Ἅγιος Νεκτάριος

ΠΕΡΙ ΑΓΑΠΗΣ

(κείμενο τοῦ Ἁγίου Νεκταρίου ἀπὸ τὸ βιβλίο του: Γνῶθι σαυτόν, κεφ. Γ´)

1. Περὶ θείου ἔρωτος

Ὁ θεῖος ἔρως εἶναι ἀγάπη τοῦ θείου τελεία, ἐκδηλουμένη ὡς πόθος τοῦ θείου ἄπαυστος. Ὁ θεῖος ἔρως γεννᾶται ἐν τῇ κεκαθαρμένῃ καρδίᾳ διότι ἐν αὐτῇ ἐπιφοιτᾷ ἡ θεία χάρις. Ὁ ἔρως τοῦ Θείου εἶναι θεῖον δώρημα, δωρηθὲν τῇ ἀγνευούσῃ ψυχῇ ὑπὸ τῆς ἐπιφοιτησάσης καὶ ἀποκαλυφθείσης τῇ ψυχῇ θείας χάριτος. Ὁ θεῖος ἔρως οὐδενὶ ἐγγίγνεται ἄνευ θείας ἀποκαλύψεως· διότι ἡ ψυχὴ ἡ μὴ δεχθεῖσα ἀποκάλυψιν, δὲν ἔσχε τὴν ἐπ᾿ αὐτῆς ἐπίδρασιν τῆς χάριτος καὶ μένει ἀπαθὴς πρὸς τὸν θεῖον ἔρωτα· ἀδύνατον δὲ νὰ γεννηθῇ θεῖος ἔρως ἄνευ ἐπενεργούσης θείας δυνάμεως ἐπὶ τῆς καρδίας. Ὁ θεῖος ἔρως εἶναι ἐνέργεια τῆς ἐνοικούσης ἐν τῇ καρδίᾳ θείας χάριτος.

Οἱ ἐρασταὶ τοῦ Θείου εἰλκύσθησαν πρὸς τὸν θεῖον ἔρωτα ὑπὸ τῆς ἐπενεργησάσης ἐπὶ τῆς καθαρᾶς αὐτῶν καρδίας θείας χάριτος, τῆς ἀποκαλυφθείσης τῇ ψυχῇ καὶ ἑλκυσάσης αὐτὴν πρὸς τὸν Θεόν. Ὁ ἐραστὴς τοῦ θείου αὐτὸς πρῶτος ὑπὸ τοῦ Θείου ἠράσθη, καὶ εἶτα αὐτὸς ἠράσθη τοῦ Θείου. Ὁ ἐραστὴς τοῦ Θείου πρότερον ἐγένετο υἱὸς ἀγάπης καὶ εἶτα τὸν οὐράνιον οὗτος ἠγάπησεν Πατέρα.

Ἡ καρδία τοῦ ἐρῶντος τὸν Κύριον οὐδέποτε καθεύδει, ἀλλ᾿ ἀεὶ γρηγορεῖ, διὰ τὸ πλῆθος τοῦ ἔρωτος. Ὁ ἄνθρωπος καθεύδει διὰ τὴν χρείαν τῆς φύσεως, ἡ δὲ καρδία γρηγοροῦσα ὑμνεῖ τὸ Θεῖον.

Ὁ θεῖος Χρυσόστομος λέγει περὶ τοῦ πνευματικοῦ ἔρωτος: «Οὕτως ἐστὶν ἐπιτακτικὸς ὁ πνευματικὸς ἔρως, ὡς μηδενὶ περιχωρεῖν καιρῷ, ἀλλ᾿ ἀεὶ τῆς ψυχῆς ἔχεσθαι τοῦ φιλοῦντος, καὶ μηδεμίαν θλῖψιν ἢ ὀδύνην συγχωρεῖν περιγίνεσθαι τῆς ψυχῆς.»

Ἡ τὸν Θεὸν ἐρώσα ψυχὴ τῷ Θεῷ προσκολλᾶται στεῤῥῶς καὶ ἐπ᾿ αὐτῷ πέποιθε καὶ τὴν ἐλπίδα αὐτῆς ἅπασαν Αὐτῷ ἀνέθετο. Ὁ θεῖος αὐτῆς ἔρως ἀνάγει αὐτὴν πρὸς τὸν Θεὸν καὶ Αὐτῷ διαλέγεται ἡμέρας καὶ νυκτός.

Ἡ τῷ θείῳ ἔρωτι τρωθεῖσα ψυχὴ οὐδενὸς ἑτέρου ἐφίεται ἢ τοῦ ἄκρου ἀγαθοῦ, κατολιγωρεῖ δὲ τῶν πάντων καὶ πρὸς πάντα ἀηδῶς διάκειται.

