Εὐχὴ εἰς τὸ κατασφραγίσαι παιδίον,
λαμβάνον ὄνομα τῇ ὀγδόῃ ἡμέρᾳ
ἀπὸ τῆς γεννήσεως αὐτοῦ.

Ἰστέον δὲ ὅτι τῇ ὀγδόῃ ἡμέρᾳ, μετὰ τὴν γέννησιν προσάγεται ἐν τῷ Ναῷ τὸ βρέφος παρὰ τῆς μαίας καὶ ἵσταται πρὸ τῶν πυλῶν τοῦ Ναοῦ. Ὁ δὲ Ἱερεὺς φέρων, ὡς εἴθισται, τὸ Ἐπιτραχήλιον, λέγει·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τρισάγιον. Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν.

Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας ἢ τοῦ Ἁγίου τοῦ Ναοῦ· εἶτα.

Τῇ πρεσβείᾳ, Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Εἶτα σφραγίζει τὸ μέτωπον, τὸ στόμα, καὶ τὸ στῆθος τοῦ βρέφους, λέγων τὴν ἑπομένην Εὐχήν·

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε ὁ Θεὸς ἡμῶν, σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν· Σημειωθήτω τὸ φῶς τοῦ προσώπου σου ἐπὶ τὸν δοῦλόν σου (τόνδε), καὶ σημειωθήτω ὁ Σταυρὸς τοῦ μονογενοῦς σου Υἱοῦ ἐν τῇ καρδίᾳ καὶ τοῖς διαλογισμοῖς αὐτοῦ, εἰς τὸ φυγεῖν τὴν ματαιότητα τοῦ κόσμου, καὶ πᾶσαν τὴν πονηράν ἐπιβουλήν τοῦ ἐχθροῦ, ἀκολουθεῖν δὲ τοῖς προστάγμασί σου. Καὶ δός, Κύριε, ἀνεξάρνητον μεῖναι τὸ ὄνομά σου τὸ ἅγιον ἐπ᾿ αὐτόν, συναπτόμενον ἐν καιρῷ εὐθέτῳ τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ καὶ τελειούμενον διὰ τῶν φρικτῶν Μυστηρίων τοῦ Χριστοῦ σου· ἵνα, κατὰ τὰς ἐντολάς σου πολιτευσάμενος καὶ φυλάξας τὴν σφραγῖδα ἄθραυστον, τύχῃ τῆς μακαριότητος τῶν ἐκλεκτῶν ἐν τῇ βασιλείᾳ σου. Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ἀνὰ χεῖρας λαβὼν τὸ παιδίον, ἵσταται ἔμπροσθεν τῶν πυλῶν τοῦ Ναοῦ ἢ τῆς εἰκόνος τῆς Ὑπεραγίας Θεοτόκου, καὶ ποιῶν Σταυροῦ τύπον, λέγει·

Χαῖρε, κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σύ, Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Εἶτα ποιεῖ τὴν Ἀπόλυσιν.

Δεῖ δὲ γινώσκειν, ὅτι τὸ γεννηθὲν βρέφος, ἐὰν ἄρα ἀσθενοῦν μὴ θηλάζῃ, ἀλλὰ καὶ πρὸς θάνατον ἀφορᾷ, οὐ χρὴ περιμένειν, ὥς τινες κακῶς φασι, τὴν ἕκτην, ἢ τὴν ὀγδόην ἡμέραν, καὶ οὕτω βαπτίζειν αὐτό, ἀλλὰ τῇ ὥρᾳ, ᾗ ἐγεννήθη, μόνον ἀποπλυθῆναι, καὶ εὐθὺς βαπτισθῆναι, ἵνα μὴ τελευτήσῃ ἀφώτιστον. Εἰ γὰρ αἱ πέντε μῆνας ἐγκυμονοῦσαι, εἰ τύχοι ἀπό τινος πληγῆς τὸ ἔμβρυον ἐκτρῶσαι, φόνου δίκῃ κατὰ τοὺς νόμους καὶ τοὺς κανόνας ἐνέχονται, πολλῷ μᾶλλον τὸ κρῖμα δεῖ ἐκφεύγειν τῶν γεννωμένων, ἵνα μὴ ἀφώτιστα τελευτῶσιν.

Εὐχὴ ὅταν σφραγίζουμε τὸ παιδί,
λαμβάνον ὄνομα
τὴν ὄγδοη ἡμέρα ἀπὸ τὴν γέννησή του

Συνηθίζεται τὴν ὄγδοη ἡμέρα μετὰ τὴν γέννηση τοῦ βρέφους ἡ μαῖα νὰ τὸ φέρνει στὸ ναὸ καὶ νὰ περιμένει ἔξω ἀπὸ τὴν εἴσοδό του. Ὁ Ἱερέας φέρων, ὅπως συνηθίζεται, τὸ Ἐπιτραχήλιο, λέγει:

Εὐλογητὸς ὁ Θεός μας πάντοτε, τώρα καὶ γιὰ πάντα, καὶ στοὺς αἰῶνες τῶν αἰώνων. Ἀμήν.

