ΣΥΝΕΣΙΟΥ
ΥΜΝΟΣ ΔΕΥΤΕΡΟΣ

1








10









20









30









40









50









60









70









80









90
Πάλι φέγγος, πάλιν ἀώς,
πάλιν ἁμέρα προλάμπει
μετὰ νυκτίφοιτον ὀρφνάν.
Πάλι μοι λίταινε θυμὲ
Θεὸν ὀρθρίοισιν ὕμνοις,
ὃς ἔδωκε φέγγος ἀοῖ,
ὃς ἔδωκεν ἄστρα νυκτί,
περικοσμίαν χορείαν.
Πολυκύμονος μὲν ὕλας
ἐκάλυψε νῶτον αἰθὴρ
πυρὸς ἐμβεβὰς ἀώτῳ,
ἵνα κυδίμα σελάνα
πυμάταν ἄντυχα τέμνῃ.
Ὑπὲρ ὀγδόαν δὲ δίναν
ἑλίκων ἀστροφορήτων
ῥόος ἀστέρων ἔρημος
ὑποκολπίους ἐλαύνων
πτύχας ἀντίον θεοίσας,
μέγαν ἀμφὶ νοῦν χορεύει,
ὃς ἄνακτος ἄκρα κόσμου
πολιοῖς ἔρεψε ταρσοῖς.
τὰ πρόσω μάκαιρα σιγά,
νοερῶν τε καὶ νοητῶν
ἄτομον τομὰν καλύπτει.
Μία παγά, μία ῥίζα,
Τριφαὴς ἔλαμψε μορφά.
Ἴνα γὰρ βυθὸς Πατρῷος,
τόθι καὶ κύδιμος Υἱός,
κραδιαῖόν τι λόχευμα,
σοφία κοσμοτεχνῆτις
ἑνοτήσιόν τε φέγγος
ἅγιας ἔλαμψε Πνοιᾶς.
Μία παγά, μία ῥίζα
ἀγαθῶν ἀνέσχεν ὄλβον,
ὑπερούσιον τε βλάσταν
γονίμοις ζέοισαν ὁρμαῖς,
τὰ τ᾿ ἐνουσίων προλάμπει
μακάρων ἀγητὰ φέγγη.
Ὅθεν ἐγκόσμιος ἤδη
χορὸς ἀφθίτων ἀνάκτων,
γενετήριόν τε κῦδος,
τό τε πρωτόσπορον εἶδος,
νοεροῖς ἔμελψεν ὕμνοις
πέλας εὐμενῶν τοκήων,
στρατὸς ἀγγέλων ἀγήρως,
τὰ μὲν ἐς νόον δεδορκώς,
δρέπεται κάλλεος ἀρχάν,
τὰ δ᾿ ἐς ἄντυγας δεδορκὼς
διέπει βένθεα κόσμου,
τὸν ὕπερθε κόσμον ἕλκων
νεάτας καὶ μέχρις ὕλας.
Ἴνα δαιμόνων ὅμιλον
φύσις ἰζάνοισα τίκτοι
πολύθρουν καὶ πολυμήταν·
ὅθεν ἥρως, ὅθεν ἤδη
περὶ γᾶν, σπαρεῖσα πνοιά,
χθονὸς ἐζώωσε μοίρας
πολυδαιδάλοισι μορφαῖς.
Γὰ δὲ πάντα σεῖο βουλᾶς
ἔχεται· σὺ δ᾿ ἐσσὶ ῥίζα
παρεόντων, πρὸ τ᾿ ἐόντων,
μετεόντων, ἐνεόντων.
Σὺ πατήρ, σὺ δ᾿ ἐσσὶ μάτηρ.
Σὺ δ᾿ ἄῤῥην, σὺ δὲ θῆλυς·
σὺ δὲ φωνά, σὺ δὲ σιγά·
φύσεως φύσις γονῶσα.
Σὺ δ᾿ Ἄναξ, αἰῶνος αἰών,
τὸ μὲν ᾗ θέμις βοῶσαι,
μέγα χαῖρε ῥίζα κόσμου,
μέγα χαῖρε, κέντρον ὄντων,
μονὰς ἀμβρότων ἀριθμῶν
προανουσίων ἀνάκτων.
Μέγα χαίροις, μέγα χαίροις
ὅτι παρ᾿ Θεῷ τὸ χαίρειν.
Ἐπ᾿ ἐμοῖς ἵλαον οὖας
τάνυσον χοροῖσιν ὕμνων·
σοφίας ἄνοιγε φέγγος,
κατάχει κύδιμον ὄλβον,
κατάχει χάριν λιπῶσαν
βιοτᾶς γαληνιώσας,
πενίαν ἐκτὸς ἐλαύνων,
χθονίαν τε κῆρα πλούτου.
Μελέων ἔρυκε νούσους·
παθέων δ᾿ ἄκοσμον ὁρμάν,
φρενοκηδείς τε μερίμνας
ἀπό μοι ζωᾶς ἐρύκοις,
ἵνα μὴ τὸ νοῦ πτέρωμα
ἐπιβρίσῃ χθονὸς ἄτα·
ἀνετὸν δὲ ταρσὸν αἴρων
περὶ σᾶς ὄργια βλάστας
τὰ πανάῤῥητα χορεύσω.