ΜΗΝ ΑΥΓΟΥΣΤΟΣ
ἔχων ἡμέρας τριάκοντα μίαν
Ἡ ἡμέρα ἔχει ὥρας 13 καὶ ἡ νὺξ ὥρας 11
1. Δευτέρα. ῾Η πρόοδος τοῦ τιμίου Σταυροῦ, ἤ τοι ἡ ἔξοδος αὐτοῦ ἐκ τοῦ ἱεροῦ παλατίου εἰς τὴν Πόλιν· τῶν ἁγίων ἑπτὰ παίδων Μακκαβαίων, Σολομονῆς τῆς μητρὸς αὐτῶν καὶ Ἐλεαζάρου τοῦ διδασκάλου αὐτῶν (166 π.Χ.). Ἐλέσης ὁσιομάρτυρος τῆς ἐν Κυθήροις (τυπικὸν 1ης Αὐγούστου §§4-6).
Ἀρχὴ τῆς νηστείας τοῦ δεκαπενταυγούστου
Ἡ ἀκολουθία, ἑορτάσιμος οὖσα, ψάλλεται δίχα Παρακλητικῆς, ὡς ἀκριβῶς ἔχει εἰς τὸ Μηναῖον. Εἰς τὸν ἑσπερινὸν γίνεται εἴσοδος μετὰ θυμιατοῦ. Τὸ ἀπολυτίκιον τῶν ἁγίων (εἰς τὸ «Θεὸς Κύριος» δὶς μετὰ τοῦ Δόξα), Δόξα, Καὶ νῦν, τοῦ Σταυροῦ. Εἰς τὸν ὄρθρον μόνον οἱ δύο κανόνες τοῦ Μηναίου· καταβασίαι (μόνον σήμερον) οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμιωτέραν», «Μυστικὸς εἶ, Θεοτόκε, παράδεισος». Ἐξαποστειλάρια καὶ στιχηρὰ εἰς τοὺς αἴνους, ὡς ἐν τῷ Μηναίῳ· δοξολογία μεγάλη. Εἰς τὴν λειτουργίαν κοντάκιον «Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ»· τρισάγιον· προκείμενον καὶ ἀλληλουιάριον τῶν μαρτύρων (9 Μαρτίου)· Ἀπόστολος: τῶν ἁγίων, Κυρ. α´ ἐπιστ., «Οἱ ἅγιοι πάντες» (Ἑβρ. ια´ 33-ιβ´ 2)· Εὐαγγέλιον: ὁμοίως, Τετ. γ´ ἑβδ. Ματθ., «Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς» (Μτθ. ι´ 16-22)· «Ἄξιον ἐστί»· κοινωνικὸν «Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· ἀλληλούια», «Εἴδομεν τὸ φῶς».
Εἴδησις. Ἀπὸ σήμερον τὸ ἑσπέρας μέχρι τῆς ἑσπέρας τῆς 13ης τοῦ αὐτοῦ μηνὸς συνάπτεται εἰς τὰς ἀκολουθίας τῶν ἑσπερινῶν –ἐξαιρέσει τῶν ψαλλομένων εἰς τὸ λυχνικὸν τοῦ Σαββάτου καὶ τῆς παραμονῆς τῆς ἑορτῆς τῆς Μεταμορφώσεως– εἷς ἐκ τῶν δύο παρακλητικῶν κανόνων τῆς Θεοτόκου, «τῇ μὲν α´ ἡμέρᾳ ὁ μικρός, τῇ δὲ β´ ὁ μέγας καὶ οὕτω καθεξῆς», ἀπὸ δὲ τῆς πρώτης Κυριακῆς τοῦ Αὐγούστου, ἥ τις γίνεται ἀπὸ τῆς 7ης τοῦ μηνός, ψάλλονται, ὡς εἴθισται, ὁ μὲν μέγας τὴν ἑσπέραν τῆς Κυριακῆς, τῆς Τρίτης καὶ τῆς Πέμπτης, ὁ δὲ μικρὸς τὴν ἑσπέραν τῆς Δευτέρας, τῆς Τετάρτης καὶ τῆς Παρασκευῆς. Κατὰ ταῦτα ψάλλονται ὁ μὲν μικρὸς τὴν ἑσπέραν τῆς 1ης, 3ης, 8ης, 10ης καὶ 12ης Αὐγούστου, ὁ δὲ μέγας τὴν ἑσπέραν τῆς 2ας, 4ης, 7ης, 9ης, καὶ 11ης τοῦ μηνός.
Τῇ Δευτέρᾳ ἑσπέρας. Εἰς τὴν θ´. Ἀπολυτίκια «Σῶσον, Κύριε, τὸν λαόν σου», Δόξα, «Τὰς ἀλγηδόνας»· κοντάκιον «Ὁ ὑψωθείς».
Εἰς τὸν ἑσπερινόν. Εἰς τὸ «Κύριε, ἐκέκραξα» τὰ 3 προσόμοια τοῦ πρωτομάρτυρος «Τῇ τοῦ Πνεύματος χάριτι» κ.λπ. εἰς 6, Δόξα, «Πρῶτος ἐν μάρτυσι», Καὶ νῦν, τὸ α´ ὁμόηχον θεοτοκίον «Τίς μὴ μακαρίσει σε» (βλέπε Παρακλ., ἦχος πλ. β´, Σάβ. ἑσπέρας). Ἀπόστιχα τὰ 3 ἰδιόμελα τοῦ ἁγίου (ζήτει ἐν τοῖς ἑσπερίοις) «Πρῶτος ἐν διακόνοις» κ.λπ., εἰς στίχους τὰ δύο τελευταῖα α´) «Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται», β´) «Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει», Δόξα, τὸ εἰς τὸν στίχον ἰδιόμελον τοῦ ἁγίου «Χαίροις ἐν Κυρίῳ», Καὶ νῦν, «Θεοτόκε σὺ εἶ ἡ ἄμπελος... μετὰ τοῦ ἀθλοφόρου» (Παρακλ., ἦχος πλ. β´, Τετάρτῃ ἑσπέρας). «Νῦν ἀπολύεις» καὶ εὐθὺς
Ἡ παράκλησις. Μετὰ τὸ «Νῦν ἀπολύεις» ὁ ῥμβ´ (142ος) ψαλμὸς «Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου». Οἱ χοροὶ τὸ «Θεὸς Κύριος», τὸ θεοτοκίον «Τῇ Θεοτόκῳ ἐκτενῶς», Δόξα, τὸ ἀπολυτίκιον τοῦ ἁγίου τοῦ ναοῦ, Καὶ νῦν, τὸ ἕτερον θεοτοκίον «Οὐ σιωπήσωμεν ποτέ». Ὁ ν´ ψαλμὸς χῦμα καὶ ψάλλεται ὁ κανὼν τῆς μικρᾶς παρακλήσεως ὡς ἔχει ἐν τῷ Ὡρολογίῳ ἄνευ τῶν εἱρμῶν. Μετὰ τὸ κοντάκιον «Προστασία» (καταλιμπανομένου τοῦ ἀντιφώνου τῶν ἀναβαθμῶν) εὐθὺς τὸ προκείμενον «Μνησθήσομαι τοῦ ὀνόματός σου» καὶ τὰ λοιπά. Εἰς τὰ μεγαλυνάρια θυμιᾷ ὁ ἱερεὺς τὸ θυσιαστήριον καὶ τὸν λαόν, πρὸ δὲ τοῦ «Πᾶσαι τῶν ἀγγέλων» ψάλλεται καὶ τὸ μεγαλυνάριον τοῦ ἁγίου τοῦ ναοῦ. Μετὰ τὸ τρισάγιον κ.λπ. τὸ ἀπολυτίκιον «Βασίλειον διάδημα», Δόξα, Καὶ νῦν, τὸ ὁμόηχον θεοτοκίον «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον». Ἡ ἐκτενὴς ἀπὸ τῆς αἰτήσεως «Ἐλέησον ἡμᾶς, ὁ Θεός», «Ἐπάκουσον ἡμῶν, ὁ Θεός», καὶ ἡ (μεγ.) ἀπόλυσις, ἀλλὰ πρὸ τοῦ «Δι᾿ εὐχῶν» ψάλλονται τὰ ἐξαποστειλάρια «Ἀπόστολοι ἐκ περάτων» καὶ λοιπά (κατὰ νεώτερον ἔθος, τὰ ἐξαποστειλάρια ταῦτα ψάλλονται καθ᾿ ἑκάστην καθ᾿ ὅλην τὴν περίοδον τοῦ δεκαπενταυγούστου). [Ἐν τῇ ἀπολύσει μνημονεύεται ὁ ἅγιος τῆς 2ας Αὐγ.].
2. Τρίτη. Μνήμη τῆς ἀνακομιδῆς τοῦ ἱ. λειψάνου τοῦ πρωτομάρτυρος καὶ ἀποστόλου Στεφάνου (428). Θεοδώρου νεομάρτυρος τοῦ ἐν Δαρδανελλίοις (†1690).
