Ἀπόσπασμα ἀπὸ τὸ Gregorius Nazianzenus Theol. : Contra Julianum imperatorem 2 (orat. 5) : Volume 35, page 709, line 34
Ἀναλάβωμεν ὕμνους ἀντὶ τυμπάνων, ψαλμῳδίαν ἀντὶ τῶν αἰσχρῶν λυγισμάτων τε καὶ ᾀσμάτων, κρότον εὐχαριστήριον ἀντὶ κρότων θεατρικῶν, καὶ χειρῶν πρᾶξιν εὔηχον, σύννοιαν ἀντὶ γέλωτος, ἀντὶ μέθης ἔμφρονα λόγον, ἀντὶ θρύψεως σεμνοπρέπειαν. Εἰ καὶ ὀρχήσασθαι δεῖ σε, ὡς πανηγυριστὴν καὶ φιλέορτον, ὄρχησαι μὲν, ἀλλὰ μὴ τὴν Ἡρῳδιάδος ὄρχησιν τῆς ἀσχήμονος, ἧς ἔργον Βαπτιστοῦ θάνατος· ἀλλὰ τὴν Δαβὶδ ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ, ἣν ἡγοῦμαι τῆς εὐκινήτου καὶ πολυστρόφου κατὰ Θεὸν πορείας εἶναι μυστήριον. Πρῶτον μὲν δὴ τοῦτο καὶ μέγιστον τῆς ἐμῆς παραινέσεως. |