Ἅγιος Ἰωάννης Χρυσόστομος - Λόγος εἰς τὸ γενέθλιον τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

Joannes Chrysostomus - In natalem Christi diem


ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
ΛΟΓΟΣ ΕΙΣ ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

Μυστήριον ξένον καὶ παράδοξον βλέπω· ποιμένες μου περιηχοῦσι τὰ ὦτα, οὐκ ἔρημον συρίζοντες μέλος, ἀλλ᾿ οὐράνιον ᾄδοντες ὕμνον. Ἄγγελοι ᾄδουσιν, ἀρχάγγελοι μέλπουσιν, ὑμνεῖ τὰ Χερουβὶμ, δοξολογεῖ τὰ Σεραφὶμ, πάντες ἑορτάζουσι Θεὸν ἐπὶ γῆς ὁρῶντες, καὶ ἄνθρωπον ἐν οὐρανοῖς· τὸν ἄνω κάτω δι᾿ οἰκονομίαν, καὶ τὸν κάτω ἄνω διὰ φιλανθρωπίαν. Σήμερον Βηθλεὲμ τὸν οὐρανὸν ἐμιμήσατο· ἀντὶ μὲν ἀστέρων ἀγγέλους ὑμνοῦντας δεξαμένη, ἀντὶ δὲ ἡλίου τὸν τῆς δικαιοσύνης ἀπεριγράπτως χωρήσασα. Καὶ μὴ ζήτει πῶς· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Μυστήριο παράξενο καὶ παράδοξο ἀντικρύζω. Βοσκῶν φωνὲς φτάνουν στ᾿ αὐτιά μου. Δὲν παίζουν σήμερα μὲ τὶς φλογέρες τοὺς κάποιον τυχαῖο σκοπό. Τὰ χείλη τοὺς ψάλλουν ὕμνο οὐράνιο. Οἱ ἄγγελοι ὑμνολογοῦν, οἱ ἀρχάγγελοι ἀνυμνοῦν, ψάλλουν τὰ Χερουβεὶμ καὶ δοξολογοῦν τὰ Σεραφείμ. Πανηγυρίζουν ὅλοι, βλέποντας τὸ Θεὸ στὴ γῆ καὶ τὸν ἄνθρωπο στοὺς οὐρανούς. Σήμερα ἡ Βηθλεὲμ μιμήθηκε τὸν οὐρανό: Ἀντὶ γι᾿ ἀστέρια, δέχτηκε τοὺς ἀγγέλους· ἀντὶ γιὰ ἥλιο, δέχτηκε τὸν Ἥλιο τῆς δικαιοσύνης. Καὶ μὴ ζητᾶς νὰ μάθεις τὸ πῶς. Διότι ὅπου θέλει ὁ Θεός, ἀνατρέπονται οἱ φυσικοὶ νόμοι.
Ἠβουλήθη γὰρ, ἠδυνήθη, κατῆλθεν, ἔσωσε· σύνδρομα τὰ πάντα τῷ Θεῷ. Σήμερον ὁ ὢν τίκτεται, καὶ ὁ ὢν γίνεται ὅπερ οὐκ ἦν· ὢν γὰρ Θεός, γίνεται ἄνθρωπος, οὐκ ἐκστὰς τοῦ εἶναι Θεός. Οὐδὲ γὰρ κατ᾿ ἔκστασιν θεότητος γέγονεν ἄνθρωπος, οὐδὲ πάλιν κατὰ προκοπὴν ἐξ ἀνθρώπου γέγονε Θεός· ἀλλὰ Λόγος ὢν, διὰ τὸ ἀπαθὲς σὰρξ ἐγένετο, ἀμεταβλήτου μενούσης τῆς φύσεως. Ἀλλ᾿ ὅτε μὲν ἐτέχθη, Ἰουδαῖοι ἠρνοῦντο τὸν ξένον τόκον, καὶ Φαρισαῖοι παρηρμήνευον τὰς θείας Βίβλους, καὶ γραμματεῖς ὑπεναντία τοῦ νόμου ἐλάλουν. Ἡρώδης τὸν τεχθέντα ἐζήτει, οὐχ ἵνα αὐτὸν τιμήσῃ, ἀλλ᾿ ἵνα αὐτὸν ἀπολέσῃ. Σήμερον γὰρ πάντα ὑπεναντία εἶδον. Οὐκ ἐκρύβη γὰρ, κατὰ τὸν ψαλμῳδόν, ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν.

Ἐκεῖνος λοιπὸν τὸ θέλησε. Καὶ τὸ ἔκανε. Κατέβηκε στὴ γῆ κι ἔσωσε τὸν ἄνθρωπο. Ὅλα συνεργάστηκαν μαζί Του γι᾿ αὐτὸν τὸ σκοπό. Σήμερα γεννιέται Αὐτὸς ποὺ ὑπάρχει αἰώνια, καὶ γίνεται αὐτὸ ποὺ ποτὲ δὲν ὑπῆρξε. Εἶναι Θεὸς καὶ γίνεται ἄνθρωπος! Γίνεται ἄνθρωπος καὶ πάλι Θεὸς μένει!

Ὅταν γεννήθηκε, οἱ Ἰουδαῖοι δὲν δέχονταν τὴν παράδοξη γέννησή Του: Ἀπὸ τὴ μία οἱ Φαρισαῖοι παρερμήνευαν τὰ ἱερὰ βιβλία· κι ἀπὸ τὴν ἄλλη οἱ γραμματεῖς δίδασκαν ἄλλα ἀντὶ ἄλλων. Ὁ Ἡρώδης πάλι, ζητοῦσε νὰ βρεῖ τὸ νεογέννητο Βρέφος ὄχι γιὰ νὰ τὸ τιμήσει, μὰ γιὰ νὰ τὸ θανατώσει.

Ἒ λοιπόν, ὅλοι αὐτοὶ σήμερα τρίβουν τὰ μάτια τους, βλέποντας τὸ Βασιλιὰ τ᾿ οὐρανοῦ νὰ βρίσκεται στὴ γῆ μ᾿ ἀνθρώπινη σάρκα, γεννημένος ἀπὸ παρθενικὴ μήτρα.

Βασιλεῖς μὲν γὰρ ἦλθον, τὸν ἐπουράνιον βασιλέα θαυμάζοντες, ὅτι πῶς ἐπὶ γῆς ἦλθεν οὐκ ἀγγέλους ἔχων, οὐκ ἀρχαγγέλους, οὐ θρόνους, οὐ κυριότητας, οὐ δυνάμεις, οὐκ ἐξουσίας, ἀλλὰ ξένην καὶ ἀτριβῆ βαδίσας ὁδόν, ἐξ ἀγεωργήτου προῆλθε γαστρός, οὔτε τοὺς ἀγγέλους αὐτοῦ ἐρήμους τῆς ἐπιστασίας αὐτοῦ καταλιπὼν, οὔτε τῇ πρὸς ἡμᾶς ἐνανθρωπήσει τῆς οἰκείας θεότητος ἐκστάς· ἀλλὰ βασιλεῖς μὲν τὸν ἐπουράνιον βασιλέα τῆς δόξης ἦλθον προσκυνήσοντες, στρατιῶται δὲ τὸν ἀρχιστράτηγον τῆς δυνάμεως θεραπεύσοντες· αἱ γυναῖκες τὸν ἐκ γυναικὸς τεχθέντα, ἵνα τὰς λύπας τῆς γυναικὸς εἰς χαρὰν μεταβάλλῃ· αἱ παρθένοι τὸ τῆς παρθένου παιδίον, ὅτι πῶς ὁ γάλακτος καὶ μαζῶν δημιουργὸς τὰς πηγὰς μαζῶν αὐτόματα ῥεῖθρα φέρεσθαι ποιῶν, παρὰ μητρὸς παρθένου παιδίου τροφὴν ἔλαβε· τὰ νήπια τὸν νήπιον γενόμενον, ἵνα ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτίσῃ αἶνον· οἱ παῖδες τὸν παῖδα μάρτυρας διὰ τὴν Ἡρώδου μανίαν εἰργασάμενον· οἱ ἄνδρες τὸν ἐνανθρωπήσαντα καὶ τὰ τῶν δούλων θεραπεύσαντα κακά· οἱ ποιμένες τὸν ποιμένα τὸν καλόν, τὸν τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων προθέμενον· οἱ ἱερεῖς τὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερέα γενόμενον· οἱ δοῦλοι τὸν μορφὴν δούλου λαβόντα, ἵνα ἡμῶν τὴν δουλείαν ἐλευθερίᾳ τιμήσῃ· οἱ ἁλιεῖς τὸν ἀπὸ ἁλιέων θηρευτὰς ἀνθρώπων ἐργαζόμενον· οἱ τελῶναι τὸν ἀπὸ τελωνῶν εὐαγγελιστὴν ἀναδείξαντα· αἱ πόρναι τὸν τοῖς πορνικοῖς δάκρυσι τοὺς πόδας προϊέμενον· καὶ ἵνα συντόμως εἴπω, πάντες οἱ ἁμαρτωλοὶ ἦλθον ἰδεῖν τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, μάγοι δορυφοροῦντες, ποιμένες εὐλογοῦντες, τελῶναι εὐαγγελιζόμενοι, πόρναι μυροφοροῦσαι, Σαμαρεῖτις πηγὴν διψῶσα ζωῆς, Χαναναία πίστιν ἀνενδοίαστον ἔχουσα.

Καὶ ἦρθαν οἱ βασιλιάδες νὰ προσκυνήσουν τὸν ἐπουράνιο βασιλέα τῆς δόξας.Ἦρθαν οἱ στρατιῶτες νὰ ὑπηρετήσουν τὸν Ἀρχιστράτηγο τῶν οὐράνιων Δυνάμεων.Ἦρθαν οἱ γυναῖκες νὰ προσκυνήσουν Ἐκεῖνον ποὺ μετέβαλε τὶς λύπες τῆς γυναίκας σὲ χαρά.

