ΜΗΝ ΙΟΥΝΙΟΣ
ἔχων ἡμέρας τριάκοντα
Ἡ ἡμέρα ἔχει ὥρας 15 καὶ ἡ νὺξ ὥρας 9
1. Τετάρτη. † «Ἀπόδοσις τῆς ἀκολουθίας τοῦ Πάσχα». Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος (†166). Πύρρου ἐπισκόπου.
Εἰς τὴν θ´ (τρίψαλμον). Ἀπολυτίκιον «Τὸν συνάναρχον Λόγον»· κοντάκιον «Τῆς ψυχῆς τὰ ὄμματα».
Εἰς τὸν ἑσπερινόν.Ἀντὶ τοῦ «Εὐλογητὸς ὁ Θεός», ὁ ἱερεὺς θυμιῶν ἐνώπιον τῆς ἁγίας Τραπέζης ἐκφωνεῖ «Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ», εἶτα τὸ «Χριστὸς ἀνέστη» 10κις, ὡς τῇ Κυριακῇ τοῦ Πάσχα, καὶ ἡ λοιπὴ ἀκολουθία ὡς ἐν τῷ Πεντηκοσταρίῳ, ἀλλὰ μετὰ τὴν εἴσοδον τὸ τῆς ἡμέρας προκείμενον. Ἀπόλυσις ὡς ἐν τῇ διακαινησίμῳ ἑβδομάδι (τὸ «Χριστὸς ἀνέστη» διαλογικῶς).
Ἀντὶ μεσονυκτικοῦ, ἡ ἐναρκτήριος ἀκολουθία τοῦ Πάσχα.
Εἰς τὸν ὄρθρον. «Δόξα τῇ ἁγίᾳ», «Χριστὸς ἀνέστη» δεκάκις, ὡς ἐν τῷ ἑσπερινῷ, τὰ εἰρηνικὰ καὶ εὐθὺς ψάλλεται ὁ κανὼν τοῦ Πάσχα· εἰς τὸ τέλος ἑκάστης ᾠδῆς ἡ καταβασία τοῦ Πάσχα, τὸ «Χριστὸς ἀνέστη» (τρίς), τὸ «Ἀναστὰς ὁ Ἰησοῦς» ἅπαξ καὶ ἡ αἴτησις ὡς τῇ Κυριακῇ τοῦ Πάσχα. Μετὰ τὸ κοντάκιον καὶ τὸν οἶκον τοῦ Πάσχα, μόνον τὸ μηνολόγιον τῆς ἡμέρας (1 Ἰουνίου) καὶ εὐθὺς «Ἀνάστασιν Χριστοῦ» (τρὶς) καὶ «Ἀναστὰς ὁ Ἰησοῦς» (τρὶς) καὶ τὰ λοιπὰ ὡς τῇ Κυριακῇ τοῦ Πάσχα.
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα καὶ τὸ εἰσοδικὸν τοῦ Πάσχα· μετὰ τὴν εἴσοδον «Χριστὸς ἀνέστη», «Προλαβοῦσαι», «Εἰ καὶ ἐν τάφῳ». «Ὅσοι εἰς Χριστόν». Ἀπόστολος –μετὰ προκειμένου τοῦ Πάσχα– τῆς ἡμέρας, Τετ. Ϛ´ ἑβδ. Πράξ. (Πρξ. ιη´ 22-28)· Εὐαγγέλιον: τῆς ἡμέρας, Τετ. Ϛ´ ἑβδ. Ἰωάν. (Ἰω. ιβ´ 36-47). «Ὁ Ἄγγελος ἐβόα... Φωτίζου, φωτίζου»· «Σῶμα Χριστοῦ». Τὸ «Χριστὸς ἀνέστη» ἅπαξ ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς, καὶ τρὶς ἀντὶ τοῦ Εἴη τὸ ὄνομα. Ἡ ἀπόλυσις τοῦ Πάσχα ἐν τέλει διαλογικῶς.
Σημείωσις. Ἐν τῇ τραπέζῃ ἐπιτρέπεται κατάλυσις ἰχθύος (βλέπε Πεντηκοστάριον, Τετάρτῃ πρὸ τῆς Ἀναλήψεως, καὶ Πηδάλιον σ. 789).
2. Πέμπτη. † Η ΑΝΑΛΗΨΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. Νικηφόρου Κων/λεως τοῦ ὁμολογητοῦ (†828)· Κωνσταντίνου νεομάρτυρος τοῦ ἐξ Ἀγαρηνῶν.
Ἡ θ´ τοῦ Πάσχα, ἐν ᾗ ἀποδίδεται ἡ ἑορτή.
Εἰς τὸν ἑσπερινόν. «Εὐλογητὸς ὁ Θεός», «Δεῦτε προσκυνήσωμεν» τρὶς καὶ ὁ προοιμιακός, ἄνευ Ψαλτηρίου. Τὰ ἑσπέρια στιχηρὰ τῆς ἑορτῆς εἰς 6 (δευτερουμένου τοῦ πρώτου), μετὰ τοῦ Δόξα, Καὶ νῦν αὐτῶν, καὶ ἐφεξῆς ἡ ἀκολουθία κατὰ τὴν ἐν τῷ Πεντηκοσταρίῳ τάξιν. Ἀπόλυσις «Ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ᾿ ἡμῶν εἰς τοὺς οὐρανοὺς καὶ ἐν δεξιᾷ καθίσας τοῦ Θεοῦ καὶ Πατρὸς Χριστὸς ὁ ἀληθινός...» καὶ εἶτα τὸ «Δι᾿ εὐχῶν».
Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸ «Εὐλογητὸς ὁ Θεός», εὐθὺς τρισάγιον κ.λπ., ὁ ν´ ψαλμὸς χῦμα, τὰ διὰ τὴν λιτὴν στιχηρὰ ὡς ἐν τῷ Πεντηκοσταρίῳ, τρισάγιον κ.τ.λ. καὶ ἀπολυτίκιον «Ἀνελήφθης ἐν δόξῃ».
Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὸ ἀπολυτίκιον τρίς. [Τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος.] Καθίσματα, οἱ ἀναβαθμοὶ «Ἐκ νεότητός μου» κ.λπ., τὰ τοῦ Εὐαγγελίου τοῦ ὄρθρου (ὅ περ ἀναγινώσκεται ἐκ τῶν βημοθύρων), κανόνες καὶ καταβασίαι ὡς ἐν τῷ Πεντηκοσταρίῳ. Μετὰ τὸ κοντάκιον καὶ τὸν οἶκον τῆς ἑορτῆς, τὸ μηνολόγιον καὶ τὸ ὑπόμνημα τοῦ Πεντηκοσταρίου. Ἀντὶ τῆς ᾠδῆς τῆς Θεοτόκου, ψάλλεται ἡ θ´ ᾠδὴ τῶν δύο κανόνων, τοῦ μὲν α´ μετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι», τοῦ δὲ β´ μετὰ τοῦ μεγαλυναρίου «Ἄγγελοι τὴν ἄνοδον τοῦ δεσπότου», καὶ ὁ εἱρμὸς «Χαίροις, ἄνασσα». Ἐξαποστειλάριον (τρίς), αἶνοι, δοξολογία μεγάλη, «Ἀνελήφθης ἐν δόξῃ».
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα τῆς ἑορτῆς.
ΕΙΣΟΔΙΚΟΝ «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ᾿ ἡμῶν εἰς τοὺς οὐρανούς, ψάλλοντάς σοι ἀλληλούια».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ μόνον τὸ ἀπολυτίκιον τῆς ἑορτῆς καὶ τὸ κοντάκιον «Τὴν ὑπὲρ ἡμῶν πληρώσας». Τρισάγιον.
ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος τῆς ἑορτῆς, «Τὸν μὲν πρῶτον λόγον» (Πρξ. α´ 1-12)· Εὐαγγέλιον: ὁμοίως, «Ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν» (Λκ. κδ´ 36-53).
Εἰς τὸ Ἐξαιρέτως «Σὲ τὴν ὑπὲρ νοῦν».
ΚΟΙΝΩΝΙΚΟΝ «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος· ἀλληλούια»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Ἀνελήφθης ἐν δόξῃ»· «Πληρωθήτω»· «Εἴη τὸ ὄνομα». Ἀπόλυσις ὡς ἐν τῷ ἑσπερινῷ.
