1 10 20 30 40 50 60 70 80 90 100 110 120 130 140 150 160 170 180 190 200 210 220 230 240 250 260 270 280 290 300 310 320 330 340 350 360 370 380 390 400 410 420 430 440 450 460 470 480 490 500 510 520 530 540 550 560 570 580 590 600 610 620 630 640 650 660 670 680 690 700 710 720 730 |
Ἄγε μοι, ψυχά, ἱεροῖς ὕμνοις ἐπιβαλλομένα, ὑληγενέας εὔνασον οἴστρους· θώρησσε δὲ νόου ζαμενεῖς ὁρμάς. Βασιλῆϊ θεῶν πλέκομεν στέφανον, θῦμ᾿ ἀναίμακτον, ἐπέων λοιβάς. Σοὶ μὲν ἐν πελάγει, σὲ δ᾿ ὑπὲρ νάσων, σὲ δ᾿ ἐν ἀπείροις, ἐπί τε πτολίων, κραναῶν τ᾿ ὀρέων καὶ κατὰ κλεινῶν ὁπόταν πεδίων στάσω διδύμους γυίων ταρσούς, σέ, μάκαρ, μέλπω, κόσμου γενέτα. Σοὶ νύξ με φέρει τὸν ἀοιδόν, ἄναξ· σοὶ δ᾿ ἁμερίους, σοὶ δ᾿ ἀῴους, σοὶ δ᾿ ἑσπερίους ὕμνους ἀνάγω· ἵστορες αὐγαὶ πολιῶν ἄστρων μάνας τε δρόμοι καὶ μέγας ἵστωρ ἅλιος, ἁγνῶν ἄστρων πρύτανις, ὁσιᾶν ψυχᾶν ἅγιος ταμίας. Ἐπὶ σὰς αὐλάς, ἐπὶ σοὺς κόλπους τὸν ἀπόστροφον ταναᾶς ὕλας ταρσὸν ἐλαφρίζων, χαίρων ἵνα σου προμολὰν ἱκόμαν, νῦν ἐπὶ σεμνᾶς τελετηφορίας σηκοὺς ἁγίους ἱκέτας ἔμολον. Νῦν ἐπὶ κλεινῶν κορυφὰν ὀρέων ἱκέτας ἔμολον. Νῦν ἐς ἐρήμας αὐλῶνα μέγαν λιβύας ἔμολον, πέζαν νοτίαν· τὰν οὔτ᾿ ἄθεον πνεῦμα μολύνει, οὔτε χαράσσει ἴχνος ἀνθρώπων ἀστυμερίμνων. Ἵνα σοι ψυχὰ καθαρά παθέων, λύσασα πόθους, λήξασα πόνων, λήξασα γόων, θυμῶν, ἐρίδων. (Ὅσα κηριτρεφῆ) ἀποσεισαμένα, καθαρᾷ γλώσσᾳ, γνώμῃ θ᾿ ὁσίᾳ τὸν ὀφειλόμενον ὕμνον ἀποίσῃ. Εὐφαμείτω αἰθὴρ καὶ γᾶ· στάτω πόντος, στάτω δ᾿ ἀήρ· λήγετε πνοιαὶ βαλιῶν ἀνέμων· λήγετε ῥιπὶ γυρῶν ῥοθίων, ποταμῶν προχοαί, κρανααὶ λιβάδες· ἐχέτω σιγὰ κόσμου λαγόνας, ἱερευομένων ἁγίων ὕμνων. Δύτω κατὰ γᾶς ὀφίων συρμός, δύτω κατὰ γᾶς καὶ πτανὸς ὄφις, δαίμων