ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ

ἔχων ἡμέρας εἴκοσιν ὀκτώ
Ἡ ἡμέρα ἔχει ὥρας 11 καὶ ἡ νὺξ ὥρας 13

1. Παρασκευή. Προεόρτια Ὑπαπαντῆς, Τρύφωνος μάρτυρος. (†250). Βασιλείου Θεσσαλονίκης τοῦ ἐξ Ἀθηνῶν (†870), Ἀναστασίου νεομάρτ. τοῦ ἐκ Ναυπλίου (†1655).

Ἡ ἀκολουθία ψάλλεται κατὰ τὴν ἐν τῷ Μηναίῳ τάξιν. Eἰς τὴν λειτουργίαν μετὰ τὴν εἴσοδον, ἀπολυτίκια τὸ προεόρτιον «Οὐράνιος χορός», τοῦ μάρτυρος «Ὁ μάρτυς σου, Κύριε» καὶ τοῦ ναοῦ. Κοντάκιον προεόρτιον, ἦχος δ´, πρὸς τὸ «Ἐπεφάνης σήμερον»

Ὡς ἀγκάλας σήμερον, * πιστοί, καρδίας * ἐφαπλοῦντες δέξασθε καθαρωτάτῳ λογισμῷ, * ἐπιδημοῦντα τὸν Κύριον, * προεορτίους αἰνέσεις προσᾴδοντες.

Ἀπόστολος παραλειφθείς, Κυρ. κη´ ἐπιστ. (Κολασ. α´ 1218)· Εὐαγγέλιον ἡμέρας, Παρ. ιε´ ἑβδ. Ματθ. (Μρ. Ϛ´ 45-53). Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστί». Κοινωνικὸν τῆς ἡμέρας.

Σημειώσεις.

1. Ὅπου τιμᾶται ἐπισημότερον ὁ ἅγιος Τρύφων ἢ ὁ ἅγιος Ἀναστάσιος, ἡ ἀκολουθία τοῦ ἑορταζομένου ἁγίου συμψάλλεται μετὰ τῆς προεορτίου ἐκ τῆς οἰκείας φυλλάδος. Καταβασίαι οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον». Εἰς τὴν λειτουργίαν Ἀπόστολος καὶ Εὐαγγέλιον τοῦ ἑορταζομένου ἁγίου, κοινωνικὸν «Εἰς μνημόσυνον».

2. Ἀπὸ σήμερον μέχρι τῆς ἀποδόσεως τῆς Ὑπαπαντῆς, πλὴν τῶν Κυριακῶν, δὲν ψάλλεται Παρακλητική.

2. † Σάββατον. Η ΥΠΑΠΑΝΤΗ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. Εἰς τὴν θ´. Ἀπολυτίκια «Οὐράνιος χορός», Δόξα, «Ὁ μάρτυς σου, Κύριε»· κοντάκιον «Ὡς ἀγκάλας σήμερον». Εἰς τὸν ἑσπερινόν. Ἡ ἀκολουθία ὡς ἐν τῷ Μηναίῳ (τὰ 3 ἑσπέρια ἰδιόμελα τῆς ἑορτῆς δευτεροῦνται). Εἴσοδος, «Φῶς ἱλαρόν», προκείμενον τῆς ἡμέρας. ΑΠΟΣΤΙΧΑ τὰ ἰδιόμελα τοῦ Μηναίου, ἀλλ᾿ εἰς τὰ δύο τελευταῖα μετὰ στίχων· α) «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν»· β) «Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ». ΑΠΟΛΥΤΙΚΙΟΝ «Χαῖρε, κεχαριτωμένη» τρίς. Ἀπόλυσις «Ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν τὰ διὰ τὴν λιτὴν στιχηρὰ τῆς ἑορτῆς ὡς ἐν τῷ Μηναίῳ, τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Χαῖρε, κεχαριτωμένη».

Εἰς τὸν ὄρθρον. Εἰς τὸ «Θεὸς Κύριος» τὸ «Χαῖρε, κεχαριτωμένη» τρίς. Καθίσματα, ἀναβαθμοὶ καὶ τὰ λοιπὰ ὡς ἐν τῷ Μηναίῳ. ΕΥΑΓΓΕΛΙΟΝ ὄρθρου τὸ τῆς ἑορτῆς, ὃ ζήτει Φεβρ. 2, «Ἦν ἄνθρωπος ἐν Ἰερουσαλήμ» (Λκ. β´ 25-32). Ὁ ν´ ψαλμὸς καὶ τὰ λοιπὰ ὡς ἐν τῷ Μηναίῳ. Ὁ κανὼν τῆς ἑορτῆς μετὰ τῶν εἱρμῶν εἰς 6 («ἄνευ στίχων»).

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον»· (ἀντὶ τῆς στιχολογίας τῆς ᾠδῆς τῆς Θεοτόκου Τὴν τιμιωτέραν) εἰς τὴν θ´ ᾠδὴν τὰ μεγαλυνάρια «Ἀκατάληπτον ἐστὶ» μέχρι τοῦ «Κατελθόντ᾿ ἐξ οὐρανοῦ», ἀπὸ δὲ τοῦ «Λάμπρυνόν μου τὴν ψυχὴν» συμψάλλονται καὶ τὰ τροπάρια τῆς θ´ ᾠδῆς (ὁ εἱρμὸς καὶ τὸ α´ τροπάριον δίς), εἶτα ὁ εἱρμὸς «Θεοτόκε, ἡ ἐλπίς... Ἐν νόμου σκιᾷ».

Ἐξαποστειλάριον καὶ αἶνοι ὡς ἐν τῷ Μηναίῳ. Δοξολογία μεγάλη καὶ τὸ ἀπολυτίκιον «Χαῖρε, κεχαριτωμένη».

Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα τὰ τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν ὡς ἐν τῷ Μηναίῳ.

ΕΙΣΟΔΙΚΟΝ «Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον πάντων τῶν ἐθνῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι ἀλληλούια».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ψάλλονται μόνον τὸ ἀπολυτίκιον «Χαῖρε, κεχαριτωμένη» καὶ τὸ κοντάκιον «Ὁ μήτραν παρθενικήν». Εἶτα τὸ τρισάγιον.

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: 2ας Φεβρ., «Χωρὶς πάσης ἀντιλογίας» (Ἑβρ. ζ´ 7-17)· Εὐαγγέλιον: ὁμοίως, «Ἀνήγαγον οἱ γονεῖς» (Λκ. β´ 22-40).

Εἰς τὸ Ἐξαιρέτως «Θεοτόκε, ἡ ἐλπίς... Ἐν νόμου σκιᾷ καὶ γράμματι» (ἀντὶ τοῦ Ἄξιον ἐστίν).

ΚΟΙΝΩΝΙΚΟΝ «Ποτήριον σωτηρίου» (ἢ «Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον πάντων τῶν ἐθνῶν· ἀλληλούια»)· «Εἴδομεν τὸ φῶς». Ἀπόλυσις ὡς ἐν τῷ ἑσπερινῷ.

Εἰδήσεις.

1. Μέχρι τῆς ἀποδόσεως τῆς Ὑπαπαντῆς εἰς τοὺς κανόνας τῶν Μηναίων προτάσσεται καθ᾿ ἑκάστην ὁ τῆς ἑορτῆς.

2. Μέχρι τῆς θ´ ὥρας τῆς ἀποδόσεως τῆς Ὑπαπαντῆς εὐχὴ ἀπολύσεως λέγεται ἡ ἐν τῷ ἑσπερινῷ τῆς ἑορτῆς παρατεθεῖσα.

3. Εἰς τὴν καθ᾿ ἡμέραν λειτουργίαν ἕως τῆς ἀποδόσεως τῆς Ὑπαπαντῆς στιχολογοῦνται συνήθως τὰ τῆς ἑορτῆς ἀντίφωνα, ἀλλ᾿ εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς».

3. † ΚΥΡΙΑΚΗ μετὰ τὴν ἑορτήν. Συμεὼν τοῦ θεοδόχου καὶ Ἄννης τῆς προφήτιδος. Ἰωάννου, Νικολάου καὶ Σταματίου τῶν ἐκ Σπετσῶν νεομαρτύρων (†1822). Ἦχος β´, ἑωθινὸν β´ (τυπικὸν 2ας Φεβρ., περίπτ. α´ §§7-9).

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Χαῖρε, κεχαριτωμένη»· κοντάκιον «Ὁ μήτραν παρθενικήν».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 6, μεθέορτα 3 «Ὁ ποιητὴς τῶν ἁπάντων» κ.λπ. εἰς 4, Δόξα, «Ἐρευνᾶτε τὰς γραφάς» (ζήτει εἰς τὴν λιτὴν τῆς 2ας Φεβρ.), Καὶ νῦν, «Παρῆλθεν ἡ σκιά».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, «Ὁ παλαιὸς ἡμερῶν νηπιάσας σαρκί» (ὁμοίως εἰς τὴν λιτὴν τῆς 2ας Φεβρ.)

ΑΠΟΛΥΤΙΚΙΑ «Ὅτε κατῆλθες», Δόξα, Καὶ νῦν, τῆς ἑορτῆς «Χαῖρε, κεχαριτωμένη».

ΑΠΟΛΥΣΙΣ «Ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν καὶ ἀναστὰς ἐκ νεκρῶν Χριστός».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Χαῖρε, κεχαριτωμένη».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια «Ὅτε κατῆλθες», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Χαῖρε, κεχαριτωμένη». [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα, καὶ ἀνὰ ἓν τῆς ἑορτῆς (3 Φεβρουαρίου) ἀντὶ θεοτοκίων. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (β´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος καὶ ὁ τῆς ἑορτῆς (2 Φεβρ.) ἀνὰ 4· ἀπὸ γ´ ᾠδῆς τὸ μεσῴδιον κάθισμα τῆς ἑορτῆς· ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον»· «Τὴν τιμιωτέραν», καὶ ὁ εἱρμὸς «[Θεοτόκε ἡ ἐλπίς...] Ἐν νόμου σκιᾷ καὶ γράμματι».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ β´ ἀναστάσιμον «Τὸν λίθον θεωρήσασαι», καὶ τὸ τῆς ἑορτῆς «Ἀτρέπτως καθ᾿ ὑπόστασιν» (3 Φεβρ.).

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 4 καὶ τῆς ἑορτῆς (2 Φεβρ.) προσόμοια 3 «Νόμον τὸν ἐν γράμματι» κ.λπ. εἰς 4, εἰς στίχους τὰ δύο τελευταῖα α) «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν», β) «Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ»· Δόξα, τὸ β´ ἑωθινὸν «Μετὰ μύρων προσελθούσαις», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν, ὡς ἐν τῷ Μηναίῳ (εἰς μὲν τὸ β´ «Σῶσον ἡμᾶς... ὁ ἐν ἀγκάλαις», εἰς δὲ τὸ γ´ «Χαῖρε, κεχαριτωμένη») [ἢ τὰ τυπικὰ καὶ οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς 4 καὶ 4 ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ κανόνος τῆς ἑορτῆς].

