ΜΗΝ ΜΑΡΤΙΟΣ

ἔχων ἡμέρας τριάκοντα μίαν

Ἡ ἡμέρα ἔχει ὥρας 12 καὶ ἡ νὺξ ὥρας 12

1. Πέμπτη. Εὐδοκίας ὁσιομάρτυρος (†160-170), Μαρκέλλου καὶ Ἀντωνίνης μαρτύρων.

Τῇ Πέμπτῃ πρωί. Τὸ μεσονυκτικόν, ὁ ὄρθρος τῆς ἡμέρας, αἱ ὧραι καὶ ὁ ἑσπερινὸς τῆς ἑπομένης (2 Μαρτίου) ἄνευ προηγιασμένης.

Τῇ Πέμπτῃ ἑσπέρας. Τὸ μέγα ἀπόδειπνον μετὰ τοῦ δ´ τμήματος τοῦ μεγάλου κανόνος· Εὐαγγέλιον τῆς Πέμπτης τῶν παννυχίδων «Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν» (Μτθ. ζ´ 7-11)· εἰς τὴν συγχώρησιν «Σφαγήν σου τὴν ἄδικον».

2. Παρασκευή. Ἡσυχίου μάρτυρος. Θεοδότου ἐπισκόπου Κυρηνείας Κύπρου (†326), Εὐθαλίας παρθενομάρτυρος (†252).

Μνήμη Νικολάου ἱερέως τοῦ Πλανᾶ (†2 Μαρτίου 1932). Κατ᾿ ἀπόφασιν τῆς ἱ. Συνόδου, εἰ τύχοι ἐν τῇ μεγ. τεσσαρακοστῇ, μετατίθεται ἡ μνήμη αὐτοῦ τῇ α´ Κυριακῇ τοῦ Μαρτίου.

Τῇ Παρασκευῇ πρωί. Αἱ ἀκολουθίαι μεσονυκτικοῦ, ὄρθρου καὶ ὡρῶν μετὰ τῶν μακαρισμῶν, ὡς προδεδήλωται.

Ὁ ἑσπερινὸς μετὰ προηγιασμένης. Ὁ προοιμιακὸς καὶ τὸ ιη´ κάθισμα («Πρὸς Κύριον»). Εἰς τὸ «Κύριε, ἐκέκραξα» (ἦχος πλ. α´) ἀπὸ τοῦ στίχου «Ἐξάγαγε ἐκ φυλακῆς» τὸ ἰδιόμελον τῆς ἡμέρας (ἐκ τοῦ Τριῳδίου) «Δεῦτε πιστοί» (δίς), τὰ 4 μαρτυρικὰ τοῦ δ´ ἤχου «Ὁ ἐνδοξαζόμενος» κ.λπ. (βλ. ἐν τέλει τοῦ Τριῳδίου) καὶ τὰ 4 ἰδιόμελα τοῦ ἁγίου Θεοδώρου (ἐκ τοῦ Τριῳδίου) «Δεῦτε, φιλομάρτυρες» κ.λπ., Δόξα, «Ὀργάνῳ χρησάμενος», Καὶ νῦν, «Ὁ διὰ σὲ θεοπάτωρ» (βλέπε ἐν τέλει τοῦ Τριῳδίου, Παρασκευὴ ἑσπέρας, ἦχος δ´). Εἴσοδος μετὰ θυμιατοῦ, «Φῶς ἱλαρόν», τὰ ἀναγνώσματα τοῦ Τριῳδίου, «Κατευθυνθήτω», «Νῦν αἱ δυνάμεις», κοινωνικὸν «Γεύσασθε καὶ ἴδετε», «Εὐλογήσω τὸν Κύριον».

Τῇ Παρασκευῇ ἑσπέρας. Οἱ α´ χαιρετισμοὶ τῆς Θεοτόκου. Ἀναγινώσκεται τὸ μικρὸν ἀπόδειπνον, ὡς ἐν τῷ Ὡρολογίῳ. Μετὰ τὸ «Ἄξιον ἐστὶ» ψάλλεται ὁ κανὼν τοῦ Ἀκαθίστου «Ἀνοίξω τὸ στόμα μου» ἀνὰ 6 τροπάρια εἰς ἑκάστην ᾠδήν· εἶτα τὸ «Τῇ ὑπερμάχῳ» δίχορον, καὶ ἀναγινώσκεται ἡ α´ στάσις τῶν οἴκων (Χαιρετισμῶν) τῆς Θεοτόκου (Α-Ζ)· εἶτα «Τῇ ὑπερμάχῳ στρατηγῷ» σύντομον, τὸ τρισάγιον κ.τ.λ. καὶ τὸ κοντάκιον τοῦ μεγαλομάρτυρος·

«Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας, πολύαθλε· καὶ στέφει οὐρανίῳ ἐστέφθης αἰωνίως ὡς ἀήττητος»·

«Κύριε, ἐλέησον» (μ´), «Ὁ ἐν παντὶ καιρῷ», καὶ τὰ λοιπὰ τοῦ μικροῦ ἀποδείπνου. Μετὰ τὸ «Τὴν πᾶσαν ἐλπίδα μου» τὸ Εὐαγγέλιον τῆς παννυχίδος (Ἰω. ιε´ 1-7), ἡ μικρὰ ἀπόλυσις, τὸ «Εὐξώμεθα», τὸ κάθισμα «Τὴν ὡραιότητα» καὶ εἶτα «Δι᾿ εὐχῶν» (τυπικὸν Τριῳδίου §26).

Σημείωσις. Ἡ τάξις αὕτη τῶν χαιρετισμῶν τηρεῖται καὶ κατὰ τὰς ἐφεξῆς Παρασκευὰς τῆς β´, γ´ καὶ δ´ ἑβδομάδος, ἄνευ ὅμως Εὐαγγελίου. Κοντάκιον δὲ λέγεται τότε τὸ ἑξῆς, ἐφόσον τῷ Σαββάτῳ δὲν τύχῃ ἑορταζόμενος ἅγιος·

«Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους μάρτυρας· ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ τὴν ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε».

3. † Σάββατον α´ τῶν νηστειῶν. «Θεοδώρου μεγαλομάρτυρος τοῦ Τήρωνος (μνήμη τοῦ διὰ κολλύβων θαύματος)». Εὐτροπίου, Κλεονίκου, Βασιλίσκου τῶν μαρτύρων. Θεοδωρήτου ἱερομάρτυρος.

Εἴδησις. Κατὰ τὰ Σάββατα τῆς Τεσσαρακοστῆς, τὸ μὲν πρωὶ ψάλλεται ἡ ἀκολουθία τοῦ ὄρθρου καὶ τελεῖται ἡ λειτουργία τοῦ ἱ. Χρυσοστόμου, τὸ δὲ ἑσπέρας ψάλλεται, ὡς συνήθως, ὁ ἑσπερινὸς τῆς ἐπαύριον Κυριακῆς, καθ᾿ ἣν τελεῖται ἡ λειτουργία τοῦ μεγ. Βασιλείου.

Τῷ Σαββάτῳ πρωί. Μεσονυκτικὸν τοῦ Σαββάτου μὲ τὸ ἀπολυτίκιον καὶ κοντάκιον τοῦ ἁγίου [ἢ τὸ σύνηθες μεσονυκτικὸν ἐπὶ μνήμῃ ἑορταζομένου ἁγίου, ἐν ᾧ μετὰ τὸν ν´ ψαλμὸν ψάλλονται τὰ διὰ τὸν στίχον τῶν αἴνων ἰδιόμελα τοῦ ἁγ. Θεοδώρου «Χορεύουσι στίφη μαρτύρων» κ.λπ. δίχα μὲν τῶν πρὸ αὐτῶν στίχων, ἀλλὰ μετὰ τοῦ Δόξα εἰς τὸ δ´ καὶ τοῦ Καὶ νῦν εἰς τὸ θεοτοκίον· τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Μεγάλα τὰ τῆς πίστεως»].

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκιον «Μεγάλα τὰ τῆς πίστεως», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Πάντα ὑπὲρ ἔννοιαν».

ΚΑΘΙΣΜΑΤΑ [μετὰ τὴν α´ στιχολ.] μόνον τὰ 3 μαρτυρικὰ τοῦ δ´ ἤχου (τὸ νεκρώσιμον δὲν λέγεται) «Οἱ μάρτυρές σου, Κύριε» κ.λπ. (ζήτει ἅπαντα ἐν τέλει τοῦ Τριῳδίου), Δόξα, Καὶ νῦν, τὸ α´ θεοτοκίον τοῦ ἤχου «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον», εἶτα [μετὰ τὸν Ἄμωμον] τὰ τοῦ ἁγίου (Τριῴδιον, Σάββατον α´ ἑβδομ.) «Ζέων πίστεως», Δόξα, «Θεῖον δῶρον», Καὶ νῦν, θεοτοκίον «Ἡ τὸν ἀχώρητον Θεόν». Ὁ ν´ ψαλμὸς χῦμα.

ΚΑΝΟΝΕΣ, ὁ τοῦ Μηναίου καὶ οἱ δύο τοῦ Τριῳδίου· ἀπὸ γ´ ᾠδῆς τὰ μεσῴδια καθίσματα τοῦ ἁγίου Θεοδώρου· ἀφ᾿ Ϛ´ τὸ κοντάκιον καὶ ὁ οἶκος τοῦ ἁγίου Θεοδώρου, τὸ συναξάριον τῆς ἡμέρας καὶ τὸ ὑπόμνημα τοῦ Τριῳδίου.

ΚΑΤΑΒΑΣΙΑΙ «Ἀνοίξω τὸ στόμα μου»· «Τὴν τιμιωτέραν»· «Ἅπας γηγενής».

Ἐξαποστειλάρια καὶ αἶνοι μετὰ τοῦ Δόξα, Καὶ νῦν, ὡς ἐν τῷ Τριῳδίῳ. Δοξολογία μεγάλη, ἀπολυτίκιον τοῦ ἁγίου.

Εἰς τὴν λειτουργίαν. Μετὰ τὴν εἴσοδον ἀπολυτίκια «Μεγάλα τὰ τῆς πίστεως» καὶ τοῦ ναοῦ, κοντάκιον «Προστασία».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος τοῦ ἁγίου (26 Ὀκτ.), «Ἐνδυναμοῦ ἐν τῇ χάριτι» (Β´ Τιμ. β´ 1-10)· Εὐαγγέλιον τῆς ἡμέρας, «Ἐπορεύετο ὁ Ἰησοῦς ἐν τοῖς σάββασιν» (Μρ. β´ 23-γ´ 5).

Καθεξῆς ἡ θ. λειτουργία τοῦ ἱεροῦ Χρυσοστόμου· «Ἄξιον ἐστί»· κοινωνικὸν «Εἰς μνημόσυνον». Μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν γίνεται ἡ εὐλόγησις τῶν ἑορτίων κολλύβων μετὰ τῆς εὐχῆς «Ὁ πάντα τελεσφορήσας τῷ λόγῳ σου» (βλ. Ἱερατικόν). Εἶτα «Εἴη τὸ ὄνομα Κυρίου» καὶ ἀπόλυσις.

Σημείωσις. Ἰστέον ὅτι κατ᾿ ἀρχαίαν παράδοσιν, ἥ τις ὑπονοεῖται ἐν τῷ ἰσχύοντι Τυπικῷ, προτίθενται σήμερον πρὸς εὐλόγησιν εἰδικὰ κόλλυβα ἐπὶ τῇ μνήμῃ τοῦ ἑορταζομένου μεγαλομάρτυρος καὶ εἰς ἀνάμνησιν τοῦ ὑπ᾿ αὐτοῦ διὰ κολλύβων τελεσθέντος θαύματος, περὶ οὗ ἡ ἐν τῷ Τριῳδίῳ σχετικὴ ἱερὰ ἀκολουθία. Ἐπειδὴ ὑπάρχει ἐπίσης ἡ συνήθεια νὰ προσάγωνται σήμερον κόλλυβα διὰ τοὺς κεκοιμημένους καὶ νὰ τελῆται νεκρώσιμον τρισάγιον, ἂν καὶ δὲν εἶναι Ψυχοσάββατον, θεωροῦμεν ὀρθὸν πρῶτον μὲν μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν νὰ εὐλογηθοῦν τὰ πρὸς τιμὴν τοῦ ἁγίου Θεοδώρου ἑόρτια κόλλυβα, μετὰ δὲ τὸ «Δι᾿ εὐχῶν» τῆς λειτουργίας ὁ ἱερεὺς εὐθὺς νὰ βάλῃ «Εὐλογητὸς» καὶ νὰ τελέσῃ κατὰ τὰ εἰωθότα τὸ νεκρώσιμον τρισάγιον ἐπὶ τῶν ἄλλων κολλύβων, «ἵνα μὴ συμψάλλωνται τὰ χαρμόσυνα τοῖς πενθίμοις».

4. † ΚΥΡΙΑΚΗ Α´ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ). «Ἀνάμνησις τῆς ἀναστηλώσεως τῶν ἱερῶν εἰκόνων» (843). Γερασίμου ὁσίου τοῦ ἐν Ἰορδάνῃ (†475)· Παύλου καὶ Ἰουλιανῆς τῶν μαρτύρων (†273). Ἦχος πλ. α´, ἑωθινὸν ε´ (τυπ. Τριῳδίου §§28-30).

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Μεγάλα τὰ τῆς πίστεως»· κοντάκιον «Πίστιν Χριστοῦ».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 6 καὶ τοῦ Τριῳδίου 4, Δόξα, «Ἡ χάρις ἐπέλαμψε», Καὶ νῦν, «Ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, τοῦ Τριῳδίου «Οἱ ἐξ ἀσεβείας».

ΑΠΟΛΥΤΙΚΙΑ «Τὸν συνάναρχον Λόγον», Δόξα, «Τὴν ἄχραντον εἰκόνα σου», Καὶ νῦν, «Πάντα ὑπὲρ ἔννοιαν».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, Δόξα, τὸ ἐν τῷ Τριῳδίῳ διὰ τὴν λιτὴν ἰδιόμελον «Χαίρετε, προφῆται τίμιοι», Καὶ νῦν, θεοτοκίον «Τὴν πᾶσαν ἐλπίδα μου», τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου».

Εἴδησις. Κατὰ τὴν παροῦσαν ἑβδομάδα, β´ τῶν νηστειῶν, θὰ τελεσθοῦν δύο θεῖαι λειτουργίαι προηγιασμένων δώρων, Τετάρτῃ καὶ Παρασκευῇ.

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια.

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα (ἀλλ᾿ εἰς τὴν α´ στιχολογίαν εἰς τὸ Καὶ νῦν τὸ α´ θεοτοκίον τοῦ ἤχου «Χαῖρε, πύλη Κυρίου»). Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (ε´) μετὰ τῆς τάξεως αὐτοῦ· μετὰ τὸν ν´ ψαλμόν, τὰ τροπάρια «Τῆς μετανοίας» κ.λπ., ὡς συνήθως ἐν τῷ Τριῳδίῳ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος (μετὰ τῶν εἱρμῶν), καὶ ὁ τοῦ Τριῳδίου μετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι». Ἀπὸ γ´ ᾠδῆς τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου, καὶ τὰ μεσῴδια καθίσματα ὡς ἐν τῷ Τριῳδίῳ· ἀφ᾿ Ϛ´ τὸ κοντάκιον καὶ ὁ οἶκος τοῦ Τριῳδίου, τὸ μηνολόγιον τῆς ἡμέρας καὶ τὸ ὑπόμνημα τοῦ Τριῳδίου.

ΚΑΤΑΒΑΣΙΑΙ «Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος»· «Τὴν τιμιωτέραν», «Λίθος ἀχειρότμητος».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ. «Ἅγιος Κύριος», τὸ ε´ ἀναστάσιμον, τὸ τῆς ἑορτῆς «Σκιρτήσατε, κροτήσατε» καὶ τὸ θεοτοκίον «Ῥομφαῖαι νῦν ἐξέλιπον».

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 4 καὶ τῆς ἑορτῆς προσόμοια 3 «Ἐν σοὶ νῦν ἀγάλλεται» κ.λπ. εἰς 4 –εἰς τοὺς συνήθεις στίχους τῆς Κυριακῆς τὰ δύο τελευταῖα–, Δόξα, τοῦ Τριῳδίου «Μωσῆς τῷ καιρῷ τῆς ἐγκρατείας», Καὶ νῦν, «Ὑπερευλογημένη»· δοξολογία μεγάλη.

Μετὰ τὸ ᾀσματικὸν τῆς δοξολογίας «Ἅγιος ὁ Θεὸς» κ.λπ. (ἢ μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν τῆς θείας λειτουργίας), τελεῖται ἡ λιτάνευσις τοῦ τιμίου Σταυροῦ καὶ τῶν ἱ. εἰκόνων πέριξ ἢ ἔσωθεν τοῦ ἱ. ναοῦ κατὰ τὴν ἀκόλουθον διάταξιν.

Ἡ λιτανεία τῶν ἱερῶν εἰκόνων

κατὰ τὴν συνήθη τάξιν

Ἐξελθόντες τοῦ ἱ. ναοῦ, ὅ τε ἱ. κλῆρος καὶ ὁ λαὸς μετὰ τοῦ τιμίου σταυροῦ καὶ τῶν ἱ. εἰκόνων, καὶ τάξιν λιτανεύσεως ἀποτελέσαντες κατὰ τὰ εἰωθότα*, περιερχόμεθα ἅπαξ τὸν ἱερὸν ναόν, τῶν κωδώνων αὐτοῦ χαρμοσύνως κρουομένων, τῶν δὲ χορῶν ψαλλόντων τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου», εἰς τέσσαρας στάσεις. Εἰς ἑκάστην δὲ τοῦ ναοῦ πλευρὰν γίνονται αἱ κάτωθι δεήσεις.

α´) Ἐν τῇ νοτίᾳ πλευρᾷ τοῦ ναοῦ δέησις ὑπὲρ τῶν ζώντων.

β´) Ὄπισθεν τοῦ ἱεροῦ γίνεται δέησις ὑπὲρ τῶν ἀπ᾿ αἰῶνος κεκοιμημένων εὐσεβῶν βασιλέων, ὀρθοδόξων πατριαρχῶν, ἀρχιερέων κ.τ.λ.· οἱ χοροὶ «Αἰωνία ἡ μνήμη» (γ´) καὶ ἡ ἐκφώνησις «Ὅτι σὺ εἶ ἡ ἀνάστασις».

γ´) Ἐν τῇ βορείᾳ πλευρᾷ τοῦ ναοῦ δέησις ὑπὲρ τῶν ζώντων, ὡς ἐν τῇ πρώτῃ στάσει.