Εἰδήσεις. 1) Ἀπὸ τοῦ ψαλέντος τὴν ἑσπέραν τῆς χθὲς ἑσπερινοῦ ἄρχεται προτασσόμενον τοῦ προοιμιακοῦ τὸ «Δεῦτε προσκυνήσωμεν» γ´.
2) Εἴθισται εἰς πάσας τὰς μέχρι τῆς ἀποδόσεως τῆς ἑορτῆς θ. λειτουργίας τῶν καθημερινῶν νὰ ψάλλωνται τὰ ἀντίφωνα τῆς ἑορτῆς, ἀλλ᾿ εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἐν δόξῃ ἀναληφθείς»· κοντάκιον «Τὴν ὑπὲρ ἡμῶν πληρώσας»· εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν», ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Ἀνελήφθης ἐν δόξῃ» καὶ μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν «Εἴη τὸ ὄνομα», εὐχὴ δ᾿ ἀπολύσεως ὡς ἐν τῇ ἑορτῇ.
3) Ἕως τῆς ἀποδόσεως, ἐὰν ἑορτάζεται ἅγιος, καταβασίαι ψάλλονται οἱ εἱρμοὶ «Θείῳ καλυφθείς».
3. Παρασκευή. Λουκιλιανοῦ, Παύλης μαρτύρων καὶ τῶν σὺν αὐτοῖς 4 νηπίων (†370-375).
Ἀπόστολος: ἡμέρας, Παρ. Ϛ´ ἑβδ. Πράξ. (Πρξ. ιθ´ 1-8)· Εὐαγγέλιον: ἡμέρας, Παρ. Ϛ´ ἑβδ. Ἰωάν. (Ἰω. ιδ´ 1-11).
4. Σάββατον. Μητροφάνους ἀρχιεπ. Κων/πόλεως (†326). Μάρθας καὶ Μαρίας ἀδελφῶν τοῦ Λαζάρου.
Ἡ ἀκολουθία τοῦ Μηναίου μετὰ τῶν μεθεόρτων τοῦ Πεντηκοσταρίου. Ἀπόστολος: ἱεράρχου, 13ης Νοεμ. (Ἑβρ. ζ´ 26-η´ 2)· Εὐαγγέλιον: ἱεράρχου, 21ης Μαΐου (Ἰω. ι´ 1-9).
5. † ΚΥΡΙΑΚΗ Ζ´ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. «Τῶν ἁγίων 318 θεοφόρων πατέρων τῆς Α´ Οἰκουμενικῆς συνόδου (325 μ.Χ.)». Δωροθέου ἐπισκόπου Τύρου ἱερομάρτυρος (†362), Νικάνδρου, Γοργίου καὶ Ἀπόλλωνος μαρτύρων (δ´ αἰ.), Μάρκου νεομάρτυρος ἐν Χίῳ. Ἦχος πλ. β´, ἑωθινὸν ι´.
Εἰς τὴν θ´. Ἀπολυτίκια «Ἀνελήφθης», Δόξα, «Τὸ μέγα τῆς Τριάδος»· κοντάκιον «Τὴν ὑπὲρ ἡμῶν πληρώσας».
Εἰς τὸν ἑσπερινόν. Ἡ ἀκολουθία ἅπασα ὡς ἐν τῷ Πεντηκοσταρίῳ. Ἀπόλυσις (λεγομένη ἕως τῆς θ´ ὥρας αὔριον) «Ὁ ἀναστὰς ἐκ νεκρῶν καὶ ἐν δόξῃ ἀναληφθεὶς ἀφ᾿ ἡμῶν εἰς τοὺς οὐρανοὺς καὶ ἐν δεξιᾷ καθίσας τοῦ Θεοῦ καὶ Πατρὸς Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν».
Εἰς τὸ μεσονυκτικὸν μετὰ τὸν ν´ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, Δόξα, τὸ τῆς λιτῆς ἰδιόμελον «Ἀποστολικῶν παραδόσεων», Καὶ νῦν, «Κύριε, τῆς οἰκονομίας», τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Ἀνελήφθης ἐν δόξῃ».
Εἰς τὸν ὄρθρον. Εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια.
ΚΑΘΙΣΜΑΤΑ, εὐλογητάρια, ἀναβαθμοί, καὶ πᾶσα ἡ τάξις τοῦ ἑωθινοῦ (ι´) Εὐαγγελίου, κατὰ τὴν τάξιν τοῦ Πεντηκοσταρίου.
ΚΑΝΟΝΕΣ κ.τ.λ. ὡς ἐν τῷ Πεντηκοσταρίῳ. Ἀφ᾿ Ϛ´ ᾠδῆς τῶν κανόνων τὸ κοντάκιον μετὰ τοῦ οἴκου τῶν πατέρων καὶ τὰ συναξάρια Μηναίου καὶ Πεντηκοσταρίου.
ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Θείῳ καλυφθείς»· «Τὴν τιμιωτέραν», «Χαίροις, ἄνασσα».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ καὶ αἶνοι ὡς ἐν τῷ Πεντηκοσταρίῳ. Δοξολογία μεγάλη, «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).
Εἰς τὴν λειτουργίαν. Ἂν προτιμηθοῦν ἀντίφωνα, ψάλλονται τὰ τῆς ἑορτῆς, ἀλλ᾿ εἰς τὸ β´ λέγεται ἐφύμνιον τὸ «Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν», καὶ εἰς τὸ γ´ τὸ ἀπολυτίκιον «Ἀνελήφθης»· εἰς δὲ τὸ Εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφ᾿ ἡμῶν εἰς τοὺς οὐρανούς...»
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Ἀγγελικαὶ δυνάμεις», «Ἀνελήφθης ἐν δόξῃ», «Ὑπερδεδοξασμένος εἶ» καὶ τοῦ ναοῦ, κοντάκιον «Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν».
ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: Κυρ. ζ´ ἑβδ. Πράξ., «Ἔκρινεν ὁ Παῦλος παραπλεῦσαι» (Πρξ. κ´ 16-18, 28-36)· Εὐαγγέλιον: Κυρ. ζ´ ἀπὸ τοῦ Πάσχα, «Ἐπάρας ὁ Ἰησοῦς τοὺς ὀφθαλμούς» (Ἰω. ιζ´ 1-13).
Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστί».
ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε τὸν Κύριον»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Ἀνελήφθης ἐν δόξῃ».
6. Δευτέρα. Ἱλαρίωνος ὁσίου τοῦ νέου, ἡγουμένου τῆς μονῆς τῶν Δαλμάτων (†845).
Ἀπόστολος: ἡμέρας, Δευτ. ζ´ ἑβδ. Πράξ. (Πρξ. κα´ 8-14)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. ζ´ ἑβδ. Ἰωάν. (Ἰω. ιδ´ 27-ιε´ 7).
7. Τρίτη. Ἱερομάρτυρος Θεοδότου τοῦ ἐν Ἀγκύρᾳ· Ζηναΐδος μάρτυρος, Σεβαστιανῆς ὁσίας, Παναγῆ ἱερέως (τοῦ Μπασιᾶ, †1883).
Ἀπόστολος: ἡμέρας, Τρ. ζ´ ἑβδ. Πράξ. (Πρξ. κα´ 26-32)· Εὐαγγέλιον: ἡμέρας, Τρ. ζ´ ἑβδ. Ἰωάν. (Ἰω. ιϚ´ 2-12).
8. Τετάρτη. Ἀνακομιδὴ ἱ. λειψάνων Θεοδώρου τοῦ στρατηλάτου μεγαλομάρτυρος (†319), Καλλιόπης μάρτυρος.
Ἀπόστολος: ἡμέρας, Τετ. ζ´ ἑβδ. Πράξ. (Πρξ. κγ´ 1-11)· Εὐαγγέλιον: ἡμέρας, Τετ. ζ´ ἑβδ. Ἰωάν. (Ἰω. ιϚ´ 15-23).
9. Πέμπτη. Κυρίλλου ἀρχιεπισκ. Ἀλεξανδρείας († 444).
Ἀπόστολος: ἡμέρας, Πέμ. ζ´ ἑβδ. Πράξ. (Πρξ. κε´ 13-19)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. ζ´ ἑβδ. Ἰωάν. (Ἰω. ιϚ´ 22-33).
10. Παρασκευή. «Ἀπόδοσις τῆς ἑορτῆς τῆς Ἀναλήψεως». Ἀλεξάνδρου καὶ Ἀντωνίνης μαρτύρων (†313).