Τῇ Τρίτῃ πρωί. Ὁ ὄρθρος ὡς ἐν τῷ Μηναίῳ· καταβασίαι δὲν λέγονται ἀλλὰ μόνον οἱ 4 εἱρμοὶ τοῦ Μηναίου εἰς τὴν τάξιν αὐτῶν. Μετὰ τοὺς αἴνους ἡ μικρὰ δοξολογία χῦμα καὶ ἀπόστιχα. Εἰς τὴν λειτουργίαν κοντάκιον «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης»· Ἀπόστολος: τοῦ ἁγίου, Δευτ. γ´ ἑβδ. Πράξ. (Πρξ. Ϛ´ 8-ζ´ 5, 47-60)· Εὐαγγέλιον: ὁμοίως, Παρ. ιε´ ἑβδ. Λουκᾶ (Μρ. ιβ´ 1-12)· κοινωνικὸν «Εἰς πᾶσαν τὴν γῆν».
Τῇ Τρίτῃ ἑσπέρας. Ψάλλεται ὁ ἑσπερινὸς τῆς 3ης Αὐγούστου μετὰ τῆς Παρακλητικῆς, καὶ ἐν συνέχειᾳ ἡ παράκλησις, κατὰ τὴν προγραφεῖσαν χθὲς διάταξιν, ἀλλὰ μετὰ τὸν ν´ ψαλμὸν ὁ κανὼν τῆς μεγάλης παρακλήσεως ὡς ἐν τῷ Ὡρολογίῳ (καὶ ἐν τῷ τέλει τῆς Παρακλητικῆς)· μετὰ τὸ τρισάγιον κ.λπ. (ἐπειδὴ ἡ ἀκολουθία τῶν ὁσίων στερεῖται ἰδιομέλου δοξαστικοῦ) ἀντὶ ἀπολυτικίου τὰ 3 κατανυκτικὰ τροπάρια «Ἐλέησον ἡμᾶς, Κύριε», Δόξα, «Κύριε, ἐλέησον ἡμᾶς», Καὶ νῦν, θεοτοκίον «Τῆς εὐσπλαγχνίας». [Ἐν τῇ ἀπολύσει μνημονεύονται οἱ ἅγιοι τῆς 3ης Αὐγ.]
3. Τετάρτη. Δαλμάτου, Φαύστου καὶ Ἰσαακίου ὁσίων. Θεοκλητοῦς ὁσίας, Σαλώμης τῆς μυροφόρου, Θεοδώρας τῆς ἐν Θεσ/νίκῃ.
Ἀπόστολος: ἡμέρας, Τετ. η´ ἑβδ. ἐπιστ. (Α´ Κορ. ι´ 12-23). Εὐαγγέλιον: ἡμέρας, Τετ. η´ ἑβδ. Ματθ. (Μτθ. ιϚ´ 20-24).
Τῇ Τετάρτῃ ἑσπέρας. Ψάλλεται ὁ ἑσπερινὸς τῆς 4ης Αὐγούστου μετὰ τῆς Παρακλητικῆς, καὶ ἐν συνέχειᾳ ἡ μικρὰ παράκλησις. Ἀντὶ ἀπολυτικίου τὰ 3 κατανυκτικὰ τροπάρια «Ἐλέησον ἡμᾶς, Κύριε», Δόξα, «Κύριε, ἐλέησον ἡμᾶς», Καὶ νῦν, θεοτοκίον «Τῆς εὐσπλαγχνίας». [Ἐν τῇ ἀπολύσει μνημονεύονται οἱ ἅγιοι τῆς 4ης Αὐγούστου.]
4. Πέμπτη. Τῶν ἑπτὰ παίδων τῶν ἐν Ἐφέσῳ.
Ἀπόστολος: ἡμέρας, Πέμ. η´ ἑβδ. ἐπιστ. (Α´ Κορ. ι´ 28-ια´ 8)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. η´ ἑβδ. Ματθ. (Μτθ. ιϚ´ 24-28).
Τῇ Πέμπτῃ ἑσπέρας. Ὁ ἑσπερινὸς τῆς 5ης Αὐγούστου ὡς ἐν τῷ Μηναίῳ (ἄνευ Παρακλητικῆς)· μετὰ τὸ «Νῦν ἀπολύεις» ἡ μεγάλη παράκλησις· ἐν τέλει τὸ προεόρτιον ἀπολυτίκιον ἅπαξ. [Ἐν τῇ ἀπολύσει μνημονεύεται ὁ ἅγιος τῆς 5ης Αὐγούστου.]
5. Παρασκευή. Προεόρτια τῆς Μεταμορφώσεως· Εὐσιγνίου μάρτυρος (†362). Εὐγενίου ὁσίου τοῦ Αἰτωλοῦ. (Τυπικὸν 5ης Αὐγ. §§1-3).
Εἰς τὸν ὄρθρον. Ἡ ἀκολουθία ὡς ἐν τῷ Μηναίῳ, ἄνευ Παρακλητικῆς (ὅρα ἔμπροσθεν γεν. τυπικὰς διατάξεις §§58-63). Εἰς τὸ «Θεὸς Κύριος» τὸ προεόρτιον ἀπολυτίκιον δίς. Καθίσματα τὰ κάτωθι προεόρτια (ἕκαστον ἐκ δευτέρου μετὰ τοῦ Δόξα, Καὶ νῦν)·
Μετὰ τὴν α´ στιχολογίαν.
Ἦχος δ´. «Ταχὺ προκατάλαβε».
Ἡμέρα εὐφρόσυνος ἐπέστη νῦν τοῖς πιστοῖς, τῆς θείας ἐνδόξου τε μεταμορφώσεως, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· πάντες οὖν φαιδρυνθῶμεν τοῦ δοξάσαι ἀξίως, ᾄσμασι θεηγόροις τὰ αὐτοῦ μεγαλεῖα, ἐν οἷς ὡς Θεὸς ἐκλάμψας κόσμον ἐφώτισε.
Μετὰ τὴν β´ στιχολογίαν.
Ἦχος α´. «Τὸν τάφον σου Σωτήρ».
Ἐν ὄρει τῷ Θαβὼρ συνανέλθωμεν πάντες, πιστοὶ τοῖς μαθηταῖς τοῦ Χριστοῦ τοῖς προκρίτοις, νοῒ καὶ κατίδωμεν τὴν αὐτοῦ μεταμόρφωσιν, καὶ δοξάσωμεν τὴν εἰς ἡμᾶς αὐτοῦ ἄκραν, συγκατάβασιν δι᾿ ἧς τῷ κόσμῳ παρέχει ζωὴν τὴν αἰώνιον.
Ὁ ν´ ψαλμὸς χῦμα, οἱ κανόνες ὡς ἐν τῷ Μηναίῳ (ὁ α´ μετὰ τῶν εἱρμῶν)· τὰ δύο ἐξαποστειλάρια· στιχηρὰ αἴνων δὲν ψάλλονται· «Σοὶ δόξα πρέπει» κ.λπ. καὶ τὰ ἐν τῷ Μηναίῳ ἀπόστιχα.
Εἰς τὴν λειτουργίαν. Τὰ συνήθη ἀντίφωνα τῶν καθημερινῶν (ὅρα γεν. τυπικὰς διατάξεις §29). Μετὰ τὴν εἴσοδον ἀπολυτίκια «Χριστοῦ τὴν μεταμόρφωσιν» καὶ τοῦ ναοῦ, τὸ προεόρτιον κοντάκιον «Ἐν τῇ θείᾳ σήμερον». Ἀπόστολος: προεόρτιος, Παρ. λβ´ ἑβδ. ἐπιστ., «Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ» (Α´ Πέτρου α´ 1-β´ 10)· Εὐαγγέλιον: ἡμέρας, Παρ. η´ ἑβδ. Ματθ., «Ἐπηρώτησαν τὸν Ἰησοῦν» (Μτθ. ιζ´ 10-18). «Ἄξιόν ἐστί». Κοινωνικὸν τῆς ἡμέρας, καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς σύνηθες.
Εἴδησις. Ἀπὸ σήμερον μέχρι τῆς 23ης Αὐγούστου παύει ἡ χρῆσις τῆς Παρακλητικῆς πλὴν τῶν Κυριακῶν.
6. † Σάββατον. Η ΜΕΤΑΜΟΡΦΩΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.
Εἰς τὴν θ´. Ἀπολυτίκιον «Χριστοῦ τὴν μεταμόρφωσιν»· κοντάκιον «Ἐν τῇ θείᾳ σήμερον μεταμορφώσει».
Ἡ ἀκολουθία ἅπασα ψάλλεται κατὰ τὴν τάξιν τοῦ Μηναίου.
