ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ

ἔχων ἡμέρας τριάκοντα

Ἡ ἡμέρα ἔχει ὥρας 12 καὶ ἡ νὺξ ὥρας 12

1. Πέμπτη. † Ἀρχὴ τῆς Ἰνδίκτου, ἤ τοι τοῦ νέου ἐκκλησιαστικοῦ ἔτους· Ἰησοῦ τοῦ Ναυή (1440 π.Χ.), Ἀμμοὺν διακόνου καὶ τῶν σὺν αὐτῷ 40 γυναικῶν παρθένων καὶ ἀσκητριῶν μαρτύρων· Καλλίστης, Εὐόδου καὶ Ἑρμογένους τῶν αὐταδέλφων μαρτύρων· Συμεὼν στυλίτου (†459). Μελετίου ὁσίου (τυπικὸν 1ης Σεπτεμβρίου, §§1-3).

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Θεοτόκε ἀειπάρθενε»· κοντάκιον «Τὴν θεοδόχον γαστέρα σου».

Ἡ ἑορτάσιμος ἀκολουθία τοῦ Μηναίου ψάλλεται ἄνευ Παρακλητικῆς.

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ ἡ α´ στάσις τοῦ «Μακάριος ἀνήρ». Εἰς τὸ «Κύριε, ἐκέκραξα» τὰ 3 προσόμοια τῆς Ἰνδίκτου εἰς 4 (δευτεροῦντες τὸ α´) καὶ τοῦ ὁσίου 6 (ἤτοι τὰ 3 προσόμοια καὶ ἐκ τῶν ἰδιομέλων –παραλείποντες τὸ α´– ἕτερα 3), Δόξα, Καὶ νῦν, τὰ τοῦ Μηναίου. Εἴσοδος κ.λπ. καὶ τὰ ἀναγνώσματα. Τὰ ἀπόστιχα καὶ τὰ 3 ἀπολυτίκια ὡς ἐν τῷ Μηναίῳ.

Εἰς τὸν ὄρθρον. Εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια ὡς ἐν τῷ Μηναίῳ εἰς τὸν ἑσπερινόν. Καθίσματα μόνον τὰ τῶν δύο πρώτων στιχολογιῶν, ἀλλ᾿ εἰς τὴν α´ μετὰ τὸ κάθισμα «Ὁ καιροὺς καρποφόρους», Δόξα, Καὶ νῦν, «Ὁ ἀρρήτῳ σύμπαντα» (κείμενον μετὰ τὴν Ϛ´ ᾠδὴν ὡς κοντάκιον τῆς Ἰνδίκτου)· εἶτα τὰ καθίσματα τῆς β´ στιχολ. ὡς ἀκριβῶς ἔχουν. Ἐν συνεχείᾳ (παραλειπομένου τοῦ Εὐαγγελίου τοῦ ὄρθρου καὶ πάσης τῆς τάξεως αὐτοῦ) ὁ ν´ ψαλμὸς χῦμα καὶ εὐθὺς οἱ κανόνες ἅπαντες ὡς ἐν τῷ Μηναίῳ. Μετὰ τὴν γ´ ᾠδὴν [τὸ κοντάκιον καὶ ὁ οἶκος τοῦ ὁσίου (ζήτει αὐτὰ πρὸ τοῦ συναξαρίου τοῦ Μηναίου) χῦμα, καὶ] ψάλλονται τὰ μεσῴδια καθίσματα τοῦ Μηναίου. Μετὰ τὴν Ϛ´ ᾠδὴν τὸ κοντάκιον καὶ ὁ οἶκος τῆς Ἰνδίκτου ὡς ἑξῆς·

Κοντάκιον τῆς Ἰνδίκτου, ἦχος δ´, «Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ»

Ὁ τῶν αἰώνων ποιητὴς καὶ δεσπότης, Θεὲ τῶν ὅλων ὑπερούσιε ὄντως, τὴν ἐνιαύσιον εὐλόγησον περίοδον, σῴζων τῷ ἐλέει σου, τῷ ἀπείρῳ οἰκτίρμον, πάντας τοὺς λατρεύοντας, σοὶ τῷ μόνῳ δεσπότῃ, καὶ ἐκβοῶντας φόβῳ, λυτρωτά· εὔφορον πᾶσι τὸ ἔτος χορήγησον.

Ὁ οἶκος

Ἀρρήτῳ πάντα ὡς Θεῷ ποιήσαντι σοφίᾳ, ἰσχύϊ τε παντουργικῇ διασῴζοντι πάντα, τὸν ὕμνον δέει ἐκ ψυχῆς προσάγομεν, ἐντρόμως δυσωποῦντες, παρασχεῖν εὐφορίαν τῇ γῇ, ἐν τῇ σήμερον ἐτησίῳ ἀπαρχῇ, παντὸς ῥυσθῆναι δυσχεροῦς, ὁρατῶν καὶ ἀοράτων δυσμενῶν, ἐν ταῖς αἰσίαις κράζοντες περιόδοις· εὔφορον πᾶσι τὸ ἔτος χορήγησον Κύριε.

Καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμιωτέραν», «Μυστικὸς εἶ, Θεοτόκε». Ἐξαποστειλάρια καὶ αἶνοι ὡς ἐν τῷ Μηναίῳ. Δοξολογία μεγάλη καὶ τὸ ἀπολυτίκιον τῆς Ἰνδίκτου.

Εἰς τὴν λειτουργίαν. Μετὰ τὴν εἴσοδον ἀπολυτίκια «Ὁ πάσης δημιουργός», «Χαῖρε, κεχαριτωμένη», «Ὑπομονῆς στῦλος γέγονας» καὶ τοῦ ναοῦ, ἐπισφραγιστικὸν κοντάκιον τὸ τῆς Ἰνδίκτου «Ὁ τῶν αἰώνων ποιητής» (βλέπε ἀνωτέρω). Ἀπόστολος: τῆς Ἰνδίκτου, 1 Σεπτ., «Παρακαλῶ πρῶτον πάντων» (Α´ Τιμ. β´ 1-7)· Εὐαγγέλιον: ὁμοίως, Πέμ. α´ ἑβδ. Λουκᾶ, «Ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Ναζαρέτ» (Λκ. δ´ 16-22). «Ἄξιον ἐστί». Κοινωνικὸν «Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε· ἀλληλούια»· «Εἴδομεν τὸ φῶς».

2. Παρασκευή. Μάμαντος μάρτυρος (γ´ αἰ.), Ἰωάννου Κωνσταντινουπόλεως τοῦ νηστευτοῦ (†595).

Ἀπόστολος: ἡμέρας, Παρ. ιβ´ ἑβδ. ἐπιστ. (Β´ Κορ. ζ´ 10-16)· Εὐαγγέλιον: ἡμέρας, Παρ. ιβ´ ἑβδ. Ματθ. (Μρ. β´ 18-22).

3. Σάββατον. Ἀνθίμου ἱερομάρτυρος (†302), Θεοκτίστου ὁσίου (†467). Χαρίτωνος μάρτυρος, Φοίβης διακόνου (α´ αἰ.)· Πολυδώρου νεομάρτυρος (†1794)· ἀνακομιδὴ τοῦ ἐν Αἰγίνῃ ἱ. λειψάνου τοῦ ἁγίου Νεκταρίου Πενταπόλεως (†1920).

Ἡ ἀκολουθία τοῦ Σαββάτου ψάλλεται μὲ «Θεὸς Κύριος» (βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§31-44). Ἀπόστολος: ἡμέρας, Σαβ. ιβ´ ἑβδ. ἐπιστ. (Α´ Κορ. α´ 26-β´ 5)· Εὐαγγέλιον: ἡμέρας, Σαβ. ιβ´ ἑβδ. Ματθ. (Μτθ. κ´ 29-34).

4. † ΚΥΡΙΑΚΗ ΙΒ´ ΜΑΤΘΑΙΟΥ. Βαβύλα ἱερομάρτυρος (†251), Μωυσέως προφήτου (1460 π.Χ.). Ἑρμιόνης (†117) ἐκ τῶν θυγατέρων τοῦ ἀποστ. Φιλίππου· Ἰερουσαλὴμ καὶ τῶν υἱῶν αὐτῆς τῶν ἐν Βεροίᾳ μαρτύρων· Ἀνθίμου ὁσίου τοῦ Κουρούκλη τοῦ ἐν Κεφαλληνίᾳ (†1781). Ἦχος γ´, ἑωθινὸν α´.