Μετὰ τῆς ἀκολουθίας τῆς Ἀναλήψεως προψάλλεται σήμερον ἡ ἐν τῷ Μηναίῳ ἀκολουθία τῶν ἀποστόλων Βαρθολομαίου καὶ Βαρνάβα (πρβλ. T.M.E. 8 Μαΐου, περίπτ. η´ §20· ἐπίσης 21 Μαΐου, περίπτ. θ´ §§ 14-16), διὰ τὸ εἶναι αὔριον Ψυχοσάββατον.
Εἰς τὴν θ´. Ἀπολυτίκιον «Ἀνελήφθης ἐν δόξῃ»· κοντάκιον «Τὴν ὑπὲρ ἡμῶν πληρώσας».
Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ ψαλτήριον τῆς ἡμέρας.
ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», τὰ στιχηρὰ ἰδιόμελα τῆς ἑορτῆς εἰς 6, καὶ τὰ ἐν τοῖς ἀποστίχοις 3 προσόμοια τῶν ἁγίων Βαρθολομαίου καὶ Βαρνάβα (11 Ἰουν.) «Εἰς πᾶσαν ἐξέδραμε τὴν γῆν» κ.λπ. εἰς 4, Δόξα, τὸ ἰδιόμελον τῶν ἑσπερίων «Τοὺς τῆς εὐσεβείας», Καὶ νῦν, τῆς ἑορτῆς «Τῶν κόλπων τῶν πατρικῶν».
ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας (ἀναγνώσματα δὲν λέγονται).
ΑΠΟΣΤΙΧΑ τὰ τῆς ἑορτῆς, Δόξα, τῶν ἀποστόλων «Ἣν διήλθετε κτίσιν», Καὶ νῦν, τῆς ἑορτῆς «Ἀνέβη ὁ Θεός».
ΑΠΟΛΥΤΙΚΙΑ, τῆς ἑορτῆς, Δόξα, «Ἀπόστολοι ἅγιοι», Καὶ νῦν, αὖθις τὸ τῆς ἑορτῆς.
Εἰς τὸν ὄρθρον. Ὁ ἑξάψαλμος. Εἰς τὸ «Θεὸς Κύριος» τὰ ἀπολυτίκια ὡς ἐσημειώθησαν εἰς τὸν ἑσπερινόν.
ΚΑΘΙΣΜΑΤΑ τὸ α´ ἑορτῆς, Δόξα, Καὶ νῦν, τὸ αὐτό· τὸ β´ τῆς ἑορτῆς «Ὁ προαιώνιος Θεός», Δόξα, Καὶ νῦν, τὸ ἕτερον «Κατελθὼν οὐρανόθεν». Εἶτα ὁ ν´ ψαλμὸς χῦμα, καὶ εὐθὺς οἱ κανόνες.
ΚΑΝΟΝΕΣ, οἱ δύο τῆς ἑορτῆς καὶ ὁ ἐν τῷ Μηναίῳ κοινὸς τῶν ἁγίων (11 Ἰουνίου). Ἀπὸ γ´ ᾠδῆς τὸ κοντάκιον καὶ ὁ οἶκος τῆς ἑορτῆς χῦμα, καὶ ψάλλονται τὰ μεσῴδια καθίσματα τοῦ Μηναίου «Ὡς οὐρανὸς περικαλλής», Δόξα, «Τοῦ νόμου τὴν σκιάν», Καὶ νῦν, τὸ μεσῴδιον τῆς ἑορτῆς «Ἐπιβὰς ἐν νεφέλαις»· ἀφ᾿ Ϛ´ τὸ κοντάκιον μετὰ τοῦ οἴκου τῶν ἁγίων τῆς 11ης Ἰουνίου, συναξάριον δὲ μόνον τοῦ Μηναίου 10ης Ἰουνίου.
ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Θείῳ καλυφθείς»· εἶτα (δὲν στιχολογοῦμεν «Τὴν τιμιωτέραν») ψάλλεται ἡ θ´ ᾠδὴ τῆς ἑορτῆς μετὰ τῶν μεγαλυναρίων [καὶ ἡ τῶν ἁγίων μετὰ στίχου «Ἀπόστολοι τοῦ Χριστοῦ»]· ἐν τέλει ὁ εἱρμὸς «Χαίροις, ἄνασσα».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ, τὸ τῆς ἑορτῆς, τὸ τῶν ἀποστόλων «Βαρθολομαῖος σήμερον» καὶ πάλιν τὸ τῆς ἑορτῆς.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ προσόμοια τῆς ἑορτῆς 3 καὶ τῶν ἁγίων ἕτερα 3 «Ὁ τῆς δόξης σε ἥλιος» κ.λπ. (ἅπαντα ἀνὰ μίαν), Δόξα, τῶν ἀποστόλων «Ἡ σοφία τοῦ Θεοῦ», Καὶ νῦν, τῆς ἑορτῆς «Ἐτέχθης ὡς αὐτὸς ἠθέλησας». Δοξολογία μεγάλη, ἀπολυτίκιον τῆς ἑορτῆς.
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα καὶ τὸ εἰσοδικὸν τῆς ἑορτῆς.
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Ἀνελήφθης ἐν δόξῃ», «Ἀπόστολοι ἅγιοι» καὶ τοῦ ναοῦ, κοντάκιον τὸ τῆς ἑορτῆς.
ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: τῶν ἀποστόλων, Κυρ. ε´ Πράξ., «Διασπαρέντες οἱ ἀπόστολοι» (Πρξ. ια´ 19-30)· Εὐαγγέλιον: ὁμοίως, 8 Νοεμ., «Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει» (Λκ. ι´ 16-21).
Εἰς τὸ Ἐξαιρέτως «Σὲ τὴν ὑπὲρ νοῦν». Κοινωνικὸν «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Ἀνελήφθης ἐν δόξῃ».
11. † Σάββατον πρὸ τῆς Πεντηκοστῆς (Ψυχοσάββατον). «Μνεία πάντων τῶν ἀπ᾿ αἰῶνος κοιμηθέντων εὐσεβῶς Χριστιανῶν». Ναθαναὴλ τοῦ Βαρθολομαίου (υἱοῦ τοῦ Θολομᾶ) ἐκ τῶν 12 καὶ Βαρνάβα τῶν ἀποστόλων (α´ αἰ.)· ὑπεραγίας Θεοτόκου «Παναγίας Ἄξιον ἐστίν».
Εἰς τὴν θ´. Ἀπολυτίκια «Ἀνελήφθης ἐν δόξῃ», Δόξα, «Ἀπόστολοι ἅγιοι»· κοντάκιον «Τὴν ὑπὲρ ἡμῶν πληρώσας»· (μικρὰ) ἀπόλυσις ὡς ἐν τῇ ἑορτῇ (διὰ τὴν ἀπόδοσιν αὐτῆς).
Αἱ ἀκολουθίαι ψάλλονται κατὰ τὴν τάξιν τοῦ Πεντηκοσταρίου καὶ τοῦ Σαββάτου πρὸ τῆς Κυριακῆς τῆς ἀπόκρεω (ὅρα 26ῃ Φεβρ.).
Εἰς τὸν ἑσπερινὸν ὡς ἐν τῷ Πεντηκοσταρίῳ, ἄνευ εἰσόδου· μετὰ τὸ «Νῦν ἀπολύεις» ὁ νεκρώσιμος κανὼν (ἐκ τῆς παννυχίδος) καὶ τὸ μνημόσυνον.
Εἰς τὸν ὄρθρον ὁ κανὼν τοῦ Πεντηκοσταρίου, ἀλλ᾿ εἰς ἑκάστην ᾠδὴν προτάσσεται ὁ εἱρμὸς αὐτῆς μὴ ἐπαναλαμβανόμενος ἐν τέλει, πλὴν τῆς γ´ καὶ Ϛ´ ᾠδῆς· μετὰ τὸ κοντάκιον καὶ τὸν οἶκον, τὸ συναξάριον τοῦ Μηναίου καὶ εἶτα τὸ ἑξῆς ὑπόμνημα (ἐκ τοῦ Τριῳδίου)· «Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν πάντων τῶν ἀπ᾿ αἰῶνος κοιμηθέντων εὐσεβῶς, ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, οἱ θειότατοι πατέρες ἐθέσπισαν.
Στίχοι· Ἀμνημόνησον πταισμάτων νεκροῖς, Λόγε,
τὰ χρηστὰ νεκρὰ σπλάγχνα σου μὴ δεικνύων.