Ἡ ἐρώσα τοῦ Θεοῦ ψυχὴ μελέτην αὐτῆς ἔχει τὰ λόγια του Θεοῦ καὶ ἐνδιατριβὴν αὐτῆς τὰ σκηνώματα αὐτοῦ. Φθεγγομένη διηγεῖται τὰ θαυμάσια τοῦ Θεοῦ καὶ διαλεγομένη λαλεῖ περὶ τῆς δόξης καὶ μεγαλοπρέπειας αὐτοῦ. Αἶνον καὶ ὕμνον ἀπαύστως ἀναπέμπει τῷ Θεῷ, πόθῳ δὲ θείῳ λατρεύει αὐτόν. Οὕτως ὁ θεῖος ἔρως ὅλην τὴν ψυχὴν ἑαυτῷ μεθηρμόσατο, ἑαυτῷ περιεποιήσατο καὶ ἐξῳκειώσατο.

Ἡ τοῦ Θείου ἐρασθεῖσα ψυχὴ ἐπέγνω τὸ θεῖον, ἡ δὲ ἐπίγνωσις ἀνέφλεξε τὸν θεῖον ἔρωτα αὐτῆς. Ἡ τοῦ Θεοῦ ἐρασθεῖσα ψυχὴ ἐγένετο μακάρια, διότι ἔτυχε τοῦ Θείου ἐφετοῦ τοῦ πληρώσαντος τοὺς πόθους αὐτῆς· πᾶσα ἐπιθυμία, πᾶσα ἐπιποθία, πᾶσα ἔφεσις ξένη πρὸς τὴν θείαν ἀγάπην, ἀποκρούεται ὑπ᾿ αὐτῆς ὡς ταπεινὴ καὶ ἀνάξια ἑαυτῆς.

Πόσον ἡ πρὸς τὸ Θεῖον ἀγάπη ἐπαμειβομένη ὑπὸ τῆς θείας ἀγάπης μεταρσιοῖ τὴν ἐρώσαν τοῦ Θείου ψυχήν! Αὕτη ἡ θεία ἀγάπη ὡς νεφέλη κούφη ἀναλαμβάνουσα τὴν ψυχὴν φέρει πρὸς τὴν ἀέναον πηγὴν τῆς ἀγάπης, πρὸς τὴν ἀϊδιον ἀγάπην, καὶ πληροῖ αὐτὴν φωτὸς ἀϊδίου.

Ἡ ὑπὸ τοῦ θείου ἔρωτος τρωθεῖσα ψυχὴ ἀεὶ χαίρει καὶ ἀγάλλεται καὶ σκιρτᾷ καὶ χορεύει, διότι εὑρίσκεται ἐπαναπαυομένη ἐπὶ τῆς ἀγάπης τοῦ Κυρίου ὡς ἐπὶ ὕδατος ἀναπαύσεως· οὐδὲν τῶν τοῦ κόσμου θλιβερῶν ἰσχύει νὰ διαταράξη τὴν γαλήνην καὶ τὴν εἰρήνην αὐτῆς, οὐδὲ τὴν χαρὰν καὶ τὴν εὐφροσύνην αὐτῆς τῶν λυπηρῶν τί νὰ ἀφαιρέση.

Ἡ ἐρώσα τοῦ Θείου ψυχὴ μεταρσιουμένη ὑπὸ τῆς ἀγάπης ὑπεξίσταται πὼς τῶν σωματικῶν αἰσθήσεων καὶ αὐτοῦ τοῦ σώματος πὼς ἀποχωρεῖ καὶ ἑαυτῆς ἐπιλανθάνεται διὰ τὴν τελείαν πρὸς τὸ Θεῖον ἀφοσίωσιν.

Ἡ ἀνερμήνευτος γλυκύτης τῆς θείας ἀγάπης τὴν μὲν καρδίαν καταθέλγει καὶ κατακυριεύει, τὸν δὲ νοῦν ἕλκει πρὸς τὸ Θεῖον, ἵνα τοῦ Θεοῦ ἀπολαύσει ἐν ἀγαλλιάσει.

Ὁ θεῖος ἔρως τὴν πρὸς Θεὸν προμνηστεύεται οἰκείωσιν, ἡ δὲ γεῦσις τὴν πεῖναν.

Ἡ ψυχή, ἧς θεῖος ἅπτεται ἔρως, οὐδὲν ἕτερον λογίζεσθαι δύναται οὐδὲ ἐπιποθεῖν, ἀλλὰ συνεχῶς στενάζουσα λέγει· Κύριε, πότε ἤξω πρὸς Σὲ ὁ Θεός, ὡς ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων!