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Τῆς ποίμνης σου, θεόφρον», Δόξα, «Ταῖς τῶν δακρύων σου»· κοντάκιον «Ἐν ἱερεῦσιν εὐσεβῶς».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ» ἀναστάσιμα 4, καὶ ἐκ τοῦ τοῦ Μηναίου ἀνὰ 3 προσόμοια τῶν ἁγίων, Δόξα, τοῦ Μηναίου «Βάσιμον κρηπῖδα», Καὶ νῦν, «Πῶς μὴ θαυμάσωμεν».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, τοῦ Μηναίου «Βήματι τυράννου», Καὶ νῦν, «Ὁ ποιητὴς καὶ λυτρωτής μου» (Παρακλ., ἦχος πλ. β´, τῷ Σαββάτῳ ἑσπέρας, εἰς τὰ ἀπόστιχα).

ΑΠΟΛΥΤΙΚΙΑ «Εὐφραινέσθω τὰ οὐράνια», «Καὶ τρόπων μέτοχος», Δόξα, «Τοῦ προφήτου σου Μωυσέως», Καὶ νῦν, «Πάντα ὑπερένδοξα».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἡ ὑπακοὴ τοῦ ἤχου «Ἐκπλήττων τῇ ὁράσει».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια. [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα τῶν δύο στιχολογιῶν (ἀλλ᾿ εἰς τὸ Καὶ νῦν τῆς α´ στιχολογίας τὸ θεοτοκίον τοῦ ἀναστασίμου ἀπολυτικίου «Σὲ τὴν μεσιτεύσασαν»). Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (α´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος (μετὰ τῶν εἱρμῶν) καὶ οἱ δύο τοῦ Μηναίου. Ἀπὸ γ´ ᾠδῆς τὰ μεσῴδια καθίσματα τοῦ Μηναίου. Ἀφ᾿ ς´ τὸ ἀναστάσιμον κοντάκιον καὶ ὁ οἶκος, καὶ τὸ συναξάριον.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμιωτέραν», «Μυστικὸς εἶ, Θεοτόκε, παράδεισος».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ α´ ἀναστάσιμον «Τοῖς μαθηταῖς συνέλθωμεν» καὶ τὰ τοῦ Μηναίου.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 8, Δόξα, τὸ α´ ἑωθινὸν «Εἰς τὸ ὄρος τοῖς μαθηταῖς», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ μετὰ μακαρισμῶν] (βλέπε ἔμπροσθεν γεν. τυπ. διατάξεις §§64-66).

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Εὐφραινέσθω», «Καὶ τρόπων μέτοχος», «Τοῦ προφήτου σου Μωυσέως», καὶ τοῦ ναοῦ, κοντάκιον «Ἰωακεὶμ καὶ Ἄννα».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: Κυρ. ιβ´ ἐπιστ., «Γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον, ὃ εὐηγγελισάμην» (Α´ Κορ. ιε´ 1-11)· Εὐαγγέλιον: Κυρ. ιβ´ Ματθ., «Νεανίσκος τις προσῆλθε τῷ Ἰησοῦ γονυπετῶν» (Μτθ. ιθ´ 16-26).

Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

5. Δευτέρα. Ζαχαρίου τοῦ προφήτου, πατρὸς Ἰωάννου τοῦ Προδρόμου.

Διὰ τὰς ἐν καθημερινῇ ἀκολουθίας μετὰ Παρακλητικῆς βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις (§§1-32). Ἀπόστολος: ἡμέρας, Δευτ. ιγ´ ἑβδ. ἐπιστ. (Β´ Κορ. η´ 7-15)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. ιγ´ ἑβδ. Ματθ. (Μρ. γ´ 6-12).

6. Τρίτη. Ἀνάμνησις τοῦ ἐν Χώναις θαύματος τοῦ ἀρχαγγέλου Μιχαήλ. Καλοδότης μάρτυρος.

Ἡ ἀκολουθία, ἑορτάσιμος οὖσα, ψάλλεται δίχα Παρακλητικῆς, κατὰ τὴν ἐν τῷ Μηναίῳ διάταξιν. Εἰς τὸν ἑσπερινὸν γίνεται εἴσοδος. Εἰς τὸν ὄρθρον ὁ κανὼν τῆς Θεοτόκου (τῆς μικρᾶς Παρακλήσεως) μετὰ τῶν εἱρμῶν καὶ οἱ δύο τοῦ Μηναίου. Καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας». Εἰς τὴν λειτουργίαν κοντάκιον «Ἰωακεὶμ καὶ Ἄννα». Ἀπόστολος: τοῦ ἀρχαγγέλου, 8 Νοεμ., «Εἰ ὁ δι᾿ ἀγγέλων λαληθεὶς λόγος» (Ἑβρ. β´ 2-10)· Εὐαγγέλιον: ὁμοίως, «Ὁ ἀκούων ὑμῶν» (Λκ. ι´ 16-21)· «Ἄξιον ἐστί». Κοινωνικὸν «Ὁ ποιῶν τοὺς ἀγγέλους».

7. Τετάρτη. Προεόρτια τῆς γεννήσεως τῆς ὑπεραγίας Θεοτόκου. Σῴζοντος μάρτυρος (†304).

Ἡ ἀκολουθία ὡς ἐν τῷ Μηναίῳ· κοντάκιον προεόρτιον «Ἡ παρθένος σήμερον καὶ Θεοτόκος Μαρία»· Ἀπόστολος: ἡμέρας, Τετ. ιγ´ ἑβδ. ἐπιστ. (Β´ Κορ. θ´ 5-ι´ 7)· Εὐαγγέλιον: ἡμέρας, Τετ. ιγ´ ἑβδ. Ματθ. (Μρ. γ´ 20-27).

8. Πέμπτη. † ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ (τυπικὸν 8ης Σεπτεμβρ., §§4-6).

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Ἐκ τῆς ῥίζης Ἰεσσαί»· κοντάκιον «Ἡ παρθένος σήμερον καὶ Θεοτόκος».

Ἡ ἀκολουθία ἅπασα τῆς ἑορτῆς ψάλλεται ὡς ἔχει εἰς τὸ Μηναῖον.

Εἰς τὸν ἑσπερινὸν ἅπαντα ὡς ἐν τῷ Μηναίῳ· τὰ διὰ τὴν λιτὴν ἰδιόμελα εἰς τὸ μεσονυκτικόν. Εἴς τε τὸν ἑσπερινὸν καὶ τὸν ὄρθρον τὸ ἀπολυτίκιον τῆς ἑορτῆς τρίς. Ἀπόλυσις «Χριστὸς ὁ ἀληθινός... ταῖς πρεσβείαις τῆς παναχράντου αὐτοῦ μητρός, ἧς τὸ γενέθλιον ἑορτάζομεν, δυνάμει...»

Εἰς τὸν ὄρθρον. Εἰ βούλει, εἰς τὸ μετὰ τὴν γ´ στιχολ. κάθισμα λέγε Δόξα, Καὶ νῦν, τὸ μετὰ τὴν γ´ ᾠδὴν «Ἡ παρθένος Μαριάμ». Εὐαγγέλιον τῆς ἑορτῆς, 8 Σεπτ., «Ἀναστᾶσα Μαριάμ» (Λκ. α´ 39-49, 56). Ἀπὸ γ´ ᾠδῆς τῶν κανόνων μόνον ἡ ὑπακοὴ «Πύλην ἀδιόδευτον» (καταλιμπανομένου τοῦ μεσῳδίου καθίσματος). Καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· (ἀντὶ τοῦ Τὴν τιμιωτέραν) ἡ θ´ ᾠδὴ ἀμφοτέρων τῶν κανόνων μετὰ στίχου «Ὑπεραγία Θεοτόκε» καὶ ἐν τέλει «Μυστικὸς εἶ, Θεοτόκε, παράδεισος». Μετὰ τὴν μεγ. δοξολογίαν τὸ ἀπολυτίκιον «Ἡ γέννησίς σου, Θεοτόκε» ἅπαξ.

Εἰς τὴν λειτουργίαν, τὰ ἑξῆς ἀντίφωνα:

Ἀντίφωνον α´

Μνήσθητι, Κύριε, τοῦ Δαυὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, σῶτερ, σῶσον ἡμᾶς.

Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾶ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Δόξα, Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

Ἀντίφωνον β´

Ὤμοσε Κύριος τῷ Δαυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, ἀλληλούια.

Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός...

Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός...

Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός...

Δόξα, Καὶ νῦν. «Ὁ μονογενὴς Υἱός».

Ἀντίφωνον γ´

Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. «Ἡ γέννησίς σου, Θεοτόκε...»

Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. «Ἡ γέννησίς σου...»

Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. «Ἡ γέννησίς σου...»

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἐν ἁγίοις θαυμαστός».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ μόνον τὸ ἀπολυτίκιον «Ἡ γέννησίς σου, Θεοτόκε» καὶ τὸ κοντάκιον τῆς ἑορτῆς «Ἰωακεὶμ καὶ Ἄννα».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος τῆς ἑορτῆς, 8 Σεπτ., «Τοῦτο φρονείσθω ἐν ὑμῖν» (Φιλιπ. β´ 5-11)· Εὐαγγέλιον ὁμοίως, «Εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά» (Λκ. ι´ 38-42, ια´ 27-28).

Εἰς τὸ Ἐξαιρέτως «Ἀλλότριον τῶν μητέρων». Κοινωνικὸν «Ποτήριον σωτηρίου»· «Εἴδομεν τὸ φῶς».

9. Παρασκευή. Ἰωακεὶμ καὶ Ἄννης τῶν θεοπατόρων, Σεβηριανοῦ μάρτυρος. Μνήμη τῆς ἐν Ἐφέσῳ Γ´ Οἰκουμενικῆς συνόδου (431).

Εἰς πάσας τὰς μεθεόρτους καθημερινὰς ἡ ἀκολουθία ψάλλεται μόνον ἐκ τοῦ Μηναίου ἄνευ Παρακλητικῆς (ὅρα ἔμπροσθεν γεν. τυπικὰς διατάξεις §§52-63). Ἀπόστολος τῶν ἁγίων, Σεπτ. 23 (Γαλ. δ´ 22-27)· Εὐαγγέλιον: ἡμέρας, Παρ. ιγ´ ἑβδ. Ματθ. (Μρ. δ´ 1-9).

10. Σάββατον πρὸ τῆς ὑψώσεως. Μηνοδώρας, Μητροδώρας, Νυμφοδώρας τῶν μαρτύρων (†305-311).

Ἀπόστολος –μετὰ προκειμένου τοῦ μηνολογίου– Σαβ. πρὸ τῆς ὑψώσεως, ὃν ζήτει Σαβ. ιγ´ ἑβδ. ἐπιστ., «Σοφίαν λαλοῦμεν ἐν τοῖς τελείοις» (Α´ Κορ. β´ 6-9)· Εὐαγγέλιον ὁμοίως, ὃ ζήτει Σαβ. ζ´ ἑβδ. Ματθ., «Ὁ φιλῶν πατέρα» (Μτθ. ι´ 37-ια´ 1).

11. † ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ. Θεοδώρας ὁσίας (†491). Εὐφροσύνου (θ´ αἰ.) τοῦ μαγείρου, Εὐανθίας μάρτυρος. Ἁγίας Θεοδώρας τῆς ἐν Βάστᾳ Ἀρκαδίας. Ἦχος δ´, ἑωθινὸν β´.

Τῇ αὐτῇ Κυριακῇ πρὸ τῆς Ὑψώσεως, συμφώνως τῇ ὑπ᾿ ἀριθμὸν 2556/5.7.1993 ἐγκυκλίῳ τῆς Ἱ. Συνόδου, μνήμην ἐπιτελοῦμεν τῶν μητροπολιτῶν καὶ ἐθνομαρτύρων Χρυσοστόμου Σμύρνης, Ἀμβροσίου Μοσχονησίων, Γρηγορίου Κυδωνιῶν, Προκοπίου Ἰκονίου, Εὐθυμίου Ζήλων καὶ τῶν σὺν αὐτοῖς ἀναιρεθέντων κατὰ τὴν μικρασιατικὴν καταστροφὴν μαρτύρων (1922). Ἡ ἀκολουθία αὐτῶν (ποίημα τοῦ ἀειμνήστου Μητροπολίτου Πατρῶν κυροῦ Νικοδήμου) ὑπάρχει ἐν ἰδιαιτέρᾳ φυλλάδι.

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Ἡ γέννησίς σου»· κοντάκιον «Ἰωακεὶμ καὶ Ἄννα».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», στιχηρὰ ἀναστάσιμα 6 καὶ τῆς ἑορτῆς προσόμοια 3 «Ἰωακεὶμ καὶ ἡ Ἄννα» κ.λπ. (ζήτει εἰς τὰ ἀπόστιχα τῆς 11ης τοῦ μηνὸς) εἰς 4, Δόξα, τὸ ἐν συνεχείᾳ ἰδιόμελον τῆς ἑορτῆς «Ἐν εὐσήμῳ ἡμέρᾳ», Καὶ νῦν, «Ὁ διὰ σὲ θεοπάτωρ».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, τὸ ἰδιόμελον τῆς ἑορτῆς «Εἰ καὶ θείῳ βουλήματι» (ζήτει εἰς τὴν 11ην τοῦ μηνὸς ὡς δοξαστικὸν τῶν ἑσπερίων).

ΑΠΟΛΥΤΙΚΙΑ «Τὸ φαιδρὸν τῆς ἀναστάσεως», Δόξα, Καὶ νῦν, «Ἡ γέννησίς σου, Θεοτόκε».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Ἡ γέννησίς σου, Θεοτόκε».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια «Τὸ φαιδρὸν τῆς ἀναστάσεως», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Ἡ γέννησίς σου, Θεοτόκε». [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα τῶν δύο στιχολογιῶν, ἀλλ᾿ ἀντὶ θεοτοκίων ἀνὰ ἓν τῆς ἑορτῆς. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (β´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ α´ τῆς ἑορτῆς ἄνευ εἱρμῶν· ἀπὸ γ´ ᾠδῆς τὸ μεθέορτον μεσῴδιον κάθισμα «Ἰούδα μεγαλύνθητι» (μεσῴδιον τῆς 11ης τοῦ μηνός)· ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον τῆς ἡμέρας.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμιωτέραν», «Μυστικὸς εἶ, Θεοτόκε».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ β´ ἀναστάσιμον «Τὸν λίθον θεωρήσασαι», καὶ τὸ μεθέορτον «Ἐκ τῆς ἀκάρπου σήμερον» (11 Σεπτ.).

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 4 καὶ τῆς κυρίας ἡμέρας τῆς ἑορτῆς προσόμοια 3 «Ὢ τοῦ παραδόξου θαύματος» κ.λπ. εἰς 4 μετὰ στίχων εἰς τὰ δύο τελευταῖα α´) «Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλίνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου», β´) «Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ», Δόξα, τὸ β´ ἑωθινὸν «Μετὰ μύρων», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα τῆς ἑορτῆς, ἀλλ᾿ εἰς τὸ β´ μετ᾿ ἐφυμνίου «Σῶσον ἡμᾶς... ὁ ἀναστάς» [ἢ τὰ τυπικὰ καὶ οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς 4 καὶ 4 ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ α´ κανόνος τῆς ἑορτῆς].

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστάς».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Τὸ φαιδρὸν τῆς ἀναστάσεως», «Ἡ γέννησίς σου, Θεοτόκε» καὶ τοῦ ναοῦ, κοντάκιον «Ἰωακεὶμ καὶ Ἄννα».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος –μετὰ τοῦ ἐν τῷ μηνολογίῳ προκειμένου– Κυρ. πρὸ τῆς ὑψώσεως, ὃν ζήτει Κυρ. κβ´ ἐπιστ., «Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα» (Γαλ. Ϛ´ 11-18)· Εὐαγγέλιον Κυρ. πρὸ τῆς ὑψώσεως, «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν» (Ἰω. γ´ 13-17).

Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

12. Δευτέρα. Ἀπόδοσις τοῦ γενεσίου τῆς Θεοτόκου. Αὐτονόμου ἱερομάρτυρος (†313)· Κουρνούτου ἱερομάρτυρος, ἐπισκόπου Ἰκονίου († γ´ αἰ.)· Θεοδώρου ἐπισκόπου Ἀλεξανδρείας.

Ἡ ἀκολουθία ψάλλεται ὡς ἔστι διατεταγμένη εἰς τὸ Μηναῖον τὴν α´ ἡμέραν τῆς ἑορτῆς, μετὰ τῶν κάτωθι διαφορῶν.