Ἦρθαν οἱ παρθένες νὰ προσκυνήσουν Ἐκεῖνον ποὺ δημιούργησε τοὺς μαστοὺς καὶ τὸ γάλα, καὶ τώρα θηλάζει ἀπὸ Μητέρα Παρθένο.

Ἦρθαν τὰ νήπια νὰ προσκυνήσουν Ἐκεῖνον ποὺ ἔγινε νήπιο, γιὰ νὰ συνθέσει δοξολογικὸ ὕμνο «ἀπ᾿ τὰ στόματα τῶν νηπίων» (Ψαλμ. 8:3).

Ἦρθαν τὰ παιδιὰ νὰ προσκυνήσουν Ἐκεῖνον ποὺ ἡ μανία τοῦ Ἡρώδη τὰ ἀνέδειξε σὲ πρωτομάρτυρες.

Ἦρθαν οἱ ποιμένες νὰ προσκυνήσουν τὸν καλὸ Ποιμένα, ποὺ θυσίασε τὴ ζωή Του γιὰ χάρη τῶν προβάτων.

Ἦρθαν οἱ ἱερεῖς νὰ προσκυνήσουν Ἐκεῖνον ποὺ ἔγινε ἀρχιερέας ὅπως ὁ Μελχισεδὲκ (Ἑβρ. 5:10).

Ἦρθαν οἱ δοῦλοι νὰ προσκυνήσουν Ἐκεῖνον ποὺ πῆρε μορφὴ δούλου, γιὰ νὰ μετατρέψει τὴ δουλεία μᾶς σ᾿ ἐλευθερία.

Ἦρθαν οἱ ψαράδες νὰ προσκυνήσουν Ἐκεῖνον ποὺ τοὺς μετέβαλε σὲ «ψαράδες ἀνθρώπων» (Μάτθ. 4:19)

Ἦρθαν οἱ τελῶνες νὰ προσκυνήσουν Ἐκεῖνον ποὺ ἀπὸ τοὺς τελῶνες ἀνέδειξε εὐαγγελιστή.

Ἦρθαν οἱ πόρνες νὰ προσκυνήσουν Ἐκεῖνον ποὺ παρέδωσε τὰ πόδια του στὰ δάκρυα μίας πόρνης.

Κοντολογίς, ἦρθαν ὅλοι οἱ ἁμαρτωλοὶ νὰ δοῦν τὸν Ἀμνὸ τοῦ Θεοῦ, ποὺ σηκώνει στοὺς ὤμους Τοῦ τὴν ἁμαρτία τοῦ κόσμου: Οἱ μάγοι γιὰ νὰ Τὸν προσκυνήσουν· οἱ ποιμένες γιὰ νὰ Τὸν δοξολογήσουν· οἱ τελῶνες γιὰ νὰ Τὸν κηρύξουν· οἱ πόρνες γιὰ νὰ Τοῦ προσφέρουν μύρα· ἡ Σαμαρείτισσα γιὰ νὰ ξεδιψάσει· ἡ Χαναναία γιὰ νὰ εὐεργετηθεῖ.

Πάντων οὖν σκιρτώντων, σκιρτῆσαι θέλω κἀγὼ, χορεῦσαι βούλομαι, πανηγυρίσαι θέλω· χορεύω δὲ, οὐ κιθάραν πλήττων, οὐ θυρσὸν κινῶν, οὐκ αὐλοὺς ἔχων, οὐ δᾷδας ἅπτων, ἀλλ᾿ ἀντὶ μουσικῶν ὀργάνων τὰ τοῦ Χριστοῦ σπάργανα φέρων. Αὐτὰ γάρ μοι ἐλπὶς, αὐτά μοι ζωὴ, αὐτά μοι σωτηρία, αὐτά μοι αὐλός, αὐτά μοι κιθάρα. Διὸ καὶ αὐτὰ ἔρχομαι φέρων, ἵνα τῇ αὐτῶν δυνάμει ἰσχὺν λόγων λαβὼν μετ᾿ ἀγγέλων εἴπω· Δόξα ἐν ὑψίστοις Θεῷ· μετὰ δὲ ποιμένων, Καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Ἀφοῦ λοιπὸν ὅλοι σκιρτοῦν ἀπὸ χαρά, θέλω κι ἐγὼ νὰ σκιρτήσω, θέλω νὰ χορέψω, θέλω νὰ πανηγυρίσω. Δίχως κιθάρα, δίχως αὐλό, δίχως λαμπάδες ἀναμμένες στὰ χέρια μου. Πανηγυρίζω κρατώντας, ἀντὶ γι᾿ αὐτά, τὰ σπάργανα τοῦ Χριστοῦ. Αὐτὰ εἶναι ἡ ἐλπίδα μου, αὐτὰ ἡ ζωή μου, αὐτὰ ἡ σωτηρία μου, αὐτὰ ὁ αὐλός μου, αὐτὰ ἡ κιθάρα μου. Γι᾿ αὐτὸ τὰ ᾿χω μαζί μου: Γιὰ νὰ πάρω ἀπὸ τὴ δύναμή τους δύναμη, γιὰ νὰ φωνάξω μαζὶ μὲ τοὺς ἀγγέλους, «δόξα στὸν ὕψιστο Θεό», καὶ μὲ τοὺς ποιμένες, «καὶ εἰρήνη στὴ γῆ, εὐλογία στοὺς ἀνθρώπους» (Λουκ. 2:14).

Σήμερον ὁ γεννηθεὶς ἀῤῥήτως ἐκ Πατρός, ἐκ παρθένου τίκτεται, ἀφράστως δι᾿ ἐμέ. Ἀλλὰ τότε μὲν κατὰ φύσιν ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων ἐγεννήθη, ὡς ὁ γεννήσας οἶδε· σήμερον δὲ πάλιν παρὰ φύσιν ἐτέχθη, ὡς ἡ τοῦ ἁγίου Πνεύματος ἐπίσταται χάρις. Καὶ ἡ ἄνω αὐτοῦ γέννησις ἀληθὴς, καὶ ἡ κάτω γέννησις ἀψευδὴς, καὶ ἀληθῶς Θεὸς ἐκ Θεοῦ ἐγεννήθη, καὶ ἀληθῶς ἄνθρωπος ὁ αὐτὸς ἐκ παρθένου ἐτέχθη. Ἄνω μόνος ἐκ μόνου Μονογενὴς, κάτω μόνος ἐκ παρθένου μόνης Μονογενὴς ὁ αὐτός. Ὥσπερ γὰρ ἐπὶ τῆς ἄνω γεννήσεως ἀσεβὲς ἐννοῆσαι μητέρα· οὕτω βλάσφημόν ἐστιν ὑπολαβεῖν καὶ ἐπὶ τῆς κάτω γεννήσεως πατέρα. Ὁ Πατὴρ ἀῤῥεύστως ἐγέννησε, καὶ ἡ παρθένος ἀφθόρως ἔτεκεν· οὔτε γὰρ ὁ Θεὸς ῥεῦσιν ὑπέμεινε γεννήσας· θεοπρεπῶς γὰρ ἐγέννησεν· οὔτε ἡ παρθένος φθορὰν ὑπέμεινε τεκοῦσα· πνευματικῶς γὰρ ἔτεκεν. Ὅθεν οὔτε ἡ ἄνω αὐτοῦ γέννησις ἐξήγησιν ἔχει, οὔτε ἡ ἐν ὑστέροις καιροῖς πρόοδος πολυπραγμονεῖσθαι ἀνέχεται. Ὅτι μὲν γὰρ ἔτεκεν ἡ παρθένος, σήμερον οἶδα, καὶ ὅτι ἐγέννησεν ὁ Θεὸς ἀχρόνως, πιστεύω· τὸν δὲ τρόπον τῆς γεννήσεως σιωπῇ τιμᾷν μεμάθηκα, καὶ οὐ διὰ λόγων πολυπραγμονεῖν παρέλαβον. Ἐπὶ γὰρ Θεοῦ οὐ δεῖ τῇ φύσει τῶν πραγμάτων προσέχειν, ἀλλὰ τῇ δυνάμει τοῦ ἐνεργοῦντος πιστεύειν.

Φύσεως γάρ ἐστι νόμος, ὅταν γυνὴ προσομιλήσασα γάμοις τέκῃ· ὅταν δὲ παρθένος ἀπειρόγαμος τεκοῦσα πάλιν παρθένος φανείη, ὑπὲρ φύσιν τὸ πρᾶγμα. Τὸ οὖν κατὰ φύσιν ζητείσθω, τὸ δὲ ὑπὲρ φύσιν σιγῇ τιμάσθω, οὐχ ὡς φευκτόν, ἀλλ᾿ ὡς ἀπόῤῥητον, καὶ σιωπῇ τιμᾶσθαι ἄξιον. Ἀλλ᾿ ἀπονείματέ μοι συγγνώμην, παρακαλῶ, ἐν προοιμίοις καταπαῦσαι τὸν λόγον βουλομένῳ. Δειλὸς γὰρ ὢν πρὸς τὴν τῶν κρειττόνων ἔρευναν, πῶς ἢ ποῦ τρέψω τῶν λόγων τὰ πηδάλια οὐχ ἔχω.

