ΣΥΝΕΣΙΟΥ
ΥΜΝΟΣ ΤΕΤΑΡΤΟΣ

1








10









20









30









40









50









60









70









80









90









100









110









120









130









140









150









160









170









180









190









200









210









220









230









240









250









260









270









280









290








Σὲ μέν, ἀρχομένας,
σὲ δ᾿, ἐξομένας,
σὲ δέ, μεσοίσας,
σὲ δέ, παυομένας
ἀοῦς ἱερᾶς,
ζαθέας νυκτὸς
μέλπω, γενέτα,
παίων ψυχῶν,
ἐλατὴρ νούσων,
δῶτορ σοφίας
ἐλατὴρ νούσων,
δῶτορ ψυχαῖς
ἀπόνου βιοταῖς,
ἂν μὴ στείβει
χθονία φροντίς,
μάτηρ ἀχέων,
μάτηρ παθέων,
ὦν μοι ζωὰ
καθαρὰ μενέτω,
ἵνα τὰν πάντων
κρυφίαν ῥίζαν
ὑμνοῖσαν λέγω,
μηδ᾿ ἀπαγωγοῖς
ἄτῃσι Θεοῦ
νοσφιζοίμαν.
Σέ, μάκαρ, μέλπω,
κοίρανε κόσμου.
Γᾶ δὲ σιγάτω.
Ἐπὶ σοῖς ὕμνοις,
ἐπὶ σαῖς εὐχαῖς
εὐφαμείτω
ὅσα κόσμος ἔχει·
σὰ γὰρ ἔργ᾿, ὦ Πάτερ
καταπαυέσθω
ἀνέμων ῥοῖζος,
ἦχος δένδρων,
θρόος ὀρνίθων.
Ἥσυχος αἰθήρ,
ἥσυχος ἀὴρ
κλυέτω μολπᾶς·
ὑδάτων δὲ χῦσις
ἄψοφος ἤδη
στήτω κατὰ γᾶς.
Οἱ δ᾿ ἐμπόδιοι
ἁγίων ὕμνων
κευθμωνοχαρεῖς
καὶ τυμβονόμοι
δαίμονες ἤδη
φευγέτωσαν ἐμὰν
ὁσίαν εὐχάν·
ἀγαθοὶ δ᾿ ὁπόσοι
μάκαρες νοεροῦ
πρόπολοι γενέτου
κατέχουσι βάθη.
Ἄκρα τε κόσμου,
ὕμνων ἵλεω
πεύθοιντο Πατρός,
ἵλεω δὲ λιτάς
ἀνάγοιεν ἐμᾶς.
Μονὰς ὦ μονάδων,
Πάτερ ὦ πατέρων,
ἀρχῶν ἀρχά,
παγῶν παγά,
ῥιζῶν ῥίζα,
ἀγαθῶν ἀγαθόν,
ἄστρων ἄστρον,
κόσμων κόσμε,
ἰδεῶν ἰδέα,
βύθιον κάλλος,
κρύφιον σπέρμα,
Πάτερ αἰώνων,
Πάτερ ἀφθέγκτων
νοερῶν κόσμων·
ὅθεν ἀμβροσία
σταλάοισα πνοά,
σώματος ὄγκοις
ἐπινηξαμένα,
δεύτερον ἤδη
κόσμον ἀνάπτει.
Ὑμνῶ σε, μάκαρ,
καὶ διὰ φωνᾶς,
ὑμνῶ σε, μάκαρ,
καὶ διὰ σιγᾶς.
Ὅσα γὰρ φωνᾶς.