Τοιοῦτος ὁ θεῖος ἔρως ὁ κυριεύων τῆς ψυχῆς.

2. Περὶ τῆς θείας ἀγάπης

Ὦ ἀγάπη ἀληθὴς καὶ βέβαια! Ὦ ἀγάπη, τῆς θείας εἰκόνος ὁμοίωμα ! Ὦ ἀγάπη, τῆς ἐμῆς ψυχῆς γλυκυτάτη ἀπόλαυσις ! Ὦ ἀγάπη, τῆς ἐμῆς καρδίας θεῖον πλήρωμα! Ὦ ἀγάπη, τῆς ἐμῆς ψυχικῆς ἰσχύος τὸ κραταίωμα ! Ὦ ἀγάπη, τῆς ἐμῆς διανοίας διηνεκὲς μελέτημα. Σὺ τὴν ψυχήν μου ἀεὶ διακατέχουσα αὐτὴν περιέπεις καὶ διαθερμαίνεις. Σὺ αὐτὴν ζωογονεῖς καὶ πρὸς τὴν θείαν ἀγάπησιν ἀνάγεις. Σὺ τὴν καρδίαν μου πληροῦσα τῇ φλoγὶ τοῦ θείου ἔρωτος ἐκκαίεις, καὶ τὴν τοῦ ἄκρου ἐφετοῦ ζωπυρεῖς ἐπιπόθησιν. Σὺ τὴν ἰσχὺν τῆς ψυχῆς μου τῇ ζωογόνῳ σου δυνάμει ἐνισχύουσα ἱκανοῖς, ὅπως τὴν ὀφειλομένην τῇ θείᾳ ἀγάπῃ προσφέρῃ λατρείαν. Σὺ τὴν διάνοιάν μου κατέχουσα ἐλευθεροῖς αὐτὴν τῶν δεσμῶν τῶν γηίνων καὶ παρέχεις αὐτῇ τὴν ἐλευθερίαν, ἵνα πρὸς τὴν ἐν Οὐρανοῖς θείαν ἀγάπην ἀκωλύτως ἀνάγηται. Σὺ εἶσαι τὸ πολυτιμότατον τῶν πιστῶν θησαύρισμα, διότι εἶσαι τὸ τιμιώτατον τῶν θείων χαρισμάτων δώρημα. Σὺ εἶσαι τὸ θεοειδὲς τῆς ψυχῆς καὶ τῆς καρψίας ἀγλάϊσμα, διότι ἀναδεικνύεις τοὺς πιστοὺς υἱοὺς Θεοῦ. Σὺ εἶσαι τὸ τῶν πιστῶν ἐγκαλλώπισμα, διότι σεμνύνεις τοὺς φίλους σου. Σὺ εἶσαι τὸ μόνον διηνεκὲς ἀγαθόν, διότι εἶσαι αἰώνια. Σὺ εἶσαι τὸ ὡραιότερον τῶν φίλων τοῦ Θεοῦ περιβόλαιον, διότι δι᾿ αὐτοῦ περιβεβλημένοι οἱ πιστοὶ ἐμφανίζονται ἐνώπιον τῆς θείας ἀγάπης. Σὺ εἶσαι τὸ ἤδιστον τῶν πιστῶν ἐντρύφημα, διότι εἶσαι καρπὸς τοῦ ἁγίου Πνεύματος. Σὺ εἰσάγεις τοὺς ὑπὸ σοῦ ἁγιασθέντας πιστοὺς εἰς τὴν βασιλείαν τῶν Οὐρανῶν. Σὺ εἶσαι ἡ εὐωδία τῶν πιστῶν. Διὰ σοῦ τῆς τρυφῆς τοῦ παραδείσου μεταλαμβάνουσιν οἱ πιστοί. Διὰ σοῦ τὸ φῶς τοῦ νοητοῦ ἡλίου ἐν τῇ ψυχῇ τῶν πιστῶν ἀνατέλλει. Διὰ σοῦ οἱ νοεροὶ ὀφθαλμοὶ τῶν πιστῶν αὐγάζονται. Διὰ σοῦ οἱ πιστοὶ θείας δόξης καὶ αἰωνίου ζωῆς μέτοχοι γίνονται. Διὰ σοῦ ὁ πόθος τῶν οὐρανίων ἐν ἡμῖν ἐγγίγνεται. Σὺ τὴν βασιλείαν τοῦ Θεοῦ ἐπὶ τῆς γῆς ἀποκαθιστᾷς. Σὺ τὴν εἰρήνην τοῖς ἀνθρώποις βραβεύεις. Σὺ τὴν γῆν πρὸς τὸν Οὐρανὸν ἐξομοιοῖς. Σὺ τοὺς ἀνθρώπους τοῖς ἀγγέλοις συνάπτεις καὶ ἁρμονικὴν ὑμνῳδίαν τῷ Θεῷ ἀναπέμπεις. Σὺ ἐν πᾶσι νικᾷς. Σὺ ἐν πᾶσιν ὑπερτέρα δείκνυσαι. Σὺ τὰ πάντα ἀληθῶς κυβερνᾷς. Σὺ τὰ πάντα σοφῶς διέπεις. Σὺ τὰ πάντα κρατεῖς καὶ συνέχεις. Σὺ οὐδέποτε ἐκπίπτεις.

