Εὐχὴ εἰς γυναῖκα λεχώ,
τῇ πρώτῃ ἡμέρᾳ τῆς γεννήσεως
τοῦ παιδίου αὐτῆς.

Εἰσέρχεται ὁ Ἱερεὺς ἐν τῷ οἴκῳ ἔνθα τὸ βρέφος ἐγεννήθη καὶ ἵσταται πρὸ τοῦ πυλῶνος φέρων τὸ ἐπιτραχήλιον. Κἀκεῖσε λέγει·

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (γ´).

Δόξα. Καὶ νῦν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς, Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα. Καὶ νῦν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ Βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας καὶ τὸ Κοντάκιον, εἰ ἐστὶν ἑορτὴ Δεσποτικὴ ἢ Θεομητορική, εἰ δὲ μή·

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα.

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· Σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Εἰ δὲ βούλει, λέγε·

Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους Ἀνατολήν. Κύριε δόξα σοι.

Ἡ Γέννησίς σου, Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν· καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

Εἶθ᾿ οὕτω τὰς ἑπομένας Εὐχάς.

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα, Κύριε, Παντοκράτορ, ὁ ἰώμενος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, αὐτὸς καὶ τὴν παροῦσαν, τὴν σήμερον τέξασαν δούλην σου (τὴν δε) ἴασαι, καὶ ἀνάστησον αὐτὴν ἀπὸ τῆς κλίνης, ἧς ἐπίκειται· ὅτι, κατὰ τὸν τοῦ προφήτου Δαυῒδ λόγον, ἐν ἀνομίαις συνελήφθημεν καὶ διὰ ῥύπου πάντες ἐσμὲν ἐνώπιόν σου. Φύλαξον ταύτην καὶ τὸ παρὸν νήπιον, ὃ ἔτεκε· σκέπασον αὐτὴν ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου ἀπὸ τῆς σήμερον μέχρι τῆς ἐσχάτης αὐτῆς τελειώσεως· πρεσβείαις τῆς παναχράντου Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων· Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ τεχθεὶς ἐκ τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, καὶ ὡς νήπιον ἐν φάτνῃ ἀνακλιθείς, καὶ ὡς βρέφος ἀναδειχθείς· αὐτὸς καὶ τὴν παροῦσαν δούλην σου (τήνδε) τὴν σήμερον τέξασαν τὸ παρὸν παιδίον, ἐλέησον, καὶ συγχώρησον τὰ ἑκούσια καὶ τὰ ἀκούσια αὐτῆς πταίσματα καὶ διαφύλαξον αὐτὴν ἀπὸ πάσης τοῦ Διαβόλου τυραννίδος. Καὶ τὸ ἐξ αὐτῆς κυηθὲν νήπιον διατήρησον ἀπὸ πάσης φαρμακείας, ἀπὸ πάσης χαλεπότητος, ἀπὸ πάσης ζάλης τοῦ ἀντικειμένου, ἀπὸ πνευμάτων πονηρῶν, ἡμερινῶν τε καὶ νυκτερινῶν. Ταύτην δὲ διατήρησον ὑπὸ τὴν κραταιὰν χεῖρά σου, καὶ δὸς αὐτῇ ταχινὴν ἐξανάστασιν, καὶ τοῦ ῥύπου κάθαρον καὶ τοὺς πόνους θεράπευσον, καὶ ῥῶσιν καὶ εὐρωστίαν ψυχῇ τε καὶ σώματι δώρησαι, καὶ δι᾿ Ἀγγέλων φαιδρῶν καὶ φωτεινῶν ταύτην περίθαλψον, καὶ περιφρούρησον ἀπὸ πάσης ἐπελεύσεως τῶν ἀοράτων πνευμάτων. Ναί, Κύριε, ἀπὸ νόσου καὶ μαλακίας, ἀπὸ ζήλου καὶ φθόνου, καὶ ὀφθαλμῶν βασκανίας, καὶ ἐλέησον αὐτὴν καὶ τὸ βρέφος, κατὰ τὸ μέγα σου ἔλεος· καὶ καθάρισον αὐτὴν ἀπὸ τοῦ σωματικοῦ ῥύπου καὶ τῶν ποικίλων αὐτῇ ἐπερχομένων σπλαγχνικῶν ἐνοχλήσεων, καὶ ἔξαξον αὐτήν, διὰ τῆς ταχινῆς σου ἐλεημοσύνης, ἐν τῷ ταπεινῷ αὐτῆς σώματι εἰς ἐπανόρθωσιν· καὶ τὸ ἐξ αὐτῆς κυηθὲν νήπιον ἀξίωσον προσκυνῆσαι τὸν ἐπίγειον ναόν, ὃν ἡτοίμασας εἰς τὸ δοξολογεῖσθαι τὸ ὄνομά σου τὸ ἅγιον· Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ εὐδοκήσας κατελθεῖν ἐκ τῶν οὐρανῶν, καὶ γεννηθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, διὰ τὴν σωτηρίαν ἡμῶν τῶν ἁμαρτωλῶν, ὁ γινώσκων τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως, συγχώρησον τῇ δούλῃ σου (τῇ δε), τῇ τεξάσῃ σήμερον, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου. Σὺ γὰρ εἶπας, Κύριε· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. Διὰ τοῦτο καὶ ἡμεῖς οἱ δοῦλοί σου δεόμεθα, καὶ θαῤῥοῦντες διὰ τῆς ἀνεξικάκου σου φιλανθρωπίας, φόβῳ βοῶμεν πρὸς τὸ τῆς βασιλείας σου ἅγιον ὄνομα. Ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε τὴν ἀσθένειαν ἡμῶν τῶν καταδίκων, καὶ συγχώρησον τῇ δούλῃ σου (τῇ δε), καὶ παντὶ τῷ οἴκῳ, ᾧ ἐγεννήθη τὸ παιδίον, καὶ τοῖς ἁψαμένοις αὐτῆς, καὶ τοῖς ἐνθάδε εὑρισκομένοις πᾶσιν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον· ὅτι μόνος ἔχεις ἐξουσίαν ἀφιέναι ἁμαρτίας. Πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