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστάς».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Ὅτε κατῆλθες», «Χαῖρε, κεχαριτωμένη» καὶ τοῦ ναοῦ, κοντάκιον «Ὁ μήτραν παρθενικήν».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Προκείμενον καὶ ἀλληλουιάριον τοῦ ἤχου. Ἀπόστολος: Κυρ. ιε´ ἐπιστ., «Ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι» (Β´ Κορ. δ´ 6-15)· Εὐαγγέλιον: Κυρ. ιε´ Ματθ., «Νομικός τις προσῆλθε τῷ Ἰησοῦ» (Μτθ. κβ´ 35-46).

Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως. ΑΠΟΛΥΣΙΣ ὡς εἰς τὸν ἑσπερινόν.

4. Δευτέρα. Ἰσιδώρου τοῦ Πηλουσιώτου (†436-440). Ἰωάννου ὁσίου, Νικολάου ὁμολογητοῦ (†868), Ἀβραμίου ἱερομάρτυρος (†347).

Εἰς πάσας τὰς μεθεόρτους ἡμέρας ἡ ἀκολουθία ψάλλεται μόνον ἐκ τοῦ Μηναίου (ὅρα ἔμπροσθεν, γεν. τυπικὰς διατάξεις §§52-63). Ἀπόστολος παραλειφθείς, Κυρ. λβ´ ἐπιστ. (Α´ Τιμ. δ´ 9-15)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. ιϚ´ ἑβδ. Ματθ. (Μρ. Ϛ´ 54-ζ´ 8).

5. Τρίτη. Ἀγάθης μάρτυρος (†251)· Πολυεύκτου πατριάρχου Κωνσταντινουπόλεως (†570), Θεοδοσίου ὁσίου τοῦ ἐν Σκοπέλῳ, Ἀντωνίου νεομάρτυρος τοῦ Ἀθηναίου (†1774).

Ἀπόστολος: ἡμέρας, Τρ. ιϚ´ ἑβδ. ἐπιστ.(Γαλ. ε´ 11-21)· Εὐαγγέλιον: ἡμέρας, Τρ. ιϚ´ ἑβδ. Ματθ. (Μρ. ζ´ 5-16).

6. Τετάρτη. Βουκόλου ἐπισκόπου Σμύρνης (α´ αἰ.), Φωτίου Κων/πόλεως τοῦ μεγάλου καὶ ἰσαποστόλου (†891).

Ἀπόστολος: ἡμέρας, Τετ. ιϚ´ ἑβδ. ἐπιστ. (Γαλ. Ϛ´ 2-10)· Εὐαγγέλιον: ἡμέρας, Τετ. ιϚ´ ἑβδ. Ματθ. (Μρ. ζ´ 14-24).

Εἴδησις. Σήμερον ἐπὶ τῇ μνήμῃ τοῦ ἁγίου Φωτίου –προστάτου τῆς Ἱ. Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος– τελεῖται πανηγυρικὴ συνοδικὴ λειτουργία, καθιερωθεῖσα συνοδικῇ ἀποφάσει ἀπὸ τοῦ ἔτους 1926. Ἡ ἰδιαιτέρα ἀκολουθία τοῦ ἁγίου συμψάλλεται μετὰ τῶν μεθεόρτων, κατὰ τὴν διάταξιν τῆς φυλλάδος, ἀλλ᾿ εἰς τὸν ἑσπερινὸν ψάλλονται καὶ τὰ 6 ἑσπέρια προσόμοια τοῦ ἱεράρχου, Δόξα, τὸ ἰδιόμελον αὐτοῦ, Καὶ νῦν, τῆς ἑορτῆς· εἰς τὴν λειτουργίαν ἀναγνώσματα τοῦ ἁγίου, ἅ περ ζήτει τῇ 13ῃ Νοεμβρίου.

7. Πέμπτη. Παρθενίου ἐπισκόπου Λαμψάκου (δ´ αἰ.), Λουκᾶ ὁσίου τοῦ ἐν Στειρίῳ Ἑλλάδος (†946).

Ἀπόστολος: ἡμέρας, Πέμ. ιϚ´ ἑβδ. ἐπιστ. (Ἐφ. α´ 1-9)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. ιϚ´ ἑβδ. Ματθ. (Μρ. ζ´ 24-30).

8. Παρασκευή. Θεοδώρου στρατηλάτου μεγαλομάρτυρος († 319), Ζαχαρίου τοῦ προφήτου (†620 π.Χ.).

Ἡ ἀκολουθία ψάλλεται μετὰ τῶν ὕμνων τῆς ἑορτῆς (μεθεόρτων) ἄνευ καταβασιῶν καὶ δοξολογίας μεγάλης, κατὰ τὴν ἐν τῷ Μηναίῳ τάξιν· Ἀπόστολος: ἡμέρας, Παρ. ιϚ´ ἑβδ. ἐπιστ. (Ἐφεσ. α´ 7-17)· Εὐαγγέλιον: ἡμέρας, Παρ. ιϚ´ ἑβδ. Ματθ. (Μρ. η´ 1-10).

9. Σάββατον. Ἀπόδοσις τῆς ἑορτῆς τῆς Ὑπαπαντῆς. Νικηφόρου μάρτυρος (†257), Μαρκέλλου Σικελίας, Φιλαγρίου Κύπρου, Παγκρατίου Ταυρομενίου (δ´ αἰ.).

