ΣΥΝΕΣΙΟΥ
ΥΜΝΟΣ ΠΡΩΤΟΣ

1








10









20









30









40









50
 
 
 
 
 
 
 
 
 
60
 
 
 
 
 
 
 
 
 
70
 
 
 
 
 
 
 
 
 
80









90









100









110









120









130



Ἄγε μοι λίγεια φόρμιγξ,
Μετὰ Τηΐαν ἀοιδάν,
Μετὰ Λεσβίαν τε μολπάν,
Γεραρωτέροις ἐφ᾿ ὕμνοις
Κελάδει Δώριον ᾠδάν,
Ἀπαλαῖς οὐκ ἐπὶ νύμφαις,
Ἀφροδίσιον γελώσαις,
Θαλερῶν οὐδ᾿ ἐπὶ κούρων
Πολυηράτοισι ἥβαις.
Θεοκύμονος γὰρ ἁγνὰ
Σοφίας ἄχραντος ὠδὶς
Μέλος ἐς θεῖον ἐπείγει
Κιθάρας μίτους ἐρέσσειν.
Μελιχρὰν δ᾿ ἄνωγεν ἄταν
Χθονίων φυγεῖν ἐρώτων.
Τί γὰρ ἀλκά, τί δὲ κάλλος.
Τί δὲ χρυσός, τί δὲ φάμα,
Βασιλήϊοί τε τιμαὶ
Παρὰ τὰς Θεοῦ μερίμνας;
Ὁ μὲν ἵππον εὖ διώκοι,
ὁ δὲ τόξον εὖ τιταίνοι,
ὁ δὲ θημῶνας φυλάσσοι
κτεάνων, χρύσειον ὄλβον
ἑτέρῳ δ᾿ ἄγαλμα χαίτη
καταειμένη τενόντων
πολύυμνος δέ κεν εἴη
παρὰ κούροις, παρὰ κούραις,
ἀμαρύγμασι προσώπων.
ἐμὲ δ᾿ ἀψόφητον εἴη
βιοτὰν ἄσημον ἕλκειν,
τὰ μὲν ἐς ἄλλους ἄσημον,
τὰ δὲ πρὸς Θεὸν εἰδότα.
Σοφία δέ μοι παρείη
ἀγαθὰ μὲν νεότατα,
ἀγαθὰ δὲ γῆρας ἕλκειν,
ἀγαθὰ δ᾿ ἄνασσα πλούτου
πενίαν δ᾿ ἄμοχθος οἴσει
σοφία γελῶσα, πικραῖς
ἄβατον βίου μερίμναις.
Μόνον εἰ τόσον παρείη,
ὅσον ἄρκιον καλιῆς
ἀπὸ γειτόνων ἐρύκειν·
ἵνα μὴ χρεώ με κάμπτοι
ἐπὶ φροντίδας μελαίνας.
Κλύε καὶ τέττιγος ᾠδάν,
δρόσον ὀρθρίαν πιόντος.
Ἴδε μοι βοῶσι νευραὶ
ἀκέλευστα, καί τις ὀμφὴ
περὶ τ᾿ ἀμφί με ποτᾶται.
Τί ποτ᾿ ἄρα τέξεταί μοι
Μέλος ἁ θέσκελος ὠδίς;
Ὁ μέν, αὐτόσσυτος ἀρχά,
ταμίας πατήρ τε ὄντων,
ἀλόχευτος, ὑψιθώκων
ὑπὲρ οὐρανοῦ καρήνων
ἀλύτῳ κύδεῖ γαίων,
Θεὸς ἔμπεδος θαάσσει·
ἑνοτήτων ἑνὰς ἁγνή.
Μονάδων μονάς τε πρώτη,
ἁπλότητας ἀκροτήτων
ἑνώσασα, καὶ τεκοῦσα
ὑπερουσίοις λοχείαις·
ὅθεν αὐτὴ προθοροῦσα