Ὦ ἀγάπη, καρδίας τῆς ἐμῆς πλήρωμα! Ὦ ἀγάπη, γλυκύτατον τοῦ γλυκυτάτου Ἰησοῦ ὁμοίωμα. Ὦ ἀγάπη, τῶν μαθητῶν τοῦ Κυρίου ἱερώτατον ἔμβλημα. Ὦ ἀγάπη, τοῦ γλυκυτάτου Ἰησοῦ σύμβολον. Σὺ τῷ πόθῳ σου τρῶσον τὴν ἐμὴν καρδίαν, πλήρωσον αὐτὴν χρηστότητος καὶ ἀγαθωσύνης, ἔμπλησον αὐτὴν ἀγαλλιάσεως. Σὺ οἰκητήριον ταύτην ἀνάδειξον τῆς χάριτος τοῦ παναγίου Πνεύματος. Σὺ πύρωσον ὅλην τῇ θείᾳ φλογί σου ὅπως καταφλέξῃ τὰ ταπεινὰ αὐτῆς πάθη, ἁγιάσῃ αὐτὴν καὶ εἰς ἄπαυστον ἀνελκύσῃ ὑμνῳδίαν. Σὺ πλήρωσον τὴν καρδίαν μου γλυκασμοῦ τῆς σῆς ἀγάπης, ὅπως τὸν μόνον γλυκύτατον ἀγαπῶ Ἰησοῦν Χριστὸν τὸν Κύριόν μου καὶ αὐτῷ ἄπαυστον ἀναπέμπω τὴν ὑμνῳδίαν ἐξ ὅλης καρδίας, ἐξ ὅλης τῆς ἰσχύος καὶ ἐξ ὅλης τῆς διανοίας. Ἀμήν.

Ὁ ἅγιος Ἰωάννης τῆς Κλίμακος λέγει περὶ τῆς πρὸς τὸν Θεὸν ἀγάπης· «ἀγάπη, προφητείας χορηγός· ἀγάπη, τεράτων παρεκτική· ἀγάπη, ἐλλάμψεως ἄβυσσος· ἀγάπη, πηγὴ πυρός· ὅσον ἀναβλύζει, τοσοῦτον τὸν διψῶντα καταφλέγη· ἀγάπη, ἀγγέλων στάσις, προκοπὴ ἀνθρώπων· ἀπάγγειλον ἠμίν, ὦ καλὴ ἐν ἀρεταῖς, ποῦ ποιμαίνεις τὰ πρόβατά σου; ποῦ κατασκηνοῖς ἐν μεσημβρίᾳ; φώτισον ἡμᾶς· πότισον ἡμᾶς· ὁδήγησον ἡμᾶς· χειραγώγησον ἡμᾶς· ἐπειδὴ πρὸς σὲ ἀναβαίνειν βουλόμεθα». (Λόγος Λ´.)

3. Περὶ ἀγάπης Θεοῦ ὅτι θεῖον ἐστὶ ἰδίωμα καὶ ὅτι ἐκ ταύτης ἡμῖν προχέονται ἅπαντα τὰ ἀγαθά