Εἰς τὸν ἑσπερινὸν ἄνευ Ψαλτηρίου (Προθεωρία τυπικοῦ §4) καὶ ἄνευ Παρακλήσεως. Τὸ ἀπολυτίκιον «Μετεμορφώθης ἐν τῷ ὄρει» τρὶς ἔν τε τῷ ἑσπερινῷ καὶ τῷ ὄρθρῳ. Ἀπόλυσις (λεγόμενη καὶ ἐν πάσαις ταῖς καθημεριναῖς μέχρι τῆς θ´ ὥρας τῆς 13ης τοῦ μηνὸς) «Ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς ἐν δόξῃ ἐνώπιον τῶν ἁγίων αὐτοῦ μαθητῶν καὶ ἀποστόλων Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν». Τὰ διὰ τὴν λιτὴν ἰδιόμελα τῆς ἑορτῆς εἰς τὸ μεσονυκτικόν.
Εἰς τὸν ὄρθρον, Εὐαγγέλιον τῆς ἑορτῆς, «Παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον» (Λκ. θ´ 28-36)· ὁ ν´ ψαλμὸς χῦμα κ.τ.λ., ὡς ἐν τῷ Μηναίῳ· καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· ἀντὶ τοῦ «Τὴν τιμιωτέραν» ἡ θ´ ᾠδὴ ἀμφοτέρων τῶν κανόνων καὶ εἶτα οἱ εἱρμοὶ «Μυστικὸς εἶ, Θεοτόκε», «Ὁ διὰ βρώσεως τοῦ ξύλου»· μετὰ τὴν μεγάλην δοξολογίαν τὸ ἀπολυτίκιον «Μετεμορφώθης» ἅπαξ.
Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα τὰ τῆς ἑορτῆς.
ΕΙΣΟΔΙΚΟΝ* «Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, Κύριε, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι ἀλληλούια».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ τὸ ἀπολυτίκιον «Μετεμορφώθης ἐν τῷ ὄρει» καὶ τὸ κοντάκιον «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης». Tῥισάγιον.
ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: ἑορτῆς, «Σπουδάσατε βεβαίαν ὑμῶν» (Β´ Πέτρου α´ 10-19)· Εὐαγγέλιον: ὁμοίως, «Παραλαμβάνει ὁ Ἰησοῦς» (Ματθ. ιζ´ 1-9).
Εἰς τὸ Ἐξαιρέτως τὸ τροπάριον τῆς ζ´ ᾠδῆς τοῦ κανόνος τῆς ἑορτῆς «Νῦν τὰ ἀνήκουστα ἠκούσθη».
ΚΟΙΝΩΝΙΚΟΝ «Ἐν τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου σου, Κύριε, πορευσόμεθα εἰς τὸν αἰῶνα· ἀλληλούια»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Μετεμορφώθης ἐν τῷ ὄρει».
[Πολλάχου, κατὰ παράδοσιν, προτίθενται ὑπὸ τὴν εἰκόνα τοῦ δεσπότου Χριστοῦ ὥριμοι σταφυλαὶ καὶ μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν ψάλλονται τὸ ἀπολυτίκιον, Δόξα, Καὶ νῦν, τὸ κοντάκιον τῆς ἑορτῆς, καὶ ἀναγινώσκεται παρὰ τοῦ ἱερέως ἡ εὐχὴ «Εἰς εὐλόγησιν σταφυλῆς»· «Εὐλόγησον, Κύριε, τὸν καρπὸν τοῦτον τῆς ἀμπέλου» (βλ. Ἱερατικόν).]
Ἐν τῇ τραπέζῃ ἰχθύος κατάλυσις.
Εἰδήσεις. 1. Ἀπὸ αὔριον μέχρι τῆς 12ης τοῦ μηνός, τῶν κανόνων τοῦ Μηναίου προτάσσονται οἱ κανόνες τῆς Μεταμορφώσεως (τὴν μὲν 7ην, 9ην καὶ 11ην ὁ α´ κανών, τὴν δὲ 8ην, 10ην καὶ 12ην ὁ β´).
2. Ἐπίσης ἀπὸ σήμερον μέχρι τῆς 13ης τοῦ μηνός, ἐάν ἑορτάζεται ἅγιος, ψάλλονται καταβασίαι «Σταυρὸν χαράξας».
3. Ἀπὸ σήμερον ἕως τῆς 12ης Αὐγούστου εἰς τὴν λειτουργίαν ἀντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν· εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν... σῶσον ἡμᾶς... ὁ ἐν τῷ ὄρει τῷ Θαβώρ»· κοντάκιον «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης».
4. Ἀπὸ αὔριον μέχρι τῆς θ´ ὥρας τῆς 13ης Αὐγούστου, ἐν ᾗ ἀποδίδεται ἡ ἑορτή, ἀπόλυσις «Ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς» κ.τ.λ., ὡς ἐν τῇ 6ῃ Αὐγούστου.
7. † ΚΥΡΙΑΚΗ Η´ ΜΑΤΘΑΙΟΥ, μετὰ τὴν ἑορτήν. Δομετίου ὁσιομάρτυρος τοῦ Πέρσου (†363). Νικάνορος ὁσίου (†1519), κτίτορος τῆς ἱ. μονῆς «Ζάβορδας» Γρεβενῶν· Θεοδοσίου ὁσίου τοῦ ἐξ Ἀθηνῶν, προστάτου Ἀργολίδος. Ἦχος βαρύς, ἑωθινὸν η´ (τυπικὸν 6ης Αὐγούστου §§ 7-9).
Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.
ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ» ἀναστάσιμα 6, τῆς ἑορτῆς ἰδιόμελα 4 «Πρὸ τοῦ σταυροῦ σου, Κύριε, ὄρος» κ.λπ. (ἅ περ ζήτει εἰς τὸν ἑσπερινὸν τῆς ἑορτῆς), Δόξα, «Δεῦτε ἀναβῶμεν» (λιτῆς τῆς ἑορτῆς), Καὶ νῦν, «Μήτηρ μὲν ἐγνώσθης».
ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρὸν» καὶ τὸ μέγα προκείμενον «Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ» μετὰ τῶν στίχων αὐτοῦ ὡς ἐν τῷ Μηναίῳ.
ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, «Νόμου καὶ προφητῶν σε Χριστέ» (λιτῆς τῆς ἑορτῆς).
ΑΠΟΛΥΤΙΚΙΑ «Κατέλυσας τῷ σταυρῷ σου», Δόξα, Καὶ νῦν, «Μετεμορφώθης ἐν τῷ ὄρει».
ΑΠΟΛΥΣΙΣ «Ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς ἐν δόξῃ ἐνώπιον τῶν ἁγίων αὐτοῦ μαθητῶν καὶ ἀποστόλων καὶ ἀναστὰς ἐκ νεκρῶν...»
Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ τὸ ἀπολυτίκιον «Μετεμορφώθης».
Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια «Κατέλυσας τῷ σταυρῷ σου», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Μετεμορφώθης». [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος.]
ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα τῶν δύο στιχολογιῶν ἀλλ᾿ ἀντὶ θεοτοκίων τὰ μεθέορτα τῆς 7ης Αὐγούστου. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.
ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (η´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.
ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ α´ τῆς ἑορτῆς. Ἀπὸ γ´ ᾠδῆς [τὸ κοντάκιον τῆς ἑορτῆς καὶ] τὸ μεθέορτον μεσῴδιον κάθισμα «Τῆς θείας δόξης σου» (τῆς 7ης Αὐγούστου). Ἀφ᾿ ς´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.
ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμιωτέραν», «Μυστικὸς εἶ, Θεοτόκε».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ η´ ἀναστάσιμον «Δύο ἀγγέλους βλέψασα», καὶ τὸ μεθέορτον «Πρὸ τοῦ σταυροῦ σου, Κύριε» (7ης Αὐγούστου).
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 4 καὶ τῆς ἑορτῆς στιχηρὰ προσόμοια 3 «Πρὸ τοῦ τιμίου σταυροῦ σου» κ.λπ. (ἅ περ ζήτει εἰς τοὺς αἴνους τῆς 6ης Αὐγ.) εἰς 4, μὲ στίχους εἰς τὰ δύο τελευταῖα «Σοί εἰσιν οἱ οὐρανοὶ καὶ σή ἐστιν ἡ γῆ», «Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται», Δόξα, τὸ η´ ἑωθινὸν «Τὰ τῆς Μαρίας δάκρυα», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν, ὡς ἐν τῷ Μηναίῳ.
ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Κατέλυσας τῷ σταυρῷ σου», «Μετεμορφώθης» καὶ τοῦ ναοῦ, κοντάκιον «Ἐπὶ τοῦ ὄρους μετεμορφώθης».
ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος Κυρ. η´ ἐπιστ., «Παρακαλῶ ὑμᾶς διὰ τοῦ ὀνόματος τοῦ Κυρίου» (Α´ Κορ. α´ 10-17)· Εὐαγγέλιον Κυρ. η´ Ματθ., «Εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον» (Μτθ. ιδ´ 14-22).
Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».
ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.
Τῇ Κυριακῇ ἑσπέρας ὁ ἑσπερινὸς τῆς 8ης Αὐγ. μετὰ τῆς μεγάλης παρακλήσεως. Ἐν τέλει τὸ ἀπολυτίκιον «Μετεμορφώθης». [Ἐν τῇ ἀπολύσει μνημονεύεται ὁ ἅγιος τῆς 8ης Αὐγ.]
8. Δευτέρα. Αἰμιλιανοῦ ἐπισκ. Κυζίκου ὁμολογητοῦ (†813-20). Μύρωνος ἐπισκ. Κρήτης τοῦ θαυματουργοῦ (†350), Τριανταφύλλου νεομ. ἐκ Ζαγορᾶς (†1680), Ἀναστασίου νεομάρτ. τοῦ ἐν Θεσσαλονίκῃ (†1794).
Ἀπόστολος: ἡμέρας, Δευτ. θ´ ἑβδ. ἐπιστ. (Α´ Κορ. ια´ 31-ιβ´ 6)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. θ´ ἑβδ. Ματθ. (Μτθ. ιη´ 1-11).
Τῇ Δευτέρᾳ ἑσπέρας ὁ ἑσπερινὸς τῆς 9ης Αὐγ. μετὰ τῆς μικρᾶς παρακλήσεως. Ἐν τέλει τὸ ἀπολυτίκιον «Μετεμορφώθης». [Ἐν τῇ ἀπολύσει μνημονεύεται ὁ ἅγιος τῆς 9ης Αὐγ.]
9. Τρίτη. Ματθίου τοῦ ἀποστόλου (†63).
Ἀπόστολος: ἀποστόλου, Δευτ. διακαιν. (Πρξ. α´ 12-17, 21-26)· Εὐαγγέλιον: ἡμέρας, Τρ. θ´ ἑβδ. Ματθ. (Μτθ. ιη´ 18-22, ιθ´ 1-2, 13-15).
Τῇ Τρίτῃ ἑσπέρας ὁ ἑσπερινὸς τῆς 10ης Αὐγ. μετὰ τῆς μεγάλης παρακλήσεως. Ἐν τέλει τὸ ἀπολυτίκιον «Μετεμορφώθης» [ἐν τῇ ἀπολύσει μνημονεύεται ὁ ἅγιος τῆς 10ης Αὐγ.].
10. Τετάρτη. Λαυρεντίου ἀρχιδιακόνου καὶ μάρτυρος. Ξύστου ἐπισκόπου Ῥώμης τοῦ ἐξ Ἀθηνῶν (†258).
Ἀπόστολος: ἡμέρας, Τετ. θ´ ἑβδ. ἐπιστ. (Α´ Κορ. ιγ´ 4-ιδ´ 5)· Εὐαγγέλιον: ἡμέρας, Τετ. θ´ ἑβδ. Ματθ. (Μτθ. κ´ 1-16).
Τῇ Τετάρτῃ ἑσπέρας. Ὁ ἑσπερινὸς τῆς 11ης Αὐγούστου, ὡς ἔχει ἐν τῷ Μηναίῳ, μετὰ τῆς μικρᾶς παρακλήσεως· ἐν τέλει τὸ ἀπολυτίκιον τῆς ἑορτῆς «Μετεμορφώθης» [ἐν τῇ ἀπολύσει μνημονεύεται ὁ ἅγιος τῆς 11ης Αὐγ.].
11. Πέμπτη. Εὔπλου διακόνου (†304). Νήφωνος Κωνσταντινουπόλεως (†1502)· ἀνάμνησις θαύματος τοῦ ἁγίου Σπυρίδωνος ἐν Κερκύρᾳ, δι᾿ οὗ ἐλύθη τῷ 1716 ἡ πολιορκία τῶν Τούρκων.
Ἀπόστολος: ἡμέρας, Πέμ. θ´ ἑβδ. ἐπιστ. (Α´ Κορ. ιδ´ 6-19)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. θ´ ἑβδ. Ματθ. (Μτθ. κ´ 17-28).
Τῇ Πέμπτῃ ἑσπέρας. Ὁ ἑσπερινὸς τῆς 12ης Αὐγούστου, ὡς ἔχει ἐν τῷ Μηναίῳ, μετὰ τῆς μεγάλης παρακλήσεως· ἐν τέλει τὸ ἀπολυτίκιον τοῦ ὁσίου «Ὀρθοδοξίας ὁδηγέ», Δόξα, Καὶ νῦν, τὸ τῆς ἑορτῆς «Μετεμορφώθης».
12. Παρασκευή. Φωτίου καὶ Ἀνικήτου τῶν μαρτύρων (†305-306).
Εἴδησις. Σήμερον συμψάλλεται καὶ ἡ ἀκολουθία τοῦ ἁγίου Μαξίμου τοῦ ὁμολογητοῦ διὰ τὸ ἀποδίδοσθαι αὔριον τὴν ἑορτήν.
Ἀπόστολος: ἡμέρας, Παρ. θ´ ἑβδ. ἐπιστ. (Α´ Κορ. ιδ´ 26-40)· Εὐαγγέλιον: ἡμέρας, Παρ. θ´ ἑβδ. Ματθ. (Μτθ. κα´ 12-14, 17-20).
Τῇ Παρασκευῇ ἑσπέρας. Ὁ ἑσπερινὸς τῆς ἀποδόσεως ψάλλεται ὡς τῇ κυρίᾳ ἡμέρᾳ τῆς ἑορτῆς, ἄνευ ὅμως τῶν ἀναγνωσμάτων καὶ ἄνευ τῆς λιτῆς, ἅ τινα καταλιμπάνονται. Μετὰ τὸ «Νῦν ἀπολύεις» συνάπτεται καὶ ἡ τελευταία μικρὰ παράκλησις. Μετὰ τὸ τρισάγιον κ.λπ. τὸ ἀπολυτίκιον τῆς ἑορτῆς «Μετεμορφώθης ἐν τῷ ὄρει» τρίς.
13. Σάββατον. Ἀπόδοσις τῆς ἑορτῆς τῆς Μεταμορφώσεως· μετάθεσις τοῦ ἱεροῦ λειψάνου τοῦ ἁγίου Μαξίμου τοῦ ὁμολογητοῦ.
Τῷ Σαββάτῳ πρωί. Τὸ σύνηθες μεσονυκτικὸν τοῦ σαββάτου, ἄνευ τῶν διὰ τὴν λιτὴν στιχηρῶν τῆς ἑορτῆς. Ὁ ὄρθρος ψάλλεται ὡς ἐν τῇ α´ ἡμέρᾳ τῆς ἑορτῆς, ἀλλ᾿ ἄνευ τοῦ καθίσματος τοῦ πολυελέου καὶ ἄνευ τοῦ Εὐαγγελίου μετὰ τῆς τάξεως αὐτοῦ· συναξάριον τὸ τῆς 13ης τοῦ μηνός.
Εἰς τὴν λειτουργίαν ἀντίφωνα καὶ εἰσοδικὸν τῆς ἑορτῆς· Ἀπόστολος –μετὰ προκειμένου τῆς ἑορτῆς (διὰ τὴν ἀπόδοσιν αὐτῆς)– τῆς ἡμέρας, Σαβ. θ´ ἑβδ. ἐπιστ. (Ῥωμ. ιδ´ 6-9)· Εὐαγγέλιον: ἡμέρας, Σαβ. θ´ ἑβδ. Ματθ. (Μτθ. ιε´ 32-39). Εἰς τὸ Ἐξαιρέτως ὁ εἱρμὸς τῆς θ´ ᾠδῆς τοῦ α´ κανόνος «Ὁ τόκος σου ἄφθορος». Κοινωνικὸν «Ἐν τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου σου, Κύριε, πορευσόμεθα εἰς τὸν αἰῶνα· ἀλληλούια»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Μετεμορφώθης».
14. † ΚΥΡΙΑΚΗ Θ´ ΜΑΤΘΑΙΟΥ. Προεόρτια τῆς κοιμήσεως τῆς ὑπεραγίας Θεοτόκου, Μιχαίου τοῦ προφήτου (η´ π.Χ. αἰ.). Ἦχος πλ. δ´, ἑωθινὸν θ´ (Τυπικὸν 14ης Αὐγούστου §§ 2-4).
Εἰς τὴν θ´. Ἀπολυτίκιον «Μετεμορφώθης»· κοντάκιον «Ἐπὶ τοῦ ὄρους»· εὐχὴ μικρᾶς ἀπολύσεως «Ὁ ἐν τῷ ὄρει τῷ Θαβώρ», ὡς εἰς τὸν ἑσπερινὸν τῆς ἑορτῆς.
Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.
ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 6 καὶ προεόρτια 3 «Ἐν κυμβάλοις ἠχήσωμεν» κ.λπ. εἰς 4, Δόξα, τῆς ἑορτῆς «Τὴν πάνσεπτόν σου κοίμησιν», Καὶ νῦν, «Ὁ βασιλεὺς τῶν οὐρανῶν».
ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.
ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, τῆς ἑορτῆς «Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα».
ΑΠΟΛΥΤΙΚΙΑ «Ἐξ ὕψους κατῆλθες», Δόξα, Καὶ νῦν, «Λαοί, προσκιρτήσατε».
Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ τὸ ἀπολυτίκιον «Λαοί, προσκιρτήσατε».
Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια «Ἐξ ὕψους κατῆλθες», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Λαοί, προσκιρτήσατε». [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]
ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα κατὰ σειράν, ἀλλ᾿ ἀντὶ θεοτοκίων τὰ προεόρτια. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.
ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (θ´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.
ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος καὶ ὁ προεόρτιος μετὰ στίχου «Ὑπεραγία Θεοτόκε»· ἀπὸ γ´ ᾠδῆς τὸ προεόρτιον μεσῴδιον κάθισμα «Τὰ προεόρτια»· ἀφ᾿ ς´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.
ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Ἀνοίξω τὸ στόμα μου... ταύτης τὴν κοίμησιν» (βλέπε τοὺς εἱρμοὺς τοῦ β´ κανόνος 15ης Αὐγ.)· «Τὴν τιμιωτέραν»· «Ἅπας γηγενής... τὴν ἱερὰν μετάστασιν...»
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ θ´ ἀναστάσιμον «Συγκεκλεισμένων, δέσποτα» καὶ τὸ προεόρτιον «Σοῦ τῆς σεπτῆς κοιμήσεως».
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 4 καὶ προεόρτια 4 μετὰ στίχων εἰς τὰ δύο τελευταῖα α) «Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου», β) «Ὤμοσε Κύριος τῷ Δαυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν», Δόξα, τὸ θ´ ἑωθινὸν «Ὡς ἐπ᾿ ἐσχάτων», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ καὶ οἱ μακαρισμοὶ τοῦ ἤχου εἰς 4 καὶ 4 ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ προεορτίου κανόνος].
ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστάς».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Ἐξ ὕψους κατῆλθες», «Λαοὶ προσκιρτήσατε» καὶ τοῦ ναοῦ, κοντάκιον προεόρτιον «Τῇ ἐνδόξῳ μνήμῃ σου».
ΑΝΑΓΝΩΣΜΑΤΑ. Προκείμενον καὶ ἀλληλουιάριον τοῦ ἤχου. Ἀπόστολος: Κυρ. θ´ ἐπιστ., «Θεοῦ ἐσμεν συνεργοί» (Α´ Κορ. γ´ 9-17)· Εὐαγγέλιον: Κυρ. θ´ Ματθ., «Ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ» (Μτθ. ιδ´ 22-34).
Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».
ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.
15. Δευτέρα. † Η ΚΟΙΜΗΣΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ.
Εἰς τὴν θ´. Ἀπολυτίκια «Ἐξ ὕψους κατῆλθες», Δόξα, «Λαοὶ προσκιρτήσατε»· κοντάκιον «Τῇ ἐνδόξῳ μνήμῃ σου».
Εἰς τὸν ἑσπερινόν. Ἡ ἀκολουθία ἅπασα ὡς ἀκριβῶς ἔχει εἰς τὸ Μηναῖον, ἀλλὰ τὰ διὰ τὴν λιτὴν στιχηρὰ θὰ ψαλοῦν εἰς τὸ μεσονυκτικόν. Τὸ ἀπολυτίκιον «Ἐν τῇ γεννήσει» ψάλλεται τρίς (ὡσαύτως καὶ εἰς τὸ «Θεὸς Κύριος»). Ἀπόλυσις «Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου αὐτοῦ μητρός, ἧς τὴν κοίμησιν ἑορτάζομεν, δυνάμει τοῦ τιμίου...»
Εἰς τὸν ὄρθρον. Ἡ ἀκολουθία ἅπασα ψάλλεται κατὰ τὴν τάξιν τοῦ Μηναίου. Εὐαγγέλιον τῆς ἑορτῆς τὸ «Ἀναστᾶσα Μαριάμ». Οἱ δύο κανόνες μετὰ τῶν εἱρμῶν καὶ μετὰ στίχου «Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς». Καταβασίαι «Πεποικιλμένη τῇ θείᾳ δόξῃ»· ἡ θ´ ᾠδὴ τῶν δύο κανόνων μετὰ τῶν μεγαλυναρίων, εἰς μὲν τὸν α´ «Αἱ γενεαὶ πᾶσαι μακαρίζομέν σε» εἰς δὲ τὸν β´ «Ἄγγελοι τὴν κοίμησιν τῆς παρθένου», καὶ ὁ εἱρμὸς «Αἱ γενεαὶ πᾶσαι... Νενίκηνται τῆς φύσεως οἱ ὅροι». Τὸ ἐξαποστειλάριον (τρίς). Εἰς τοὺς αἴνους τὰ στιχηρὰ τῆς ἑορτῆς εἰς 4 μετὰ τοῦ Δόξα, Καὶ νῦν, «Τῇ ἀθανάτῳ σου κοιμήσει». Δοξολογία μεγάλη καὶ τὸ ἀπολυτίκιον «Ἐν τῇ γεννήσει» ἅπαξ.
Σημείωσις. Ἐνιαχοῦ, κατὰ παλαιὸν ἔθος, ψάλλονται καταβασίαι οἱ εἱρμοὶ ἀμφοτέρων τῶν κανόνων τῆς ἑορτῆς «Πεποικιλμένη τῇ θείᾳ δόξῃ» καὶ «Ἀνοίξω τὸ στόμα μου» (βλέπε εἰς τὸ Μηναῖον τὴν πρὸ τῶν κανόνων τῆς ἑορτῆς ὑπάρχουσαν διάταξιν).
Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα τὰ τῆς ἑορτῆς.
ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ μόνον τὸ ἀπολυτίκιον «Ἐν τῇ γεννήσει» καὶ τὸ κοντάκιον «Τὴν ἐν πρεσβείαις».
ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: τῆς ἑορτῆς, 15 Αὐγ. ἢ 8 Σεπτ., «Τοῦτο φρονείσθω ἐν ὑμῖν» (Φιλιπ. β´ 5-11)· Εὐαγγέλιον: ὁμοίως, «Εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά» (Λκ. ι´ 38-42, ια´ 27-28).
Εἰς τὸ Ἐξαιρέτως «Αἱ γενεαὶ πᾶσαι... Νενίκηνται τῆς φύσεως». Κοινωνικὸν «Ποτήριον σωτηρίου»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.
Εἰδήσεις. 1. Ἀπὸ αὔριον μέχρι τῆς 22ας τοῦ μηνός, τῶν κανόνων τοῦ Μηναίου προτάσσονται οἱ τῆς ἑορτῆς τῆς κοιμήσεως· τὴν μὲν 16ην, 18ην, 20ὴν καὶ 22αν τοῦ μηνὸς ὁ α´ κανών, τὴν δὲ 17ην, 19ην καὶ 21ην ὁ β´.
2. Ἐπίσης ἀπὸ αὔριον μέχρι τῆς 23ης Αὐγούστου, ἐὰν ἑορτάζεται ἅγιος, ψάλλονται καταβασίαι «Πεποικιλμένη».
3. Ἐν ταῖς θείαις λειτουργίαις μέχρι τῆς 23ης Αὐγούστου λέγονται τὰ ἀντίφωνα τῆς ἑορτῆς· κοντάκιον «Τὴν ἐν πρεσβείαις ἀκοίμητον».
16. Τρίτη. Ἡ ἐξ Ἐδέσσης ἀνακομιδὴ τῆς ἀχειροποιήτου εἰκόνος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἤ τοι τοῦ ἱεροῦ μανδηλίου (944). Διομήδους μάρτυρος (†298). Τιμοθέου ἐπισκ. Εὐρίπου (†1578), Γερασίμου τοῦ ἐν Κεφαλληνίᾳ (†15 Αὐγ. 1579), Ἀποστόλου (†1680) καὶ Σταματίου νεομαρτ.· τῶν ἐν Μεγάροις 6 μαρτύρων.
Εἰς τὴν θ´. «Ἐν τῇ γεννήσει»· κοντάκιον «Τὴν ἐν πρεσβείαις».