ὕλας, νεφέλα ψυχᾶς, ειδωλοχαρής, εὐχαῖς σκύλακας ἐπιθωΰσσων. Σύ, Πάτερ, σύ, μάκαρ, σὺ ψυχοβόρους ἀπέρυκε κύνας, ψυχὰς ἀπ᾿ ἐμᾶς, εὐχᾶς ἀπ᾿ ἐμᾶς, ζωᾶς ἀπ᾿ ἐμᾶς, ἔργων ἀπ᾿ ἐμῶν. Ἁ δ᾿ ἁμετέρα πραπίδων λοιβὰ σοῖς ἐριτίμοις μελέτω προπόλοις, πορθμεῦσι σοφοῖς ἁγίων ὕμνων. Ἤδη φέρομαι ἐπὶ βαλβίδας ἱερῶν ἐπέων. Ἤδη καναχεῖ ὀμφὰ περὶ νοῦν· μάκαρ, ἵλαθί μοι· Πάτερ, ἵλαθί μοι, εἰ παρὰ κόσμον, εἰ παρὰ μοῖραν τῶν σῶν ἔθιγον. Τίνος ὄμμα σοφόν, τίνος ὄμμα πολύ, ταῖς σαῖς στεροπαῖς ἀνακοπτόμενον οὐ καταμύσει; ἀτενὲς δὲ δρακεῖν ἐπὶ σοὺς πυρσοὺς Θέμις οὐδὲ θεοῖς· πίπτων δὲ νόος ἀπὸ σᾶς σκοπιᾶς, τὰ πέλας σαίνει· ἀκίχητα κιχεῖν ἐπιβαλλόμενος, προσιδεῖν αἴγλαν ἀκάματι βυθῷ ἀμαρυσσομέναν. Ἀβάτων δ᾿ ἀποβάς, ἐπὶ πρωτοφανὲς εἶδος ἐρείδει ὄμματος ἀλκάν. Ὄθεν αἰνύμενος ἐπὶ σοὺς ὕμνους ἄνθεα φωτός, ἀορίστοις ἀνέμοις ἀναπαύσαι βολάν, τὰ σὰ σοὶ πάλι δούς. Τί γὰρ οὐ σόν, Ἄναξ; Πατέρων πάντων πάτερ, αὐτοπάτωρ, προπάτωρ, ἀπάτωρ, υἱὲ σεαυτοῦ· ἕν ἑνὸς πρότερον, ὄντων σπέρμα, πάντων κέντρον, προανούσιε νοῦ, κόσμου ῥίζα, τῶν ἀρχεγόνων ἀμφιφαὲς φῶς, ἀτρέκεια σοφά, παγὰ σοφίας, κεκαλυμμένε νοῦ ἰδίαιας αὐγαῖς, ὄμμα σεαυτοῦ, πρηστηροκράτορ, αἰωνοτόκε, αἰωνόβιε, ἐπέκεινα θεῶν, ἐπέκεινα νόων· ἐπὶ θάτερα νωμῶν, νοερητόκε νοῦ, ὀχετηγὲ θεῶν, πνευματοεργέ, καὶ ψυχοτρόφε. Παγὰ παγῶν, ἀρχῶν ἀρχά, ῥιζῶν ῥίζα· μονὰς εἶ μονάδων, μονὰς ἠδ᾿ μονάδος ἀριθμῶν ἀριθμός, νοῦς καὶ νοερός, καὶ τὸ νοητόν, καὶ πρὸ νοητοῦ. Ἓν καὶ πάντα, Ἓν δὲ ἁπάντων, Ἕν τε πρὸ πάντων, σπέρμα τὸ πάντων, ῥίζα καὶ ὅρπαξ, φύσις ἐν νοεροῖς, θῆλυ καὶ ἄῤῥεν. Μύστας δὲ νόος τά τε καὶ τὰ λέγει, βυθὸν ἄῤῥητον ἀμφιχορεύων. Σὺ τὸ τίκτον ἔφυς, σὺ τὸ τικτόμενον, σὺ τὸ φωτίζον, σὺ τὸ λαμπόμενον, σὺ τὸ φαινόμενον, σὺ τὸ κρυπτόμενον, φῶς κρυπτόμενον ἰδίαις αὐγαῖς, ἓν καὶ πάντα, ἓν καθ᾿ ἑαυτὸ καὶ διὰ πάντων. Σὺ γὰρ ἐξεχύθης, ἀῤῥητοτόκε, ἵνα παῖδα τέκῃς, κλεινὰν σοφίαν, δημιοεργόν. Προχυθεὶς δὲ μένεις ἀτόμοισι τόμαις μαιευόμενος. Ὑμνῶ σε, μονάς. Ὑμνῶ σε, Τριάς. Μονὰς εἶ, τριὰς ὤν· τριὰς εἶ, μονὰς ὤν· νοερὰ δὲ τομὰ ἄσχιστον ἔτι τὸ μερισθὲν ἔχει. Ἐπὶ παιδὶ χυθεὶς ἰότατι σοφᾷ. Αὐτὰ δ᾿ ἰότας βλάστησε μέσα φὐσις ἄφθεγκτος, τὸ προούσιον ὄν. Οὐ θέμις εἰπεῖν δεύτερον ἐκ σοῦ· οὐ θέμις εἰπεῖν τρίτον ἐκ πρώτου, ὠδὶς ἱερά, ἄῤῥητε γονά. Ὄρος εἶ φυσίων τὰς τικτοίσας, καὶ τικτομένας. Σέβομαι νοερῶν κρυφίαν τάξιν. Χωρεῖ τι μέσον οὐ καταχυθέν. Ἄφθεγκτε γόνε πατρὸς ἀφθέγκτου, ὠδὶς διὰ σέ, διὰ δ᾿ ὠδῖνος αὐτὸς ἀφάνθης, Ἅμα Πατρὶ φανείς, ἰότατι Πατρός· ἰότας σὺ ἀεὶ παρὰ σεῖο Πατρί· οὐδ᾿ ὁ βαθύῤῥους χρόνος οἶδε γονὰς τὰς ἀῤῥήτους· αἰὼν δὲ γέρων τὸν ἀμήρυτον τόκον οὐκ ἐδάη. Ἅμα Πατρὶ φάνη, αἰὼν φενόμενος ὁ γενησόμενος. Τίς ἐπ᾿ ἀφθέγκτοις ἐβράβευσε τόλμαν; Ἀλαῶν μερόπων δαιδαλογλώσσων ἄθεοι τόλμαι. Σύ δὲ φωτοδότας φωτὸς νοεροῦ· σκολιᾶς δ᾿ ἀπάτας ἀνέχεις ὁσίων πραπίδας μερόπων, ἐς ζόφον ὕλας μὴ καταδῦναι. Σὲ, Πάτερ κόσμων, Πάτερ αἰώνων, αὐτουργὲ θεῶν, εὐαγὲς αἰνεῖν. σὲ μὲν οἱ νοεροὶ μὲλπουσιν, Ἄναξ, σὲ δὲ κοσμαγοὶ ὀμματολαμπεῖς νόες ἀστέριοι ὑμνοῦσι, μάκαρ, οὓς περὶ κλεινὸν σῶμα χορεύει. Πᾶσά σε μέλπει γενεὰ μακάρων, οἱ περὶ κόσμον, οἱ κατὰ κόσμον, οἱ ζωναῖοι, οἳ τ᾿ ἄζωνοι κόσμου μοίρας ἐφέπουσι σοφοὶ ἀμφιβατῆρες, οἱ παρὰ κλεινοὺς οἰηκοφόρους· οὓς ἀγγελικὰ προχέει σειρά· τό τε κυδῆεν γένος ἡρώων, ἔργα τὰ θνητῶν κρυφίαισιν ὁδοῖς διανισσόμενον, ἔργα βρότεια. Ψυχὰ τ᾿ ἀκλινὴς καὶ κλινομένα ἐς μελαναυγεῖς χθονίους ὄγκους. Σὲ μάκαιρα