Ἀγάπη! θεῖον ἰδίωμα, ὅτι ὁ Θεὸς ἀγάπη ἐστι· διὸ καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ. Ἡ ἀγάπη ἐστὶ διάθεσις ψυχῆς ἀγαθή, καθ᾿ ἣν αὕτη οὐδὲν τῶν ὄντων τῆς τοῦ Θεοῦ γνώσεως προτιμᾷ. Ἡ ἀγάπη διδάσκει τὴν τήρησιν τῶν θείων ἐντολῶν· ἐναργὲς δὲ τεκμήριον τῆς περὶ Θεὸν ἀγάπης ἡ τῶν θείων αὐτοῦ νόμων τήρησις. Ἡ ἀγάπη ἡ πρὸς τὸν Θεὸν ἄγει εἰς τὴν τήρησιν τῶν ἐντολῶν τῶν εἰς γνῶσιν τοῦ Θεοῦ ἀναγουσῶν. Ὁ τὸν ἔρωτα τὸν θεῖον δεξάμενος πάντων μὲν ὁμοῦ τῶν γηϊνων καταφρονεῖ, πατεῖ δὲ ἁπάσας τὰς τοῦ κόσμου ἡδονάς· ὑπερορᾶ πλούτου καὶ δόξης, καὶ τῆς παρ᾿ ἀνθρώπων τιμῆς· ἀραχνίων οὐδὲν διαφέρειν ὑπολαμβάνειν τὴν βασιλικὴν ἁλουργίδα· τοὺς πολυτελεῖς τῶν λίθων ταῖς παρὰ τὰς ὄλθας ἀπεικάζει ψηφίσιν. Οὐ μακαριστὴν ἡγεῖται τὴν ὑγίειαν τοῦ σώματος, οὐδὲ συμφορὰν τὴν νόσον ἀποκαλεῖ, οὐδὲ δυσπραξίαν τὴν πενίαν προσαγορεύει, οὐδὲ πλούτῳ καὶ τρυφῇ τὴν εὐδαιμονίαν ὁρίζεται· ἀλλὰ ποταμίοις ῥεύμασι τὰ παραπεφυτευμένα ταῖς ὄχθαις παραῤῥέουσι δένδρα καὶ πρὸς οὐδὲν τούτων ἰσταμένοις, ἀεὶ ἐοικέναι τούτων ἕκαστον ἡγεῖται καλῶς.

Ἀληθῶς ἡ πνευματικὴ ἀγάπη πόλις ἐστὶν ὀχυρά, οὐ δυναμένη καταγωνισθῆναι οὐδὲ πολιορκηθῆναι ὑπὸ τοῦ Διαβόλου, οὔτε ὑπορυγαῖς, οὔτε ὑπερβάσεσιν· οὐδὲ γὰρ εἴκει ταῖς ἐλεπόλεσι τοῦ σατανᾶ, διὰ τὸ παρὰ τοῦ Δεσπότου Χριστοῦ φυλάττεσθαι.

Ὅταν τὸ τῆς ἀγάπης ἐπίκειται διάδημα, ἀρκεῖ δεῖξαι τοῦ Χριστοῦ τὸν ἀκριβῆ μαθητήν, οὐχ ἡμῖν μόνον, ἀλλὰ καὶ τοῖς ἀπίστοις. Ἐν τούτῳ γάρ, φησί, γνώσονται πάντες, ὅτι μαθηταί μου ἐστέ, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ὥστε τὸ σημεῖον τοῦτο σημείων ἁπάντων μεῖζον, εἰγε ἐν αὐτῷ γνωρίζεται ὁ μαθητής. Κἂν γὰρ μυρία ποιῶσι τινὲς σημεῖα, στασιάζωσι δὲ πρὸς ἀλλήλους, καταγέλαστοι τοῖς ἀπίστοις ἔσονται· ὥσπερ κἂν μηδὲν ποιῶσι σημεῖον, ἀγαπῶσι δ᾿ ἀλλήλους ἀκριβῶς, καὶ αἰδέσιμοι καὶ ἀχείρωτοι πᾶσιν ὄντες διαμένουσιν.

Ἡ ἀγάπη ἐστὶν ἡ τῶν μαθητῶν τοῦ Κυρίου εἰκών, ὁ χαρακτὴρ τῶν τοῦ Θεοῦ δούλων, τὸ γνώρισμα τῶν ἀποστόλων· ἐν τούτῳ γὰρ γινώσκωσιν αὐτοὺς πάντες.