Καὶ ξέρετε γιατί; Διότι ἐκεῖνος ποὺ προαιώνια γεννήθηκε ἀπὸ τὸν Πατέρα ἀνεξήγητα, γεννιέται σήμερα ἀπὸ παρθένα ὑπερφυσικά. Τὸ πῶς, τὸ γνωρίζει ἡ χάρη τοῦ Ἁγίου Πνεύματος. Ἐμεῖς μόνο τοῦτο μποροῦμε νὰ ποῦμε: Πὼς ἀληθινὴ εἶναι καὶ ἡ οὐράνια γέννησή του, ἀδιάψευστη εἶναι καὶ ἡ ἐπίγεια. Ἀλήθεια εἶναι ὅτι γεννήθηκε Θεὸς ἀπὸ Θεό, ἀλήθεια εἶναι καὶ ὅτι γεννήθηκε ἄνθρωπος ἀπὸ παρθένα. Στὸν οὐρανὸ εἶναι ὁ μόνος ποὺ γεννήθηκε ἀπὸ τὸν Πατέρα μόνο, γιὸς Τοῦ μονογενής. Καὶ στὴ γῆ εἶναι ὁ μόνος ποὺ γεννήθηκε ἀπὸ τὴν Παρθένο μόνο, γιὸς τῆς μονογενής. Ὅπως στὴν περίπτωση τῆς οὐράνιας γεννήσεώς Του εἶναι ἀσέβεια νὰ σκεφτοῦμε μητέρα, ἔτσι καὶ στὴν περίπτωση τῆς ἐπίγειας γεννήσεώς Του εἶναι βλασφημία νὰ ὑποθέσουμε πατέρα. Ὁ Θεὸς Τὸν γέννησε μὲ τρόπο θεϊκό. Ἡ Παρθένος Τὸν γέννησε μὲ τρόπο ὑπερφυσικό. Ἔτσι, οὔτε ἡ οὐράνια γέννησή Του μπορεῖ νὰ ἐξηγηθεῖ, οὔτε ἡ ἐνανθρώπησή Του μπορεῖ νὰ ἐρευνηθεῖ. Τὸ ὅτι Τὸν γέννησε ἡ Παρθένος σήμερα τὸ γνωρίζω. Τὸ ὅτι Τὸν γέννησε ὁ Θεὸς προαιώνια τὸ πιστεύω. Κι ἔχω μάθει νὰ τιμῶ σιωπηλὰ τὴ γέννησή Του, χωρὶς φιλοπερίεργες ἔρευνες κι ἀνώφελες συζητήσεις. Γιατί, σ᾿ ὅ,τι ἀφορᾶ τὸ Θεό, δὲν πρέπει νὰ στέκεται κανεὶς στὴ φυσικὴ ἐξέλιξη τῶν πραγμάτων, ἀλλὰ νὰ πιστεύει στὴ δύναμη Ἐκείνου ποὺ κατευθύνει τὰ πάντα.

Τί φυσικότερο ἀπ᾿ τὸ νὰ γεννήσει μία παντρεμένη γυναίκα; Ἀλλὰ καὶ τί πιὸ παράδοξο ἀπ᾿ τὸ νὰ γεννήσει παιδὶ μία παρθένα, δίχως ἄνδρα, καὶ νὰ παραμείνει παρθένα; Γι᾿ αὐτὸ λοιπὸν μποροῦμε νὰ ἐρευνοῦμε ὅ,τι γίνεται σύμφωνα μὲ τοὺς φυσικοὺς νόμους. Ὅ,τι ὅμως συμβαίνει μὲ τρόπο ὑπερφυσικό, ἂς τὸ σεβόμαστε σιωπηλά. Ὄχι ἐπειδὴ εἶναι ἐπικίνδυνο, ἀλλὰ διότι εἶναι ἀνερμήνευτο. Φόβο νιώθω μπροστὰ στὸ θεῖο μυστήριο.

Τί γὰρ εἴπω, ἢ τί λαλήσω; Τὴν τεκοῦσαν ὁρῶ, τὸν τεχθέντα βλέπω, τὸν δὲ τρόπον τῆς γεννήσεως οὐ συνορῶ· νικᾶται γὰρ φύσις, νικᾶται καὶ τάξεως ὅρος, ὅπου Θεὸς βούλεται. Οὐ γὰρ κατὰ φύσιν γέγονε τὸ πρᾶγμα· ἀλλ᾿ ὑπὲρ φύσιν τὸ θαῦμα· ἤργησε γὰρ ἡ φύσις, καὶ ἐνήργησε τοῦ Δεσπότου τὸ βούλημα.

Ὢ χάριτος ἀφράστου! Ὁ πρὸ αἰώνων Μονογενὴς, ὁ ἀναφὴς, καὶ ἁπλοῦς, καὶ ἀσώματος, ὑπεισῆλθέ μου τὸ φθαρτὸν καὶ ὁρατὸν σῶμα. Διὰ τί; Ἵνα βλεπόμενος διδάξῃ, διδάξας δὲ πρὸς τὸ μὴ βλεπόμενον χειραγωγήσῃ. Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι τὸν ὀφθαλμὸν τῆς ἀκοῆς πιστότερον ποιοῦσιν, ὃ δὲ μὴ βλέπουσιν ἀμφιβάλλουσι, διὰ τοῦτο ἠνείχετο καὶ ὀφθαλμοῖς τὴν ἑαυτοῦ θέαν διὰ τοῦ σώματος παρασχεῖν, ἵνα λύσῃ τὴν ἀμφισβήτησιν. Καὶ τίκτεται ἐκ παρθένου ἀγνοούσης τὸ πρᾶγμα· οὔτε γὰρ συνήργησε πρὸς τὸ γινόμενον, οὔτε συνεβάλλετο πρὸς τὸ πραττόμενον, ἀλλ᾿ ἦν ψιλὸν ὄργανον τῆς ἀποῤῥήτου αὐτοῦ δυνάμεως, μόνον εἰδυῖα, ὃ παρὰ τοῦ Γαβριὴλ ἐρομένη ἔμαθεν, ὅτι Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καί φησι· Τοῦτο βούλει μαθεῖν; Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Καὶ πῶς ἦν μετ᾿ αὐτῆς, καὶ μικρὸν ὕστερον ἐξ αὐτῆς; Ὥσπερ τεχνίτης εὑρὼν ὕλην χρησιμωτάτην, κάλλιστον ἀπεργάζεται σκεῦος· οὕτω καὶ ὁ Χριστὸς εὑρὼν τῆς παρθένου ἅγιον καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν, ἔμψυχον ἑαυτῷ κατεκόσμησε ναόν, ὃν ἐβουλήθη τρόπον πλάσας τὸν ἄνθρωπον ἐν τῇ παρθένῳ, καὶ ἐνδυσάμενος αὐτόν, σήμερον προῆλθεν, οὐκ αἰδεσθεὶς τὸ δυσειδὲς τῆς φύσεως. Οὐδὲ γὰρ ὕβριν ἔφερεν αὐτῷ, φορέσαι τὸ ἴδιον ἔργον· καὶ τὸ πλάσμα δὲ μεγίστην ἐκαρποῦτο δόξαν, ἔνδυμα τοῦ τεχνίτου γινόμενον. Ὥσπερ γὰρ παρὰ τὴν πρώτην πλάσιν ἀδύνατον ἦν συνεστάναι τὸν ἄνθρωπον, πρὶν ἢ τὸν πηλὸν εἰς τὰς χεῖρας αὐτοῦ ἐλθεῖν· οὕτω καὶ τὸ φθαρὲν σκεῦος ἀδύνατον μεταποιηθῆναι, εἰ μὴ γέγονεν ἔνδυμα τοῦ ποιήσαντος.

Τί νὰ πῶ καὶ τί νὰ λαλήσω; Βλέπω ἐκείνη ποὺ γέννησε. Βλέπω κι Ἐκεῖνον ποὺ γεννήθηκε. Ἀλλὰ τὸν τρόπο τῆς γεννήσεως δὲν μπορῶ νὰ τὸν καταλάβω. Ὅπου θέλει, βλέπετε, ὁ Θεός, νικῶνται οἱ φυσικοὶ νόμοι. Ἔτσι ἔγινε κι ἐδῶ: Παραμερίστηκε ἡ φυσικὴ τάξη καὶ ἐνέργησε ἡ θεία θέληση.

Πόσο ἀνέκφραστη εἶναι ἡ εὐσπλαχνία τοῦ Θεοῦ! Ὁ προαιώνιος Υἱὸς τοῦ Θεοῦ, ὁ ἄφθαρτος καὶ ἀόρατος καὶ ἀσώματος, κατοίκησε μέσα στὸ φθαρτὸ καὶ ὁρατὸ σῶμα μας. Γιὰ ποιὸ λόγο; Νά, ὅπως ξέρετε, ἐμεῖς οἱ ἄνθρωποι πιστεύουμε περισσότερο σ᾿ ὅ,τι βλέπουμε παρὰ σ᾿ ὅ,τι ἀκοῦμε. Στὰ ὁρατὰ πιστεύουμε. Στ᾿ ἀόρατα ὄχι. Ἔτσι δὲν πιστεύαμε στὸν ἀόρατο ἀληθινὸ Θεό, ἀλλὰ λατρεύαμε ὁρατὰ εἴδωλα μὲ μορφὴ ἀνθρώπων.

Δέχτηκε λοιπὸν ὁ Θεὸς νὰ παρουσιαστεῖ μπροστά μας μὲ ὁρατὴ μορφὴ ἀνθρώπου, γιὰ νὰ διαλύσει μ᾿ αὐτὸν τὸν τρόπο κάθε ἀμφιβολία γιὰ τὴν ὕπαρξή Του. Κι ὕστερα, ἀφοῦ μᾶς διδάξει μὲ τὴν αἰσθητὴ καὶ ἀναμφισβήτητη παρουσία Του, νὰ μᾶς ὁδηγήσει εὔκολα στὴν ἀληθινὴ πίστη, στ᾿ ἀόρατα καὶ ὑπερφυσικά.