Ἅγιος ὁ Θεός. (γ´) Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν.

Τὸ ἀπολυτίκιο τῆς ἡμέρας ἢ τοῦ Ἁγίου του Ναοῦ, ἔπειτα:

Μὲ τὶς προσευχὲς Κύριε ὅλων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν εἰρήνη τὴν δική Σου δῶσε μας καὶ ἐλέησέ μας ἀφοῦ εἶσαι ὁ μόνος ποὺ μᾶς συμπονᾷς.

Μετὰ ὁ Ἱερέας σφραγίζει τὸ μέτωπο, τὸ στόμα καὶ τὸ στῆθος τοῦ βρέφους καὶ λέει τὴν ἑπόμενη εὐχή:

Ἂς προσευχηθοῦμε στὸν Κύριο.

Κύριε Θεέ μας σὲ παρακαλοῦμε. Ἂς φανερωθεῖ τὸ φῶς τοῦ προσώπου Σου ἀπάνω στὸν (ἢ στὴν) δοῦλο Σου (τὸ ὄνομα τοῦ παιδιοῦ), καὶ ἂς σημειωθεῖ ὁ σταυρὸς τοῦ μονογενοῦς Σου Υἱοῦ στὴν καρδία καὶ στὶς σκέψεις αὐτοῦ τοῦ βρέφους, ὥστε νὰ ξεφύγει ὅσα εἶναι μάταια σὲ αὐτὸν τὸν κόσμο, ἄλλα καὶ ἀπὸ κάθε ἐπίθεση τοῦ ἐχθροῦ καὶ νὰ ἀκολουθεῖ τὶς ἐντολές Σου. Κάνε Κύριε νὰ μείνει ἀνεξίτηλο τὸ ὄνομά Σου τὸ ἅγιο ἀπάνω του, ὥστε νὰ ἑνωθεῖ κατὰ τὸν κατάλληλο χρόνο τῆς βαπτίσεώς του μὲ τὴν Ἁγία Σου Ἐκκλησία καὶ νὰ τελειοποιηθεῖ μὲ τὰ φρικτὰ μυστήρια Σου. Μὲ αὐτὸ τὸν τρόπο θὰ φυλάξει τὴν σφραγῖδα τοῦ ἁγίου βαπτίσματος ἄθραυστη ζωντας κατὰ τὶς ἐντολές Σου ὥστε τὴν ἐπουράνιο Βασιλεία Σου νὰ τὴν χαρεῖ μαζὶ μὲ τοὺς Ἁγίους Σου. Ὅλα αὐτὰ θὰ τὰ πετύχει μὲ τὴν χάρη τοῦ Τριαδικοῦ Θεοῦ ὁ ὁποῖος εἶναι Αὐτὸς ποὺ εὐλογεῖ, ὁ Ἀγαθὸς καὶ αὐτὸς ποὺ δίνει Ζωὴ τώρα καὶ πάντοτε καὶ εἰς τοὺς αἰῶνες τῶν αἰώνων. Μακάρι.

Μετὰ ὁ Ἱερέας παίρνει τὸ παιδὶ στὰ χέρια του, πηγαίνει μπροστὰ στὶς πύλες τοῦ Ναοῦ ἢ στὴν εἰκόνα τῆς Θεοτόκου, κάνει τὸ σημεῖο τὸ σταυροῦ κρατώντας τὸ βρέφος καὶ λέει:

Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, γιατὶ ἀπὸ ἐσένα, ἀνέτειλε ὁ Ἥλιος τῆς δικαιοσύνης, ὁ Χριστὸς ὁ Θεός μας ποὺ φωτίζει ὅσους βρίσκονται στὸ σκοτάδι. Νὰ χαίρεσαι καὶ ἐσὺ δίκαιε Συμεὼν ποὺ δέχθηκες στὴν ἀγκαλιά σου τὴν ὄγδοη ἡμέρα τῆς γεννήσεώς Του, τὸν Χριστό, τὸν ἐλευθερωτὴ τῶν ψυχῶν μας, ποὺ μᾶς χάρισε τὴν Ἀνάσταση.

Ἀπόλυση.


Ἑρμηνευτικὴ προσέγγιση / Μετάφραση
βασισμένη στὸ «Μικρὸν Εὐχολόγιον, σελ. 67–69
ἔκδοσις Ἀποστολικῆς Διακονίας τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.
π. Νεκτάριος Κουτρουμάνης