Ἡ ἀκολουθία ψάλλεται ὡς τῇ πρώτῃ ἡμέρᾳ τῆς ἑορτῆς καταλιμπανομένων ἐν τῷ ἑσπερινῷ τῶν ἀναγνωσμάτων καὶ ἐν τῷ μεσονυκτικῷ τῶν διὰ τὴν λιτὴν στιχηρῶν. Ἐν τῷ ὄρθρῳ καταλιμπάνονται ὁ πολυέλεος, τὸ κάθισμα αὐτοῦ, καὶ τὸ Εὐαγγέλιον μετὰ τῆς τάξεως αὐτοῦ· ὅθεν μετὰ τὰ δύο καθίσματα, ὁ ν´ ψαλμὸς καὶ εὐθὺς ὁ κανὼν τῆς ἑορτῆς. Ἀντὶ τοῦ συναξαρίου τῆς ἑορτῆς ἀναγινώσκεται τὸ τῆς 9ης τοῦ μηνός. Ἐν τῇ λειτουργίᾳ προκείμενον καὶ ἀλληλουιάριον τῆς ἑορτῆς· Ἀπόστολος: ἡμέρας, Σαβ. ιϚ´ ἑβδ. ἐπιστ. (Α´ Κορ. ι´ 23-28)· Εὐαγγέλιον: ἡμέρας, Σαβ. ιϚ´ ἑβδ. Ματθ. (Ματθ. κδ´ 34-37, 42-44).

10. † ΚΥΡΙΑΚΗ ΙϚ´ ΜΑΤΘΑΙΟΥ. Χαραλάμπους ἱερομ. τοῦ θαυματουργοῦ (†202). Ἀναστασίου Ἰεροσολύμων, Ζήνωνος ὁσίου τοῦ ταχυδρόμου (δ´ αἰ.). Ἦχος γ´, ἑωθινὸν γ´.

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Χαῖρε, κεχαριτωμένη»· κοντάκιον «Ὁ μήτραν παρθενικήν»· (μικρὰ) ἀπόλυσις μὲ τὸ χαρακτηριστικὸν τῆς ἑορτῆς.

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 6, καὶ τοῦ ἁγίου τὰ 3 πρῶτα προσόμοια «Ὅλος ἐκ νεότητος» κ.λπ. εἰς 4, Δόξα, τοῦ Μηναίου «Ἔθυσας τῷ Θεῷ», Καὶ νῦν, «Πῶς μὴ θαυμάσωμεν».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα τοῦ Μηναίου.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, τοῦ ἁγίου «Τὸν νοερὸν ἀδάμαντα», Καὶ νῦν, τῆς Παρακλητικῆς «Νεῦσον παρακλήσεσιν».

ΑΠΟΛΥΤΙΚΙΑ «Εὐφραινέσθω τὰ οὐράνια», Δόξα, τοῦ ἁγίου «Ὡς στῦλος ἀκλόνητος», Καὶ νῦν, «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον»· καὶ ἀπόλυσις.

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ διὰ τὴν λιτὴν ἰδιόμελα τοῦ ἁγίου ὡς ἐν τῷ Μηναίῳ, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ τὸ ἀπολυτίκιον τοῦ ἁγίου «Ὡς στῦλος ἀκλόνητος».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια ὡς προεγράφησαν. [Τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος τοῦ ἁγίου.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα τῆς α´ στιχολογίας (ἀλλ᾿ εἰς τὸ Καὶ νῦν τὸ θεοτοκίον τοῦ ἀναστασίμου ἀπολυτικίου «Σὲ τὴν μεσιτεύσασαν»)· εἶτα τὰ ἀναστάσιμα τῆς β´ στιχολογίας μετὰ τοῦ θεοτοκίου αὐτῶν· εἰς δὲ τὴν γ´ στιχολογίαν τὸ κάθισμα τοῦ Μηναίου «Ἔργοις ἔλαμψας», Δόξα, τὸ μετὰ τὸν πολυέλεον «Τὴν καθαρότητα», Καὶ νῦν, «Τὴν ἀπειρόγαμον»*. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

* Περὶ τῶν καθισμάτων τὸ Τ.Μ.Ε. δὲν τηρεῖ ἑνιαίαν γραμμὴν εἰς ἑκάστην περίπτωσιν ἑορταζομένου ἁγίου ἔχοντος πολυέλεον καὶ τυγχάνοντος ἐν Κυριακῇ. Εἰς τὰς περιπτώσεις ταύτας ἀκολουθεῖται ἐνταῦθα μία ἑνιαία τάξις, καθ᾿ ἣν συνήθως οὐδὲν ἀναστάσιμον κάθισμα παραλείπεται, ἀλλὰ μόνον ἓν τοῦ ἁγίου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (γ´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος (μετὰ τῶν εἱρμῶν) καὶ τοῦ ἁγίου· ἀπὸ γ´ ᾠδῆς τὸ κοντάκιον καὶ ὁ οἶκος τοῦ ἱερομάρτυρος χῦμα καὶ ψάλλονται τὰ μεσῴδια καθίσματα τοῦ μηναίου· ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου, καὶ τὸ συναξάριον.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Ἀνοίξω τὸ στόμα μου»· «Τὴν τιμιωτέραν» καὶ ὁ εἱρμὸς «Ἅπας γηγενής».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ γ´ ἀναστάσιμον «Ὅτι Χριστὸς ἐγήγερται», καὶ τὸ τοῦ ἁγίου μετὰ τοῦ θεοτοκίου.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 4, καὶ τοῦ ἁγίου προσόμοια 3 εἰς 4 –εἰς στίχους τὰ δύο τελευταῖα «Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται», «Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος»–, Δόξα, τὸ γ´ ἑωθινὸν «Τῆς Μαγδαληνῆς Μαρίας», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ μετὰ μακαρισμῶν] (βλέπε ἔμπροσθεν, γεν. τυπ. διατάξεις §§64-66).

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Εὐφραινέσθω», «Ὡς στῦλος ἀκλόνητος» καὶ τοῦ ναοῦ, κοντάκιον «Προστασία τῶν χριστιανῶν».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος –μετὰ προκειμένου τῆς 15ης Δεκ.– τοῦ ἁγίου, Ὀκτ. 26, «Ἐνδυναμοῦ ἐν τῇ χάριτι» (Β´ Τιμ. β´ 1-10)· Εὐαγγέλιον: Κυρ. ιϚ´ Μτθ., «Εἶπεν ὁ Κύριος... ἄνθρωπός τις ἀποδημῶν» (Μτθ. κε´ 14-30).

Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

11. Δευτέρα. Βλασίου ἱερομάρτυρος (†316). Θεοδώρας βασιλίσσης (†867) τῆς στερεωσάσης τὴν ὀρθοδοξίαν.

Διὰ τὰς ἐν καθημερινῇ ἀκολουθίας μετὰ Παρακλητικῆς βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις (§§1-30). Ἀπόστολος: ἡμέρας, Δευτ. ιζ´ ἑβδ. ἐπιστ. (Ἐφεσ. α´ 22-β´ 3)· Εὐαγγέλιον: παραλειφθέν, Δευτ. β´ ἑβδ. Ἰωάννου (Ἰω. β´ 111).

12. Τρίτη. Μελετίου Ἀντιοχείας (†381). Ἀντωνίου (Β´) Κων/πόλεως (†901), Χρίστου νεομάρτυρος τοῦ κηπουροῦ (†1748).

Ἀπόστολος: παραλειφθείς, Κυρ. ιϚ´ ἐπιστ.(Β´ Κορ. Ϛ´ 1-10)· Εὐαγγέλιον: παραλειφθέν, Τρ. δ´ ἑβδ. Ἰωάννου (Ἰω. ζ´ 1-13).

13. Τετάρτη. Μαρτινιανοῦ ὁσίου (ε´ αἰ.). Ἀκύλα καὶ Πρισκίλλης, Εὐλογίου Ἀλεξανδρείας (†607).

Ἀπόστολος: ἡμέρας, Τετ. ιζ´ ἑβδ. ἐπιστ. (Ἐφεσ. γ´ 8-21)· Εὐαγγέλιον: παραλειφθέν, Τετ. β´ ἑβδ. Ἰωάννου (Ἰω. ε´ 17-24).

14. Πέμπτη. Αὐξεντίου ὁσίου (†470). Ἀβραὰμ (ε´ αἰ.) καὶ Μάρωνος (δ´ αἰ.) τῶν ὁσίων.

Ἀπόστολος: ἡμέρας, Πέμ. ιζ´ ἑβδ. ἐπιστ. (Ἐφεσ. δ´ 14-17)· Εὐαγγέλιον: παραλειφθέν, Πέμ. δ´ ἑβδ. Ἰωάν. (Ἰω. η´ 12-20).

15. Παρασκευή. Ὀνησίμου ἀποστόλου (†109). Εὐσεβίου ὁσίου (ε´ αἰ.), Μαΐωρος μάρτυρος, Ἀνθίμου ὁσίου (τοῦ Βαγιάνου) τοῦ ἐν Χίῳ (†1960).

Ἀπόστολος: ἡμέρας, Παρ. ιζ´ ἑβδ. ἐπιστ. (Ἐφεσ. δ´ 17-25)· Εὐαγγέλιον: παραλειφθέν, Παρ. Ϛ´ ἑβδ. Ἰωάν. (Ἰω. ιδ´ 1-11).

16. Σάββατον. Παμφίλου μάρτυρος (†307) καὶ τῶν σὺν αὐτῷ. Φλαβιανοῦ πατριάρχου Κωνσταντινουπόλεως.

Ἡ ἀκολουθία τοῦ Σαββάτου μὲ ἀλληλούια εἰς τὸν ὄρθρον (βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§45-51) καὶ τὰ 8 νεκρώσιμα εὐλογητάρια. Ἀπόστολος: ἡμέρας, Σαβ. ιζ´ ἑβδ. ἐπιστ. (Α´ Κορ. ιδ´ 20-25). Εὐαγγέλιον: ἡμέρας, Σαβ. ιζ´ ἑβδ. Ματθ. (Ματθ. κε´ 1-13).

17. † ΚΥΡΙΑΚΗ ΙΖ´ ΜΑΤΘΑΙΟΥ. Θεοδώρου μεγαλομάρτ. τοῦ Τήρωνος (†307). Μαριάμνης ἀδελφῆς τοῦ ἀποστ. Φιλίππου (α´ αἰ.), Μαρκιανοῦ καὶ Πουλχερίας τῶν εὐσεβῶν βασιλέων, Θεοστηρίκτου ὁσίου, Θεοδώρου νεομάρτ. τοῦ ἐν Μυτιλήνῃ (†1795). Ἦχος δ´, ἑωθινὸν δ´.

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Ἀπόστολοι, μάρτυρες», Δόξα, «Μνήσθητι, Κύριε»· κοντάκιον «Ὡς ἀπαρχάς».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 6 καὶ τὰ προσόμοια τοῦ ἁγίου εἰς 4, Δόξα, τοῦ ἁγίου «Θείων δωρεῶν», Καὶ νῦν, «Ὁ διὰ σὲ θεοπάτωρ».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, τοῦ ἁγίου «Τὴν θεοδώρητον χάριν», Καὶ νῦν, «Ὢ θαύματος καινοῦ» (Παρακλητική, Σαβ. ἑσπέρας, εἰς τὰ ἀπόστιχα τοῦ β´ ἤχου).

ΑΠΟΛΥΤΙΚΙΑ «Τὸ φαιδρὸν τῆς ἀναστάσεως», Δόξα, «Μεγάλα τὰ τῆς πίστεως», Καὶ νῦν, «Πάντα ὑπὲρ ἔννοιαν».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἡ ὑπακοὴ τοῦ ἤχου.

