Όπως οι αρχαίοι Έλληνες με ωδές εγκωμίαζαν τους αριστεύσαντες στους Ολυμπιακούς ή τους Ισθμιακούς αγώνες, και, προσπαθώντας να καταστήσουν τη δόξα τους διαρκέστερη, ανήγειραν σε αυτούς χάλκινους ή μαρμάρινους ανδριάντες, έτσι και οι βυζαντινοί Έλληνες. Κάθε Μέρος (=δήμος: των Πρασίνων, των Βένετων, των Ρουσίων, των Λευκών) ανήγειρε στους νικητές ηνιόχους του ανδριάντες στην πλατεία του Ιπποδρόμου, και ποιητές τόνιζαν με επιγράμματα και ύμνους την δόξα τους. Τα ονόματα του Πορφυρίου από το δήμο των Βένετων, του Φαυστίνου και του Ουρανίου από το δήμο των Πράσινων, του Κωνσταντίνου από το δήμο των Λευκών, του Ιουλιανού και του Αναστασίου από το δήμο των Ρουσίων (Κόκκινων), καθώς και άλλων, είναι τόσο ένδοξα στη βυζαντινή εποχή, όσο και των αρχαίων ολυμπιονικών στην αρχαία εποχή.
Ἰουλιανὸς οὗτος ἅρμα Ρουσίου ἔχων, ἐνίκα τοὺς ἐναντίους δρόμῳ· ἀλλ᾿ εἰ γραφεὺς παρεῖχε καὶ πνοῆς χάριν ἕτοιμος ἔστι καὶ πάλιν διφρηλάτις καὶ πρόσθεν ἐλθεῖν καὶ λαβεῖν καὶ τὸ στέφος |
Ἐν γῇ κρατῆσας παντὸς ἁρματηλάτου καλῶς ἐπήρθη καὶ πρὸς αἰθέρα τρέχειν, Πορφύριος, τὸ θαῦμα δήμου Βενέτων· νικῶν γὰρ οἷτος πάντα γῆς διφρηλάτων, ἄνεισιν, ὡς ἂν καὶ σὺν ἡλίῳ δράμοι |
Ἄλκιμος ἀλκήεντα, σοφὸς σοφόν, υἱέα νίκης, οἱ νίκης παῖδες Πορφύριον Βένετοι ἄνθεσαν· ἀμφοτέροις γὰρ ἀμειβομένοις ἐπὶ πώλοις, κυδιάει νίκαις, οἷς πόρεν, οἷς ἔλαβεν. |
Ἐγγύθις τῆς Νίκης καὶ Ἀλεξάνδρου βασιλῆος ἔστης, ἀμφοτέρων κύδεα δρεψάμενος. |
Πάντα τύχης ὀφθαλμὸς ἐπέρχεται, ἀλλ᾿ ἐπὶ μούνοις Πορφυρίου κάματοις ἕλκεται ὄμμα Τύχης. |
Ἀγχίσην Κυθέρεια καὶ Ἐνδυμίωνα Σελήνη φίλατο, μυθεῦνται τοῖα παλαιγενέες· νῦν δὲ νέος τίς μῦθος ἀείσεται ὡς τάχα Νίκη ὄμματα καὶ δίφρους φίλατο Πορφυρίου. |
Σκόποι τὸ δρᾶμα μηχανουργεῖν τοῦ δόμου, Εἰ μὴ γὰρ ἐστέγατο καρτερᾷ σκέπῃ, Πρὸς οὐρανοὺς ἂν ὦρτο Φαυστῖνος τρέχων, ὅς ζῶν σὺν ἵπποις τὸ κλέος πρὶν Πρασίνων ἄρον, στέγος γὰρ καὶ φθάνει πρὸς αἰθέρα. |