Ἀλλὰ τί εἴπω, ἢ τί λαλήσω; Ἐκπλήττει γάρ με τὸ θαῦμα. Ὁ Παλαιὸς ἡμερῶν παιδίον γέγονεν, ὁ ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καθήμενος ἐν φάτνῃ τίθεται, ὁ ἀναφὴς, καὶ ἁπλοῦς, καὶ ἀσύνθετος, καὶ ἀσώματος χερσὶν ἀνθρωπίναις ἑλίσσεται, ὁ τὰ τῆς ἁμαρτίας διασπῶν δεσμὰ σπαργάνοις ἐμπλέκεται, ἐπειδὴ τοῦτο θέλει. Θέλει γὰρ τὴν ἀτιμίαν ποιῆσαι τιμὴν, τὴν ἀδοξίαν ἐνδῦσαι δόξαν, τὸν τῆς ὕβρεως ὅρον, ἀρετῆς δεῖξαι τρόπον. Ὅθεν ὑπέρχεται τὸ ἐμὸν σῶμα, ἵνα ἐγὼ χωρήσω τὸν αὐτοῦ Λόγον· καὶ λαβὼν τὴν ἐμὴν σάρκα, δίδωσί μοι τὸ ἑαυτοῦ Πνεῦμα, ἵνα διδοὺς καὶ λαμβάνων θησαυρόν μοι ζωῆς ἐμπορεύσηται. Λαμβάνει μου τὴν σάρκα, ἵνα με ἁγιάσῃ· δίδωσί μοι τὸ Πνεῦμα αὐτοῦ, ἵνα με διασώσῃ. Ἀλλὰ τί νὰ πῶ καὶ τί νὰ λαλήσω; Κατάπληξη μὲ γεμίζει τὸ θαῦμα! Παιδὶ βλέπω τὸν προαιώνιο Θεό! Σὲ φάτνη ἀναπαύεται, Αὐτὸς ποὺ ἔχει θρόνο τὸν οὐρανό! Χέρια ἀνθρώπινα ἀγγίζουν τὸν ἀπρόσιτο κι ἀσώματο! Μὲ σπάργανα εἶναι σφιχτοδεμένος, Αὐτὸς ποὺ σπάει τὰ δεσμὰ τῆς ἁμαρτίας, ἐπειδὴ τοῦτο εἶναι τὸ θέλημά του. Θέλει τὴν ἀτιμία νὰ μεταβάλει σὲ τιμή· μὲ δόξα νὰ ντύσει τὴν εὐτέλεια· καὶ τὴν προσβολὴ σ᾿ ἀρετὴ νὰ μεταπλάσει. Γι᾿ αὐτὸ πῆρε τὸ σῶμα μου. Μοῦ προσφέρει τὸ Πνεῦμα Του. Μοῦ χαρίζει τὸ θησαυρὸ τῆς αἰώνιας ζωῆς, παίρνοντας ἀλλὰ καὶ δίνοντάς μου: Παίρνει τὴ σάρκα μου γιὰ νὰ μὲ ἁγιάσει· μοῦ δίνει τὸ Πνεῦμα Του γιὰ νὰ μὲ σώσει.
Ἀλλὰ τί εἴπω, καὶ τί λαλήσω; Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Οὐκέτι λέγεται ὡς γενησόμενον, ἀλλὰ θαυμάζεται ὡς πεπραγμένον. Παρὰ Ἰουδαίοις ἐπέπρακτο, παρ᾿ οἷς καὶ ἐλέγετο, ὑφ᾿ ἡμῶν δὲ πιστεύεται, παρ᾿ οἷς οὐδὲ ὠνομάζετο. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. Τὸ μὲν γράμμα τῆς συναγωγῆς, τὸ δὲ κτῆμα τῆς Ἐκκλησίας. Ἐκείνη τὸ δίπτυχον εὗρεν, αὕτη τὸν μαργαρίτην ἐφεῦρεν· ἐκείνη τὸ ἔριον ἔβαψεν, αὕτη τὴν ἁλουργίδα ἐνεδύσατο. Ἡ Ἰουδαία γὰρ αὐτὸν ἔτεκε, καὶ ἡ οἰκουμένη αὐτὸν ὑπεδέξατο. Ἡ συναγωγὴ αὐτὸν ἔθρεψε, καὶ ἐτιθηνήσατο, καὶ ἡ Ἐκκλησία κατέσχε καὶ ἐκαρπώσατο. Παρ᾿ ἐκείνῃ τὸ κλῆμα τῆς ἀμπέλου, καὶ παρ᾿ ἐμοὶ ὁ βότρυς τῆς ἀληθείας. Ἐκείνη τὸν βότρυν ἐτρύγησε, καὶ τὰ ἔθνη τὸ μυστικὸν πίνει πόμα. Ἐκείνη τὸν κόκκον τοῦ σίτου ἐν τῇ Ἰουδαίᾳ ἔσπειρε, καὶ τὰ ἔθνη τῇ δρεπάνῃ τῆς πίστεως τὸν ἄσταχυν ἐθέρισε. Τὰ ἔθνη τὸ ῥόδον εὐσεβῶς ἀπέκειρε, καὶ Ἰουδαίοις ἡ ἄκανθα τῆς ἀπιστίας ἀπέμεινεν· ὁ νεοττὸς ἀπέπτη, καὶ παρακάθηνται οἱ ἄφρονες τῇ καλιᾷ· τὴν φυλλάδα τοῦ γράμματος οἱ Ἰουδαῖοι ἑρμηνεύουσι, καὶ τὸν καρπὸν τοῦ Πνεύματος τὰ ἔθνη δρέπονται. Ἀλλὰ τί νὰ πῶ καὶ τί νὰ λαλήσω;  «Νά, ἡ παρθένος θὰ μείνει ἔγκυος» (Ἤσ. 7:14). Τὰ λόγια εἶναι τῆς συναγωγῆς, μὰ τὸ ἀπόκτημα τῆς Ἐκκλησίας. Ἡ συναγωγὴ ἔβαψε τὸ νῆμα· ἡ Ἐκκλησία φόρεσε τὴ βασιλικὴ στολή. Ἡ Ἰουδαία Τὸν γέννησε· ἡ οἰκουμένη Τὸν ὑποδέχτηκε. Ἡ συναγωγὴ Τὸν θήλασε καὶ Τὸν ἔθρεψε· ἡ Ἐκκλησία Τὸν παρέλαβε καὶ ὠφελήθηκε. Στὴ συναγωγὴ βλάστησε τὸ κλῆμα· ἐμεῖς ὅμως ἀπολαμβάνουμε τὰ σταφύλια τῆς ἀλήθειας. Ἡ συναγωγὴ τρύγησε τὰ σταφύλια· οἱ εἰδωλολάτρες ὅμως πίνουν τὸ μυστικὸ πιοτό. Ἐκείνη ἔσπειρε στὴν Ἰουδαία τὸ σπόρο· οἱ εἰδωλολάτρες ὅμως θέρισαν τὸ στάχυ μὲ τὸ δρεπάνι τῆς πίστεως. Αὐτοὶ ἔκοψαν μὲ σεβασμὸ τὸ ρόδο, καὶ στοὺς Ἰουδαίους ἔμεινε τὸ ἀγκάθι τῆς ἀπιστίας. Τὸ πουλάκι πέταξε, κι αὐτοὶ οἱ ἀνόητοι κάθονται καὶ φυλᾶνε ἀκόμα τὴ φωλιά. Οἱ Ἰουδαῖοι πασχίζουν νὰ ἑρμηνεύσουν τὸ βιβλίο τοῦ γράμματος, καὶ οἱ εἰδωλολάτρες τρυγοῦν τὸν καρπὸ τοῦ Πνεύματος.
 Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται.