Τὰς τῶν προαναπαυσαμένων ψυχὰς κατάταξον, δέσποτα Χριστέ, ἐν ταῖς τῶν δικαίων σου σκηναῖς καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος ἀθάνατος. Ἀμήν».
Καταβασίαι δὲν ψάλλονται, ἀλλὰ μόνον οἱ 4 εἱρμοὶ εἰς τὴν τάξιν αὐτῶν· «Τὴν τιμιωτέραν», ἐξαποστειλάρια, αἶνοι, ἀπόστιχα κ.λπ. ὡς ἐν τῷ Πεντηκοσταρίῳ· «Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι», τρισάγιον κ.λπ., τὸ ἀπολυτίκιον «Ὁ βάθει σοφίας», Δόξα, Καὶ νῦν, τὸ θεοτοκίον «Σὲ καὶ τεῖχος» (ὡς ὁρίζει καὶ τὸ Τ.Μ.Ε., Σαββάτῳ πρὸ τῆς Πεντηκοστῆς §45).
Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα καὶ εἰσοδικὸν τὰ τῶν καθημερινῶν. Μετὰ τὴν εἴσοδον ἀπολυτίκια «Ὁ βάθει σοφίας» καὶ τοῦ ναοῦ, κοντάκιον «Μετὰ τῶν ἁγίων». Ἀπόστολος: κοιμηθέντων, «Οὐ θέλω ὑμᾶς ἀγνοεῖν» (Α´ Θεσ. δ´ 13-17)· Εὐαγγέλιον: Σαββάτου πρὸ τῆς Πεντηκοστῆς (ια´ ἑωθινόν), «Ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς» (Ἰω. κα´ 14-25). «Ἄξιον ἐστί». Κοινωνικὸν «Μακάριοι οὓς ἐξελέξω»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Ὁ βάθει σοφίας»· «Πληρωθήτω». Μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν τὰ τροπάρια «Μετὰ πνευμάτων δικαίων» κ.λπ., μεθ᾿ ἃ μνημονεύει ὁ ἱερεύς, ὡς ἐν τῷ Σαββάτῳ πρὸ τῆς ἀπόκρεω σημειοῦται· εἶτα ἡ ἀπόλυσις τῆς θ. λειτουργίας.
12. † ΚΥΡΙΑΚΗ Η´ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. «Η ΕΟΡΤΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ». Ὀνουφρίου ὁσίου (δ´ αἰ.). Πέτρου τοῦ ἐν Ἄθῳ (†734).
Εἰς τὴν θ´. Ἀπολυτίκιον «Ὁ βάθει σοφίας»· κοντάκιον «Μετὰ τῶν ἁγίων».
Ἡ ἀκολουθία ἅπασα κατὰ τὴν ἐν τῷ Πεντηκοσταρίῳ τάξιν.
Εἰς τὸν ἑσπερινὸν δὲν στιχολογοῦμεν Ψαλτήριον, εἰς δὲ τὰ ἑσπέρια δευτεροῦμεν τὸ «Πεντηκοστὴν ἑορτάζομεν» καὶ τὸ «Εἴδομεν τὸ φῶς». Εἰς τὴν εἴσοδον προκείμενον «Ὁ Κύριος ἐβασίλευσε» καὶ τὰ ἀναγνώσματα. Τὰ διὰ τὴν λιτὴν ἰδιόμελα εἰς τὸ μεσονυκτικόν. Τὸ ἀπολυτίκιον «Εὐλογητὸς εἶ, Χριστὲ» ψάλλεται τρίς. Ἀπόλυσις «Ὁ ἐν εἴδει πυρίνων γλωσσῶν οὐρανόθεν καταπέμψας τὸ πανάγιον Πνεῦμα ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς καὶ ἀποστόλους Χριστὸς ὁ ἀληθινός...»
Εἰς τὸ μεσονυκτικόν. «Εὐλογητὸς ὁ Θεός», «Βασιλεῦ οὐράνιε» (ὅ περ ἐφεξῆς ἐπανέρχεται ἐν τῇ ἀρχῇ τῶν ἀκολουθιῶν μέχρι τοῦ ἑπομένου Πάσχα), τρισάγιον κ.λπ., ὁ ν´ ψαλμὸς χῦμα, τὰ διὰ τὴν λιτὴν στιχηρὰ τῆς ἑορτῆς, τρισάγιον καὶ ἀπολυτίκιον «Εὐλογητὸς εἶ, Χριστέ».
Εἰς τὸν ὄρθρον εἰς τὸ «Θεὸς Κύριος» τὸ ἀπολυτίκιον τρίς, καὶ τὰ λοιπὰ ὡς ἐν τῷ Πεντηκοσταρίῳ. Τὸ εἰδικὸν διὰ τὴν ἑορτὴν ὀρθρινὸν Εὐαγγέλιον (Ἰω. κ´ 19-23) μετὰ τῆς τάξεως αὐτοῦ. Οἱ δύο κανόνες τοῦ Πεντηκοσταρίου μετὰ τῶν εἱρμῶν αὐτῶν «ἄνευ στίχων» (ἀλλὰ μετὰ τοῦ Δόξα, Καὶ νῦν, εἰς τὰ δύο τελευταῖα τροπάρια ἑκάστης ᾠδῆς τοῦ β´ κανόνος). Ἀφ᾿ Ϛ´ ᾠδῆς τὸ κοντάκιον μετὰ τοῦ οἴκου τῆς ἑορτῆς καὶ τὰ συναξάρια Μηναίου καὶ Πεντηκοσταρίου. Καταβασίαι οἱ εἱρμοὶ «Πόντῳ ἐκάλυψε» καὶ «Θείῳ καλυφθείς» διπλαῖ. Ἀντὶ τῆς στιχολογίας τῆς ᾠδῆς τῆς Θεοτόκου, ψάλλεται ἡ θ´ ᾠδὴ τῶν κανόνων [τοῦ μὲν α´ μετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι», τοῦ δὲ β´ μετὰ τοῦ μεγαλυναρίου «Ἀπόστολοι τὴν χάριν τοῦ Παρακλήτου, λαβόντες ἐξεπλήττοντο, ἑτέραις γλώσσαις λαλοῦντες, καθὼς τὸ Πνεῦμα ἐδίδου»]* καὶ ἐν τέλει οἱ δύο εἱρμοὶ «Μὴ τῆς φθορᾶς» καὶ «Χαίροις, ἄνασσα». Ἐξαποστειλάρια (τὸ α´ δίς, τὸ β´ ἅπαξ), αἶνοι, δοξολογία μεγάλη καὶ ἀπολυτίκιον «Εὐλογητὸς εἶ, Χριστέ» (ἅπαξ).
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα τῆς ἑορτῆς (ὁ γ´ στίχος τοῦ α´ ἀντιφώνου ἄρχεται «Οὔκ εἰσι λαλιαὶ οὐδὲ λόγοι...»).
ΕΙΣΟΔΙΚΟΝ «Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου· ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι ἀλληλούια».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ, μόνον τὸ ἀπολυτίκιον καὶ τὸ κοντάκιον τῆς ἑορτῆς. Ἀντὶ τρισαγίου, «Ὅσοι εἰς Χριστόν».
ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: τῆς ἑορτῆς, Κυρ. η´ Πράξ., «Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς» (Πρξ. β´ 1-11)· Εὐαγγέλιον: ὁμοίως, Κυρ. η´ Ἰωάν., «Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς» (Ἰω. ζ´ 37-52, η´ 12).
Εἰς τὸ Ἐξαιρέτως «Μὴ τῆς φθορᾶς».
ΚΟΙΝΩΝΙΚΟΝ «Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἀλληλούια»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Εὐλογητὸς εἶ, Χριστέ». Ἀπόλυσις ὡς ἐν τῷ ἑσπερινῷ. Ἐν συνεχείᾳ συνάπτεται συνήθως καὶ ὁ ἑσπερινός, ὡς ἕπεται.
