ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΙΝΑΪΤΟΥ - ΟΥΡΑΝΟΔΡΟΜΟΣ ΚΛΙΜΑΞ

ΛΟΓΟΣ ΠΡΩΤΟΣ

Περὶ ἀποταγῆς

1. (632.) Τοῦ ἀγαθοῦ καὶ ὑπεραγάθου καὶ παναγάθου ἡμῶν Θεοῦ καὶ βασιλέως (καλὸν γὰρ ἐκ Θεοῦ πρὸς τοὺς Θεοῦ θεράποντας ἄρξασθαι), πάντων τῶν ὑπ᾿ αὐτοῦ κτισθέντων λογικῶν αὐτεξουσιότητος ἀξιώματι τιμηθέντων, οἱ μέν εἰσιν αὐτοῦ φίλοι, οἱ δὲ γνήσιοι δοῦλοι, οἱ δὲ ἀχρεῖοι, οἱ δὲ πάντη ἀπεξενωμένοι, οἱ δὲ, εἰ καὶ ἀσθενεῖς, ὅμως ἀντίδικοι.

2. Καὶ φίλους μὲν κυρίως ἡμεῖς οἱ ἰδιῶται, ὦ ἱερὰ κεφαλὴ, περὶ Θεοῦ [Θεὸν] ὑπειλήφαμεν, τὰς περὶ αὐτὸν νοεράς τε καὶ ἀσωμάτους οὐσίας· γνησίως [γνησίους] δὲ δούλους, πάντας τοὺς τὸ θέλημα αὐτοῦ ἀόκνως, καὶ ἀπαραλείπτως ποιοῦντας, καὶ ποιήσαντας· ἀχρείους δὲ δούλους, ὅσοι μὲν τοῦ βαπτίσματος ἀξιωθῆναι νομίζουσι, τὰς δὲ πρὸς αὐτὸν συνθήκας γνησίως οὐκ ἐφυλάξαντο· ξένους δ᾿ ἐπὶ [ἀπὸ] Θεοῦ, καὶ ἐχθροὺς νοήσωμεν, ὅσοι ἢ ἄπιστοι, ἢ κακόπιστοι τυγχάνουσι. Πολέμιοι δ᾿ εἰσὶν οἱ μὴ μόνον τὸ τοῦ Κυρίου πρόσταγμα διακρουσάμενοι, καὶ ἐξ ἑαυτῶν ἀποῤῥίψαντες, ἀλλὰ καὶ τοὺς τοῦτο κατεργαζομένους ἰσχυρῶς πολεμοῦντες.

3. Ἐπεὶ οὖν πάντων τῶν προειρημένων ἕκαστος ἴδιόν τινα, καὶ πρέποντα λόγον κέκτηνται, ἡμῖν δὲ τοῖς ἀμαθέσιν οὐ λυσιτελὲς ἐπὶ τοῦ παρόντος τὰ τοιάδε διεξέρχεσθαι, φέρε δὴ, φέρε ἡμεῖς νῦν πρὸς τοὺς εὐσεβῶς ἡμᾶς τυραννήσαντας, καὶ πιστῶς βιασαμένους τοῖς αὐτῶν προστάγμασι, Θεοῦ γνησίους δούλους, τὴν ἑαυτῶν ἀνάξιον χεῖρα δι᾿ ὑπακοῆς ἀδιακρίτου ἐκτείναντες, καὶ παρὰ τῆς αὐτῶν γνώσεως τὸν τοῦ λόγου κάλαμον δεξάμενοι, τῇ σκυθρωπῇ καὶ λαμπούσῃ ταπεινοφροσύνῃ βάψαντες, ἐν ταῖς λείαις, καὶ λευκαῖς αὐτῶν καρδίαις, ὥσπερ ἔν τισι χάρταις, (633.) μᾶλλον δὲ πλαξὶ πνευματικαῖς τοῦτον ἀναπαύσαντες, τὰ θεϊκὰ [θεῖα] λόγια, μᾶλλον δὲ σπέρματα διαζωγραφοῦντες λέγωμεν ὧδε.

4. Πάντων τῶν προαιρουμένων ὁ Θεὸς πάντων ἡ ζωή· πάντων ἡ σωτηρία πιστῶν, ἀπίστων· δικαίων, ἀδίκων· εὐσεβῶν, ἀσεβῶν· ἀπαθῶν, ἐμπαθῶν· μοναχῶν, κοσμικῶν· σοφῶν, ἰδιωτῶν· ὑγιῶν, ἀσθενῶν· νέων, προβεβηκότων. Ὥσπερ φωτὸς χύσις, καὶ ἡλίου θέα, καὶ ἀέρων ἐναλλαγὴ, καὶ ἀλλοίωσις οὐκ ἔστιν· Καὶ τοῦτο δὲ ποιῶν ὁ Θεὸς πολλάκις Οὐ γὰρ προσωποληψία παρὰ Θεῷ. »

5. Ἀσεβής ἐστιν, φύσις λογικὴ, θνητὴ, ἑκουσίως τὴν ζωὴν ἀποφεύγουσα, καὶ τὸν οἰκεῖον Ποιητὴν, τὸν ἀεὶ ὄντα, οὐκ ὄντα λογιζομένη.

6. Παράνομός ἐστιν ὁ τὸν νόμον τὸν ἐκ Θεοῦ μετ᾿ οἰκείας κακονοίας κατέχων, καὶ μεθ᾿ αἱρέσεως ἐναντίας πιστεύειν Θεῷ νομίζων.

7. Χριστιανός ἐστιν, μίμημα Χριστοῦ κατὰ τὸ δυνατὸν ἀνθρώπων, λόγοις, καὶ ἔργοις, καὶ ἐννοίᾳ εἰς τὴν ἁγίαν Τριάδα ὀρθῶς καὶ ἀμέμπτως πιστεύων.

8. Θεοφιλής ἐστιν ὁ πάντων τῶν φυσικῶν καὶ ἀναμαρτήτων ἐν μετουσίᾳ ὑπάρχων· καὶ τῶν κατὰ δύναμιν ἀγαθῶν μὴ ἀμελῶν.

9. Ἐγκρατής ἐστιν ὁ ἐν μέσῳ πειρασμῶν, καὶ παγίδων, καὶ θορύβων ἀπηλλαγμένου τρόπους πάσῃ δυνάμει μιμεῖσθαι φιλονεικῶν.

10. Μοναχός ἐστιν τάξις καὶ κατάστασις ἀσωμάτων ἐν σώματι ὑλικῷ καὶ ῥυπαρῷ ἐπιτελουμένη.

11. Μοναχός ἐστιν ὁ μόνον τῶν τοῦ Θεοῦ ἐχόμενος ὅρων καὶ λόγων, ἐν παντὶ καιρῷ, καὶ τόπῳ, καὶ πράγματι.

12. Μοναχός ἐστιν· βία φύσεως διηνεκής, καὶ φυλακὴ αἰσθήσεων ἀνελλιπής.

13. Μοναχός ἐστιν ἡγνισμένον σῶμα, καὶ κεκαθαρμένον στόμα, καὶ πεφωτισμένος νοῦς.

14. Μοναχός ἐστιν κατώδυνος ψυχὴ ἐν διηνεκεῖ μνήμῃ θανάτου ἀδολεσχοῦσα, καὶ ὑπνώττουσα, καὶ γρηγοροῦσα.

15. Ἀναχώρησις κόσμου ἐστὶν ἑκούσιον μῖσος ἐπαινουμένης ὕλης, καὶ ἄρνησις φύσεως δι᾿ ἐπιτυχίαν τῶν ὑπὲρ φύσιν.

16. Πάντες οἱ τὰ τοῦ βίου προθύμως καταλιπόντες, πάντως ἢ διὰ τὴν μέλλουσαν βασιλείαν· ἢ διὰ πλῆθος ἁμαρτημάτων· ἢ διὰ τὴν εἰς Θεὸν ἀγάπην τοῦτο πεποιήκασιν. Εἰ δ᾿ οὐδεὶς τῶν προειρημένων σκοπῶν αὐτοῖς προηγήσατο, ἄλογος ἡ τούτων ἀναχώρησις καθέστηκε. Πλὴν τὸ πέρας τοῦ δρόμου ὁποῖον καθέστηκεν, ὁ καλὸς ἡμῶν ἀγωνοθέτης ἐκδέχεται.

17. Μιμείσθω ὁ τὸ ἑαυτοῦ φορτίον τῶν ἁμαρτημάτων σκορπῖσαι τοῦ κόσμου ἐξεληλυθὼς, τοὺς πρὸ τῶν τάφων καθημένους ἔξω τῆς πόλεως. Καὶ μὴ παύσηται τῶν θερμῶν, καὶ διαπύρων σταγόνων, καὶ ἀφώνων ὀλολυγμῶν τῆς καρδίας, ἕως οὗ ἴδῃ καὶ αὐτὸς τὸν Ἰησοῦν ἐληλυθότα, καὶ τὸν λίθον τῆς πυρώσεως ἐκ τῆς καρδίας ἀποκυλίσαντα· καὶ τὸν νοῦν ἡμῶν Λάζαρον τῶν σειρῶν τῶν ἁμαρτημάτων λύσαντα, καὶ τοῖς ὑπουργοῖς ἀγγέλοις, Λύσατε αὐτὸν ἐκ τῶν παθῶν, καὶ ἄφετε ὑπάγειν πρὸς τὴν μακαρίαν ἀπάθειαν, κελεύσαντα. Εἰ δὲ μὴ οὕτως, οὐδὲν ὠφέλημα.

18. Ὅσοι ἐξ Αἰγύπτου, καὶ τοῦ Φαραῶ ἐξελθεῖν, καὶ φυγεῖν βουλόμεθα, πάντως Μωσέως τινὸς καὶ ἡμεῖς (636.) μεσίτου πρὸς Θεόν, καὶ μετὰ Θεὸν δεόμεθα, ὅπως τε ὑπὲρ ἡμῶν μέσος πράξεως καὶ θεωρίας ἑστὼς τὰς χεῖρας πρὸς Θεὸν ἐκτείνοι, ἵνα οἱ καθοδηγούμενοι τήν τε θάλασσαν τῶν ἁμαρτημάτων περάσωσι, καὶ τὸν Ἀμαλὴκ τῶν παθῶν τροπώσωνται. Ἠπατήθησαν τοίνυν οἱ ἑαυτοὺς ἀποδιδόντες, καὶ μηδενὸς τοῦ προηγουμένου χρῄζειν ὑπονοήσαντες.