Εἰπέ μοι, ὦ Ἰουδαῖε, εἰπέ μοι λοιπόν, τίνα ἔτεκε; Θάῤῥησόν μοι, κἂν ὡς τῷ Ἡρώδῃ. Ἀλλ᾿ οὐ θαῤῥεῖς. Οἶδα διὰ τί· διὰ τὴν ἐπιβουλήν. Ἐκείνῳ γὰρ εἶπας, ἵνα αὐτὸν ἀνέλῃ· ἐμοὶ δὲ οὐ λέγεις, ἵνα μὴ αὐτὸν προσκυνήσω. Τίνα δὲ ἔτεκε; Τίνα; Τὸν Δεσπότην τῆς φύσεως. Κἂν γὰρ σὺ σιωπᾷς, ἡ φύσις βοᾷ· ἔτεκε γὰρ, ὡς ὁ τεχθεὶς τεχθῆναι ἠθέλησεν. Οὐ γὰρ ὑπὸ τῆς φύσεως ἐπετρέπετο, ἀλλ᾿ ὡς Δεσπότης τῆς φύσεως ξένον τῆς γεννήσεως εἰσήγαγε τρόπον, ἵνα δείξῃ, ὅτι καὶ ἄνθρωπος γενόμενος οὐχ ὡς ἄνθρωπος τίκτεται, ἀλλ᾿ ὡς Θεὸς γεννᾶται. Ἐκ παρθένου οὖν σήμερον προῆλθε νικησάσης φύσιν, ὑπερβάσης γάμον. Ἔπρεπε γὰρ τῷ τῆς ἁγιοσύνης πρυτάνει ἐκ καθαρῶν καὶ ἁγίων προελθεῖν τόκων. Αὐτὸς γάρ ἐστιν ὁ πάλαι ἐκ παρθένου γῆς τὸν Ἀδὰμ πλάσας, ἀπὸ δὲ τοῦ Ἀδὰμ ἄνευ γυναικὸς γυναῖκα μορφώσας. Ὥσπερ γὰρ ὁ Ἀδὰμ ἄνευ γυναικὸς γυναῖκα ἤνεγκεν, οὕτω καὶ σήμερον ἡ παρθένος ἄνευ ἀνδρὸς ἄνδρα ἔτεκεν. Ἄνθρωπος γάρ ἐστι, φησὶ, καὶ τίς γνώσεται αὐτόν; Ἐπειδὴ γὰρ ἐχρεώστει τὸ γυναικεῖον γένος τοῖς ἀνθρώποις τὴν χάριν, ὡς τοῦ Ἀδὰμ ἄνευ γυναικὸς γυναῖκα βλαστήσαντος, διὰ τοῦτο σήμερον ἔτεκεν ἡ παρθένος ἄνευ ἀνδρός, ὑπὲρ τῆς Εὔας ἐκτιννύουσα τοῖς ἀνδράσι τὸ χρέος. Ἵνα γὰρ μὴ μέγα φρονήσῃ ὁ Ἀδὰμ, ἄνευ γυναικὸς γυναῖκα βλαστήσας, διὰ τοῦτο καὶ ἡ παρθένος ἄνευ ἀνδρὸς ἄνδρα ἔτεκεν, ἵνα τῷ κοινῷ τοῦ θαύματος τὸ ὁμότιμον δείξῃ τῆς φύσεως. Ὥσπερ γὰρ ἀπὸ τοῦ Ἀδὰμ τὴν πλευρὰν ἀφεῖλε, καὶ τὸν Ἀδὰμ οὐκ ἐμείωσεν οὐδέν· οὕτω καὶ ἐν τῇ παρθένῳ καὶ τὸν ἔμψυχον ἔπλασε ναόν, καὶ τὴν παρθενίαν οὐκ ἔλυσεν. Σῶος ἔμεινεν ὁ Ἀδὰμ καὶ μετὰ τὴν ἀφαίρεσιν τῆς πλευρᾶς· ἄφθορος ἔμεινε καὶ ἡ παρθένος μετὰ τὴν πρόοδον τοῦ βρέφους. Διὰ τοῦτο δὲ οὐκ ἀλλαχόθεν ἑαυτῷ ναὸν κατεσκευάσατο, οὐδὲ ἄλλο σῶμα πλάσας ἐνεδύσατο, ἵνα μὴ δόξῃ τὸ τοῦ Ἀδὰμ ἐνυβρίζειν φύραμα. Ἐπειδὴ γὰρ ἀπατηθεὶς ὁ ἄνθρωπος ὄργανον γέγονε τοῦ διαβόλου, διὰ τοῦτο αὐτὸν τὸν ὑποσκελισθέντα ἔμψυχον ἀνελάμβανε ναόν, ἵνα διὰ τὴν πρὸς τὸν πεποιηκότα συνάφειαν ἐκ τῆς τοῦ διαβόλου αὐτὸν ἀποστήσῃ συνηθείας. Ὅμως καὶ ἄνθρωπος γινόμενος οὐχ ὡς ἄνθρωπος τίκτεται, ἀλλ᾿ ὡς Θεὸς γεννᾶται. Εἰ γὰρ ἐκ κοινῶν γάμων προῆλθεν, ὥσπερ ἐγώ, ψεῦδος τοῖς πολλοῖς ἐνομίζετο· νῦν δὲ διὰ τοῦτο ἐκ παρθένου τίκτεται, τικτόμενος δὲ καὶ τὴν μήτραν ἀναλλοίωτον τηρεῖ, καὶ τὴν παρθενίαν ἀζήμιον διαφυλάττει, ἵνα ὁ ξένος τῆς κυήσεως τρόπος πίστεώς μοι μεγάλης πρόξενος γένηται. Ὅθεν κἂν Ἕλλην με, κἂν Ἰουδαῖος ἐρωτᾷ, ὅτι ὁ Χριστὸς Θεὸς ὢν κατὰ φύσιν, ἄνθρωπος γέγονε παρὰ φύσιν, ἐρῶ, Ναὶ, μάρτυρα τοῦ λόγου τὴν ἄσπιλον τῆς παρθενίας σφραγῖδα καλῶν· οὕτω γάρ ἐστι Θεὸς νικῶν τὴν τῆς φύσεως τάξιν· οὕτω γαστρός ἐστι κεραμεὺς, καὶ παρθενίας εὑρετὴς, ὅτι καὶ ἀμόλυντον ἔσχε τῆς γεννήσεως τὸν τρόπον, καὶ ἑαυτῷ ἀφράστως ᾠκοδόμησε ναόν, ὃν ἠβουλήθη τρόπον.

«Νά, ἡ παρθένος θὰ μείνει ἔγκυος».

Πές μου, Ἰουδαῖε, πές μου λοιπόν, ποιὸν γέννησε; Δεῖξε, σὲ παρακαλῶ, θάρρος, ἔστω καὶ σὰν ἐκεῖνο ποὺ ἔδειξες μπροστὰ στὸν Ἡρώδη. Ἀλλὰ δὲν ἔχεις θάρρος. Καὶ ξέρω γιατί. Διότι εἶσαι ἐπίβουλος. Στὸν Ἡρώδη μίλησες γιὰ νὰ Τὸν ἐξολοθρεύσει· καὶ σ᾿ ἐμένα δὲν μιλᾶς γιὰ νὰ μὴν Τὸν προσκυνήσω.

Ποιὸν λοιπὸν γέννησε; Ποιόν; Τὸν Δημιουργὸ τῆς κτίσεως. Κι ἂν ἐσὺ σωπαίνεις, ἡ φύση τὸ βροντοφωνάζει. Τὸν γέννησε λοιπὸν μὲ τὸν τρόπο ποὺ ὁ ἴδιος θέλησε νὰ γεννηθεῖ. Στὴ φύση δὲν ὑπῆρχε ἡ δυνατότητα μίας τέτοιας γεννήσεως. Ἐκεῖνος ὅμως, ὡς κύριος της φύσεως, ἐπινόησε τρόπο γεννήσεως παράδοξο. Κι ἔδειξε ἔτσι ὅτι, καὶ ἄνθρωπος ποὺ ἔγινε, δὲν γεννήθηκε σὰν ἄνθρωπος, μὰ ὅπως μόνο σὲ Θεὸ ταιριάζει.

Ἐκεῖνος ποὺ ἔπλασε τὸν Ἀδὰμ ἀπὸ παρθένα γῆ, Ἐκεῖνος ποὺ ἀπὸ τὸν Ἀδὰμ κατόπιν ἔκαμε γυναίκα, γεννήθηκε σήμερα ἀπὸ παρθένα κόρη ποὺ νίκησε τὴ φύση, ξεπερνώντας τὸ νόμο τοῦ γάμου.

Ὁ Ἀδὰμ τότε, χωρὶς νὰ ἔχει γυναίκα, γυναίκα ἀπόκτησε. Ἡ Παρθένος τώρα, χωρὶς νὰ ἔχει ἄνδρα, ἄνδρα γέννησε.

Καὶ γιατί ἔγινε αὐτό; Νὰ γιατί: Οἱ γυναῖκες εἶχαν ἕνα παλαιὸ χρέος πρὸς τοὺς ἄνδρες, ἀφοῦ ἀπὸ τὸν Ἀδὰμ εἶχε βλαστήσει γυναίκα χωρὶς τὴ μεσολάβηση ἄλλης γυναίκας. Γιὰ αὐτὸ ἡ Παρθένος σήμερα, ξεπληρώνοντας στοὺς ἄνδρες τὸ χρέος τῆς Εὔας, γέννησε χωρὶς ἄνδρα, δείχνοντας ἔτσι τὴν ἰσοτιμία τῆς φύσεως.

Σῶος ἔμεινε ὁ Ἀδὰμ μετὰ τὴν ἀφαίρεση τῆς πλευρᾶς του. Ἀδιάφθορη ἔμεινε κι ἡ Παρθένος μετὰ τὴ γέννηση τοῦ Βρέφους.

Ἀλλὰ πρόσεξε καὶ κάτι ἀκόμα: Δὲν ἔπλασε ὁ Κύριος κάποιο ἄλλο σῶμα γιὰ νὰ ἐμφανιστεῖ στὴ γῆ. Πῆρε τὸ σῶμα τοῦ ἀνθρώπου, γιὰ νὰ μὴ φανεῖ ὅτι περιφρονεῖ τὴν ὕλη ἀπὸ τὴν ὁποία δημιουργήθηκε ὁ Ἀδάμ. Ἦρθαν ἔτσι, Θεὸς καὶ ἄνθρωπος, σὲ μυστικὴ ἕνωση. Κι ὁ διάβολος, ποὺ εἶχε ὑποδουλώσει τὸν ἄνθρωπο, τράπηκε σὲ φυγή.

Ὁ Θεὸς γίνεται ἄνθρωπος, ἀλλὰ γεννιέται ὡς Θεός. Ἂν προερχόταν, ὅπως ἐγώ, ἀπὸ ἕναν κοινὸ γάμο, πολλοὶ θὰ θεωροῦσαν ἀπάτη τὴ γέννησή Του. Γι᾿ αὐτὸ γεννιέται ἀπὸ παρθένα· γι᾿ αὐτὸ διατηρεῖ τὴ μήτρα τῆς ἄθικτη· γι᾿ αὐτὸ διαφυλάσσει τὴν παρθενία τῆς ἀκέραιη: Γιὰ νὰ γίνει ὁ παράξενος τρόπος τῆς γεννήσεως αἰτία ἀκλόνητης πίστεως.

Σ᾿ αὐτὸν λοιπὸν ποὺ θ᾿ ἀμφισβητήσει τὴν ἄσπορη γέννηση τοῦ Λόγου τοῦ Θεοῦ, θὰ ἐπικαλεστῶ ὡς μάρτυρα τὴν ἀμόλυντη σφραγίδα τῆς παρθενίας.

