ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ

ἔχων ἡμέρας τριάκοντα καὶ μίαν

Ἡ ἡμέρα ἔχει ὥρας 10 καὶ ἡ νὺξ ὥρας 14

1. Σάββατον. † Η ΚΑΤΑ ΣΑΡΚΑ ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ. Βασιλείου ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας τοῦ μεγάλου (†379) (Τυπικὸν 1ης Ἰαν. §§1-3).

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Ἡ γέννησίς σου, Χριστέ»· κοντάκιον «Ἡ παρθένος σήμερον»· ἀπόλυσις «Ὁ ἐν σπηλαίῳ γεννηθείς...»

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», εἰς στίχους 6, ἰδιόμελα 2 τῆς ἑορτῆς «Συγκαταβαίνων ὁ σωτὴρ» (δὶς) καὶ «Οὐκ ἐπῃσχύνθη» (ἅπαξ), καὶ τοῦ ἁγίου Βασιλείου 3 προσόμοια «Ὁ ἐπωνύμως κληθεὶς» κ.λπ., Δόξα, τοῦ ἁγίου «Σοφίας ἐραστής», Καὶ νῦν, τῆς ἑορτῆς «Συγκαταβαίνων ὁ σωτήρ».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα*.

ΑΠΟΣΤΙΧΑ τὰ 3 ἰδιόμελα τοῦ ἁγίου μετὰ στίχων εἰς τὰ 2 τελευταῖα: α) «Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν», β) «Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν», Δόξα, τοῦ ἁγίου «Ὁ τὴν χάριν τῶν θαυμάτων», Καὶ νῦν, τῆς ἑορτῆς «Οὐκ ἐπῃσχύνθη».

ΑΠΟΛΥΤΙΚΙΑ «Εἰς πᾶσαν τὴν γῆν», Δόξα, Καὶ νῦν, «Μορφὴν ἀναλλοιώτως».

ΑΠΟΛΥΣΙΣ «Ὁ ἐν τῇ ὀγδόῃ ἡμέρᾳ σαρκὶ περιτμηθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν τὰ στιχηρὰ ἰδιόμελα τῆς λιτῆς, ὡς ἐν τῷ Μηναίῳ, τρισάγιον κ.λπ. καὶ τὸ ἀπολυτίκιον τῆς ἑορτῆς «Μορφὴν ἀναλλοιώτως».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια «Εἰς πᾶσαν τὴν γῆν», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Μορφὴν ἀναλλοιώτως».

ΚΑΘΙΣΜΑΤΑ ὡς ἐν τῷ Μηναίῳ. Εἶτα τὸ α´ ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ´ ἤχου, τὸ ἀποστολικὸν προκείμενον (Τ.Μ.Ε. 1η Ἰαν. §2) «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτοῦ» μετὰ στίχου «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα».

ΕΥΑΓΓΕΛΙΟΝ ὄρθρου, «Ὁ μὴ εἰσερχόμενος» (ζήτει τῇ 13ῃ Νοεμβρίου)· ὁ ν´ ψαλμὸς χῦμα, Δόξα, «Ταῖς τοῦ ἱεράρχου», Καὶ νῦν, «Ταῖς τῆς Θεοτόκου», ὁ στίχος «Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου» καὶ τὸ ἰδιόμελον «Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου».

ΚΑΝΟΝΕΣ, ὁ τῆς ἑορτῆς (μετὰ τῶν εἱρμῶν) μετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς» καὶ ὁ τοῦ ἁγίου μετὰ στίχου «Ἅγιε τοῦ Θεοῦ»· ἀπὸ γ´ καὶ Ϛ´ ᾠδῆς ὡς ἐν τῷ Μηναίῳ.

ΚΑΤΑΒΑΣΙΑΙ διπλαῖ* «Βυθοῦ ἀνεκάλυψε πυθμένα» καὶ «Στείβει θαλάσσης». Εἶτα ψάλλεται ἡ θ´ ᾠδὴ ἀμφοτέρων τῶν κανόνων μετὰ τῶν μεγαλυναρίων, καὶ ἐν τέλει οἱ δύο εἱρμοὶ τῆς θ´ ᾠδῆς «[Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν...] Ἀπορεῖ πᾶσα γλῶσσα» καὶ «[Μεγάλυνον, ψυχή μου, τὴν λυτρωσαμένην...] Ὢ τῶν ὑπὲρ νοῦν».

Ἐξαποστειλάρια, αἶνοι κ.λπ. ὡς ἐν τῷ Μηναίῳ. Δοξολογία μεγάλη, καὶ τὸ ἀπολυτίκιον «Μορφὴν ἀναλλοιώτως».

Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα τὰ τῆς ἑορτῆς.

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ σαρκὶ περιτμηθείς, ψάλλοντάς σοι ἀλληλούια».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Μορφὴν ἀναλλοιώτως», «Εἰς πᾶσαν τὴν γῆν» καὶ τὸ τοῦ ναοῦ· κοντάκιον «Ὁ τῶν ὅλων Κύριος» (ζήτει μετὰ τὴν γ´ ᾠδήν). Τρισάγιον.

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: 1ης Ἰαν., «Βλέπετε μή τις ὑμᾶς ἔσται» (Κολ. β´ 8-12)· Εὐαγγέλιον: ὁμοίως, «Ὑπέστρεψαν οἱ ποιμένες» (Λουκ. β´ 20-21, 40-52).

Καθεξῆς ἡ λειτουργία τοῦ μεγάλου Βασιλείου. Εἰς τὸ Ἐξαιρέτως «Ἐπὶ σοὶ χαίρει». [Κατὰ τὸ Τ.Μ.Ε., εἰς τὰ δίπτυχα, μετὰ τὸ «Ἐν πρώτοις μνήσθητι», λέγεται τὸ παρὸν μεγαλυνάριον τοῦ ἁγίου·

Τὸν οὐρανοφάντορα τοῦ Χριστοῦ, μύστην τοῦ Δεσπότου, τὸν φωστῆρα τὸν φαεινόν, τὸν ἐκ Καισαρείας καὶ Καππαδόκων χώρας, Βασίλειον τὸν μέγαν, πάντες τιμήσωμεν.]

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Μορφὴν ἀναλλοιώτως». Ἀπόλυσις ὡς ἐν τῷ ἑσπερινῷ.

Ἀκολουθία τῆς δοξολογίας ἐπὶ τῇ ἐνάρξει τοῦ νέου ἔτους

Μετὰ τὸ «Εὐλογητὸς ὁ Θεός», ἀπολυτίκια:

τῆς ἑορτῆς «Μορφὴν ἀναλλοιώτως»,

καὶ τοῦ ἁγίου «Εἰς πᾶσαν τὴν γῆν»,

κοντάκιον τῆς ἰνδίκτου, ἦχος δ´, πρὸς τὸ «Ὁ ὑψωθείς»,

Ὁ τῶν αἰώνων ποιητὴς καὶ δεσπότης, Θεὲ τῶν ὅλων ὑπερούσιε ὄντως, τὴν ἐνιαύσιον εὐλόγησον περίοδον, σῴζων τῷ ἐλέει σου τῷ ἀπείρῳ οἰκτίρμον, πάντας τοὺς λατρεύοντας σοὶ τῷ μόνῳ δεσπότῃ, καὶ ἐκβοῶντας φόβῳ· Λυτρωτά, εὔφορον πᾶσι τὸ ἔτος χορήγησον.

Εὐθὺς ἡ δοξολογία (ἐπιλογὴ στίχων), μεθ᾿ ἣν αἱ ἑξῆς αἰτήσεις τῆς ἐκτενοῦς, τῶν χορῶν ψαλλόντων ἐκ περιτροπῆς ἀνὰ ἓν τριπλοῦν «Κύριε, ἐλέησον», ἐξαιρέσει τῆς ἕκτης αἰτήσεως «ὑπὲρ τοῦ διαφυλαχθῆναι», μεθ᾿ ἣν ψάλλουν αὐτὸ ἀνὰ δέκα ἀμοιβαδὸν τετράκις, πραείᾳ τῇ φωνῇ.

«Ἐλέησον ἡμᾶς, ὁ Θεός...»

«Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν...»

«Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν...»

«Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ ἐν τῷ κράτει ἡμῶν, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσιν».

«Ἔτι δεόμεθα ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν καὶ ὑπὲρ τοῦ εὐλογηθῆναι τὸν νέον ἐνιαυτὸν τῆς χρηστότητος τοῦ Κυρίου».

«Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν ἐκκλησίαν...»

«Ἔτι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι...»

«Τοῦ Κυρίου δεηθῶμεν» καὶ ὁ ἱερεὺς τὴν εὐχήν:

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος, ὁ ἄναρχος καὶ ἀτελεύτητος καὶ ἐπέκεινα παντὸς χρόνου νοούμενός τε καὶ ὑπάρχων, ὁ πάσης ἐκτὸς μεταβολῆς τε τῶν ὄντων καὶ ἀλλοιώσεως, ὁ τὸν πάντα χρόνον τόν τε γεγονότα τόν τε ὄντα καὶ τὸν ἐσόμενον πληρῶν, ὁ ἐν τῇ ἀφάτῳ σου μακροθυμίᾳ καταξιώσας ἡμᾶς εἰς νέον ἐνιαυτὸν τοῦ πλούτου τῆς χρηστότητός σου εἰσελθεῖν, αὐτός, πανάγαθε Δέσποτα, τὴν εἴσοδον ταύτην τῇ θείᾳ σου χάριτι εὐλόγησον· ὄμβρους εἰρηνικοὺς πρὸς καρποφορίαν τῇ γῇ δώρησαι· τοὺς ἀέρας ὑγιεινοὺς καὶ εὐκράτους ἀνθρώποις τε καὶ κτήνεσι κατασκεύασον· δὸς ἡμῖν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ βεβαίᾳ τὸν κύκλον αὐτοῦ διελθεῖν, τῷ στεφάνῳ τῆς δόξης τῶν ἀρετῶν κοσμουμένους, τῷ φωτὶ τῶν ἐντολῶν σου εὐσχημόνως ὡς ἐν ἡμέρᾳ καλῶς ὁδεύοντας· τὸ εὐσεβὲς ἡμῶν ἔθνος τῇ δυνάμει σου κραταίωσον· τὴν νεότητα παιδαγώγησον· τὸ γῆρας περικράτησον· τοὺς ὀλιγοψύχους παραμύθησον· τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε· τοὺς πεπλανημένους ἐπανάγαγε καὶ σύναψον τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ, ἣν τῇ θείᾳ σου χάριτι καλῶς διαφύλαξον· λάλησον ἀγαθὰ ἐν ταῖς καρδίαις τῶν ἀρχόντων ἡμῶν, ἐνίσχυσον καὶ ἐνδυνάμωσον αὐτούς τε καὶ τὸν φιλόχριστον ἡμῶν στρατόν· ἐλθέτω ἐφ᾿ ἡμᾶς, Κύριε, ἡ βασιλεία σου, βασιλεία ἀγάπης, χρηστότητος, δικαιοσύνης καὶ εἰρήνης, καὶ ἀξίωσον ἡμᾶς ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ ὑμνεῖν σε καὶ δοξάζειν σε τὸν ἐν Τριάδι ἄναρχον καὶ αἰώνιον Θεὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορὸς «Ἀμήν», ὁ ἱερεὺς τὴν ἀπόλυσιν, ὡς εἰς τὸν ἑσπερινόν, καὶ τὸ «Δι᾿ εὐχῶν».