19. Οἱ μὲν ἐξ Αἰγύπτου ἐξιόντες, Μωσέα· οἱ δὲ ἐκ Σοδόμων ἐκφυγόντες, ἄγγελον τὸν καθηγοῦντα ἐκέκτηντο. Καὶ οἱ μὲν τοῖς τὰ ψυχικὰ πάθη ἰωμένοις δι᾿ ἐπιμελείας ἰατρῶν ἐοίκασιν, οἵτινές εἰσιν οἱ ἐξ Αἰγύπτου ἐκπορευόμενοι. Οἱ δὲ τὴν τοῦ δυστήνου σώματος ἀκαθαρσίαν ἐπιποθοῦσιν ἐκδύσασθαι. Διὸ καὶ ἀγγέλου, ἢ γοῦν ἰσαγγέλου, ἵνα οὕτως εἴπω, τοῦ συμβοηθοῦντος ἐπιδέονται. Καὶ γὰρ τὴν σηπεδόνα τῶν τραυμάτων, τεχνίτου λίαν, καὶ ἰατροῦ ἐπιδεόμεθα.

20. Βίας ἀληθῶς καὶ ἀπαύστων ὀδυνῶν οἱ εἰς οὐρανὸν μετὰ σώματος ἀνελθεῖν ἐπιχειρήσαντες δέονται· καὶ μάλιστα ἐν προοιμίοις αὐτοῖς τῆς ἀποταγῆς· ἄχρις οὗ τὸ φιλήδονον ἡμῶν ἦθος καὶ ἀνάλγητος καρδία, εἰς φιλοθεΐαν, καὶ ἁγνισμὸν διὰ πένθους ἐναργοῦς κατασταθῶσι.

21. Μόχθος γὰρ ὄντως, μόχθος, καὶ πολλὴ καὶ ἀόρατος ἡ πικρία, καὶ μάλιστα τοῖς ἀμελῶς διακειμένοις, ἄχρις οὗ τὸν φιλομάκελλον κύνα νοῦν, καὶ φιλόβρομον, φίλαγνόν τινα καὶ φιλεπίσκοπον, δι᾿ ἁπλότητος, καὶ ἀοργησίας βαθείας, καὶ ἐπιμελείας ποιήσωμεν. Πλὴν θαρσῶμεν οἱ ἐμπαθεῖς, καὶ ἀδυνάμενοι, πίστει ἀδιστάκτῳ τὴν ἡμετέραν ἀσθένειαν, καὶ ψυχικὴν ἀδυναμίαν τῇ χειρὶ ἡμῶν, τῇ δεξιᾷ Χριστῷ προσφέροντες, καὶ ἐξομολογούμενοι· καὶ πάντως τὴν αὐτοῦ βοήθειαν, καὶ ὑπὲρ τὴν ἑαυτῶν ἀξίαν κομιζόμεθα· ἐν βυθῷ μέντοι ταπεινοφροσύνης ἑαυτοὺς διηνεκῶς καταφέροντες.

22. Γινωσκέτωσαν πάντες οἱ ἐν τῷ καλῷ ἀγῶνι τούτῳ τῷ σκληρῷ, καὶ στενῷ, καὶ ἐλαφρῷ προσερχόμενοι, ὡς εἰς πῦρ προσεληλύθασιν εἰσπηδῆσαι, εἴπερ πῦρ ἄϋλον ἐν ἑαυτοῖς ἐνοικῆσαι ἐκδέχονται. Δοκιμαζέτω δὲ ἕκαστος ἑαυτόν, καὶ εἶθ᾿ οὕτως ἐκ τοῦ ἄρτου αὐτῆς τοῦ μετὰ πικρίδων, καὶ ἐκ τοῦ ποτηρίου αὐτῆς τοῦ μετὰ δακρύων ἐσθιέτω, καὶ πινέτω, ἵνα μὴ εἰς κρῖμα ἑαυτῷ στρατεύηται.

23. Εἰ οὐ πᾶς ὁ βαπτιζόμενος σέσωσται, τὸ ἑξῆς σιωπήσομαι, πάντα ἀπαρνήσονται, πάντα καταφρονήσουσι· πάντα καταγελάσονται· πάντα ἐκτινάξονται οἱ προσερχόμενοι, ἵνα καλὸν θεμέλιον καταβάλωνται. Καλὸς τρίδομος καὶ τρίστυλος θεμέλιος ἀκακία, νηστεία, σωφροσύνη. Πάντες οἱ ἐν Χριστῷ νήπιοι διὰ τούτων ἀρχέσθωσαν, τεχμήριον λαμβάνοντες τὰ αἰσθητὰ νήπια. Οὐδὲν γίνεται παρὰ ἐκείνοις δεινόν, οὐδὲν ὕπουλον εὑρεθήσεταί ποτε· οὐ κόρος ἀκόρεστος· οὐ γαστὴρ ἀχόρταστος· οὐ σῶμα πυρούμενον.

24. Ἴσως γὰρ κατὰ τὴν αὔξησιν τῆς τροφῆς λοιπὸν προκόπτονται· καὶ τὴν πύρωσιν προσλαμβάνονται. Μισητὸν ἀληθῶς καὶ ἐπικίνδυνον τὸ ἐξ εἰσόδου τῆς πάλης χαυνωθῆναι τὸν παλαίοντα, πᾶσι διδόντα τεχμήριον τῆς ἑαυτοῦ σφαγῆς. Ἔστω ἡμῖν πάντως ἐκ τῆς στεῤῥᾶς ἀρχῆς, καὶ ἐν τῇ μετ᾿ αὐτὴν χαυνώσει ὠφέλεια. Ψυχὴ γὰρ ἀνδρισαμένη, καὶ ὑποχαλάσασα, ὑπὸ τῆς μνήμης τῆςἀρχαίας σπουδῆς, ὡς ὑπὸ κέντρου. πλήσσεται. Διὸ (637.) καὶ ἐκ τούτου πολλάκις τινὲς ἑαυτοὺς ἀνεπτέρωσαν.

25. Ὁπότ᾿ ἂν ἡ ψυχὴ ἑαυτὴν προδοῦσα τὴν θέρμην ἀπολέσῃ τὴν μακαρίαν καὶ ἐπήρατον, ζητησάτω ἐπιμελῶς ἐκ ποίας αἰτίας αὐτῆς ἐστέρηται, καὶ κατ᾿ ἐκείνης ὅλον τὸν πόθον, καὶ τὴν σπουδὴν ἀναλαβέτω. Οὐκ ἔστι γὰρ δι᾿ ἑτέρας πύλης αὐτὴν ἐπαναστρέψαι, εἰ μὴ δι᾿ ἧς καὶ ἐξελήλυθεν.

26. Ὁ μὲν ἐκ φόβου τὴν ὑποταγὴν ποιησάμενος, ἴσως τῷ καιομένῳ θυμιάματι προσέοικεν, ἐν ἀρχαῖς μὲν ἐξ εὐωδίας ἀρξάμενον [ἴσως, ἀρξαμένῳ]ὕστερον δὲ εἰς καπνὸν καταλῆξαν [καταλήξαντι]· ὁ δὲ ἐκ μισθοῦ, ὀνικὸς μύλος καθίσταται, διὰ παντὸς ὡσαύτως κινούμενος· ὁ δὲ ἐξ ἀγάπης θείας τὴν ἀναχώρησιν ποιούμενος, εὐθέως πῦρ ἐν προοιμίοις κέκτηται· καὶ ἴσως ἐν ὕλῃ βληθὲν, κατὰ πρόσωπον σφοδροτέραν τὴν πυρὰν ἐξάψοιεν.

27. Εἰσί τινες οἱ ἐπάνω λίθων πλίνθους οἰκοδομοῦντες· καὶ εἰσὶν ἕτεροι, οἳ ἐπάνω γῆς στύλους ἑδραίωσαν· καὶ εἰσὶν ἄλλοι μικρὸν πεζεύσαντες, καὶ τῶν νεύρων, καὶ ἁρμῶν θαλφθέντες, ὀξυτέρως ἐβάδισαν, ὁ νοῶν νοείτω λόγον συμβολικόν.

28. Ὡς ὑπὸ Θεοῦ καὶ βασιλέως κληθέντες προθύμως δράμωμεν, μήπως ὀλιγοχρόνιοι ὄντες ἐν ἡμέρᾳ θανάτου ἄκαρποι εὑρεθῶμεν, καὶ τῷ λιμῷ τελευτήσωμεν. Εὐαρεστήσωμεν Κυρίῳ ὡς στρατιῶται βασιλεῖ. Μετὰ γὰρ στρατείαν τότε τὴν ἀκριβῆ δουλείαν ἀπαιτούμεθα. Φοβηθῶμεν τὸν Κύριον ὡς τὰ θηρία. Εἶδον γὰρ ἄνδρας συλῆσαι πορευθέντας, καὶ Θεὸν μὲν οὐκ ἐφοβήθησαν, κυνῶν δὲ φωνὴν ἐν τῷ τόπῳ ἀκούσαντες εὐθέως ὑπέστρεψαν.

29. Καὶ ὅπερ φόβος Θεοῦ οὐκ ἐποίησε, τοῦτο φόβος θηρίων ἴσχυσεν. Ἀγαπήσωμεν τὸν Κύριον, ὡς τοὺς φίλους σεβόμεθα. Εἶδον γὰρ πολλάκις τινὰς τὸν Θεὸν λυπήσαντας, καὶ οὐδεμίαν μέριμναν περὶ τούτου ἐσχηκότας· καὶ εἶδον τοὺς αὐτοὺς, τοὺς ἑαυτῶν ἀγαπητοὺς ἔν τινι ψιλῷ παραπικράσαντας, καὶ πᾶσαν μηχανὴν, πᾶσαν ἐπίνοιαν, πᾶσαν θλίψιν, πᾶσαν ἐξομολόγησιν δι᾿ ἑαυτῶν, διὰ φίλων, διὰ δώρων ποιήσαντας, ἵνα εἰς τὴν ἀρχαίαν ἀγάπην ἐπιστρέψωσιν.