Εἰπέ μοι οὖν, ὦ Ἰουδαῖε, ἔτεκεν ἡ παρθένος, ἢ οὔ; Εἰ μὲν γὰρ ἔτεκεν, ὁμολόγησον τὸν ξένον τόκον· εἰ δὲ οὐκ ἔτεκε, διὰ τί τὸν Ἡρώδην ἠπάτησας; Σὺ γὰρ αὐτῷ πυνθανομένῳ, ποῦ ὁ Χριστὸς γεννᾶται, εἶπας, ὅτι ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Μὴ οὖν ἐγὼ ᾔδειν τὴν κώμην, ἢ τὸν τόπον; μὴ ἐγὼ τοῦ γεννωμένου τὴν ἀξίαν ἐγίνωσκον; οὐχ ὁ Ἡσαΐας ὡς Θεοῦ αὐτοῦ ἐμνημόνευσε; Τέξεται γὰρ, φησὶν, υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Οὐχ ὑμεῖς ἀγνώμονες ἐχθροὶ τὴν ἀλήθειαν εἰσηγήσασθε; οὐχ ὑμεῖς οἱ γραμματεῖς καὶ Φαρισαῖοι οἱ ἀκριβεῖς τοῦ νόμου φύλακες πάντα τὰ κατ᾿ αὐτὸν ἡμᾶς ἐδιδάξατε; μὴ τὴν τῶν Ἑβραίων γλῶσσαν εἴδομεν; οὐχ ὑμεῖς τὰς Γραφὰς ἡρμηνεύσατε; Μετὰ τὸ τεκεῖν τὴν παρθένον, καὶ πρὸ τοῦ τεκεῖν, ἵνα μὴ δόξῃ πρὸς χάριν τοῦ Θεοῦ ἑρμηνεύεσθαι τὸ λεγόμενον, οὐχ ὑμεῖς ἐρωτώμενοι παρ᾿ Ἡρώδου, μάρτυρα παρηγάγετε Μιχαίαν τὸν προφήτην, ἵνα ὑμῶν τὸν λόγον κυρώσηται; Καὶ σὺ γὰρ, φησὶ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.

Πές μου λοιπόν, Ἰουδαῖε, γέννησε ἡ Παρθένος ἢ ὄχι; Κι ἂν μὲν γέννησε, γιατί δὲν ὁμολογεῖς τὴν ὑπερφυσικὴ γέννηση; Ἂν πάλι δὲν γέννησε, γιατί ἐξαπάτησες τὸν Ἡρώδη; Ὅταν ἐκεῖνος ζητοῦσε νὰ μάθει ποὺ θὰ γεννηθεῖ ὁ Χριστός, ἐσὺ δὲν εἶπες «στὴ Βηθλεὲμ τῆς Ἰουδαίας» (Μάτθ. 2:4); Μήπως ἐγὼ γνώριζα τὴν πόλη ἢ τὸν τόπο; Μήπως ἐγὼ γνώριζα τὴν ἀξία τοῦ Βρέφους ποῦ ἦρθε στὸν κόσμο; Ὁ Ἠσαΐας καὶ οἱ προφῆτες σας δὲν μίλησαν γι᾿ Αὐτό; Κι ἐσεῖς, οἱ ἀγνώμονες ἐχθροί, δὲν ἐξηγήσατε τὴν ἀλήθεια; Ἐσεῖς, οἱ γραμματεῖς κι οἱ Φαρισαῖοι, οἱ ἀκριβεῖς φύλακες τοῦ νόμου, δὲν μᾶς διδάξατε γιὰ τὸ Χριστό; Ἐσεῖς δὲν ἑρμηνεύσατε τὶς Γραφές; Μήπως ἐμεῖς γνωρίζαμε τὴ γλώσσα σας; Καὶ ὅταν γέννησε ἡ Παρθένος, ἐσεῖς δὲν παρουσιάσατε στὸν Ἡρώδη τὴ μαρτυρία τοῦ προφήτη Μιχαία, «Ἀλλ᾿ ἀπὸ σένα, Βηθλεέμ, πόλη τῆς περιοχῆς τοῦ Ἐφραθᾶ, ἂν καὶ εἶσαι μία ἀπὸ τὶς μικρότερες πόλεις τοῦ Ἰούδα, θὰ ἀναδειχθεῖ ἀρχηγὸς τοῦ Ἰσραὴλ» (Μιχ. 5:1);

Καλῶς εἶπεν ὁ προφήτης, Ἐκ σοῦ. Ἐξ ὑμῶν γὰρ ἐξῆλθε, καὶ εἰς τὴν οἰκουμένην ἦλθεν. Ὁ γὰρ ὢν, προέρχεται· ὁ δὲ μὴ ὢν, κτίζεται, ἢ γίνεται. Αὐτὸς δὲ καὶ ἦν, καὶ προῆν, καὶ ἀεὶ ἦν ἀλλ᾿ ἦν μὲν ἀεὶ ὡς Θεός, διέπων τὸν κόσμον· σήμερον δὲ προῆλθεν, ὡς ἄνθρωπος μὲν τὸν λαὸν ποιμαίνων, ὡς Θεὸς δὲ τὴν οἰκουμένην διασώζων. Ὢ πολεμίων χρηστῶν! ὢ κατηγόρων φιλανθρώπων! οἳ τὸν ἐν Βηθλεὲμ τεχθέντα λανθάνοντες Θεὸν ἔδειξαν, οἳ τὸν ἐν φάτνῃ κρυπτόμενον Δεσπότην ἐγνώρισαν, οἳ τὸν ἐν σπηλαίῳ καθήμενον ἐμήνυσαν ἄκοντες, καὶ εὐηργέτησαν μὴ θέλοντες, ἀπεκάλυψαν καλύψαι βουλόμενοι. Εἶδες ἀμαθεῖς διδασκάλους; Ἃ διδάσκουσιν, οὐ γινώσκουσι, πεινῶντες τρέφουσι, διψῶντες ποτίζουσι, πενόμενοι πλουτίζουσι.

Πολὺ καλὰ εἶπε ὁ προφήτης «ἀπὸ σένα». Ἀπὸ σᾶς προῆλθε καὶ παρουσιάστηκε σ᾿ ὁλόκληρο τὸν κόσμο.

Παρουσιάστηκε ὡς ἄνθρωπος, γιὰ νὰ καθοδηγήσει τοὺς ἀνθρώπους. Παρουσιάστηκε ὡς Θεός, γιὰ νὰ σώσει τὴν οἰκουμένη.

Μὰ τί ὠφέλιμοι ἐχθροὶ ποὺ εἶστ᾿ ἐσεῖς! Τί φιλάνθρωποι κατήγοροι!

Ἐσεῖς κατὰ λάθος δείξατε πὼς τὸ νεογέννητό της Βηθλεὲμ εἶναι Θεός. Ἐσεῖς Τὸν κηρύξατε χωρὶς νὰ τὸ θέλετε. Ἐσεῖς Τὸν φανερώσατε, πασχίζοντας νὰ Τὸν κρύψετε. Ἐσεῖς Τὸν εὐεργετήσατε, ἐπιθυμώντας νὰ Τὸν βλάψετε.

Τί ἀστοιχείωτοι δάσκαλοι εἶστε, ἀλήθεια; Ἐσεῖς πεινᾶτε, καὶ τρέφετε ἄλλους. Ἐσεῖς διψᾶτε, καὶ ποτίζετε ἄλλους. Πάμφτωχοι εἶστε, καὶ πλουτίζετε ἄλλους.

Δεῦτε οὖν, ἑορτάσωμεν, δεῦτε πανηγυρίσωμεν. Ξένος γὰρ ὁ τῆς ἑορτῆς τρόπος, ἐπειδὴ καὶ παράδοξος ὁ τῆς γεννήσεως λόγος.

Σήμερον γὰρ ὁ χρόνιος ἐλύθη δεσμός, ὁ διάβολος ᾐσχύνθη, οἱ δαίμονες ἐδραπέτευσαν, ὁ θάνατος ἐλύθη, παράδεισος ἠνεῴχθη, ἡ κατάρα ἠφανίσθη, ἡ ἁμαρτία ἐκποδὼν γέγονεν, ἡ πλάνη ἀπηλάθη, ἡ ἀλήθεια ἐπανῆλθε, καὶ τῆς εὐσεβείας ὁ λόγος πανταχοῦ διεσπάρη καὶ ἔδραμεν· ἡ τῶν ἄνω πολιτεία ἐν τῇ γῇ ἐφυτεύθη, ἄγγελοι μετὰ ἀνθρώπων κοινωνοῦσι, καὶ ἄνθρωποι μετὰ ἀγγέλων ἀδεῶς διαλέγονται. Διὰ τί; Ἐπειδὴ Θεὸς ἐπὶ γῆς ἦλθε, καὶ ἄνθρωπος ἐν οὐρανῷ· πάντα ἀναμὶξ γέγονε. Ἦλθε γὰρ ἐπὶ τῆς γῆς, ὅλος ὢν ἐν οὐρανοῖς· ὅλος δὲ ὢν ἐν οὐρανῷ, ὅλος ἐστὶν ἐπὶ τῆς γῆς. Θεὸς ὢν, γέγονεν ἄνθρωπος, οὐκ ἀρνησάμενος τὸ εἶναι Θεός· λόγος ὢν ἀπαθὴς, σὰρξ ἐγένετο, διὰ τὸ ἐνοικῆσαι ἡμῖν σὰρξ ἐγένετο. Θεὸς γὰρ οὐκ ἐγένετο, ἀλλὰ ἦν. Διὰ τοῦτο σὰρξ ἐγένετο, ἵνα ὃν οὐκ ἐχώρει οὐρανός, δέξηται φάτνη. Διὰ τοῦτο ἐν φάτνῃ ἐτέθη, ἵνα ὁ τρέφων τὰ σύμπαντα παιδίου τροφὴν παρὰ μητρὸς παρθένου λάβῃ Διὰ τοῦτο ὁ τῶν μελλόντων αἰώνων Πατὴρ ὡς ὑπομάζιον βρέφος παρθενικῶν ἀνέχεται ἀγκαλῶν, ἵνα καὶ μάγοις εὐπρόσιτος γένηται.

Ἐλᾶτε λοιπὸν νὰ γιορτάσουμε! Ἐλᾶτε νὰ πανηγυρίσουμε! Εἶναι παράξενος ὁ τρόπος τῆς γιορτῆς -ὅσο παράξενος εἶναι κι ὁ λόγος τῆς γεννήσεως τοῦ Χριστοῦ.