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια ὡς προεγράφησαν. [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα, τῆς α´ στιχολογίας μὲ θεοτοκίον «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον», καὶ τὰ τῆς β´ στιχολογίας μὲ τὸ θεοτοκίον αὐτῶν. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (δ´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν εἰς 4, καὶ ὁ τοῦ ἁγίου εἰς 4 μετὰ στίχου «Ἅγιε τοῦ Θεοῦ»· ἀπὸ γ´ ᾠδῆς μεσῴδια καθίσματα ὡς ἐν τῷ Μηναίῳ· ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Ἀνοίξω τὸ στόμα μου»· «Τὴν τιμιωτέραν», «Ἅπας γηγενής».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ δ´ ἀναστάσιμον «Ταῖς ἀρεταῖς ἀστράψαντες», τοῦ ἁγίου «Τοῖς πᾶσι τὰ χαρίσματα» καὶ τὸ θεοτοκίον αὐτοῦ «Ταῖς σαῖς ἀγκάλαις».

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 4 καὶ τοῦ Μηναίου προσόμοια 3 εἰς 4, εἰς στίχους τὰ δύο τελευταῖα α) «Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ», β) «Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος», Δόξα, τὸ δ´ ἑωθινὸν «Ὄρθρος ἦν βαθύς», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ μετὰ μακαρισμῶν] (βλέπε ἔμπροσθεν, γεν. τυπ. διατάξεις §§64-66).

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Τὸ φαιδρὸν τῆς ἀναστάσεως», «Μεγάλα τὰ τῆς πίστεως» καὶ τοῦ ναοῦ, κοντάκιον «Προστασία τῶν χριστιανῶν».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: –μετὰ προκειμένου τοῦ ἤχου– Κυρ. ιζ´ ἐπιστ., «Ὑμεῖς ἐστε ναὸς Θεοῦ ζῶντος» (Β´ Κορ. Ϛ´ 16-ζ´ 1)· Εὐαγγέλιον: Κυρ. ιζ´ Ματθ., «Ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος» (Μτθ. ιε´ 21-28).

Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

18. Δευτέρα. Λέοντος πάπα Ῥώμης (†461). Ἀγαπητοῦ ἐπισκόπου Σινάου τοῦ ὁμολογητοῦ (δ´ αἰ.).

Ἀπόστολος: ἡμέρας, Δευτ. λγ´ ἑβδ. ἐπιστ. (Α´ Πέτρ. β´ 21-γ´ 9)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. ιϚ´ ἑβδ. Λουκᾶ (Μρ. ιβ´ 13-17).

19. Τρίτη. Ἀρχίππου, Φιλήμονος καὶ Ἀπφίας (α´ αἰών). Φιλοθέης ὁσιομάρτυρος τῆς Ἀθηναίας (†1589).

Ἀπόστολος: ἡμέρας, Τρ. λγ´ ἑβδ. ἐπιστ. (Α´ Πέτρ. γ´ 10-22)· Εὐαγγέλιον: ἡμέρας, Τρ. ιϚ´ ἑβδ. Λουκᾶ (Μρ. ιβ´ 18-27).

Σημείωσις. Εἰς τοὺς ἑορτάζοντας τὴν ἁγίαν Φιλοθέην ναοὺς ἡ ἀκολουθία ψάλλεται ἐκ τῆς ἰδιαιτέρας φυλλάδος αὐτῆς.

20. Τετάρτη. Λέοντος ἐπισκόπου Κατάνης († 780). Βησσαρίωνος ὁσίου, Πλωτίνου ὁσίου.

Ἀπόστολος: ἡμέρας, Τετ. λγ´ ἑβδ. ἐπιστ. (Α´ Πέτρ. δ´ 1-11)· Εὐαγγέλιον: ἡμέρας, Τετ. ιϚ´ ἑβδ. Λουκᾶ (Μρ. ιβ´ 28-38).

21. Πέμπτη. Τιμοθέου ὁσίου τοῦ ἐν Συμβόλοις (θ´ αἰ.). Εὐσταθίου Ἀντιοχείας (†360), Ζαχαρίου Ἰεροσολύμων (†633), Ἰωάννου Κωνσταντινουπόλεως τοῦ ἀπὸ σχολαστικῶν (†577).

Ἀπόστολος: ἡμέρας, Πέμ. λγ´ ἑβδ. ἐπιστ. (Α´ Πέτρ. δ´ 12-ε´ 5)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. ιϚ´ ἑβδ. Λουκᾶ (Μρ. ιβ´ 38-44).

22. Παρασκευή. Ἡ εὕρεσις τῶν ἱ. λειψάνων τῶν ἁγίων μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου (†395-423).

Ἀπόστολος: ἡμέρας, Παρ. λγ´ ἑβδ. ἐπιστ. (Β´ Πέτρ. α´ 1-10)· Εὐαγγέλιον: ἡμέρας, Παρ. ιϚ´ ἑβδ. Λουκᾶ (Μρ. ιγ´ 1-9).

23. Σάββατον. Πολυκάρπου ἱερομάρτυρος ἐπισκόπου Σμύρνης (†166).

Ἡ ἀκολουθία τοῦ Σαββάτου μὲ ἀλληλούια εἰς τὸν ὄρθρον (βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§45-51) καὶ τὰ 8 νεκρώσιμα εὐλογητάρια. Ἀπόστολος: ἡμέρας, Σαβ. λγ´ ἑβδ. ἐπιστ. (Β´ Τιμ. β´ 11-19)· Εὐαγγέλιον: ἡμέρας, Σαβ. ιϚ´ ἑβδ. Λουκᾶ (Λκ. ιη´ 2-8).