Ὁ ἑσπερινὸς τῆς γονυκλισίας. Ἡ ἀκολουθία ὡς ἔχει ἐν τῷ Πεντηκοσταρίῳ. Εἴσοδος, «Φῶς ἱλαρόν», καὶ τὸ μέγα προκείμενον «Τίς Θεὸς μέγας» μετὰ τῶν στίχων αὐτοῦ. Εἶτα αἱ εὐχαὶ τῆς γονυκλισίας κατὰ τὴν ἐν τῷ Πεντηκοσταρίῳ τάξιν, τὰ ἀπόστιχα καὶ τὸ ἀπολυτίκιον «Εὐλογητὸς εἶ, Χριστέ». Ἀπόλυσις «Ὁ ἐκ τῶν πατρικῶν κόλπων κενώσας ἑαυτὸν καὶ τὴν ἡμετέραν ὅλην ἀνθρωπείαν προσλαβόμενος φύσιν καὶ θεώσας αὐτήν, μετὰ δὲ ταῦτα εἰς οὐρανοὺς αὖθις ἀνελθὼν καὶ ἐν δεξιᾷ καθίσας τοῦ Θεοῦ καὶ Πατρός, τό τε θεῖον καὶ ἅγιον καὶ ὁμοούσιον καὶ ὁμοδύναμον καὶ ὁμόδοξον καὶ συναΐδιον Πνεῦμα καταπέμψας ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς καὶ ἀποστόλους καὶ διὰ τούτου φωτίσας μὲν αὐτούς, δι᾿ αὐτῶν δὲ πᾶσαν τὴν οἰκουμένην, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρός, τῶν ἁγίων ἐνδόξων πανευφήμων, θεοκηρύκων καὶ πνευματοφόρων ἀποστόλων καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς διὰ τὴν ἑαυτοῦ ἀγαθότητα. Ἀμήν».
13. † Δευτέρα μετὰ τὴν Πεντηκοστήν. «ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ». Ἀκυλίνης μάρτυρος (†239). (Τυπικὸν Πεντηκοσταρίου §§51-52.)
Τῇ Δευτέρᾳ τοῦ ἁγίου Πνεύματος, σύναξις τῆς Θεοτόκου «Φανερωμένης» ἐν Λευκάδι.
Εἰς τὸ μεσονυκτικόν. «Εὐλογητὸς ὁ Θεός», «Βασιλεῦ οὐράνιε», τρισάγιον κ.λπ., «Δεῦτε προσκυνήσωμεν» γ´, ὁ ν´ ψαλμὸς χῦμα, τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Εὐλογητὸς εἶ, Χριστέ».
Εἰς τὸν ὄρθρον. Εἰς τὸ «Θεὸς Κύριος» τὸ ἀπολυτίκιον «Εὐλογητὸς εἶ, Χριστὲ» τρίς, τὰ δὲ λοιπὰ ὡς τῷ Πεντηκοσταρίῳ. Ὁ ν´ χῦμα καὶ οἱ δύο κανόνες ὡς χθές. Μετὰ τὸ κοντάκιον καὶ τὸν οἶκον τὰ συναξάρια τοῦ Μηναίου καὶ τοῦ Πεντηκοσταρίου. Καταβασίαι μόνον οἱ εἱρμοὶ τοῦ ἰαμβικοῦ κανόνος «Θείῳ καλυφθείς»· (ἀντὶ τοῦ Τὴν τιμιωτέραν) ἡ θ´ ᾠδὴ τῶν κανόνων ὡς χθές, καὶ ὁ εἱρμὸς «Χαίροις ἄνασσα». Ἐξαποστειλάρια καὶ αἶνοι, δοξολογία μεγάλη καὶ τὸ ἀπολυτίκιον «Εὐλογητὸς εἶ, Χριστέ» (ἅπαξ).
Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα, εἰσοδικόν, ἀπολυτίκιον καὶ κοντάκιον, ὡς χθές. Ἀντὶ τρισαγίου, «Ὅσοι εἰς Χριστόν» (κατ᾿ ἀπαίτησιν τοῦ Τ.Μ.Ε.). Ἀπόστολος: Δευτέρας ἁγ. Πνεύματος, «Ὡς τέκνα φωτὸς περιπατεῖτε» (Ἐφεσ. ε´ 8-19)· Εὐαγγέλιον: Δευτ. α´ ἑβδ. Ματθαίου, «Ὁρᾶτε μὴ καταφρονήσητε» (Μτθ. ιη´ 10-20). Εἰς τὸ Ἐξαιρέτως «Χαίροις ἄνασσα». Κοινωνικὸν «Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀφ᾿ ἡμῶν δεόμεθα, φιλάνθρωπε· ἀλληλούια»· «Εἴδομεν τὸ φῶς», ὅ περ ψάλλεται ἐφεξῆς εἰς πᾶσαν θ. λειτουργίαν. Ἀπόλυσις ὡς τῷ Σαββάτῳ ἑσπέρας.
Εἰδήσεις. 1. Κατὰ τὴν παροῦσαν ἑβδομάδα γίνεται κατάλυσις εἰς πάντα.
2. Μέχρι τῆς ἀποδόσεως εἴθισται νὰ ψάλλεται (λόγῳ καθ᾿ ὑπερβολὴν κατὰ γράμμα ἑρμηνείας τῆς §38 τῆς Προθεωρίας τοῦ Τ.Μ.Ε.) εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ· σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ...», τὸ ὁποῖον ὅμως εἶναι ἀνακόλουθον, ἐφόσον «Παράκλητος» ἐνταῦθα νοεῖται τὸ ἅγιον Πνεῦμα, ἐνῷ τὸ α´ ἥμισυ τοῦ εἰσοδικοῦ τούτου ἀναφέρεται εἰς τὸν Χριστόν. Ὀρθότερον θὰ ἦτο νὰ ψάλλεται τὸ εἰσοδικὸν τῆς ἑορτῆς.
3. Ἀπὸ σήμερον ἄρχονται τὰ ἀναγνώσματα ἐκ τῶν ἐπιστολῶν τοῦ Παύλου καὶ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου.
14. Τρίτη. Ἐλισαίου τοῦ προφήτου (900 π.Χ.), Μεθοδίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ ὁμολογητοῦ (†847).
Ἀπόστολος: ἡμέρας, Τρ. α´ ἑβδ. ἐπιστ. (Ῥωμ. α´ 1-7, 13-17)· Εὐαγγέλιον: προφήτου, Παρ. α´ ἑβδ. Λουκᾶ (Λκ. δ´ 22-30).
15. Τετάρτη. Ἀμὼς προφήτου (η´ αἰ. π.Χ.), Ἀχαϊκοῦ καὶ Στεφανᾶ ἀποστόλων, Ἱερωνύμου ὁσίου (†420), Αὐγουστίνου ἐπισκόπου Ἱππῶνος (†430).
Ἀπόστολος: ἡμέρας, Τετ. α´ ἑβδ. ἐπιστ. (Ῥωμ. α´ 18-27)· Εὐαγγέλιον: ἡμέρας, Τετ. α´ ἑβδ. Ματθ. (Μτθ. ε´ 20-26).
16. Πέμπτη. Τύχωνος ἐπισκόπου Ἀμαθοῦντος Κύπρου (δ´-ε´ αἰ.).
Ἀπόστολος: ἡμέρας, Πέμ. α´ ἑβδ. ἐπιστ. (Ῥωμ. α´ 28- β´ 9)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. α´ ἑβδ. Ματθ. (Μτθ. ε´ 27-32).
17. Παρασκευή. Ἰσαύρου διακόνου, Βασιλείου καὶ Ἰννοκεντίου († γ´ αἰ.)· Μανουήλ, Σαβὲλ καὶ Ἰσμαὴλ τῶν μαρτύρων (†362).
Ἀπόστολος: ἡμέρας, Παρ. α´ ἑβδ. ἐπιστ. (Ῥωμ. β´ 14-28)· Εὐαγγέλιον: ἡμέρας, Παρ. α´ ἑβδ. Ματθ. (Μτθ. ε´ 33-41).
18. Σάββατον. «Ἀπόδοσις τῆς ἑορτῆς τῆς Πεντηκοστῆς». Λεοντίου τοῦ ἐξ Αἰγίνης. Ὑπατίου, Θεοδούλου, Αἰθερίου τῶν μαρτύρων (†70), Λεοντίου ὁσίου τοῦ Ἀργείου. (Τυπικὸν Πεντηκοσταρίου §52, «Τῷ Σαββάτῳ...»)