τόσα καὶ σιγᾶς
ἀΐεις νοερᾶς.
Ὑμνῶ δὲ γόνον
πρωτόγονον,
καὶ πρωτοφαῆ,
γόνε κύδιστε
Πατρὸς ἀφθέγκτου,
σὲ, μάκαρ, μεγάλῳ
Πατρὶ συνυμνῶ,
καὶ τὰν ἐπὶ σοὶ
ὠδῖνα Πατρός,
γόνιμον βουλάν,
μεσάταν ἀρχάν,
ἁγίαν Πνοιάν,
κέντρον Γενέτου,
κέντρον δὲ κόρου.
Αὐτὰ μάτηρ,
αὐτὰ γνωστά,
αὐτὰ θυγάτηρ,
μαιωσαμένα
κρυφίαν ῥίζαν.
Ἵνα γὰρ προχυθῇ
ἐπὶ Παιδὶ Πατήρ,
αὐτὰ πρόχυσις
εὕρετο βλάσταν.
Ἔστη δὲ μέσα,
Θεὸς ἔκ τε Θεοῦ,
διὰ παῖδά τε ***
καὶ διὰ κλεινὰν
Πατρὸς ἀθανάτου
πρόχυσιν Υἱὸς
εὑρέτο βλάσταν.
Μονὰς εἶ Τριὰς ὢν·
μονὰς ἃ δὴ μένει,
καὶ Τριὰς εἶ δή.
Νοερὰ δὲ τομὰ
ἄσχιστον ἔτι
τὸ μερισθὲν ἔχει·
προσθορὼν δὲ μένει
γόνος ἐς Γενέταν,
καὶ πάλιν ἔξω
τὰ Πατρὸς διέπει,
κόσμοις κατάγων
ὄλβον ζωᾶς,
ὅθεν αὐτὸς ἔχει.
Λόγος, ὃν μεγάλῳ
Πατρὶ συνυμνῶ,
νόος ἀῤῥήτου
τίκτει σε Πατρὸς
καὶ σὺ κυηθεὶς
Λόγος εἷς Γενέτου,
πρῶτος πρώτας
προθορὼν ῥίζας,
ῥίζα δὲ πάντων
τῶν μετὰ κλεινὰν
τὰν σὰν γένναν·
μονὰς ἄῤῥητος,
σπέρμα τὸ πάντων
σπέρμα σε πάντων
ἐσπέρμηνε.
Σὺ γὰρ ἐν πᾶσι.
Διὰ σοῦ δὲ φύσι
ὑπάτα, μεσάτα,
νεάτα τε, Θεοῦ
ἀπέλαυσε Πατρὸς
ἀγαθῶν δώρων
γονίμου ζωᾶς.
Σοὶ μὲν ἀγήρως
ἄπονον τροχιὰν
σφαῖρα κυλίνδει·
ὑπὸ σὰν τάξιν
κύτεος μεγάλου
βριαραῖς δίναις
ἑβδομὰς ἄστρων
ἀντιχορεύει.
Τὰ δὲ πολλὰ μίαν
πτύχα καλλύνει
φέγγεα κόσμου
διὰ σὰν βουλάν,
γόνε κύδιστε.
Σὺ γὰρ ἀμφιθέων
κύτος οὐράνιον,
δρόμον αἰώνων
ἄλυτον συνέχεις.
Ὑπὸ σαῖς δέ, μάκαρ,
ἁγίοις θεσμοῖς
ἐν ἀπειροβαθοῦς
αἴθρας λαγόσι
πολιῶν ἄστρων
ἀγέλα νέμεται.
Σὺ μὲν οὐρανίοιε,
σὺ δ᾿ ἐνηερίοις,
σὺ δ᾿ ἐπιχθονίοις,
σὺ δ᾿ ὑποχθονίοις
ἔργα μερίζεις,
ζωάν τε νέμεις.
Σὺ νόου πρύτανις
ταμίας τε θεοῖς
θνατὼν θ᾿ ὁπόσοι
νοερᾶς μοίρας
ἔσπασαν ὄμβρους.
Σὺ ψυχοδότας,
οἳς ἐκ ψυχᾶς
τέταται ζωά,
καὶ φύσιν ἀκμής.