δ´) Πρὸ τῆς δυτικῆς θύρας ἢ ἐντὸς τοῦ ναοῦ (ἐν τῷ σολέᾳ) ὑπὲρ τῶν ζώντων καὶ εἰς τὸ τέλος «Ὑπὲρ τοῦ διαφυλαχθῆναι» κ.λπ., «Ἐπάκουσον ἡμῶν» καὶ ἀναγινώσκει ὁ προεξάρχων ἱερεὺς (ἢ ἂν ᾖ προεξάρχων ὁ ἀρχιερεὺς) τὰς ἑξῆς περικοπὰς τοῦ ὑπὲρ τῆς ὀρθοδοξίας συνοδικοῦ:

Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπεφρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν, οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ τοὺς αὐτοῦ ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν ναοῖς, ἐν εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν δεσπότην ὡς αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμοντες. Αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξεν. Ἐπὶ τούτοις τοὺς τῆς εὐσεβείας κήρυκας ἀδελφικῶς τε καὶ πατροποθήτως εἰς δόξαν καὶ τιμὴν τῆς εὐσεβείας, ὑπὲρ ἧς ἠγωνίσαντο, ἀνευφημοῦμεν καὶ λέγομεν· Τῶν τῆς ὀρθοδοξίας προμάχων εὐσεβῶν βασιλέων, ἁγιωτάτων πατριαρχῶν, ἀρχιερέων, διδασκάλων, μαρτύρων, ὁμολογητῶν, αἰωνία ἡ μνήμη.

Ὁ χορὸς «Αἰωνία ἡ μνήμη» γ´.

Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καὶ διδασκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρατύνεσθαι Θεὸν ἐκλιπαροῦντες καὶ μιμητὰς τῆς ἐνθέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδείκνυσθαι ἐκδυσωποῦντες, ἀξιωθείημεν τῶν ἐξαιτουμένων, οἰκτιρμοῖς καὶ χάριτι τοῦ μεγάλου καὶ πρώτου ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πρεσβείαις τῆς ὑπερενδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν ἀγγέλων καὶ πάντων τῶν ἁγίων.

Ὁ χορὸς «Ἀμήν». Εἰσερχομένων δὲ ἡμῶν εἰς τὸν ἱ. ναὸν ψάλλεται τὸ μέγα προκείμενον «Τίς θεὸς μέγας», καὶ εἶτα τὸ «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).

Ἡ λιτανεία τῶν ἱερῶν εἰκόνων κατὰ τὴν τάξιν

τῶν Πατριαρχείων Ἀλεξανδρείας καὶ Ἰεροσολύμων

Σχηματίζεται ἱερὰ πομπὴ ὡς ἑξῆς· προπορεύονται οἱ κρατοῦντες κηρολαμπάδας, εἶτα οἱ φέροντες τὰ λάβαρα, τοὺς φανούς, τὰ ἑξαπτέρυγα· ἀκολουθοῦν οἱ χοροὶ τῶν ψαλτῶν· εἶτα οἱ ἱερεῖς καὶ οἱ φερόντες τὰς ἱ. εἰκόνας χριστιανοί, καὶ τέλος διάκονοι μετὰ θυμιατηρίων θυμιῶντες τὸν εἰς χεῖρας τοῦ ἀρχιερέως εὑρισκόμενον τίμιον Σταυρόν (ἢ τὴν μικρὰν φορητὴν εἰκόνα τοῦ Χριστοῦ). Κατὰ τὴν ἔναρξιν τῆς λιτανείας ἵστανται πάντες εἰς τὸν σολέα.

ΕΝΑΡΞΙΣ. Ἐκφωνεῖ ὁ διάκονος· «Εὐλόγησον, δέσποτα, τὴν ἁγίαν εἴσοδον». Ὁ ἀρχιερεὺς ἀπὸ τῶν βημοθύρων· «Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων». Ὁ χορὸς «Ἀμήν».

Καὶ ὁ ἀρχιερεὺς ἀναγινώσκει ἀπὸ τῶν βημοθύρων τὸ προοίμιον τοῦ ὑπὲρ τῆς ὀρθοδοξίας συνοδικοῦ·

Ἐποφειλομένη πρὸς Θεὸν ἐτήσιος εὐχαριστία, καθ᾿ ἣν ἡμέραν ἀπελάβομεν τὴν τοῦ Θεοῦ Ἐκκλησίαν σὺν ἀποδείξει τῶν τῆς εὐσεβείας δογμάτων καὶ καταστροφῇ τῶν τῆς κακίας δυσσεβημάτων.

Προφητικαῖς ἑπόμενοι ῥήσεσιν ἀποστολικαῖς τε παραινέσεσιν εἴκοντες καὶ εὐαγγελικαῖς ἱστορίαις στοιχούμενοι, τῶν ἐγκαινίων τὴν ἡμέραν ἑορτάζομεν. Καὶ ταύτῃ εὐχαῖς καὶ λιτανείαις συνευφραινόμενοί τε καὶ συναγαλλόμενοι ψαλμοῖς ἐκβοῶμεν καὶ ᾄσμασιν.

Καὶ ἐκκινεῖ ἡ ἱερὰ πομπὴ πρὸς τὴν βορείαν πύλην τοῦ ναοῦ, ἐνῷ ὁ χορὸς ψάλλει τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου», εἰς χρόνον ἀνάλογον, ὥστε ὁ ἀρχιερεὺς νὰ φθάσῃ εἰς τὸν χῶρον τῆς ἑπομένης στάσεως*.

ΣΤΑΣΙΣ ΠΡΩΤΗ. Ἱσταμένης τῆς πομπῆς, ἀναγινώσκει ὁ προϊστάμενος τὸ α´ ἄρθρον τοῦ συμβόλου τῆς πίστεως «Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων».

Ὁ ἀρχιερεὺς ἐκφώνως·

Τῶν τὴν ἔνσαρκον τοῦ Θεοῦ Λόγου παρουσίαν, λόγῳ, στόματι, καρδίᾳ καὶ νῷ, γραφῇ τε καὶ εἰκόσιν ὁμολογούντων, αἰωνία ἡ μνήμη.

Ὁ χορὸς «Αἰωνία ἡ μνήμη» (γ´).

Ὁ ἀρχιερεύς·

Τῶν εἰδότων τῆς τοῦ Χριστοῦ μιᾶς καὶ τῆς αὐτῆς ὑποστάσεως τὸ ἐν οὐσίαις διάφορον, καὶ ταύτης τὸ κτιστόν τε καὶ ἄκτιστον, τὸ ὁρατὸν καὶ ἀόρατον, τὸ παθητὸν καὶ ἀπαθές, τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον, καὶ τῇ μὲν θεϊκῇ οὐσίᾳ τὸ ἄκτιστον καὶ τὰ ὅμοια προσαρμοζόντων, τῇ δὲ ἀνθρωπίνῃ φύσει τά τε ἄλλα καὶ τὸ περιγραπτὸν ἀνομολογούντων καὶ λόγῳ καὶ εἰκονίσμασιν, αἰωνία ἡ μνήμη.

Ὁ χορὸς «Αἰωνία ἡ μνήμη» (γ´).

Ὁ ἀρχιερεύς·

Τῶν πιστευόντων καὶ διακηρυκευομένων, ἤ τοι εὐαγγελιζομένων τοὺς λόγους ἐπὶ γραμμάτων, τὰ πράγματα ἐπὶ σχημάτων, καὶ εἰς μίαν ἑκάτερον συντελεῖν ὠφέλειαν, τήν τε διὰ λόγων ἀνακήρυξιν καὶ τὴν δι᾿ εἰκόνων τῆς ἀληθείας βεβαίωσιν, αἰωνία ἡ μνήμη.

Ὁ χορὸς «Αἰωνία ἡ μνήμη» γ´.

Καὶ ἐκκινεῖ πάλιν ἡ πομπὴ πρὸς τὴν δυτικὴν θύραν (ἤ τοι πρὸς τὰς βασιλικὰς πύλας) τοῦ ναοῦ, ἐνῷ ψάλλει τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου» (εἰς χρόνον ἀνάλογον).

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ. Τοῦ ἀρχιερέως φθάσαντος πρὸ τῶν βασιλικῶν πυλῶν, ἵσταται ἡ λιτανεία· ὁ δὲ προϊστάμενος ἀναγινώσκει τὰ χριστολογικὰ ἄρθρα τοῦ συμβόλου τῆς πίστεως·

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

Εἶτα ὁ ἀρχιερεὺς ἐκφώνως·

Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπεφρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν· οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ τοὺς αὐτοῦ ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν ναοῖς, ἐν εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν δεσπότην ὡς αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμοντες.

Αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξε.

Καὶ ἐκκινεῖ ἡ ἱ. πομπὴ πρὸς τὴν μεσημβρινὴν (νοτίαν) θύραν τοῦ ναοῦ, ἐνῷ ὁ χορὸς ψάλλει τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου» (εἰς χρόνον ἀνάλογον).

ΣΤΑΣΙΣ ΤΡΙΤΗ. Ὅταν ὁ ἀρχιερεὺς φθάσῃ εἰς τὸν ὡρισμένον τόπον, ἵσταται ἡ πομπή, καὶ ὁ προϊστάμενος ἀναγινώσκει τὰ λοιπὰ ἄρθρα τοῦ συμβόλου τῆς πίστεως·

Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

Εἶτα ὁ ἀρχιερεὺς ἐκφώνως·

Μιχαὴλ τοῦ ὀρθοδόξου βασιλέως καὶ Θεοδώρας τῆς ἁγίας αὐτοῦ μητρός, αἰωνία ἡ μνήμη.

Ὁ χορὸς «Αἰωνία ἡ μνήμη» (γ´).

Ὁ ἀρχιερεύς·

Βασιλείου, Κωνσταντίνου, Λέοντος, Ἀλεξάνδρου, Χριστοφόρου, Νικηφόρου, Ἀνδρονίκου, Ἰσαακίου, Ἀλεξίου καὶ Θεοδώρου, τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀνταλλαξαμένων, αἰωνία ἡ μνήμη.

Ὁ χορὸς «Αἰωνία ἡ μνήμη» (γ´).

Ἰγνατίου, Φωτίου, Στεφάνου, Ἀντωνίου, Ἰωσὴφ καὶ πάντων τῶν ἁγιωτάτων πατριαρχῶν τῶν ὑπὲρ τῆς πίστεως ἡμῶν ἀγωνισαμένων, αἰωνία ἡ μνήμη.

Ὁ χορὸς «Αἰωνία ἡ μνήμη» γ´.

Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καὶ διδασκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρατύνεσθαι Θεὸν ἐκλιπαροῦντες καὶ μιμητὰς τῆς ἐνθέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδείκνυσθαι ἐκδυσωποῦντες, ἀξιωθείημεν τῶν ἐξαιτουμένων, οἰκτιρμοῖς καὶ χάριτι τοῦ μεγάλου καὶ πρώτου ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πρεσβείαις τῆς ὑπερενδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν ἀγγέλων καὶ πάντων τῶν ἁγίων.

Ὁ χορὸς «Ἀμὴν» καὶ ψάλλει τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου» (εἰς χρόνον ἀνάλογον) [ἢ τὸ ἀκροτελεύτιον αὐτοῦ «Χαρᾶς ἐπλήρωσας τὰ πάντα» κ.λπ.], ἐνῷ ἡ ἱ. πομπὴ ἐπιστρέφει εἰς τὸν σολέα.

ΣΤΑΣΙΣ ΤΕΤΑΡΤΗ. Ὁ ἀρχιερεὺς ψάλλει ἀπὸ τῶν βημοθύρων τὸν ψαλμικὸν στίχον «Τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν· σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος». Τὸν αὐτὸν στίχον ἐπαναλαμβάνουν οἱ χοροὶ ἀνὰ μίαν, καὶ εἶτα τὸ «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).

Εἰς τὴν λειτουργίαν

Ψάλλονται τὰ ἀντίφωνα ὡς ἑξῆς.

Ἀντίφωνον α´

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, σῶτερ, σῶσον ἡμᾶς.

Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥ τις οὐ σαλευθήσεται. Ταῖς πρεσβείαις τῆς Θεοτόκου, σῶτερ, σῶσον ἡμᾶς.

Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Ταῖς πρεσβείαις...

Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δόξα, Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ἀντίφωνον β´

Ἐξομολογησάσθωσαν τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούια.

Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυτέρων. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστάς....

Ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν...

Τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν...

Δόξα, Καὶ νῦν. «Ὁ μονογενὴς Υἱός».

Ἀντίφωνον γ´

Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ.

«Τὴν ἄχραντον εἰκόνα σου...»

Αὕτη ἡ ἡμέρα Κυρίου, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. «Τὴν ἄχραντον εἰκόνα σου...»

Κύριε, ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.

«Τὴν ἄχραντον εἰκόνα σου...»

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν...»

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ, ἀπολυτίκια «Τὸν συνάναρχον Λόγον», «Τὴν ἄχραντον εἰκόνα σου» καὶ τοῦ ναοῦ, κοντάκιον «Τῇ ὑπερμάχῳ».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Προκείμενον καὶ ἀλληλουιάριον τὰ εἰδικὰ τῆς Κυριακῆς. Ἀπόστολος: Κυρ. α´ νηστ., «Πίστει Μωυσῆς μέγας γενόμενος» (Ἑβρ. ια´ 24-26, 32-40)· Εὐαγγέλιον ὁμοίως, «Ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν» (Ἰω. α´ 44-52).

Καθεξῆς ἡ θ. λειτουργία τοῦ μεγάλου Βασιλείου. Εἰς τὸ Ἐξαιρέτως «Ἐπὶ σοὶ χαίρει». Κοινωνικὸν «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς».

Τῇ αὐτῇ Κυριακῇ ἑσπέρας. Εἰς τὴν θ´. Ἀπολυτίκια «Τὸν συνάναρχον Λόγον», Δόξα, «Τὴν ἄχραντον εἰκόνα σου»· κοντάκιον τῆς ἑορτῆς «Ὁ ἀπερίγραπτος Λόγος».

Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν (ἄνευ Ψαλτηρίου) εἰς τὸ «Κύριε, ἐκέκραξα» ἑσπέρια εἰς στίχους 10, κατανυκτικὰ τοῦ (πλ. α´) ἤχου 4 «Κύριε, ἁμαρτάνων» κ.λπ. (ζήτει ἐν τέλει τοῦ Τριῳδίου), προσόμοια τοῦ Τριῳδίου 3 «Δίδου μοι κατάνυξιν» κ.τ.λ., καὶ τοῦ Μηναίου (5 Μαρτ.) ἕτερα 3 «Μάρτυς παναοίδιμε» κ.λπ., Δόξα, Καὶ νῦν, προσόμοιον θεοτοκίον «Χαῖρε, ξένον ἄκουσμα». Εἴσοδος μετὰ θυμιατοῦ, «Φῶς ἱλαρὸν» καὶ τὸ μέγα προκείμενον «Ἔδωκας κληρονομίαν», κατὰ τὴν ἐν τῷ Τριῳδίῳ τάξιν. Εἰς τὸν στίχον, τὸ ἰδιόμελον τοῦ Τριῳδίου «Δεῦτε ἐκκαθάρωμεν» (δίς), τὸ μαρτυρικὸν «Μάρτυρες Κυρίου», Δόξα, Καὶ νῦν, «Τὰ οὐράνια ὑμνεῖ σε»· «Νῦν ἀπολύεις» κ.λπ. ὡς ἐσημειώθησαν τῇ Κυριακῇ τῆς Τυρινῆς ἑσπέρας.

5. Δευτέρα. Κόνωνος ὁσιομάρτυρος (α´ αἰ.). Κόνωνος μάρτυρος τοῦ κηπουροῦ (γ´ αἰ.). Μάρκου ὁσίου τοῦ Ἀθηναίου († δ´ αἰ.), Γεωργίου νεομάρτυρος τοῦ ἐκ Ῥαψάνης.

Τῷ πρωί. Αἱ ἀκολουθίαι μεσονυκτικοῦ, ὄρθρου, ὡρῶν μετὰ τῶν μακαρισμῶν, καὶ τοῦ ἑσπερινοῦ τῆς ἑπομένης, ὡς προδεδήλωται.

Περὶ τῶν κανόνων ἐν τῷ μεγάλῳ ἀποδείπνῳ

1. Καθ᾿ ἑκάστην ἑσπέραν ἀπὸ Δευτέρας ἕως Πέμπτης τῶν λοιπῶν ἑβδομάδων τῆς μεγ. Τεσσαρακοστῆς καὶ τὴν ἑσπέραν τῆς μεγ. Δευτέρας καὶ τῆς μεγ. Τρίτης διεξάγεται ἡ ἀκολουθία τοῦ μεγάλου ἀποδείπνου ὡς ἐν τῷ Ὡρολογίῳ (ἄνευ Εὐαγγελίου) καὶ κατὰ τὰς διατάξεις τοῦ Τυπικοῦ. Μετὰ τὴν δοξολογίαν τὸ Τ.Μ.Ε. (τυπικὸν Τριῳδίου §23, ὑποσ. 17) ὁρίζει νὰ ψάλλεται ἐκ τοῦ Θεοτοκαρίου ὁ ὡρισμένος κανὼν τῆς ἡμέρας ὁ εἰς τὸν ἦχον τῆς ἑβδομάδος.

2. Κατὰ τὴν ἀκρίβειαν τῆς τάξεως, σημειουμένην εἰς τὸ ἐν χρήσει Τριῴδιον (α´ Κυρ. τῶν νηστειῶν, εἰς τὸ τέλος τοῦ κατανυκτικοῦ ἑσπερινοῦ), ἀπὸ σήμερον μέχρι τῆς Πέμπτης πρὸ τοῦ Λαζάρου ἑσπέρας ἐν τοῖς μεγ. ἀποδείπνοις ψάλλονται οἱ κανόνες τοῦ Μηναίου οἱ ἀπὸ τοῦ Σαββάτου τοῦ Λαζάρου μέχρι τῆς Κυριακῆς τοῦ Ἀντίπασχα (7-22 Ἀπριλίου) ὁμοῦ μετὰ τῶν κανόνων τῆς Θεοτόκου, οἱ ὁποῖοι καὶ προηγοῦνται. Ἀπὸ γ´ ᾠδῆς κάθισμα τοῦ Μηναίου καὶ ἀφ᾿ Ϛ´ τῆς Θεοτόκου· μετὰ τοὺς κανόνας, τὰ 4 προσόμοια τῆς Θεοτόκου καὶ εἶτα τὰ 3 τοῦ Μηναίου μετὰ τοῦ θεοτοκίου αὐτῶν. Ὅταν συμπληρωθοῦν οἱ κανόνες τοῦ Μηναίου, λέγεται μόνον τὸ Θεοτοκάριον.

Κατὰ ταῦτα ἡ καθ᾿ ἡμέραν σειρὰ τῶν κανόνων τοῦ Μηναίου (ἐκ τῆς περιόδου 7-22 Ἀπριλίου) εἰς τὸ μέγα ἀπόδειπνον ἔχει ὡς ἑξῆς·

Τὸ ἑσπέρας τῆς ψάλλονται κανὼν καὶ προσόμοια τῆς

5 Μαρτίου 7 Ἀπριλίου (μάρτυρος Καλλιοπίου)

6 Μαρτίου 7 Ἀπριλίου (ἱεράρχου Γεωργίου)

7 Μαρτίου 8 Ἀπριλίου (ἁγίων Ἡρῳδίωνος κ.λπ.)

8 Μαρτίου 9 Ἀπριλίου (μάρτυρος Εὐψυχίου)

12 Μαρτίου 10 Ἀπριλίου (μαρτύρων Τερεντίου κ.λπ.)