31. Ἐν αὐταῖς ταῖς ἀρχαῖς τῆς ἀποταγῆς πάντως μετὰ κόπου, καὶ πικρίας τὰς ἀρετὰς κατεργαζόμεθα· προκόψαντες δὲ λοιπόν, ἀλύπως ἐν αὐταῖς, καὶ μικρὸν λυπούμενοι διακείμεθα. Ὅταν δὲ τὸ θνητὸν ἡμῶν φρόνημα καταποθῇ καὶ κυριευθῇ ὑπὸ τῆς προθυμίας, τὸ λοιπὸν μετὰ πάσης χαρᾶς, καὶ σπουδῆς, καὶ πόθου, καὶ φλογὸς θείας αὐτὰς κατεργαζόμεθα.

32. Καθόσον ἐπαινετοὶ οἱ εὐθέως ἐκ προοιμίων μετὰ πάσης χαρᾶς, καὶ προθυμίας τὰς ἐντολὰς ἐκτελοῦντες· κατὰ τοσοῦτον ἐλεεινοὶ, οἱ ἐν τῇ ἀσκήσει χρονίσαντες, καὶ ἔτι μετὰ κόπου αὐτὰς μετερχόμενοι, κἂν μετέρχονται.

33. Μηδὲ τὰς περιστατικὰς ἀποταγὰς βδελυζώμεθα ἢ κατακρίνωμεν. Εἶδον γάρ τινας φεύγοντας, καὶ ἀκουσίως τῷ βασιλεῖ προσερχομένους, καὶ ἀπαντῶντας προσερχομένῳ, καὶ τούτῳ λοιπὸν ἀκουσίως ὀψικεύσαντας, καὶ ἐν τῷ παλατίῳ αὐτῷ συνεισελθόντας, καὶ τούτῳ συναριστήσαντας. Εἶδον σπόρον ἐν γῇ ἀκουσίως ἐκπεσόντα, καὶ καρπὸν πολὺν, καὶ εὐθαλῆ πεποιηκότα· ὥσπερ καὶ ἔμπαλιν. Εἶδον ἐν ἰατρείῳ τινὰ κατά τινα ἑτέραν χρείαν παραγενόμενον, καὶ ὑπὸ τοῦ ἰατροῦ ἀστειότητι κρατηθέντα, καὶ ἀποστυφθέντα, καὶ τὴν ἐπικειμένην τῷ φωτὶ (640.) αὐτοῦ ἀχλὺν ἀποβαλόντα· καὶ γέγονε τὰ ἀκούσια τῶν ἔν τισιν ἑκουσίων βεβαιότερα, καὶ κυριώτερα.

34. Μηδεὶς βάρος καὶ πλῆθος ἁμαρτιῶν προφασιζόμενος ἀνάξιον ἑαυτὸν τοῦ μοναχικοῦ ἐπαγγέλματος ἀποκαλοῖτο· καὶ διὰ ἡδυπάθειαν ἑαυτὸν εὐτελίζειν νομιζέτω, προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις Ὅπου γὰρ πολλὴ ἡ σηπεδὼν, ἐκεῖ καὶ μεγάλης ἰατρείας χρεία, ἵνα τὸν ῥύπον ἀπόθηται. Οἱ γὰρ ὑγιαίνοντες ἐν ἰατρείῳ οὐ παραγίνονται.

35. Εἰ βασιλέως ἐπιγείου καλέσαντος, καὶ εἰς τὴν κατὰ πρόσωπον αὐτοῦ δουλείαν στρατεῦσαι θελήσαντος, οὐκ ἀναμένομεν, οὐ προφασιζόμεθα· ἀλλὰ πάντα καταλείψαντες προθύμως αὐτὸν καταφθάνομεν· πρόσχωμεν ἑαυτοῖς, μή πως τοῦ Βασιλέως τῶν βασιλέων, καὶ Κυρίου τῶν κυρίων, καὶ Θεοῦ τῶν θεῶν καλοῦντος ἡμᾶς εἰς τὴν οὐράνιον ταύτην τάξιν, ἐξ ὀκνηρίας, καὶ ῥᾳθυμίας παραιτησώμεθα, καὶ ἐν τῷ μεγάλῳ βήματι εὑρεθῶμεν ἀναπολόγητοι·

36. δυνατὸν μὲν γὰρ καὶ δεδεμένον τοῖς τοῦ βίου πράγμασι, καὶ σιδηραῖς φροντίσι βαδίζειν, ἀλλὰ δυσχερῶς. Ἐπεὶ καὶ οἱ σίδηρα περικείμενοι ἐν τοῖς ποσὶν πολλάκις βαδίζουσιν. Ἀλλὰ συνεχῶς προσκόπτουσι, καὶ τραύματα ἐκ τούτου δέχονται. Ὁ γὰρ ἄγαμος ἐν τῷ κόσμῳ μόνοις τοῖς πράγμασι δεδεμένος, τῷ ἐν χερσὶ τὰ κλοιὰ περικειμένῳ ἔοικε (διὸ καὶ ὅτε βούλεται δραμεῖν πρὸς τὸν μονήρη βίον οὐ κωλύεται)· ὁ δὲ γήμας, τῷ ἐν χερσὶ καὶ ποσὶ τοὺς δεσμοὺς περικειμένῳ

37. Ἤκουσά τινων ἐν κόσμῳ ἀμελῶς διακειμένων, εἰρηκότων πρός με· Πῶς δυνάμεθα ὁμοζύγῳ συζῶντες, καὶ δημοσίαις φροντίσι περικείμενοι τὸν μοναδικὸν βίον μετελθεῖν; Πρὸς οὓς ἀπεκρίθημεν. Πάντα ὅσα δύνασθε ποιεῖν ἀγαθὰ, ποιήσατε· μηδένα λοιδορήσητε· μηδένα κλέψητε· μηδενὶ ψεύσησθε· μηδενὸς κατεπερθῆτε [κατεπαρθῆτε]· μηδένα μισήσητε· τῶν συνάξεων μὴ χωρίζησθε· τοῖς δεομένοις συμπαθήσατε· μηδένα σκανδαλίσητε· ἀλλοτρίᾳ μερίδι μὴ προσεγγίσητε· καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις τῶν γυναικῶν ὑμῶν. Ἐὰν οὕτως ποιήσητε, οὐ μακρὰν (641.) ἔσεσθε τῆς βασιλείας τῶν οὐρανῶν.

38. Προσδράμωμεν χαρᾷ καὶ φόβῳ τῷ καλῷ ἀγῶνι, μὴ δειλιῶντες τοὺς ἐχθροὺς ἡμῶν, ἐπειδὴ εἰς πρόσωπον τῆς ψυχῆς ἡμῶν καθορῶσιν, εἰ καὶ οὐχ ὁρῶνται· κἂν ἴδωσιν αὐτὸ ἐκ δειλίας ἀλλοτριωθὲν, τότε καθ᾿ ἡμῶν πικροτέρως ὁπλίζονται, νοήσαντες οἱ δόλιοι ὅτι ἐφοβήθημεν. Εὐψύχως οὖν πρὸς αὐτοὺς ὁπλισώμεθα· τῷ γὰρ μαχομένῳ προθύμως οὐδεὶς μάχεται.

39. Οἰκονομικῶς ὁ Κύριος ἐκ τῶν νεοπαγῶν τοὺς πολέμους ἐκούφισεν, ἵνα μὴ ἐκ προοιμίων εὐθέως εἰς τὸν κόσμον ἐπαναλύσωσι. Διὸ χαίρετε ἐν Κυρίῳ πάντοτε, πάντες οἱ δοῦλοι Θεοῦ· τοῦτο πρῶτον σημεῖον ἐν ἑαυτοῖς τῆς τοῦ Δεσπότου ἀγάπης πρὸς ἡμᾶς γνωρίσαντες, καὶ ὡς αὐτὸς ὑμᾶς κέκληκεν.

40. Καὶ τοῦτο δὲ ποιῶν ὁ Θεὸς πολλάκις γνωρίζεται· ἰδὼν γὰρ ἀνδρείας ψυχὰς εὐθέως ἐκ προοιμίων ἐν αὐταῖς τοὺς πολέμους συνεχώρησε, στεφανῶσαι αὐτὰς συντόμως βουλόμενος.

41. Ἀπέκρυψεν ὁ Κύριος ἀπὸ τῶν ἐν κόσμῳ τὴν τοῦ σταδίου δυσχέρειαν, μᾶλλον δὲ εὐχέρειαν· εἰ γὰρ ταύτην ἔγνωσαν, οὐκ ἂν ἀπετάσσετο πᾶσα σάρξ.

42. Δίδου κόπους νεότητός σου προθύμως Χριστῷ, καὶ χαρήσῃ ἐν γήρᾳ ἐπὶ πλούτῳ ἀγαθείας· τὰ ἐν νεότητι συναγόμενα ἐν τῷ γήρᾳ τοὺς ἐξατονήσαντας τρέφουσι, καὶ παραμυθοῦνται.

Κάμωμεν νέοι ζεόντως, δράμωμεν νηφόντως· ὁ γὰρ θάνατος ἄδηλος· πονηροὺς ἀληθῶς καὶ χαλεποὺς, δολίους, πανούργους μετὰ χεῖρας πῦρ κατέχοντας, καὶ τὸν ναὸν τοῦ Θεοῦ ἐμπρῆσαι ἐπιθυμοῦντας διὰ τῆς φλογὸς τῆς ἐν αὐτῷ, δυνατοὺς, καὶ ἀΰπνους, ἀΰλους, ἀοράτους ἐχθροὺς ἔχομεν.