Καὶ ἡ Ἀπόλυσις.

Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Ὁ ἐν σπηλαίῳ γεννηθείς, καὶ ἐν φάτνῃ ἀνακλιθεὶς διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Εὐχὴ σὲ γυναίκα λεχώνα,
τὴν πρώτη ἡμέρα τῆν γεννήσεως
τοῦ παιδιοῦ της

Εἰσέρχεται ὁ ἱερέας στὸ σπίτι (σήμερα στὸ μαιευτήριο) ὅπου τὸ βρέφος γεννήθηκε· καὶ φέρων τὸ ἐπιτραχήλιο, λέγει·

Εὐλογητὸς ὁ Θεός μας πάντοτε, τώρα καὶ γιὰ πάντα, καὶ στοὺς αἰῶνες τῶν αἰώνων. Ἀμήν.

Ἅγιος ὁ Θεός. (γ´) Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν.

Τὸ Ἀπολυτίκιον τῆς ἡμέρας καὶ τὸ Κοντάκιον, ἐὰν εἶναι ἑορτὴ Δεσποτικὴ ἢ Θεομητορική, εἰ δὲ μή·

Τὰ συνήθη τροπάρια.

Ἀκολούθως ἱκετεύει τὸν χορηγό της ζωῆς, τὸν Χριστό, νὰ «ἀναστήσει» τὴν λεχὼ ἀπὸ τὴν κλίνη της, νὰ τὴν καθαρίσει ἀπὸ τὸ ρύπο καὶ τὶς σπλαγχνικὲς ἐνοχλήσεις καὶ νὰ διαφυλάξει τὸ βρέφος ἀβλαβὲς ἀπὸ τὶς ἐπήρειες τοῦ πονηροῦ.

Καὶ τὶς ἑπόμενες εὐχές·

Ἂς προσευχηθοῦμε στὸν Κύριο.