Εἰς τὸν ἑσπερινὸν καταλιμπάνονται τὸ «Μακάριος ἀνήρ», τὰ ἀναγνώσματα καὶ τὰ διὰ τὴν λιτὴν στιχηρά.

Εἰς τὸν ὄρθρον καταλιμπάνονται ὁ πολυέλεος μετὰ τοῦ καθίσματος αὐτοῦ καὶ τὸ Εὐαγγέλιον μετὰ τῆς τάξεως αὐτοῦ· ἀπὸ γ´ ᾠδῆς τῶν κανόνων, ἀντὶ τῆς ὑπακοῆς, τὸ μεσῴδιον κάθισμα «Ἡ παρθένος Μαριάμ»· ἀφ᾿ Ϛ´ τὸ κοντάκιον μετὰ τοῦ οἴκου τῆς ἑορτῆς καὶ τὸ συναξάριον τῆς 12ης Σεπτεμβρίου.

Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα καὶ εἰσοδικόν, ὡς ἐσημειώθησαν εἰς τὴν 8ην Σεπτεμβρίου. Ἀπολυτίκιον «Ἡ γέννησίς σου, Θεοτόκε» καὶ κοντάκιον «Ἰωακεὶμ καὶ Ἄννα». Ἀπόστολος: ἡμέρας, Δευτ. ιδ´ ἑβδ. ἐπιστ. (Β´ Κορ. ιβ´ 10-19)· Εὐαγγέλιον: προεόρτιον, ὃ ζήτει Δευτ. Ϛ´ ἑβδ. Ἰωάν. (Ἰω. ια´ 47-54). Εἰς τὸ Ἐξαιρέτως «Ἀλλότριον τῶν μητέρων». Κοινωνικὸν «Ποτήριον σωτηρίου»· «Εἴδομεν τὸ φῶς».

13. Τρίτη. Τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ἀναστάσεως (335) καὶ προεόρτιος τῆς ὑψώσεως τοῦ τιμίου Σταυροῦ. Κορνηλίου ἑκατοντάρχου (α´ αἰ.). Ἱεροθέου ὁσίου τοῦ ἐκ Καλαμάτας (†1745).

Ἡ ἀκολουθία ψάλλεται δίχα Παρακλητικῆς κατὰ τὴν διάταξιν τοῦ Μηναίου. Εἰς τὸν ἑσπερινὸν εἴσοδος μετὰ θυμιατοῦ. Εἰς τὸν ὄρθρον καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας». Εἰς τὴν λειτουργίαν κοντάκιον «Οὐρανὸς πολύφωτος». Ἀπόστολος: τῶν ἐγκαινίων, Σεπτ. 13, «Ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι» (Ἑβρ. γ´ 1-4)· Εὐαγγέλιον: ὁμοίως, Ἰουν. 29, «Ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας» (Μτθ. ιϚ´ 13-19). «Ἄξιον ἐστί». Κοινωνικὸν «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου· ἀλληλούια»· «Εἴδομεν τὸ φῶς».

14. Τετάρτη. † Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ. Μνήμη τῆς Ϛ´ Οἰκουμενικῆς Συνόδου τῆς ἐν Τρούλλῳ (680).

Εἰς τὴν θ´. Ἀπολυτίκια «Τὸν ζωοποιὸν σταυρόν», Δόξα, «Ὡς τοῦ ἄνω στερεώματος»· κοντάκιον «Οὐρανὸς πολύφωτος».

Ἡ ἑορτάσιμος ἀκολουθία τοῦ Σταυροῦ ψάλλεται ἅπασα ὡς ἀκριβῶς ἔχει ἐν τῷ Μηναίῳ.

Εἰς τὸν ἑσπερινὸν τὰ στιχηρὰ τῆς ἑορτῆς κ.λπ. ὡς ἐν τῷ Μηναίῳ· τὰ διὰ τὴν λιτὴν στιχηρὰ εἰς τὸ μεσονυκτικόν. Οἱ στίχοι τῶν ἀποστίχων πλήρεις ἔχουν ὡς ἑξῆς· «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιος ἐστὶ» καὶ «Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς». Τὸ ἀπολυτίκιον «Σῶσον, Κύριε, τὸν λαόν σου» ἐκ τρίτου εἴς τε τὸν ἑσπερινὸν καὶ τὸ «Θεὸς Κύριος». Ἀπόλυσις «Ὁ ἀναστὰς ἐκ νεκρῶν... δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, οὗ τὴν ὕψωσιν ἑορτάζομεν, προστασίαις τῶν τιμίων...»

Εἰς τὸν ὄρθρον ἅπαντα ὡς ἐν τῷ Μηναίῳ. Καταβασίαι «Σταυρὸν χαράξας»· ἡ θ´ ᾠδὴ τῶν δύο κανόνων ἄνευ στίχου, εἰ μὴ μόνον Δόξα, Καὶ νῦν εἰς τὰ δύο τελευταῖα τροπάρια, καὶ ἐν τέλει πάλιν οἱ δύο εἱρμοὶ «Μυστικὸς εἶ, Θεοτόκε», «Ὁ διὰ βρώσεως τοῦ ξύλου». Μετὰ τὴν μεγάλην δοξολογίαν [εἰς ἦχον δ´ (ἅγια)] ἐπακολουθεῖ

Ἡ τελετὴ τῆς ὑψώσεως τοῦ τιμίου Σταυροῦ

ΠΕΡΙΦΟΡΑ. Εἰς τὸ τέλος τῆς δοξολογίας οἱ μὲν χοροί, ἀφοῦ μεταβοῦν εἰς τὴν βορείαν πύλην τοῦ ἱεροῦ, ἄρχονται τοῦ ᾀσματικοῦ «Ἅγιος ὁ Θεός», ὁ δὲ πρὸ τῆς ἁγίας Τραπέζης ἱστάμενος ἱερεύς, ἀφοῦ θυμιάσῃ τὸν ἐπ᾿ αὐτῆς ἐν ηὐτρεπισμένῳ δίσκῳ μετὰ κλάδων βασιλικοῦ καὶ τριῶν ἀνημμένων κηρίων κείμενον τίμιον Σταυρόν, αἴρει τὸν δίσκον, θέτει αὐτὸν ἐπὶ τῆς κεφαλῆς καί, στραφεὶς περὶ τὴν ἁγίαν Τράπεζαν ἐκ δεξιῶν πρὸς τὰ ἀριστερά, ἐξέρχεται διὰ τῆς βορείας πύλης τοῦ ἱεροῦ, προπορευομένων αὐτοῦ κατὰ τάξιν τῶν λαμπαδούχων, τῶν φερόντων τὰ ἑξαπτέρυγα, τῶν χορῶν ψαλλόντων τὸ ᾀσματικὸν «Ἅγιος ὁ Θεὸς» μέχρι τέλους τῆς περιφορᾶς καὶ τῶν μετὰ θυμιατῶν θυμιώντων τὸν τίμιον Σταυρόν.

Α´ ΥΨΩΣΙΣ. Ὁ ἱερεὺς φέρει τὸν Σταυρὸν εἰς τὸ μέσον τοῦ ναοῦ –συνήθως εἰς τὸν σολέα–, ἔνθα περιελθὼν κύκλῳ τρὶς ηὐτρεπισμένον τετραπόδιον ἵσταται πρὸ αὐτοῦ βλέπων πρὸς ἀνατολὰς καὶ ὑψῶν ἀπὸ τῆς κεφαλῆς τὸν δίσκον, ἐκφωνεῖ «Σοφία· ὀρθοί», ἀποθέμενος δ᾿ αὐτὸν ἐπὶ τοῦ τετραποδίου, θυμιᾷ κύκλῳ αὐτοῦ σταυροειδῶς, ψάλλων «Σῶσον, Κύριε, τὸν λαόν σου», ὃ ἐπαναλαμβάνει ἕκαστος τῶν χορῶν ἀνὰ μίαν.

Α´ ΠΡΟΣΚΥΝΗΣΙΣ. Ἀκολούθως ὁ ἱερεὺς ἀφοῦ ποιήσῃ μετανοίας τρεῖς, λαμβάνει ἀνὰ χεῖρας μετὰ κλάδων βασιλικοῦ τὸν τίμιον Σταυρὸν καὶ βλέπων πρὸς ἀνατολὰς ὑψοῖ αὐτὸν λέγων «Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον»· οἱ χοροὶ τὸ «Κύριε, ἐλέησον» ἑκατόν, ἐνῷ ὁ ἱερεὺς σφραγίσας τρὶς μετὰ τοῦ τιμίου Σταυροῦ κλίνει τὴν κεφαλὴν ἠρέμα, κύπτει ὅσον σπιθαμὴν ἀπέχεσθαι ἀπὸ τῆς γῆς καὶ κατὰ μικρόν, ἄχρι πληρώσεως τῆς α´ ἑκατοντάδος, ἀνίσταται.