Ἡ ἀκολουθία ὡς διετυπώθη τῇ Κυριακῇ τῆς Πεντηκοστῆς, ἀλλὰ τὰ ἑσπέρια εἰς στίχους 8 (ἅπαντα ἀνὰ μίαν) καὶ καταλιμπάνονται τὰ ἀναγνώσματα τοῦ ἑσπερινοῦ, τὰ στιχηρὰ τῆς λιτῆς, καὶ ἐν τῷ ὄρθρῳ ὁ πολυέλεος καὶ τὸ μετ᾿ αὐτὸν κάθισμα, τὸ Εὐαγγέλιον μετὰ τῆς τάξεως αὐτοῦ καὶ τὸ συναξάριον τοῦ Πεντηκοσταρίου. Εἰς τὴν λειτουργίαν, ἀντίφωνα, εἰσοδικόν, ἀπολυτίκιον καὶ κοντάκιον, ὡς ἐν τῇ ἑορτῇ. Τρισάγιον. Ἀπόστολος: ἡμέρας, Σαβ. α´ ἑβδ. ἐπιστ. (Ῥωμ. α´ 7-13)· Εὐαγγέλιον: ἡμέρας, Σαβ. α´ ἑβδ. Ματθ. (Μτθ. ε´ 42-48). Εἰς τὸ Ἐξαιρέτως «Χαίροις ἄνασσα». Κοινωνικὸν «Τὸ Πνεῦμά σου τὸ ἀγαθόν»· «Εἴδομεν τὸ φῶς».
19. † ΚΥΡΙΑΚΗ Α´ ΜΑΤΘΑΙΟΥ. «ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ». Ἰούδα ἀποστόλου τοῦ Θαδδαίου ἢ Λεββαίου, καὶ Ἰούδα ἀποστόλου τοῦ θεαδέλφου. Ζωσίμου μάρτυρος (β´ αἰ.), Παϊσίου ὁσίου τοῦ μεγάλου. Ἦχος πλ. δ´· ἑωθινὸν α´ (τυπικὸν Πεντηκοσταρίου §§53-55).
Τῇ Κυριακῇ τῶν ἁγίων Πάντων τελεῖται προσκύνημα εἰς τὰς κατακόμβας τῆς Μήλου (τὸ ἀρχαιότερον ἐν Ἑλλάδι παλαιοχριστιανικὸν μνημεῖον). Μνήμη τῶν ὁσίων Γρηγορίου, Θεοδώρου καὶ Λέοντος τῶν ἐν Σάμῃ Κεφαλληνίας.
Εἰς τὴν θ´. «Εὐλογητὸς εἶ, Χριστέ»· «Ὅτε καταβάς».
Εἰς τὸν ἑσπερινὸν ἡ ἀκολουθία ὡς ἐν τῷ Πεντηκοσταρίῳ (μετὰ τὴν εἴσοδον καὶ τὸ προκείμενον «Ὁ Κύριος ἐβασίλευσε» λέγονται τὰ ἀναγνώσματα). Ἀπολυτίκια «Ἐξ ὕψους κατῆλθες», Δόξα, «Τῶν ἐν ὅλῳ τῷ κόσμῳ»*, Καὶ νῦν, «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον».
Εἰς τὸ μεσονυκτικόν. Ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ διὰ τὴν λιτὴν στιχηρὰ ὡς ἐν τῷ Πεντηκοσταρίῳ, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Τῶν ἐν ὅλῳ τῷ κόσμῳ».
Εἰς τὸν ὄρθρον. Εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια ὡς εἰς τὸν ἑσπερινόν. Καθίσματα, εὐλογητάρια, ἀναβαθμοί, ἡ τάξις τοῦ ἑωθινοῦ (α´) Εὐαγγελίου, καὶ τὰ λοιπά, ὡς ἐν τῷ Πεντηκοσταρίῳ. Κανόνες ὁ ἀναστάσιμος καὶ ὁ τῶν ἁγίων· ἀπὸ γ´ καὶ Ϛ´ ᾠδῆς τὰ τοῦ Πεντηκοσταρίου. Καταβασίαι οἱ εἱρμοὶ «Ἀνοίξω τὸ στόμα μου»· «Τὴν τιμιωτέραν», «Ἅπας γηγενής». Ἐξαποστειλάρια «Ἅγιος Κύριος» καὶ τὰ τοῦ Πεντηκοσταρίου. Οἱ αἶνοι, δοξολογία μεγάλη, «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).
Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα [ἢ τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς τὰ 4 τροπάρια τοῦ ἤχου καὶ 4 τῆς Ϛ´ ᾠδῆς τοῦ κανόνος τῶν ἁγίων].
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Ἐξ ὕψους κατῆλθες», «Τῶν ἐν ὅλῳ τῷ κόσμῳ» καὶ τοῦ ναοῦ, κοντάκιον «Ὡς ἀπαρχάς».
ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: τῶν ἁγ. Πάντων, Κυρ. α´ ἐπιστ., «Οἱ ἅγιοι πάντες» (Ἑβρ. ια´ 33-ιβ´ 2)· Εὐαγγέλιον: Κυρ. α´ Ματθ., «Πᾶς ὅς τις ὁμολογήσει» (Μτθ. ι´ 32-33, 37-38, ιθ´ 27-30).
Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστί».
ΚΟΙΝΩΝΙΚΟΝ «Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις· ἀλληλούια».
Σημείωσις. Ἀπολυτίκια τῶν ἁγίων Πάντων.
Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.
(Ποίημα τοῦ ὁσίου Νικοδήμου τοῦ Ἁγιορείτου)
Βλαστοὺς εὐαγγελίου καὶ καρποὺς ἀμαράντους, χοροὺς ἁγίων Πάντων εὐφημήσωμεν πάντες, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, μιμούμενοι αὐτῶν τὰς ἀρετάς, καὶ ἀγῶνας τοὺς γενναίους, ἀπὸ ψυχῆς συμφώνως ἀνακράζοντες· δόξα τῷ στεφανώσαντι ὑμᾶς· δόξα τῷ ἁγιάσαντι· δόξα τῷ ἐν τῇ γῇ καὶ οὐρανῷ ὑμᾶς δοξάσαντι.
Ἕτερον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
(Ποίημα Κυρίλλου πατριάρχου Κων/πόλεως)
Τῶν ἁγίων Πάντων οἶκος ὁ πάνσεπτος, οὐρανὸς ὥς τις ἄλλος ἀστράπτει αἴθριος, ἐν μέσῳ ἔχων τὸν Χριστόν, ὥς περ ἥλιον λαμπρόν, τὴν παρθένον Μαριάμ, σελήνην ὡς πλησιφαῆ, καὶ κύκλῳ καθάπερ ἄστρα, χορούς τε πάντων ἁγίων, ἀεὶ πρεσβεύοντας σωθῆναι ἡμᾶς.
Εἰδήσεις. 1. Ἀπὸ σήμερον ἐπαναλαμβάνεται ἡ χρῆσις τῆς Παρακλητικῆς.
2. Μέχρι τῆς 26ης Ἰουλίου, ἐὰν ἑορτάζεται ἅγιος, ψάλλονται καταβασίαι «Ἀνοίξω τὸ στόμα μου», καὶ ἐπισφραγιστικὸν κοντάκιον εἰς τὴν λειτουργίαν «Προστασία τῶν Χριστιανῶν».
3. Ἀπὸ αὔριον ἄρχεται ἡ νηστεία τῶν ἁγίων ἀποστόλων μέχρι τῆς 28ης Ἰουνίου.
20. Δευτέρα. Μεθοδίου ἱερομάρτυρος, ἐπισκόπου Πατάρων (†312). Νικολάου Καβάσιλα (ιδ´ αἰ.).
Διὰ τὰς ἐν καθημερινῇ ἀκολουθίας μετὰ Παρακλητικῆς βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις (§§1-32). Ἀπόστολος: ἡμέρας, Δευτ. β´ ἑβδ. ἐπιστ. (Ῥωμ. β´ 28-γ´ 18)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. β´ ἑβδ. Ματθ. (Μτθ. Ϛ´ 31-34, ζ´ 9-11).
21. Τρίτη. Ἰουλιανοῦ μάρτυρος (γ´-δ´ αἰ.). Τερεντίου ἱερομάρτυρος. ἐπισκόπου Ἰκονίου (α´ αἰ.), Νικήτα ἱερομ. τοῦ Νισυρίου (†1732).
Ἀπόστολος: ἡμέρας, Τρ. β´ ἑβδ. ἐπιστ. (Ῥωμ. δ´ 4-12)· Εὐαγγέλιον: ἡμέρας, Τρ. β´ ἑβδ. Ματθ. (Μτθ. ζ´ 15-21).