Ἀγάπη, τὸ ἐξαίρετον ἀγαθόν, τὸ ὑπέρτατον γνώρισμα τῶν τοῦ Χριστοῦ μαθητῶν. Ἡ ἀγάπη τὸν χριστιανὸν χαρακτηρίζει καὶ αὕτη τῶν σημείων ἁπάντων μείζων· αὕτη γὰρ καὶ τῶν ἄλλων ἐντολῶν ἐστὶ φύλαξ καὶ συνεργός. Kαὶ ὥσπερ αἱ ἱμαντίαι (τὰ δεσίματα) τὰς οἰκοδομὰς συνέχουσιν, οὕτως αὕτη τὴν τελειότητα προξενεῖ, καὶ συνάπτει τὰ μέλη τοῦ σώματος. Πάντα ἐκεῖνα αὕτη συσφίγγει παροῦσα, ἀπούσης δὲ διαλύονται ἢ ἐλέγχονται ὑπόκρισις ὄντα καὶ οὐδέν. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει, τουτέστιν οὐδέποτε ἀστοχεῖ, ἀλλὰ πάντα κατορθοῖ, ἤ, ὃ κρεῖττον ἀντὶ τούτου, οὐ διαλύεται, οὐ διακόπτεται, οὐδέποτε παύεται, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι αἰώνι μένει, τῶν ἄλλων ἁπάντων καταργουμένων· οὐ διασφάλλεται, ἀλλ᾿ ἀεὶ μένει, βεβαῖα καὶ ἀσάλευτος, καὶ ἀκίνητος ἐσαεὶ διαμένουσα. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει· κἂν στασιάζωσιν ἄλλοι, κἂν χαίρωσι μάχαις, κἂν τὰ πρῶτα ζητῶσι, κἂν φθόνος αὐτοὺς ἀνερεθίζη, κἂν χειρῶν ἄρχωσιν ἀδίκων, κἂν τὰ ἄνω στρέφωσι κάτω, οὐδέποτε ἡ ἀγάπη τῆς οἰκείας ἕδρας καὶ ἀρετῆς ἐκπίπτει.

Ὁ Θεὸς Ἀγάπη καλούμενος οὐ διάθεσις ὑπάρχει, ἀλλὰ οὐσία ἀγαπώσα ἃ δημιουργεῖ καὶ ὧν προνοεῖται. Ὁ Θεὸς ἡμῶν ἡ Ἀγάπη ἐστι, καὶ τοῦτο χαίρει μᾶλλον ἀκούων ὁ Θεὸς ἢ τί ἄλλο.

Ἡ ἀγάπη τοῦ Θεοῦ τὴν πᾶσαν ἀγάπην μεθ᾿ ὑπερβολῆς ὑπερβαίνει. Οὐχ ἁπλῶς ἡμῶν προνοεῖ, ἀλλὰ καὶ ἐρῶν, καὶ σφόβρα ἐρῶν ἔρωτα τινὰ ἀμήχανον, ἔρωτα ἀπαθῆ μέν, θερμότατον δὲ καὶ ἐντονώτατον καὶ γνήσιον καὶ ἀκατάλυτον καὶ σβεσθῆναι μὴ δυνάμενον.

Τί οὐκ ἐποίησεν ὁ Θεὸς δι᾿ ἡμᾶς; Φθαρτὸν τὸν κόσμον δι᾿ ἡμᾶς, καὶ ἄφθαρτον ἐποίησε δι᾿ ἡμᾶς· κακωθῆναι τοὺς προφήτας συνεχώρησε δι᾿ ἡμᾶς, εἰς αἰχμαλωσίαν ἔπεμψε δι᾿ ἡμᾶς, εἰς κάμινον ἀφῆκεν ἐμπεσεῖν δι᾿ ἡμᾶς· τὰ μυρία ὑπομεῖναι κακὰ δι᾿ ἡμᾶς. Καὶ προφήτας δι᾿ ἡμᾶς αὐτοὺς ἐποίησε, καὶ ἀποστόλους δι᾿ ἡμᾶς· τὸν μονογενῆ δι᾿ ἡμᾶς ἐξέδωκε, τὸν διάβολον δι᾿ ἡμᾶς κολάζει.

Δι᾿ ἡμᾶς Θεὸς ἐν ἀνθρώποις· διὰ τὴν καταφθαρείσαν φύσιν ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν· μετὰ τῶν ἀχαρίστων, ὁ εὐεργέτης· πρὸς τοὺς αἰχμαλώτους, ὁ ἐλευθερωτής· πρὸς τοὺς καθημένονς ἐν σκότει, ὁ ἥλιος τῆς δικαιοσύνης· ἐπὶ τὸν σταυρόν, o ἀπαθὴς· ἐπὶ τὸν θάνατον, ἡ ζωή· ἐπὶ τὸν ἄδην, τὸ φῶς· ἡ ἀνάστασις διὰ τοὺς πεσόντας· πνεῦμα υἱοθεσίας, χαρισμάτων διανομαί, στεφάνων ἐπαγγελίαι καὶ τὰ ἄλλα, ὅσα οὐδὲ ἐξαριθμήσασθαι ῥάδιον.