Β´ ΠΡΟΣΚΥΝΗΣΙΣ. Εἶτα, ἀφοῦ στραφῇ ἐπὶ τὰ δεξιά, ἵσταται βλέπων πρὸς βορρᾶν καὶ ὑψοῖ τὸν τίμιον Σταυρὸν λέγων «Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ ἐν τῷ κράτει ἡμῶν, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτὸ ἐν πᾶσιν»· οἱ χοροὶ τὸ «Κύριε, ἐλέησον» ἑκατόν, ἐνῷ ὁ ἱερεὺς σφραγίσας καὶ πάλιν τρὶς μετὰ τοῦ τιμίου Σταυροῦ, κλίνει τὴν κεφαλὴν κ.λπ., καὶ κατὰ μικρὸν ἀνίσταται ἄχρι πληρώσεως τῆς β´ ἑκατοντάδος.

Γ´ ΠΡΟΣΚΥΝΗΣΙΣ. Εἶτα, στραφεὶς ἐπὶ δεξιά, ἵσταται βλέπων πρὸς δυσμὰς καὶ ὑψοῖ τὸν τίμιον Σταυρόν, ἐκφωνῶν «Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου... καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος»· οἱ χοροὶ τὴν γ´ ἑκατοντάδα, κ.τ.λ. ὡς προεγράφησαν.

Δ´ ΠΡΟΣΚΥΝΗΣΙΣ. Αὖθις ὁ ἱερεὺς στραφεὶς ἐπὶ τὰ δεξιά, ἵσταται βλέπων πρὸς νότον καὶ ὑψοῖ τὸν τίμιον Σταυρὸν λέγων «Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, ἐπιτρόπων, ἐνοριτῶν καὶ συνδρομητῶν τῆς ἁγίας ἐκκλησίας ταύτης σὺν γυναιξὶ καὶ τοῖς τέκνοις αὐτῶν»· οἱ χοροὶ τὴν δ´ ἑκατοντάδα, κ.τ.λ. ὡς προεγράφησαν.

Ε´ ΠΡΟΣΚΥΝΗΣΙΣ. Τέλος ὁ ἱερεὺς στρέφεται ἐπὶ τὰ δεξιά, ἵσταται βλέπων πρὸς ἀνατολὰς καὶ ὑψοῖ τὸν τίμιον Σταυρόν, ἐκφωνῶν «Ἔτι δεόμεθα ὑπὲρ πάσης ψυχῆς χριστιανῶν ὀρθοδόξων, ὑγείας τε καὶ σωτηρίας καὶ ἀφέσεως τῶν ἁμαρτιῶν αὐτῶν»· οἱ χοροὶ τὴν ε´ ἑκατοντάδα, κ.τ.λ. ὡς προεγράφησαν.

ΚΥΡΙΑ ΥΨΩΣΙΣ. Μετὰ ταῦτα γίνεται ἡ κυρίως ὕψωσις· ὁ ἱερεὺς ἱστάμενος πρὸ τοῦ τετραποδίου καὶ βλέπων πρὸς ἀνατολὰς ὑψοῖ τὸν τίμιον Σταυρὸν ψάλλων τὸ κοντάκιον «Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ ἑκουσίως», εὐλογεῖ μετὰ τοῦ τιμίου Σταυροῦ τὸν λαόν, ἀποθέτει αὐτὸν ἐπὶ τοῦ δίσκου καὶ προσκυνεῖ αὐτόν, ψάλλων «Τὸν σταυρόν σου προσκυνοῦμεν, δέσποτα, καὶ τὴν ἁγίαν σου ἀνάστασιν δοξάζομεν», ὃ ἐπαναλαμβάνει ἕκαστος τῶν χορῶν ἀνὰ μίαν· εἶθ᾿ οὕτως οἱ χοροὶ τὰ ἰδιόμελα «Δεῦτε, πιστοὶ» κ.λπ.· τούτων ψαλλομένων, προσέρχεται ὁ λαὸς εἰς προσκύνησιν τοῦ τιμίου Σταυροῦ, ἧς πληρωθείσης, ὁ β´ χορὸς ψάλλει τὸ ἀπολυτίκιον «Σῶσον, Κύριε, τὸν λαόν σου» ἅπαξ.

Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα τὰ τῆς ἑορτῆς.

ΕΙΣΟΔΙΚΟΝ «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιος ἐστί. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ σαρκὶ σταυρωθείς, ψάλλοντάς σοι ἀλληλούια».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ μόνον τὸ ἀπολυτίκιον «Σῶσον, Κύριε, τὸν λαόν σου» καὶ τὸ κοντάκιον «Ὁ ὑψωθείς». Ἀντὶ τρισαγίου, «Τὸν σταυρόν σου προσκυνοῦμεν».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος τῆς ἑορτῆς, «Ὁ λόγος ὁ τοῦ σταυροῦ» (Α´ Κορ. α´ 18-24)· Εὐαγγέλιον ὁμοίως, «Συμβούλιον ἐποίησαν οἱ ἀρχιερεῖς» (Ἰω. ιθ´ 6-11, 13-20, 25-28, 30-35).

Καθεξῆς ἡ θ. λειτουργία τοῦ ἱ. Χρυσοστόμου· εἰς τὸ Ἐξαιρέτως «Μυστικὸς εἶ, Θεοτόκε».

ΚΟΙΝΩΝΙΚΟΝ «Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· ἀλληλούια»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Σῶσον, Κύριε, τὸν λαόν σου». Ἀπόλυσις ὡς εἰς τὸν ἑσπερινόν.

Εἰδήσεις. 1. Ἐν τῇ τραπέζῃ νηστεία.

2. Ἀπὸ αὔριον μέχρι τῆς 20ῆς τοῦ μηνὸς Σεπτεμβρίου, τῶν κανόνων τοῦ Μηναίου προτάσσεται ὁ τῆς ἑορτῆς. Ἐπίσης εἰς τὴν λειτουργίαν ἄχρι τῆς 20ῆς τοῦ μηνὸς ἀντίφωνα τῆς ἑορτῆς, εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ σαρκὶ σταυρωθεὶς» καὶ κοντάκιον «Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ».

15. Πέμπτη. Νικήτα μεγαλομάρτυρος (†372). Φιλοθέου ὁσίου (ι´ αἰ.), Πορφυρίου τοῦ ἀπὸ μίμων, Βησσαρίωνος Λαρίσης, Συμεὼν Θεσσαλονίκης (†1429), Ἰωάννου νεομάρτ. τοῦ Κρητός (†1811).

Εἰς τὰς μεθεόρτους καθημερινὰς ἡ ἀκολουθία ψάλλεται μόνον ἐκ τοῦ Μηναίου (ὅρα ἔμπροσθεν γεν. τυπικὰς διατάξεις §§52-63). Ἐν τῷ ἑσπερινῷ τῆς σήμερον γίνεται εἴσοδος καὶ ψάλλεται τὸ μέγα προκείμενον «Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ», μετὰ τῶν στίχων αὐτοῦ· ἀπολυτίκια «Ὁ μάρτυς σου, Κύριε», Δόξα, Καὶ νῦν, τὸ τῆς ἑορτῆς. Ἀπόστολος: ἡμέρας, Πέμ. ιδ´ ἑβδ. ἐπιστ. (Γαλ. α´ 1-3, 20-β´ 5)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. ιδ´ ἑβδ. Ματθ. (Μρ. ε´ 1-20).

16. Παρασκευή. Εὐφημίας μεγαλομάρτυρος τῆς πανευφήμου (†304).

Ἡ ἀκολουθία ψάλλεται ἡμιεορτάσιμος ὡς ἐν τῷ Μηναίῳ, ἤ τοι εἰς τὸν ἑσπερινὸν ἄνευ εἰσόδου καὶ εἰς τὸν ὄρθρον ἄνευ καταβασιῶν καὶ ἄνευ μεγάλης δοξολογίας· εἰς τὴν λειτουργίαν Ἀπόστολος: ἡμέρας, Παρ. ιδ´ ἑβδ. ἐπιστ. (Γαλ. β´ 6-10)· Εὐαγγέλιον: ἡμέρας, Παρ. ιδ´ ἑβδ. Ματθ. (Μρ. ε´ 22-24, 35-Ϛ´ 1).