Εἰδήσεις. 1. Ἀπὸ τῆς ἑσπέρας τῆς σήμερον λέγονται εἰς πάσας τὰς τακτικὰς ἀκολουθίας οἱ εἰς τὸ Μηναῖον εὑρισκόμενοι προεόρτιοι ὕμνοι τῶν Φώτων, οἵ τινες ἀναπληροῦν ἐν ταῖς καθημεριναῖς τοὺς ὕμνους τῆς Παρακλητικῆς, δι᾿ ὃ καὶ σχολάζει αὕτη μέχρι τῆς 14ης τοῦ μηνὸς πλὴν τῶν Κυριακῶν.

2. Εἰς τοὺς ἑσπερινοὺς τῶν προεορτίων ἡμερῶν ψάλλονται μετὰ τὸ «Νῦν ἀπολύεις» οἱ εἰς τὸ Μηναῖον διὰ τὰ ἀπόδειπνα διῴδιοι ἢ τριῴδιοι ἢ πλήρεις κανόνες (βλέπε Τ.Μ.Ε., Δεκεμ. 25 §23), μεθ᾿ οὓς λέγεται τὸ τρισάγιον.

3. Διὰ τὰς ἀκολουθίας τῶν προεορτίων καὶ τῶν μεθεόρτων καθημερινῶν βλέπε ἔμπροσθεν εἰς τὰς «γενικὰς τυπικὰς διατάξεις» §§52-63.

4. Ἀπὸ 2 μέχρι 5 Ἰανουαρίου, ἐὰν ἑορτάζεται ἅγιος, ψάλλονται καταβασίαι οἱ εἱρμοὶ τοῦ α´ κανόνος τῶν Θεοφανείων «Βυθοῦ ἀνεκάλυψε πυθμένα». Εἰς τὴν θ. λειτουργίαν (καὶ εἰς τὰς ὥρας μετὰ τὸ τρισάγιον) ψάλλεται τὸ προεόρτιον κοντάκιον «Ἐν τοῖς ρείθροις σήμερον».

2. † ΚΥΡΙΑΚΗ πρὸ τῶν Φώτων (λβ´). Σιλβέστρου Ῥώμης (†335)· Θεαγένους (†320), Θεοπίστου, Σεργίου καὶ Θεοπέμπτου μαρτύρων, Κοσμᾶ (Α´) Κων/πόλεως, Γεωργίου τοῦ Ἴβηρος (†1770), Σεραφὶμ ἐν Σάρωφ (†1833). Ἦχος βαρύς· ἑωθινὸν ι´ (τυπικὸν Κυριακῆς πρὸ τῶν Φώτων §§ 1-3).

Εἰς τὴν θ´. Ἀπολυτίκια «Μορφὴν ἀναλλοιώτως», Δόξα, «Εἰς πᾶσαν τὴν γῆν»· κοντάκιον «Ὁ τῶν ὅλων Κύριος».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 6 καὶ προεόρτια 4 «Προεόρτια ᾄσματα...» (2ας Ἰανουαρίου), Δόξα, τὸ προεόρτιον «Ἔρχεται πρὸς Ἰορδάνην», Καὶ νῦν, «Μήτηρ μὲν ἐγνώσθης».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρὸν» καὶ τὸ προκείμενον.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, «Ἰωάννη βαπτιστά...» (ζήτει τῇ 2ᾳ Ἰαν. εἰς τὸν στίχον τῶν αἴνων).

ΑΠΟΛΥΤΙΚΙΑ «Κατέλυσας τῷ σταυρῷ σου», Δόξα, Καὶ νῦν, «Ἑτοιμάζου, Ζαβουλών».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Ἑτοιμάζου, Ζαβουλών».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια «Κατέλυσας», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Ἑτοιμάζου, Ζαβουλών».

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα (ἀλλ᾿ εἰς τὴν α´ στιχολογίαν εἰς τὸ Καὶ νῦν τὸ θεοτοκίον τοῦ ἀναστασίμου ἀπολυτικίου «Ὡς τῆς ἡμῶν ἀναστάσεως»*). Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΩΘΙΝΟΝ Εὐαγγέλιον (ι´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν, καὶ ὁ προεόρτιος τῆς ἡμέρας «Αἰσθανόμενος τὴν τοῦ Κυρίου» ἄνευ εἱρμῶν καὶ μετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι». Ἀπὸ γ´ ᾠδῆς μόνον τὸ προεόρτιον μεσῴδιον κάθισμα «Ἀόρατε Θεέ». Ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον καὶ ὁ οἶκος καὶ τὸ συναξάριον τῆς ἡμέρας.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Βυθοῦ ἀνεκάλυψε»· «Τὴν τιμιωτέραν», καὶ ὁ εἱρμὸς «[Μεγάλυνον, ψυχή μου...] Ἀπορεῖ πᾶσα γλῶσσα».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ ι´ ἀναστάσιμον «Τιβεριάδος θάλασσα» καὶ τὸ προεόρτιον.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 4 καὶ προσόμοια προεόρτια 4 «Αἱ ἀγγελικαὶ προπορεύεσθε», εἰς στίχους τὰ δύο τελευταῖα α) «Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιίμ», β) «Εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν», Δόξα, τὸ ι´ ἑωθινὸν «Μετὰ τὴν εἰς ᾅδου κάθοδον», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς 4 ἀναστάσιμα τροπάρια τοῦ ἤχου καὶ 4 ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ προεορτίου κανόνος].

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστὰς ἐκ νεκρῶν».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Κατέλυσας», «Ἑτοιμάζου, Ζαβουλὼν» καὶ τοῦ ναοῦ, κοντάκιον «Ἐν τοῖς ρείθροις σήμερον».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Προκείμενον καὶ ἀλληλουιάριον τὰ εἰδικὰ τῆς Κυριακῆς πρὸ τῶν Φώτων (ζήτει ἐν τῷ Μηνολογίῳ). Ἀπόστολος Κυριακῆς πρὸ τῶν Φώτων, «Νῆφε ἐν πᾶσι» (Β´ Τιμ. δ´ 5-8)· Εὐαγγέλιον ὁμοίως, «Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ» (Μρ. α´ 1-8).

Καθεξῆς ἡ λειτουργία τοῦ Χρυσοστόμου. Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε»· εἰς τὸ «Σῶσον, ὁ Θεὸς» ψάλλεται τὸ «Εἴδομεν τὸ φῶς»· μετὰ τὴν ἐκφώνησιν «Πάντοτε νῦν καὶ ἀεί», ὁ χορὸς τὸν ἀρχαῖον ὕμνον «Πληρωθήτω»*· καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

3. Δευτέρα (προεόρτια τῶν Φώτων). Μαλαχίου προφήτου (περὶ τὸ 450 π.Χ.), Γορδίου μάρτυρος.

Ἀπόστολος προεόρτιος, Πέμπτης κ´ ἑβδ. ἐπιστ. (Φιλιπ. γ´ 1-8)· Εὐαγγέλιον ὁμοίως, Δευτ. διακαινησίμου (Ἰω. α´ 18-28).

Σημείωσις. Λόγῳ τῆς πρωιμότητος τοῦ Πάσχα τοῦ ἔτους 2010 καὶ τῆς ὀψιμότητος τοῦ Πάσχα 2011 εἰς τὰ ἀναγνώσματα τῶν καθημερινῶν δημιουργοῦνται εἰδικῶς δι᾿ ἐφέτος περισσότερα κενὰ ἀπὸ οἱανδήτινα ἄλλην περίπτωσιν. Ὅθεν διὰ τὴν κάλυψιν τῶν κενῶν τούτων εἶναι ἀναγκαῖα ἀποστολικὰ καὶ εὐαγγελικὰ ἀναγνώσματα προεόρτια καὶ μεθέορτα τῶν Φώτων. Ὅπου δὲν ὁρίζονται τοιαῦτα εἰς τὰ ἐν χρήσει λειτουργικὰ βιβλία, ἀνεζητήσαμεν αὐτὰ εἰς τὰ Τυπικὰ τοῦ Ἁγίου Ὄρους Ἄθω, στηριχθέντες ἐν πολλοῖς εἰς τὸ χφ. 372 (ΑΖ/1) τῆς μονῆς Ἁγίου Παύλου.

4. Τρίτη (προεόρτια τῶν Φώτων). Σύναξις τῶν ἁγίων 70 ἀποστόλων, Θεοκτίστου ὁσίου.

Ἀπόστολος προεόρτιος, παραλειφθεὶς Σαβ. πρὸ τῶν Φώτων, «Οἱ καλῶς διακονήσαντες» (Α´ Τιμ. γ´ 13-δ´ 5)· Εὐαγγέλιον ὁμοίως, παραλειφθὲν Σαβ. πρὸ τῶν Φώτων, «Παραγίνεται Ἰωάννης ὁ βαπτιστής» (Μτθ. γ´ 1-6).

5. Τετάρτη (προεόρτια τῶν Φώτων). Θεοπέμπτου καὶ Θεωνᾶ μαρτύρων (†305), Συγκλητικῆς ὁσίας (†350).

Ἡ ἀκολουθία τῆς ἡμέρας ψάλλεται κατὰ τὴν ἐν τῷ Μηναίῳ τάξιν.

Εἰς τὸν ἑσπερινὸν μετὰ τὸ «Νῦν ἀπολύεις» συνάπτεται ὁ κανὼν τοῦ ἀποδείπνου (μετὰ τῶν εἱρμῶν αὐτοῦ).

Εἰς τὸν ὄρθρον μετὰ τὰ ἀπόστιχα, τὸ τρισάγιον κλπ. καὶ τὸ ἀπολυτίκιον «Ἀπεστρέφετο ποτὲ» (ἅπαξ) λέγεται ἡ (μεγάλη) ἀπόλυσις. Ἐν συνεχείᾳ ψάλλονται αἱ

Μεγάλαι ὧραι. Εἰς τὴν α´ ὥραν «Εὐλογητὸς ὁ Θεός», τρισάγιον κ.λπ., αἱ δὲ λοιπαὶ ὧραι ἄρχονται ἀπὸ τοῦ «Δεῦτε προσκυνήσωμεν», καθὼς ἐπισυνάπτονται εὐθὺς μετὰ τὴν εὐχὴν τῆς προηγουμένης ὥρας. Ἡ ἀκολουθία αὐτῶν ὡς ἔχει εἰς τὸ Μηναῖον (Τυπικὸν 6ης Ἰαν., §1)· ἀπολυτίκιον «Ἀπεστρέφετο ποτέ». Ἐν ᾧ ψάλλονται τὰ ἰδιόμελα τῆς γ´, τῆς Ϛ´ καὶ τῆς θ´ ὥρας, ὁ διάκονος θυμιᾷ [προπορευομένου λαμπαδούχου] τὸν ναὸν καὶ τὸν λαὸν μετὰ θυμιατοῦ («κατζίου»).