22. Τετάρτη. Εὐσεβίου ἱερομάρτ. ἐπισκ. Σαμοσάτων (†380). Ζήνωνος καὶ Ζηνᾶ (κυρίου καὶ δούλου) μαρτ. (†304).
Ὁ ἥλιος εἰσέρχεται εἰς τὸν Καρκίνον. Ἀρχὴ τοῦ θέρους.
Ἀπόστολος: ἡμέρας, Τετ. β´ ἑβδ. ἐπιστ. (Ῥωμ. δ´ 13-25)· Εὐαγγέλιον: ἡμέρας, Τετ. β´ ἑβδ. Ματθ. (Μτθ. ζ´ 21-23).
23. Πέμπτη. Ἀγριππίνης (†253-60) μάρτυρος. Ἀριστοκλέους πρεσβυτέρου, Δημητρίου διακόνου, Ἀθανασίου ἀναγνώστου.
Ἀπόστολος: ἡμέρας, Πέμ. β´ ἑβδ. ἐπιστ. (Ῥωμ. ε´ 10-16)· Εὐαγγέλιον: ἡμέρας, Πέμ. β´ ἑβδ. Ματθ. (Μτθ. η´ 23-27).
24. Παρασκευή. † Τὸ γενέθλιον τοῦ προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου. Παναγιώτου νεομάρτυρος τοῦ Καισαρέως (†1765).
Ἡ ἀκολουθία ψάλλεται δίχα Παρακλητικῆς, ὡς ἀκριβῶς ἔχει ἐν τῷ Μηναίῳ (τυπ. 24ης Ἰουνίου §§ 1-3).
Εἰς τὸν ἑσπερινὸν ἅπαντα ὡς ἐν τῷ Μηναίῳ· τὰ διὰ τὴν λιτὴν στιχηρὰ εἰς τὸ μεσονυκτικόν. Ἀπόλυσις «Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν... ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, οὗ τὸ γενέθλιον ἑορτάζομεν...»
Εἰς τὸν ὄρθρον. Εὐαγγέλιον: 24ης Ἰουνίου, «Συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ Ζαχαρίου» (Λκ. α´ 24-25, 57-68, 76, 80). Κανόνες μόνον οἱ ἐν τῷ Μηναίῳ δύο τοῦ Προδρόμου. Καταβασίαι οἱ εἱρμοὶ «Ἀνοίξω τὸ στόμα μου».
Εἰς τὴν λειτουργίαν. Μετὰ τὴν εἴσοδον, ἀπολυτίκια «Προφῆτα καὶ πρόδρομε» καὶ τοῦ ναοῦ, κοντάκιον «Προστασία». Ἀπόστολος τοῦ Προδρόμου, Κυρ. Τυροφάγου, «Νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία» (Ῥωμ. ιγ´ 11-ιδ´ 4)· Εὐαγγέλιον ὁμοίως, Ἰουν. 24, «Ἐπειδή περ πολλοὶ ἐπεχείρησαν» (Λκ. α´ 1-25, 57-68, 76, 80). Κοινωνικὸν «Εἰς μνημόσυνον».
Ἐν τῇ τραπέζῃ κατάλυσις ἰχθύος.
25. Σάββατον. Ἀπόδοσις τοῦ γενεσίου τοῦ Προδρόμου. Φεβρωνίας ὁσιομάρτυρος (†304). Ὀρεντίου καὶ τῶν σὺν αὐτῷ μαρτύρων.
Ἡ ἀκολουθία τοῦ Σαββάτου ψάλλεται μὲ «Θεὸς Κύριος» (βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§31-44)· Ἀπόστολος: ἡμέρας, Σαβ. β´ ἑβδομ. ἐπιστ. (Ῥωμ. γ´ 19-26)· Εὐαγγέλιον: ἡμέρας, Σαβ. β´ ἑβδομ. Ματθ. (Μτθ. ζ´ 1-8).
26. † ΚΥΡΙΑΚΗ Β´ ΜΑΤΘΑΙΟΥ. Δαυὶδ ὁσίου τοῦ ἐν Θεσσαλονίκῃ (†540). Ἰωάννου ἐπισκόπου Γοτθίας. Ἦχος α´, ἑωθινὸν β´.
Τῇ αὐτῇ Κυριακῇ, μνήμη πάντων τῶν ἐν Ἁγίῳ Ὄρει διαλαμψάντων πατέρων, πάντων τῶν ἐν Παλαιστίνῃ ἁγίων, σύναξις τῶν 23 ἁγίων τῆς νήσου Λέσβου, καὶ ἐν Σερβίοις (Κοζάνης) σύναξις τῆς ἁγίας βασιλίσσης Ἄρτης Θεοδώρας.
Εἰς τὴν θ´. Ἀπολυτίκιον καὶ κοντάκιον τοῦ Προδρόμου.
Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.
ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ» ἀναστάσιμα 7 καὶ τοῦ Μηναίου προσόμοια 3 «Πάτερ Δαυὶδ παμμακάριστε» κ.λπ., Δόξα, Καὶ νῦν, «Τὴν παγκόσμιον δόξαν».
ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.
ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα «Τῷ πάθει σου, Χριστὲ» κ.λπ., Δόξα, Καὶ νῦν, «Ἰδοὺ πεπλήρωται».
απολυτικιον «Τοῦ λίθου σφραγισθέντος», Δόξα, Καὶ νῦν, «Τοῦ Γαβριὴλ φθεγξαμένου σοι».
Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου «Μίαν τρισυπόστατον ἀρχήν», τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἡ ὑπακοὴ «Ἡ τοῦ λῃστοῦ μετάνοια».
Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκιον «Τοῦ λίθου σφραγισθέντος», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Τοῦ Γαβριὴλ φθεγξαμένου σοι». [Τὸ Ψαλτήριον καὶ ὁ Ἄμωμος.]
ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα κατὰ σειρὰν καὶ τὰ εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.
ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (β´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.
ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ τοῦ Μηναίου· ἀπὸ γ´ ᾠδῆς τὸ μεσῴδιον κάθισμα τοῦ Μηναίου μετὰ τοῦ θεοτοκίου· ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.
ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Ἀνοίξω τὸ στόμα μου»· «Τὴν τιμιωτέραν», «Ἅπας γηγενής».
ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ β´ ἀναστάσιμον «Τὸν λίθον θεωρήσασαι» καὶ τὸ θεοτοκίον αὐτοῦ «Ἄγγελος μὲν ἐκόμισεν».
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 8, Δόξα, τὸ β´ ἑωθινὸν «Μετὰ μύρων προσελθούσαις», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».
Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ μετὰ τῶν μακαρισμῶν τοῦ ἤχου] (βλέπε ἔμπροσθεν γεν. τυπ. διατάξεις §§64-66).
ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστάς».
ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Τοῦ λίθου σφραγισθέντος» καὶ τοῦ ναοῦ, κοντάκιον «Προστασία».
ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: Κυρ. β´ ἐπιστ., «Δόξα καὶ τιμὴ καὶ εἰρήνη» (Ῥωμ. β´ 10-16)· Εὐαγγέλιον: Κυρ. β´ Ματθ., «Περιπατῶν ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν» (Μτθ. δ´ 18-23).
Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».
ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς»· «Πληρωθήτω, καὶ τὰ λοιπὰ τῆς λειτουργίας.
27. Δευτέρα. Σαμψὼν ὁσίου τοῦ ξενοδόχου (†530).
Ἀπόστολος: ἡμέρας, Δευτ. γ´ ἑβδ. ἐπιστ. (Ῥωμ. ζ´ 1-13)· Εὐαγγέλιον: ἡμέρας, Δευτ. γ´ ἑβδ. Ματθ. (Μτθ. θ´ 36-ι´ 8).
28. Τρίτη. Ἀνακομιδὴ τῶν ἱερῶν λειψάνων Κύρου καὶ Ἰωάννου τῶν ἀναργύρων (412).
Ἀπόστολος: ἡμέρας, Τρ. γ´ ἑβδ. ἐπιστ. (Ῥωμ. ζ´ 14-η´ 2)· Εὐαγγέλιον: ἡμέρας, Τρ. γ´ ἑβδ. Ματθ. (Μτθ. ι´ 9-15).
29. Τετάρτη. † Πέτρου (†64) καὶ Παύλου (†67) τῶν πανευφήμων καὶ πρωτοκορυφαίων ἀποστόλων.