Εἶναι δυνατὸν ὅμως [εἰς τὸν ἑσπερινόν νὰ γίνῃ εἴσοδος], εἰς τὸν ὄρθρον [νὰ ψαλοῦν καταβασίαι, καὶ] μετὰ τοὺς αἴνους νὰ παραλειφθοῦν τὰ ἀπόστιχα καὶ νὰ ψαλῇ δοξολογία μεγάλη, ὁπότε εἰς τὴν λειτουργίαν ἀναγινώσκονται Ἀπόστολος τῆς ἁγίας, Κυρ. ιϚ´ ἐπιστ. (Β´ Κορ. Ϛ´ 1-10), καὶ Εὐαγγέλιον ὁμοίως, Δευτ. δ´ ἑβδ. Λουκᾶ (Λκ. ζ´ 36-50)· κοινωνικὸν «Εἰς μνημόσυνον».

17. Σάββατον μετὰ τὴν ὕψωσιν. Σοφίας καὶ τῶν τριῶν θυγατέρων αὐτῆς Πίστεως, Ἀγάπης καὶ Ἐλπίδος, μαρτύρων (†137).

Ἐν τῷ ἑσπερινῷ ἡ ἀκολουθία ψάλλεται κατὰ τὴν τάξιν τοῦ Μηναίου· δὲν γίνεται εἴσοδος.

Ἐν τῷ ὄρθρῳ ὡς ἐν τῷ Μηναίῳ, ἄνευ καταβασιῶν, ἀλλὰ μόνον οἱ 4 εἱρμοὶ τοῦ Μηναίου κατὰ τὴν τάξιν αὐτῶν· στιχολογοῦμεν «Τὴν τιμιωτέραν» καὶ εἶτα ὁ εἱρμὸς «Τύπον τῆς ἁγνῆς λοχείας σου». Μετὰ τὰ ἐξαποστειλάρια [καὶ τοὺς ψαλμοὺς τῶν αἴνων], «Σοὶ δόξα πρέπει», ἡ (μικρὰ) δοξολογία χῦμα κ.τ.λ. ὡς συνήθως. Εἰς τὸν στίχον τῶν αἴνων ὡς ἐν τῷ Μηναίῳ. «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι», τρισάγιον κ.λπ. καὶ τὸ ἀπολυτίκιον «Σῶσον, Κύριε».

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν. Εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ σαρκὶ σταυρωθείς». Μετὰ τὴν εἴσοδον ἀπολυτίκια «Σῶσον, Κύριε, τὸν λαόν σου» καὶ τοῦ ναοῦ, κοντάκιον «Ὁ ὑψωθείς». Ἀπόστολος: Σαβ. μετὰ τὴν ὕψωσιν, Σαβ. ιβ´ ἑβδ. ἐπιστ., «Βλέπετε τὴν κλῆσιν ὑμῶν» (Α´ Κορ. α´ 26-β´ 5)· Εὐαγγέλιον: ὁμοίως, Παρ. δ´ ἑβδ. Ἰωάν., «Ἐγὼ ὑπάγω καὶ ζητήσατέ με» (Ἰω. η´ 21-30). Κοινωνικὸν «Ἀγαλλιᾶσθε, δίκαιοι».

Σημείωσις. Εἰς τοὺς πανηγυρίζοντας ἱεροὺς ναοὺς ἡ ἀκολουθία τῆς μάρτυρος Σοφίας ψάλλεται ἐκ τῆς ἰδιαιτέρας αὐτῆς φυλλάδος μετὰ τῶν μεθεόρτων.

Ἀπολυτίκιον· ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Ἐν ταῖς μάρτυσι λάμπεις Σοφία ἔνδοξε, καὶ στεφάνοις τῆς νίκης περικοσμεῖσαι λαμπροῖς· δι᾿ ὃ ἐν ὕμνοις καὶ ᾠδαῖς εὐφημοῦμέν σε, ὅτι θυγάτρια σεμνὰ τῷ μαρτυρίῳ ὁδηγεῖς, Ἀγάπην Πίστιν Ἐλπίδα· μεθ᾿ ὧν μὴ παύσῃ πρεσβεύειν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

18. † ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ. Εὐμενίου ἐπισκόπου Γορτύνης Κρήτης (ζ´ αἰ.). Ἦχος πλ. α´, ἑωθινὸν γ´.

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Σῶσον, Κύριε τὸν λαόν σου»· κοντάκιον «Ὁ ὑψωθείς».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα στιχηρὰ 6 καὶ μεθέορτα 3 «Τὸ ἀνυψούμενον ξύλον» κ.λπ. εἰς 4, Δόξα, μεθέορτον «Τοῦ τιμίου σταυροῦ σου» (18 Σεπτ.), Καὶ νῦν, τὸ α´ θεοτοκίον τοῦ ἤχου «Ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, μεθέορτον «Σήμερον ξύλον ἐφανερώθη» (18 Σεπτ.)

ΑΠΟΛΥΤΙΚΙΑ «Τὸν συνάναρχον Λόγον», Δόξα, Καὶ νῦν, «Σῶσον, Κύριε, τὸν λαόν σου».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Σῶσον, Κύριε, τὸν λαόν σου».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια «Τὸν συνάναρχον Λόγον», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Σῶσον, Κύριε, τὸν λαόν σου». [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα τῶν δύο στιχολογιῶν, ἀλλ᾿ ἀντὶ θεοτοκίων ἀνὰ ἓν τῆς ἑορτῆς. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (γ´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος καὶ ὁ τῆς ἑορτῆς (14 Σεπτ.)· ἀπὸ γ´ ᾠδῆς τὸ μεσῴδιον κάθισμα τῆς ἑορτῆς «Ἐν παραδείσῳ με τὸ πρίν» (14 Σεπτ. μετὰ τὴν γ´ ᾠδήν)· ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμιωτέραν», «Μυστικὸς εἶ, Θεοτόκε, παράδεισος».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ γ´ ἀναστάσιμον «Ὅτι Χριστὸς ἐγήγερται», καὶ τῆς ἑορτῆς «Σταυρὸς ὁ φύλαξ» (βλέπε 14 Σεπτ.).

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 4, καὶ τῆς κυρίας ἡμέρας τῆς ἑορτῆς (14 Σεπτ.) προσόμοια 3 «Ὢ τοῦ παραδόξου θαύματος» κ.λπ. εἰς 4, μετὰ στίχων εἰς τὰ δύο τελευταῖα α´) «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιος ἐστί», β´) «Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς», Δόξα, τὸ γ´ ἑωθινὸν «Τῆς Μαγδαληνῆς Μαρίας», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).

Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν ὡς ἐν τῇ α´ ἡμέρᾳ τῆς ἑορτῆς [ἢ τὰ τυπικὰ καὶ οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς 4 καὶ 4 ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ κανόνος τῆς ἑορτῆς].

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν... Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι ἀλληλούια».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Τὸν συνάναρχον Λόγον», «Σῶσον, Κύριε, τὸν λαόν σου», καὶ τοῦ ναοῦ· κοντάκιον «Ὁ ὑψωθείς».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: Κυριακῆς μετὰ τὴν ὕψωσιν, ζήτει Κυρ. κα´ ἐπιστολῶν, «Εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος» (Γαλ. β´ 16-20)· Εὐαγγέλιον ὁμοίως, ζήτει Κυρ. γ´ νηστ., «Ὅς τις θέλει ὀπίσω μου ἐλθεῖν» (Μρ. η´ 34-θ´ 1).

Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

19. Δευτέρα. Τροφίμου, Σαββατίου καὶ Δορυμέδοντος μαρτύρων (†276).

Ἀπόστολος: ἡμέρας, Δευτ. ιε´ ἑβδ. ἐπιστ. (Γαλ. β´ 11-16)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. α´ ἑβδ. Λουκᾶ (Λκ. γ´ 19-22).

20. Τρίτη. † Εὐσταθίου μεγαλομάρτυρος καὶ τῆς συνοδείας αὐτοῦ (†118). Ἱλαρίωνος Κρητὸς νεομάρτυρος (†1804).