Ὥρα θ´. Μετὰ τὰ δύο πρῶτα ἰδιόμελα τῆς ὥρας ὁ α´ χορὸς ψάλλει εἰς ἦχον πλ. α´ Δόξα Πατρί, ὁ β´ Καὶ νῦν, καὶ ὁ ἀναγνώστης ἱστάμενος εἰς τὸ μέσον τοῦ ναοῦ ἀναγινώσκει εὐλαβῶς καὶ κατὰ τὸ ὕφος τοῦ Ἀποστόλου ὁλόκληρον τὸ δοξαστικὸν «Τὴν χεῖρά σου τὴν ἁψαμένην» (ὁ πρῶτος στίχος «Τὴν χεῖρά σου τὴν ἁψαμένην...» καὶ τὸ ἐν τέλει ἡμιστίχιον «Καὶ δεῦρο στῆθι μεθ᾿ ἡμῶν» ἐπαναλαμβάνονται τρίς, οἱ δὲ λοιποὶ στίχοι λέγονται ἅπαξ), καὶ εἶτα ψάλλουν τὸ αὐτὸ δοξαστικὸν οἱ χοροὶ ἐναλλὰξ κατὰ στίχον. Εἶτα ἡ Προφητεία, ὁ Ἀπόστολος, τὸ Εὐαγγέλιον καὶ τὰ λοιπά. Μετὰ τὴν εὐχὴν «Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ» συνήθως παραλείπονται ἐν ταῖς ἐνορίαις τὰ τυπικὰ καὶ οἱ μακαρισμοί, καὶ εὐθὺς γίνεται (μικρὰ) ἀπόλυσις. Εἶτα ἐν συνεχείᾳ ἄρχεται

Ὁ μέγας ἑσπερινὸς τῆς ἑορτῆς τῶν Θεοφανείων μετὰ τῆς θείας λειτουργίας τοῦ μεγάλου Βασιλείου.

«Εὐλογημένη ἡ βασιλεία», ὁ προοιμιακὸς καὶ τὰ εἰρηνικά.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ» τὰ 4 ἰδιόμελα τῆς ἑορτῆς «Τὸν φωτισμὸν ἡμῶν» κ.λπ. εἰς 6, Δόξα, Καὶ νῦν, «Ὑπέκλινας κάραν». Εἴσοδος μετὰ τοῦ Εὐαγγελίου, «Φῶς ἱλαρόν»· προκείμενον δὲν λέγεται [Τ.Μ.Ε. σ. 142], ἀλλ᾿ εὐθὺς τὰ

ΑΝΑΓΝΩΣΜΑΤΑ. Τὸ α´ ἀνάγνωσμα «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεός»· μετ᾿ αὐτὸ ὁ α´ χορὸς τὸ μετὰ τὸ γ´ ἀνάγνωσμα τροπάριον «Ἐπεφάνης ἐν τῷ κόσμῳ», τοῦ ὁποίου τὸ ἀκροτελεύτιον «Ἵνα φωτίσῃς τοὺς ἐν σκότει» ψάλλεται (ἀρχομένου τοῦ β´ χοροῦ) μετὰ τῶν στίχων τοῦ ξϚ´ (66ου) ψαλμοῦ, ὡς ἐν τῷ Μηναίῳ, Δόξα, Καὶ νῦν, ὁ β´ χορὸς τὸ αὐτὸ τροπάριον «Ἐπεφάνης ἐν τῷ κόσμῳ» ὁλόκληρον. Εἶτα τὸ ε´ ἀνάγνωσμα «Εἶπεν Ἠλίας»· μετ᾿ αὐτὸ ὁ β´ χορὸς τὸ μετὰ τὸ Ϛ´ ἀνάγνωσμα τροπάριον «Ἁμαρτωλοῖς καὶ τελώναις», τὸ ἀκροτελεύτιον τοῦ ὁποίου «Ποῦ γὰρ εἶχε τὸ φῶς σου λάμψαι» ψάλλεται (ἀρχομένου τοῦ α´ χοροῦ) μετὰ τῶν στίχων τοῦ Ϟβ´ (92ου) ψαλμοῦ, ὡς ἐν τῷ Μηναίῳ, Δόξα, Καὶ νῦν, ὁ α´ χορὸς τὸ αὐτὸ τροπάριον «Ἁμαρτωλοῖς καὶ τελώναις» ὁλόκληρον. Ἀκολουθεῖ τὸ Ϛ´ ἀνάγνωσμα «Παρεγένετο Νεεμάν», μετὰ τὸ ὁποῖον «Τοῦ Κυρίου δεηθῶμεν», «Ὅτι ἅγιος εἶ, ὁ Θεὸς» καὶ τὸ τρισάγιον. Ἀπόστολος: τοῦ ἑσπερινοῦ, «Ἐλεύθερος ὢν ἐκ πάντων» (Α´ Κορ. θ´ 19-27)· Εὐαγγέλιον: τῆς θ´ ὥρας, «Ἐν ἔτει πεντεκαιδεκάτῳ» (Λκ. γ´ 1-18).

Καθεξῆς ἡ λειτουργία τοῦ μεγ. Βασιλείου. Εἰς τὸ Ἐξαιρέτως «Ἐπὶ σοὶ χαίρει».

κοινωνικον «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς».

ΜΕΓΑΣ ΑΓΙΑΣΜΟΣ. Μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν ψάλλονται τὰ ἰδιόμελα «Φωνὴ Κυρίου» καὶ τελεῖται ὑπὸ τοῦ λειτουργοῦντος ἱερέως ὁ μέγας Ἁγιασμός, ὡς εἴθισται, κατὰ τὴν ἐν τῷ Μηναίῳ τάξιν. Εἰς τὸ τέλος τοῦ Ἁγιασμοῦ ὁ ἱερεὺς βαπτίζει τρὶς ἐν τῷ ἡγιασμένῳ ὕδατι τὸν τίμιον Σταυρὸν ὄρθιον, ψάλλων τὸ ἀπολυτίκιον τῆς ἑορτῆς «Ἐν Ἰορδάνῃ βαπτιζομένου σου, Κύριε», τὸ ὁποῖον ἐπαναλαμβάνουν οἱ χοροὶ ἀνὰ μίαν· εἶτα ραντίζει τὸν λαὸν μετὰ τοῦ ἡγιασμένου ὕδατος ψάλλων τὸ κοντάκιον «Ἐν τοῖς ρείθροις σήμερον»*. Εἶτα προσέρχεται ὁ λαὸς μετὰ τάξεως, διὰ νὰ ἁγιασθῇ, ἐνῷ ὁ β´ χορὸς ψάλλει τὸ ἰδιόμελον «Ἀνυμνήσωμεν οἱ πιστοί».

ΑΠΟΛΥΣΙΣ. Μετὰ ταῦτα «Εἴη τὸ ὄνομα Κυρίου» (γ´)· ἀπόλυσις «Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν Χριστὸς ὁ ἀληθινὸς Θεός».

Εἴδησις. Ἐν τῇ τραπέζῃ νηστεία.

6. Πέμπτη. † ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ.

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν τὰ διὰ τὴν λιτὴν ἰδιόμελα (ἄνευ τοῦ Δόξα, Καὶ νῦν εἰς τὰ δύο τελευταῖα) καὶ τὰ ἰδιόμελα τῶν ἀποστίχων τοῦ ἑσπερινοῦ (ἄνευ τῶν πρὸ αὐτῶν στίχων), ὡς μὴ ψαλέντα εἰς τὴν οἰκείαν θέσιν· εἶτα τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Ἐν Ἰορδάνῃ».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὸ ἀπολυτίκιον «Ἐν Ἰορδάνῃ» (γ´). Τὰ καθίσματα, οἱ ἀναβαθμοὶ «Ἐκ νεότητός μου», τὸ προκείμενον «Ἡ θάλασσα εἶδε καὶ ἔφυγε» (γ´), τὸ Εὐαγγέλιον τοῦ ὄρθρου «Ἦλθεν ὁ Ἰησοῦς» (Μρ. α´ 9-11), ὁ ν´ ψαλμὸς χῦμα κ.λπ., ὡς ἐν τῷ Μηναίῳ.

ΚΑΝΟΝΕΣ ἀμφότεροι οἱ τῆς ἑορτῆς (μετὰ τῶν εἱρμῶν) ἀνὰ 4 ἄνευ στίχου, εἰμὴ μόνον Δόξα, Καὶ νῦν, ἐν ἑκάστῃ ᾠδῇ· ἀπὸ γ´ ᾠδῆς ἡ ὑπακοὴ «Ὅτε τῇ ἐπιφανείᾳ σου»· ἀφ᾿ Ϛ´ τὸ κοντάκιον, ὁ οἶκος καὶ τὸ μηνολόγιον.

ΚΑΤΑΒΑΣΙΑΙ διπλαῖ «Βυθοῦ ἀνεκάλυψε» καὶ «Στείβει θαλάσσης». Ἀντὶ τοῦ «Τὴν τιμιωτέραν», οἱ εἱρμοὶ καὶ τὰ τροπάρια τῆς θ´ ᾠδῆς τῶν δύο κανόνων μὲ τὰ μεγαλυνάρια αὐτῶν· εἶτα οἱ εἱρμοὶ (μετὰ τῶν μεγαλυναρίων) «Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν... Ἀπορεῖ πᾶσα γλῶσσα» καὶ «Μεγάλυνον, ψυχή μου, τὴν λυτρωσαμένην... Ὢ τῶν ὑπὲρ νοῦν».

Ἐξαποστειλάριον, αἶνοι κ.λπ. ὡς ἐν τῷ Μηναίῳ. Δοξολογία μεγάλη καὶ τὸ ἀπολυτίκιον «Ἐν Ἰορδάνῃ» ἅπαξ.

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα τῆς ἑορτῆς.

ΕΙΣΟΔΙΚΟΝ «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς...»

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκιον «Ἐν Ἰορδάνῃ», κοντάκιον «Ἐπεφάνης σήμερον». Ἀντὶ τρισαγίου «Ὅσοι εἰς Χριστόν».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος: 6ης Ἰαν., «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ» (Τίτ. β´ 11-14, γ´ 4-7)· Εὐαγγέλιον: ὁμοίως, «Παραγίνεται ὁ Ἰησοῦς» (Ματθ. γ´ 13-17).

Καθεξῆς τελεῖται ἡ λειτουργία τοῦ ἱεροῦ Χρυσοστόμου. Εἰς τὸ Ἐξαιρέτως ὁ εἱρμὸς μετὰ τοῦ μεγαλυναρίου αὐτοῦ «Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν... Ἀπορεῖ πᾶσα γλῶσσα».

ΚΟΙΝΩΝΙΚΟΝ «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις· ἀλληλούια»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Ἐν Ἰορδάνῃ», «Πληρωθήτω».

ΜΕΓΑΣ ΑΓΙΑΣΜΟΣ*. Μετὰ τὴν ὀπισθάμβωνον εὐχὴν εὐθὺς τὰ ἰδιόμελα «Φωνὴ Κυρίου» κ.λπ. καὶ τελεῖται ὁ μέγας Ἁγιασμὸς ὡς χθές. Ἐν τέλει τὸ κοντάκιον «Ἐπεφάνης σήμερον», μεθ᾿ ὃ «Εἴη τὸ ὄνομα Κυρίου», «Εὐλογία Κυρίου» καὶ ἀπόλυσις ὡς χθές.

