀπόστολος τοῦ Προδρόμου, 29 Αὐγ., «Ὡς ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον» (Πρξ. ιγ´ 25-32)· Εὐαγγέλιον ὁμοίως, «Ἤκουσεν Ἡρῴδης ὁ βασιλεύς» (Μρ. Ϛ´ 14-30)· κοινωνικὸν «Εἰς μνημόσυνον».

Εἴδησις. Εἰς τὴν τράπεζαν νηστεία, ἤ τοι ξηροφαγία.

30. Παρασκευή. Ἀπόδοσις τῆς ἑορτῆς τῆς ἀποτομῆς τῆς τιμίας κεφαλῆς Ἰωάννου τοῦ προδρόμου· Ἀλεξάνδρου (†340), Ἰωάννου (†595), Παύλου (†784) πατριαρχῶν Κωνσταντινουπόλεως.

Ἀπόστολος: ἡμέρας, Παρ. ι´ ἑβδ. ἐπιστ. (Β´ Κορ. α´ 12-20)· Εὐαγγέλιον: ἡμέρας, Παρ. ι´ ἑβδ. Ματθ.(Μτθ. κβ´ 23-33).

31. Σάββατον. Τὰ καταθέσια τῆς τιμίας ζώνης τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ ἐν Κων/πόλει ναῷ αὐτῆς τῷ ἐν τοῖς Χαλκοπρατείοις.

Ἡ ἀκολουθία κατὰ τὴν ἐν τῷ Μηναίῳ τάξιν, δίχα Παρακλητικῆς. Εἰς τὸν ἑσπερινὸν εἴσοδος μετὰ θυμιατοῦ. Τὸ ἀπολυτίκιον «Θεοτόκε ἀειπάρθενε» εἰς μὲν τὸν ἑσπερινὸν ἅπαξ,

εἰς δὲ τὸ «Θεὸς Κύριος» δίς. Εἰς τὸν ὄρθρον καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας». Εἰς τὴν λειτουργίαν κοντάκιον «Τὴν θεοδόχον γαστέρα σου»· Ἀπόστολος τῆς Θεοτόκου, 21 Νοεμ., «Εἶχεν ἡ πρώτη σκηνή» (Ἑβρ. θ´ 1-7)· Εὐαγγέλιον ὁμοίως, 8 Σεπτ. τῆς λειτουργίας, «Εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά» (Λκ. ι´ 38-42, ια´ 27-28)· «Ἄξιον ἐστί»· κοινωνικὸν «Ποτήριον σωτηρίου»· «Εἴδομεν τὸ φῶς».

Σημειώσεις.

1. Τὸ τροπάριον «Τὴν θεοδόχον γαστέρα σου» ὁρίζεται ὡς κοντάκιον ἐν τῇ προθεωρίᾳ τοῦ Τ.Μ.Ε. (§40).

2. Εἰς τὸ κείμενον τοῦ κοντακίου, ἐκ τυπογραφικοῦ ἐξάπαντος σφάλματος, γράφεται «περιλαβοῦσα» ἀντὶ τοῦ ὀρθοῦ «περιβαλοῦσα».