φύσις φύσεώς τε γονὰ ὑμνέει, μάκαρ, τὰς ζειδώροις ἐφέπεις πνοιαῖς, ἀπὸ σῶν ὀχετῶν κατασυρομέναις προκυλινδομέναις. Σὺ γὰρ ἀχράντων ἡγέτα κόσμων, φύσις εἶ φυσίων· σὺ φύσιν θάλπεις γένεσιν θνατῶν, τᾶς ἀενάω ἰνδάλμονα, ἵνα καὶ πυμάτα μερὶ ἐν κόσμῳ λελάχῃ ζωᾶς ἐπαμειβομένας. Οὐ γὰρ θέμις ἦν τρύγα τὰν κόσμου κορυφαῖς ἐρίσαι. Τὸ δὲ ταχθὲν ὅλως ἐς χορὸν ὄντων, οὐκέτ᾿ ὀλεῖται· ἄλλο δ᾿ ἀπ᾿ ἄλλου, διὰ δ᾿ ἀλλήλων, πάντ᾿ ἀπολαύει. Ἐξ ὀλλυμένων. Κύκλος ἀΐδιος, ταῖς σαῖς πνοιαῖς ἀναθαλπόμενος, σοὶ διὰ πάντων ἵστησι χορούς. Μάτειρα φύσις, ἰδίαις χρόαις, ἰδίοις ἔργοις, δαιδαλλομένων. Ἐκ δὲ ζώων ἑτεροφθόγγων μίαν ἁρμονίαν ὁμόφωνον ἄγει. Σοὶ πάντα φέρει αἶνον ἀγήρων. Ἀὼς καὶ νύξ, στεροπαί, νιφάδες, οὐρανός, αἰθήρ, καὶ γᾶς ῥίζαι, ὕδωρ, ἀήρ, σώματα πάντα, πνεύματα πάντα, σπέρματα, καρποί, φυτά, καὶ πόαι, ῥίζαι, βοτάναι, βοτὰ καὶ πτηνά, καὶ νηχομένων νεπόδων ἀγέλαι. Ἰδὲ καὶ ψυχὰν ὀλιγοδρανέα, ὀλιγηπελέα ἐπὶ σᾶς Λιβύας, ἐπὶ σᾶς σεπτᾶς Ἱερηπολίας ὁσίαις εὐχαῖς ἐπιμελομέναν. Τὰν ἀμφιπολεῖ νέφος ὑλαῖον· σὸν δὲ ὄμμα, Πάτερ, κοπτικὸν ὕλας. Νῦν μοι κραδία τοῖς σοῖς ὕμνοις πιαινομένα ἐθόωσε νόον πυρίαις ὁρμαῖς. Σὺ δὲ λάμψον, Ἄναξ, ἀνάγωγα φάη. Νεῦσον δέ, Πάτερ, σῶμα φυγοῖσαν μηκέτι δῦναι ἐς χθονὸς ἄταν. Ὄφρα δὲ ζωᾶς ὑλοδιαίτου δεσμοῖσι μένω πραεῖα, μάκαρ, βόσκοι με τύχα· μηδ᾿ ἐμπόδιον πνεύσειε, νόου φροντίσι λυγραῖς δάπτοισα βίον, ἵνα μὴ τὰ Θεοῦ ἄσχολος εἴην μηδέ τι τοίοις ἐναλινδοίμαν. Ὅθεν ἐκπροφυγὼν δώροισι τεοῖς, στέφος εὐαγέων ἀπὸ λειμώνων σοὶ τοῦτο πλέκω· σοὶ τόνδε φέρω αῑνον, ἀχράντων ἡγέτα κόσμων, καὶ Παιδὶ σοφῷ, σὺν αὐτᾷ σοφίᾳ· τὸν ἀπ᾿ ἀῤῥήτων ἔχεας κόλπων· ἐν σοὶ δὲ μένει, σέθεν ἐκρποθορών, ἵνα πάντα σοφαῖς ἐφέπῃ πνοιαῖς, διέπῃ πολιῶν βάθος αἰώνων, διέπῃ ταρσους κραναοῦ κόσμου, μέχρι καὶ νεάτου πυθμένος ὄντων, χθονίας μοίρας, ὁσίαις πραπίσιν ἐλλαμπόμενος· λύῃ δὲ πόνους, καὶ μερίμνας διερῶν μερόπων, ἀγαθῶν κράντωρ, ἐλατὴρ ἀχέων. Τί δὲ θαῦμα, Θεὸν τὸν κοσμοτέχναν, ἰδίων ἔργων κῆρας ἐρύκειν; τόδε σοι, μεγάλου κοίρανε κόσμου, τίσων ἔμολον χρέος ἐκ Θρῄκης, ἵνα τὰν τριέτιν ᾤκησα ἀγυιάν, παρ᾿ ἀνακτόριον Γαίας μέλαθρον ἔτλαν δὲ πόνους ἔτλαν δ᾿ ὀδύνας πολυδακρύτους, ὤμοισι φέρων ματέρα πάτραν. Ῥαίνετο μὲν γᾶ ἱδρῶτι μελῶν ἀεθλευόντων ἆμαρ ἐπ᾿ ἆμαρ. Ῥαίνετο δ᾿ εὐνὰ κανθῶν λιβάσιν ὁλοφυρομένων νύκτ᾿ ἐπὶ νύκτα νηοὶ δ᾿ ὁπόσοι δόμηθεν, Ἄναξ; Ἐπὶ σαῖς ἁγίαις τελετηφορίαις, ἐπὶ πάντας ἔβαν· πρηνὴς ἱκέτας, δάπεδον βλεφάρων δεύων νοτίσι, μή μοι κενεὰν ὁδὸν ἀντάσαι, ἱκέτευσα θεούς, δρηστῆρας ὅσοι γόνιμον Θρῄκης κατέχουσι πέδον, οἵ τ᾿ ἀντιπέρην Χαλκηδονίας ἐφέπουσι γυίας, οὓς ἀγγελικαῖς ἔστεψας, Ἄναξ, αὐγαῖσι, τεοὺς ἱεροὺς προπόλους. Σύν μοι μάκαρες ἐλάβοντο λιτᾶν, σύν μοι πολέων ἐλάβοντο πόνων. Οὔ μοι ζωὰ τᾶμος δὲ φίλα διὰ γᾶν πατρίαν στυφελιζομέναν, τὰν ἐξ ἀχέων ἔστασας, Ἄναξ, αὐτὸς ἀγήρως, κοίρανε κόσμου. Ἤδη ψυχᾶς ἀποτρυομένας, ἤδη μελέων κατερειπομένων ὑπέρεισας ἐμὰν ἄρθρων δύναμιν, τλάμονι ψυχᾷ μένος ἐμπνεύσας. Καμάτων δὲ γλυκὺ εὕρεο τέκμωρ, κατὰ θυμὸν ἐμόν, ἔργοισιν, Ἄναξ, ὁπάσας δολιχῶν ἄμπαυμα πόνων· τὰ σὺ πάντα, μάκαρ, Λιβύεσσι σάου ἐς μηκεδανὸν μήρυμα χρόνους, διὰ σᾶς μνάμαν εὐεργεσίας, διά τε ψυχὰν αἰνὰ παθοῖσαν. Ἱκέτα δὲ δίδου βιοτὰν ἀσινῆ· λύε με μόχθων, λύε με νούσων, λύε μεριμνᾶν κηριτρεφέων· νεῦσον νοερὰν προπόλῳ ζωάν. Μή μοι χθονίους ὄμβρους ἀφένου κρίνειας, Ἄναξ, ἵνα μὴ τὰ Θεοῦ ἄσχολος εἴην. Μηδὲ κατηφὴς πενία μελάθροις