43. Μηδεὶς νέος ὑπάρχων τοὺς ἐχθροὺς αὐτοῦ δαίμονας παραδέξηται λέγοντας· Μή σου κατατρίψῃς τὴν σάρκα, ἵνα μὴ νόσοις καὶ ἀσθενείαις περιπέσῃς· μόλις γὰρ ἐν τῇ παρούσῃ μάλιστα γενεᾷ εὑρεθήσεται ὁ θανατῶσαι ταύτην προελόμενος· κἂν πολλῶν καὶ ἡδυνόντων βρωμάτων ἑαυτὸν στερήσειεν. Σκοπὸς δὲ τούτῳ τῷ δαίμονι αὐτὴν ἡμῶν τὴν ἐν τῷ σταδίῳ εἴσοδον χαύνην, καὶ ῥᾴθυμον ποιῆσαι· καὶ τὸ τέλος λοιπὸν τὴν ἀρχὴν ἁρμόδιον.

44. Πρὸ πάντων τοῦτο καὶ ζητήσουσι, καὶ ποιήσουσιν οἱ ἐν Χριστῷ γνησίως δουλεῦσαι βουλόμενοι, ἵνα καὶ τοὺς τόπους, καὶ τοὺς τρόπους, καὶ τὰ καθίσματα, καὶ τὰ ἐπιτηδεύματα διὰ πνευματικῶν Πατέρων, καὶ οἰκείας ἐπιγνώσεως ἁρμόζοντα ἑαυτοῖς ἐπιλέξωνται. Οὐ γὰρ πάντων τὰ κοινόβια, διὰ τὸ λιχνῶδες· οὐδὲ πάντων τὰ ἡσυχαστήρια, διὰ τὸ θυμῶδες· ἕκαστος δὲ ἐπισκέψεται ἐν ποίῳ πεποίωται.

45. Ἐν τρισὶ γενικωτάταις καταστάσεσι καθισμάτων ἅπασα ἡ μοναχικὴ πολιτεία περιέχεται· ἢ ἐν ἀθλητικῇ ἀναχωρήσει, καὶ μονίᾳ· ἢ μετὰ ἑνός, ἢ πολὺ δύο ἡσυχάζειν· ἢ ἐν κοινοβίῳ ὑπομονητικῶς καθέζεσθαι. «Μὴ ἐκκλίνῃς, φησὶν ὁ Ἐκκλησιαστής, εἰς τὰ δεξιὰ, ἢ εἰς τὰ ἀριστερά·» ἀλλ᾿ ὁδῷ βασιλικῇ πορευθῇς· ἡ γὰρ μέση τῶν προειρημένων πολλοῖς ἁρμόδιος καθέστηκεν. Τῷ μὲν γὰρ μόνῳ, οὐαὶ, φησὶν, ὅτι ἐὰν πέσῃ εἰς ἀκηδίαν, ἢ ὕπνον, ἢ ῥᾳθυμίαν, ἢ ἀπόγνωσιν, οὐκ ἔστιν ὁ ἐγείρων (644.) αὐτὸν ἐν ἀνθρώποις. Ὅπου δέ εἰσιν συνηγμένοι δύο, ἢ τρεῖς εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν, ὁ Κύριος εἴρηκεν.

46. Τίς ἄρα ἐστὶν ὁ πιστός, καὶ φρόνιμος μοναχός, ὃς τὴν θέρμην τὴν ἑαυτοῦ ἐφύλαξεν ἄσβεστον· καὶ μέχρι τῆς αὐτοῦ ἐξόδου καθ᾿ ἡμέραν [προστιθεὶς] πῦρ πυρὶ, καὶ θέρμην θέρμῃ, καὶ σπουδὴν σπουδῇ, καὶ πόθον πόθῳ οὐκ ἐπαύσατο; Ὁ ἐπιβεβηκὼς μὴ στραφῇς εἰς τὰ ὀπίσω.

(Διὰ τὴν ἀποταγὴν τοῦ ματαίου βίου)

1. Τὸ «ΑΠΟ ΘΕΟΥ ἄρχεσθαι» εἶναι ὀρθὸν καὶ πρέπον, ἐφ᾿ ὅσον ἀπευθύνομαι πρὸς ὑπηρέτας τοῦ Θεοῦ. Αὐτοῦ λοιπὸν τοῦ ἀγαθοῦ καὶ ὑπεραγάθου καὶ παναγάθου Θεοῦ καὶ βασιλέως μας, ὁ ὁποῖος ἐτίμησε ὅλα τὰ λογικὰ ὄντα ποὺ ἐδημιούργησε μὲ τὸ δῶρο τοῦ αὐτεξουσίου, ἄλλοι εἶναι φίλοι Του καὶ ἄλλοι γνήσιοι δοῦλοι Του. Ἄλλοι εἶναι ἀχρεῖοι δοῦλοι Του καὶ ἄλλοι τελείως ἀποξενωμένοι ἀπ᾿ Αὐτόν. Ὑπάρχουν τέλος καὶ αὐτοὶ ποὺ εἶναι ἐχθροί Του, καίτοι εἶναι ἀδύνατοι καὶ ἀνίσχυροι.

2. Φίλους κατ᾿ ἐξοχὴν τοῦ Θεοῦ, ὦ ἱερὲ φίλε, ἐμεῖς οἱ ἀμόρφωτοι θεωροῦμε τὶς νοερὲς καὶ ἀσώματες δυνάμεις τῶν ἀγγέλων. Γνησίους δούλους τοῦ Θεοῦ ἐκείνους ποὺ ἐξετέλεσαν καὶ ἐκτελοῦν τὸ πανάγιο θέλημά Του ἀκούραστα καὶ χωρὶς καμμία παράλειψι.

Ἀχρείους δούλους ὀνομάζουμε αὐτοὺς ποὺ ἀξιώθηκαν μὲν νὰ λάβουν τὸ ἅγιον Βάπτισμα, δὲν ἐφύλαξαν ὅμως γνήσια τὶς πρὸς τὸν Θεὸν ὑποσχέσεις τους.

Ὡς ξένους καὶ ἐχθροὺς τοῦ Θεοῦ θὰ ἐννοήσωμε αὐτοὺς ποὺ εἶναι ἀβάπτιστοι ἢ δὲν ἔχουν ὀρθὴ πίστι.

Ἀντίπαλοι τέλος τοῦ Θεοῦ εἶναι ἐκεῖνοι οἱ ὁποῖοι ὄχι μόνον ἀπέκρουσαν καὶ ἀπέρριψαν ἀπὸ τὴν ζωή τους τὸ θέλημα τοῦ Κυρίου, ἀλλὰ καὶ πολεμοῦν μὲ πάθος αὐτοὺς ποὺ τὸ τηροῦν.

3. Ἐπειδὴ ὅμως γιὰ κάθε μία ἀπὸ τὶς κατηγορίες τῶν ἀνθρώπων ποὺ ἀναφέραμε, χρειάζεται νὰ γίνει ἰδιαίτερος καὶ ἀνάλογος πρὸς τὴν κάθε περίπτωση λόγος, γιὰ μᾶς δὲ τοὺς ἀμαθεῖς δὲν εἶναι συμφέρον ἐπὶ τοῦ παρόντος νὰ τὰ ἀναπτύξωμε ὅλα αὐτά, ἐμπρὸς λοιπὸν ἂς ἀπλώσωμε μὲ ἀδιάκριτο ὑπακοὴ τὸ ἀνάξιο χέρι μας πρὸς τοὺς γνησίους δούλους τοῦ Θεοῦ, οἱ ὁποῖοι μᾶς ἐπίεσαν μὲ τὴν εὐσέβειά τους καὶ μᾶς ἐβίασαν μὲ τὴν ἐμπιστοσύνη τους, ὥστε νὰ ὑπακούσωμε στὴν προσταγή τους. Καὶ ἀφοῦ δεχθοῦμε ἀπὸ τὴν ἰδική τους σοφία τὴν πέννα καὶ τὴν βυθίσωμε στὸ νοητὸ μελάνι, ποὺ εἶναι ἡ σκυθρωπὴ καὶ συγχρόνως χαρωπὴ ταπεινοφροσύνη, ἂς τὴν σύρωμε ἐπάνω στὶς λεῖες καὶ λευκὲς καρδιές τους, σὰν σὲ χαρτί, μᾶλλον δὲ σὰν σὲ πλάκες πνευματικές, καὶ ἀναγράφοντας τὰ θεῖα λόγια ἂς εἰποῦμε τὰ ἑξῆς:

4. Ὁ Θεὸς εἶναι, γιὰ ὅσους θέλουν, ἡ ζωὴ καὶ ἡ σωτηρία τους, ὅλων, καὶ τῶν πιστῶν καὶ τῶν ἀπίστων, καὶ τῶν δικαίων καὶ τῶν ἀδίκων, καὶ τῶν εὐσεβῶν καὶ τῶν ἀσεβῶν, καὶ τῶν ἀπαθῶν καὶ τῶν ἐμπαθῶν, καὶ τῶν μοναχῶν καὶ τῶν κοσμικῶν, καὶ τῶν σοφῶν καὶ τῶν ἀγραμμάτων, καὶ τῶν ὑγιῶν καὶ τῶν ἀσθενῶν, καὶ τῶν νέων καὶ τῶν ἡλικιωμένων.

Εἶναι κάτι παρόμοιο μὲ τὴν ἀκτινοβολία τοῦ φωτός, μὲ τὴν θέα τοῦ ἡλίου καὶ μὲ τὴν ἐναλλαγὴ τῶν ἐποχῶν (τὰ ὁποῖα προσφέρονται ἐξ ἴσου σὲ ὅλους τοὺς ἀνθρώπους). Καὶ δὲν μπορεῖ νὰ εἶναι διαφορετικά, διότι «δὲν ὑπάρχει προσωποληψία στὸν Θεὸν» (Ρωμ. Β´ 11).