Δέσποτα Κύριε Παντοκράτορα, ἐσὺ ποὺ θεραπεύεις κάθε νόσο καὶ ἀσθένεια, ἐσὺ καὶ τούτη τὴν δούλη σου (τὸ ὄνομα τῆς λεχώνας) ποὺ σήμερα γέννησε, θεράπευσε καὶ σήκωσε τὴν ἀπὸ τὸ κρεβάτι στὸ ὁποῖο βρίσκεται. Διότι κατὰ τὸν λόγο τοῦ προφήτη Δαυίδ, ὅλοι μας ἔχουμε συλληφθεῖ μὲ ἀνομία (πρὶν ἀπὸ τὸ βάπτισμά μας μετέχουμε τῆς προπατορικῆς ἁμαρτίας) καὶ μὲ ρύπους (μὲ τὴν παρακοὴ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας ἡ ἀνθρωπότητα κάλυψε τὴν λαμπρότητα τῆς φύσεώς της) εἴμαστε μπροστά σου. Φύλαξε αὐτὴ καὶ τὸ νήπιο τοῦτο τὸ ὁποῖο γέννησε Σκέπασε τὴν κάτω ἀπὸ τὴν σκέπη τῶν πτερύγων σου ἀπὸ σήμερα μέχρι τὴν πνευματική της ὁλοκλήρωση (τὴν κοίμησή της). Μὲ τὶς πρεσβεῖες τὶς πανάχραντου Θεοτόκου καὶ πάντων τῶν Ἁγίων. Διότι εἶσαι εὐλογητὸς στοὺς αἰῶνες τῶν αἰώνων. Ἀμήν.

Ἂς προσευχηθοῦμε στὸν Κύριο.

Δέσποτα Κύριε Θεέ μας, ὁ ὁποῖος γεννήθηκες ἀπὸ τὴν πανάχραντο Δέσποινά μας Θεοτόκο καὶ παντοτινὴ παρθένο Μαρία καὶ ὡς νήπιο κάθισες στὴν φάτνη καὶ φανερώθηκες (στοὺς ἀνθρώπους) ὡς βρέφος, Ἐσὺ λοιπὸν καὶ τὴν δούλη σου (τὸ ὄνομα τῆς λεχώνας) ποὺ σήμερα γέννησε τὸ παιδὶ αὐτό, ἐλέησε καὶ συγχώρησε τὰ πταίσματα ποὺ ἔκανε μὲ τὴν θέλησή της ἢ καὶ χωρὶς τὴν θέλησή της, καὶ διαφύλαξέ την ἀπὸ κάθε τυραννία τοῦ Διαβόλου. Καὶ τὸ νήπιο ποὺ προέρχεται ἀπὸ ἐκείνη διατήρησε ἀπὸ κάθε δηλητηρίαση, ἀπὸ κάθε δυσκολία, ζάλη τοῦ ἀντικειμένου καὶ ἀπὸ πνεύματα πονηρὰ ἡμέρας καὶ νύκτας. Αὐτὴν (τὴν λεχώνα) διατήρησε κάτω ἀπὸ τὸ δυνατὸ χέρι σου καὶ δῶσε της γρήγορα νὰ σηκωθεῖ καὶ καθάρισέ την ἀπὸ τὰ λόχειά της καὶ τοὺς πόνους (τοῦ τοκετοῦ) θεράπευσε, καὶ δύναμη δώρισε καὶ ὑγεία στὴν ψυχὴ καὶ τὸ σῶμα της. Ἀνακούφισέ την μὲ τὴν νοερὴ παρουσία τῶν εὐχαρίστων καὶ φωτεινῶν Ἀγγέλων σου καὶ φύλαξέ την ἀπὸ κάθε ἐπίσκεψη πονηρῶν πνευμάτων. Ναί, Κύριε, ἀπὸ ἀρρώστια καὶ πνευματικὴ ἀσθένεια, ἀπὸ ζήλια καὶ φθόνο καὶ ὀφθαλμοὺς ποὺ ἐπηρεάζουν μὲ βασκανία καὶ ἐλέησε αὐτὴ καὶ τὸ βρέφος κατὰ τὸ μέγα σου ἔλεος καὶ καθάρισέ την ἀπὸ τοὺς διάφορους σπλαγχνικοὺς πόνους ποὺ ἐπακολουθοῦν τὸν τοκετὸ καὶ ἐπανόρθωσέ την μὲ τὴν ταχεία ἐλεημοσύνη σου στὸ ταπεινὸ σῶμα της. Καὶ τὸ νήπιο ποὺ γεννήθηκε ἀπὸ αὐτὴν ἀξίωσε νὰ προσκυνήσει τὸν ἐπίγειο ναό σου (καὶ μὲ τὸν σαραντισμὸ καὶ ἔπειτα μὲ τὴν βάπτισή του), τὸν ὁποῖο ἑτοίμασες γιὰ νὰ δοξολογεῖται τὸ ἅγιο ὄνομά σου. Διότι σὲ ἐσένα ταιριάζει (ἡ ἀπόλυτη) δόξα, τιμή, καὶ προσκύνηση, στὸν Πατέρα καὶ τὸν Υἱὸ καὶ τὸ Ἅγιο Πνεῦμα, τώρα καὶ πάντοτε καὶ στοὺς αἰῶνες τῶν αἰώνων. Ἀμήν.