Σήμερα λύθηκαν τὰ μακροχρόνια δεσμά. Ὁ διάβολος καταντροπιάστηκε. Οἱ δαίμονες δραπέτευσαν. Ὁ θάνατος καταργήθηκε. Ὁ παράδεισος ἀνοίχτηκε. Ἡ κατάρα ἐξαφανίστηκε. Ἡ ἁμαρτία διώχτηκε. Ἡ πλάνη ἀπομακρύνθηκε. Ἡ ἀλήθεια ἀποκαλύφθηκε. Τὸ κήρυγμα τῆς εὐσέβειας ξεχύθηκε καὶ διαδόθηκε παντοῦ. Ἡ βασιλεία τῶν οὐρανῶν μεταφυτεύθηκε στὴ γῆ. Οἱ ἄγγελοι συνομιλοῦν μὲ τοὺς ἀνθρώπους. Ὅλα ἔγιναν ἕνα. Γιατί; Διότι κατέβηκε ὁ Θεὸς στὴ γῆ κι ὁ ἄνθρωπος ἀνέβηκε στοὺς οὐρανούς. Κατέβηκε ὁ Θεὸς στὴ γῆ καὶ πάλι βρίσκεται στὸν οὐρανό. Ὁλόκληρος εἶναι στὸν οὐρανὸ κι ὁλόκληρος στὴ γῆ. Ἔγινε ἄνθρωπος κι εἶναι Θεός. Εἶναι Θεὸς καὶ πῆρε σάρκα. Κρατιέται σὲ παρθενικὴ ἀγκαλιὰ καὶ στὰ χέρια του κρατάει τὴν οἰκουμένη.

Σήμερον γὰρ καὶ μάγοι προσῆλθον, ἀρχὴν λαβόντες ἀρνεῖσθαι τὸν τύραννον, καὶ ὁ οὐρανὸς καυχᾶται ἀστέρι τὸν ἴδιον Δεσπότην μηνύων, καὶ ὁ Κύριος ἐπὶ νεφέλης κούφης τοῦ σώματος καθεζόμενος ἐπὶ τὴν Αἴγυπτον τρέχει, τῷ μὲν δοκεῖν φεύγων τὴν Ἡρώδου ἐπιβουλὴν, τῇ δὲ ἀληθείᾳ ἀποπληρῶν τὸ παρὰ τοῦ Ἡσαΐου εἰρημένον· Ἔσται γὰρ, φησὶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυρίοις, καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἔσται ὁ λαός μου ἐν τῇ γῇ, ἣν εὐλόγησε Κύριος Σαβαὼθ λέγων· Εὐλογημένος ἔσται ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν τοῖς Ἀσσυρίοις καὶ ὁ ἐν Ἰσραήλ.

Τρέχουν κοντά του οἱ μάγοι. Τρέχουμε κι ἐμεῖς. Τρέχει καὶ τ᾿ ἀστέρι γιὰ νὰ φανερώσει τὸν Κύριο τ᾿ οὐρανοῦ. Μά...

κι Ἐκεῖνος τρέχει. Τρέχει πρὸς τὴν Αἴγυπτο. Καὶ φαίνεται βέβαια, πὼς πηγαίνει ἐκεῖ γιὰ ν᾿ ἀποφύγει τὴν ἐπιβουλὴ τοῦ Ἡρώδη. Ὅμως τοῦτο γίνεται γιὰ νὰ ἐκπληρωθοῦν τὰ προφητικὰ λόγια: «Τὴν ἡμέρα ἐκείνη ὁ ἰσραηλιτικὸς λαὸς θὰ πάρει τρίτος, μετὰ τοὺς Ἀσσυρίους καὶ τοὺς Αἰγυπτίους, τὴν εὐλογία τοῦ Θεοῦ πάνω στὴ γῆ» (Ἡσ. 19:24).

Τί λέγεις, ὦ Ἰουδαῖε; ὁ πρῶτος τρίτος γέγονας; Αἰγύπτιοι καὶ Ἀσσύριοι προετάχθησαν, καὶ ὁ πρωτότοκος Ἰσραὴλ ὑπαριθμεῖται; Ναί· εἰκότως Ἀσσύριοι πρῶτοι ἔσονται, ἐπειδὴ καὶ αὐτοὶ αὐτὸν πρῶτοι διὰ τῶν μάγων προσεκύνησαν· Αἰγύπτιοι δὲ μετὰ τοὺς Ἀσσυρίους, ἐπειδὴ καὶ αὐτοὶ φεύγοντα αὐτὸν τὴν Ἡρώδου ἐπιβουλὴν ἐδέξαντο· τελευταῖος δὲ Ἰσραὴλ ὑπαριθμεῖται, ἐπειδὴ μετὰ τὴν ἄνοδον τὴν ἐκ τοῦ Ἰορδάνου διὰ τῶν ἀποστόλων αὐτὸν ἔγνωσαν.

Τί λές, Ἰουδαῖε; Ἐσὺ ποῦ ἤσουν πρῶτος ἔγινες τρίτος; Οἱ Αἰγύπτιοι καὶ οἱ Ἀσσύριοι μπῆκαν μπροστά, καὶ ὁ πρωτότοκος Ἰσραὴλ πῆγε πίσω; Ναί. Ἔτσι εἶναι. Οἱ Ἀσσύριοι θὰ γίνουν πρῶτοι, ἐπειδὴ αὐτοὶ πρῶτοι μὲ τοὺς μάγους τοὺς προσκύνησαν τὸν Κύριο. Πίσω τους οἱ Αἰγύπτιοι, ποὺ Τὸν δέχτηκαν, ὅταν κατέφυγε στὰ μέρη τους γιὰ ν᾿ ἀποφύγει τὴν ἐπιβουλὴ τοῦ Ἡρώδη. Τρίτος καὶ τελευταῖος ὁ Ἰσραηλιτικὸς λαός, ποὺ γνώρισε τὸν Κύριο ἀπὸ τοὺς ἀποστόλους, μετὰ τὴ βάπτισή Του στὸν Ἰορδάνη.

Εἰσῆλθε δὲ εἰς Αἴγυπτον, σείων τὰ χειροποίητα τῆς Αἰγύπτου οὐχ ἁπλῶς, ἀλλ᾿ ἐπειδὴ ἀπέκλεισε τῆς Αἰγύπτου τὰ πρόθυρα τῇ τῶν πρωτοτόκων ἀπωλείᾳ· Διὰ τοῦτο σήμερον εἰσῆλθεν ὡς πρωτότοκος, ἵνα τῆς παλαιᾶς στυγνότητος διαλύσῃ τὸ πένθος. Καὶ ὅτι πρωτότοκος λέγεται ὁ Χριστός, μαρτυρεῖ σήμερον ὁ Λουκᾶς ὁ εὐαγγελιστὴς, λέγων· Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.

.

Εἰσῆλθεν οὖν εἰς τὴν Αἴγυπτον, ἵνα τῆς παλαιᾶς στυγνότητος διαλύσῃ τὸ πένθος, ἀντὶ μαστίγων χαρὰν ἐπιβαλὼν, ἀντὶ νυκτὸς καὶ σκότους σωτηρίας φέγγος χαρισάμενος. Βέβηλον ἦν τότε τοῦ ποταμοῦ τὸ ὕδωρ τῇ τῶν ἀώρων νηπίων σφαγῇ. Εἰσῆλθεν οὖν εἰς τὴν Αἴγυπτον ὁ πάλαι τὸ ὕδωρ φοινίξας, καὶ ἐποίησε τὰ ῥεῖθρα τοῦ ποταμοῦ σωτηρίας γεννητικὰ, τὸ ἐναγὲς αὐτῶν καὶ βέβηλον δυνάμει καθαρίσας τοῦ Πνεύματος. Ἐκακώθησαν οἱ Αἰγύπτιοι, καὶ μανέντες ἠρνοῦντο τὸν Θεόν. Εἰσῆλθεν οὖν εἰς τὴν Αἴγυπτον, καὶ γνώσεως Θεοῦ ψυχὰς θεοφιλεῖς ἐπλήρωσε· τῷ ποταμῷ δὲ παρέσχε μάρτυρας τρέφειν σταχύων εὐφορωτέρους. Ἀλλὰ διὰ τὸ στενὸν τοῦ καιροῦ ἐνταῦθα βούλομαι καταπαῦσαι τὸν λόγον· ὧδε δὲ καταπαύσω, τὸν λόγον πληρώσας, ὅτι πῶς Λόγος ὢν ἀπαθὴς, σὰρξ ἐγένετο, ἀμεταβλήτου μενούσης τῆς φύσεως.