5. Ἄνθρωπος ἀσεβῆς εἶναι μία ὕπαρξις λογικὴ καὶ θνητή, ἡ ὁποία θεληματικὰ ἀποφεύγει τὴν ζωή, καὶ τὸν Δημιουργό της, ποὺ ὑπάρχει αἰώνια, τὸν θεωρεῖ ὡς ἀνύπαρκτο.

6. Παράνομος εἶναι αὐτὸς ποὺ μὲ τὴν κακή του σκέψι διαστρέφει τὸν νόμο τοῦ Θεοῦ καὶ ποὺ νομίζει ὅτι πιστεύει, ἐνῷ ἔχει ἐπιθυμίες καὶ ἀντιλήψεις ἀντίθετες πρὸς τὸν Θεόν.

7. Χριστιανὸς εἶναι ἡ ἀπομίμησις τοῦ Χριστοῦ, ὅσο εἶναι δυνατὸν στὸν ἄνθρωπο, καὶ στὰ λόγια καὶ στὰ ἔργα καὶ στὴν σκέψι. Πιστεύει δὲ ὀρθὰ καὶ ἀλάνθαστα στὴν Ἁγία Τριάδα.

8. Θεοφιλὴς εἶναι ἐκεῖνος ποὺ ἀπολαμβάνει ὅλα τὰ φυσικὰ καὶ ἀναμάρτητα δῶρα τοῦ Θεοῦ, συγχρόνως ὅμως δὲν ἀμελεῖ, ὅσο μπορεῖ, νὰ ἐπιτελεῖ τὸ ἀγαθό.

9. Ἐγκρατὴς εἶναι αὐτὸς ποὺ ζῆ μέσα στοὺς πειρασμοὺς καὶ τὶς παγίδες καὶ τοὺς θορύβους τοῦ κόσμου καὶ ἀγωνίζεται μὲ ὅλη του τὴν δύναμι νὰ μιμηθῇ τὴν ζωὴ ἐκείνων ποὺ εἶναι ἀπηλλαγμένοι ἀπὸ τοὺς θορύβους τοῦ κόσμου.

10. Μοναχὸς εἶναι τάξις καὶ κατάστασις τῶν ἀσωμάτων ἀγγέλων ποὺ κατορθώνεται μέσα σὲ ὑλικὸ καὶ ρυπαρὸ σῶμα. Μοναχὸς εἶναι ἐκεῖνος ποὺ εἶναι ἀφοσιωμένος μόνο στὶς ἐντολὲς καὶ στοὺς λόγους τοῦ Θεοῦ καὶ τὶς ἐφαρμόζει σὲ κάθε χρόνο καὶ τόπο καὶ πράγμα. Μοναχὸς εἶναι μία συνεχὴς βία τῆς ἀνθρώπινης φύσεως καὶ μία ἀδιάκοπη φυλακὴ τῶν αἰσθήσεων. Μοναχὸς εἶναι ἐξαγνισμένο σῶμα καὶ καθαρὸ στόμα καὶ φωτισμένος νοῦς. Μοναχὸς εἶναι καταλυπημένη ψυχή, ποὺ εἶναι ἀπησχολημένη μὲ τὴν συνεχῆ μνήμη τοῦ θανάτου, καὶ ὅταν εἶναι ξύπνια καὶ ὅταν κοιμᾶται.

11. Ἀναχώρησις ἀπὸ τὸν κόσμον εἶναι τὸ νὰ μισήσῃς μὲ τὴν θέλησί σου πράγματα ἐπαινετὰ καὶ νὰ ἀρνηθῆς τὴν φύσι, γιὰ νὰ ἐπιτύχης τὰ ὑπὲρ φύσιν.

12. Ὅλοι ὅσοι ἐγκατέλειψαν πρόθυμα τὰ βιοτικά, τὸ ἔπραξαν ἀναμφιβόλως ἢ γιὰ τὴν μέλλουσα βασιλεία ἢ γιὰ τὰ πολλὰ τοὺς ἁμαρτήματα ἢ γιὰ τὴν ἀγάπη τοῦ Θεοῦ. Ἐὰν κανεὶς ἀπὸ τοὺς τρεῖς αὐτοὺς σκοποὺς δὲν τοὺς παρακίνησε, τότε ἡ ἀναχώρησίς τους εἶναι παράλογος. Παρ᾿ ὅλα αὐτὰ ὁ καλός μας Ἀγωνοθέτης περιμένει νὰ ἰδῆ ποιὸ θὰ εἶναι τὸ τέρμα τοῦ δρόμου.

13. Ὅποιος ἐξῆλθε ἀπὸ τὸν κόσμο γιὰ νὰ σκορπίση τὸ φορτίο τῶν ἁμαρτιῶν του, ἂς μιμῆται ἐκείνους ποὺ κάθονται ἐμπρὸς στοὺς τάφους ἔξω ἀπὸ τὴν πόλι, (ὅπως οἱ ἀδελφές του Λαζάρου Μάρθα καὶ Μαρία), καὶ ἂς μὴ σταματήσῃ τὰ θερμὰ καὶ πύρινα δάκρυα καὶ τοὺς ἀφώνους ὀλολυγμοὺς τῆς καρδίας του, ὥσπου νὰ ἰδῆ καὶ αὐτὸς τὸν Ἰησοῦν, ὅτι ἦλθε καὶ ἀπεκύλισε τὸν λίθο τῆς πωρώσεως ἀπὸ τὴν καρδία του καὶ ἐλευθέρωσε τὸν νοῦ μας, σὰν ἄλλο Λάζαρο, ἀπὸ τὰ δεσμὰ τῶν ἁμαρτιῶν καὶ διέταξε τοὺς ὑπηρέτας Του ἀγγέλους: «Λύσατέ τον ἀπὸ τὰ πάθη καὶ ἀφῆστε τὸν νὰ πορευθῇ πρὸς τὴν μακαρία ἀπάθεια». Ἐὰν δὲν πράξη ἔτσι, τότε δὲν ἐκέρδησε τίποτε μὲ τὴν ἀναχώρησί του ἀπὸ τὸν κόσμο.

14. Ὅσοι θέλομε νὰ φύγωμε ἀπὸ τὴν Αἴγυπτο καὶ νὰ ἐλευθερωθοῦμε ἀπὸ τὴν τυραννία τοῦ Φαραώ, ἔχομε ὁπωσδήποτε καὶ ἐμεῖς ἀνάγκη ἑνὸς Μωϋσέως, ὁ ὁποῖος θὰ εἶναι μεσίτης μας πρὸς τὸν Θεὸν καὶ ὁδηγός μας μετὰ τὸν Θεόν. Αὐτὸς θὰ ἵσταται μεταξὺ τῆς πράξεως καὶ τῆς θεωρίας καὶ θὰ ὑψώνη πρὸς χάριν μας τὰ χέρια του πρὸς τὸν Θεόν. Ἔτσι καθοδηγούμενοι ἀπὸ αὐτὸν θὰ ἐπιτύχωμε νὰ διαβοῦμε τὴν θάλασσα τῶν ἁμαρτημάτων καὶ θὰ κατατροπώσωμε τὸν Ἀμαλὴκ τῶν παθῶν.

Ἐκεῖνοι δὲ ποὺ ἐστηρίχθηκαν στὶς ἰδικὲς τοὺς δυνάμεις καὶ ἐνόμισαν πὼς δὲν ἔχουν ἀνάγκη ἀπὸ κανέναν ὁδηγό, ὁπωσδήποτε ἀπατήθηκαν.

15. Ἐκεῖνοι ποὺ ἐξῆλθαν ἀπὸ τὴν Αἴγυπτο εἶχαν ὡς ὁδηγὸ τὸν Μωϋσῆ, καὶ αὐτοὶ ποὺ ἔφυγαν ἀπὸ τὰ Σόδομα ἄγγελο.

Καὶ οἱ μὲν πρῶτοι ὁμοιάζουν πρὸς ἐκείνους ποὺ θεραπεύουν τὰ πάθη τῆς ψυχῆς μὲ τὴν φροντίδα καὶ τὶς ὁδηγίες ἀνθρώπου-ἰατροῦ. Αὐτοὶ εἶναι ὅσοι ἐξέρχονται ἀπὸ τὴν Αἴγυπτο.

Οἱ δεύτεροι ὁμοιάζουν πρὸς ἐκείνους ποὺ ἐπιθυμοῦν νὰ καθαρισθοῦν ἀπὸ τὰ ἀκάθαρτα καὶ ἄθλια πάθη τῆς σαρκός. Γι᾿ αὐτὸ καὶ χρειάζονται ἀγγελο-ιατρό, δηλαδὴ ἰσάγγελο ἄνθρωπο θὰ ἔλεγα, γιὰ νὰ τοὺς βοηθήση. Διότι στὴν προχωρημένη σῆψι τῶν τραυμάτων χρειαζόμεθα πολὺ ἔμπειρο ἰατρό.

16. Βία πράγματι καὶ συνεχεῖς ὀδύνες πρέπει νὰ ἔχουν ὅσοι ἐπιχειροῦν νὰ ἀνεβοῦν στὸν οὐρανὸ μὲ τὸ σῶμα τους. Καὶ μάλιστα στὶς ἀρχὲς τῆς μοναχικῆς ζωῆς, μέχρις ὅτου οἱ φιλήδονες τάσεις καὶ ἡ σκληρότης τῆς καρδίας μεταστραφοῦν μὲ τὴ βαθειὰ λύπη καὶ τὸ πένθος σὲ ἀγάπη πρὸς τὸν Θεὸν καὶ σὲ ἁγνότητα.

17. Μόχθος, πραγματικὸς μόχθος, καὶ πολλὴ καὶ ἀφανὴς πικρία μας περιμένουν, καὶ ἰδίως τοὺς ἀμελεῖς, ἕως ὅτου κατορθώσουμε τὸν λαίμαργο καὶ «φιλομάκελλον κύνα», δηλαδὴ τὸν νοῦ μας, νὰ τὸν κάνουμε φίλο τῆς προσοχῆς καὶ τῆς καθαρότητος, μὲ τὴν βοήθεια τῆς ἁπλότητος, τῆς πολλῆς ἀοργησίας καὶ τῆς ἐπιμελείας.