Σημειώσεις. 1) Μετὰ τὸ πέρας τῆς τελετῆς δίδεται ὑπὸ τοῦ ἱερέως εἰς τὸν λαὸν ὁ μέγας Ἁγιασμός, ἐνῷ οἱ χοροὶ ψάλλουν ἐναλλὰξ ἀργῶς καὶ μετὰ μέλους τὸ τροπάριον τῆς η´ ᾠδῆς «Τριάδος ἡ φανέρωσις».

2) Ἀπὸ σήμερον καὶ εἰς πάσας τὰς ἀκολουθίας μέχρι τῆς θ´ ὥρας τῆς 14ης Ἰανουαρίου ἀπόλυσις λέγεται «Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν».

7. † Παρασκευή. Τοῦ τιμίου ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου (τυπικὸν Θεοφανείων §§5-7 καὶ 37).

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Ἐν Ἰορδάνῃ»· κοντάκιον «Ἐπεφάνης σήμερον».

Εἰς τὸν ἑσπερινόν. Ἡ ἀκολουθία ὡς ἐν τῷ Μηναίῳ (ἄνευ Ψαλτηρίου). Εἴσοδος μετὰ θυμιατοῦ καὶ τὸ μέγα προκείμενον «Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ» μετὰ τῶν στίχων αὐτοῦ. Ἀπολυτίκια «Ἐν Ἰορδάνῃ», Δόξα, «Μνήμη δικαίου», Καὶ νῦν, «Ἐν Ἰορδάνῃ». Ἀπόλυσις «Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν..., τοῦ τιμίου ἐνδόξου προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, οὗ τὴν μνήμην ἐπιτελοῦμεν...»

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸ ἐν τέλει τρισάγιον κ.λπ. τὸ ἀπολυτίκιον «Ἐν Ἰορδάνῃ».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια. Τὰ καθίσματα ἐκ δευτέρου. Ὁ ν´ ψαλμὸς χῦμα.

ΚΑΝΟΝΕΣ, ὁ α´ τῶν Θεοφανείων «Βυθοῦ ἀνεκάλυψε» μετὰ στίχου «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι» καὶ ὁ τοῦ Προδρόμου μετὰ στίχου «Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν»· ἀπὸ γ´ καὶ Ϛ´ ᾠδῆς τὰ τοῦ Μηναίου.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Στείβει θαλάσσης». Ἀντὶ τῆς στιχολογίας τῆς ᾠδῆς τῆς Θεοτόκου (Τὴν τιμιωτέραν), ὁ εἱρμὸς καὶ τὰ τροπάρια τῆς θ´ ᾠδῆς τοῦ α´ μόνον κανόνος τῆς ἑορτῆς «Ἀπορεῖ πᾶσα γλῶσσα» μετὰ τῶν μεγαλυναρίων (ὡς χθές), εἶτα ἡ θ´ ᾠδὴ τοῦ Προδρόμου μὲ στίχον εἰς τὰ δύο πρῶτα τροπάρια «Βαπτιστὰ τοῦ Χριστοῦ», Δόξα, «Ὁ τοῖς ἀσωμάτοις», Καὶ νῦν, «Ὑπὲρ εὐσπλαγχνίαν», καὶ ὁ εἱρμὸς «Μεγάλυνον, ψυχή μου,... Ὢ τῶν ὑπὲρ νοῦν».

Ἐξαποστειλάρια, στιχηρὰ εἰς τοὺς αἴνους καὶ δοξαστικὰ ὡς ἐν τῷ Μηναίῳ. Δοξολογία μεγάλη, ἀπολυτίκιον «Ἐν Ἰορδάνῃ».

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα καὶ τὸ εἰσοδικὸν τῆς ἑορτῆς ὡς χθές.

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Ἐν Ἰορδάνῃ», «Μνήμη δικαίου», καὶ τοῦ ναοῦ, κοντάκιον «Ἐπεφάνης σήμερον». Ἀντὶ τρισαγίου «Ὅσοι εἰς Χριστόν» (κατ᾿ ἀπαίτησιν τοῦ Τ.Μ.Ε.).

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος –μετὰ τοῦ προκειμένου καὶ τοῦ ἀλληλουαρίου αὐτοῦ– τοῦ Προδρόμου, 7ης Ἰαν., «Ἐγένετο ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ» (Πρξ. ιθ´ 1-8)· Εὐαγγέλιον: ὁμοίως, «Βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον» (Ἰω. α´ 29-34).

Εἰς τὸ Ἐξαιρέτως «Μεγάλυνον, ψυχή μου, τὴν τιμιωτέραν... Ὢ τῶν ὑπὲρ νοῦν».

ΚΟΙΝΩΝΙΚΟΝ «Εἰς μνημόσυνον αἰώνιον»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Ἐν Ἰορδάνῃ». Ἀπόλυσις ὡς ἐν τῷ ἑσπερινῷ.

Εἴδησις. Ἐν τῇ τραπέζῃ κατάλυσις ἰχθύος.

Σημειώσεις. 1. Ἀπὸ αὔριον μέχρι τῆς 13ης τοῦ μηνός, ἐὰν ἑορτάζεται ἅγιος, ψάλλονται καταβασίαι οἱ εἱρμοὶ τοῦ β´ κανόνος τῶν Φώτων «Στείβει θαλάσσης». Κοντάκιον μέχρι τῆς 14ης τοῦ μηνὸς τὸ τῆς ἑορτῆς «Ἐπεφάνης σήμερον» (βλέπε 6 Ἰανουαρίου).

2. Εἰς τὸν ὄρθρον ἄχρι τῆς ἀποδόσεως πρὸ τοῦ κανόνος τοῦ Μηναίου τὴν μὲν 8ην, 10ην καὶ 12ην τοῦ μηνὸς λέγεται ὁ β´ κανὼν τῆς ἑορτῆς· τὴν δὲ 9ην, 11ην καὶ 13ην ὁ α´ κανὼν αὐτῆς.

3. Ἕως τῆς 13ης Ἰαν. ἐὰν ψαλοῦν ἀντίφωνα εἰς τὴν καθ᾿ ἡμέραν λειτουργίαν, λέγονται τὰ τῆς ἑορτῆς, ἀλλ᾿ εἰσοδικὸν «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου».

8. Σάββατον μετὰ τὰ Φῶτα. Γεωργίου τοῦ Χοζεβίτου, Δομνίκης ὁσίας· Κύρου καὶ Ἀττικοῦ πατριαρχῶν Κωνσταντινουπόλεως.

Ἡ ἀκολουθία τῆς ἡμέρας μετὰ τῶν μεθεόρτων ὡς ἐν τῷ Μηναίῳ. Ἀπόστολος Σαββάτου μετὰ τὰ Φῶτα, Κυρ. κζ´ ἐπιστ., «Ἐνδυναμοῦσθε ἐν Κυρίῳ» (Ἐφεσ. Ϛ´ 10-17)· Εὐαγγέλιον ὁμοίως, «Ἀνήχθη ὁ Ἰησοῦς εἰς τὴν ἔρημον» (Μτθ. δ´ 1-11). «Ἄξιον ἐστί». Κοινωνικὸν «Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ».

9. † ΚΥΡΙΑΚΗ μετὰ τὰ Φῶτα (λγ´). Πολυεύκτου μάρτυρος (†295)· Εὐστρατίου ὁσίου (θ´ αἰ.). Ἦχος πλ. δ´, ἑωθινὸν ια´ (τυπικὸν Θεοφανείων §§ 8-10).

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Ἐν Ἰορδάνῃ»· κοντάκιον «Ἐπεφάνης σήμερον».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ» ἀναστάσιμα 6 καὶ τῆς ἑορτῆς 4, Δόξα, «Κύριε, πληρῶσαι βουλόμενος...» (ζήτει εἰς τὸ Δόξα τῆς λιτῆς 6 Ἰαν.), Καὶ νῦν, «Ὁ βασιλεὺς τῶν οὐρανῶν».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, Καὶ νῦν, «Σήμερον ἡ κτίσις φωτίζεται» (λιτὴ 6ης Ἰανουαρίου).

ΑΠΟΛΥΤΙΚΙΑ «Ἐξ ὕψους κατῆλθες», Δόξα, Καὶ νῦν, «Ἐν Ἰορδάνῃ».

ΑΠΟΛΥΣΙΣ «Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος διὰ τὴν ἡμῶν σωτηρίαν καὶ ἀναστάς...»

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμόν, ὁ τριαδικὸς κανὼν τοῦ ἤχου· τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον «Ἐν Ἰορδάνῃ».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» ἀπολυτίκια «Ἐξ ὕψους κατῆλθες», Δόξα, τὸ αὐτό, Καὶ νῦν, «Ἐν Ἰορδάνῃ».

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα, ἀλλ᾿ ἀντὶ θεοτοκίων ἀνὰ ἓν τῆς ἑορτῆς (9 Ἰαν.). Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (ια´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ ὁ α´ τῶν Θεοφανείων (ἄνευ εἱρμῶν) μὲ στίχον «Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι». Ἀπὸ γ´ ᾠδῆς τὸ κοντάκιον τῆς ἑορτῆς καὶ τὸ μεθέορτον μεσῴδιον κάθισμα. Ἀφ᾿ Ϛ´ κοντάκιον καὶ οἶκος ἀναστάσιμα καὶ τὸ μηνολόγιον.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Στείβει θαλάσσης»· «Τὴν τιμιωτέραν», «[Μεγάλυνον, ψυχή μου, τὴν λυτρωσαμένην...] Ὢ τῶν ὑπὲρ νοῦν».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ ια´ ἀναστάσιμον «Μετὰ τὴν θείαν ἔγερσιν», καὶ τὸ τῆς ἑορτῆς.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ἀναστάσιμα 4, καὶ τῆς ἑορτῆς (6ης Ἰαν.) 4 «Φῶς ἐκ φωτὸς» κ.λπ., μετὰ στίχων εἰς τὰ δύο τελευταῖα α) «Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω», β) «Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σύ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;», Δόξα, τὸ ια´ ἑωθινὸν «Φανερῶν ἑαυτόν», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Ἀναστὰς ἐκ τοῦ μνήματος» (ἢ «Σήμερον σωτηρία»).

Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα τῆς ἑορτῆς μετὰ τῶν ἐφυμνίων αὐτῶν, ὡς ἐν τῷ Μηναίῳ (εἰς μὲν τὸ β´ «Σῶσον ἡμᾶς... ὁ ἐν Ἰορδάνῃ...», εἰς δὲ τὸ γ´ «Ἐν Ἰορδάνῃ βαπτιζομένου»).

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν...»

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Ἐξ ὕψους», «Ἐν Ἰορδάνῃ», καὶ τοῦ ναοῦ· κοντάκιον «Ἐπεφάνης σήμερον». Τρισάγιον.