.
Τί δὲ εἴπω, ἢ τί λαλήσω; Τέκτονα καὶ φάτνην ὁρῶ, καὶ βρέφος, καὶ σπάργανα, λοχὸν παρθένου τῶν χρειῶν ἔρημον, ὅλα πτωχείας ἐχόμενα, ὅλα πενίας γέμοντα. Εἶδες πλοῦτον ἐν πενίᾳ πολλῇ; πῶς πλούσιος ὢν δι᾿ ἡμᾶς ἐπτώχευσε; πῶς οὔτε κλίνην, οὔτε στρωμνὴν εἶχεν, ἀλλ᾿ ἐπὶ ξηρᾶς ἔῤῥιπτο φάτνης; Ὦ πενία πλούτου πηγή! ὦ πλοῦτε ἄμετρε, πενίας πρόσχημα φέρων! Ἐν φάτνῃ κεῖται, καὶ τὴν οἰκουμένην σαλεύει· ἐν σπαργάνοις ἐμπλέκεται, καὶ τὰ τῆς ἁμαρτίας διαῤῥήσσει δεσμά· οὔπω ἔναρθρον ἔῤῥηξε φωνὴν, καὶ τοὺς μάγους ἐδίδαξε, καὶ ἐκίνησε πρὸς ἐπιστροφήν. Τί ἄλλο μένει νὰ πῶ; Δημιουργὸ καὶ φάτνη βλέπω, βρέφος καὶ σπάργανα, λεχώνα παρθένα, περιφρονημένη. Φτώχεια πολλή, ἀνέχεια πολλή. Εἶδες ὅμως τί πλοῦτος μέσα στὴ μεγάλη φτώχεια; Ὁ πλούσιος ἔγινε φτωχὸς γιὰ χάρη μας. Δὲν ἔχει οὔτε κρεβάτι οὔτε στρῶμα. Μέσα σὲ ταπεινὸ παχνὶ τὸν ἔχουν ἀποθέσει. Ὢ φτώχεια, πλούτου πηγή! Ὦ πλοῦτε ἀμέτρητε, κρυμμένε μέσα στὴ φτώχεια! Μέσα στὴ φάτνη κείτεσαι καὶ τὴν οἰκουμένη σαλεύεις. Μέσα σὲ σπάργανα τυλίγεσαι καὶ σπᾶς τὰ δεσμὰ τῆς ἁμαρτίας. Λέξη ἀκόμα δὲν ἄρθρωσες καὶ δίδαξες στοὺς μάγους τὴ θεογνωσία.
Τί εἴπω, ἢ τί λαλήσω; Ἰδοὺ βρέφος σπαργάνοις ἐμπλέκεται, καὶ ἐν φάτνῃ κεῖται· πάρεστι δὲ καὶ Μαρία παρθένος οὖσα καὶ μήτηρ· παρῆν δὲ καὶ Ἰωσὴφ ὀνομαζόμενος πατήρ. Οὗτος ἀνὴρ λέγεται, ἐκείνη γυνὴ προσαγορεύεται· ὀνόματα ἔννομα συζυγίας ἔρημα. Μέχρι ῥημάτων νόησαί μοι, ἀλλ᾿ οὐ μέχρι πραγμάτων. Μόνον οὗτος ἐμνηστεύσατο, καὶ Πνεῦμα ἅγιον αὐτῇ ἐπεσκίασεν. Ὅθεν ἀπορῶν ὁ Ἰωσὴφ οὐκ ᾔδει τί καλέσει τὸ βρέφος. Ἐκ μοιχείας αὐτὸς εἰπεῖν οὐκ ἐτόλμα, κατὰ τῆς παρθένου βλάσφημον καταχέειν λόγον οὐκ ἠδύνατο, τέκνον αὐτὸ εἰπεῖν ἴδιον οὐκ ἠνείχετο· ᾔδει γὰρ καλῶς, ὅτι οὐκ ἔγνω πῶς ἢ πόθεν ἐτέχθη τὸ βρέφος· ὅθεν ἀποροῦντι αὐτῷ πρὸς τὸ πρᾶγμα χρησμὸς οὐρανόθεν διὰ τῆς τοῦ ἀγγέλου φωνῆς ἐπεφέρετο, ὅτι Μὴ φοβοῦ, Ἰωσήφ· τὸ γὰρ γεννώμενον ἐξ αὐτῆς ἐκ Πνεύματός ἐστιν ἁγίου. Πνεῦμα γὰρ ἅγιον ἐπεσκίασεν τῇ παρθένῳ.

Διὰ τί δὲ ἐκ παρθένου τίκτεται, καὶ τὴν παρθενίαν ἀζήμιον τηρεῖ; Ὅτι πάλαι παρθένον οὖσαν τὴν Εὔαν ἠπάτησεν ὁ διάβολος, διὰ τοῦτο παρθένον οὖσαν τὴν Μαριὰμ ὁ Γαβριὴλ εὐηγγελίσατο. Ἀλλ᾿ ἀπατηθεῖσα μὲν ἡ Εὔα ῥῆμα ἔτεκε θανάτου αἴτιον· εὐαγγελισθεῖσα δὲ ἡ Μαρία Λόγον ἐν σαρκὶ ἐγέννησε, ζωῆς αἰωνίου ἡμῖν πρόξενον. Τὸ ῥῆμα τῆς Εὔας ξύλον ἔδειξε, δι᾿ οὖ τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου ἐξέωσεν· ὁ Λόγος δὲ ὁ ἐκ τῆς Παρθένου τὸν σταυρὸν ἔδειξε, δι᾿ οὗ τὸν λῃστὴν εἰς πρόσωπον τοῦ Ἀδὰμ εἰς τὸν παράδεισον εἰσήγαγεν.

Ἐπειδὴ γὰρ οὐκ ἐπίστευον Ἕλληνες, οὐκ Ἰουδαῖοι, οὐχ αἱρετικῶν παῖδες, ὅτι ὁ Θεὸς ἀῤῥεύστως καὶ ἀπαθῶς ἐγέννησε, διὰ τοῦτο σήμερον ἐκ παθητοῦ σώματος προελθὼν, ἀπαθὲς τὸ παθητὸν διετήρησε σῶμα, ἵνα δείξῃ, ὅτι ὥσπερ ἐκ τῆς παρθένου τεχθεὶς τὴν παρθενίαν οὐκ ἔλυσεν, οὕτω καὶ ὁ Θεὸς ἀῤῥεύστου καὶ ἀναλλοιώτου μενούσης τῆς ἁγίας οὐσίας, ὡς Θεὸς Θεὸν θεοπρεπῶς ἐγέννησεν. Ἐπειδὴ γὰρ καταλιπόντες αὐτὸν οἱ ἄνθρωποι ἀνθρωπόμορφα ἔγλυφον ξόανα, οἷς καὶ ἐλάτρευον ἐφ᾿ ὕβρει τοῦ κτίσαντος, διὰ τοῦτο σήμερον ὁ τοῦ Θεοῦ Λόγος, Θεὸς ὢν, ἐν μορφῇ ἀνθρώπου ὤφθη, ἵνα καὶ τὸ ψεῦδος λύσῃ, καὶ λανθανόντως εἰς ἑαυτὸν τὴν λατρείαν ἀπενέγκηται.

Τούτῳ οὖν τῷ ἐξ ἀπόρων πόρον ἐργασαμένῳ Χριστῷ δόξαν ἀναπέμψωμεν σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τί νὰ πῶ καὶ τί νὰ λαλήσω; Νά Βρέφος σπαργανωμένο! Νά ἡ Μαρία, Μητέρα καὶ Παρθένος μαζί! Νά ὁ Ἰωσήφ, πατέρας τάχα τοῦ Παιδιοῦ! Ἐκείνη ἡ γυναίκα, αὐτὸς ὁ ἄνδρας. Νόμιμες οἱ ὀνομασίες, ἀλλὰ χωρὶς περιεχόμενο. Ὁ Ἰωσὴφ μνηστεύθηκε μόνο τὴ Μαρία, καὶ τὸ Ἅγιο Πνεῦμα τὴν ἐπισκίασε. Ἔτσι, γεμάτος ἀπορία, δὲν ἤξερε τί νὰ ὑποθέσει γιὰ τὸ Βρέφος: Νὰ πεῖ πὼς ἦταν καρπὸς μοιχείας, δὲν τολμοῦσε. Νὰ προσφέρει λόγο βλάσφημο ἐναντίον τῆς Παρθένου, δὲν μποροῦσε. Οὔτε πάλι δεχόταν τὸ Παιδὶ σὰν δικό του, διότι τοῦ ἦταν ἄγνωστο τὸ πῶς καὶ ἀπὸ ποιὸν γεννήθηκε.  Ἀλλὰ νά, πού, πάνω στὴ σύγχυσή του, παίρνει ἀπάντηση ἀπὸ τὸν οὐρανό, μὲ τὴ φωνὴ τοῦ ἀγγέλου: «Ἰωσήφ, μὴ διστάσεις νὰ πάρεις στὸ σπίτι σου τὴ Μαριάμ, διότι τὸ παιδὶ ποὺ περιμένει προέρχεται ἀπὸ τὸ Ἅγιο Πνεῦμα» (Μάτθ. 1:20). Καὶ φανέρωσε ἔτσι σ᾿ ἐκεῖνον καὶ σ᾿ ἐμᾶς ὅτι τὸ Ἅγιο Πνεῦμα ἐπισκίασε τὴν Παρθένο.

Γιατί ὅμως ὁ Χριστὸς θέλησε νὰ γεννηθεῖ ἀπὸ παρθένα, ἀφήνοντας ἀβλαβῆ τὴν παρθενία της; Νὰ γιατί: Κάποτε ὁ διάβολος ἐξαπάτησε τὴν παρθένα Εὔα. Τώρα ὁ ἄγγελος ἔφερε τὸ λυτρωτικὸ μήνυμα στὴν Παρθένο Μαριάμ. Κάποτε ἡ Εὔα ξεστόμισε λόγο, ποὺ ἔγινε αἰτία θανάτου. Τώρα ἡ Μαρία γέννησε τὸ Λόγο, ποὺ ἔγινε αἰτία αἰώνιας ζωῆς. Ὁ λόγος τῆς Εὔας ἔδειξε τὸ δέντρο, ποὺ ἔβγαλε τὸν Ἀδὰμ ἀπὸ τὸν παράδεισο. Ὁ Λόγος τῆς Μαρίας ἔδειξε τὸ Σταυρό, ποὺ ἔβαλε τὸν Ἀδὰμ πάλι στὸν παράδεισο.

.
.
.

Σ᾿ αὐτὸν λοιπόν, τὸ Λόγο τοῦ Θεοῦ καὶ Υἱὸ τῆς Παρθένου, ποὺ ἄνοιξε δρόμο μέσα σὲ τόπο ἀδιάβατο, ἂς ἀναπέμψουμε δοξολογία μαζὶ μὲ τὸν Πατέρα καὶ τὸ Ἅγιο Πνεῦμα στοὺς αἰῶνες τῶν αἰώνων. Ἀμήν.