Ἡ ἀκολουθία ψάλλεται κατὰ τὴν τάξιν τοῦ Μηναίου. Εἰς τὸν ἑσπερινὸν ἄνευ εἰσόδου. Εἰς τὸν ὄρθρον ἄνευ καταβασιῶν καὶ ἄνευ δοξολογίας μεγάλης. Εἰς τὴν λειτουργίαν Ἀπόστολος: ἡμέρας, Τρ. ιε´ ἑβδ. ἐπιστ. (Γαλ. β´ 21-γ´ 7)· Εὐαγγέλιον: ἡμέρας, Τρίτης α´ ἑβδ. Λουκᾶ (Λκ. γ´ 23-δ´ 1).

21. Τετάρτη. Ἀπόδοσις τῆς ὑψώσεως τοῦ τιμίου Σταυροῦ. Κοδράτου ἱερομάρτυρος ἐπισκόπου Ἀθηνῶν (†130)· Ἰωνᾶ προφήτου (880 π.Χ.).

Εἰς τὴν θ´. Ἀπολυτίκια «Σῶσον, Κύριε, τὸν λαόν σου», Δόξα «Οἱ μάρτυρές σου, Κύριε»· κοντάκιον «Ὁ ὑψωθείς».

Εἴδησις. Ἐπειδὴ σήμερον ἀποδίδεται ἡ ἑορτὴ τοῦ τ. Σταυροῦ, ἡ ἀκολουθία τοῦ ἁγίου Κοδράτου ψάλλεται τῇ 22ᾳ μετὰ τῆς τοῦ ἱερομάρτυρος Φωκᾶ.

Ἡ ἀκολουθία ψάλλεται ὡς ἔστι διατεταγμένη εἰς τὸ Μηναῖον κατὰ τὴν κυρίαν ἡμέραν τῆς ἑορτῆς μετὰ τῶν ἐφεξῆς διαφορῶν.

Εἰς τὸν ἑσπερινὸν καταλιμπάνονται τὸ Ψαλτήριον, τὰ ἀναγνώσματα καὶ τὰ διὰ τὴν λιτὴν στιχηρά.

Εἰς τὸν ὄρθρον καταλιμπάνονται ὁ πολυέλεος καὶ τὸ κάθισμα αὐτοῦ, τὸ Εὐαγγέλιον μετὰ τῆς τάξεως αὐτοῦ, καὶ ἡ μετὰ τὴν δοξολογίαν τελετὴ τῆς ὑψώσεως τοῦ τιμίου Σταυροῦ. Συναξάριον ἀναγινώσκεται τὸ τῆς 21ης τοῦ μηνός. Αἱ ἀπολύσεις ἄνευ τοῦ χαρακτηριστικοῦ «Ὁ ἀναστὰς» διὰ τὸ μὴ λέγεσθαι ἐν τῷ ὄρθρῳ σήμερον τὸ «Ἀνάστασιν Χριστοῦ θεασάμενοι».

Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα, εἰσοδικόν, ἀπολυτίκιον καὶ κοντάκιον ὡς ἐν τῇ ἑορτῇ. Τρισάγιον. Προκείμενον τῆς ἑορτῆς (διὰ τὴν ἀπόδοσιν αὐτῆς)· Ἀπόστολος: ἡμέρας, Τετ. ιε´ ἑβδ. ἐπιστ. (Γαλ. γ´ 15-22)· Εὐαγγέλιον ἡμέρας, Τετ. α´ ἑβδ. Λουκᾶ (Λκ. δ´ 1-15). Πάντα δὲ τὰ λοιπὰ ὡς ἐν τῇ ἑορτῇ, ἀλλ᾿ εἰς τὸ Ἐξαιρέτως «Ὁ διὰ βρώσεως τοῦ ξύλου».

Εἰδήσεις. 1. Ἀπὸ αὔριον μέχρι τῆς 19ης Νοεμβρίου ἐπαναλαμβάνεται ἡ χρῆσις τῆς Παρακλητικῆς ἐν ταῖς καθημεριναῖς.

2. Ἀπὸ αὔριον μέχρι τῆς 7ης Νοεμβρίου κοντάκιον εἰς τὴν λειτουργίαν «Προστασία»· ἐὰν τυχὸν ἑορτάζεται ἅγιος, καταβασίαι εἰς τὸν ὄρθρον «Ἀνοίξω τὸ στόμα μου».

22. Πέμπτη. Φωκᾶ ἱερομάρτυρος, ἐπισκόπου Σινώπης (†117). Φωκᾶ τοῦ κηπουροῦ (†320), Ἰσαὰκ καὶ Μαρτίνου μαρτύρων.

Διὰ τὰς ἐν καθημερινῇ ἀκολουθίας μετὰ Παρακλητικῆς βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§1-32. Ἀπόστολος: ἡμέρας, Πέμ. ιε´ ἑβδ. ἐπιστ. (Γαλ. γ´ 23-δ´ 5)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. α´ ἑβδ. Λουκᾶ (Λκ. δ´ 16-22).

23. Παρασκευή. Ἡ σύλληψις τοῦ Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Ῥαΐδος μάρτυρος, Ξανθίππης καὶ Πολυξένης ὁσίων (†109), Νικολάου νεομ. τοῦ Καρπενησιώτου (†1672), Ἰωάννου νεομάρτ. τοῦ ἐκ Κονίτσης (†1814).

Ὁ ἥλιος εἰσέρχεται εἰς τὸν Ζυγόν. Ἀρχὴ τοῦ φθινοπώρου.

Ἡ ἀκολουθία ὡς ἐν τῷ Μηναίῳ, ἄνευ Παρακλητικῆς. Εἰς τὸν ἑσπερινὸν γίνεται εἴσοδος. Εἰς τὸν ὄρθρον κανόνες, ὁ τῆς Θεοτόκου «Ὑγρὰν διοδεύσας» καὶ ὁ τοῦ προδρόμου μετὰ στίχου «Προφῆτα τοῦ Χριστοῦ»· καταβασίαι οἱ εἱρμοὶ «Ἀνοίξω τὸ στόμα μου». Εἰς τὴν λειτουργίαν κοντάκιον «Προστασία»· Ἀπόστολος τοῦ Προδρόμου, Σεπτ. 23, «Ἀβραὰμ δύο υἱοὺς ἔσχεν» (Γαλ. δ´ 22-27)· Εὐαγγέλιον ὁμοίως, «Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου» (Λκ. α´ 5-25). Κοινωνικὸν «Εἰς μνημόσυνον».

24. Σάββατον. Θέκλης μεγαλομάρτυρος, Θεοτόκου τῆς «Μυρτιδιωτίσσης» ἐν Κυθήροις. Σιλουανοῦ τοῦ Ἀθωνίτου.

Ἂν δὲν ὑπάρχῃ ἰδιαιτέρα φυλλὰς τῆς Θεοτόκου, ἡ ἀκολουθία τοῦ Σαββάτου ψάλλεται μὲ «Θεὸς Κύριος» κατὰ τὴν τάξιν τοῦ Μηναίου μετὰ Παρακλητικῆς (βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§31-44). Ἀπόστολος: τῆς μεγαλομάρτυρος, λγ´ Κυρ. ἐπιστ. (Β´ Τιμ. γ´ 10-15)· Εὐαγγέλιον: τῆς ἡμέρας, Σαβ. α´ ἑβδ. Λουκᾶ (Λκ. δ´ 31-36).

Εἰδήσεις. 1. Ἔνθα τιμᾶται ἡ μεγαλομάρτυς, ἀλλὰ δὲν ὑπάρχει ἰδιαιτέρα φυλλὰς αὐτῆς, μετὰ τοὺς αἴνους παραλείπονται τὰ ἀπόστιχα καὶ λέγεται δοξολογία μεγάλη, ἐν δὲ τῇ λειτουργίᾳ Εὐαγγέλιον τῆς ἁγίας, Σαβ. ιζ´ ἑβδ. (Μτθ. κε´ 1-13).

2. Ἐὰν ὑπάρχῃ ἀκολουθία τῆς Μυρτιδιωτίσσης, κατὰ τὸ Τ.Μ.Ε. συμψάλλεται μετὰ τῆς ἁγίας Θέκλης καὶ προηγεῖται ταύτης, ἐν δὲ τῇ λειτουργίᾳ ἀναγινώσκεται Ἀπόστολος τῆς ἁγίας καὶ Εὐαγγέλιον τῆς Θεοτόκου.