Πρίν σε νέον, Φαυστῖνε, νόος πεφόβητο γερόντων· νῦν δέ σε πρεσβυγενῆ καρπὸς ἔφριξε νέων, δευτέρα δ᾿ εὕρετο πάντα τεὸς πόνος, ὅς σε γεραίρει πρέσβυν ἐν ἠϊθέοις, ἐν δὲ γέρουσιν νέον. |
Ἴσον κυδαλίμοις Φαυστινιάδῃ τε καὶ αὐτῷ Φαυστίνῳ βασιλεὺς στῆσε παρ᾿ ἀμφοτέροις Οὐράνιον· τῷ δῆμος ἀμετρήτους διὰ νίκας ἠγαθέου Πέλοπος θῆκον ἐπωνυμίην ὡς αἰεὶ τὸ ὁμοῖον ἄγει Θεὸς ὡς τὸ ὁμοῖον, τοὺς δέ τις εἰσορόων, φθέγξεται ἀτρεκέως. |
Πέντε καὶ εἴκοσι μοῦνος ἄεθλα Κωνσταντῖνος εἰς μίαν ἡμέραν ἠριγένειαν ἐλών, ἤμειψε μὲν ἵππους ἀντιπάλους· κείνους δὲ λαβών, οὕς πρόσθεν ἐνίκα, τοῖς αὐτοῖς πάλιν εἷλε μίαν τε καὶ εἴκοσι νίκας· πολλάκι δ᾿ ἀμφοτέρων μερέων ἔρις ἔμπεσε δήμῳ, τίς μιν ἔχοι· κείνῳ δὲ δώσαν κρίσιν ἐκ δύο πέπλων |
Οἱ Βένετοι Πρασίνοισιν ἐνάντιοι αἰὲν ἐόντες, εἰς ἕν᾿ ὅμοφροσύνης ἐξεβόησαν ὅρον, ὥστε σε, Κωνσταντῖνε, λαβεῖν ἐπιτύμβιον εὖχος, πᾶσιν ᾀειδόμενον πᾶσιν ἀρεσκόμενον. |
Λευκοῦ μεθέλκων ἡνίας Κωνσταντῖνος, ἂν μὴ καθεῖρκτο στερρότητι τοῦ δόμου, τοὺς τρεῖς ἐνίκα πρῶτος αἰθέρα φθάνων· πνοῆς ἄνευθεν εἶδες αἰθεροδρόμων, τέχνη με πείθει τοῦτον ἔμπνουν βλέπειν. |
Ἤθελε Κωνσταντῖνον ἀεὶ πόλις ἡνιοχεύειν, ἤθελεν· ἀλλὰ πόθῳ οὐκ ἐπένευσε φύσις. Εὔθεν ἐὼν τόδ᾿ ἄγαλμα παραίφασιν εὗρεν ἐρώτων, ὄφρα ἑ μὴ λήθη καὶ χρόνος ἀμφιβάλῃ, ἀλλὰ μένοι ποθέουσιν ἔρως, ζῆλος δ᾿ ἐλατῆρσι, κόσμος δὲ σταδίοις, ἐσσομένοις δὲ φάτις. Καί τις ἰδὼν μετόπισθε χερείονας ἡνιοχῆας ὀλβίσσῃ προτέρην ἥ μιν ἴδεν γενεήν. |
Τὸν θρασὺν ἡνιοχῆα, λελασμένον ἅρματος ἄθλων, ἐνθάδ᾿ Ἀναστάσιον κείμενον οὖδας ἔχει, ὃς τόσσους ἀνεδήσατο πρὶν στεφάνους, ὅσα ἄλλοι, ἔδρακον ἡνιόχων ἥματα ἱππασίης. |
Ενδιαφέρων σύνδεσμος, σχετικά με τη λογοτεχνία της Ρωμηοσύνης κατά τους μέσους
χρόνους:
http://pegasos.fhw.gr/projects/cooperations/byzantine_literature/gr/index.html
Βυζαντινά ποιήματα μεταφρασμένα στα αγγλικά:
http://www.ocf.org/orthodoxpage/reading/St.Pachomius/Greek/browning.html