Ἂς προσευχηθοῦμε στὸν Κύριο.

Κύριε Θεέ μας, ἐσὺ ποὺ θέλησες νὰ κατέλθεις ἀπὸ τοὺς οὐρανοὺς καὶ νὰ γεννηθεῖς ἀπὸ τὴν ἁγία Θεοτόκο καὶ παντοτινὴ Παρθένο Μαρία γιὰ τὴν σωτηρία τῶν ἁμαρτωλῶν, ἐσὺ ποὺ γνωρίζεις τὴν ἀστάθεια τῆς ἀνθρώπινης φύσεως, συγχώρησε τὴν δούλη σου (τὸ ὄνομά της) ποὺ γέννησε σήμερα σύμφωνα μὲ τὸ πλῆθος τῆς εὐσπλαγχνίας σου. Διότι ἐσὺ Ἐσὺ εἶπες Κύριε: αὐξάνεστε καὶ πληθύνεστε καὶ γεμίστε τὴν γῆ καὶ κατακυριεύσατε αὐτήν. Γιὰ τοῦτο καὶ ἐμεῖς οἱ δοῦλοί σου σὲ παρακαλοῦμε καὶ παίρνουμε θάρρος ἀπὸ τὴν ἀνεξίκακη φιλανθρωπία σου, ὥστε νὰ ἐπικαλούμαστε μὲ φόβο, βαθὺ σεβασμὸ τὸ ἅγιο ὄνομά σου, αὐτὴν τὴν χρονικὴ στιγμή, ἀλλὰ καὶ στὴν Βασιλεία τῶν οὐρανῶν. Ἐπίβλεψε ἀπὸ τὸν οὐρανὸ καὶ πρόσεξε τὴν ἀσθένειά μας τῶν καταδίκων καὶ συγχώρησε τὴν δούλη σου (τὸ ὄνομά της) καὶ ὁλόκληρο τὸν οἶκο ἀπὸ ὅπου γεννήθηκε τὸ παιδὶ καὶ ὅλους ὅσους τὴν βοήθησαν (στὸν τοκετὸ) καὶ ὅσοι κατοικοῦν σὲ αὐτόν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος, διότι μόνος ἐσὺ ἔχεις τὴν ἐξουσία νὰ συγχωρεῖς τὶς ἁμαρτίες μας. Ὅλα αὐτὰ τὰ εὐχόμαστε μὲ τὴν συμπαράσταση τῆς μητέρας σου, τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου. Ἀμήν.

Καὶ ἡ Ἀπόλυση.

Δόξα δίνουμε σὲ Ἐσένα τὴν ἐλπίδα μας, δόξα. Ἐσὺ ποὺ γεννήθηκες στὸ σπήλαιο καὶ κάθισες στὴν φάτνη γιὰ τὴν δική μας σωτηρία, ὁ Χριστὸς ὁ ἀληθινὸς Θεός, μὲ τὶς προσευχὲς τῆς πανάχραντου καὶ καθαρότατης ἁγίας του Μητέρας, μὲ τὴν δύναμη τοῦ τίμιου καὶ ζωοποιοῦ Σταυροῦ, μὲ τὶς προστασίες τῶν τίμιων ἐπουρανίων (ἀγγελικῶν) ἀσωμάτων Δυνάμεων, μὲ τὶς προσευχὲς τοῦ τίμιου καὶ δοξασμένου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν Ἁγίων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων τῆς Ἐκκλησίας, τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ μὲ τὶς εὐχὲς ὅλων τῶν Ἁγίων, ἐλέησε καὶ σῶσε μας, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