ἐγχριπτομένα, περὶ γᾶν ἕλκοι φροντίδα θυμοῦ. Ἄμφω ψυχὰν βρίθει περὶ γᾶν· ἄμφω δὲ νόου ἐπίληθα πέλει. Ὅτε μὴ σύ, μάκαρ, ὀρέγεις ἀλκάν. Ναί, Πάτερ, ἁγνᾶς παγὰ σοφίας· λάμψον πραπίσιν ἀπὸ σῶν κόλπων νοερὸν φέγγος. Στράψον κραδίαν ἀπὸ σᾶς ἀλκᾶς σοφίας αὐγάν· καὶ τὰν ἐπὶ σοὶ ἱερὰν ἀτραπόν, σύνθημα δίδου, σφραγῖδα τεάν, κηριτρεφέας δαίμονος ὕλας σεύων ζωᾶς, εὐχᾶς τ᾿ ἀπ᾿ ἐμᾶς· καὶ σῶμα σάου ἀρτεμές, ἐχθραῖες ἄβατον λώβαις· καὶ πνεῦμα σάου ἀμόλυντον, Ἄναξ. Ἦ μὰν ἤδη δνοφερὰν ὕλας κηλῖδα φέρω· ἔχομαι δὲ πόθοις, χθονίοις δεσμοῖς. Σὺ δὲ ῥύσιος εἶ, σὺ καθάρσιος εἶ· ἀπόλυε κακῶν, ἀπόλυε νόσων, ἀπόλυε πέδας. Σὸν σπέρμα φέρω, εὐηγενέος σπινθῆρα νόου, ἐς βάθος ὕλας κατακεκλιμένον. Σὺ γὰρ ἐν κόσμῳ κατέθου ψυχάν, διὰ δὲ ψυχᾶς ἐν σώματι νοῦν ἔσπειρας, Ἄναξ. Τὰν σὰν κούραν ἐλέαιρε, μάκαρ, κατέβαν ἀπὸ σοῦ χθονὶ θητεῦσαι. Ἀντὶ δὲ θήσσας γενόμαν δούλα· ὕλα με μάγοις ἐπέδησε τέχναις. Ἔτι μὰν ἔνι μοι βαιόν τι μένος κρυφίας γλήνας· οὔπω πᾶσαν ἔσβεσεν ἀλκάν. Κέχυται δὲ πολὺς ἐφύπερθε κλύδων, ἀλαῶπα τιθεὶς τὰν θεοδερκῆ. Ἐλέαιρε, Πάτερ, κούραν ἱκέτην, τὰν πολλάκι δὴ νοεραῖς ἀνόδοις ἐπιβαλλομέναν, λαμυρᾶς ὕλας ἴμερος ἄγχει. Σὺ δὲ λάμψον, Ἄναξ, ἀνάγωγα φάη. Ἄψον δὲ σέλας καὶ πυρκαϊάν, σπέρμα τὸ βαιὸν αὔξων ἐν ἐμῷ κρατὸς ἀώτῳ. Θρόνισόν με, Πάτερ, φωτὸς ἐν ἀλκᾷ ζωηφορίου, ἵνα χεῖρα φύσις οὐκ ἐπιβάλλει, ὅθεν οὐκέτι γᾶ, οὐ μοιραία κλῶσις ἀνάγκας παλίνορσον ἄγει. Λιπέτω, φυγέτω δολερὰ γένεσις θεράποντα τεόν· ἐμέθεν δέ, Πάτερ, χθονίου τε κόνου πῦρ μέσον εἴη. Νεῦσον, Γενέτα, νεῦσον προπόλῳ ἤδη νοεροὺς πετάσαι ταρσούς. Ἤδη φερέτω Σφραγῖδα Πατρὸς ἱκέτις ψυχά, δεῖμα μὲν ἐχθροῖς δαίμοσιν, οἳ γᾶς ἀπὸ κευθμώνων ἀναπαλλόμενοι πνείουσι βροτοῖς ἀθέους