Ἡ ἀκολουθία ψάλλεται ἄνευ Παρακλητικῆς ὡς ἐν τῷ Μηναίῳ (Τ.Μ.Ε., 29 Ἰουνίου §§1-3).
Εἰς τὸν ἑσπερινόν. Εἰς τὰ ἀπόστιχα τοῦ ἑσπερινοῦ Καὶ νῦν, «Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος... μετὰ τῶν ἀποστόλων» (Παρακλ., ἦχος πλ. β´, Τετάρτῃ ἑσπέρας). Τὰ διὰ τὴν λιτὴν ἰδιόμελα εἰς τὸ μεσονυκτικόν. Ἀπολυτίκιον «Οἱ τῶν ἀποστόλων»*, Δόξα, Καὶ νῦν, «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον».
Εἰς τὸν ὄρθρον. Τὸ ἀπολυτίκιον δίς (μετὰ τοῦ Δόξα), Καὶ νῦν, τὸ θεοτοκίον, καὶ τὰ λοιπὰ ὡς ἐν τῷ Μηναίῳ. Κανόνες μόνον οἱ δύο τοῦ Μηναίου. Καταβασίαι οἱ εἱρμοὶ «Ἀνοίξω τὸ στόμα μου»· «Τὴν τιμιωτέραν». Ἐξαποστειλάριον, αἶνοι, δοξολογία μεγάλη, ἀπολυτίκιον «Οἱ τῶν ἀποστόλων».
Εἰς τὴν λειτουργίαν. Μετὰ τὴν εἴσοδον ἀπολυτίκια «Οἱ τῶν ἀποστόλων» καὶ τοῦ ναοῦ, κοντάκιον «Προστασία».
ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: τοῦ ἀποστόλου Παύλου, Ἰουν. 29, «Ἐν ᾧ δ᾿ ἄν τις τολμᾷ» (Β´ Κορ. ια´ 21-ιβ´ 9)· Εὐαγγέλιον: τοῦ ἀποστόλου Πέτρου, Ἰουν. 29, «Ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη» (Μτθ. ιϚ´ 13-19).
Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».
ΚΟΙΝΩΝΙΚΟΝ «Εἰς πᾶσαν τὴν γῆν» καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.
Ἐν τῇ τραπέζῃ κατάλυσις ἰχθύος.
Σημείωσις. Σήμερον ἑσπέρας εἰς ἀνάμνησιν τοῦ ἐν Ἀθήναις κηρύγματος τοῦ ἀποστόλου Παύλου (Πρξ. ιζ´ 16-36) τελεῖται ἐπὶ τοῦ βράχου τοῦ Ἀρείου Πάγου πάνδημος πανηγυρικὸς ἑσπερινός, ὅς τις μεταδίδεται καὶ διὰ τῶν ῥαδιοφωνικῶν καὶ τηλεοπτικῶν διαύλων.
30. Πέμπτη. † Σύναξις τῶν ἁγίων ἐνδόξων 12 ἀποστόλων.
Εἰς τὴν θ´. Ἀπολυτίκιον «Οἱ τῶν ἀποστόλων πρωτόθρονοι»· κοντάκιον «Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους».
Εἰς τὸν ἑσπερινόν. Εἰς τὸ «Κύριε, ἐκέκραξα» τὰ 3 πρῶτα ἑσπέρια στιχηρὰ τῆς 29ης τοῦ μηνὸς «Ποίοις εὐφημιῶν» κ.λπ. καὶ ἐκ τῆς 30ῆς τὰ 3 προσόμοια* τῶν 12 ἀποστόλων «Ὡς αὐτόπται καὶ μάρτυρες» κ.λπ., Δόξα, «Ἡ πάνσεπτος τῶν ἀποστόλων», Καὶ νῦν, «Τίς μὴ μακαρίσει σε». Εἴσοδος κ.λπ.. Ἀπόστιχα τὰ τοῦ Μηναίου, Δόξα, «Ἑορτὴ χαρμόσυνος», Καὶ νῦν, «Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος... μετὰ τῶν ἀποστόλων» (Παρακλ., ἦχος πλ. β´, Τετ. ἑσπέρας). Ἀπολυτίκια «Οἱ τῶν ἀποστόλων πρωτόθρονοι», Δόξα, «Ἀπόστολοι ἅγιοι», Καὶ νῦν, «Σὲ τὴν μεσιτεύσασαν».
Εἰς τὸν ὄρθρον. Ὁ ἑξάψαλμος. Εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια. Καθίσματα τὰ τῆς α´ καὶ β´ στιχολογίας τῆς 29ης Ἰουνίου. Ὁ ν´ ψαλμὸς χῦμα καὶ οἱ δύο κανόνες (τῆς 30ῆς τοῦ μηνὸς) μετὰ τῶν εἱρμῶν τοῦ πρώτου· ἀπὸ γ´ ᾠδῆς τὸ μεσῴδιον κάθισμα μετὰ τοῦ θεοτοκίου· ἀφ᾿ Ϛ´ τὸ κοντάκιον καὶ ὁ οἶκος τῶν ἀποστόλων καὶ τὸ μηνολόγιον τῶν 12. Καταβασίαι «Ἀνοίξω τὸ στόμα μου»· «Τὴν τιμιωτέραν», «Ἅπας γηγενής». Τὸ ἐξαποστειλάριον καὶ τὸ θεοτοκίον. Εἰς τοὺς αἴνους, τὰ 4 προσόμοια «Ἡ κορυφαία κρηπίς», Δόξα, «Ἣν διήλθετε κτίσιν φωτίσαντες», Καὶ νῦν, «Δέσποινα, πρόσδεξαι» (Παρακλ., ἦχ. πλ. δ´, Πέμπτῃ πρωί). Δοξολογία μεγάλη, ἀπολυτίκιον «Ἀπόστολοι ἅγιοι».
Εἰς τὴν λειτουργίαν. Μετὰ τὴν εἴσοδον, ἀπολυτίκια «Οἱ τῶν ἀποστόλων», «Ἀπόστολοι ἅγιοι» καὶ τὸ τοῦ ναοῦ· κοντάκιον «Προστασία τῶν χριστιανῶν». Ἀπόστολος: τῶν 12 ἀποστόλων, Κυρ. ι´ ἐπιστ., «Ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους» (Α´ Κορ. δ´ 9-16)· Εὐαγγέλιον: ὁμοίως, 30 Ἰουν., «Ἰδὼν ὁ Ἰησοῦς τοὺς ὄχλους» (Μτθ. θ´ 36, ι´ 1-8). Κοινωνικὸν «Εἰς πᾶσαν τὴν γῆν».
* Τὰ ἀνωτέρω σημειοῦνται κατ᾿ ἀναλογίαν πρὸς τὴν ἑορτὴν τῆς Ἀναλήψεως, καθόσον τὸ Τ.Μ.Ε. οὐδὲν σημειώνει εἰς τὴν θ´ ᾠδὴν τῆς ἑορτῆς.
* Ἕτερα ἀπολυτίκια τῶν ἁγίων Πάντων βλέπε μετὰ τὴν λειτουργίαν.* Ἀπολυτίκιον τοῦ ἀποστόλου Παύλου ποιηθὲν ὑπὸ τοῦ ἀρχιεπισκόπου Ἀθηνῶν Χρυσοστόμου Παπαδοπούλου (†1938).
Ἦχος δ´. Κανόνα πίστεως.
Ἐθνῶν σε κήρυκα καὶ φωστῆρα τρισμέγιστον, Ἀθηναίων διδάσκαλον, οἰκουμένης ἀγλάισμα, εὐφροσύνως γεραίρομεν· τοὺς ἀγῶνας τιμῶμεν καὶ τὰς βασάνους διὰ Χριστόν, τὸ σεπτόν σου μαρτύριον· ἅγιε Παῦλε ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
* Τὸ Τ.Μ.Ε. ἀναγράφει τὰ 3 στιχηρὰ τῶν πρωτοκορυφαίων «Ποίοις εὐφημιῶν» τοῦ ἑσπερινοῦ τῆς χθὲς καὶ τὰ 3 πρῶτα τῆς σήμερον «Ἔδωκας καυχήματα», τὰ ὁποῖα ὅμως ἐπίσης ἀναφέρονται εἰς τοὺς δύο κορυφαίους ἀποστόλους καὶ οὐχὶ εἰς τοὺς 12· διὰ τοῦτο ἐπεκράτησαν τὰ 3 δεύτερα τοῦ Μηναίου.