* * *

Σύνοψις τῶν εὐχῶν

Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ποὺ ἦλθες στὸν κόσμο καὶ ἔγινες ἄνθρωπος γιὰ τὴν σωτηρία τῶν ἀνθρώπων, ἔλα καὶ σ᾿ αὐτὸ τὸ σπίτι καὶ σ᾿ αὐτοὺς ποὺ κατοικοῦν σ᾿ αὐτό, καὶ εὐλόγησέ τους μαζὶ μὲ τὸ νεογέννητο βρέφος τους. Δώρησε σ᾿ αὐτοὺς τὴν εὐλογία καὶ τὸν ἁγιασμό σου μὲ τὴν χάρη τοῦ ἁγίου σου Πνεύματος. Ζωογόνησε τὸ νήπιο καὶ τὴν μητέρα του. Εὐδόκησε νὰ διαφυλαχθεῖ ἀνώτερο τῆς κακίας τοῦ διαβόλου. Ἐλεύθερο ἀπὸ κάθε βασκανία, φθόνο, ζῆλο ἢ ἐπιβουλή. Ἀξίωσέ το νὰ λάβει τὸ ἅγιο βάπτισμα, καὶ τὴν «σφραγίδα» τῆς χάριτος τοῦ μυστηρίου τοῦ ἁγίου Χρίσματος, καὶ νὰ μετάσχει στὸ Ἅγιο σῶμα καὶ τὸ τίμιο αἷμα σου, στὴν ἁγία εὐχαριστία τῆς Ἐκκλησίας σου. Τὴν δούλη σου (δεῖνα) προστάτευσέ την καὶ ἀπάλλαξέ την ἀπὸ κάθε πόνο καὶ ἀνάγκη, καὶ περίθαλψέ την μὲ ἀγγέλους σου φαιδροὺς καὶ φωτεινούς. Σὺ εἶσαι Κύριε ἡ ἀσφάλεια καὶ ὁ ἁγιασμός μας καὶ σὲ σένα ἀναπέμπουμε δόξα μαζὶ μὲ τὸν Πατέρα καὶ τὸ Ἅγιο Πνεῦμα, τώρα καὶ πάντοτε καὶ στοὺς αἰῶνες τῶν αἰώνων. Ἀμήν.

* * *

Ὅταν τὸ παιδὶ ἀπὸ μικρὸ γεμίσει μὲ Χριστό, πηγαίνοντας στὴν ἐκκλησία μὲ τοὺς γονεῖς, κοινωνεῖ, ψάλλει, προσεύχεται, ἀργότερα ὅταν μεγαλώσει καὶ φύγει μακριὰ ἀπὸ τοὺς γονεῖς καὶ βρεθεῖ ἀκόμη καὶ σὲ ἄσχημο περιβάλλον δὲν ἔχει ἀνάγκη. Εἶναι σὰν τὸ ξύλο ποὺ ὅταν ἔχει ποτιστεῖ καλὰ μὲ λινέλαιο μετὰ δὲν ἔχει ἀδυναμία στὴν βροχή, δὲν δέχεται τὰ νερά, τὰ ἐκβάλλει. (Ὅσιος Παΐσιος Ἁγιορείτης)

* * *


Ἑρμηνευτικὴ προσέγγιση / Μετάφραση
βασισμένη στὸ «Μικρὸ Εὐχολόγιο σελ. 69–76
τῆς Ἀποστολικῆς Διακονίας τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.
π. Νεκτάριος Κουτρουμάνης

ΕΥΧΑΙ

Λίγα λόγια εἰσαγωγικά

Ἡ Ἐκκλησία μας ὡς φιλόστοργη μητέρα, ἀγκαλιάζει ὁλόκληρη τὴν ζωὴ τοῦ ἀνθρώπου. Συν-ὁδοιπορεύει μαζί του ἀπὸ τὴν ἀρχὴ τῆς γεννήσεώς του, ἕως τὴν κρίσιμη στιγμὴ τῆς ἐξόδου ἀπὸ τὸν παρόντα κόσμο καὶ τῆς εἰσόδου του στὴν ὄντως ζωή.

Οἱ σαράντα ἡμέρες ποὺ ἐπακολουθοῦν τὴν γέννα, εἶναι τόσο γιὰ τὸ παιδί, ὅσο καὶ γιὰ τὴν μητέρα του, μία ὄμορφη καὶ πολύπλευρη ἐμπειρία. Ἐκείνη εἶναι ψυχικὰ ἀνάστατη, σωματικὰ καταβεβλημένη.