διὰ πρωτόσπορον εἶδος,
μονὰς ἄῤῥητα χυθεῖσα
τρικόρυμβον ἔσχεν ἀλκάν.
Ὑπερούσιος δὲ παγὰ
Στέφεται κάλλει παίδων
ἀπὸ κέντρου τε θορόντων,
περὶ κέντρον τε ῥυέντων.
Μένε μοι, θρασεῖα φόρμιγξ,
μένε, μηδὲ φαῖνε δήμοις
τελετὰς ἀνοργιάστους.
Ἴθι, καὶ τὰ νέρθε φώνει·
τὰ δ᾿ ἄνω σιγὰ καλύπτοι.
Ὁ δὲ νοῦς οἴοισιν ἤδη
μέλεται νόοισι κόσμοις.
Ἀγαθὰ γὰρ ἔνθεν ἤδη
βροτέου πνεύματος ἀρχὰ
ἀμερίστως ἐμερίσθη.
Ὁ καταιβάτας ἐς ὕλαν
νόος ἄφθιτος τοκήων
θεοκοιράνων ἀποῤῥώξ,
ὀλίγα μέν· ἀλλ᾿ ἐκείνων
ὅλος οὗτος εἷς τε πάντη
ὅλος εἰς ὅλον δεδυκὼς
κύτος οὐρανῶν ἐλίσσει·
τὸ δ᾿ ὅλον τοῦτο φυλάσσων
νενεμημέναισι μορφαῖς
μεμερισμένος παρέστη·
ὁ μέν, ἀστέρων διφρείαις,
ὁ δ᾿ ἐς ἀγγέλων χορείας,
ὁ δὲ καὶ ῥέποντι δεσμῷ
χθονίαν εὕρετο μορφάν,
ἀπὸ δ᾿ ἐστάθη τοκήων,
δνοφερὰν ἤρυσε λάθαν,
ἀλαωποῖσι μερίμναις
χθόνα θαυμάσας ἀτερπῆ.
Θεὸς ἐς θνητὰ δεδορκὼς
ἔνι μάν, ἔνι τι φέφφος
κεκαλυμμέναισι γλήναις·
ἔνι καὶ δεῦρο πεσόντων
ἀναγώγιός τις ἀλκά,
ὅτε κυμάτων φυγόντες
βιοτησίων, ἀκηδεῖς
ἁγίας ἔστειλαν οἴμοις
πρὸς ἀνάκτορον Τοκῆος.
Μάκαρ ὅστις βορὸν ὕλας
προφυγὼν ὕλαγμα, καὶ γᾶς
ἀναδύς, ἅλματι κούφῳ
ἴχνος ἐς Θεὸν τιταίνει.
Μάκαρ ὅστις μετὰ μοίρας
μετὰ μόχθους, μετὰ πικρὰς
χθονογηθεῖς μελεδῶνας,
ἐπιβὰς νόου κελεύθων
βυθὸν εἶδεν θεολαμπῆ.
Πόνος εἰς ὅλαν τανῦσαι
καρδίαν ὅλοισι ταρσοῖς
ἀναγωγίων ἐρώτων.
Μόνον ἐμπέδωσον ὁρμὰν
νοερηφόροισιν ὁρμαῖς·
ὁ δὲ τοι πέλας φανεῖται
γενέτας χεῖρας ὀρεγνύς.
προθέοισα γάρ τις ἀκτὶς
καταλάμψει μὲν ἀτραπούς,
πετάσει δέ τοι νοητὸν
πεδίον, κάλλεος ἀρχάν.
Ἄγε μοι, ψυχά, πιοῖσα
ἀγαθορρύτοιο παγᾶς,
ἱκετεύσασα τοκῆα
ἀνάβαινε, μηδὲ μέλλε,
χθονὶ τὰ χθονὸς λιποῖσα·
τάχα δ᾿ ἂν μιγεῖσα πατρὶ
Θεὸς ἐν Θεῷ χορεύσοις.