ΑΝΑΓΝΩΣΜΑΤΑ. Ἀπόστολος –μετὰ τοῦ προκειμένου καὶ τοῦ ἀλληλουιαρίου αὐτοῦ– Κυρ. μετὰ τὰ Φῶτα, «Ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις» (Ἐφεσ. δ´ 7-13)· Εὐαγγέλιον ὁμοίως, «Ἀκούσας ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη» (Μτθ. δ´ 12-17).

Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».

ΚΟΙΝΩΝΙΚΟΝ «Αἰνεῖτε». Ἀπόλυσις ὡς ἐν τῷ ἑσπερινῷ.

10. Δευτέρα. Γρηγορίου Νύσσης (†395), Δομετιανοῦ Μελιτινῆς (†602)· Μαρκιανοῦ πρεσβυτέρου οἰκονόμου Μεγ. Ἐκκλησίας.

Εἰς πάσας τὰς μεθεόρτους ἡμέρας ἡ ἀκολουθία ψάλλεται μόνον ἐκ τοῦ Μηναίου (ὅρα ἔμπροσθεν γεν. τυπικὰς διατάξεις §§52-63). Ἀπόστολος: μεθέορτος, μεγ. Σαββάτου (Ῥμ. Ϛ´ 3-11)· Εὐαγγέλιον: μεθέορτον, Δευτ. α´ ἑβδ. Λουκᾶ (Λκ. γ´ 19-22).

11. Τρίτη. Θεοδοσίου ὁσίου τοῦ κοινοβιάρχου (†529).

Ἡ ἀκολουθία ψάλλεται κατὰ τὴν διάταξιν τοῦ Μηναίου. Εὐαγγέλιον ὄρθρου: τοῦ ὁσίου, Παρασκ. β´ ἑβδ. Λουκᾶ, «Ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ» (Λκ. Ϛ´ 17-23). Καταβασίαι οἱ εἱρμοὶ «Στείβει θαλάσσης»· «Τὴν τιμιωτέραν». Δοξολογία μεγάλη καὶ τὸ ἀπολυτίκιον «Ἐν Ἰορδάνῃ» ἅπαξ. Εἰς τὴν λειτουργίαν, Ἀπόστολος τοῦ ὁσίου, ὁ ἐν τῷ Μηναίῳ σημειούμενος, Κυρ. ιε´ ἐπιστ., «Ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι» (Β´ Κορ. δ´ 6-15)· Εὐαγγέλιον: ὁμοίως, Πέμ. δ´ ἑβδ. Μτθ., «Πάντα μοι παρεδόθη» (Μτθ. ια´ 27-30). Κοινωνικὸν «Εἰς μνημόσυνον αἰώνιον».

12. Τετάρτη. Τατιανῆς μάρτυρος (†226)· Εὐθασίας, Μερτίου μαρτύρων (†305).

Ἀπόστολος: μεθέορτος, Πέμπτης διακαιν. (Πρξ. β´ 38-43)· Εὐαγγέλιον: μεθέορτον, Ἰανουαρ. 12 (Ἰω. ι´ 39-42).

13. Πέμπτη. Ἑρμύλου καὶ Στρατονίκου μαρτύρων (†315).

Συμψάλλεται σήμερον καὶ ἡ ἀκολουθία τῶν ἐν Σινὰ καὶ Ῥαϊθὼ ἀββάδων διὰ τὸ ἀποδίδοσθαι αὔριον τὴν ἑορτὴν τῶν Θεοφανείων.

Ἀπόστολος: μεθέορτος, Πέμ. λε´ ἑβδ. ἐπιστ. (Α´ Ἰω. δ´ 20-ε´ 20)· Εὐαγγέλιον: μεθέορτον, Τετ. α´ ἑβδ. Λουκᾶ (Λκ. δ´ 1-15).

14. Παρασκευή. Ἀπόδοσις τῶν Θεοφανείων. Τῶν ἐν Σινὰ καὶ Ῥαϊθὼ ἀναιρεθέντων πατέρων.

Εἰς τὴν θ´. Ἀπολυτίκια «Ἐν Ἰορδάνῃ», Δόξα, «Ὁ Θεὸς τῶν πατέρων ἡμῶν»· κοντάκιον «Ἐπεφάνης σήμερον».

Εἰς τὴν ἀκολουθίαν ψάλλονται ἅπαντα τὰ τῆς ἑορτῆς (Ἰαν. 6) μετὰ τῶν ἑφεξῆς σημειουμένων διαφορῶν.

Ἐν τῷ ἑσπερινῷ ἄνευ τῶν ἀναγνωσμάτων, τῆς λιτῆς καὶ τοῦ Ἁγιασμοῦ, ἀλλὰ γίνεται εἴσοδος μετὰ θυμιατοῦ, καὶ εἶτα τὰ ἀπόστιχα τῆς ἑορτῆς ὡς εἰς τὸ Μηναῖον· ἀπόλυσις, ὡς ἐν τῇ ἑορτῇ.

Ἐν τῷ ὄρθρῳ καταλιμπάνονται ὁ πολυέλεος, τὸ κάθισμα αὐτοῦ, καὶ τὸ Εὐαγγέλιον μετὰ τῆς τάξεως αὐτοῦ. Ἀπὸ γ´ ᾠδῆς, ἀντὶ τῆς ὑπακοῆς, τὸ διὰ τὸν πολυέλεον παραλειφθὲν κάθισμα «Τὰ ῥεῖθρα ἡγίασας»· ἀφ᾿ Ϛ´, μετὰ τὸ κοντάκιον καὶ τὸν οἶκον τῆς ἑορτῆς, τὸ συναξάριον τῆς 14ης τοῦ μηνός. Καταβασίαι διπλαῖ καὶ τὰ λοιπὰ τοῦ ὄρθρου, ὡς ἐν τῇ κυρίᾳ ἡμέρᾳ τῆς ἑορτῆς.

Εἰς τὴν λειτουργίαν. Ἀντίφωνα καὶ εἰσοδικόν, ὡς ἐν τῇ ἑορτῇ. Ἀπολυτίκιον «Ἐν Ἰορδάνῃ» καὶ κοντάκιον «Ἐπεφάνης σήμερον». Τρισάγιον. Προκείμενον καὶ ἀλληλουιάριον τῆς ἑορτῆς· Ἀπόστολος μεθέορτος, Τρ. λγ´ ἑβδ. ἑπιστ. (Α´ Πέτρ. γ´ 10-22)· Εὐαγγέλιον: παραλειφθὲν Σαβ. μετὰ τὰ Χριστούγεννα (Μτθ. ιβ´ 15-21), καὶ καθεξῆς ἡ θ. λειτουργία τοῦ ἱ. Χρυσοστόμου. Εἰς τὸ Ἐξαιρέτως «Μεγάλυνον, ψυχή μου... Ὢ τῶν ὑπὲρ νοῦν». Κοινωνικὸν «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις· ἀλληλούια»· ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς «Ἐν Ἰορδάνῃ».

15. Σάββατον. Παύλου ὁσίου τοῦ Θηβαίου καὶ Ἰωάννου τοῦ καλυβίτου. Γερασίμου (Παλλαδᾶ) πατριάρχου Ἀλεξανδρείας.

Εἰδήσεις. 1. Ἀπὸ σήμερον μέχρι τῆς 31ης τοῦ μηνὸς (πλὴν τῶν ἑορταζομένων ἁγίων) ἄρχεται ψαλλομένη ἡ Παρακλητική.

2. Ἀπὸ σήμερον ἕως τῆς ἀποδόσεως τῆς Ὑπαπαντῆς, ἐὰν ἑορτάζεται ἅγιος, ψάλλονται αἱ καταβασίαι τῆς ἑορτῆς «Χέρσον ἀβυσσοτόκον»· εἰς δὲ τὴν λειτουργίαν κοντάκιον «Ὁ μήτραν παρθενικήν» (ζήτει 2 Φεβρ.).

3. Διὰ τὰς μὴ ἑορτασίμους ἀκολουθίας τῶν καθημερινῶν βλέπε ἔμπροσθεν, γεν. τυπ. διατάξεις §§1-44.

Ἡ ἀκολουθία τοῦ Σαββάτου ψάλλεται μὲ «Θεὸς Κύριος» (βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§31-44). Ἀπόστολος παραλειφθείς, Κυρ. η´ ἐπιστ. (Α´ Κορ. α´ 10-17)· Εὐαγγέλιον παραλειφθέν, Κυρ. η´ Ματθ. (Μτθ. ιδ´ 14-22).

16. † ΚΥΡΙΑΚΗ ΛΔ´ (τῶν 10 λεπρῶν). Ἡ προσκύνησις τῆς τιμίας ἁλύσεως τοῦ ἀποστόλου Πέτρου. Πευσίππου, Ἐλασίππου, Μεσίππου, Νεονίλλης μαρτύρων (†161-180), Νικολάου νεομάρτυρος τοῦ Μυτιληναίου. Ἦχος α´, ἑωθινὸν α´.

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Ἐκ βρέφους τὸν Κύριον»· κοντάκιον «Ποθήσας, σοφέ».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 6 καὶ τοῦ ἁγίου 4, Δόξα, τοῦ ἀποστόλου «Σήμερον ἡμῖν ἡ κρηπίς», Καὶ νῦν, «Τὴν παγκόσμιον δόξαν».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, τοῦ ἀποστόλου «Πάλιν ἡμῖν ὁ θερμὸς προστάτης», Καὶ νῦν, «Ὁ ποιητὴς καὶ λυτρωτής μου, πάναγνε» (Παρακλητική, Σαββάτῳ ἑσπέρας, ἦχος πλ. β´).

ΑΠΟΛΥΤΙΚΙΑ «Τοῦ λίθου σφραγισθέντος», Δόξα, «Τὴν Ῥώμην μὴ λιπών», Καὶ νῦν, «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιόν ἐστι», τρισάγιον κ.λπ. καὶ ἡ ὑπακοὴ τοῦ ἤχου.

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια ὡς προεγράφησαν. [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα τῶν δύο στιχολογιῶν (ἀλλ᾿ εἰς τὸ Καὶ νῦν τῆς α´ στιχολογίας τὸ θεοτοκίον τοῦ ἀναστασίμου ἀπολυτικίου «Τοῦ Γαβριήλ»). Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (α´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν, καὶ τοῦ Μηναίου ἄνευ τῶν εἱρμῶν· ἀπὸ γ´ ᾠδῆς τὰ μεσῴδια καθίσματα, ὡς ἐν τῷ Μηναίῳ· ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ συναξάριον.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον»· «Τὴν τιμιωτέραν», «[Θεοτόκε ἡ ἐλπίς...] Ἐν νόμου σκιᾷ καὶ γράμματι».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ α´ ἀναστάσιμον «Τοῖς μαθηταῖς συνέλθωμεν», τοῦ Μηναίου «Οὐ σὰρξ καὶ αἷμα, Πέτρε σοι» καὶ θεοτοκίον ὅμοιον «Παρθένος παναμώμητος».

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 4 καὶ τοῦ Μηναίου προσόμοια 3 «Τοὺς πόνους τοῦ κηρύγματος» κ.λπ. εἰς 4, εἰς στίχους τὰ δύο τελευταῖα α) «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτοῦ», β) «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα», Δόξα, τὸ α´ ἑωθινὸν «Εἰς τὸ ὄρος τοῖς μαθηταῖς», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».