13 Μαρτίου 11 Ἀπριλίου (ἱερομάρτυρος Ἀντίπα)

14 Μαρτίου 12 Ἀπριλίου (ἱεράρχου Βασιλείου)

15 Μαρτίου 13 Ἀπριλίου (ἁγίου Μαρτίνου)

19 Μαρτίου 14 Ἀπριλίου (ἁγίων Ἀριστάρχου κ.λπ.)

21 Μαρτίου 15 Ἀπριλίου (μάρτυρος Κρήσκεντος)

26 Μαρτίου 16 Ἀπριλίου (ἁγ. Ἀγάπης, Εἰρήνης, Χιονίας)

27 Μαρτίου 17 Ἀπριλίου (ἱερομάρτυρος Συμεών)

29 Μαρτίου 18 Ἀπριλίου (ὁσίου Ἰωάννου)

2 Ἀπριλίου 19 Ἀπριλίου (ἱερομάρτυρος Παφνουτίου)

3 Ἀπριλίου 20 Ἀπριλίου (ὁσίου Θεοδώρου τοῦ Τριχινᾶ)

4 Ἀπριλίου 21 Ἀπριλίου (ἱερομάρτυρος Ἰανουαρίου)

5 Ἀπριλίου 22 Ἀπριλίου (ὁσ. Θεοδώρου τοῦ Συκεώτου)

6. Τρίτη. Τῶν ἐν Ἀμορίῳ 42 μαρτύρων (†845). Μνήμη τῆς εὑρέσεως τοῦ τ. σταυροῦ ὑπὸ τῆς ἁγίας Ἑλένης (326).

Διὰ τὰς ἀκολουθίας τῶν καθημερινῶν βλέπε 28 Φεβρ. καὶ 5 Μαρτ..

7. Τετάρτη. Τῶν ἐν Χερσῶνι ἐπισκοπευσάντων ἱερομαρτύρων Ἐφραίμ, Βασιλέως, Εὐγενίου, Αἰθερίου κ.λπ. (δ´ αἰ.). Λαυρεντίου ὁσίου τοῦ Μεγαρέως.

Τῷ πρωί. Αἱ ἀκολουθίαι πᾶσαι ὡς προδεδήλωται.

Ὁ ἑσπερινὸς μετὰ τῶν προηγιασμένων. Ὁ προοιμιακὸς καὶ τὸ ιη´ κάθισμα («Πρὸς Κύριον»). Εἰς τὸ «Κύριε, ἐκέκραξα» τὸ ἰδιόμελον «Τὴν πνευματικήν, ἀδελφοί» (δίς), τὸ μαρτυρικὸν «Πανεύφημοι μάρτυρες» καὶ τὰ 3 τῆς σειρᾶς προσόμοια τοῦ Τριῳδίου ἀνὰ μίαν, εἶτα τὰ 3 τοῦ Μηναίου (8 Μαρτ.) εἰς 4 μετὰ τοῦ ἐν συνεχείᾳ Δόξα, Καὶ νῦν, θεοτοκίου «Νοσοῦσαν, πανύμνητε»· εἴσοδος, «Φῶς ἱλαρόν», τὰ ἀναγνώσματα τοῦ Τριῳδίου, καὶ τὰ λοιπὰ τῆς προηγιασμένης.

8. Πέμπτη. Θεοφυλάκτου ἐπισκόπου Νικομηδείας (†842-5), Ἑρμοῦ ἀποστόλου (α´ αἰ.).

Τῷ πρωί. Αἱ ἀκολουθίαι μεσονυκτικοῦ, ὄρθρου καὶ ὡρῶν ὡς προδεδήλωται.

Εἰς τὸν ἑσπερινόν. Εἰς τὸ «Κύριε, ἐκέκραξα», ἑσπέρια εἰς στίχους 6, προσόμοια τοῦ Τριῳδίου 3 «Πλευρὰν ἐκκεντούμενος» κ.λπ. καὶ τῶν ἁγίων μ´ μαρτύρων (9 Μαρτίου) προσόμοια 3 «Φέροντες τὰ παρόντα» κ.λπ., Δόξα, Καὶ νῦν, εὐθὺς τὸ ἑξῆς ὁμόηχον σταυροθεοτοκίον (ἐκ τῆς 14ης Μαρτ.) πρὸς «Ὅτε ἐκ τοῦ ξύλου σε»·

Ὅτε ἐν σταυρῷ σε ἡ ἀμνὰς ׀ ἄρνα τὸν οἰκεῖον ἑώρα κατακεντούμενον ׀ ἥλοις, ὠλοφύρετο ἐκπληττομένη σφοδρῶς ׀ καὶ δακρύουσα ἔλεγε· ׀ Πῶς θνῄσκεις, υἱέ μου, ׀ θέλων τὸ χειρόγραφον τοῦ πρωτοπλάστου Ἀδὰμ ׀ ῥῆξαι καὶ θανάτου λυτρῶσαι ׀ ἅπαν τὸ ἀνθρώπινον; Δόξα ׀ τῇ οἰκονομίᾳ σου, φιλάνθρωπε.

Ἄνευ εἰσόδου «Φῶς ἱλαρόν», τὰ ἀναγνώσματα τοῦ Τριῳδίου καὶ τὰ ἀπόστιχα τῆς ἡμέρας ἐκ τοῦ Τριῳδίου «Μὴ νηστεύσαντες» κ.λπ. μετὰ τοῦ αὐτόθι Δόξα, Καὶ νῦν, σταυροθεοτοκίου· «Νῦν ἀπολύεις», τρισάγιον κ.λπ., τὸ ἀπολυτίκιον τῶν μαρτύρων «Τὰς ἀλγηδόνας τῶν ἁγίων» καὶ εὐθὺς τὰ «Θεοτόκε παρθένε» καὶ τὰ λοιπὰ ὡς συνήθως (ἐν τῇ ἀπολύσει, οἱ ἅγιοι τῆς 9ης Μαρτίου).

Εἰς τὸ μέγα ἀπόδειπνον. Εἰς τοὺς ἱκετευτικοὺς στίχους «Παναγία δέσποινα Θεοτόκε» ψάλλεται μετὰ τὸν στίχον τοῦ ἁγίου τοῦ ναοῦ καὶ ὁ ἑξῆς στίχος τῶν ἁγίων «Ἅγιοι τεσσαράκοντα μάρτυρες, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν».

9. Παρασκευή. † Τῶν ἁγίων τεσσαράκοντα μαρτύρων τῶν ἐν τῇ λίμνῃ τῆς Σεβαστείας μαρτυρησάντων (†320).

Τῇ Παρασκευῇ πρωί. Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν ψάλλονται τὰ διὰ τοὺς αἴνους ἰδιόμελα τῶν μαρτύρων «Χορὸς τετραδεκαπύρσευτος», «Τὴν τετραδεκάριθμον χορείαν», «Ἀληθείας κρατῆρα», Δόξα, «Τὴν λίμνην ὡς παράδεισον» (βλέπε εἰς τὸν στίχον τῶν αἴνων), Καὶ νῦν, θεοτοκίον «Ἀδιόδευτε πύλη», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Τὰς ἀλγηδόνας τῶν ἁγίων».

Εἰς τὸν ὄρθρον (ἑορτάσιμον). Ὁ ἑξάψαλμος. Εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκιον «Τὰς ἀλγηδόνας τῶν ἁγίων», Δόξα, τὸ αὐτό, Καὶ νῦν, θεοτοκίον «Τοῦ Γαβριὴλ φθεγξαμένου σοι».

ΚΑΘΙΣΜΑΤΑ καὶ ἡ τάξις τοῦ Εὐαγγελίου τοῦ ὄρθρου, ὡς ἐν τῷ Μηναίῳ· Εὐαγγέλιον τῶν μαρτύρων, Τρ. ιβ´ ἑβδ. Λουκᾶ, «Προσέχετε ἀπὸ τῶν ἀνθρώπων» (Λκ. κα´ 12-19).

ΚΑΝΟΝΕΣ, ὁ μικρὸς παρακλητικὸς τῆς Θεοτόκου μετὰ τῶν εἱρμῶν καὶ ὁ τῶν μαρτύρων· ἀπὸ γ´ καὶ Ϛ´ ᾠδῆς ὡς ἐν τῷ Μηναίῳ.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Ἀνοίξω τὸ στόμα μου»· «Τὴν τιμιωτέραν», «Ἅπας γηγενής».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ τοῦ Μηναίου καὶ τὸ θεοτοκίον.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ προσόμοια τῶν ἁγίων 3 «Δεῦτε μαρτυρικὴν» κ.λπ. εἰς 4, Δόξα, «Ἀθλοφόροι Χριστοῦ», Καὶ νῦν, θεοτοκίον «Μακαρίζομέν σε». Δοξολογία μεγάλη.

ΩΡΑΙ. Εὐθὺς «Δεῦτε προσκυνήσωμεν» (γ´), καὶ αἱ ὧραι λιταί, λέγοντες εἰς ἑκάστην χῦμα, μετὰ μὲν τοὺς ψαλμούς, Δόξα, «Τὰς ἀλγηδόνας», Καὶ νῦν, τὸ θεοτοκίον τῆς ὥρας, μετὰ δὲ τὸ τρισάγιον κ.λπ. τὸ κοντάκιον τῶν μαρτύρων «Πᾶσαν στρατιάν». Εἰς τὴν θ´ ὥραν συνάπτονται, ὡς συνήθως, οἱ μακαρισμοὶ (μὲ μόνον τὸ κοντάκιον τῶν ἁγίων) κ.τ.λ.· μετὰ τὸ «Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς» καὶ τὴν εὐχὴν «Παναγία Τριὰς τὸ ὁμοούσιον κράτος» ὁ ἱερεὺς τὴν (μικρὰν) ἀπόλυσιν καὶ τὸ «Δι᾿ εὐχῶν», μεθ᾿ ὃ ἄρχεται

Ὁ ἑσπερινὸς μετὰ τῆς ἱ. ἀκολουθίας τῶν προηγιασμένων δώρων. Ὁ προοιμιακός, τὰ εἰρηνικά, καὶ τὸ ιη´ κάθισμα τοῦ Ψαλτηρίου («Πρὸς Κύριον»).

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ» εἰς στίχους 10, τὸ ἐν τῷ Τριῳδίῳ ἰδιόμελον τῆς ἡμέρας «Νῦν καιρὸς εὐπρόσδεκτος» δίς, τὰ 4 μαρτυρικὰ τοῦ (πλ. α´) ἤχου «Τῶν ἐπιγείων ἁπάντων» κ.λπ. (ζήτει αὐτὰ ἐν τέλει τοῦ Τριῳδίου), καὶ ἐκ τοῦ Μηναίου τὰ 3 ἰδιόμελα τῶν ἁγίων «Φέροντες τὰ παρόντα» κ.λπ. (9 Μαρτίου, εἰς τὸν πρῶτον ἑσπερινὸν) εἰς 4 (δευτεροῦντες τὸ α´), Δόξα, τῶν ἁγίων «Ἐν ᾠδαῖς ᾀσμάτων» (εἰς τὸν στίχον τοῦ πρώτου ἑσπερινοῦ), Καὶ νῦν, τὸ α´ θεοτοκίον τοῦ ἤχου τῆς ἑβδομάδος «Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ».

ΕΙΣΟΔΟΣ μετὰ τοῦ Εὐαγγελίου, «Φῶς ἱλαρὸν» ἄνευ μέλους, τὰ ἀναγνώσματα τοῦ Τριῳδίου μετὰ τῶν προκειμένων αὐτῶν· «Κατευθυνθήτω»· ὁ Ἀπόστολος τῶν μαρτύρων, Μαρτίου 9, «Τοσοῦτον ἔχοντες περικείμενον» (Ἑβρ. ιβ´ 1-10), τὸ Εὐαγγέλιον αὐτῶν, Τετ. θ´ ἑβδ. Ματθ., «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν» (Μτθ. κ´ 1-16).

Καθεξῆς ἡ λοιπὴ ἀκολουθία τῶν προηγιασμένων δώρων. Κοινωνικὸν «Εἰς μνημόσυνον»· «Εὐλογήσω τὸν Κύριον». Εἰς τὴν ἀπόλυσιν μνημονεύονται πάλιν οἱ ἅγιοι τῆς 9ης Μαρτίου.

Σημείωσις. Ἐν τῇ τραπέζῃ κατάλυσις οἴνου καὶ ἐλαίου.

Τῇ Παρασκευῇ ἑσπέρας. Οἱ β´ χαιρετισμοὶ τῆς Θεοτόκου. Εἰς τὸ μικρὸν ἀπόδειπνον ψάλλεται ὁ κανὼν «Ἀνοίξω τὸ στόμα μου», εἶτα τὸ «Τῇ ὑπερμάχῳ» δίχορον, καὶ ἐκφωνεῖται ἡ β´ στάσις τοῦ ἀκαθίστου ὕμνου «Ἤκουσαν οἱ ποιμένες». Μετὰ τὸ τρισάγιον κ.λπ., κοντάκιον «Ὡς ἀπαρχὰς τῆς φύσεως», καὶ τὰ λοιπά (ὡς 2 Μαρτ., ἄνευ Εὐαγγελίου).

10. Σάββατον β´ τῶν νηστειῶν. Κοδράτου τοῦ ἐν Κορίνθῳ καὶ τῶν σὺν αὐτῷ 5 μαρτύρων (†251). Ἀναστασίας τῆς πατρικίας, Μιχαὴλ Μαυροειδῆ νεομάρτ. τοῦ ἐν Ἀδριανουπόλει (†1544).

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, τὰ εἰρηνικὰ καὶ τὴν ἐκφώνησιν «Ὅτι πρέπει σοι», οἱ χοροὶ εἰς ἦχον β´ τὸ ἀλληλουιάριον, δὶς ἄνευ στίχων καὶ δὶς ἐφύμνιον τῶν στίχων «Μακάριοι οὓς ἐξελέξω», «Καὶ τὸ μνημόσυνον αὐτῶν». Ἀπολυτίκια, τὸ μαρτυρικὸν «Ἀπόστολοι, μάρτυρες», Δόξα, τὸ νεκρώσιμον «Μνήσθητι, Κύριε», Καὶ νῦν, θεοτοκίον, «Μήτηρ ἁγία».

ΚΑΘΙΣΜΑΤΑ τὰ 3 μαρτυρικὰ τοῦ πλ. α´ ἤχου, «Κύριε, τὸ ποτήριον» κ.λπ. ὡς ἐν τέλει τοῦ Τριῳδίου, ἀλλ᾿ εἰς τὸ Δόξα, ἀντὶ τοῦ νεκρωσίμου «Ἀνάπαυσον, σωτὴρ ἡμῶν» (ὅ περ θὰ ψαλῇ ὑποχρεωτικῶς μετὰ τὰ εὐλογητάρια) λέγεται τὸ παρόν·

Γινώσκεις ὁ Θεὸς ἡμῶν ׀ ὅτι ἐν ἁμαρτίαις γεγεννήμεθα· δι᾿ ὅ σε ἱκετεύομεν· ׀ τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον ׀ παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα, ׀ ἃ ὡς ἄνθρωποι καὶ θνητοὶ ἐν βίῳ ἔπραξαν, ׀ πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Εἰς δὲ τὸ Καὶ νῦν τὸ α´ θεοτοκίον τοῦ ἤχου «Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος» (Παρακλ., ἦχος πλ. α´, τῷ Σαββάτῳ ἑσπέρας· ἢ Ὡρολ., εἰς τὰ ἀναστάσιμα ἀπολυτίκια).

Εὐθὺς [ὁ Ἄμωμος εἰς στάσεις δύο καὶ] τὰ νεκρώσιμα εὐλογητάρια, μετὰ τὰ ὁποῖα γίνεται ὑπὸ τοῦ ἱερέως (ἱσταμένου ἢ πρὸ τῆς εἰκόνος τοῦ δεσπότου Χριστοῦ, ἐὰν κάτωθι αὐτῆς εὑρίσκωνται ὑπὲρ ἀποιχομένων κόλλυβα, ἢ ἄλλως πρὸ τῆς ἁγίας Τραπέζης) τὸ μνημόσυνον τῶν κεκοιμημένων, ὡς ἐσημειώθη εἰς τὸν ἑσπερινὸν τοῦ Σαββάτου τῆς ἀπόκρεω (18 Φεβρ.). Εἶτα οἱ χοροὶ τὸ νεκρώσιμον κάθισμα τοῦ πλ. α´ ἤχου «Ἀνάπαυσον, σωτὴρ ἡμῶν», Δόξα, «Καὶ πάντα τὰ ἐν ἀγνοίᾳ», Καὶ νῦν, «Ὁ ἐκ παρθένου ἀνατείλας». Ὁ ν´ ψαλμὸς χῦμα.

ΚΑΝΟΝΕΣ. [Ἡ στιχολογία τῶν ἐννέα ᾠδῶν καὶ] ὁ κανὼν τοῦ Μηναίου (μετὰ τῶν εἱρμῶν) μέχρι μὲν τῆς ε´ ᾠδῆς μόνος, ἀπὸ δὲ τῆς Ϛ´ ᾠδῆς μετὰ τῶν τετραῳδίων κανόνων τῆς ἡμέρας (Τριῴδιον, Σάβ. β´ ἑβδ.). Ἀπὸ γ´ ᾠδῆς ψάλλεται ὁ εἱρμὸς τοῦ Μηναίου, αἴτησις, «Ὅτι σὺ εἶ ὁ Θεός», τὸ μεσῴδιον τοῦ Μηναίου κάθισμα, Δόξα, Καὶ νῦν, τὸ θεοτοκίον. Ἀφ᾿ Ϛ´ ᾠδῆς ψάλλεται ὁ εἱρμὸς τοῦ β´ τετραῳδίου «Βυθός μοι τῶν παθῶν», αἴτησις, «Σὺ γὰρ εἶ ὁ βασιλεύς», εἶτα (διὰ τὸ μὴ ἔχειν τὸ Μηναῖον) τὸ νεκρώσιμον κοντάκιον «Μετὰ τῶν ἁγίων» καὶ τὸ συναξάριον. Καταβασίαι δὲν ψάλλονται, ἀλλ᾿ εἰς τὸ «Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον· ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.» ψάλλεται ὁ εἱρμὸς τῆς η´ ᾠδῆς τοῦ β´ τετραῳδίου «Τὸν ἐξ ἀνάρχου»· «Τὴν τιμιωτέραν», ὁ εἱρμὸς τῆς θ´ ᾠδῆς τοῦ β´ τετραῳδίου «Σὲ τὴν ἀθάνατον πηγὴν» καὶ τὸ «Ἄξιον ἐστίν».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ. Τὸ νεκρώσιμον τοῦ Σαββάτου «Ὁ καὶ νεκρῶν καὶ ζώντων» καὶ θεοτοκίον «Ὁ γλυκασμὸς τῶν ἀγγέλων» (βλέπε εἰς Ὡρολόγιον).