ὁρμάς· σύνθημα δὲ σοῖς ἁγνοῖς προπόλοις, οἳ κατὰ κλεινοῦ βένθεα κόσμου πυρίων ἀνόδων κληϊδοφόροι· ἵνα μοι φάεος πετάσωσι πύλας ἔτι δ᾿ ἀλεμάτας ἐπὶ γᾶς ἕρπων, μὴ χθονὸς εἴην· πυρίων δ᾿ ἔργων καὶ τῇδε δίδου μάρτυρα καρπόν, ὀμφὰς ἀτρεκεῖς, ὅσα τ᾿ ἐν ψυχαῖς τὰν ἀμβροσίαν. Ἐλπίδα θάλπει. Μετά μοι μέλεται χθονίας βιοτᾶς. Ἔῤῥετε, λῆμαι ἀθέων μερόπων, πτολίων τε κράτη· ἔῤῥετε, πᾶσαι ἄται γλυκεραί, ἄχαρίς τε χάρις, οἷσι ψυχὰν θωπευομέναν γᾶ λάτριν ἔχι ἃ μέγα δειλά, ἰδίων τ᾿ ἀγαθῶν ἔπιεν λάθαν, μέχρις ἐγκύρσῃ φθονερᾷ μερίδι. Δοιὰς γὰρ ἔχει Μαστρωπὸς ὕλα. Ὃς δὲ τραπέζας ἐπορεξάμενος μελιχρῶν ἔθιγεν, ἦ μέγα κλαύσει πικρὰν μερίδα, τῶν ἀντίξων συνεφελκομένων. Ὅδε γὰρ χθονίας θεσμὸς ἀνάγκας διχόθεν θνατοῖς βίον οἰνοχοεῖ. Τὸ δ᾿ ἀκηράσιον ἀμιγὲς τ᾿ ἀγαθόν, Θεός, ἢ τὰ Θεοῦ. Μεθύοισα γλυκεῖ Κρητῆρι, γυίας ἔψαυσα κακῶν, ἐνέκυρσα πάγᾳ, ἐδάην ἄταν ἐπιμηθειάδα. Στυγέω δὲ νόμους ἀλλοπροσάλλους, ἐς τὸν ἀκηδῆ λειμῶνα πατρὸς σπεύδων, τανύω φυγάδας ταρσούς, φυγάδας διδύμων ὕλας δώρων. Ἴδε με, ζωᾶς νοερᾶς ταμία, ἴδε σὰν ἱκέτιν ψυχὰν ἐπὶ γᾶς νοεραῖς ἀνόδοις ἐπιβαλλομέναν. Σὺ δὲ λάμψον, ἄναξ, ἀνάγωγα φάη, πτερὰ κοῦφα διδούς· ἅμμα δὲ κόψον, χάλασον περόναν διδύμων παθέων, οἷσι ψυχὰς δολόεσσα φύσις κάμπτει κατὰ γᾶς· δός με φυγοῖσαν σώματος ἄταν, θοὸν ἅλμα βαλεῖν ἐπὶ σὰς αὐλάς. Ἐπὶ σοὺς κόλπους· ὅθεν ἁ ψυχᾶς προρέει παγά. Λιβὰς οὐρανία Κέχυμαι κατὰ γᾶς· παγᾷ με δίδου ὅθεν ἐξεχύθην φυγὰς ἀλῆτις. Νεῦσον προγόνῳ Φωτὶ μιμῆναι· Νεῦσον δ᾿ ὑπὸ σοὶ Πατρὶ ταμιευομένην, σὺν ἄνακτι χορῷ ἀνάγειν ὁσίως νοεροὺς ὕμνους. Νεῦσον δέ, Πάτερ, φωτὶ μιγεῖσαν μηκέτι δῦναι ἐς χθονὸς ἄταν· ὄφρα δὲ ζωᾶς ὑλοδιαίτου δεσμοῖσι μένω, πραεῖα, μάκαρ, βόσκοι με τύχα. |