Εἰς τὴν λειτουργίαν. Μετὰ τὴν εἴσοδον ἀπολυτίκια «Τοῦ λίθου σφραγισθέντος», «Τὴν Ῥώμην μὴ λιπὼν» καὶ τοῦ ναοῦ, κοντάκιον «Ὁ μήτραν παρθενικήν».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Προκείμενον καὶ ἀλληλουιάριον τοῦ ἤχου. Ἀπόστολος: Κυρ. κθ´ ἐπιστ., «Ὅταν ὁ Χριστὸς φανερωθῇ» (Κολ. γ´ 4-11)· Εὐαγγέλιον: Κυρ. ιβ´ Λουκᾶ, «Εἰσερχομένου τοῦ Ἰησοῦ εἴς τινα κώμην» (Λκ. ιζ´ 12-19).

Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».

κοινωνικον «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», «Πληρωθήτω», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

17. Δευτέρα. Ἀντωνίου ὁσίου τοῦ μεγάλου (†356). Ἀντωνίου ὁσίου τοῦ ἐν τῇ σκήτῃ τῆς Βεροίας, Γεωργίου νεομάρτυρος τοῦ ἐν Ἰωαννίνοις (†1838).

Εἰς τὴν θ´. Ἀπολυτίκια «Τοῦ λίθου», Δόξα, «Τὴν Ῥώμην μὴ λιπών»· ἡ ὑπακοὴ τοῦ ἤχου.

Ἡ ἀκολουθία ψάλλεται κατὰ τὴν διάταξιν τοῦ Μηναίου.

Εἰς τὸν ἑσπερινὸν ὡς ἐν τῷ Μηναίῳ· τὰ διὰ τὴν λιτὴν στιχηρὰ εἰς τὸ μεσονυκτικόν.

Εἰς τὸν ὄρθρον. Εὐαγγέλιον: τοῦ ὁσίου, Πέμ. δ´ ἑβδ. Μτθ., «Πάντα μοι παρεδόθη» (Μτθ. ια´ 27-30). Κανόνες, ὁ τῆς Θεοτόκου τῆς μικρᾶς παρακλήσεως καὶ ὁ τοῦ ἁγίου ἀνὰ 4. Καταβασίαι οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον».

Εἰς τὴν λειτουργίαν. Κοντάκιον «Ὁ μήτραν παρθενικήν». Ἀπόστολος τοῦ ὁσίου, Δεκ. 6, «Πείθεσθε τοῖς ἡγουμένοις» (Ἑβρ. ιγ´ 17-21)· Εὐαγγέλιον: ὁμοίως, Παρ. β´ ἑβδ. Λουκᾶ, «Ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ» (Λκ. Ϛ´ 17-23). Κοινωνικὸν «Εἰς μνημόσυνον».

18. Τρίτη. † Ἀθανασίου (†373) καὶ Κυρίλλου (†444) πατριαρχῶν Ἀλεξανδρείας.

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Τὸν ζηλωτὴν Ἠλίαν»· κοντάκιον «Τοὺς βιοτικοὺς θορύβους».

Ἡ ἀκολουθία ψάλλεται κατὰ τὴν διάταξιν τοῦ Μηναίου.

Εἰς τὸν ἑσπερινὸν ὡς ἐν τῷ Μηναίῳ· τὰ διὰ τὴν λιτὴν στιχηρὰ εἰς τὸ μεσονυκτικόν.

Εἰς τὸν ὄρθρον. Εὐαγγέλιον: τὸ τῆς θ. λειτουργίας 13ης Νοεμβρίου, «Ἐγώ εἰμι ἡ θύρα» (Ἰω. ι´ 9-16). Κανόνες, ὁ τῆς Θεοτόκου «Ὑγρὰν διοδεύσας» τῆς μικρᾶς παρακλήσεως καὶ οἱ τῶν ἁγίων. Καταβασίαι οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον».

Εἰς τὴν λειτουργίαν. Κοντάκιον «Ὁ μήτραν παρθενικήν». Ἀπόστολος : 18ης Ἰαν., «Μνημονεύετε τῶν ἡγουμένων ἡμῶν» (Ἑβρ. ιγ´ 7-16)· Εὐαγγέλιον: ὁμοίως, «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου» (Μτθ. ε´ 14-19). Κοινωνικὸν «Εἰς μνημόσυνον».

19. Τετάρτη. Μακαρίου ὁσίου τοῦ Αἰγυπτίου. Μακαρίου τοῦ Ἀλεξανδρέως· Ἀρσενίου Κερκύρας, Μάρκου ἀρχιεπ. Ἐφέσου τοῦ Εὐγενικοῦ († 23 Ἰουν. 1444), Μακαρίου ὁσ. ἱεροδιακόνου (τοῦ Καλογερᾶ) τοῦ Πατμίου.

Διὰ τὰς ἐν καθημερινῇ ἀκολουθίας μετὰ Παρακλητικῆς βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις (§§1-30). Ἀπόστολος: παραλειφθείς, Κυρ. ιβ´ ἐπιστ. (Α´ Κορ. ιε´ 1-11)· Εὐαγγέλιον: παραλειφθέν, Κυρ. ιβ´ Ματθ. (Μτθ. ιθ´ 16-24).

20. Πέμπτη. Εὐθυμίου ὁσίου τοῦ μεγάλου. Ζαχαρίου νεομάρτυρος τοῦ ἐξ Ἄρτης.

Ἡ ἀκολουθία ψάλλεται ὡς ἔστι διατεταγμένη ἐν τῷ Μηναίῳ· τὰ διὰ τὴν λιτὴν στιχηρὰ εἰς τὸ μεσονυκτικόν· Εὐαγγέλιον ὄρθρου, Πέμπτης δ´ ἑβδ. Μτθ., «Πάντα μοι παρεδόθη» (Μτθ. ια´ 27-30)· κανόνες, ὁ τῆς μικρᾶς παρακλήσεως καὶ τοῦ ὁσίου οἱ δύο· καταβασίαι οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον». Εἰς τὴν λειτουργίαν, κοντάκιον «Ὁ μήτραν παρθενικήν». Ἀπόστολος τοῦ ὁσίου, Κυρ. ιε´ ἐπιστ., «Ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς» (Β´ Κορ. δ´ 6-15)· Εὐαγγέλιον: ὁμοίως, Παρ. β´ ἑβδ. Λουκᾶ, «Ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ» (Λκ. Ϛ´ 17-23)· κοινωνικὸν «Εἰς μνημόσυνον».

21. Παρασκευή. Μαξίμου ὁσίου τοῦ ὁμολογητοῦ (†662), Νεοφύτου μάρτυρος (†305). Πατρόκλου καὶ Ἁγνῆς μαρτύρων, Μαξίμου ὁσίου τοῦ Γραικοῦ.

Ἀπόστολος: παραλειφθείς, Κυρ. ιδ´ ἐπιστ. (Β´ Κορ. α´ 21-β´ 4)· Εὐαγγέλιον: παραλειφθέν, Κυρ. ιδ´ Ματθ. (Μτθ. κβ´ 2-14).

22. Σάββατον. Τιμοθέου ἀποστόλου (†96), Ἀναστασίου ὁσιομάρτυρος τοῦ Πέρσου (†628).

Ἡ ἀκολουθία τοῦ Σαββάτου ψάλλεται μὲ «Θεὸς Κύριος» (βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§31-44). Ἀπόστολος ἀποστόλου, 22ας Ἰανουαρ. (Β´ Τιμ. α´ 3-9)· Εὐαγγέλιον παραλειφθέν, Κυρ. ιϚ´ Ματθ. (Μτθ. κε´ 14-30).

23. † ΚΥΡΙΑΚΗ ΛΕ´ (τοῦ τυφλοῦ). Κλήμεντος ἱερομάρτυρος ἐπισκ. Ἀγκύρας († 312), Ἀγαθαγγέλου μάρτυρος (†312), Διονυσίου ὁσίου τοῦ ἐν Ὀλύμπῳ (†1540). Ἦχος β´, ἑωθινὸν β´.

Εἰς τὴν θ´. Ἀπολυτίκια «Χρηστότητα ἐκδιδαχθείς», Δόξα, «Ὁ μάρτυς σου, Κύριε»· κοντάκιον «Τὸν θεῖον μαθητήν».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 4 καὶ τοῦ Μηναίου 6, Δόξα, τοῦ Μηναίου «Τὴν τῶν χρόνων τετραχῶς», Καὶ νῦν, «Παρῆλθεν ἡ σκιά».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, τοῦ Μηναίου «Τὸν θαυμαστὸν ἐν ἱερεῦσι», Καὶ νῦν, «Ἰδοὺ πεπλήρωται» (Παρακλητική, ἦχος α´, Σάββατον ἑσπέρας, εἰς τὰ ἀπόστιχα).

ΑΠΟΛΥΤΙΚΙΑ «Ὅτε κατῆλθες», Δόξα, «Κλῆμα ὁσιότητος», Καὶ νῦν, «Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον».

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ τριαδικὰ «Ἄξιον ἐστί», τρισάγιον κ.λπ. καὶ ἡ ὑπακοὴ τοῦ ἤχου.

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια ὡς προεγράφησαν. [Τὸ Ψαλτήριον καὶ ὁ ἄμωμος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα τῶν δύο στιχολογιῶν (ἀλλ᾿ εἰς τὸ Καὶ νῦν τῆς α´ στιχολογίας τὸ θεοτοκίον τοῦ ἀναστασίμου ἀπολυτικίου «Πάντα ὑπὲρ ἔννοιαν»). Εὐλογητάρια. Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (β´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ οἱ δύο τοῦ Μηναίου ἄνευ τῶν εἱρμῶν· ἀπὸ γ´ ᾠδῆς τὰ μεσῴδια καθίσματα τοῦ Μηναίου μετὰ τοῦ θεοτοκίου· ἀφ᾿ Ϛ´ τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ τὸ μηνολόγιον.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον»· «Τὴν τιμιωτέραν», «[Θεοτόκε ἡ ἐλπίς...] Ἐν νόμου σκιᾷ καὶ γράμματι».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ β´ ἀναστάσιμον «Τὸν λίθον θεωρήσασαι», τοῦ Μηναίου «Ὡς Παῦλος ὁ ἀπόστολος» καὶ τὸ θεοτοκίον αὐτοῦ «Ὡς οὖσα καθαρώτατον».

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 8, Δόξα, τὸ β´ ἑωθινὸν «Μετὰ μύρων προσελθούσαις», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ μετὰ μακαρισμῶν] (βλέπε ἔμπροσθεν γεν. τυπ. διατάξεις §§64-66).

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστάς».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Ὅτε κατῆλθες», «Κλῆμα ὁσιότητος» καὶ τοῦ ναοῦ, κοντάκιον «Ὁ μήτραν παρθενικήν».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Προκείμενον καὶ ἀλληλουιάριον τοῦ ἤχου. Ἀπόστολος: Κυρ. λα´ ἑβδ. ἐπιστ., «Πιστὸς ὁ λόγος..., ὅτι ὁ Χριστὸς Ἰησοῦς» (Α´ Τιμ. α´ 15-17)· Εὐαγγέλιον: Κυρ. ιδ´ ἑβδ. Λουκᾶ, «Ἐγένετο ἐν τῷ ἐγγίζειν τὸν Ἰησοῦν» (Λκ. ιη´ 35-43).

Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».

κοινωνικον «Αἰνεῖτε»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

24. Δευτέρα. Ξένης ὁσίας (ε´ αἰ.). Βαβύλα ἱερομάρτυρος (γ´ αἰ.), Φίλωνος ἐπισκόπου Καρπασίας τοῦ θαυματουργοῦ, Νεοφύτου ὁσίου τοῦ ἐν Κύπρῳ.

Διὰ τὰς ἐν καθημερινῇ ἀκολουθίας μετὰ Παρακλητικῆς βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις (§§1-30). Ἀπόστολος: παραλειφθείς, Κυρ. ιη´ ἐπιστ. (Β´ Κορ. θ´ 6-11)· Εὐαγγέλιον: παραλειφθέν, Κυρ. α´ Λουκᾶ (Λκ. ε´ 1-11).

25. Τρίτη. † Γρηγορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου (Ναζιανζηνοῦ) (†390).

Ἡ ἀκολουθία ψάλλεται κατὰ τὴν διάταξιν τοῦ Μηναίου.

Εἰς τὸν ἑσπερινὸν ὡς ἐν τῷ Μηναίῳ· τὰ διὰ τὴν λιτὴν στιχηρὰ εἰς τὸ μεσονυκτικόν.

Εἰς τὸν ὄρθρον. Εὐαγγέλιον: 13 Νοεμ., «Ἀμὴν λέγω ὑμῖν ὅτι ὁ μὴ εἰσερχόμενος» (Ἰω. ι´ 1-9). Κανόνες, ὁ τῆς Θεοτόκου τῆς μικρᾶς παρακλήσεως καὶ οἱ δύο τοῦ ἱεράρχου. Καταβασίαι οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον». Εἰς τὸ Καὶ νῦν τῶν αἴνων «Ἁμαρτωλῶν τὰς δεήσεις»* (Παρακλ. ἦχος α´, Δευτέρα ἑσπέρας).

Εἰς τὴν λειτουργίαν. Κοντάκιον «Ὁ μήτραν παρθενικήν». Ἀπόστολος: τοῦ ἱεράρχου, 13 Νοεμ., «Τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς» (Ἑβρ. ζ´ 26-η´ 2)· Εὐαγγέλιον: ὁμοίως, «Ἐγώ εἰμι ἡ θύρα» (Ἰω. ι´ 9-16). Κοινωνικὸν «Εἰς μνημόσυνον», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

26. Τετάρτη. Ξενοφῶντος ὁσίου καὶ τῆς συνοδείας αὐτοῦ († Ϛ´ αἰ.)· Κλήμεντος ὁσίου τοῦ Ἀθηναίου (†1111).

Ἀπόστολος: παραλειφθείς, Κυρ. κε´ ἐπιστ. (Ἐφεσ. δ´ 1-7)· Εὐαγγέλιον: παραλειφθέν, Κυρ. θ´ Λουκᾶ (Λκ. ιβ´ 16-21).

27. Πέμπτη. † Ἰωάννου τοῦ Χρυσοστόμου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως (ἀνακομιδὴ λειψάνου ἐν ἔτει 438). Μαρκιανῆς βασιλίσσης.

Ἡ ἀκολουθία ψάλλεται κατὰ τὴν ἐν τῷ Μηναίῳ τάξιν.

Εἰς τὸν ἑσπερινὸν ὡς ἐν τῷ Μηναίῳ· τὰ διὰ τὴν λιτὴν ἐλλείποντα στιχηρὰ ζήτει εἰς τὴν 13ην Νοεμ., λέγονται δὲ εἰς τὸ μεσονυκτικόν.

Εἰς τὸν ὄρθρον. Εὐαγγέλιον: 13 Νοεμ., «Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ μὴ εἰσερχόμενος» (Ἰω. ι´ 1-9). Κανόνες, οἱ ἐν τῷ Μηναίῳ τῆς Θεοτόκου καὶ τοῦ ἁγίου. Καταβασίαι οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον».

Εἰς τὴν λειτουργίαν. Μετὰ τὴν εἴσοδον τὸ ἀπολυτίκιον τοῦ ἁγίου καὶ τοῦ ναοῦ· κοντάκιον «Ὁ μήτραν παρθενικήν». Ἀπόστολος τοῦ ἱεράρχου, 13 Νοεμ., «Τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς» (Ἑβρ. ζ´ 26 - η´ 2)· Εὐαγγέλιον: ὁμοίως, 13 Νοεμ., «Ἐγώ εἰμι ἡ θύρα» (Ἰω. ι´ 9-16). Κοινωνικὸν «Εἰς μνημόσυνον», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

28. Παρασκευή. Ἐφραὶμ τοῦ Σύρου († 373). Παλλαδίου ὁσίου (δ´ αἰ.), Χάριτος μάρτυρος.

Ἀπόστολος: παραλειφθείς, Κυρ. ζ´ ἑβδ. ἐπιστ. (Ῥωμ. ιε´ 1-7)· Εὐαγγέλιον: παραλειφθέν, Δευτ. δ´ ἑβδ. Ματθ. (Μτθ. ια´ 2-15).

29. Σάββατον. Ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ ἱερομάρτυρος Ἰγνατίου τοῦ θεοφόρου (†107).

Ἡ ἀκολουθία τοῦ Σαββάτου ψάλλεται μὲ «Θεὸς Κύριος» (βλέπε ἔμπροσθεν εἰς τὰς γενικὰς τυπικὰς διατάξεις §§31-44). Ἀπόστολος: παραλειφθείς, Κυρ. θ´ ἐπιστ. (Α´ Κορ. γ´ 9-17)· Εὐαγγέλιον: παραλειφθέν, Πέμ. θ´ ἑβδ. Ματθ. (Μτθ. κ´ 17-28).

30. † ΚΥΡΙΑΚΗ ΛϚ´. † Τῶν τριῶν ἱεραρχῶν Βασιλείου τοῦ μεγάλου, Γρηγορίου τοῦ θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου. Ἱππολύτου ἱερομάρτυρος· ἀνάμνησις τῆς ἐν Τήνῳ εὑρέσεως τῆς εἰκόνος τῆς Θεοτόκου (1823)· Αὔρας (τῆς καὶ Χρυσῆς) μάρτυρος. Ἦχος γ´, ἑωθινὸν γ´ (τυπικὸν 30ῆς Ἰανουαρίου §§4-6).

Εἰς τὴν θ´. Ἀπολυτίκιον «Καὶ τρόπων μέτοχος»· κοντάκιον «Ἐξ ἑῴας σήμερον ἐξανατείλας».

Εἰς τὸν ἑσπερινόν. Ὁ προοιμιακὸς καὶ τὸ Ψαλτήριον.

ΕΙΣ ΤΟ «ΚΥΡΙΕ, ΕΚΕΚΡΑΞΑ», ἀναστάσιμα 4 καὶ τὰ τοῦ Μηναίου 4 εἰς 6, Δόξα, τῶν ἁγίων «Τὰς μυστικὰς σήμερον», Καὶ νῦν, «Πῶς μὴ θαυμάσωμεν».

ΕΙΣΟΔΟΣ, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

ΑΠΟΣΤΙΧΑ τὰ ἀναστάσιμα, Δόξα, τῶν ἁγίων «Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων», Καὶ νῦν, «Ναὸς καὶ πύλη ὑπάρχεις» (Παρακλητική, ἦχος πλ. α´, Σάβ. ἑσπέρας, εἰς τὰ ἀπόστιχα).

ΑΠΟΛΥΤΙΚΙΑ «Εὐφραινέσθω τὰ οὐράνια», Δόξα, «Τοὺς τρεῖς μεγίστους φωστῆρας», Καὶ νῦν, «Τοῦ Γαβριὴλ φθεγξαμένου σοι».

Σημείωσις. Κατὰ τὸ μηναῖον, ἡ ἀκολουθία τοῦ ἱερομάρτυρος Ἱππολύτου ψάλλεται ἐν τοῖς ἀποδείπνοις.

Εἰς τὸ μεσονυκτικόν. Μετὰ τὸν ν´ ψαλμὸν ὁ τριαδικὸς κανὼν τοῦ ἤχου, τὰ διὰ τὴν λιτὴν στιχηρὰ τῶν ἁγίων, τὰ τριαδικὰ «Ἄξιόν ἐστι», τρισάγιον κ.λπ. καὶ ἀπολυτίκιον τῶν ἁγίων «Ὡς τῶν ἀποστόλων ὁμότροποι».

Εἰς τὸν ὄρθρον. Μετὰ τὸν ἑξάψαλμον, εἰς τὸ «Θεὸς Κύριος» τὰ ἐν τῷ ἑσπερινῷ ἀπολυτίκια ὡς προεγράφησαν. [Τὸ Ψαλτήριον καὶ ὁ πολυέλεος.]

ΚΑΘΙΣΜΑΤΑ τὰ ἀναστάσιμα τῆς α´ στιχολογίας (ἀλλ᾿ εἰς τὸ Καὶ νῦν τὸ θεοτοκίον τοῦ ἀναστασίμου ἀπολυτικίου «Σὲ τὴν μεσιτεύσασαν»)· εἶτα τὰ ἀναστάσιμα τῆς β´ στιχολογίας μετὰ τοῦ θεοτοκίου αὐτῶν· εἶτα τὰ μετὰ τὸν πολυέλεον καθίσματα τῶν ἁγίων «Οἱ σοφοὶ διδάσκαλοι», Δόξα, «Ἑορτάζει σήμερον», Καὶ νῦν, τὸ θεοτοκίον «Προστασία ἄμαχε». Εὐλογητάρια (κατ᾿ ἀπαίτησιν τοῦ Τ.Μ.Ε.). Ἡ ὑπακοή, οἱ ἀναβαθμοὶ καὶ τὸ προκείμενον τοῦ ἤχου.

ΕΥΑΓΓΕΛΙΟΝ ἑωθινὸν (γ´) μετὰ πάσης τῆς συνήθους τάξεως αὐτοῦ.

ΚΑΝΟΝΕΣ, ὁ ἀναστάσιμος μετὰ τῶν εἱρμῶν καὶ οἱ δύο τῶν ἁγίων ἄνευ εἱρμῶν (ὁ ἐν τῷ Μηναίῳ κανὼν τῆς Θεοτόκου καταλιμπάνεται)· ἀπὸ γ´ ᾠδῆς τὸ ἀναστάσιμον κοντάκιον μετὰ τοῦ οἴκου καὶ εἶτα τὰ μεσῴδια καθίσματα τοῦ Μηναίου μετὰ τοῦ θεοτοκίου· ἀφ᾿ Ϛ´ τὸ κοντάκιον τῶν ἁγίων μετὰ τοῦ οἴκου καὶ τὸ μηνολόγιον.