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ τὰ ἐν τῷ τέλει τοῦ Τριῳδίου 4 ἰδιόμελα τοῦ πλ. α´ ἤχου «Εὐλογημένος ὁ στρατός» κ.λπ., Δόξα, τὸ νεκρώσιμον «Σὺ ἔπλασάς με, Κύριε», Καὶ νῦν, θεοτοκίον «Μακαρίζομέν σε». «Σοὶ δόξα πρέπει», ἡ δοξολογία χῦμα καὶ τὰ λοιπὰ ὡς συνήθως.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ΤΩΝ ΑΙΝΩΝ προσόμοια νεκρώσιμα τοῦ ἤχου «Αἴγλη τοῦ σοῦ προσώπου, Χριστέ» κ.λπ. ὡς ἐν τέλει τοῦ Τριῳδίου. «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι», τρισάγιον κ.λπ. καὶ τὰ ἀπολυτίκια τῆς μετ᾿ Ἀλληλούια ἀκολουθίας τοῦ Σαββάτου «Ἀπόστολοι, μάρτυρες», Δόξα, «Μνήσθητι, Κύριε», Καὶ νῦν, θεοτοκίον «Μήτηρ ἁγία».

Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα καὶ εἰσοδικὸν τὰ τῶν καθημερινῶν. Μετὰ τὴν εἴσοδον ἀπολυτίκια «Ἀπόστολοι, μάρτυρες», «Μνήσθητι, Κύριε» καὶ τοῦ ναοῦ, κοντάκια «Μετὰ τῶν ἁγίων» καὶ «Ὡς ἀπαρχὰς τῆς φύσεως». Ἀπόστολος: Σαβ. β´ ἑβδ. νηστ., «Βλέπετε μήποτε ἔσται» (Ἑβρ. γ´ 12-16)· Εὐαγγέλιον: ὁμοίως, «Ἀπῆλθεν ὁ Ἰησοῦς εἰς ἔρημον τόπον» (Μρ. α´ 35-44). Καθεξῆς ἡ λειτουργία τοῦ ἱ. Χρυσοστόμου· «Ἄξιον ἐστί»· κοινωνικὸν «Μακάριοι οὓς ἐξελέξω»· «Εἴδομεν τὸ φῶς». Ἐὰν ὑπάρχουν κόλλυβα ὑπὲρ κεκοιμημένων, μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν ψάλλονται τὰ νεκρώσιμα τροπάρια «Μετὰ πνευμάτων δικαίων» κ.λπ. καὶ μνημονεύονται παρὰ τοῦ ἱερέως τὰ ὀνόματα ὑπὲρ ὧν τὰ κόλλυβα· καὶ ἡ συνήθης ἀπόλυσις.

Εἴδησις. Οὗτος ὁ τύπος τηρεῖται καὶ κατὰ τὰ Σάββατα τῶν ἑπομένων γ´ καὶ δ´ ἑβδομάδων, ἐναλλασσομένων τῶν καθισμάτων, μαρτυρικῶν καὶ νεκρωσίμων τοῦ ἤχου τῆς ἑβδομάδος· ἐκτὸς εἰ τύχοι ἡ ἑορτὴ τοῦ Εὐαγγελισμοῦ ἢ μνήμη ἑορταζομένου ἁγίου.

11. † ΚΥΡΙΑΚΗ Β´ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. «Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ». Σωφρονίου πατρ. Ἰεροσολύμων (†638-44). Τροφίμου καὶ Θαλλοῦ τῶν μαρτύρων, Πιονίου πρεσβ. (†250) τῆς ἐν Σμύρνῃ ἐκκλησίας, Θεοδώρας ὁσίας (τῆς ἐκ Σερβίων Κοζάνης) βασιλίσσης Ἄρτης. Ἦχος πλ. β´, ἑωθινὸν Ϛ´ (τυπικὸν Τριῳδίου §§35-37).

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Ἀπόστολοι, μάρτυρες», Δόξα, «Μνήσθητι, Κύριε»· κοντάκιον «Ὡς ἀπαρχάς».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 6, τοῦ Τριῳδίου προσόμοια 3 εἰς 4, Δόξα, «Ὅσιε τρισμάκαρ», Καὶ νῦν, «Τίς μὴ μακαρίσει σε».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, «Ἡ γρήγορος γλῶσσά σου», Καὶ νῦν, «Ἀνύμφευτε παρθένε».

ΑΠΟΛΥΤΙΚΙΑ «Ἀγγελικαὶ δυνάμεις», Δόξα, «Ὀρθοδοξίας ὁ φωστήρ», Καὶ νῦν, «Ὁ δι᾿ ἡμᾶς γεννηθείς».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ τὰ 3 κατανυκτικὰ τροπάρια «Ἐλέησον ἡμᾶς, Κύριε», κ.τ.λ..

Εἴδησις. Κατὰ τὴν παροῦσαν ἑβδομάδα, γ´ τῶν νηστειῶν, θὰ τελεσθοῦν δύο θ. λειτουργίαι προηγιασμένων δώρων.

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια. [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα τῶν δύο στιχολογιῶν (ἀλλ᾿ εἰς τὴν α´ στιχολογίαν εἰς τὸ Καὶ νῦν τὸ α´ θεοτοκίον τοῦ ἀναστ. ἀπολυτικίου «Ὁ τὴν εὐλογημένην»). Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (Ϛ´) μετὰ τῆς τάξεως αὐτοῦ· μετὰ τὸν ν´ ψαλμόν, τὰ ἰδιόμελα «Τῆς μετανοίας» κ.λπ., ὡς συνήθως ἐν τῷ Τριῳδίῳ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος (μετὰ τῶν εἱρμῶν) καὶ ὁ τοῦ Τριῳδίου μετὰ στίχου «Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν»· ἀπὸ γ´ ᾠδῆς τὸ κοντάκιον καὶ ὁ οἶκος τοῦ ἱεράρχου, εἶτα τὸ μεσῴδιον κάθισμα τοῦ Τριῳδίου καὶ τὸ θεοτοκίον· ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου, τὸ μηνολόγιον καὶ τὸ ὑπόμνημα τοῦ Τριῳδίου.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Ἀνοίξω τὸ στόμα μου»· «Τὴν τιμιωτέραν», «Ἅπας γηγενής».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ. «Ἅγιος Κύριος», τὸ Ϛ´ ἀναστάσιμον, τοῦ Τριῳδίου «Χαῖρε, πατέρων καύχημα» καὶ θεοτοκίον ὅμοιον «Δέσποινα, πάντων ἄνασσα».

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 4 καὶ τοῦ ἱεράρχου προσόμοια 3 «Τὴν μακαρίαν ἐν κόσμῳ» κ.λπ. εἰς 4 –εἰς τοὺς πρὸ αὐτῶν στίχους τὰ δύο τελευταῖα–, Δόξα, τοῦ Τριῳδίου «Τοῖς ἐν σκότει ἁμαρτημάτων», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ μετὰ μακαρισμῶν] (βλέπε ἔμπροσθεν γεν. τυπ. διατάξεις §§64-66).

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστάς».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Ἀγγελικαὶ δυνάμεις», «Ὀρθοδοξίας ὁ φωστὴρ» καὶ τοῦ ναοῦ, ἐπισφραγιστικὸν κοντάκιον «Τῇ ὑπερμάχῳ».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: Κυρ. β´ νηστ., «Κατ᾿ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας» (Ἑβρ. α´ 10-β´ 3)· Εὐαγγέλιον ὁμοίως, «Εἰσῆλθεν ὁ Ἰησοῦς εἰς Καπερναούμ» (Μρ. β´ 1-12).

Καθεξῆς ἡ θ. λειτουργία τοῦ μεγ. Βασιλείου· εἰς τὸ Ἐξαιρέτως «Ἐπὶ σοὶ χαίρει»· κοινωνικὸν «Αἰνεῖτε».

Τῇ αὐτῇ Κυριακῇ ἑσπέρας. Εἰς τὴν θ´. Ἀπολυτίκια «Ἀγγελικαὶ δυνάμεις», Δόξα, «Ὀρθοδοξίας ὁ φωστήρ»· ἡ ὑπακοὴ τοῦ ἤχου «Μετὰ τὸ πάθος».

Εἰς τὸν ἑσπερινόν. Εἰς τὸ «Κύριε, ἐκέκραξα» κατανυκτικὰ 4 τοῦ πλ. β´ ἤχου «Μετάνοιαν οὐ κέκτημαι» κ.λπ. (ζήτει ἐν τέλει τοῦ Τριῳδίου), προσόμοια 3 τῆς σειρᾶς τοῦ Τριῳδίου «Ἀμέτρητά σοι πταίσας» καὶ 3 προσόμοια τοῦ Μηναίου (12ης Μαρτίου) «Πάτερ θεόφρον» κ.λπ., Δόξα, Καὶ νῦν, τὸ ἐν συνεχείᾳ θεοτοκίον «Δεῦρο, ψυχή μου». Εἴσοδος, «Φῶς ἱλαρόν», μέγα προκείμενον «Μὴ ἀποστρέψῃς». Εἰς τὰ ἀπόστιχα τὸ ἰδιόμελον «Χαλινοὺς ἀποπτύσας» (δίς), τὸ μαρτυρικόν, Δόξα, Καὶ νῦν, «Τὰ οὐράνια ὑμνεῖ σε», «Νῦν ἀπολύεις», τρισάγιον κ.λπ., τὰ «Θεοτόκε παρθένε» κ.λπ. ὡς ἐσημειώθησαν τῇ Κυριακῇ τῆς Τυρινῆς ἑσπέρας.

12. Δευτέρα. Θεοφάνους τοῦ ὁμολογητοῦ (†818). Γρηγορίου Ῥώμης τοῦ Διαλόγου (†604), Φινεὲς τοῦ δικαίου (1430 π.Χ.), Συμεὼν τοῦ νέου Θεολόγου (†1022).

Διὰ τὰς ἀκολουθίας τῶν καθημερινῶν βλέπε 28 Φεβρ. καὶ 5 Μαρτ..

13. Τρίτη. Ἡ ἀνακομιδὴ τοῦ ἱεροῦ λειψάνου Νικηφόρου πατριάρχου ΚΠόλεως († 846). Πουπλίου ἐπισκόπου Ἀθηνῶν ἱερομάρτυρος (β´ αἰ.).

14. Τετάρτη. Βενεδίκτου ὁσίου (†543)· Εὐσχήμονος ὁμολογητοῦ ἐπισκόπου Λαμψάκου († θ´ αἰ.).

Τῷ πρωί. Αἱ ἀκολουθίαι πᾶσαι ὡς προδεδήλωται.

Ὁ ἑσπερινὸς μετὰ τῶν προηγιασμένων. Ὁ προοιμιακὸς καὶ τὸ ιη´ κάθισμα τοῦ Ψαλτηρίου («Πρὸς Κύριον»). Εἰς τὸ «Κύριε, ἐκέκραξα» τὸ ἰδιόμελον τοῦ Τριῳδίου «Ἀσώτως διασπείρας» (δίς), τὸ μαρτυρικὸν «Ἱερεῖα ἔμψυχα» (ἅπαξ), τὰ 3 προσόμοια τῆς σειρᾶς τοῦ Τριῳδίου «Ἡλίου αὐγάσματα» καὶ ἕτερα 3 τοῦ Μηναίου (15 Μαρτίου) «Μάρτυρες Χριστοῦ ἑπτάριθμοι» κ.λπ. εἰς 4, Δόξα, Καὶ νῦν, τὸ ἐν συνεχείᾳ θεοτοκίον «Χαῖρε, φωτὸς θεῖον ὄχημα»· εἴσοδος, «Φῶς ἱλαρόν», τὰ ἀναγνώσματα τοῦ Τριῳδίου καὶ τὰ λοιπὰ τῆς προηγιασμένης.

15. Πέμπτη. Ἀγαπίου καὶ τῶν σὺν αὐτῷ (†303). Ἀριστοβούλου ἀποστόλου Βρετανίας, Μανουὴλ νεομάρτυρος τοῦ Κρητός (†1792).

16. Παρασκευή. Σαββίνου τοῦ Αἰγυπτίου (†287). Ἰουλιανοῦ μάρτυρος (γ´ αἰ.), Χριστοδούλου ὁσίου τοῦ ἐν Πάτμῳ.

Τῷ πρωί. Αἱ ἀκολουθίαι πᾶσαι ὡς προδεδήλωται.

Ὁ ἑσπερινὸς μετὰ προηγιασμένης. Ὁ προοιμιακὸς καὶ τὸ ιη´ κάθισμα («Πρὸς Κύριον»). Εἰς τὸ «Κύριε, ἐκέκραξα» τὸ ἰδιόμελον τοῦ Τριῳδίου «Ἀσώτου δίκην ἀπέστην» (δίς), τὰ 4 μαρτυρικὰ τοῦ πλ. β´ ἤχου «Οἱ μάρτυρές σου, Κύριε» (ἐν τέλει τοῦ Τριῳδίου) καὶ τοῦ Μηναίου (17 Μαρτίου) ἕτερα 3 εἰς 4, Δόξα, τὸ νεκρώσιμον τοῦ ἤχου «Ἀρχή μοι καὶ ὑπόστασις», Καὶ νῦν, «Τίς μὴ μακαρίσει σε» (ἐν τέλει τοῦ Τριῳδίου)· εἴσοδος, «Φῶς ἱλαρόν», τὰ ἀναγνώσματα τοῦ Τριῳδίου, «Κατευθυνθήτω» καὶ τὰ λοιπὰ τῆς προηγιασμένης.

Τῇ Παρασκευῇ ἑσπέρας. Οἱ γ´ χαιρετισμοὶ τῆς Θεοτόκου. Εἰς τὸ μικρὸν ἀπόδειπνον ψάλλεται ὁ κανὼν «Ἀνοίξω τὸ στόμα μου», εἶτα τὸ «Τῇ ὑπερμάχῳ», καὶ ἐκφωνεῖται ἡ γ´ στάσις τοῦ ἀκαθίστου ὕμνου «Νέαν ἔδειξε κτίσιν». Μετὰ τὸ τρισάγιον κ.λπ., κοντάκιον «Ὡς ἀπαρχὰς τῆς φύσεως». Πάντα τὰ λοιπὰ κατὰ τὴν τάξιν τῶν α´ χαιρετισμῶν (ἀλλ᾿ ἄνευ Εὐαγγελίου).

17. Σάββατον γ´ τῶν νηστειῶν. Ἀλεξίου ὁσ. τοῦ ἀνθρώπου τοῦ Θεοῦ (†411).

Τῷ πρωί. Τὸ σύνηθες μεσονυκτικὸν τοῦ Σαββάτου.

Εἰς τὸν ὄρθρον. Ἡ ἀκολουθία ψάλλεται μετ᾿ Ἀλληλούια κατὰ τὸν τύπον τοῦ β´ Σαββάτου τῶν νηστειῶν (10 Μαρτίου), ἀλλὰ στιχηρά, καθίσματα, νεκρώσιμα κ.λπ. λέγονται τὰ τοῦ πλ. β´ ἤχου ἐν τέλει τοῦ Τριῳδίου. Οὕτως εἰς τὴν α´ στιχολογίαν ψάλλονται τὰ 3 μαρτυρικὰ καθίσματα τοῦ πλ. β´ ἤχου «Ἀθλητικὸν ἀγῶνα» κ.λπ., Δόξα, τὸ νεκρώσιμον «Ἀληθῶς ματαιότης τὰ σύμπαντα», Καὶ νῦν, τὸ α´ θεοτοκίον τοῦ ἤχου «Ὁ τὴν εὐλογημένην» (Παρακλ., ἦχος πλ. β´, Σαββάτῳ ἑσπέρας· ἢ Ὡρολ., εἰς τὰ ἀναστάσιμα ἀπολυτίκια)· ἀλλὰ μετὰ τὰ νεκρώσιμα εὐλογητάρια (καὶ τὸ μνημόσυνον τῶν κεκοιμημένων) τὸ σύνηθες νεκρώσιμον κάθισμα τοῦ πλ. α´ ἤχου «Ἀνάπαυσον, σωτὴρ ἡμῶν» κ.λπ.. Κανόνες ὁ τοῦ Μηναίου (17 Μαρτίου) μετὰ τῶν δύο τετραῳδίων κανόνων τῶν ἐν τῷ Τριῳδίῳ. Ἀπὸ γ´ ᾠδῆς ὁ εἱρμός, αἴτησις, τὸ μεσῴδιον τοῦ Μηναίου κάθισμα μετὰ τοῦ θεοτοκίου. Ἀφ᾿ Ϛ´ ᾠδῆς τοῦ β´ τετραῳδίου ὁ εἱρμὸς αὐτοῦ, αἴτησις, τὸ νεκρώσιμον κοντάκιον «Μετὰ τῶν ἁγίων» καὶ τὸ συναξάριον. «Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον· ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.» καὶ ὁ εἱρμὸς τῆς η´ ᾠδῆς τοῦ β´ τετραῳδίου «Οἱ θεορρήμονες παῖδες»· «Τὴν τιμιωτέραν», ὁ εἱρμὸς τῆς θ´ ᾠδῆς τοῦ β´ τετραῳδίου «Μεγαλύνομέν σε» καὶ τὸ «Ἄξιον ἐστίν». Ἐξαποστειλάριον τοῦ Σαββάτου μετὰ τοῦ θεοτοκίου. Εἰς τοὺς αἴνους καὶ εἰς τὸν στίχον τῶν αἴνων ὡς ἐν τέλει τοῦ Τριῳδίου (ἦχος πλ. β´). Ἀπολυτίκια τοῦ Σαββάτου «Ἀπόστολοι, μάρτυρες», Δόξα, «Μνήσθητι, Κύριε», Καὶ νῦν, «Μήτηρ ἁγία».

Εἰς τὴν λειτουργίαν. Ἅπαντα ὡς προεγράφησαν εἰς τὸ β´ Σάββατον τῶν νηστειῶν (10 Μαρτίου). Ἀναγνώσματα: Σαββάτου γ´ ἑβδομάδος νηστειῶν (Ἑβρ. ι´ 32-38· Μρ. β´ 14-17).

Σημείωσις. Ἔνθα ἑορτάζεται ἡ μνήμη τοῦ ὁσίου Ἀλεξίου, ἡ ἐξ ἰδιαιτέρας φυλλάδος ἀκολουθία αὐτοῦ ψάλλεται κατὰ τὰς συναφεῖς διατάξεις τοῦ Τυπικοῦ τῆς 9ης Μαρτίου· Ἀπόστολος: τοῦ ὁσίου, 6 Δεκ. (Ἑβρ. ιγ´ 17-21)· Εὐαγγέλιον: ὁμοίως, Σαβ. δ´ ἑβδ. Λουκᾶ (Λκ. Ϛ´ 1-10).

18. † ΚΥΡΙΑΚΗ Γ´ ΤΩΝ ΝΗΣΤΕΙΩΝ (ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ). Κυρίλλου ἀρχιεπισκόπου Ἰεροσολύμων (†386). Τροφίμου, Εὐκαρπίωνος καὶ τῶν σὺν αὐτοῖς μαρτύρων (†300). Ἦχος βαρύς, ἑωθινὸν ζ´ (τυπικὸν Τριῳδίου §§38-40).