Ὅμως ἂς ἔχωμε θάρρος ἐμεῖς οἱ ἐμπαθεῖς καὶ ἀδύνατοι καὶ μὲ πίστι ἀδίστακτη ἂς παρουσιάσωμε μὲ τὸ δεξιό μας χέρι καὶ ἂς ἐξομολογηθοῦμε στὸν Χριστὸν τὴν ἀσθένεια καὶ τὴν ἀδυναμία τῆς ψυχῆς μας.

Ἔτσι θὰ λάβωμε ὁπωσδήποτε τὴν βοήθειά Του καὶ μάλιστα περισσότερο ἀπ᾿ ὅσο τὸ ἀξίζομε. Ἀρκεῖ μόνο νὰ βυθίζωμε συνεχῶς τὸν ἑαυτό μας στὸν βυθὸ τῆς ταπεινοφροσύνης.

18. Ἂς γνωρίζουν καλὰ ὅλοι ὅσοι ἀρχίζουν τὸν σκληρὸ καὶ πιεστικό, ἀλλὰ καὶ ἐλαφρὸ συγχρόνως ἀγώνα, ὅτι ἦλθαν νὰ πηδήσουν σὰν μέσα στὸ πῦρ (τῶν πειρασμῶν καὶ τῶν θλίψεων), ἐφ᾿ ὅσον ἐξεκίνησαν μὲ τὴν διάθεσι νὰ κατοικήση μέσα τους τὸ ἄϋλο θεϊκὸ πῦρ. Γι᾿ αὐτὸ προηγουμένως πρέπει νὰ ἐξετάζη καλὰ καθένας τὸν ἑαυτό του καὶ ἔπειτα νὰ πλησιάζη γιὰ νὰ γευθῇ τὸν ἄρτο μὲ τὰ πικρὰ χόρτα καὶ νὰ πιῆ τὸ γεμάτο δάκρυα ποτήρι τῆς μοναχικῆς ζωῆς, μὴ τυχὸν ἡ ἐπιπολαία κατάταξίς του στὸ στράτευμα τῶν μοναχῶν γίνῃ αἰτία τῆς καταδίκης του.

19. Ἐφ᾿ ὅσον καὶ ὅλοι ὅσοι ἐβαπτίσθηκαν δὲν θὰ σωθοῦν, δὲν χρειάζεται νὰ ἐξηγηθῶ μὲ περισσότερα λόγια (1). Ὅλα πρέπει νὰ τὰ ἀπαρνηθοῦν, ὅλα νὰ τὰ καταφρονήσουν, ὅλα νὰ τὰ περιγελάσουν, ὅλα νὰ τὰ ἀποτινάξουν ὅσοι προσέρχονται στὴν μοναχικὴ πολιτεία, γιὰ νὰ βάλουν ἔτσι στερεὸ θεμέλιο.

20. Καλὸ τρίδομο καὶ τρίστυλο θεμέλιο εἶναι ἡ ἀκακία, ἡ νηστεία καὶ ἡ σωφροσύνη. Ὅλοι οἱ ἐν Χριστῷ νήπιοι ἀπ᾿ αὐτὰ ἂς ἀρχίζουν, παίρνοντας παράδειγμα τὰ νήπια.

Διότι αὐτὰ δὲν ἔχουν καμμία κακία καὶ πονηρία, οὔτε ἐπιθυμία καὶ κοιλία ἀχόρταγη, οὔτε σάρκα ποὺ φλογίζεται καὶ ἀποθηριώνεται, ὅσο ὅμως προχωροῦν στὴν αὔξησι τῆς τροφῆς τους παρουσιάζεται, ὅπως φαίνεται, καὶ ἡ πύρωσις τῆς σαρκός.

21. Εἶναι πραγματικὰ βδελυκτὸ καὶ ἐπικίνδυνο νὰ ἀποχαυνωθῇ ὁ παλαιστὴς μόλις ἀρχίση ἡ πάλη. Ἔτσι δείχνει σὲ ὅλους ὅτι εὔκολα θὰ τὸν σφάξη ὁ ἐχθρός.

22. Εἶναι ὁπωσδήποτε ὠφέλιμο τὸ ἀποφασιστικὸ καὶ ὁρμητικὸ ξεκίνημα, καὶ γιὰ ἀργότερα, ὅταν τυχὸν παρουσιασθῇ ἀμέλεια καὶ ἀδράνεια.

Διότι τὴν ψυχὴ ποὺ ἄρχισε μὲ ἀνδρεία τὸν ἀγώνα καὶ ἔπειτα τὸν ἐχαλάρωσε, τὴν κεντᾶ σὰν κεντρὶ ἡ ἀνάμνησις τοῦ πρώτου ζήλου, πράγμα ποὺ πολλὲς φορὲς ἀναπτέρωσε καὶ ἔσωσε ἀρκετούς, αὐτοὶ ἔμοιασαν ἔτσι μὲ ἀετοὺς ποὺ ἀνανεώθηκαν τὰ πεσμένα τους πτερά.

23. Ὅταν ἡ ψυχὴ προδώση τὸν ἑαυτό της καὶ χάση τὴν μακαρία καὶ πολυπόθητη θέρμη ποὺ εἶχε στὴν ἀρχή, ἂς ἐρευνήση ἐπιμελῶς νὰ ἐξακριβώση ἀπὸ ποιὰ αἰτία τὴν ἐστερήθηκε, καὶ ἐναντίον αὐτῆς τῆς αἰτίας ἂς ἀναλάβῃ ὅλο τὸν πόλεμο καὶ τὸν ζῆλο της. Διότι δὲν ὑπάρχει ἄλλη θύρα ἀπὸ τὴν ὁποία νὰ ἐπιστρέψῃ ἡ θέρμη, παρὰ μόνο αὐτὴ ἀπὸ τὴν ὁποία ἔφυγε.

24. Αὐτὸς ποὺ ἀπαρνήθηκε τὸν κόσμο ἀπὸ τὸν φόβο (τῆς κολάσεως) εἶναι ὅμοιος μὲ τὸ θυμίαμα ποὺ ἐνῷ καίεται, στὶς ἀρχὲς ἀναδίδει εὐωδία, στὸ τέλος ὅμως καπνίζει (2). Ἐκεῖνος ποὺ τὸν ἀπαρνήθηκε μὲ τὴν ἐλπίδα μελλοντικοῦ μισθοῦ, καταντᾶ μία μυλόπετρα, ποὺ γυρίζει συνεχῶς στὸ ἴδιο μέρος. Ὅποιος ὅμως ἀναχώρησε ἀπὸ τὸν κόσμο γιὰ τὴν ἀγάπη τοῦ Θεοῦ, εὐθὺς ἐξ ἀρχῆς ἔχει μέσα του φλόγα, ἡ ὁποία ἂν τυχὸν πέση σὲ ξύλα ἢ σὲ δάσος, αὐξάνει ὑπερβολικὰ καὶ συνεχῶς ἐπεκτείνεται πρὸς τὰ ἐμπρός.

25. Μερικοὶ κτίζουν πλίνθους ἐπάνω στοὺς λίθους. Ἄλλοι στερεώνουν στύλους ἐπάνω στὸ χῶμα. Καὶ ἄλλοι, ἀφοῦ ἐβάδισαν ὀλίγο πεζοὶ καὶ ζεστάθηκαν τὰ νεῦρα καὶ οἱ κλειδώσεις τους, ἐπροχώρησαν ἔπειτα γρηγορώτερα. Ὅποιος ἔχει νοῦ, ἂς ἐννοήση τὶς συμβολικὲς αὐτὲς εἰκόνες (3).

26. Ἂς τρέξωμε πρόθυμα, συναισθανόμενοι ὅτι μᾶς ἐκάλεσε ὁ Θεὸς καὶ Βασιλεύς, μήπως καὶ τὰ χρόνια τῆς ζωῆς μας εἶναι ὀλίγα, ὁπότε θὰ εὑρεθοῦμε χωρὶς καρποὺς τὴν ἡμέρα τοῦ θανάτου μας καὶ θὰ πεθάνωμε ἀπὸ τὴν πείνα. Ἂς εὐαρεστήσωμε τὸν Κύριον, ὅπως οἱ στρατιῶτες στὸν βασιλέα. Ὁπωσδήποτε μετὰ τὴν ἐπιστράτευσι, μᾶς ζητεῖται ἡ ἀκριβὴς ἐκπλήρωσις τῶν ὑποχρεώσεών μας.

27. Ἂς φοβηθοῦμε τὸν Κύριον ὅπως τὰ θηρία. Διότι ἐγνώρισα ἀνθρώπους ποὺ ἐπήγαιναν νὰ κλέψουν, καὶ τὸν Θεὸν δὲν τὸν ἐφοβήθηκαν, μόλις ὅμως ἄκουσαν στὸ μέρος ἐκεῖνο τὰ γαυγίσματα τῶν σκύλων ἀμέσως ὠπισθοχώρησαν. Ἔτσι αὐτὸ ποὺ δὲν ἐπέτυχε ὁ φόβος τοῦ Θεοῦ, τὸ κατόρθωσε ὁ φόβος τῶν θηρίων!

28. Ἂς ἀγαπήσωμε τὸν Κύριον, ὅπως ἀγαποῦμε καὶ σεβόμεθα τοὺς φίλους μας. Εἶδα πολλὲς φορὲς ἀνθρώπους ποὺ ἐλύπησαν τὸν Θεὸν καὶ δὲν ἀνησύχησαν καθόλου γι᾿ αὐτό. Ὅταν ὅμως συνέβη νὰ πικράνουν ἀγαπητά τους πρόσωπα, ἔστω καὶ σὲ κάτι μικρό, ἔκαναν τὸ πᾶν, ἐχρησιμοποίησαν κάθε τέχνασμα, ἐσκέφθηκαν κάθε τρόπο, ὑπεβλήθησαν σὲ κάθε θλίψι, ὡμολόγησαν τὸ σφάλμα τους, καὶ παρεκάλεσαν εἴτε αὐτοπροσώπως εἴτε μὲ φίλους εἴτε μὲ δῶρα, προκειμένου νὰ ἀποκαταστήσουν τὴν πρώτη ἀγάπη τους.