ΚΑΤΑΒΑΣΙΑΙ οἱ εἱρμοὶ «Χέρσον ἀβυσσοτόκον»· εἶτα «Τὴν τιμιωτέραν» εἰς ἦχον γ´ εἱρμολογικόν, ἀκολούθως ἡ θ´ ᾠδὴ τοῦ ἀναστασίμου κανόνος* τῆς Παρακλητικῆς εἰς 4 καὶ ἐν συνεχείᾳ ἡ θ´ ᾠδὴ τῶν δύο κανόνων τῶν ἁγίων μετὰ τῶν μεγαλυναρίων· ἐν τέλει ὁ εἱρμὸς «[Θεοτόκε ἡ ἐλπίς...] Ἐν νόμου σκιᾷ καὶ γράμματι».

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ «Ἅγιος Κύριος», τὸ γ´ ἀναστάσιμον «Ὅτι Χριστὸς ἐγήγερται», τὰ 2 τῶν ἁγίων καὶ τὸ θεοτοκίον αὐτῶν.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ στιχηρὰ ἀναστάσιμα 4 καὶ τῶν ἁγίων προσόμοια 4 μὲ στίχους εἰς τὰ δύο τελευταῖα α) «Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν», β) «Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται», Δόξα, τῶν ἁ γ ί ω ν «Σήμερον αἱ ψυχαὶ τῶν γηγενῶν», Καὶ νῦν, «Ὑπερευλογημένη». Δοξολογία μεγάλη, «Σήμερον σωτηρία».

Εἰς τὴν λειτουργίαν. Τὰ ἀντίφωνα [ἢ τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς 4 τροπάρια τοῦ ἤχου καὶ 4 τροπάρια ἐκ τῆς Ϛ´ ᾠδῆς τοῦ α´ κανόνος τῶν ἁγίων].

ΕΙΣΟΔΙΚΟΝ «Δεῦτε προσκυνήσωμεν... Σῶσον ἡμᾶς... ὁ ἀναστάς».

ΜΕΤΑ ΤΗΝ ΕΙΣΟΔΟΝ ἀπολυτίκια «Εὐφραινέσθω», «Τοὺς τρεῖς μεγίστους» καὶ τὸ τοῦ ναοῦ, κοντάκιον «Ὁ μήτραν παρθενικήν».

ΑΝΑΓΝΩΣΜΑΤΑ. Προκείμενον καὶ ἀλληλουιάριον τῆς 30ῆς Ἰανουαρίου (ζήτει ἐν τῷ Μηνολογίῳ). Ἀπόστολος τῶν ἱεραρχῶν, 18ης Ἰαν., «Μνημονεύετε τῶν ἡγουμένων ἡμῶν» (Ἑβρ. ιγ´ 7-16)· Εὐαγγέλιον ὁμοίως, 30ῆς Ἰαν., «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου» (Μτθ. ε´ 14-19).

Εἰς τὸ Ἐξαιρέτως «Ἄξιον ἐστίν».

κοινωνικον ἀποστολικὸν «Εἰς πᾶσαν τὴν γῆν»· «Εἴδομεν τὸ φῶς», καὶ τὰ λοιπὰ τῆς λειτουργίας ὡς συνήθως.

31. Δευτέρα. Κύρου καὶ Ἰωάννου τῶν ἀναργύρων καὶ τῶν σὺν αὐτοῖς μαρτύρων († 311). Τῶν ἐν Κορίνθῳ ἓξ μαρτύρων (†251), Ἠλία (Ἀρδούνη) νεομάρτυρος τοῦ ἐν Καλαμάτᾳ (†1685), Ἀρσενίου ὁσίου τοῦ ἐν Πάρῳ (†1877).

Ἀπόστολος: παραλειφθείς, Κυρ. λβ´ ἑβδ. ἐπιστ. (Α´ Τιμ. δ´ 9-15)· Εὐαγγέλιον: παραλειφθέν, Κυρ. ιε´ Λουκᾶ (Λκ. ιθ´ 1-10).


* Εἴθισται εἰς τοὺς ἐνοριακοὺς ναοὺς τὰ στιχηρὰ ἰδιόμελα τῆς λιτῆς νὰ ψάλλωνται τὸ πρωὶ εἰς τὸ μεσονυκτικόν.

* Ὁσάκις ὑπὸ τοῦ Τυπικοῦ ὁρίζονται διπλαῖ καταβασίαι, αὗται ψάλλονται ὑπὸ ἀμφοτέρων τῶν χορῶν ὡς ἀκολούθως·

ᾨδὴ α´ δεξιός, ἰαμβικὴ α´ ἀριστερός.

ᾨδὴ γ´ δεξιός, ἰαμβικὴ γ´ ἀριστερός, τέλος δεξιός.

ᾨδὴ δ´ ἀριστερός, ἰαμβικὴ δ´ δεξιός, τέλος ἀριστερός.

ᾨδὴ ε´ δεξιός, ἰαμβικὴ ε´ ἀριστερός, τέλος δεξιός.

ᾨδὴ Ϛ´ ἀριστερός, ἰαμβικὴ Ϛ´ δεξιός, τέλος ἀριστερός.

ᾨδὴ ζ´ δεξιός, ἰαμβικὴ ζ´ ἀριστερός, τέλος δεξιός.

ᾨδὴ η´ ἀριστερὸς μετὰ τοῦ «Αἰνοῦμεν, εὐλογοῦμεν...», ἰαμβικὴ η´ δεξιός.

ᾨδὴ θ´ δεξιός, ἰαμβικὴ θ´ ἀριστερός.

Ἁπλούστερον· ἂς ἐνθυμῶνται οἱ ψάλλοντες ὅτι εἰς τοὺς εἱρμοὺς τοῦ α´ κανόνος ὁ δεξιὸς ψάλλει τοὺς ἔχοντας περιττὸν ἀριθμὸν εἱρμοὺς (α´, γ´, ε´, ζ´, θ´ ᾠδῶν) καὶ ὁ ἀριστερὸς ὡσαύτως τοὺς ἔχοντας ἄρτιον ἀριθμόν (δ´, Ϛ´ καὶ η´ ᾠδῶν), εἰς δὲ τοὺς εἱρμοὺς τοῦ β´ κανόνος συμβαίνει τοὐναντίον.

* Κατὰ τὴν ἀρχαίαν τάξιν, ἂν τὸ θεοτοκίον τοῦ ἀναστασίμου ἀπολυτικίου τοῦ ἤχου δὲν ψαλῇ εἰς τὸν ἑσπερινὸν ἢ εἰς τὸ «Θεὸς Κύριος» τοῦ ὄρθρου τῆς Κυριακῆς, τότε λέγεται ὡς θεοτοκίον εἰς τὰ ἀναστάσιμα καθίσματα τῆς α´ στιχολογίας. Ἡ τάξις αὕτη ἀκολουθεῖται καὶ ἐν τῷ Οἰκουμενικῷ Πατριαρχείῳ (Ἡμερ. Οἰκ. Πατρ. ἔτους 1998, σ. 40, καὶ ἔτους 2010, σ. 36 καὶ 531).

* Τὸ «Πληρωθήτω» ὡς ψάλλεται ἐν Ἁγίῳ Ὄρει καὶ ἀλλαχοῦ·

«Πληρωθήτω τὸ στόμα ἡμῶν, αἰνέσεώς σου Κύριε, ὅπως ὑμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς, μετασχεῖν τῶν ἁγίων μυστηρίων σου· στήριξον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου· ἀλληλούια, ἀλληλούια, ἀλληλούια».

Ψάλλεται ἐν πάσῃ λειτουργίᾳ, τελείᾳ ἢ προηγιασμένῃ, πλὴν τῆς μεγ. Πέμπτης καὶ τῆς διακαινησίμου ἑβδομάδος. Ἀναφέρεται μεταξὺ ἄλλων εἰς τὰ ἀρχαῖα Τυπικὰ τῆς Εὐεργέτιδος καὶ τοῦ ἁγίου Σάββα (διάταξις μεγ. Πέμπτης), εἰς τὰ ἐν χρήσει λειτουργικὰ βιβλία τοῦ Τριῳδίου (ἔκδ. Ἀποστ. Διακονίας, μεγ. Πέμπτη), τοῦ μεγάλου Εὐχολογίου (Βενετίας 1862 ἢ «Ἀστέρος», σ. 159), καὶ εἰς τὰς –ἐγκρίσει τῆς Ἱερᾶς Συνόδου– νεωτέρας ἐκδόσεις τοῦ Ἱερατικοῦ καὶ τοῦ Ἐγκολπίου τοῦ ἀναγνώστου).

* Τὸ ὡς ἄνω κοντάκιον ἐτέθη συμφώνως τῷ Τ.Μ.Ε.. Κατὰ τὰ ἀρχαῖα ὅμως Τυπικά, εἰς τὸν μέγαν Ἁγιασμὸν ψάλλεται τὸ κοντάκιον τῆς ἑορτῆς «Ἐπεφάνης σήμερον» καὶ ὄχι τὸ προεόρτιον· ἄλλωστε προηγεῖται τὸ ἀπολυτίκιον τῆς ἑορτῆς, ἀκόμη καὶ εἰς τὴν περίπτωσιν καθ᾿ ἣν ὁ Ἁγιασμὸς τελεῖται πρὸ τοῦ ἑσπερινοῦ τῆς ἑορτῆς.

* Τὸ Μηναῖον, τὸ ἰσχῦον Τυπικὸν Βιολάκη (Τ.Μ.Ε. σ. 143) καὶ ὅλα τὰ παλαιὰ Τυπικὰ ὁρίζουν τὸν μέγαν Ἁγιασμὸν τῆς σήμερον μετὰ τὸ ᾀσματικὸν τρισάγιον τῆς μεγ. δοξολογίας, ἀλλὰ κατὰ σχετικὴν πρόβλεψιν τοῦ Τ.Μ.Ε. (σ. 143, ὑποσ. 4), εἰς πλείστας ἐνορίας τελεῖται εἰς τὸ τέλος τῆς λειτουργίας, διὰ νὰ μὴ γίνεται ἀταξία καὶ πρὸς καλλιτέραν ἐξυπηρέτησιν τῶν πιστῶν.

* Ἐπειδὴ τὰ τοιαῦτα σύντομα θεοτοκία, ψαλλόμενα συνήθως εἰς τὸ Καὶ νῦν ἐν μνήμαις ἑορταζομένων ἁγίων, δὲν ὑπάρχουν πλήρη εἰς ὡρισμένας ἐκδόσεις Μηναίων, πρὸς διευκόλυνσιν τῶν ψαλλόντων παρατίθενται εἰς τὰς ἔμπροσθεν σελίδας τοῦ ἀνὰ χεῖρας τόμου μετὰ τὰς γενικὰς τυπικὰς διατάξεις.

* Τὸ Τ.Μ.Ε. σημειώνει τὸν ἐν τῷ Μηναίῳ κανόνα τῆς Θεοτόκου (30 Ἰαν. §4), ἀλλὰ ἐν Κυριακῇ ὁ κανὼν αὐτῆς ἀντικαθίσταται ὑπὸ τοῦ ἀναστασίμου, ὅπως ἐπίσης ὁρίζει τὸ αὐτὸ Τ.Μ.Ε. εἰς 25 Ἰαν. §3, εἰς ἣν