Εἰς τὴν θ´. Ἀπολυτίκια «Ἀπόστολοι, μάρτυρες», Δόξα, «Μνήσθητι, Κύριε»· κοντάκιον «Ὡς ἀπαρχάς».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ» ἀναστάσιμα 6, τοῦ Τριῳδίου 4, Δόξα, «Χριστέ, ὁ Θεὸς ἡμῶν», Καὶ νῦν, «Μήτηρ μὲν ἐγνώσθης».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, τὸ ἰδιόμελον τοῦ Τριῳδίου «Ὁ συμμαχήσας, Κύριε».

ΑΠΟΛΥΤΙΚΙΑ «Κατέλυσας τῷ σταυρῷ σου», Δόξα, «Σῶσον, Κύριε, τὸν λαόν σου», Καὶ νῦν, «Τοῦ Γαβριὴλ φθεγξαμένου σοι».

Εἰς τὸ μεσονυκτικόν. Ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, Δόξα, Καὶ νῦν, τὸ διὰ τὴν λιτὴν ἰδιόμελον τοῦ σταυροῦ «Ὁρῶσά σε ἡ κτίσις», τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ., ἀπολυτίκιον «Σῶσον, Κύριε, τὸν λαόν σου».

Εἴδησις. Κατὰ τὴν παροῦσαν ἑβδομάδα, δ´ τῶν νηστειῶν, θὰ τελεσθοῦν δύο λειτουργίαι προηγιασμένων δώρων, τῇ Τετάρτῃ καὶ τῇ Παρασκευῇ.

Εἰς τὸν ὄρθρον. Εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια. [Τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα τῆς α´ στιχολογίας (ἀλλ᾿ εἰς τὸ Καὶ νῦν τὸ θεοτοκίον τοῦ ἀναστασίμου ἀπολυτικίου «Ὡς τῆς ἡμῶν ἀναστάσεως») καὶ τὰ ἀναστάσιμα τῆς β´ στιχολογίας μετὰ τοῦ θεοτοκίου αὐτῶν· εἶτα κάθισμα τοῦ Τριῳδίου «Ἐν παραδείσῳ μὲν τὸ πρίν», Δόξα, Καὶ νῦν, τὸ αὐτό (εὐλογητάρια δὲν λέγονται). Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (ζ´) μετὰ τῆς τάξεως αὐτοῦ· μετὰ τὸν ν´ ψαλμόν, τὰ ἰδιόμελα «Τῆς μετανοίας» κ.λπ., ὡς συνήθως ἐν τῷ Τριῳδίῳ.

ΚΑΝΩΝ ὁ τοῦ Τριῳδίου μόνον μετὰ τῶν εἱρμῶν αὐτοῦ εἰς 8· πρῶτον ὁ εἱρμὸς δὶς «Ὁ θειότατος προετύπωσεν», εἶτα εἰς τὸ α´ τροπάριον στίχος «Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε», εἰς δὲ τὰ λοιπὰ «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι», Δόξα, τὸ τριαδικόν, Καὶ νῦν, τὸ θεοτοκίον (ὡς εἰς τὸ Τριῴδιον)· οὕτω ποιοῦμεν ἐν ἑκάστῃ ᾠδῇ. Μετὰ τὴν γ´ ᾠδήν, τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὰ μεσῴδια καθίσματα τοῦ Τριῳδίου κατὰ σειράν, «Ὁ σταυρός σου, Κύριε, ἡγίασται» κ.λπ.. Μετὰ τὴν Ϛ´ ᾠδήν, κοντάκιον καὶ οἶκος τοῦ Τριῳδίου, τὸ μηνολόγιον καὶ τὸ ὑπόμνημα τοῦ Τριῳδίου.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ («πρόσειρμα») εἰς τὸν τίμιον Σταυρὸν «Ὁ θειότατος προετύπωσε»· «Τὴν τιμιωτέραν», «Ὦ μῆτερ παρθένε».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ ζ´ ἀναστάσιμον, τὸ τοῦ σταυροῦ καὶ τὸ σταυροθεοτοκίον αὐτοῦ.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 4 καὶ προσόμοια τοῦ σταυροῦ 3 «Ἐν φωναῖς ἀλαλάξωμεν» κ.λπ. εἰς 4 –εἰς τοὺς πρὸ αὐτῶν στίχους τὰ δύο τελευταῖα–, Δόξα, τοῦ Τριῳδίου «Τὴν ὑψηλόφρονα γνώμην», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη (εἰς ἦχον δ´ [αγια]), εἰς τὸ ᾀσματικὸν τρισάγιον τῆς ὁποίας γίνεται

Ἡ τελετὴ τῆς προσκυνήσεως τοῦ τιμίου Σταυροῦ

Εἰς τὸ τέλος τῆς δοξολογίας πρὸ τῆς βορείας πύλης τοῦ ἱ. βήματος σχηματίζεται ἱ. λιτανεία κατὰ τὴν ἑξῆς τάξιν· προηγοῦνται οἱ λαμπαδοῦχοι, ἀκολουθοῦν οἱ φέροντες τὰ ἑξαπτέρυγα, εἶτα οἱ χοροὶ ψάλλοντες τὸ ᾀσματικὸν «Ἅγιος ὁ Θεὸς» καὶ εἶτα οἱ μετὰ θυμιατῶν θυμιῶντες.

Ἐνῷ ψάλλεται τὸ ᾀσματικόν, ὁ ἱερεύς, ἐνδεδυμένος τὴν στολὴν αὐτοῦ, θυμιᾷ τὴν ἁγίαν τράπεζαν καὶ τὸν τίμιον Σταυρόν, κείμενον ἐπ᾿ αὐτῆς ἐν ηὐτρεπισμένῳ δίσκῳ μετ᾿ ἀνθέων καὶ τριῶν ἀνημμένων κηρίων· εἶτα αἴρει τὸν δίσκον, θέτει αὐτὸν ἐπὶ τῆς κεφαλῆς, στρέφεται περὶ τὴν ἁγίαν Τράπεζαν ἐκ δεξιῶν πρὸς τὰ ἀριστερά, ἐξέρχεται διὰ τῆς βορείας πύλης τοῦ ἁγ. Βήματος καὶ ἔρχεται εἰς τὸ μέσον τοῦ ναοῦ πρὸ ηὐτρεπισμένου τετραποδίου, ποιεῖ τρεῖς κύκλους περὶ αὐτὸ καὶ ἵσταται βλέπων πρὸς ἀνατολάς.

Πληρωθέντος τοῦ ᾀσματικοῦ ὁ ἱερεὺς ἐκφωνεῖ· «Σοφία, ὀρθοί», θέτει τὸν δίσκον ἐπὶ τοῦ τετραποδίου καὶ λαβὼν τὸ θυμιατὸν καὶ θυμιῶν κύκλῳ τοῦ τετραποδίου σταυροειδῶς ψάλλει τὸ τροπάριον «Σῶσον, Κύριε, τὸν λαόν σου», τὸ ὁποῖον ἐπαναλαμβάνει ἕκαστος τῶν χορῶν ἀνὰ μίαν. Εἶτα προσκυνεῖ τὸν τ. Σταυρὸν ψάλλων τὸν ὕμνον «Τὸν σταυρόν σου προσκυνοῦμεν, δέσποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν», ὃν ἐπαναλαμβάνουν οἱ χοροὶ ἀνὰ μίαν. Εἶτα οἱ χοροὶ τὰ ἰδιόμελα «Δεῦτε, πιστοί, τὸ ζωοποιὸν» κ.λπ., ἐνῷ προσέρχεται ὁ λαός, προσκυνεῖ τὸν τ. Σταυρὸν καὶ λαμβάνει παρὰ τοῦ ἱερέως ἄνθη. Τῆς προσκυνήσεως καὶ τῶν ἰδιομέλων πληρωθέντων, ὁ β´ χορὸς ψάλλει τὸ ἀναστάσιμον τροπάριον «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).

Σημείωσις. Ὁ τ. Σταυρὸς τῆς τελετῆς παραμένει ἐν τῷ ηὐτρεπισμένῳ δίσκῳ ἐπὶ τοῦ τετραποδίου εἰς τὸ μέσον τοῦ ναοῦ πρὸς προσκύνησιν ἄχρι τῆς Παρασκευῆς τῆς παρούσης ἑβδομάδος, ὅτε μετὰ τὴν θ´ ὥραν καὶ πρὸ τῆς προηγιασμένης γίνεται ἡ τελευταία προσκύνησις αὐτοῦ καὶ αἴρεται ἐν τῷ ἱερῷ βήματι.

Εἰς τὴν λειτουργίαν

Ψάλλονται τὰ ἀντίφωνα ὡς ἑξῆς.

Ἀντίφωνον α´

Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, σῶτερ, σῶσον ἡμᾶς.

Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, σῶτερ, σῶσον ἡμᾶς.

Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου, Κύριε. Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δόξα, Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ἀντίφωνον β´

Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, ἀλληλούια.

Προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν...

Ὁ δὲ Θεός, βασιλεὺς ἡμῶν, πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν...

Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν· ὑψωθήσομαι ἐν τῇ γῇ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν...

Δόξα, Καὶ νῦν. «Ὁ μονογενὴς Υἱός».

Ἀντίφωνον γ´

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. «Σῶσον, Κύριε, τὸν λαόν σου...»

Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου. «Σῶσον, Κύριε, τὸν λαόν σου...»

Καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος. «Σῶσον, Κύριε, τὸν λαόν σου...»

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστὰς ἐκ νεκρῶν».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ, ἀπολυτίκια «Κατέλυσας τῷ σταυρῷ σου», «Σῶσον, Κύριε, τὸν λαόν σου» καὶ τοῦ ναοῦ, κοντάκιον «Τῇ ὑπερμάχῳ». Ἀντὶ τρισαγίου, «Τὸν σταυρόν σου προσκυνοῦμεν».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Προκείμενον καὶ ἀλληλουιάριον τοῦ Σταυροῦ. Ἀπόστολος: Κυρ. γ´ νηστ., «Ἔχοντες ἀρχιερέα μέγαν» (Ἑβρ. δ´ 14-ε´ 6)· Εὐαγγέλιον ὁμοίως, «Ὅς τις θέλει ὀπίσω μου ἐλθεῖν» (Μρ. η´ 34-θ´ 1).

Καθεξῆς ἡ θ. λειτουργία τοῦ μεγάλου Βασιλείου· εἰς τὸ Ἐξαιρέτως «Ἐπὶ σοὶ χαίρει».

ΚΟΙΝΩΝΙΚΟΝ «Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· ἀλληλούια». Ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς τὸ «Σῶσον, Κύριε».

Τῇ αὐτῇ Κυριακῇ ἑσπέρας. Εἰς τὴν θ´. Ἀπολυτίκια «Κατέλυσας τῷ σταυρῷ σου», Δόξα, «Σῶσον, Κύριε, τὸν λαόν σου»· κοντάκιον τοῦ Σταυροῦ «Οὐκέτι φλογίνη ῥομφαία».

Εἰς τὸν ἑσπερινόν. Εἰς τὸ «Κύριε, ἐκέκραξα», κατανυκτικὰ 4 τοῦ βαρέος ἤχου «Ὡς ὁ ἄσωτος υἱὸς» κ.λπ. (ζήτει ἐν τέλει τοῦ Τριῳδίου), προσόμοια τῆς σειρᾶς τοῦ Τριῳδίου 3 «Κύριε, ὁ ἐπὶ σταυροῦ ἑκουσίως» κ.λπ. καὶ τοῦ Μηναίου (Μαρτίου 19) ἕτερα 3 «Θείας ἐπιγνώσεως» κ.λπ., Δόξα, Καὶ νῦν, τὸ ἐν συνεχείᾳ θεοτοκίον «Ἐν κλίνῃ κατάκειμαι». Εἴσοδος, «Φῶς ἱλαρόν», μέγα προκείμενον «Ἔδωκας κληρονομίαν». Ἀπόστιχα, ὡς ἐν τῷ Τριῳδίῳ· «Νῦν ἀπολύεις»· τρισάγιον κ.λπ., ὡς ἐσημειώθησαν τῇ Κυριακῇ τῆς Τυρινῆς ἑσπέρας.

19. Δευτέρα. Χρυσάνθου καὶ Δαρείας τῆς Ἀθηναίας· Κλαυδίου καὶ τῶν σὺν αὐτῷ μαρτύρων (†283)· Δημητρίου νεομάρτυρος τοῦ Τορναρᾶ (†1564).

Διὰ τὰς ἀκολουθίας τῶν καθημερινῶν βλέπε 28 Φεβρ. καὶ 14 Μαρτ..

Τῇ Δευτέρᾳ πρωί. Αἱ ἀκολουθίαι μεσονυκτικοῦ, ὄρθρου, καὶ ὡρῶν μετὰ τῶν μακαρισμῶν ὡς προδεδήλωται.

Εἴδησις. Σήμερον Δευτέρᾳ, τῇ Τετάρτῃ καὶ τῇ Παρασκευῇ, εἰς τὴν α´ ὥραν ἀντὶ τῶν στίχων «Τὰ διαβήματά μου κατεύθυνον» ψάλλομεν «Τὸν Σταυρόν σου προσκυνοῦμεν» τρίς· καὶ τῇ μὲν Δευτέρᾳ καὶ τῇ Τετάρτῃ γίνεται προσκύνησις τοῦ τιμίου Σταυροῦ εἰς τὴν α´ ὥραν, τῇ δὲ Παρασκευῇ ἡ προσκύνησις γίνεται οὐχὶ ἐν τῇ α´ ὥρᾳ ἀλλ᾿ ἐν τῇ θ´, μεθ᾿ ἣν αἴρεται ὁ τ. Σταυρὸς ἐν τῷ ἱ. βήματι. Σημειωτέον ὅτι ἐν ταῖς τρισὶ ταύταις ἡμέραις, ἐν αἷς γίνεται ἡ προσκύνησις τοῦ τ. Σταυροῦ, εἰς πάσας τὰς ὥρας λέγομεν κοντάκιον (χῦμα) μόνον τὸ τοῦ Σταυροῦ «Οὐκέτι φλογίνη ῥομφαία»· ὁμοίως καὶ εἰς τοὺς μακαρισμούς.

20. Τρίτη. Τῶν ἐν τῇ μονῇ τοῦ ἁγ. Σάββα ἀναιρεθέντων πατέρων (†796)· Μύρωνος νεομάρτυρος τοῦ ἐξ Ἡρακλείου (†1793).

Εἴδησις. Μετὰ τὰς συνήθεις ἀκολουθίας, εἰς τὸν ἑσπερινὸν δὲν ψάλλεται ἡ ἀκολουθία τοῦ Μηναίου ἀλλὰ μόνη ἡ τοῦ Τριῳδίου, ἡ δὲ ἀκολουθία τῆς 21ης Μαρτίου καταλιμπάνεται (λεγομένη εἰς τὸ μέγα ἀπόδειπνον σήμερον τὸ ἑσπέρας).

21. Τετάρτη. Ὁσίου Ἰακώβου τοῦ ὁμολογητοῦ. Θωμᾶ πατριάρχου Κωνσταντινουπόλεως (†610).

Τῇ Τετάρτῃ πρωί. Εἰς τὸν ὄρθρον ψάλλεται μόνη ἡ ἀκολουθία τοῦ Τριῳδίου, ἄνευ δηλονότι τῆς ἀκολουθίας τοῦ Μηναίου· εἰς ἑκάστην ᾠδὴν τοῦ ἐννεαῳδίου κανόνος τοῦ Σταυροῦ λέγονται πρὸ τῶν τροπαρίων οἱ εἱρμοὶ αὐτοῦ («Ἀνοίξω τὸ στόμα μου»)· μετὰ τὴν Ϛ´ ᾠδὴν τὸ κοντάκιον μετὰ τοῦ οἴκου τοῦ Σταυροῦ «Οὐκέτι φλογίνη ῥομφαία», «Τρεῖς σταυροὺς ἐπήξατο» καὶ εἶτα τὸ συναξάριον, καὶ τὰ λοιπὰ ὡς συνήθως.

Σημείωσις. Οἱ εἱρμοὶ τοῦ κανόνος τοῦ Σταυροῦ, μὴ ὑπάρχοντες εἰς τὰ ἔντυπα Τριῴδια, εὕρηνται εἰς τὸ Ὡρολόγιον εἰς τὸν κανόνα τῶν Οἴκων τοῦ τιμίου Σταυροῦ.

Ὁ ἑσπερινὸς μετὰ προηγιασμένης. Εἰς τὸ «Κύριε, ἐκέκραξα» –εἰς στίχους 10– ψάλλομεν τὰ δύο ἰδιόμελα τῆς σειρᾶς (τοῦ Τριῳδίου) «Ἡ τῶν ἀγαθῶν πρόξενος» καὶ «Οἱ ἐν κρυπτῷ ἀρετὰς ἐργαζόμενοι», τὸ μαρτυρικὸν «Ἀκορέστῳ διαθέσει», τὰ 3 προσόμοια τοῦ σταυροῦ καὶ τὰ 3 προσόμοια τοῦ Μηναίου (22 Μαρτίου) «Ἱερωσύνης στολαῖς» κ.λπ. εἰς 4 (δευτεροῦντες τὸ α´), Δόξα, Καὶ νῦν, «Σήμερον ὁ ἀπρόσιτος τῇ οὐσίᾳ» (τοῦ Τριῳδίου). Εἴσοδος, «Φῶς ἱλαρόν», τὰ ἀναγνώσματα τοῦ Τριῳδίου, καὶ ἡ λοιπὴ ἀκολουθία τῆς προηγιασμένης, ἐν ᾗ μετὰ τὰς δεήσεις ὑπὲρ τῶν κατηχουμένων λέγονται ἀπὸ σήμερον μέχρι τῆς μεγάλης Τετάρτης καὶ τὰ διακονικὰ τῶν «φωτιζομένων» «Ὅσοι πρὸς τὸ φώτισμα».

22. Πέμπτη. Βασιλείου ἱερομ. πρεσβυτέρου τῆς Ἀγκυρανῶν ἐκκλησίας (†362). Καλλινίκης μάρτυρος (†252).

Εἴδησις. Μετὰ τὰς συνήθεις ἀκολουθίας, εἰς τὸν ἑσπερινὸν ψάλλονται 3 ἑσπέρια τοῦ Τριῳδίου καὶ 3 τοῦ Μηναίου (23ης Μαρτίου), Δόξα, Καὶ νῦν, τὸ σταυροθεοτοκίον. Τὸ ἑσπέρας εἰς τὸ μέγα ἀπόδειπνον, ἔνθα λέγονται κανόνες, μαζὶ μὲ τὸν κανόνα τοῦ θεοτοκαρίου λέγεται καὶ ὁ τοῦ Μηναίου (23ης Μαρτίου), διότι θὰ παραλειφθῇ αὔριον εἰς τὸν ὄρθρον· μετὰ τοὺς κανόνας ὅμως λέγονται μόνον τὰ προσόμοια τῆς Θεοτόκου, διότι τὰ τοῦ Μηναίου ἐψάλησαν εἰς τὸν ἑσπερινόν.

23. Παρασκευή. Νίκωνος ὁσίου καὶ τῶν σὺν αὐτῷ 199 μαθητῶν αὐτοῦ μαρτύρων (†251).