29. Ὁπωσδήποτε στὴν ἀρχὴ τῆς μοναχικῆς μας ζωῆς, μὲ κόπο καὶ πικρία ἐργαζόμεθα τὶς ἀρετές. Ἔπειτα ὅμως, ὅταν προχωρήσωμε, δὲν θὰ αἰσθανώμεθα καθόλου λύπη, ἢ ὀλίγη, στὴν ἐξάσκησί τους. Ὅταν δὲ τέλος ἀφανισθῇ τὸ θνητό μας φρόνημα καὶ κυριαρχήση στὴν ψυχή μας ἡ προθυμία, τότε πλέον θὰ τὶς ἐργαζώμεθα μὲ ὅλη μας τὴν χαρὰ καὶ τὸν ζῆλο καὶ τὸν πόθο καὶ τὴν θεϊκὴ φλόγα.

30. Ὅσο εἶναι ἀξιέπαινοι αὐτοὶ ποὺ εὐθὺς ἐξ ἀρχῆς μὲ χαρὰ καὶ προθυμία καλλιεργοῦν τὶς ἀρετὲς καὶ ἐκτελοῦν τὶς ἐντολές, τόσο ἐλεεινοὶ εἶναι ἐκεῖνοι ποὺ ἐχρόνισαν στὴν ἄσκησι καὶ ὅμως μὲ κόπο ἀκόμη τὶς ἐξασκοῦν, ἐὰν βέβαια τὶς ἐξασκοῦν.

31. Ἂς μὴν ἀποστρεφώμεθα οὔτε νὰ κατακρίνωμε «τὰς περιστατικὰς ἀποταγάς» (4). Διότι ἐγνώρισα ἀνθρώπους λιποτάκτες, οἱ ὁποῖοι χωρὶς νὰ τὸ θέλουν συναντήθηκαν μὲ τὸν βασιλέα ποὺ εἶχε βγῆ ἔξω καὶ ἀπὸ τὴν στιγμὴ ἐκείνη ἔγιναν δορυφόροι του, τὸν ἀκολούθησαν στὸ παλάτι καὶ ἐδείπνησαν μαζί του.

32. Εἶδα σπόρο ποὺ ἔπεσε τυχαῖα στὸ ἔδαφος καὶ ὅμως ἔκανε ἐξαιρετικὸ καὶ πολὺ καρπό, καθὼς πάλι καὶ τὸ ἀντίθετο.

33. Εἶδα ἕναν ἄνθρωπο (ποὺ εἶχε κάποια βλάβη στὴν ὅρασί του) νὰ μπαίνει στὸ ἰατρεῖο γιὰ κάποια ἄλλη ἀνάγκη, νὰ τὸν κρατᾶ ὀλίγο περισσότερο ὁ ἰατρὸς μὲ τὴν φιλοφροσύνη του, μὲ ἀποτέλεσμα νὰ καθαρισθῇ καὶ νὰ ἀπαλλαγῇ ἀπὸ τὴν ὁμίχλη ποὺ σκέπαζε τὰ μάτια του. Ἔτσι μερικὰ ἀκούσια καὶ τυχαῖα περιστατικὰ ποὺ συνέβησαν σὲ μερικοὺς εἶχαν ἀποτελέσματα βεβαιότερα καὶ οὐσιαστικώτερα ἀπὸ ὅ,τι μερικὰ ἐκούσια.

34. Κανεὶς ἂς μὴ θεωρήση τὸν ἑαυτό του ἀνάξιο γιὰ τὴν μοναχικὴ πολιτεία, προφασιζόμενος τὸ βάρος καὶ τὸ πλῆθος τῶν ἁμαρτιῶν του καὶ ἂς μὴ νομίζη ὅτι ταπεινώνει ἔτσι τὸν ἑαυτό του, ἐνῷ στὴν οὐσία φοβεῖται μὴ στερηθῇ τὶς ἡδονὲς τοῦ κόσμου. Ὅλα ὅσα λέγει εἶναι «προφάσεις ἐν ἁμαρτίαις» (Ψαλμ. ρμ´ 4). Διότι ἐκεῖ ὅπου ἀκριβῶς ὑπάρχει βαθειὰ καὶ σαπισμένη πληγή, ἐκεῖ χρειάζεται καὶ μεγαλυτέρα θεραπεία, γιὰ νὰ καθαρισθῇ. Ἄλλωστε στὸ ἰατρεῖο δὲν πηγαίνουν οἱ ὑγιεῖς!

35. Ἐὰν ὁ ἐπίγειος βασιλεὺς μᾶς προσκαλοῦσε νὰ καταταγοῦμε στὸν στρατό του, νὰ τὸν ὑπηρετοῦμε καὶ νὰ πολεμοῦμε στὸ πλευρό του, δὲν θὰ καθυστερούσαμε οὔτε θὰ προφασιζόμεθα τίποτε. Ἀλλὰ θὰ τὰ ἐγκαταλείπαμε ὅλα καὶ μὲ προθυμία θὰ τρέχαμε κοντά του.

Ἂς προσέξωμε λοιπὸν μήπως, ἐνῷ μᾶς προσκαλεῖ ὁ Βασιλεὺς τῶν βασιλέων καὶ Κύριος τῶν κυρίων καὶ Θεὸς τῶν θεῶν στὴν οὐρανία παράταξι τῶν μοναχῶν, ἀρνηθοῦμε τὴν πρόσκλησι ἀπὸ ὀκνηρία καὶ ρᾳθυμία, καὶ σταθοῦμε ἔτσι ἀναπολόγητοι ἐμπρὸς στὸ μέγα καὶ φοβερὸ βῆμα τῆς Κρίσεως.

36. Μπορεῖ βέβαια νὰ βαδίζη κανείς, ἐνῷ εἶναι δεμένος μὲ τὶς ὑποθέσεις τοῦ κόσμου καὶ μὲ βαρειὲς –σὰν σιδερένιες ἁλυσίδες- φροντίδες, ἀλλὰ θὰ βαδίζη μὲ δυσκολία. Ὅπως καὶ ἐκεῖνοι ποὺ ἔχουν σιδερένια δεσμὰ στὰ πόδια τους βαδίζουν πολλὲς φορές, ἀλλὰ συνεχῶς σκοντάφτουν καὶ πληγώνονται.

37. Ὁ ἄγαμος ποὺ εὑρίσκεται στὸν κόσμο καὶ εἶναι δεμένος μόνο μὲ τὰ πράγματα τοῦ κόσμου ὁμοιάζει μὲ αὐτὸν ποὺ ἔχει τὶς χειροπέδες. Γιὰ τοῦτο καὶ ὅταν ἀποφασίση νὰ τρέξη πρὸς τὸν μοναχικὸ βίο δὲν ἐμποδίζεται. Ἐνῷ αὐτὸς ποὺ ἦλθε σὲ γάμο ὁμοιάζει μὲ ἐκεῖνον ποὺ τὸν ἔχουν δέσει «χειροπόδαρα».

38. Μερικοὶ κοσμικοὶ ποὺ ζοῦσαν ἀμελῶς μὲ ἐρώτησαν: «Πῶς μποροῦμε ἐμεῖς ποὺ ζοῦμε μὲ συζύγους καὶ εἴμαστε περικυκλωμένοι μὲ τόσες κοινωνικὲς ὑποχρεώσεις ν᾿ ἀκολουθήσωμε τὴν μοναχικὴ ζωή»; Καὶ τοὺς ἀπήντησα: «Ὅσα καλὰ μπορεῖτε, νὰ τὰ κάνετε, κανένα νὰ μὴ περιγελάσετε, κανένα νὰ μὴ κλέψετε, σὲ κανένα νὰ μὴν εἰπῆτε ψέματα, κανένα νὰ μὴ περιφρονήσετε, κανένα νὰ μὴ μισήσετε. Νὰ μὴ παραλείπετε τὸν ἐκκλησιασμό, νὰ δείχνετε συμπόνια στοὺς πτωχούς, κανένα νὰ μὴ σκανδαλίσετε. Σὲ ξένο πράγμα καὶ σὲ ξένη γυναίκα νὰ μὴν πλησιάσετε. Ἀρκεσθῆτε στὴν ἰδική σας γυναίκα (πρβλ. Λουκ. γ´ 14). Ἐὰν ζῆτε ἔτσι, «οὐ μακρὰν ἔστε τῆς βασιλείας τῶν οὐρανῶν» (Μαρκ. ιβ´ 34).

39. Ἂς τρέξωμε μὲ χαρὰ καὶ μὲ φόβο στὸν καλὸν ἀγώνα, χωρὶς νὰ φοβούμεθα τοὺς ἐχθρούς μας. Διότι αὐτοὶ παρατηροῦν τὴν ὄψι τῆς ψυχῆς μας, ἔστω καὶ ἂν ἐμεῖς δὲν τοὺς βλέπωμε. Καὶ ὅταν ἰδοῦν τὴν ὄψι τῆς ψυχῆς μας ἀλλαγμένη ἀπὸ τὸν φόβο, τότε ἐπιτίθενται δριμύτερα ἐναντίον μας, ἐπειδὴ ἀντελήφθηκαν οἱ δόλιοι ὅτι φοβηθήκαμε. Γι᾿ αὐτὸ λοιπὸν ἂς τοὺς ἐπιτεθοῦμε μὲ ἀνδρεία. Διότι κανεὶς δὲν θέλει νὰ πολεμῆ ἐναντίον ἐκείνου ποὺ μάχεται μὲ ζῆλο.