24. † ΚΥΡΙΑΚΗ (ΙϚ´ ΛΟΥΚΑ) ΤΟΥ ΤΕΛΩΝΟΥ ΚΑΙ ΦΑΡΙΣΑΙΟΥ. Ἰωάννου προφήτου, προδρόμου καὶ βαπτιστοῦ ἐπὶ τῇ μνείᾳ τῆς α´ καὶ β´ εὑρέσεως τῆς τιμίας κεφαλῆς αὐτοῦ (452). Ἦχος πλ. α´· ἑωθινὸν ε´. (Πρβλ. Τ.Μ.Ε., 10 Φεβρ. §§3-5.)

Ἄρχεται τὸ Τριῴδιον

Σημείωσις. Ἀπὸ σήμερον ἄρχονται συμψαλλόμενοι οἱ ἐν τῷ λειτουργικῷ βιβλίῳ τοῦ Τριῳδίου περιεχόμενοι ὕμνοι. Ἔν τισι ναοῖς πρὸ τῆς ἐνάρξεως τοῦ ἑσπερινοῦ τίθεται ὑπὸ τὴν ἐν τῷ τέμπλῳ εἰκόνα τοῦ Χριστοῦ ἐπὶ ηὐτρεπισμένου σκίμποδος τὸ λειτουργικὸν βιβλίον τοῦ Τριῳδίου, ἔνθα μεταβαίνει ὁ πρωτοψάλτης (ἐκπροσωπῶν τοὺς ἐν τοῖς ἀναλογίοις ὑπηρετοῦντας), βάλλει πρὸ τῆς εἰκόνος μετανοίας 3, ἀσπάζεται αὐτήν, λαμβάνει μετὰ χεῖρας τὸ Τριῴδιον καὶ ἀσπάζεται αὐτό, ποιεῖ πάλιν μετανοίας μικρὰς 3 καὶ ἀπέρχεται μετὰ τοῦ Τριῳδίου εἰς τὴν οἰκείαν θέσιν αὐτοῦ.

Εἰς τὴν θ´. Ἀπολυτίκια «Ἀπόστολοι, μάρτυρες», Δόξα, «Μνήσθητι, Κύριε»· κοντάκιον «Ὡς ἀπαρχάς».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 4, τὰ ἰδιόμελα τοῦ Τριῳδίου «Μὴ προσευξώμεθα» (δίς) καὶ «Φαρισαῖος κενοδοξίᾳ» (ἅπαξ), καὶ προσόμοια τοῦ Προδρόμου 3 «Χαίροις ἡ ἱερὰ κεφαλὴ» κ.λπ., Δόξα, «Παντοκράτορ Κύριε», Καὶ νῦν, τὸ α´ θεοτοκίον τοῦ ἤχου «Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, τὸ ἰδιόμελον τοῦ Προδρόμου «Ἡ τῶν θείων ἐννοιῶν», Καὶ νῦν, τοῦ Τριῳδίου «Βεβαρημένων τῶν ὀφθαλμῶν μου».

ΑΠΟΛΥΤΙΚΙΑ «Τὸν συνάναρχον Λόγον», Δόξα, τοῦ Προδρόμου «Ἐκ γῆς ἀνατείλασα», Καὶ νῦν, «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, [εἶτα ψάλλε, εἰ βούλει, Δόξα, τὸ εἰς τὸν στίχον τῶν αἴνων ἰδιόμελον τοῦ Προδρόμου «Ἡ πρῴην ἐπὶ πίνακι», Καὶ νῦν, θεοτοκίον «Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος... μετὰ τοῦ προδρόμου»], τὰ τριαδικὰ «Ἄξιον ἐστί»· τρισάγιον κ.λπ. καὶ τὰ κατανυκτικὰ τροπάρια «Ἐλέησον ἡμᾶς, Κύριε» κ.λπ. [ἐὰν ὅμως ἐψάλη τὸ ἰδιόμελον τοῦ ἁγίου, ἀντ᾿ αὐτῶν λέγεται τὸ ἀπολυτίκιον «Ἐκ γῆς ἀνατείλασα»].

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια. [Τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα τῆς α´ στιχολογίας (ἀλλ᾿ εἰς τὸ Καὶ νῦν τὸ θεοτοκίον τοῦ ἀναστασίμου ἀπολυτικίου «Χαῖρε, πύλη Κυρίου»)· εἶτα τὰ ἀναστάσιμα τῆς β´ στιχολογίας μετὰ τοῦ θεοτοκίου αὐτῶν· εἰς δὲ τὴν γ´ στιχολογίαν τὸ κάθισμα τοῦ Μηναίου «Ἀναδοθεῖσα ὡς χρυσός», Δόξα, τὸ μετὰ τὸν πολυέλεον «Ὁ Ἡρῴδης Πρόδρομε», Καὶ νῦν, τὸ θεοτοκίον «Μωυσῆς ἑώρακεν». Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (ε´) μετὰ τῆς τάξεως αὐτοῦ, μετὰ δὲ τὸν ν´ ψαλμὸν τὰ ἰδιόμελα Δόξα, «Τῆς μετανοίας», Καὶ νῦν, «Τῆς σωτηρίας» καὶ εἰς τὸν στίχον «Ἐλέησόν με, ὁ Θεός», «Τὰ πλήθη».