Τῇ Παρασκευῇ πρωί. Ὁ ὄρθρος καὶ σήμερον θὰ ψαλῇ ὡς ἔχει ἐν τῷ Τριῳδίῳ, ἄνευ τοῦ Μηναίου· μετὰ τὰ δύο σταυρώσιμα καθίσματα τῆς α´ στιχολογίας (βλέπε ἐν τέλει τοῦ Τριῳδίου, Παρασκευὴ πρωί, ἦχος βαρύς) ψάλλεται μετὰ στίχου «Θαυμαστὸς ὁ Θεὸς» τὸ μαρτυρικὸν κάθισμα «Οἱ μάρτυρές σου», Δόξα, Καὶ νῦν, τὸ σταυροθεοτοκίον «Τὸν σταυρωθέντα»· μετὰ τὴν Ϛ´ ᾠδὴν τοῦ ἐν τῷ Τριῳδίῳ κανόνος τὸ κοντάκιον τοῦ Σταυροῦ «Οὐκέτι φλογίνη ῥομφαία», εἶτα τὸ συναξάριον τοῦ Μηναίου, καὶ τὰ λοιπὰ ὡς συνήθως. Εἰς τὴν α´ ὥραν δὲν γίνεται προσκύνησις τοῦ τιμίου Σταυροῦ, ὡς προεσημειώθη (19 Μαρτίου). Εἰς τὸ τέλος τῶν μακαρισμῶν, μετὰ τὴν εὐχὴν «Παναγία Τριὰς τὸ ὁμοούσιον κράτος» ὁ ἱερεὺς ἔρχεται εἰς τὸ μέσον τοῦ ναοῦ, ὅπου ἀπὸ τῆς Κυριακῆς εὑρίσκεται ὁ τ. Σταυρός, θυμιᾷ τρὶς καὶ ποιήσας τρεῖς μεγάλας μετανοίας ἀσπάζεται τὸν τ. Σταυρόν, ψαλλομένου τοῦ ὕμνου «Τὸν σταυρόν σου προσκυνοῦμεν» γ´ καὶ τοῦ ἰδιομέλου «Δεῦτε, πιστοί» (ζήτει τῇ προλαβούσῃ Κυριακῇ εἰς τὴν τελετὴν τῆς Σταυροπροσκυνήσεως), καὶ γίνεται κατὰ τάξιν ἡ προσκύνησις αὐτοῦ· εἶτα ὁ ἱερεὺς αἴρει τὸν δίσκον, ἐφ᾿ οὗ ὁ τ. Σταυρός, καὶ θέτων αὐτὸν ἐπὶ κεφαλῆς εἰσέρχεται διὰ τῶν βημοθύρων εἰς τὸ ἱερὸν βῆμα καὶ ἀποθέτει αὐτὸν ἐπὶ τῆς ἁγ. τραπέζης· εἶτα ἡ (μικρὰ) ἀπόλυσις.

Ὁ ἑσπερινὸς μετὰ προηγιασμένης. Εἰς τὸ «Κύριε, ἐκέκραξα», ἀπὸ τοῦ στίχου «Ἐξάγαγε ἐκ φυλακῆς» τὸ ἰδιόμελον «Τοῖς πάθεσι δουλώσας» (δίς), τὰ 4 μαρτυρικὰ τοῦ βαρέος ἤχου «Δόξα σοι, Χριστὲ» κ.λπ. (βλέπε ἐν τέλει τοῦ Τριῳδίου) καὶ τοῦ Μηναίου 3 προεόρτια (24 Μαρτίου) «Κεκρυμμένον μυστήριον» κ.λπ. εἰς 4, Δόξα, Καὶ νῦν, «Εὐαγγελίζεται ὁ Γαβριήλ»· εἴσοδος, «Φῶς ἱλαρόν», τὰ ἀναγνώσματα τοῦ Τριῳδίου, καὶ καθεξῆς ἡ λειτουργία τῶν προηγιασμένων.

Τῇ Παρασκευῇ ἑσπέρας. Οἱ δ´ χαιρετισμοὶ τῆς Θεοτόκου. Εἰς τὸ μικρὸν ἀπόδειπνον ψάλλεται ὁ κανὼν «Ἀνοίξω τὸ στόμα μου», εἶτα τὸ «Τῇ ὑπερμάχῳ» δίχορον, καὶ ἐκφωνεῖται ἡ δ´ στάσις τοῦ ἀκαθίστου ὕμνου «Τεῖχος εἶ τῶν παρθένων», εἰς ἣν συνάπτεται καὶ ὁ α´ οἶκος (μόνον) «Ἄγγελος πρωτοστάτης». Μετὰ τὸ τρισάγιον, τὸ προεόρτιον κοντάκιον «Ἐπελεύσει Πνεύματος». Πάντα τὰ λοιπὰ κατὰ τὴν τάξιν τῶν α´ χαιρετισμῶν (ἀλλ᾿ ἄνευ Εὐαγγελίου).

24. Σάββατον. Προεόρτια τοῦ Εὐαγγελισμοῦ τῆς Θεοτόκου· Ἀρτέμονος ἱερομάρτυρος, ἐπισκόπου Σελευκείας τῆς Πισιδίας (α´ αἰ.).

Εἰς τὸ μεσονυκτικὸν τοῦ Σαββάτου, ἀντὶ τῶν τροπαρίων «Ἄκτιστε φύσις» τὸ προεόρτιον ἀπολυτίκιον «Σήμερον τῆς παγκοσμίου χαρᾶς».

Εἰς τὸν ὄρθρον. Εἰς τὸ «Θεὸς Κύριος» τὸ ἀπολυτίκιον «Σήμερον τῆς παγκοσμίου χαρᾶς», Δόξα, Καὶ νῦν, τὸ αὐτό.

Εἰς τὴν α´ στιχολογίαν τὰ μαρτυρικὰ καθίσματα τοῦ βαρέος ἤχου (βλ. Τριῴδιον, εἰς τὸ τέλος, ἦχος βαρύς, τῷ Σαββάτῳ πρωὶ) «Ἀγαλλιᾶσθε, δίκαιοι», εἰς στίχον «Θαυμαστὸς ὁ Θεὸς» «Τῆς ἀθεότητος τῶν τυράννων», καὶ εἰς στίχον «Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ» «Ἅγιοι, πρεσβεύσατε», Δόξα, Καὶ νῦν, τὸ θεοτοκίον τοῦ ἤχου «Ὡς τῆς ἡμῶν ἀναστάσεως», [μετὰ δὲ τὸν Ἄμωμον] εὐθὺς ὁ ν´ ψαλμὸς χῦμα.

Ὁ προεόρτιος κανὼν «Ὁ κόσμος περιχαρῶς» μετὰ τῶν εἱρμῶν αὐτοῦ· ἀπὸ δὲ τῆς Ϛ´ ᾠδῆς μεθ᾿ ἑκάστην ᾠδὴν τοῦ Μηναίου συνάπτονται καὶ τὰ ἐν τῷ Τριῳδίῳ δύο τετραῴδια τῆς ἡμέρας (παραλειπομένου τοῦ νεκρωσίμου τροπαρίου)· ἀπὸ γ´ ᾠδῆς ὁ εἱρμὸς τοῦ Μηναίου «Οὐκ ἐν σοφίᾳ» καὶ μετὰ τὴν μικρὰν συναπτὴν τὸ προεόρτιον μεσῴδιον κάθισμα «Σήμερον ἅπασα κτίσις»· ἀφ᾿ Ϛ´ ᾠδῆς ὁ εἱρμὸς τοῦ β´ τετραῳδίου «Τῶν πταισμάτων τὴν ζάλην» καὶ μετὰ τὴν μικρὰν συναπτὴν τὸ κοντάκιον «Ἐπελεύσει Πνεύματος» καὶ τὸ συναξάριον.

Καταβασίαι δὲν λέγονται, ἀλλ᾿ εἰς τὸν στίχον «Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον· ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.» ψάλλεται ὁ εἱρμὸς τῆς η´ ᾠδῆς τοῦ β´ τετραῳδίου «Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ»· «Τὴν τιμιωτέραν», ὁ εἱρμὸς τῆς θ´ ᾠδῆς τοῦ β´ τετραῳδίου «Μεγαλύνομεν πάντες» καὶ τὸ «Ἄξιον ἐστίν».

Ἐξαποστειλάριον «Ὡς δῶρα προεόρτια» (δίς). Εἰς τοὺς αἴνους στιχηρὰ προσόμοια τῆς ἑορτῆς (ζήτει ταῦτα ἐν τῷ μικρῷ ἑσπερινῷ τῆς 25ης Μαρτίου) 3 «Κατοικτιρήσας τὸ ποίημα» κ.λπ. εἰς 4, Δόξα, Καὶ νῦν, τὸ μετ᾿ αὐτὰ ἰδιόμελον «Τῷ ἕκτῳ μηνὶ ὁ ἀρχάγγελος»· «Σοὶ δόξα πρέπει», ἡ δοξολογία χῦμα καὶ τὰ λοιπὰ ὡς συνήθως.

Εἰς τὸν στίχον τῶν αἴνων τὰ 3 ἀπόστιχα τοῦ μικροῦ ἑσπερινοῦ τῆς 25ης Μαρτίου «Ἄρχων τῶν ἄνω δυνάμεων», μετὰ τῶν στίχων αὐτῶν τὰ δύο τελευταῖα, Δόξα, Καὶ νῦν, «Γλῶσσαν ἣν οὐκ ἔγνω»· «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Σήμερον τῆς παγκοσμίου χαρᾶς».

Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα καὶ εἰσοδικὸν τὰ συνήθη τῆς λειτουργίας (τὰ τῶν «καθημερινῶν»)· ἀπολυτίκια «Σήμερον τῆς παγκοσμίου χαρᾶς» καὶ τοῦ ναοῦ, κοντάκιον «Ἐπελεύσει Πνεύματος». Ἀναγνώσματα: Σαββάτου δ´ ἑβδομάδος νηστειῶν (Ἑβρ. Ϛ´ 9-12· Μρ. ζ´ 31-37) καὶ καθεξῆς ἡ θ. λειτουργία τοῦ ἱ. Χρυσοστόμου· «Ἄξιον ἐστί»· κοινωνικὸν «Ἀγαλλιᾶσθε, δίκαιοι»· «Εἴδομεν τὸ φῶς».

25. † ΚΥΡΙΑΚΗ Δ´ ΤΩΝ ΝΗΣΤΕΙΩΝ. † Ο ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ. «Ἰωάννου ὁσίου συγγραφέως τῆς Κλίμακος». (Ἐθνικὴ ἑορτὴ ἐπὶ τῇ ἐπετείῳ τῆς ἑλληνικῆς ἐπαναστάσεως τοῦ 1821). Ἦχος πλ. δ´, ἑωθινὸν η´.

Ἡ ἀκολουθία τῆς Κυριακῆς τοῦ Τριῳδίου ψάλλεται, κατὰ τὸ Τυπικόν, ἐν τοῖς ἀποδείπνοις.

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Σήμερον τῆς παγκοσμίου χαρᾶς»· κοντάκιον «Ἐπελεύσει Πνεύματος».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 4 καὶ τῆς ἑορτῆς προσόμοια 3 «Βουλὴν προαιώνιον» κ.λπ. εἰς 6, Δόξα, Καὶ νῦν, τὸ ἰδιόμελον «Ἀπεστάλη ἐξ οὐρανοῦ».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα τῆς ἑορτῆς [ἤ τοι τὰ εὑρισκόμενα δύο εἰς τὸν ἑσπερινὸν τῆς 26ης Μαρτίου καὶ τὸ β´ ἐκ τῶν ἀναγνωσμάτων τοῦ ἑσπερινοῦ τῆς 25ης (α´–Τῆς Ἐξόδου τὸ ἀνάγνωσμα· «Εἰσῆλθε Μωσῆς εἰς τὸ ὄρος τοῦ Θεοῦ Χωρήβ», β´–Παροιμιῶν τὸ ἀνάγνωσμα· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ», γ´– Προφητείας Ἰεζεκιὴλ τὸ ἀνάγνωσμα· «Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα»)].

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, τὸ ἰδιόμελον τῆς ἑορτῆς «Σήμερον χαρᾶς εὐαγγέλια».

ΑΠΟΛΥΤΙΚΙΑ «Ἐξ ὕψους κατῆλθες», Δόξα, «Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον», Καὶ νῦν, τὸ αὐτό.

ΑΠΟΛΥΣΙΣ «Ὁ δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου σαρκωθῆναι καταδεξάμενος καὶ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου αὐτοῦ μητρός, ἧς τὸν Εὐαγγελισμὸν ἑορτάζομεν, δυνάμει... τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς...»

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν καταλιμπάνεται ὁ τριαδικὸς κανὼν καὶ εὐθὺς ψάλλονται τὰ διὰ τὴν λιτὴν στιχηρὰ τῆς ἑορτῆς, ὡς ἐν τῷ Μηναίῳ· τρισάγιον κ.λπ. καὶ τὸ ἀπολυτίκιον τῆς ἑορτῆς.

Εἴδησις. Κατὰ τὴν παροῦσαν ἑβδομάδα, ε´ τῶν Νηστειῶν, θὰ τελεσθοῦν τρεῖς θ. λειτουργίαι προηγιασμένων δώρων, τῇ Τετάρτῃ, τῇ Πέμπτῃ τοῦ μεγάλου Κανόνος καὶ τῇ Παρασκευῇ.

Εἰς τὸν ὄρθρον. Εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια. [Τὸ Ψαλτήριον τῆς ἡμέρας καὶ ὁ πολυέλεος τῆς ἑορτῆς «Ἐξηρεύξατο ἡ καρδία μου».]

ΚΑΘΙΣΜΑΤΑ εἰς τὴν α´ καὶ β´ στιχολογίαν ἀνὰ δύο ἀναστάσιμα καὶ ἀνὰ ἓν τῆς ἑορτῆς, εἰς δὲ τὴν γ´ μόνα τὰ τῆς ἑορτῆς (εὐλογητάρια δὲν ψάλλονται). Εὐθὺς μικρὰ συναπτὴ μετ᾿ ἐκφωνήσεως «Ὅτι ηὐλόγηταί σου», ἡ ὑπακοὴ καὶ οἱ ἀναβαθμοὶ τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ. Τὸ προκείμενον τῆς ἑορτῆς «Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας», «Πᾶσα πνοὴ» καὶ (ἀπὸ τῶν βημοθύρων) Εὐαγγέλιον ὄρθρου τὸ τῆς ἑορτῆς «Ἀναστᾶσα Μαριάμ» (Λκ. α´ 39-49, 56)· εἶτα «Ἀνάστασιν Χριστοῦ θεασάμενοι», ὁ ν´ ψαλμὸς χῦμα, Δόξα, «Ταῖς τῆς Θεοτόκου», Καὶ νῦν, τὸ αὐτό, ὁ στίχος «Ἐλέησόν με, ὁ Θεὸς» καὶ τὸ ἰδιόμελον τῆς ἑορτῆς «Εὐαγγελίζεται ὁ Γαβριήλ».

ΚΑΝΟΝΕΣ ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ τῆς ἑορτῆς ἐπίσης μετὰ τῶν εἱρμῶν. Ἀπὸ γ´ ᾠδῆς τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ μεσῴδιον κάθισμα τῆς ἑορτῆς «Ὁ Λόγος τοῦ Θεοῦ». Ἀφ᾿ Ϛ´ τὸ κοντάκιον μετὰ τοῦ οἴκου τῆς ἑορτῆς, καὶ τὸ συναξάριον τοῦ Μηναίου.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ τοῦ κανόνος τοῦ Εὐαγγελισμοῦ «Ἀνοίξω τὸ στόμα μου», ὡς ἐν τῷ Μηναίῳ· ἀντὶ τῆς στιχολογίας τοῦ Μεγαλύνει ἡ ψυχή μου, τὸ μεγαλυνάριον «Εὐαγγελίζου, γῆ, χαρὰν μεγάλην» ἑξάκις καὶ ἡ θ´ ᾠδὴ τοῦ κανόνος τῆς ἑορτῆς, ὡς ἐν τῷ Μηναίῳ· ἐν τέλει πάλιν ὁ εἱρμὸς «Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ η´ ἀναστάσιμον «Δύο ἀγγέλους», καὶ τὰ τῆς ἑορτῆς «Ἀγγελικῶν δυνάμεων», «Χαῖρε, κατάρας λύτρωσις».

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 4 καὶ τῆς ἑορτῆς προσόμοια 3 «Τῶν οὐρανίων ἁψίδων» κ.λπ. εἰς 4, εἰς στίχους τὰ δύο τελευταῖα α´) «Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν», β´) «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ», Δόξα, Καὶ νῦν, τῆς ἑορτῆς «Τὸ ἀπ᾿ αἰῶνος μυστήριον». Δοξολογία μεγάλη, «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).

Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα τὰ τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν, ὡς ἐν τῷ Μηναίῳ.

ΕΙΣΟΔΙΚΟΝ «Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν...»

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Ἐξ ὕψους κατῆλθες», «Σήμερον τῆς σωτηρίας» καὶ εὐθὺς κοντάκιον «Τῇ ὑπερμάχῳ».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Προκείμενον καὶ ἀλληλουιάριον τῆς ἑορτῆς· Ἀπόστολος 25ης Μαρτίου, «Ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι» (Ἑβρ. β´ 11-18)· Εὐαγγέλιον ὁμοίως, «Συνέλαβεν Ἐλισάβετ» (Λκ. α´ 24-38)

Καθεξῆς ἡ θ. λειτουργία τοῦ ἱ. Χρυσοστόμου. Εἰς τὸ Ἐξαιρέτως «Εὐαγγελίζου γῆ χαρὰν μεγάλην... Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ».

ΚΟΙΝΩΝΙΚΟΝ «Ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ· ἀλληλούια»· «Εἴδομεν τὸ φῶς», «Πληρωθήτω». Ἀπόλυσις ὡς εἰς τὸν ἑσπερινόν.

Τάξις τῆς δοξολογίας ἐπὶ τῇ ἐθνικῇ ἑορτῇ

Μετὰ τὸ «Εὐλογητὸς ὁ Θεός», τὸ ἀναστάσιμον ἀπολυτίκιον «Ἐξ ὕψους κατῆλθες», τὸ ἀπολυτίκιον τῆς ἑορτῆς «Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον», τὸ κοντάκιον «Τῇ ὑπερμάχῳ», εὐθὺς ἡ δοξολογία, καὶ κατόπιν αἱ ἑξῆς αἰτήσεις, τῶν χορῶν ψαλλόντων ἐκ περιτροπῆς ἀνὰ ἓν τριπλοῦν «Κύριε, ἐλέησον», ἐξαιρέσει τῆς πέμπτης αἰτήσεως, ὅπου ψάλλουν «Αἰωνία ἡ μνήμη» γ´, καὶ τῆς ἕκτης, ὅπου ψάλλουν τὸ «Κύριε, ἐλέησον» ἀνὰ δέκα ἀμοιβαδὸν τετράκις, πραείᾳ τῇ φωνῇ.

«Ἐλέησον ἡμᾶς, ὁ Θεός...»

«Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν...»

«Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν...»

«Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ ἐν τῷ κράτει ἡμῶν, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτὸ ἐν πᾶσιν».