3. Εἰς τοὺς πανηγυρίζοντας σήμερον ναοὺς τῆς Μυρτιδιωτίσσης ψάλλεται μόνη ἡ ἀκολουθία αὐτῆς μετὰ καταβασιῶν τοὺς εἱρμοὺς «Πεποικιλμένη τῇ θείᾳ δόξῃ», Ἀναγνώσματα τὰ τῆς 8ης Σεπτ. (Φιλιπ. β´ 5-11· Λκ. ι´ 38-42, ια´ 27-28).

Ἀπολυτίκιον Μυρτιδιωτίσσης. Ἦχος δ´. «Ταχὺ προκατάλαβε».

«Λαοὶ νῦν κροτήσωμεν δεῦτε τὰς χεῖρας πιστῶς, καὶ ᾄσωμεν ᾄσμασι τῇ θεομήτορι, ἐν πόθῳ κραυγάζοντες· χαῖρε ἡ προστασία πάντων τῶν δεομένων, χαῖρε ἡ σωτηρία τῶν τιμώντων σε πόθῳ, χαῖρε ἡ τῷ παραλύτῳ τὴν ἴασιν βραβεύσασα».

25. † ΚΥΡΙΑΚΗ ΙΕ´ (Α´ ΛΟΥΚΑ). Εὐφροσύνης ὁσίας καὶ Παφνουτίου τοῦ πατρὸς αὐτῆς (ε´ αἰ.). Ἦχος πλ. β´, ἑωθινὸν δ´.

Εἰς τὴν θ´. Ἐὰν ἐψάλη χθὲς ἡ ἀκολουθία τῆς Μυρτιδιωτίσσης, ἀπολυτίκιον καὶ κοντάκιον τῆς Θεοτόκου· ἄλλως τὰ τῆς ἁγίας.

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ» ἀναστάσιμα 6 καὶ τοῦ Μηναίου προσόμοια 3 εἰς 4, Δόξα, τοῦ Μηναίου «Τὸ καθαρὸν τῆς ἁγνείας σου», Καὶ νῦν, «Τίς μὴ μακαρίσει σε».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, τὸ θεοτοκίον αὐτῶν «Ὁ ποιητὴς καὶ λυτρωτής μου».

ΑΠΟΛΥΤΙΚΙΑ «Ἀγγελικαὶ δυνάμεις», Δόξα, «Ἐν σοί, μῆτερ, ἀκριβῶς», Καὶ νῦν, «Ὁ δι᾿ ἡμᾶς γεννηθείς».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἡ ὑπακοὴ τοῦ ἤχου.

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια. [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα (ἀλλ᾿ εἰς τὸ Καὶ νῦν τῆς α´ στιχολογίας τὸ α´ θεοτοκίον τοῦ ἤχου «Ὁ τὴν εὐλογημένην»). Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (δ´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος (μετὰ τῶν εἱρμῶν), καὶ ὁ α´ τοῦ Μηναίου. Ἀπὸ γ´ ᾠδῆς, τὸ μεσῴδιον τοῦ Μηναίου κάθισμα, Δόξα, Καὶ νῦν, τὸ θεοτοκίον· ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Ἀνοίξω τὸ στόμα μου»· «Τὴν τιμιωτέραν», «Ἅπας γηγενής».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ δ´ ἀναστάσιμον «Ταῖς ἀρεταῖς ἀστράψαντες», τῆς ἁγίας «Τὸν ἄρχοντα διέλαθες» καὶ θεοτοκίον ὅμοιον «Θρόνοι καὶ κυριότητες».

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 8, Δόξα, τὸ δ´ ἑωθινὸν «Ὄρθρος ἦν βαθύς», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ μετὰ μακαρισμῶν] (βλέπε ἔμπροσθεν γεν. τυπ. διατάξεις §§64-66).

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Ἀγγελικαὶ δυνάμεις», «Ἐν σοί, μῆτερ, ἀκριβῶς» καὶ τοῦ ναοῦ, κοντάκιον «Προστασία».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: Κυρ. ιε´ ἐπιστ., «Ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι» (Β´ Κορ. δ´ 6-15)· Εὐαγγέλιον Κυρ. α´ Λουκᾶ, «Ἑστὼς ὁ Ἰησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ» (Λκ. ε´ 1-11).

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

26. Δευτέρα. † Ἡ μετάστασις τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου τοῦ θεολόγου. Γεδεὼν τοῦ δικαίου (1350 π.Χ.). Ἀνάμνησις τῆς ἐπιστροφῆς τῆς τιμίας κάρας τοῦ ἀποστόλου Ἀνδρέου ἀπὸ Ῥώμης εἰς Πάτρας (26.9.64) καὶ τῶν ἐγκαινίων τοῦ νέου ἱ. ναοῦ αὐτοῦ ἐν Πάτραις (26.9.74).

Ἡ ἀκολουθία ἅπασα ὡς ἐν τῷ Μηναίῳ. Τὰ διὰ τὴν λιτὴν στιχηρὰ εἰς τὸ μεσονυκτικόν. Τὸ ἀπολυτίκιον τοῦ εὐαγγελιστοῦ εἰς μὲν τὸν ἑσπερινὸν καὶ μετὰ τὴν μεγ. δοξολογίαν ἅπαξ, εἰς δὲ τὸ «Θεὸς Κύριος» δίς (μετὰ τοῦ Δόξα), καὶ τὸ θεοτοκίον. Εὐαγγέλιον ὄρθρου –ἐκ τῶν βημοθύρων– τὸ ια´ ἑωθινὸν «Ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς» (Ἰω. κα´ 1, 15-25). Οἱ κανόνες τοῦ Μηναίου. Καταβασίαι οἱ εἱρμοὶ «Ἀνοίξω τὸ στόμα μου»· «Τὴν τιμιωτέραν». Εἰς τὴν λειτουργίαν, μετὰ τὴν εἴσοδον ἀπολυτίκια «Ἀπόστολε Χριστῷ» καὶ τοῦ ναοῦ, κοντάκιον «Προστασία». Προκείμενον καὶ ἀλληλουιάριον ἀποστολικά· Ἀπόστολος: τοῦ εὐαγγελιστοῦ, 26 Σεπτ., «Θεὸν οὐδεὶς πώποτε τεθέαται» (Α´ Ἰω. δ´ 12-19)· Εὐαγγέλιον: ὁμοίως, «Εἱστήκεισαν παρὰ τῷ σταυρῷ» (Ἰω. ιθ´ 25-27, κα´ 24-25). Κοινωνικὸν «Εἰς πᾶσαν τὴν γῆν»· καὶ τὰ λοιπὰ ὡς συνήθως.

27. Τρίτη. Καλλιστράτου μάρτυρος (†304)· Ἀριστάρχου ἀποστόλου, Ἀκυλίνης νεομάρτυρος (†1764).

Ἀπόστολος: ἡμέρας, Τρ. ιϚ´ ἑβδ. ἐπιστ. (Γαλ. ε´ 11-21)· Εὐαγγέλιον: ἡμέρας, Τρ. β´ ἑβδ. Λουκᾶ (Λκ. ε´ 12-16).

28. Τετάρτη. Χαρίτωνος ὁμολογητοῦ (†350). Βαροὺχ τοῦ προφήτου (600 π.Χ.).

Ἀπόστολος: ἡμέρας, Τετ. ιϚ´ ἑβδ. ἐπιστ. (Γαλ. Ϛ´ 2-10)· Εὐαγγέλιον: ἡμέρας, Τετ. β´ ἑβδ. Λουκᾶ (Λκ. ε´ 33-39).

29. Πέμπτη. Κυριακοῦ ὁσίου (†556). Πετρωνίας μάρτυρος.

Ἀπόστολος: ἡμέρας, Πέμ. ιϚ´ ἑβδ. ἐπιστ. (Ἐφ. α´ 1-9)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. β´ ἑβδ. Λουκᾶ (Λκ. Ϛ´ 12-19).

30. Παρασκευή. Γρηγορίου ἱερομάρτυρος, ἐπισκόπου τῆς Μεγάλης Ἀρμενίας, τοῦ φωτιστοῦ (†335). Ῥιψιμίας καὶ Γαϊανῆς καὶ τῶν μετ᾿ αὐτῶν 32 μαρτύρων γυναικῶν.

Ἀπόστολος: ἡμέρας, Παρ. ιϚ´ ἑβδ. ἐπιστ. (Ἐφεσ. α´ 7-17)· Εὐαγγέλιον: ἡμέρας, Παρ. β´ ἑβδ. Λουκᾶ (Λκ. Ϛ´ 17-23).