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος, ὁ τοῦ Τριῳδίου καὶ ὁ τοῦ Προδρόμου· ἀπὸ γ´ ᾠδῆς τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου, τὰ μεσῴδια καθίσματα τοῦ Τριῳδίου «Ταπείνωσις ὕψωσε κατῃσχυμμένον» καὶ τὸ ἕτερον «Ταπείνωσις ὕψωσε πάλαι τελώνην», Δόξα, τὸ τοῦ Προδρόμου «Ὡς ἐν ταμείῳ» μετὰ τοῦ θεοτοκίου αὐτοῦ «Τὸ προσταχθέν»· ἀφ᾿ Ϛ´ τὸ κοντάκιον μετὰ τοῦ οἴκου τοῦ Τριῳδίου καὶ τὰ συναξάρια Μηναίου καὶ Τριῳδίου.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ τοῦ Τριῳδίου «Ὡς ἐν ἠπείρῳ πεζεύσας»· «Τὴν τιμιωτέραν», καὶ ὁ εἱρμὸς «Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ ε´ ἀναστάσιμον «Ἡ ζωὴ καὶ ὁδός», τοῦ Τριῳδίου «Ὑψηγορίαν φύγωμεν», τοῦ Προδρόμου «Λαμπροφανὴς ἀνέτειλε» καὶ τὸ ὅμοιον θεοτοκίον αὐτοῦ «Ψυχαγωγεῖται, πάναγνε».

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 3, τοῦ Τριῳδίου ἰδιόμελα 2 (κατὰ προτίμησιν τὰ τοῦ γ´ ἤχου ὡς μὴ ψαλέντα ἐν τῷ ἑσπερινῷ), καὶ προσόμοια τοῦ Προδρόμου 3 «Ἤνοιξε προπύλαια» κ.λπ., εἰς στίχους τὰ δύο τελευταῖα α) «Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου», β) «Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπιεῖ ἐπ᾿ αὐτόν»· Δόξα, τοῦ Τριῳδίου «Ταῖς ἐξ ἔργων καυχήσεσι», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικά, εἰς δὲ τοὺς μακαρισμοὺς τὰ τροπάρια τοῦ ἤχου εἰς 4 καὶ ἡ Ϛ´ ᾠδὴ τοῦ Τριῳδίου εἰς 4].

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Τὸν συνάναρχον Λόγον», «Ἐκ γῆς ἀνατείλασα» καὶ τοῦ ναοῦ, κοντάκιον τοῦ Τριῳδίου «Φαρισαίου φύγωμεν».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: –μετὰ τοῦ ἐν τῷ μηνολογίῳ (24 Φεβρ.) προκειμένου– τοῦ Προδρόμου, Κυρ. ιε´ ἐπιστ., «Ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι» (Β´ Κορ. δ´ 6-15)·

Εὐαγγέλιον: Κυρ. ιϚ´ Λουκᾶ, «Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερόν» (Λκ. ιη´ 10-14).

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

Εἴδησις. Τὴν Τετάρτην καὶ τὴν Παρασκευὴν τῆς παρούσης ἑβδομάδος, ἥ τις καὶ «προφωνήσιμος» καλεῖται, «καὶ διὰ κρέατος ἀκινδύνως καταλύομεν» (Θεόδωρος Βαλσαμῶν).

25. Δευτέρα. Ταρασίου Κωνσταντινουπόλεως (784-806). Ῥηγίνου ἱερομ. ἐπισκόπου Σκοπέλου (†335), Ἀλεξάνδρου μάρτυρος τοῦ ἐν Θρᾴκῃ.

Διὰ τὰς ἐν καθημερινῇ ἀκολουθίας μετὰ Παρακλητικῆς βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις (§§1-30). Ἀπόστολος: ἡμέρας, Δευτ. λδ´ ἑβδ. ἐπιστ.(Β´ Πέτρ. α´ 20-β´ 9)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. ιζ´ ἑβδ. Λουκᾶ (Μρ. ιγ´ 9-13).

26. Τρίτη. Πορφυρίου ἐπισκόπου Γάζης (†420). Φωτεινῆς μάρτυρος τῆς Σαμαρείτιδος, Θεοκλήτου καὶ λοιπῶν μαρτύρων, Ἰωάννου νεομάρτυρος τοῦ ἐν Κων/πόλει (†1575).

Ἀπόστολος: ἡμέρας, Τρ. λδ´ ἑβδ. ἐπιστ. (Β´ Πέτρ. β´ 9-22)· Εὐαγγέλιον: ὁμοίως, Τρ. ιζ´ ἑβδ. Λουκᾶ (Μρ. ιγ´ 14-23).

27. Τετάρτη. Προκοπίου τοῦ Δεκαπολίτου († η´ αἰ.). Στεφάνου τοῦ γηροκόμου.

Ἀπόστολος: ἡμέρας, Τετ. λδ´ ἑβδ. ἐπιστ. (Β´ Πέτρ. γ´ 1-17)· Εὐαγγέλιον: ἡμέρας, Τετ. ιζ´ ἑβδ. Λουκᾶ (Μρ. ιγ´ 24-31).

28. Πέμπτη. Βασιλείου ὁσίου τοῦ ὁμολογητοῦ (†750). Προτερίου ἱερομάρτυρος ἀρχιεπ. Ἀλεξανδρείας (†457), Κυράννης νεομάρτυρος τῆς ἐν Θεσσαλονίκῃ (†1751).

Συμφώνως μὲ σημείωσιν τοῦ Μηναίου, ἐν τοῖς ἀποδείπνοις ψάλλεται ἡ ἀκολουθία τοῦ ὁσίου Κασσιανοῦ τοῦ Ῥωμαίου (29 Φεβρουαρίου), ἐπειδὴ τὸ ἔτος δὲν εἶναι δίσεκτον.

Ἀπόστολος: ἡμέρας, Πέμ. λδ´ ἑβδ. ἐπιστ. (Α´ Ἰωάν. α´ 8-β´ 6)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. ιζ´ ἑβδ. Λουκᾶ (Μρ. ιγ´ 31-ιδ´ 2).