«Ἔτι δεόμεθα ὑπὲρ αἰωνίας μνήμης καὶ μακαρίας ἀναπαύσεως πάντων τῶν ἐν τοῖς ἱεροῖς ἡμῶν ἀγῶσιν ὑπὲρ πίστεως καὶ πατρίδος ἀγωνισαμένων καὶ πεσόντων, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον».

«Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν ἐκκλησίαν...»

«Ἔτι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι...»

«Τοῦ Κυρίου δεηθῶμεν» καὶ ὁ ἱερεὺς τὴν εὐχήν·

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὰ σύμπαντα τῷ σῷ κράτει συνέχων καὶ τῇ θείᾳ σου καὶ πανσθενεῖ βουλῇ κυβερνῶν τὸν κόσμον· ὁ ἑκάστῳ ἔθνει τὰς ἰδίας ὁροθεσίας θέμενος, τὸ δὲ εὐσεβὲς ἡμῶν ἔθνος ἐξαιρέτως εὐεργετήσας, τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας αὐτῷ χαρισάμενος καὶ πρὸς τὸ φῶς τῆς ἀληθοῦς ἡμῶν πίστεως καθοδηγήσας, ἐξ αὐτοῦ δὲ μεγάλους τῆς Ἐκκλησίας πατέρας καὶ διδασκάλους ἀναδείξας, καὶ ἐλεύθερον μὲν αὐτὸ ἐπὶ αἰῶνας διατηρήσας τῇ θείᾳ σου χάριτι, δουλωθὲν δὲ στηρίξας καὶ διασώσας καὶ εἰς ἐλεύθερον αὖθις βίον ἐξαναστήσας· αὐτός, πανάγιε δέσποτα, πρόσδεξαι τὰς εὐχαριστηρίους ἡμῶν δεήσεις ἐπὶ τῇ ἀπελευθερώσει καὶ τῇ παλιγγενεσίᾳ αὐτοῦ. Καὶ τὰς μὲν ψυχὰς τῶν ὑπὲρ πίστεως καὶ πατρίδος ἡρωικῶς ἀγωνισαμένων καὶ ἐνδόξως ἐν τοῖς ἱεροῖς ἡμῶν ἀγῶσι πεσόντων ἢ ὑπὸ τῶν πολεμίων ἀναιρεθέντων ἢ ἐν αἰχμαλωσίᾳ καὶ κακουχίᾳ ἀποθανόντων πατέρων καὶ ἀδελφῶν ἡμῶν μετὰ τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων ἀνάπαυσον· ἡμᾶς δὲ πάντας ἀξίους τῆς ἐλευθερίας ἀνάδειξον, ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον καὶ εἰς πᾶν ἔργον ἀγαθὸν καὶ σοὶ εὐάρεστον καθοδήγησον. Τοὺς πιστοὺς ἄρχοντας ἡμῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον καὶ λάλησον ἀγαθὰ ἐν ταῖς καρδίαις αὐτῶν ὑπὲρ τῆς Ἐκκλησίας σου καὶ παντὸς τοῦ λαοῦ σου. Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορὸς «Ἀμήν», ὁ ἱερεὺς τὴν ἀπόλυσιν, ὡς εἰς τὸν ἑσπερινόν, καὶ τὸ «Δι᾿ εὐχῶν».

Εἴδησις. Ἐν τῇ τραπέζῃ κατάλυσις ἰχθύος.

Τῇ αὐτῇ Κυριακῇ ἑσπέρας ἀποδίδεται ἡ ἑορτὴ τοῦ Εὐαγγελισμοῦ τῆς Θεοτόκου.

Εἰς τὴν θ´. Ἀπολυτίκια «Ἐξ ὕψους κατῆλθες», Δόξα, «Σήμερον τῆς σωτηρίας»· κοντάκιον «Τῇ ὑπερμάχῳ»· (μικρὰ) ἀπόλυσις ὡς εἰς τὸν ἑσπερινὸν χθές.

Εἰς τὸν ἑσπερινὸν τῆς ἀποδόσεως. Ὁ προοιμιακός (ἄνευ ψαλτηρίου)· τὰ 3 προσόμοια «Βουλὴν προαιώνιον» κ.λπ. ἀνὰ μίαν καὶ τοῦ ἀρχαγγέλου (Μαρτίου 26) ἕτερα 3 «Γαβριὴλ ὁ μέγιστος» κ.λπ., Δόξα, Καὶ νῦν, «Ἀπεστάλη ἐξ οὐρανοῦ». Εἴσοδος, «Φῶς ἱλαρὸν» καὶ τὸ προκείμενον τῆς ἡμέρας «Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον» (τὰ ἐν τῷ Μηναίῳ ἀναγνώσματα ἀνήκουν εἰς τὴν κυρίαν ἡμέραν τῆς ἑορτῆς καὶ δὲν ἀναγινώσκονται ἐνταῦθα). Εἰς τὸν στίχον, τὰ 3 ἰδιόμελα τῆς 25ης Μαρτίου «Τῷ ἕκτῳ μηνὶ» κ.λπ., εἰς τοὺς στίχους αὐτῶν τὰ δύο τελευταῖα, Δόξα, Καὶ νῦν, «Σήμερον χαρᾶς εὐαγγέλια». «Νῦν ἀπολύεις», τρισάγιον κ.λπ., τὸ ἀπολυτίκιον «Σήμερον τῆς σωτηρίας» γ´. Ἀπόλυσις ἡ τῆς ἑορτῆς.

26. Δευτέρα. Σύναξις τοῦ ἀρχαγγέλου Γαβριήλ. Τῶν ἐν Γοτθίᾳ 26 μαρτύρων.

Διὰ τὰς ἀκολουθίας τῶν καθημερινῶν βλέπε 28 Φεβρ. καὶ 5 Μαρτ..

27. Τρίτη. Ματρώνης τῆς ἐν Θεσσαλονίκῃ (γ´-δ´ αἰ.). Φιλητοῦ καὶ Λυδίας μαρτύρων, Παύλου ἐπισκόπου Κορίνθου (†950).

28. Τετάρτη. Ἱλαρίωνος ὁσίου τοῦ νέου, ἡγουμένου μονῆς Πελεκητῆς (†754)· Ἡρῳδίωνος ἐκ τῶν 70 ἀποστόλων.

Τῇ Τετάρτῃ πρωί. Αἱ ἀκολουθίαι πᾶσαι ὡς προδεδήλωται.

Ὁ ἑσπερινὸς μετὰ τῶν προηγιασμένων δώρων. Μετὰ τὸν προοιμιακὸν καὶ τὸ ιη´ κάθισμα τοῦ Ψαλτηρίου («Πρὸς Κύριον»), εἰς τὸ «Κύριε, ἐκέκραξα» ἀρχόμεθα ἀπὸ τοῦ στίχου «Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν» (ὅπως ἀκριβῶς ὁρίζει τὸ Τριῴδιον) καὶ ψάλλομεν τὸ ἰδιόμελον «Τοῖς τῶν ἐμῶν λογισμῶν» (δίς), τὸ μαρτυρικόν (ἅπαξ), τὰ 3 τῆς σειρᾶς προσόμοια τοῦ Τριῳδίου, καὶ πάντα τὰ κατ᾿ ἀλφάβητον στιχηρὰ «Ἅπας ὁ βίος μου», μὲ τοὺς στίχους αὐτῶν ὡς ἐν τῷ Τριῳδίῳ, Δόξα, Καὶ νῦν, προσόμοιον θεοτοκίον «Ὢ τῇ ἀρρήτῳ συγκαταβάσει!» Εἴσοδος, «Φῶς ἱλαρόν», τὰ ἀναγνώσματα τοῦ Τριῳδίου, «Κατευθυνθήτω», καὶ τὰ λοιπὰ τῆς προηγιασμένης (τυπικὸν Τριῳδίου §44).

Τῇ Τετάρτῃ ἑσπέρας ψάλλεται ὁ μέγας κανὼν ἐν τῇ ἀκολουθίᾳ ἢ τοῦ μικροῦ ἀποδείπνου ἢ τοῦ ὄρθρου.

Α´. Ὁ μέγας κανὼν εἰς τὸ ἀπόδειπνον

Τῇ Τετάρτῃ ἑσπέρας ἀναγινώσκεται τὸ μικρὸν ἀπόδειπνον μέχρι τοῦ «Ἄξιον ἐστίν»· ἐν συνεχείᾳ ψάλλεται ὁ μέγας κανὼν (μετὰ τῶν εἱρμῶν) μὲ στίχον εἰς τὰ τροπάρια αὐτοῦ «Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με» ἢ μὲ τοὺς στίχους τοὺς σημειουμένους εἰς τὸ Τριῴδιον πρὸ τῶν τροπαρίων τῆς ὁσίας Μαρίας τῆς Αἰγυπτίας καὶ τοῦ ἁγίου Ἀνδρέου Κρήτης. Μετὰ τὴν γ´ ᾠδὴν καταλιμπάνονται τὰ μεσῴδια καθίσματα καὶ τὸ δίειρμον τριῴδιον, καὶ ψάλλονται αἱ ἐν συνεχείᾳ ᾠδαὶ τοῦ μεγάλου κανόνος. Μετὰ τὴν Ϛ´ ᾠδὴν τὸ κοντάκιον «Ψυχή μου, ψυχή μου» ἐμμελῶς· ἀκολούθως ἡ ζ´, ἡ η´ καὶ ἡ θ´ ᾠδὴ καὶ εἰς τὸ τέλος ὁ εἱρμὸς «Ἀσπόρου συλλήψεως». Τρισάγιον κ.λπ., τὸ κοντάκιον «Ψυχή μου, ψυχή μου» χῦμα, «Κύριε, ἐλέησον» (μ´), «Ὁ ἐν παντὶ καιρῷ», «Κύριε καὶ δέσποτα», «Ἄσπιλε, ἀμόλυντε» καὶ τὰ λοιπὰ τοῦ μικροῦ ἀποδείπνου· μετὰ τὴν (μικρὰν) ἀπόλυσιν, τὸ «Εὐξώμεθα» καὶ τὸ «Δι᾿ εὐχῶν».

Β. Ὁ μέγας κανὼν εἰς τὸν ὄρθρον

[Εἰς τὸ μικρὸν ἀπόδειπνον. Μετὰ τὸ «Πιστεύω» ψάλλεται ἐκ τοῦ Μηναίου ἡ ἀκολουθία τῆς 29ης Μαρτίου.]

Εἰς τὸν ὄρθρον. «Εὐλογητὸς ὁ Θεός», οἱ δύο ψαλμοὶ ιθ´ καὶ κ´ καὶ τὰ λοιπὰ ὡς ἐν τῷ Ὡρολογίῳ, καὶ ὁ ἑξάψαλμος. Εἰς τὸ «Ἀλληλούια» οἱ τριαδικοὶ ὕμνοι τοῦ πλ. δ´ ἤχου (βλέπε εἰς τὸ τέλος τοῦ Τριῳδίου), μὲ καταλήξεις· εἰς τὸ α´ «Πρεσβείαις τῶν ἀποστόλων σῶσον ἡμᾶς», εἰς τὸ β´ «Πρεσβείαις τοῦ ἱεράρχου σῶσον ἡμᾶς», καὶ εἰς τὸ γ´ «Διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς». [Μετὰ τὸ η´ κάθισμα τοῦ Ψαλτηρίου] καθίσματα ἀποστολικὰ τοῦ ἤχου (ὅρα ἐν τέλει τοῦ Τριῳδίου) δύο «Εὐλογητὸς εἶ, Χριστέ», (στίχος α´ «Εἰς πᾶσαν τὴν γῆν») «Τοὺς φωστῆρας τοῦ κόσμου», εἶτα (στίχος β´ «Θαυμαστὸς ὁ Θεὸς») τὸ μετὰ τὸ θεοτοκίον μαρτυρικὸν «Γενναίως τὸν δρόμον», Δόξα, Καὶ νῦν, τὸ θεοτοκίον «Χαῖρε, ἡ δι᾿ ἀγγέλου». Ὁ ν´ χῦμα καὶ ἡ ἱκεσία «Σῶσον, ὁ Θεός, τὸν λαόν σου»· [ἡ στιχολογία τῶν ἐννέα ᾠδῶν (Τ.Μ.Ε., Διάτ. Τρ. §46)]. Εἶθ᾿ οὕτως ἄρχονται οἱ χοροὶ τοῦ μεγάλου Κανόνος (τὰ τροπάρια εἰς προΰμνιον «Ἐλέησόν με, ὁ Θεός, ἐλέησόν με»), συνάπτοντες καὶ τὰ λοιπὰ τροπάρια καὶ τὰ τριῴδια (ὅπου ὑπάρχουν), κατὰ τὴν ἐν τῷ Τριῳδίῳ τάξιν. Ἀπὸ γ´ ᾠδῆς ὁ εἱρμὸς «Στερέωσον, Κύριε», αἴτησις καὶ τὰ μεσῴδια καθίσματα ὡς ἐν τῷ Τριῳδίῳ. Ἀφ᾿ Ϛ´ ὁ εἱρμὸς «Ἐβόησα ἐν ὅλῃ καρδίᾳ μου», αἴτησις, τὸ κοντάκιον «Ψυχή μου, ψυχή μου» μετὰ μέλους, ὁ οἶκος, τὸ συναξάριον τῆς ἡμέρας, τὸ ὑπόμνημα τοῦ Τριῳδίου, καὶ οἱ μακαρισμοὶ μετὰ τῶν τροπαρίων αὐτῶν. Εἶθ᾿ οὕτως αἱ λοιπαὶ ᾠδαί· εἰς τὴν η´ ᾠδὴν ἀντὶ τοῦ Δόξα Πατρὶ λέγομεν «Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.», μετὰ τὸ Καὶ νῦν, εἰς τὸ «Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον· ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.» ὁ εἱρμὸς «Ὃν στρατιαί», «Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός», [στιχολογοῦμεν «Τὴν τιμιωτέραν»], ψάλλονται τὰ τριῴδια καὶ ἡ θ´ ᾠδὴ τοῦ μεγ. Κανόνος, καὶ ἐν τέλει πάλιν ὁ εἱρμὸς «Ἀσπόρου συλλήψεως». Αἴτησις, τὸ φωταγωγικὸν τοῦ ἤχου (μετὰ τοῦ χαρακτηριστικοῦ τῆς ἡμέρας ὡς προεσημειώθη καὶ εἰς τὰ τριαδικά), [οἱ ψαλμοὶ τῶν αἴνων], «Σοὶ δόξα πρέπει», ἡ δοξολογία χῦμα, τὰ πληρωτικά, κ.τ.λ. ὡς συνήθως. Τὰ ἀπόστιχα τῶν αἴνων ὡς ἐν τῷ Τριῳδίῳ, «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι», τρισάγιον κ.λπ., «Ἐν τῷ ναῷ ἑστῶτες», «Ἐπουράνιε βασιλεῦ» καὶ ἀπόλυσις.

(Τὸ πρωὶ αἱ ὧραι καὶ ἡ λειτουργία τῶν προηγιασμένων, ὡς ὁρίζεται κατωτέρω τῇ 29ῃ τοῦ μηνός, εἰς τὴν Β´ περίπτωσιν.)

29. Πέμπτη. Μάρκου ἐπισκόπου Ἀρεθουσίων, Κυρίλλου διακόνου καὶ τῶν σὺν αὐτοῖς (†364).

Α´. Ἂν ὁ μέγας Κανὼν ἐψάλη εἰς τὸ ἀπόδειπνον

Τὸ πρωὶ τῆς Πέμπτης ἡ ἀκολουθία μεσονυκτικοῦ καὶ ὄρθρου μέχρι τῶν τριαδικῶν ψάλλεται ὡς καὶ ἐν ταῖς λοιπαῖς νηστίμοις ἡμέραις· εἶτα [μετὰ τὸ ζ´ κάθισμα τοῦ Ψαλτηρίου] δύο ἀποστολικὰ καθίσματα τοῦ πλ. δ´ ἤχου καὶ τὸ μαρτυρικὸν τῆς ζ´ ᾠδῆς (βλέπε τὸν προηγούμενον ὄρθρον) –εἰς στίχους τὰ δύο τελευταῖα «Εἰς πᾶσαν τὴν γῆν», «Θαυμαστὸς ὁ Θεός»–, Δόξα, Καὶ νῦν, τὸ θεοτοκίον «Χαῖρε, ἡ δι᾿ ἀγγέλου»· εἶτα [μετὰ τὸ η´ κάθισμα τοῦ Ψαλτηρίου] τὰ μετὰ τὴν γ´ ᾠδὴν τοῦ μεγ. Κανόνος καθίσματα «Φωστῆρες θεαυγεῖς», Δόξα, «Τῶν ἀποστόλων δωδεκάς», Καὶ νῦν, θεοτοκίον «Τὸν ἀπερίληπτον». Ὁ ν´ ψαλμὸς χῦμα, «Σῶσον, ὁ Θεός, τὸν λαόν σου» [καὶ ἡ στιχολογία τῶν ἐννέα ᾠδῶν, ὡς συνήθως]. Κανόνες ὁ τοῦ Μηναίου καὶ τὸ δίειρμον τριῴδιον εἰς τὴν τάξιν αὐτοῦ· ἀπὸ γ´ ᾠδῆς τὰ μεσῴδια καθίσματα τοῦ Μηναίου· ἀφ᾿ Ϛ´ τὸ τοῦ Τριῳδίου κοντάκιον «Ψυχή μου ψυχή μου» μετὰ τοῦ οἴκου «Τὸ τοῦ Χριστοῦ ἰατρεῖον» καὶ τὰ συναξάρια Μηναίου καὶ Τριῳδίου. Εἶτα οἱ μακαρισμοὶ μετὰ τῶν τροπαρίων αὐτῶν, αἱ λοιπαὶ ᾠδαὶ τοῦ κανόνος τοῦ Μηναίου καὶ τοῦ διείρμου τριῳδίου, εἰς δὲ τὸ «Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον· ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.» ὁ εἱρμὸς τῆς η´ ᾠδῆς τοῦ β´ τριῳδίου «Τὸν ἄναρχον βασιλέα», «Τὴν τιμιωτέραν», ὁ εἱρμὸς τῆς θ´ ᾠδῆς τοῦ β´ τριῳδίου «Σὲ τὴν οὐρανοῦ καὶ γῆς» καὶ τὸ «Ἄξιον ἐστίν». Αἴτησις, τὸ φωταγωγικὸν τοῦ ἤχου (τρίς), «Σοὶ δόξα πρέπει», ἡ δοξολογία χῦμα, κ.τ.λ. ὡς συνήθως. Εἰς τὸν στίχον τῶν αἴνων ἅπαντα ὡς ἐν τῷ Τριῳδίῳ· «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι», τρισάγιον κ.λπ., «Ἐν τῷ ναῷ ἑστῶτες», «Ἐπουράνιε βασιλεῦ» καὶ αἱ γ´ μεγ. μετάνοιαι.