Εἰς τὸν ἑσπερινόν. Μετὰ τὸν προοιμιακὸν (ἄνευ Ψαλτηρίου) εἰς τὸ «Κύριε, ἐκέκραξα» στιχηρὰ προσόμοια τοῦ ἱεροῦ μανδηλίου 3 καὶ τῆς ἑορτῆς 3 (τὰ τοῦ μικροῦ ἑσπερινοῦ) «Ποίοις οἱ εὐτελεῖς χείλεσι» (βλέπε 15 Αὐγ.), Δόξα, Καὶ νῦν, «Δεῦτε τὴν παγκόσμιον κοίμησιν» (16 Αὐγ.). Εἴσοδος κ.λπ.. Ἀπόστιχα τὰ τῆς σειρᾶς «Δῆμος τῶν μαθητῶν», Δόξα, Καὶ νῦν, μεθέορτον «Ὅτε πρὸς τὸν ἐκ σοῦ». Ἀπολυτίκια «Τὴν ἄχραντον εἰκόνα σου», Δόξα, Καὶ νῦν, «Ἐν τῇ γεννήσει».
Εἰς τὸν ὄρθρον. Ὁ ἑξάψαλμος καὶ τὰ λοιπὰ ὡς ἐν τῷ Μηναίῳ· κανόνες, ὁ α´ τῆς ἑορτῆς καὶ ὁ τοῦ ἱ. μανδηλίου (μετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι»). Καταβασίαι «Πεποικιλμένη τῇ θείᾳ δόξῃ»· «Τὴν τιμιωτέραν» καὶ ὁ εἱρμὸς «[Αἱ γενεαὶ πᾶσαι...] Νενίκηνται τῆς φύσεως οἱ ὅροι». Ἐξαποστειλάριον τὸ τῆς σειρᾶς «Τῶν ἀποστόλων ὁ δῆμος» δίς. Εἰς τοὺς αἴνους τὰ τοῦ ἑσπερινοῦ 3 προσόμοια τοῦ ἁγίου μανδηλίου «Ποίοις οἱ γηγενεῖς ὄμμασιν» εἰς 4, Δόξα, Καὶ νῦν, «Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα» (ζήτει εἰς τὴν λιτὴν 15 Αὐγούστου). Δοξολογία μεγάλη καὶ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου».
Εἰς τὴν λειτουργίαν. Ἐὰν προτιμηθοῦν ἀντίφωνα, θὰ ψαλοῦν τὰ τῆς ἑορτῆς. Εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν». Ἀπολυτίκια «Τὴν ἄχραντον εἰκόνα σου», «Ἐν τῇ γεννήσει» καὶ τὸ τοῦ ναοῦ· κοντάκιον «Τὴν ἐν πρεσβείαις». Ἀπόστολος: 16ης Αὐγ., ζήτει Σαβ. πρὸ τῶν Φώτων (Α´ Τιμ. γ´ 13-δ´ 5)· Εὐαγγέλιον: ἱεροῦ μανδηλίου, 16ης Αὐγ. (Λκ. θ´ 51-57, ι´ 22-24 καὶ ιγ´ 22). «Ἄξιον ἐστίν»· «Αἰνεῖτε τὸν Κύριον».
17. Τετάρτη. Μύρωνος μάρτυρος. Παύλου καὶ τῆς ἀδελφῆς αὐτοῦ Ἰουλιανῆς (†257), Δημητρίου ὁσιομάρτυρος τοῦ ἐκ Σαμαρίνης (†1808), Παναγίας τῆς Γουμενίσσης.
Εἰς πάσας τὰς μεθεόρτους ἡμέρας ἡ ἀκολουθία ψάλλεται μόνον ἐκ τοῦ Μηναίου (ὅρα ἔμπροσθεν γεν. τυπικὰς διατάξεις §§52-63)· Ἀπόστολος: ἡμέρας, Τετ. ι´ ἑβδ. ἐπιστ. (Α´ Κορ. ιϚ´ 4-12)· Εὐαγγέλιον: ἡμέρας, Τετ. ι´ ἑβδ. Ματθ. (Μτθ. κα´ 28-32).
18. Πέμπτη. Φλώρου καὶ Λαύρου μαρτύρων. Λέοντος καὶ Ἑρμοῦ· ἀνακομιδὴ λειψάνων Ἀρσενίου ὁσίου τοῦ ἐν Πάρῳ (†1877).
Ἀπόστολος: ἡμέρας, Πέμ. ι´ ἑβδ. ἐπιστ. (Β´ Κορ. α´ 1-7)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. ι´ ἑβδ. Ματθ. (Μτθ. κα´ 43-46).
19. Παρασκευή. Ἀνδρέου μεγαλομάρτυρος (δ´ αἰ.). Τιμοθέου, Εὐτυχιανοῦ, Στρατηγίου μαρτύρων (†304).
Ἀπόστολος: ἡμέρας, Παρ. ι´ ἑβδ. ἐπιστ. (Β´ Κορ. α´ 12-20)· Εὐαγγέλιον: ἡμέρας, Παρ. ι´ ἑβδ. Ματθ. (Μτθ. κβ´ 23-33).
20. Σάββατον. Σαμουὴλ προφήτου (1144 π.Χ.), Λουκίου μάρτυρος τοῦ βουλευτοῦ (γ´ αἰ.).
Ἀπόστολος: ἡμέρας, Σαβ. ι´ ἑβδ. ἐπιστ. (Ῥωμ. ιε´ 30-33)· Εὐαγγέλιον: ἡμέρας, Σαβ. ι´ ἑβδ. Ματθ. (Μτθ. ιζ´ 24-ιη´ 4).
21. † ΚΥΡΙΑΚΗ μετὰ τὴν ἑορτήν. Θαδδαίου ἀποστόλου (α´ αἰ.), Βάσσης μάρτυρος καὶ τῶν τέκνων αὐτῆς (γ´ αἰ.). Ἦχος α´, ἑωθινὸν ι´ (τυπικὸν 15ης Αὐγ. §§ 13-15).
Εἰς τὴν θ´. Ἀπολυτίκιον «Ἐν τῇ γεννήσει»· κοντάκιον «Τὴν ἐν πρεσβείαις».
Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.
ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 6 καὶ τῆς κυρίας ἡμέρας τῆς ἑορτῆς προσόμοια 3 «Ὢ τοῦ παραδόξου θαύματος» κ.λπ. εἰς 4, Δόξα, «Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα» (ζήτει εἰς τὴν λιτὴν τῆς 15ης Αὐγ.), Καὶ νῦν, «Τὴν παγκόσμιον δόξαν».
ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.
ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, «ᾌσατε, λαοί, τῇ μητρί» (ζήτει εἰς τὴν λιτὴν τῆς ἑορτῆς).
ΑΠΟΛΥΤΙΚΙΑ «Τοῦ λίθου σφραγισθέντος», Δόξα, Καὶ νῦν, «Ἐν τῇ γεννήσει».
Εἰς τὸ μεσονυκτικόν. Ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Ἐν τῇ γεννήσει».
Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια «Τοῦ λίθου σφραγισθέντος», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Ἐν τῇ γεννήσει». [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]
ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα τῶν δύο στιχολογιῶν, ἀλλ᾿ ἀντὶ θεοτοκίων τὰ μεθέορτα καθίσματα τῆς 21ης Αὐγούστου. Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.
ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (ι´) μετὰ τῆς συνήθους τάξεως αὐτοῦ.
ΚΑΝΟΝΕΣ ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ β´ τῆς ἑορτῆς (15 Αὐγ.) ἄνευ τῶν εἱρμῶν· ἀπὸ γ´ ᾠδῆς ὡς μεσῴδιον τὸ κάθισμα «Ἐν χερσὶ τοῦ δι᾿ ἡμᾶς» (ζήτει εἰς τὸν ὄρθρον τῆς 17ης τοῦ μηνός)· ἀφ᾿ Ϛ´ ἀναστάσιμον κοντάκιον καὶ οἶκος καὶ τὸ συναξάριον.
ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Πεποικιλμένη τῇ θείᾳ δόξῃ»· «Τὴν τιμιωτέραν», «[Αἱ γενεαὶ πᾶσαι...] Νενίκηνται τῆς φύσεως οἱ ὅροι».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ ι´ ἀναστάσιμον καὶ τὸ τῆς ἑορτῆς «Ἀπόστολοι ἐκ περάτων» ἅπαξ.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 4 καὶ τὰ τῆς κυρίας ἡμέρας τῆς ἑορτῆς «Τῇ ἐνδόξῳ κοιμήσει σου» κ.λπ. (δευτεροῦντες τὸ πρῶτον), εἰς στίχους τὰ δύο τελευταῖα α´) «Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου», β´) «Ὤμοσε Κύριος τῷ Δαυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν», Δόξα, τὸ ι´ ἑωθινὸν «Μετὰ τὴν εἰς ᾅδου κάθοδον», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».
Εἰς τὴν λειτουργίαν. Ἐὰν προτιμηθοῦν ἀντίφωνα, ψάλλονται τὰ τῆς ἑορτῆς ἀλλ᾿ εἰς τὸ β´ μὲ ἐφύμνιον «Σῶσον ἡμᾶς... ὁ ἀναστάς».
ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστάς».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Τοῦ λίθου σφραγισθέντος», «Ἐν τῇ γεννήσει» καὶ τοῦ ναοῦ, κοντάκιον «Τὴν ἐν πρεσβείαις».
ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: Κυρ. ι´ ἐπιστ., «Ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους» (Α´ Κορ. δ´ 9-16)· Εὐαγγέλιον: Κυρ. ι´ Ματθ., «Ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ» (Μτθ. ιζ´ 14-23).
Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστί».
ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.
22. Δευτέρα. Ἀγαθονίκου μάρτυρος καὶ τῶν σὺν αὐτῷ (δ´ αἰ.).
Σήμερον ἐν τῷ μηναίῳ τίθεται καὶ ἡ ἀκολουθία τοῦ μάρτυρος Λούπου τοῦ ὁμολογητοῦ διὰ τὸ ἀποδίδοσθαι αὔριον τὴν ἑορτήν.
Ἀπόστολος: ἡμέρας, Δευτ. ια´ ἑβδ. ἐπιστ. (Β´ Κορ. β´ 3-15)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. ια´ ἑβδ. Ματθ. (Μτθ. κγ´ 13-22).
Εἴδησις. Ἔν τισι περιοχαῖς ὀρθῶς ἔχει ἐπικρατήσει (καὶ εἰς ἑορτάζοντας ἀκόμη ναοὺς) νὰ ψάλλεται σήμερον 22ᾳ τοῦ μηνὸς ἡ ἀκολουθία τῆς Παναγίας τῆς Προυσιωτίσσης ἐξ ἰδιαιτέρας φυλλάδος μετὰ τῶν μεθεόρτων. Αἱ μὲν ἀκολουθίαι τοῦ μηναίου καταλιμπάνονται [λεγόμεναι ἐν τοῖς ἀποδείπνοις], εἰς δὲ τὴν λειτουργίαν ἀναγινώσκεται Ἀπόστολος τῆς 21ης Νοεμ., «Εἶχεν ἡ πρώτη σκηνή», καὶ Εὐαγγέλιον τῆς 8ης Σεπτ., «Εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά». Οὕτω τῇ ἐπαύριον 23ῃ θὰ ψαλῇ ἀμιγῶς ἡ τῆς ἀποδόσεως ἀκολουθία.
23. Τρίτη. Ἀπόδοσις τῆς ἑορτῆς τῆς κοιμήσεως τῆς Θεοτόκου. (Παναγίας τῆς Προυσιωτίσσης). Λούπου μάρτυρος (δ´ αἰ.), Εἰρηναίου ἐπισκόπου Λουγδούνων (†202). (Τυπικὸν 15ης Αὐγούστου §16.)
Ἡ ἀκολουθία ψάλλεται ἀπαραλλάκτως κατὰ τὴν ἐν τῷ Μηναίῳ διάταξιν τῆς ἑορτῆς τῆς 15ης Αὐγούστου, ἀλλ᾿ ἐν τῷ ἑσπερινῷ ἄνευ τοῦ «Μακάριος ἀνὴρ» καὶ τῶν ἀναγνωσμάτων. Ἐν τῷ μεσονυκτικῷ ἄνευ τῶν στιχηρῶν τῆς λιτῆς. Ἐν τῷ ὄρθρῳ ἄνευ τοῦ πολυελέου καὶ τοῦ καθίσματος αὐτοῦ, ἄνευ τοῦ Εὐαγγελίου καὶ τῆς τάξεως αὐτοῦ καὶ ἄνευ τῆς ὑπακοῆς μετὰ τὴν γ´ ᾠδὴν (ἀντὶ τῆς ὁποίας ψάλλεται τὸ διὰ τὸν πολυέλεον παραλειφθὲν κάθισμα «Ἐν τῇ γεννήσει σου»)· μηνολόγιον ἀναγινώσκεται τὸ τῆς 23ης Αὐγούστου. Ἐν δὲ τῇ λειτουργίᾳ ἀντίφωνα καὶ ἀναγνώσματα καὶ πάντα τὰ λοιπὰ τὰ τῆς ἑορτῆς, ὡς ἐν τῇ 15ῃ Αὐγούστου.
Σημείωσις. Τὰ ἀναγνώσματα τῆς ἑορτῆς λέγονται ἀπαραιτήτως καὶ εἰς τοὺς ναοὺς ἔνθα σήμερον συμψάλλεται ἐξ ἰδιαιτέρας φυλλάδος καὶ ἡ πανηγυρικὴ ἀκολουθία τῆς Παναγίας τῆς Προυσιωτίσσης.
Εἰδήσεις. 1. Ἀπὸ αὔριον ἄρχεται ἡ χρῆσις τῆς Παρακλητικῆς, μέχρι τῆς 5ης Σεπτεμβρίου.
2. Ἐπίσης ἀπὸ αὔριον μέχρι τῆς 21ης Σεπτεμβρίου, ἐὰν ἑορτάζεται ἅγιος, ψάλλονται καταβασίαι «Σταυρὸν χαράξας»· κοντάκιον μέχρι τῆς 12ης Σεπτεμβρίου «Ἰωακεὶμ καὶ Ἄννα» (πλὴν τῆς 31ης Αὐγούστου, 1ης καὶ 7ης Σεπτεμβρίου).
24. Τετάρτη. Εὐτυχοῦς ἱερομάρτυρος († β´ αἰ.). Κοσμᾶ τοῦ νέου ἱερομάρτυρος τοῦ Αἰτωλοῦ (†1779)· μετάθεσις εἰς Ζάκυνθον τοῦ λειψάνου τοῦ ἁγ. Διονυσίου, ἐπισκόπου Αἰγίνης (1624).
Διὰ τὰς ἐν καθημερινῇ ἀκολουθίας μετὰ Παρακλητικῆς βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις (§§1-32). Ἀπόστολος: ἡμέρας, Τετ. ια´ ἑβδ. ἐπιστ. (Β´ Κορ. γ´ 4-11)· Εὐαγγέλιον: ἡμέρας, Τετ. ια´ ἑβδ. Ματθ. (Μτθ. κγ´ 29-39).
Σημείωσις. Ἔνθα ἑορτάζεται ὁ νεομάρτυς Κοσμᾶς ὁ Αἰτωλὸς ἢ ὁ ἅγιος Διονύσιος, ἡ ἀκολουθία ἑκατέρου ψάλλεται ἑορτάσιμος κατὰ τὴν εἰς ἑκάστην φυλλάδα διαλαμβανομένην τάξιν, ἀλλὰ καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας». Εἰς τὴν λειτουργίαν ἀναγνώσματα τὰ τοῦ ἑορταζομένου ἁγίου.
25. Πέμπτη. Τίτου ἀποστόλου, ἐπισκόπου Γορτύνης Κρήτης· ἡ ἐπάνοδος τοῦ λειψάνου τοῦ ἀποστόλου Βαρθολομαίου.
Ἡ ἀκολουθία ψάλλεται κατὰ τὴν τάξιν τοῦ Μηναίου μετὰ Παρακλητικῆς. Εἰς τὸν ὄρθρον καταβασίαι δὲν ψάλλονται, ἀλλὰ μόνον οἱ 4 εἱρμοὶ τοῦ μηναίου κατὰ τὴν τάξιν αὐτῶν· μετὰ τοὺς αἴνους ὅμως λέγομεν δοξολογίαν μεγάλην καὶ τὸ ἀπολυτίκιον τῶν ἁγίων. Εἰς τὴν λειτουργίαν κοντάκιον «Ἰωακεὶμ καὶ Ἄννα»· Ἀπόστολος: ἀποστόλου Τίτου, 25 Αὐγ., «Παῦλος δοῦλος Θεοῦ» (Τίτ. α´ 1-5, β´ 15-γ´ 2, 12-15)· Εὐαγγέλιον: ἀποστόλων, 18 Ἰαν. τὸ τῆς λειτουργίας, «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου» (Μτθ. ε´ 14-19)· κοινωνικὸν «Εἰς πᾶσαν τὴν γῆν».
26. Παρασκευή. Ἀδριανοῦ καὶ Ναταλίας τῶν μαρτύρων (δ´ αἰ.).
Ἀπόστολος: ἡμέρας, Παρ. ια´ ἑβδ. ἐπιστ. (Β´ Κορ. δ´ 13-18)· Εὐαγγέλιον: ἡμέρας, Παρ. ια´ ἑβδ. Ματθαίου (Μτθ. κδ´ 27-33, 42-51).
27. Σάββατον. Ποιμένος ὁσίου (†450)· Ἀνθούσης καὶ Φανουρίου τῶν μαρτύρων.
Ἡ ἀκολουθία τοῦ Σαββάτου μὲ ἀλληλούια εἰς τὸν ὄρθρον (βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§45-51) καὶ τὰ 8 νεκρώσιμα εὐλογητάρια. Ἀπόστολος: ἡμέρας, Σαβ. ια´ ἑβδ. ἐπιστ. (Α´ Κορ. α´ 3-9)· Εὐαγγέλιον: ἡμέρας, Σαβ. ια´ ἑβδ. Ματθ. (Μτθ. ιθ´ 3-12).