Δι᾿ ἡμᾶς Θεὸς ἐν ἀνθρώποις· πνεύματος ἁγίου διανομή· θανάτου κατάλυσις· ἀναστάσεως ἐλπίς· θεῖα προστάγματα τελειοῦντα ἡμῶν τὴν ζωήν· πορεία πρὸς Θεὸν διὰ τῶν ἐντολῶν· βασιλεία τῶν οὐρανῶν εὐτρεπῆς· στέφανος δικαιοσύνης ἕτοιμος τῷ τοὺς ὑπὲρ τῆς ἀρετῆς πόνους μὴ ἀποδράσαντι.

Ἡ ἀγάπη τοῦ Θεοῦ τὸν Θεὸν ἔδειξεν ἐπὶ τῆς γῆς· ἡ ἀγάπη τοῦ Θεοῦ τὸν δεσπότην δοῦλον ἐποίησεν· ἡ ἀγάπη τοῦ Θεοῦ ὑπὲρ τῶν ἐχθρῶν τὸν ἀγαπητόν, ὑπὲρ τῶν μισούντων τὸν Υἱόν, ὑπὲρ τῶν δούλων τὸν δεσπότην, ὑπὲρ τῶν ἀνθρώπων τὸν Θεόν, ὑπὲρ τῶν οἰκετῶν τὸν ἐλεύθερον ἐκδοθῆναι ἐποίησε. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπὶ μείζονα ἡμᾶς ἐκάλεσεν· οὐ γὰρ μόνον ἀπήλλαξεν ἡμᾶς τῶν προτέρων κακῶν, ἀλλὰ καὶ πολλῷ μείζονα ἐπηγγείλατο.

Ἡ ἀγάπη τοῦ Θεοῦ ἔνδοξός ἐστι σοφία, καὶ χορηγήσει αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν. Ὁ ἀγαπῶν τὸν Θεὸν τὸν λόγον αὐτοῦ τηρεῖ, καὶ ὁ Θεὸς ἀγαπᾷ αὐτόν, καὶ ἐμφανίζει αὐτῷ ἑαυτῷ. «Ἐὰν τὶς ἀγαπᾷ με, λέγει ὁ Κύριος, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾿ αὐτῷ ποιήσομεν».

Τὸς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.

Εἴ τις ἀγαπᾷ τὸν Θεὸν οὗτος ἔγνωσται ὑπ᾿ αὐτοῦ.

Ὁ Θεὸς τὴν ἰδίαν παρέχει κοινωνίαν τοῖς τηροῦσι τὴν πρὸς αὐτὸν φιλίαν· κοινωνία δὲ Θεοῦ ζωὴ καὶ φῶς καὶ ἀπόλαυσις τῶν παρ᾿ αὐτοῦ ἀγαθῶν.

Οὐ πάντων Θεὸς ὁ Θεός, ἀλλὰ τῶν οἰκειωθέντων αὐτῷ διὰ τῆς ἀγάπης· ἀγάπη δὲ ἐστὶ σύνδεσμος τελειώσεως· δημιουργὸς ἀρετῆς ἁπάσης ἡ ἀγάπη.

Ἡ ἀγάπη πρὸς τὸν Θεὸν τίκτεται ἀπὸ πίστεως εἰλικρινοῦς· ὁ γὰρ ὄντως εἰς Θεὸν πιστεύων οὐκ ἀνέχεται ποτὲ ταύτην ἀφεῖναι.

Μᾶλλον ὁ χόρτος ὑπέμεινε πυρὸς ἐπιφοράν, ἢ φλόγα ἀγάπης ὁ διάβολος· αὕτη τείχους ὀχυρωτέρα, αὕτη ἀδάμαντος στεῤῥοτέρα.

Ἀγάπη δὲ ἐστὶν οὐ ψιλὰ ῥήματα, οὐδὲ προσρήσεις ἁπλῶς, ἀλλὰ προστασία καὶ δι᾿ ἔργων ἐπίδειξις· οἶον τὸ πενίαν λύειν, τὸ νοσοῦντι συναμύνειν, τὸ κινδύνων ἁπαλλάττειν, τὸ ἐν περιστάσεσιν οὔσι παρίστασθαι, τὸ κλαίειν μετὰ κλαιόντων, τὸ χαίρειν μετὰ χαιρόντων.

Ὁ ἀγαπῶν τὸν Θεόν, ὡς πεπληρωμένη ἔχων τὴν ἑαυτοῦ καρδίαν ἐκ τῆς θείας ἀγάπης, ἀγαπᾷ τοὺς ἐχθροὺς αὐτοῦ, εὐλογεῖ τοὺς καταρωμένους αὐτόν, καλῶς ποιεῖ τοὺς μισοῦντας αὐτὸν καὶ προσεύχεται ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων αὐτόν.