Εἰς τὰς ὥρας, λεγομένας ὡς συνήθως, (μετὰ τὸ τρισάγιον) καὶ εἰς τοὺς μακαρισμοὺς μόνον τὸ κοντάκιον «Ψυχή μου ψυχή μου» χῦμα. Μετὰ τὴν εὐχὴν «Παναγία Τριάς», ἡ ἀπόλυσις. Εἶτα ὁ ἑσπερινὸς μετὰ τῆς προηγιασμένης ὡς διατάσσεται κατωτέρω (εἰς τὴν Β´ περίπτωσιν).

Β´. Ἂν ὁ μέγας κανὼν ἐψάλη εἰς τὸν ὄρθρον

Τὸ πρωὶ τῆς Πέμπτης (ἀναγινώσκεται τὸ η´ κάθισμα τοῦ Ψαλτηρίου, ἐὰν παρελείφθη χθές, καὶ) εὐλογήσαντος τοῦ ἱερέως, λέγεται τὸ «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι», «Βασιλεῦ οὐράνιε», εἶτα τρισάγιον κ.λπ., «Κύριε, ἐλέησον» (ιβ´), Δόξα, Καὶ νῦν, «Δεῦτε προσκυνήσωμεν» γ´, καὶ ἀναγινώσκονται αἱ ὧραι, ὡς συνήθως, εἰς τὰς ὁποίας μετὰ τὸ τρισάγιον, ὡς καὶ εἰς τοὺς μακαρισμούς, λέγεται μόνον τὸ κοντάκιον «Ψυχή μου ψυχή μου» χῦμα.

Ὁ ἑσπερινὸς μετὰ τῆς προηγιασμένης ὡς ἐν τῷ Τριῳδίῳ· μετὰ τὸν προοιμιακὸν καὶ τὸ ιη´ κάθισμα τοῦ Ψαλτηρίου («Πρὸς Κύριον»), εἰς τὸ «Κύριε, ἐκέκραξα», ἀπὸ τοῦ στίχου «Ἐξάγαγε ἐκ φυλακῆς» τὸ ἰδιόμελον «Αὐτεξουσίως ἐξεδύθην» (δίς), τὸ μαρτυρικόν, τὰ 3 προσόμοια τῆς σειρᾶς τοῦ Τριῳδίου καὶ 3 προσόμοια τοῦ Μηναίου (30 Μαρτίου) εἰς 4 –δευτερουμένου τοῦ πρώτου–, Δόξα, Καὶ νῦν, σταυροθεοτοκίον «Σὲ καθηλούμενον βλέπουσα». Εἴσοδος, «Φῶς ἱλαρόν», τὰ ἀναγνώσματα τοῦ Τριῳδίου, «Κατευθυνθήτω» καὶ τὰ λοιπὰ τῆς προηγιασμένης. Εἰς τὴν ἀπόλυσιν μνημονεύεται ὁ ἅγιος τῆς ἐπαύριον.

30. Παρασκευή. Ἰωάννου ὁσίου, συγγραφέως τῆς «Κλίμακος» (†615).

Τῷ πρωί. Αἱ ἀκολουθίαι πᾶσαι ὡς προδεδήλωται.

Ὁ ἑσπερινὸς μετὰ προηγιασμένης. Μετὰ τὸν προοιμιακὸν καὶ τὸ ιη´ κάθισμα («Πρὸς Κύριον») εἰς τὸ «Κύριε, ἐκέκραξα», ἀπὸ τοῦ στίχου «Ἐὰν ἀνομίας παρατηρήσῃς», τὸ ἰδιόμελον «Ὡς ἐξ Ἰερουσαλὴμ» δίς, τὸ μαρτυρικὸν ἅπαξ καὶ τὰ 3 προσόμοια τῆς Θεοτόκου «Βουλὴν προαιώνιον» κ.λπ. ἀνὰ μίαν, Δόξα, Καὶ νῦν, «Τὸ ἀπ᾿ αἰῶνος μυστήριον». Εἴσοδος, «Φῶς ἱλαρόν», τὰ ἀναγνώσματα τοῦ Τριῳδίου, «Κατευθυνθήτω» καὶ καθεξῆς ἡ ἀκολουθία τῶν προηγιασμένων. Κοινωνικὸν «Γεύσασθε καὶ ἴδετε».

Τῇ Παρασκευῇ ἑσπέρας. Στιχολογεῖται ὁ ἀκάθιστος ὕμνος ἐν τῇ ἀκολουθίᾳ ἢ τοῦ μικροῦ ἀποδείπνου ἢ τοῦ ὄρθρου.

Α´. Ὁ ἀκάθιστος ὕμνος εἰς τὸ ἀπόδειπνον

Τῇ Παρασκευῇ ἑσπέρας ἀναγινώσκεται τὸ μικρὸν ἀπόδειπνον μέχρι τοῦ «Ἄξιον ἐστί». Μετ᾿ αὐτὸ οἱ χοροὶ τὸ τροπάριον «Τὸ προσταχθὲν μυστικῶς» (ἐκ τρίτου), καὶ ὁ ἱερεὺς ἀναγινώσκει ἐμμελῶς τὴν α´ στάσιν τῶν οἴκων. Ἐν συνεχείᾳ ψάλλεται ὁ κανὼν τῆς Θεοτόκου «Ἀνοίξω τὸ στόμα μου». Μετὰ τὴν γ´ ᾠδὴν τὸ κοντάκιον «Τῇ ὑπερμάχῳ» ἅπαξ (δίχορον) καὶ ὁ ἱερεὺς τὴν β´ στάσιν τῶν οἴκων. Εἶτα, ἀρχομένου τοῦ β´ χοροῦ, ψάλλονται ἡ δ´, ε´ καὶ Ϛ´ ᾠδή, τὸ κοντάκιον «Τῇ ὑπερμάχῳ», καὶ ὁ ἱερεὺς τὴν γ´ στάσιν τῶν οἴκων. Εἶθ᾿ οὕτως, ἀρχομένου τοῦ α´ χοροῦ, ψάλλονται ἡ ζ´, η´ καὶ θ´ ᾠδή (ἐν τῇ θ´ ᾠδῇ θυμιᾷ ὁ διάκονος ἢ ὁ ἱερεύς, ὡς εἴθισται), «Τῇ ὑπερμάχῳ», καὶ ὁ ἱερεὺς τὴν δ´ στάσιν τῶν οἴκων ἐπισυνάπτων ἐν τέλει αὐτῆς καὶ τὸν α´ οἶκον. Τὸ «Τῇ ὑπερμάχῳ» σύντομον. Εἶτα τρισάγιον κ.λπ., τὸ κοντάκιον «Τῇ ὑπερμάχῳ» χῦμα, καὶ τὰ λοιπὰ τοῦ μικροῦ ἀποδείπνου. Μετὰ τὴν (μικρὰν) ἀπόλυσιν καὶ τὸ «Εὐξώμεθα», ψάλλεται μετὰ μέλους τὸ κάθισμα «Τὴν ὡραιότητα», καὶ εἶτα ὁ ἱερεὺς τὸ «Δι᾿ εὐχῶν».

Β´. Ὁ ἀκάθιστος ὕμνος εἰς τὸν ὄρθρον

Τῇ Παρασκευῇ ἑσπέρας, ἀναγινώσκομεν τὸ μικρὸν ἀπόδειπνον (ἐν τῷ νάρθηκι), [ψάλλοντες ἐν αὐτῷ τὸν κανόνα τοῦ Μηναίου τοῦ κατὰ τὴν ἡμέραν ἁγίου (31 Μαρτίου)]. Οὐδὲν ἐκ τοῦ Ἀκαθίστου λέγεται ἐνταῦθα οὔτε οἱ οἶκοι τῆς Θεοτόκου, ἀλλ᾿ εὐθὺς μετὰ τὸ «Ἄξιον ἐστὶ» τὸ τρισάγιον κ.λπ., κοντάκιον «Τῇ ὑπερμάχῳ»· μετὰ τὰς εὐχὰς «Ἄσπιλε, ἀμόλυντε» κ.τ.λ. γίνεται (μικρὰ) ἀπόλυσις, «Εὐξώμεθα» καὶ «Δι᾿ εὐχῶν».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸ «Εὐλογητὸς ὁ Θεὸς» ἀναγινώσκονται οἱ δύο ψαλμοὶ κ.τ.λ. (βλέπε ἐν τῷ Ὡρολογίῳ). Εἶτα ὁ ἑξάψαλμος καὶ μεγάλη συναπτή.

Α´ ΣΤΑΣΙΣ. Εἰς τὸ «Θεὸς Κύριος» (ψαλλόμενον τετράκις εἰς τοὺς συνήθεις στίχους αὐτοῦ) τὸ τροπάριον «Τὸ προσταχθὲν μυστικῶς» ἐκ τρίτου, καὶ ἡ α´ στάσις τῶν οἴκων. Εἶτα «Τῇ ὑπερμάχῳ» ἅπαξ, μικρὰ συναπτὴ μετ᾿ ἐκφωνήσεως «Ὅτι σὸν τὸ κράτος».

Β´ ΣΤΑΣΙΣ. Μετὰ τὴν ἐκφώνησιν, τὸ «Τῇ ὑπερμάχῳ» ἅπαξ, ἡ β´ στάσις τῶν οἴκων καὶ αὖθις «Τῇ ὑπερμάχῳ». Εἶτα ὁ ν´ ψαλμὸς χῦμα καὶ ὁ κανὼν τοῦ Ἀκαθίστου «Ἀνοίξω τὸ στόμα μου» εἰς 6 (ἐνταῦθα ᾠδαὶ α´ καὶ γ´). Ἐν τῷ τέλει ἑκάστης ᾠδῆς (ἄχρι τῆς ε´) καταβασίαι οἱ εἱρμοὶ τοῦ Ἀκαθίστου.

Γ´ ΣΤΑΣΙΣ. Ἀπὸ γ´ ᾠδῆς, ἡ καταβασία αὐτῆς, μικρὰ συναπτὴ μετ᾿ ἐκφωνήσεως «Ὅτι σὺ εἶ ὁ Θεός», τὸ «Τῇ ὑπερμάχῳ» σύντομον, καὶ ἡ γ´ στάσις τῶν οἴκων. Εἶτα «Τῇ ὑπερμάχῳ» σύντομον καὶ τὸ μεσῴδιον κάθισμα «Ὁ μέγας στρατηγός». Αἱ ᾠδαὶ δ´, ε´ καὶ Ϛ´ τοῦ Ἀκαθίστου, ἀπὸ δὲ τῆς Ϛ´ ᾠδῆς συμψάλλεται καὶ τὸ δίειρμον τετραῴδιον εἰς τὴν τάξιν αὐτοῦ, μετὰ τῶν οἰκείων προϋμνίων, ὡς ἑξῆς·

«Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς» εἰς τὰ τροπάρια τοῦ κανόνος τῆς Θεοτόκου καὶ εἰς τὸ θεοτοκίον τοῦ πρώτου τετραῳδίου·

«Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν» εἰς τὰ μαρτυρικὰ τῶν δύο τετραῳδίων·

«Κύριε, ἀνάπαυσον τὰς ψυχὰς τῶν δούλων σου» εἰς τὸ νεκρώσιμον τοῦ πρώτου τετραῳδίου·

Δόξα εἰς τὸ τριαδικόν, Καὶ νῦν εἰς τὸ θεοτοκίον τοῦ δευτέρου τετραῳδίου. Εἰς τὰ μετὰ τὸ θεοτοκίον τοῦ β´ τετραῳδίου ὑπάρχοντα τροπάρια λέγονται οἱ πρὸ αὐτῶν στίχοι.

Ἐν τέλει τῆς Ϛ´ καὶ τῶν λοιπῶν ᾠδῶν, καταβασία ψάλλεται ὁ ἑκάστοτε εἱρμὸς τοῦ β´ τετραῳδίου.

Δ´ ΣΤΑΣΙΣ. Μετὰ τὸν εἱρμὸν «Τοῦ κήτους τὸν προφήτην», μικρὰ συναπτὴ μετ᾿ ἐκφωνήσεως «Σὺ γὰρ εἶ ὁ βασιλεύς», «Τῇ ὑπερμάχῳ» ἅπαξ, ἡ δ´ στάσις τῶν οἴκων, συναπτομένου ἐν τέλει αὐτῆς καὶ τοῦ α´ οἴκου. Εἶτα «Τῇ ὑπερμάχῳ» χῦμα καὶ τὰ συναξάρια τοῦ Μηναίου καὶ τοῦ Τριῳδίου. Ἀκολούθως ἡ ζ´ καὶ ἡ η´ ᾠδὴ τῶν κανόνων (εἰς τὴν η´ ᾠδὴν ἀντὶ τοῦ Δόξα λέγομεν «Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.»). Εἶτα «Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον· ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.» καὶ ὁ εἱρμὸς «Τὸν ποιητὴν τῆς κτίσεως». (Ἀντὶ τῆς στιχολογίας τῆς ᾠδῆς τῆς Θεοτόκου Τὴν τιμιωτέραν) ψάλλεται ἡ θ´ ᾠδὴ τῶν κανόνων, ἐπισφραγιζομένη μετὰ τοῦ εἱρμοῦ «Ἠσαΐα, χόρευε».

Ἐξαποστειλάριον «Τὸ ἀπ᾿ αἰῶνος σήμερον» (δίς). Εἰς τοὺς αἴνους τὰ προσόμοια «Κεκρυμμένον μυστήριον» κ.λπ. εἰς 4, Δόξα, Καὶ νῦν, «Γλῶσσαν ἣν οὐκ ἔγνω». Δοξολογία μεγάλη, «Τὸ προσταχθὲν μυστικῶς» ἅπαξ, ἡ ἐκτενής, τὰ πληρωτικὰ καὶ ἡ ἀπόλυσις ὡς συνήθως. (Τὸ πρωὶ ἡ λειτουργία τοῦ Χρυσοστόμου ὡς διατυποῦται κατωτέρω.)

31. † Σάββατον τοῦ ἀκαθίστου. Ὑπατίου ἐπισκόπου Γαγγρῶν ἱερομ. (†326), Ἀκακίου ὁμολογητοῦ ἐπισκόπου Μελιτινῆς.

Τῷ αὐτῷ Σαββάτῳ, Παναγίας τῆς Θεοσκεπάστου ἐν Ἄνδρῳ.

Εἰς τὸ μεσονυκτικὸν τοῦ Σαββάτου, ἀντὶ τῶν τροπαρίων «Ἄκτιστε φύσις» τὸ τροπάριον «Τὸ προσταχθέν», ἀντὶ δὲ τῶν νεκρωσίμων τροπαρίων τὸ «Τῇ ὑπερμάχῳ».

Ἂν ὁ ἀκάθιστος ἐψάλη εἰς τὸ ἀπόδειπνον, τότε ὁ ὄρθρος τελεῖται ὡς ἑξῆς. Εἰς τὸ «Θεὸς Κύριος» τὸ τροπάριον «Τὸ προσταχθὲν μυστικῶς» δίς. [Τὸ Ψαλτήριον τῆς ἡμέρας.] Κάθισμα «Ὁ μέγας στρατηγός» (ζήτει μετὰ τὴν γ´ ᾠδὴν τοῦ κανόνος τοῦ Ἀκαθίστου), Δόξα, Καὶ νῦν, τὸ αὐτό. Ὁ ν´ ψαλμὸς χῦμα. Κανόνες ὁ τῆς Ἀκαθίστου «Ἀνοίξω τὸ στόμα μου» μετὰ τῶν εἱρμῶν καὶ τὸ δίειρμον τετραῴδιον εἰς τὴν τάξιν αὐτοῦ. Ἀπὸ γ´ ᾠδῆς τὸ μεσῴδιον κάθισμα «Ὁ μέγας στρατηγὸς» ἅπαξ. Ἀφ᾿ Ϛ´ ᾠδῆς τὸ κοντάκιον «Τῇ ὑπερμάχῳ» χῦμα, ὁ οἶκος «Ἄγγελος πρωτοστάτης» καὶ τὰ συναξάρια τοῦ Μηναίου καὶ τοῦ Τριῳδίου. Καταβασίαι οἱ εἱρμοὶ «Ἀνοίξω τὸ στόμα μου»· «Τὴν τιμιωτέραν», «Ἅπας γηγενής». Ἐξαποστειλάριον «Τὸ ἀπ᾿ αἰῶνος σήμερον» (δίς). Εἰς τοὺς αἴνους τὰ προσόμοια «Κεκρυμμένον μυστήριον» κ.λπ. εἰς 4, Δόξα, Καὶ νῦν, «Γλῶσσαν ἣν οὐκ ἔγνω». Δοξολογία μεγάλη, «Τὸ προσταχθὲν μυστικῶς» ἅπαξ.

Ἂν ὁ ἀκάθιστος ἐψάλη χθὲς εἰς τὸν ὄρθρον, τότε [μετὰ τὸ μεσονυκτικὸν] ἀναγινώσκονται τὰ παραλειφθέντα καθίσματα τοῦ Ψαλτηρίου, [ἡ α´ ὥρα] καὶ εὐθὺς ἡ λειτουργία.

Εἰς τὴν λειτουργίαν. [Τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς ἡ γ´ καὶ ἡ Ϛ´ ᾠδὴ τοῦ κανόνος τῆς Θεοτόκου.] Ἂν δὲν ψαλοῦν τυπικά, λέγονται ἀντίφωνα καὶ εἰσοδικὸν τὰ συνήθη τῆς λειτουργίας (τῶν «καθημερινῶν»). Μετὰ τὴν εἴσοδον ἀπολυτίκιον «Τὸ προσταχθέν», κοντάκιον «Τῇ ὑπερμάχῳ». Τρισάγιον. Ἀπόστολος τῆς Θεοτόκου, Νοεμ. 21, «Εἶχεν ἡ πρώτη σκηνή» (Ἑβρ. θ´ 1-7)· Εὐαγγέλιον ὁμοίως, Σεπτ. 8, «Ἀναστᾶσα Μαριάμ» (Λκ. α´ 39-49, 56), καὶ καθεξῆς ἡ θεία λειτουργία τοῦ ἱεροῦ Χρυσοστόμου· εἰς τὸ Ἐξαιρέτως «Ἅπας γηγενής»· κοινωνικὸν «Ποτήριον σωτηρίου»· «Εἴδομεν τὸ φῶς».

****

* Ἡ παροῦσα διάταξις εὕρηται καὶ εἰς τὴν ἔκδοσιν τῆς Ἀποστολικῆς Διακονίας «Ἐπίσημοι Δοξολογίαι» σ. 16-20.

* Λόγῳ τοῦ μακροῦ τοῦ ἀπολυτικίου, δύναται νὰ ψαλῇ τοῦτο εἰς τρεῖς στάσεις οὕτως· ἀπὸ τοῦ σημείου τῆς ἐκκινήσεως μέχρι τῆς βορείας θύρας «Τὴν ἄχραντον εἰκόνα σου... Χριστὲ ὁ Θεός», ἀπὸ τῆς βορείας μέχρι τῆς δυτικῆς θύρας τοῦ ναοῦ «βουλήσει γὰρ ηὐδόκησας... ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ» καὶ τέλος ἀπὸ τῆς δυτικῆς θύρας μέχρι τῆς μεσημβρινῆς τοιαύτης «Ὅθεν εὐχαρίστως βοῶμέν σοι... εἰς τὸ σῶσαι τὸν κόσμον».