Οἱ ἀνακατατάξεις μέσα της καὶ γύρω της εἶναι συγκλονιστικὲς καὶ ριζικές. Τὸ νεογνό, γνωρίζει τὸ φῶς καὶ συνάμα ἀποκτᾶ τὴν αἴσθηση τῆς ἐγγύτητας, τῆς ἀμεσότητας τῆς ἁφῆς.

Τὴν κατάσταση αὐτὴ καλεῖται νὰ περιθάλψει ἡ Ἐκκλησία μὲ ἀγάπη κατανόηση καὶ χαρά. Οἱ εὐχὲς ἀντιμετωπίζουν τὶς βαθύτερες ἀνάγκες τους. Δὲν βάζουν ἐνοχὲς ἢ ἐπιτίμια στὴν λεχώνα ἀλλὰ εἶναι μία δυνατὴ παράκληση μὲ περιεχόμενο εὐχαριστιριακὸ καὶ συγχωρητικό, μία ἠχηρὴ ὑπενθύμιση στὴν ἴδια καὶ τοὺς οἰκείους της , ὅτι ἡ ζωὴ ποὺ ἦλθε εἶναι καρπὸς θεανθρώπινος, προσπάθειάς μας, ἀλλὰ κυρίως θείας βουλήσεως .Ὁ καρπὸς τῆς γέννας εἶναι δῶρο Θεοῦ ποὺ μᾶς προσφέρεται ὡς συνδημιουργία συνεργασία Θεοῦ καὶ ἀνθρώπου μὲ προοπτικὴ πέρα ἀπὸ τὴν παροῦσα ζωή, ἔχοντας ὡς στόχο τὴν βασιλεία τοῦ Θεοῦ.

Στὸ Μικρὸ Εὐχολόγιο, ὑπάρχουν τρεῖς (3) ἀκολουθίες γιὰ τὴν λεχώνα γυναίκα, ποὺ ταυτόχρονα ἀναφέρονται καὶ στὸ παιδί της·

1. Ἡ πρώτη τελεῖται μὲ τὴν γέννηση τοῦ παιδιοῦ, παλαιότερα στὸ σπίτι, σήμερα στὸ μαιευτήριο. Στὴν πράξη σπάνια διαβάζεται διότι ἀπὸ λήθη δὲν εἶναι εὐρέως γνωστή.

2. Ἡ δεύτερη, τὴν ὄγδοη ἡμέρα ἀπὸ τὸν τοκετὸ κατὰ τὴν ὁποία δίνεται τὸ ὄνομα.

3. Τέλος ἡ τρίτη ,τὴν τεσσαρακοστὴ ἡμέρα τῆς γεννήσεώς του, κατὰ τὴν ὁποία τὸ παιδὶ μὲ τοὺς γονεῖς του καὶ τὸν νονό του ἢ τὴν νονά του ἐνώπιον τοῦ πρεσβυτέρου δίνουν τὴν ὑπόσχεση (ὅπως στὸ λογοδόσιμο πρὶν τὸν γάμο) ἐνώπιον τοῦ Θεοῦ ὅτι θὰ βαπτίσουν (θὰ ἀφιερώσουν) τὸ παιδὶ στὸν θεό.

Φυσικά, πολλοὶ καλοῦν τὸν ἱερέα τὴν εἰκοστὴ ἡμέρα μετὰ τὸν τοκετὸ γιὰ τὴν λεγόμενη μισὴ εὐχὴ σαραντισμοῦ, ἡ ὁποία θὰ δώσει στὴν γυναίκα τὴν δυνατότητα νὰ βγεῖ ἀπὸ τὸ σπίτι νωρίτερα. Τέτοια εὐχὴ δὲν ὑπάρχει. Ὁ πρεσβύτερος στὴν περίπτωση ἐκείνη διαβάζει τὴν εὐχὴ τῆς πρώτης ἢ τῆς ὀγδόης ἡμέρας, οἱ ὁποῖες σήμερα γιὰ λόγους πρακτικοὺς δὲν τελοῦνται στὸν χρόνο ποὺ ἔχουν ὁρισθεῖ.