40. Ὁ Κύριος φερόμενος μὲ συγκατάβασι ἐλάφρυνε τὸν ἀγώνα τῶν ἀρχαρίων γιὰ νὰ μὴ κουρασθοῦν εὐθὺς ἐξ ἀρχῆς καὶ γυρίσουν ἀμέσως στὸν κόσμο. Γι᾿ αὐτὸ «χαίρετε ἐν Κυρίῳ πάντοτε» (Φιλιπ. δ´ 4) ὅλοι οἱ δοῦλοι τοῦ Θεοῦ, ἀφοῦ ἀντιληφθῆτε τὸ πρῶτο αὐτὸ δεῖγμα τῆς ἀγάπης τοῦ Δεσπότου. Χαίρετε ἀκόμη, ἀφοῦ σκεφθῆτε ὅτι Αὐτὸς σᾶς ἔχει προσκαλέσει στὸν ἀγώνα τῆς μοναχικῆς ζωῆς.

41. Ἀλλὰ καὶ τοῦτο φαίνεται ὅτι κάνει πολλὲς φορὲς ὁ Θεός: Βλέποντας ἀνδρεῖες ψυχές, ἐπιτρέπει τοὺς πολέμους εὐθὺς ἐξ ἀρχῆς, μὲ τὴν ἐπιθυμία νὰ τὶς στεφανώση σύντομα.

42. Ἀποκρύπτει ὁ Κύριος ἀπὸ αὐτοὺς ποὺ ζοῦν στὸν κόσμο τὴν δυσκολία –ἢ μᾶλλον τὴν εὐκολία- τοῦ μοναχικοῦ ἀγῶνος. Διότι ἂν τὴν ἐγνώριζαν, κανεὶς δὲν θὰ ἀπεφάσιζε νὰ γίνῃ μοναχός.

43. Πρόσφερε μὲ προθυμία στὸν Χριστὸν τοὺς κόπους τῆς νεότητός σου καὶ θὰ ἀπολαύσης στὸ γῆρας σου πλοῦτον ἀπαθείας. Αὐτὰ ποὺ συναθροίζονται στὴν νεανικὴ ἡλικία τρέφουν καὶ παρηγοροῦν κατὰ τὸ γῆρας ὅσους ἔχουν ἐξασθενήσει.

Ἂς κοπιάσωμε μὲ ζῆλο, ὅσο εἴμαστε νέοι, ἂς τρέξωμε γρήγορα, διότι ἡ ὥρα τοῦ θανάτου εἶναι ἄγνωστη.

44. Ἔχομε ἐχθροὺς ποὺ εἶναι πραγματικὰ πονηροί, σκληροί, δόλιοι, πανοῦργοι, δυνατοί, ἄυπνοι, ἀόρατοι, ἄυλοι. Στὰ χέρια τους κρατοῦν φωτιὰ καὶ θέλουν νὰ κάψουν τὸν ναὸ τοῦ Θεοῦ μὲ τὴν φλόγα τους.

45. Κανεὶς ὅσο εἶναι νέος, ἂς μὴ παραδεχθῇ τοὺς ἐχθρούς του δαίμονας, ποὺ τοῦ λέγουν: «Μὴ λυώσῃς τὸ σῶμα σου μὲ τὴν πολλὴ ἄσκησι, γιὰ νὰ μὴν ἀδυνατήσῃς καὶ ἀρρωστήσῃς». Διότι, στὴν σημερινὴ μάλιστα ἐποχή, δύσκολα θὰ εὑρεθῇ ἄνθρωπος ποὺ θὰ προτιμήσῃ νὰ θανατώσῃ τὴν σάρκα του, τὸ πολὺ πολὺ ἴσως νὰ στερήσῃ τὸν ἑαυτό του ἀπὸ τὰ πολλὰ καὶ ἡδονικὰ φαγητά. Ὁ σκοπὸς τοῦ δαίμονος εἶναι νὰ ἐπιτύχη, ὥστε ἡ ἀρχὴ τοῦ μοναχικοῦ μας σταδίου νὰ γίνῃ μὲ νωθρότητα καὶ πολλὴ ῥᾳθυμία, ὁπότε καὶ τὸ τέλος τοῦ ἀγῶνος θὰ εἶναι παρόμοιο καὶ ἀνάλογο πρὸς τὴν ἀρχή του.

46. Περισσότερο ἀπ᾿ ὅλα, ὅσοι θέλουν νὰ ὑπηρετήσουν πραγματικὰ τὸν Χριστὸν πρέπει νὰ ἐξετάσουν καὶ νὰ πράξουν τὸ ἑξῆς: Νὰ διαλέξουν μὲ τὴν καθοδήγησι τῶν πνευματικῶν Πατέρων καὶ μὲ τὴν ἐπίγνωσι τοῦ ἑαυτοῦ τους, τοὺς τόπους καὶ τοὺς τρόπους καὶ τὶς καταστάσεις καὶ τὰ ἐργόχειρα ποὺ θὰ τοὺς ταιριάζουν.

Τὰ κοινόβια δὲν εἶναι γιὰ ὅλους, ἐπειδὴ μπορεῖ νὰ βλάψουν αὐτοὺς ποὺ εἶναι λαίμαργοι. Οὔτε πάλι τὰ ἡσυχαστήρια εἶναι γιὰ ὅλους, ἐπειδὴ μπορεῖ νὰ βλάψουν τοὺς θυμώδεις. Καθένας ἂς ἐξετάσῃ καλὰ ποιὸ πάθος ἔχει, (καὶ ἀναλόγως ἂς κάνῃ τὴν ἐπιλογή).

* * *

47. Σὲ τρεῖς γενικὲς ἀσκητικὲς κατηγορίες περιλαμβάνεται ὅλη ἡ μοναχικὴ ζωή: Στὸν ἡρωϊκὸ ἐρημητισμό, στὴν ἄσκησι μὲ ἄλλον ἕνα ἢ τὸ πολὺ δυό, καὶ στὴν ὑπομονητικὴ ζωὴ τοῦ Κοινοβίου. «Μὴ ἐκκλίνῃς –λέει ὁ Ἐκκλησιαστής- εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερά, ἀλλ᾿ ὁδῷ βασιλικῇ πορεύθητι» (Παροιμ. δ´ 27). Διότι ὁ μεσαῖος τρόπος ἀπὸ τοὺς τρεῖς ποὺ ἀναφέραμε, φαίνεται νὰ ταιριάζῃ στοὺς περισσοτέρους.

Ἐπειδή, ὅπως λέγει ἡ Γραφή, «ἀλλοίμονο στὸν ἕνα, διότι ἂν πέση» σὲ ἀκηδία, ἢ ὕπνο, ἢ ρᾳθυμία, ἢ ἀπόγνωσι, «δὲν ἔχει ἄνθρωπο νὰ τὸν σηκώση» (Ἐκκλ. δ´ 10). Ὅπου ὅμως εὑρίσκονται «δυὸ ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἴμι ἐν μέσῳ αὐτῶν» εἶπε ὁ Κύριος (Ματθ. ιη´ 20).

48. Ποιὸς ἄραγε θὰ εἶναι ὁ πιστὸς καὶ φρόνιμος μοναχός, ὁ ὁποῖος τὴν πρώτη θέρμη θὰ τὴν κρατήσῃ ἄσβεστη, καὶ δὲν θὰ παύση μέχρι τῆς στιγμῆς τοῦ θανάτου του, νὰ προσθέτη κάθε ἡμέρα φωτιὰ στὴν φωτιά, θέρμη στὴν θέρμη, πόθο στὸν πόθο καὶ προθυμία στὴν προθυμία;

Βαθμὶς πρώτη! Σὺ ποὺ ἀνέβηκες σ᾿ αὐτήν, «μὴ στραφῆς εἰς τὰ ὀπίσω».

----------

1. Καὶ ὅσοι δηλαδὴ ἐκάρησαν μοναχοὶ - ἡ κουρὰ θεωρεῖται ὡς δεύτερο βάπτισμα - καὶ δὲν ἐπέδειξαν ἐν συνεχείᾳ βίο ἐνάρετο καὶ συνεπῆ πρὸς τὴν ὁμολογία τους, δὲν θὰ τύχουν σωτηρίας.

2.  Ὁ θεάρεστος δηλαδὴ ζῆλος ποὺ παρατηρεῖται στὴν ἀρχή, μεταβάλλεται ἀργότερα σὲ καπνὸ ἀμελείας καὶ ψυχρότητος.

3.  Οἱ πρῶτοι φαίνεται ὅτι εἶναι ὅσοι ἐξεκίνησαν μὲ καλὲς καὶ στερεὲς βάσεις, ἀλλὰ ἀργότερα ἀμέλησαν καὶ ὑποβάθμισαν κάπως τὴν πνευματική τους ζωὴ – οἱ λίθοι ἀντικατεστάθησαν μὲ πλίνθους. Οἱ δεύτεροι, ὅσοι ξεκίνησαν μὲ ζῆλο νὰ ἀνεγείρουν ὑψηλὸ οἰκοδόμημα, ἀλλὰ δὲν ἐξασφάλισαν στερεὰ θεμέλια οὔτε ἐχρησιμοποίησαν ἐκλεκτὰ οἰκοδομικὰ ὑλικά. Οἱ τρίτοι, ὅσοι ἐξεκίνησαν χωρὶς ζῆλο καὶ ὑψηλὲς προοπτικές, ἀλλὰ ἀργότερα ἐθερμάνθηκαν καὶ ἐσημείωσαν ταχεία πρόοδο.

4.  «Περιστατικαὶ ἀποταγαί» ὀνομάζονται οἱ περιπτώσεις κατὰ τὶς ὁποῖες τυχαῖα καὶ ἀπρόβλεπτα γεγονότα ὁδηγοῦν κάποιον στὴ μοναχικὴ ζωή. Ἂς ἀναφέρωμε ἕνα παράδειγμα: Ἕνα πρόσωπο ἀντιμετωπίζει κάποιο σοβαρὸ κίνδυνο καὶ ἀναγκάζεται νὰ καταφύγη σὲ μία Μονὴ σὰν σὲ τόπο ἀσφαλείας. Ἐκεῖ ὑπάρχει τὸ ἐνδεχόμενο νὰ ἀγαπήση τὴν θεοφιλῆ ζωὴ τῶν μοναχῶν καὶ νὰ ἀποφασίση νὰ τὴν ἀσπασθῇ.