Ἐνέργεια καὶ ἀπόδειξις τῆς πρὸς τὸν Θεὸν τελείας ἀγάπης ἐστὶν ἡ γνησία δι᾿ εὐνοίας πρὸς τὸν πλησίον διάθεσις. Ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκε καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς ἡμῶν τιθέναι.

Ἡ ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν.

Ἡ ἀγάπη παῤῥησίαν δίδωσιν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

4. Ἐξομολόγησις πιστοῦ

Θεὸς ἐμοὶ δόξα καὶ πλοῦτος καὶ καύχημα. Θεὸς τὸ γλυκύτατον καὶ ἥδιστον ὑπὲρ πᾶν πρᾶγμα. Θεὸς τὸ μελέτημα καὶ ἐντρύφημα. Θεοῦ πνοῆς ἡ ψυχή μου δημιούργημα. Θεοῦ πλάσμα τὸ σῶμά μου. Θεοῦ εἰμὶ ὅλως εἰκών. Θεοῦ θείᾳ χάριτι γένος. Θεόθεν μοι τὸ εἶναι, τὸ κινεῖσθαι· θεόθεν τὸ φθέγγεσθαι ἔλαβον. Θεῷ καθ᾿ ἑκάστην τὸ πνεῦμα παρατίθημι. Θεῷ τὰς εὐχάς μου, ὅσαι ὥραι, προσάγω. Θεῷ ζῶ καὶ δουλεύω καὶ πάρειμι. Θεὸν τὸν μέγαν καὶ ἰσχυρὸν καὶ ζῶντα πάροχον καὶ συλλήπτορα καὶ τελειωτὴν τῶν καλῶν εὐμοιρῶ. Θεὸν ἐπόπτην, ὧν καὶ νοῶ καὶ λέγω καὶ πράττω καὶ πλουτῶ. Θεὸν κριτὴν φοβερὸν τῶν ἐν ἐμοὶ πεπραγμένων ἐκδέχομαι. Θεὸν ἴλεων καὶ συγγνώμονα ἔχω. Θεὸν μακρόθυμον καὶ πολυέλεον ὁμολογῶ. Θεὸν σωτῆρα καὶ λυτρωτήν μου καὶ Κύριον ἀνακηρύττω. Θεὸν ἀρχὴν τῶν πάντων γινώσκω. Θεὸν δοτήρα τῶν ἀγαθῶν οἶδα. Θεὸν προνοητὴν καὶ ἐπόπτην ἐπίσταμαι. Θεὸν πάνσοφον καὶ παντογνώστην, τὸν γινώσκοντα τὰ μέλλοντα καὶ τὰ παρόντα καὶ τὰ παρελθόντα ἐπιγινώσκω. Θεὸν ἀγαθὸν καὶ ἅγιον καὶ δίκαιον καὶ ἀληθινὸν ὑμνῶ καὶ δοξάζω καὶ εὐλογῶ καὶ ὑπερυψῶ. Θεὸν φιλάνθρωπον προσκυνῶ καὶ λατρεύω. Θεῷ πιστεύω. Ἐπὶ Θεὸν ἐλπίζω καὶ τὴν ἐλπίδα τῆς σωτηρίας μου ἀνατίθημι. Θεὸν τὴν πηγὴν τῆς ἀγάπης ἀγαπῶ καὶ ἐπιποθῶ. Πρὸς τὸν Θεὸν ἡ ψυχή μου σπένδεται. Πρὸς τὸν Θεὸν ἡ διάνοιά μου ἀνυψουμένη ἐπαναπαύεται. Τὸν Θεὸν ἡ καρδία μου ἐπιποθεῖ. Ἕνα Θεὸν τρισήλιον, τὴν τρισυπόστατον θεότητα, ὁμολογῶ· μίαν Θεότητα ἄναρχον, ἀΐδιον, ἁπλήν, ὑπερούσιον, ἀμέριστον κηρύττω· τὴν αὐτὴν Μονάδα καὶ Τριάδα· ὅλην Μονάδα τὴν αὐτήν, καὶ ὅλην Τριάδα τὴν αὐτήν· Μονάδα ὅλην κατ᾿ οὐσίαν τὴν αὐτήν, καὶ Τριάδα ὅλην κατὰ τὰς ὑποστάσεις τὴν αὐτὴν πιστεύω καὶ ὁμολογῶ· διότι μία θεότης ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα, μία δύναμις, μία σύνταξις, μία προσκύνησις ἡ τῆς ὁμοουσίου Τριάδος· διότι μία καὶ ἡ αὐτὴ φύσις καὶ οὐσία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.

Ταῦτα ὁμολογῶ καὶ πιστεύω καὶ κηρύττω καὶ φθέγγομαι.