Ἀλαὸν ψυχᾶς
βλάστημα τεᾶς
κρέμαται σειρᾶς.
Χωπόσα πετάσας
στέρεται πνοιᾶς,
ἀπὸ σῶν κόλπων
δρέπεται συνοχὰν
πορθμευομέναν
διὰ σᾶς ἀλκᾶς
ἐξ ἀῤῥήτων
πατρικῶν κόλπων
κρυφίας μονάδος,
ὅθεν ὁ ζωᾶς
ὀχετὸς προρέων
φέρεται μέχρι γᾶς
διὰ σᾶς ἀλκάς,
δι᾿ ἀτεκμάρτων
νοερῶν κόσμων,
ἔνθεν δέχεται
καταβαίνοισαν
ἀγαθῶν κράναν
νοεροῦ μορφὰ
κόσμος ὁρατός.
Ἅλιον οὗτος
δεύτερον ἔσχεν,
ὑστεροφεγγοῦς
φωτὸς γενέταν,
ὁμματολαμπῆ,
τᾶς γινομένας
καὶ φθειρομένας
ταμίαν ὕλας,
υἱόν, νοεροῦ
τύπον αἰσθητόν,
ἀγαθῶν παροχὰν
ἐγκοσμογενῶν·
διὰ δὰν βουλάν,
γόνε, κύδιστε,
Πάτερ ἄγνωστε,
Πάτερ ἄῤῥητε,
ἄγνωστε νόῳ,
ἄῤῥητε λόγῳ.
Νόος ἐσσὶ νόου,
ψυχᾶν ψυχά,
φύσις εἶ φυσίων.
Γόνυ σοι κάμπτων
ἰδὲ τοῦτο, λάτρις
πίπτω κατὰ γᾶς
ἱκέτας ἀλαός.
Σὺ δε φωτοδότας
φωτὸς νοεροῦ,
ἐλέαιρε, μάκαρ,
ἱκέτιν ψυχάν.
Σεῦε δὲ νούσους,
σεῦε δὲ μερίμνα,
τὰς ψυχοβόρους.
Σεῦε δ᾿ ἀναιδῆ
κύνα τὸν χθόνιον,
δαίμονα γαίας,
ψυχᾶς ἀπ᾿ ἐμᾶς,
εὐχᾶς ἀπ᾿ ἐμᾶς,
ζωᾶς ἀπ᾿ ἐμᾶς,
ἔργων ἀπ᾿ ἐμῶν.
Σώματος ἔξω,
πνεύματος ἔξω,
πάντων ἔξω,
τῶν ἁμετέρων
δαίμων μενέτω.
Λιπέτω, φυγέτω
δαίμων, ὕλας
παθέων ἀλκά,
ἀνάγωγον ὁδὸν
διατειχίζων·
τὰς θεοδιφεῖς
βλάπτων ὁρμάς.
Ἕταρον δὲ δίδου
ξυνωνόν, ἄναξ,
ἁγίας ἅγιον
ἄγγελον ἀλκᾶς,
ἅγγελον εὐχᾶς
τᾶς θεολαμποῦς·
φίλον ἐσθλοδόταν,
φύλακα ψυχᾶς,
φύλακα ζωᾶς,
εὐχῶν φρουρόν,
ἔργων φρουρῶν.
Σῶμα δὲ σώζοι
καθαρῶν νούσων·
πνεῦμα δὲ σώζοι
καθαρὸν λώβας
ψυχᾷ δ᾿ ἐπάγοι
παθέων λάθαν.
Ἵνα καὶ ζωὰν
τὰν γαιοτρεφῆ,
τοῖς σοῖς ὕμνοις
πιαίνηται
ταρσὸς ψυχᾶς·
ἵνα καὶ ζωὰν
τὰν μετὰ μοίρας,
τὰν μετὰ δεσμοὺς
τοὺς χθονοβριθεῖς
καθαρὰν ὕλας
ὅσον ἐξανύω,
ἐπὶ σὰς αὐλάς,
ἐπὶ σοὺς κόλπους,
ὅθεν ἁ ψυχᾶς
προρέει παγά.
Σὺ δὲ χεῖρα δίδου,
σὺ κάλει, σύ, μάκαρ,
ὕλας ἄναγε
ἱκέτιν ψυχάν.