Σημείωσις. Ἑορτάσιμος ἀκολουθία τοῦ μεγαλομάρτυρος Φανουρίου εὑρίσκεται εἴτε κατακεχωρημένη ἐν τέλει τοῦ Μηναίου εἴτε εἰς ἰδιαιτέραν φυλλάδα, ἥ τις τυχὸν προτιμηθεῖσα ψάλλεται ὡς ἔχει ἐκεῖ, ἡ δὲ τῆς ἡμέρας ἀκολουθία καταλιμπάνεται.
28. † ΚΥΡΙΑΚΗ ΙΑ´. Μωυσέως ὁσίου τοῦ Αἰθίοπος († δ´ αἰ.). Διομήδους, Λαυρεντίου μαρτύρων, Ἐζεκίου βασιλέως τοῦ δικαίου (750 π.Χ.). Ἦχος β´, ἑωθινὸν ια´.
Εἰς τὴν θ´. Ἀπολυτίκιον «Ἀπόστολοι, μάρτυρες», Δόξα, «Μνήσθητι, Κύριε»· κοντάκιον «Ὡς ἀπαρχάς».
Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.
ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 7 καὶ τοῦ Μηναίου 3, Δόξα, Καὶ νῦν, τὸ α´ θεοτοκίον τοῦ ἤχου «Παρῆλθεν ἡ σκιά».
ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.
ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, τὸ θεοτοκίον «Ὢ θαύματος καινοῦ».
ΑΠΟΛΥΤΙΚΙΟΝ «Ὅτε κατῆλθες», Δόξα, Καὶ νῦν, τὸ θεοτοκίον αὐτοῦ «Πάντα ὑπὲρ ἔννοιαν».
Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἡ ὑπακοὴ τοῦ ἤχου.
Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὸ ἀπολυτίκιον «Ὅτε κατῆλθες», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Πάντα ὑπὲρ ἔννοιαν». [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]
ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα κατὰ σειράν καὶ τὰ εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.
ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (ια´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.
ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος καὶ τοῦ Μηναίου· ἀπὸ γ´ ᾠδῆς τὸ μεσῴδιον τοῦ Μηναίου κάθισμα μετὰ τοῦ θεοτοκίου· ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον
ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Σταυρὸν χαράξας»· «Τὴν τιμιωτέραν»· «Μυστικὸς εἶ, Θεοτόκε».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ ια´ ἀναστάσιμον «Μετὰ τὴν θείαν ἔγερσιν» μετὰ τοῦ θεοτοκίου αὐτοῦ «Ὦ φοβερὸν μυστήριον».
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 8, Δόξα, τὸ ια´ ἑωθινὸν «Φανερῶν ἑαυτόν», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ μετὰ μακαρισμῶν] (βλέπε ἔμπροσθεν γεν. τυπ. διατάξεις §§64-66).
ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστάς».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Ὅτε κατῆλθες» καὶ τοῦ ναοῦ, κοντάκιον «Ἰωακεὶμ καὶ Ἄννα».
ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: Κυρ. ια´ ἐπιστ., «Ἡ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς» (Α´ Κορ. θ´ 2-12)· Εὐαγγέλιον: Κυρ. ια´ Ματθ., «Ὡμοιώθη ἡ βασιλεία... βασιλεῖ ὃς ἠθέλησε συνᾶραι» (Μτθ. ιη´ 23-35).
Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».
ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», «Πληρωθήτω» καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.
29. Δευτέρα. † Μνήμη τῆς ἀποτομῆς τῆς τιμίας κεφαλῆς τοῦ Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Θεοπίστης ὁσίας τῆς ἐξ Αἰγίνης.
Ἡ ἑορτάσιμος ἀκολουθία τοῦ Προδρόμου «ψάλλεται ὡς ἔστι διατεταγμένη ἐν τῷ Μηναίῳ» (Τ.Μ.Ε. 29 Αὐγ. §1), ἄνευ Παρακλητικῆς. Τὰ διὰ τὴν λιτὴν στιχηρὰ εἰς τὸ μεσονυκτικόν. Εἰς τὸν ὄρθρον Εὐαγγέλιον τοῦ Προδρόμου, Τρίτῃ ζ´ ἑβδ. Ματθ., «Ἤκουσεν Ἡρῴδης ὁ τετράρχης» (Μτθ. ιδ´ 1-13)· καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας». Εἰς τὴν λειτουργίαν, μετὰ τὴν εἴσοδον ἀπολυτίκια τοῦ προδρόμου καὶ τοῦ ναοῦ, ἐπισφραγιστικὸν κοντάκιον «Ἰωακεὶμ καὶ Ἄννα»· Ἀπόστολος τοῦ Προδρόμου, 29 Αὐγ., «Ὡς ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον» (Πρξ. ιγ´ 25-32)· Εὐαγγέλιον ὁμοίως, «Ἤκουσεν Ἡρῴδης ὁ βασιλεύς» (Μρ. Ϛ´ 14-30)· κοινωνικὸν «Εἰς μνημόσυνον».
Εἴδησις. Εἰς τὴν τράπεζαν νηστεία, ἤ τοι ξηροφαγία.
30. Τρίτη. ᾿Απόδοσις τῆς ἑορτῆς τῆς ἀποτομῆς τῆς τιμίας κεφαλῆς Ἰωάννου τοῦ προδρόμου· Ἀλεξάνδρου (†340), Ἰωάννου (†595), Παύλου (†784) πατριαρχῶν Κωνσταντινουπόλεως.
Ἀπόστολος: ἡμέρας, Τρ. ιβ´ ἑβδ. ἐπιστ. (Β´ Κορ. ε´ 15-21)· Εὐαγγέλιον: ἡμέρας, Τρ. ιβ´ ἑβδ. Ματθ. (Μρ. α´ 16-22).
31. Τετάρτη. Τὰ καταθέσια τῆς τιμίας ζώνης τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ ἐν Κων/πόλει ναῷ αὐτῆς τῷ ἐν τοῖς Χαλκοπρατείοις.
Ἡ ἀκολουθία κατὰ τὴν ἐν τῷ Μηναίῳ τάξιν, δίχα Παρακλητικῆς. Εἰς τὸν ἑσπερινὸν εἴσοδος μετὰ θυμιατοῦ. Τὸ ἀπολυτίκιον «Θεοτόκε ἀειπάρθενε» εἰς μὲν τὸν ἑσπερινὸν ἅπαξ, εἰς δὲ τὸ «Θεὸς Κύριος» δίς. Εἰς τὸν ὄρθρον καταβασίαι οἱ εἱρμοὶ «Σταυρὸν χαράξας». Εἰς τὴν λειτουργίαν κοντάκιον «Τὴν θεοδόχον γαστέρα σου»· Ἀπόστολος τῆς Θεοτόκου, 21 Νοεμ., «Εἶχεν ἡ πρώτη σκηνή» (Ἑβρ. θ´ 1-7)· Εὐαγγέλιον ὁμοίως, 8 Σεπτ. τῆς λειτουργίας, «Εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά» (Λκ. ι´ 38-42, ια´ 27-28)· «Ἄξιον ἐστί»· κοινωνικὸν «Ποτήριον σωτηρίου»· «Εἴδομεν τὸ φῶς».
Σημειώσεις. 1. Τὸ τροπάριον «Τὴν θεοδόχον γαστέρα σου» ὁρίζεται ὡς κοντάκιον ἐν τῇ προθεωρίᾳ τοῦ Τ.Μ.Ε. (§40 σελ. 35) καὶ τοῦτο εἶναι τὸ ἀληθὲς κοντάκιον, ἀναγραφόμενον τόσον ἐν τοῖς Μηναίοις μετὰ τὴν Ϛ´ ᾠδὴν ὅσον καὶ ἐν τοῖς Ὡρολογίοις· ἐνῷ τὸ «Τὰ καταθέσια τῆς σῆς θείας ζώνης» καὶ τὸ ὑπὸ παρηλλαγμένην μορφὴν «Τῆς σῆς τιμίας ζώνης τῇ καταθέσει» (βλ. Τ.Μ.Ε. σελ. 314, §1, καὶ σελ. 315, §4, ἀντιστοίχως) εἶναι κάθισμα τῆς γ´ ᾠδῆς.
2. Εἰς τὸ κείμενον τοῦ κοντακίου, ἐκ τυπογραφικοῦ ἐξάπαντος σφάλματος, γράφεται «περιλαβοῦσα» ἀντὶ τοῦ ὀρθοῦ «περιβαλοῦσα».
* Ἔστω γνωστὸν ὅτι νεώτεραι λειτουργικαὶ ἐκδόσεις ἔχουν ὡς εἰσοδικὸν τόδε· «Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς».