Ἡ Λαυσαϊκὴ Ἱστορία περιγράφει ἱστορίες σπουδαίων μοναχῶν, οἱ ὁποῖοι ἔδρασαν στοὺς πρώτους χριστιανικοὺς αἰῶνες. Συγγραφέας της εἶναι ὁ Παλλάδιος (364-431), ποὺ ἀσκήτεψε στὴν Αἰγύπτο καὶ κατόπιν κατεστάθη ἐπίσκοπος τῆς Ἑλενοπόλεως τῆς Βιθυνίας. Πρόκειται γιὰ ἕνα πολὺ ἐνδιαφέρον κείμενο τῆς Ὕστερης Ἀρχαιότητας, ποὺ ἐνδιαφέρει ἐξίσου καὶ θεολόγους καὶ ἱστορικοὺς ποὺ ἀσχολοῦνται μὲ αὐτὴ τὴν ἐποχή.
Μέρος α´: Περὶ Ἰσιδώρου, Περὶ Δωροθέου, Περὶ Ποταμιαίνης, Περὶ Διδύμου, Περὶ Ἀλεξάνδρας, Περὶ τῆς πλουσίας παρθένου, Περὶ τῶν ἐν τῇ Νιτρίᾳ, Περὶ Ἀμοῦν τοῦ Νιτριώτου, Περὶ Ὤρ, Περὶ Παμβώ, Περὶ Ἀμμωνίου, Περὶ Βενιαμίν
Μέρος β´: Περὶ Ἀπολλωνίου, Περὶ Παησίου καὶ Ἡσαΐου, Περὶ Μακαρίου τοῦ νεωτέρου, Περὶ Ναθαναήλ, Περὶ Μακαρίου τοῦ Αἰγυπτίου
Μέρος γ´: Περὶ Μακαρίου τοῦ Ἀλεξανδρέως
Πολλῶν πολλὰ καὶ ποικίλα κατὰ διαφόρους καιροὺς συγγράμματα τῷ βίῳ καταλελοιπότων, τῶν μὲν ἐξ ἐπιπνοίας τῆς ἄνωθεν χάριτος θεοδότου εἰς οἰκοδομὴν καὶ ἀσφάλειαν τῶν πιστῇ προθέσει ἑπομένων τοῖς δόγμασι τοῦ σωτῆρος, τῶν δὲ ἐξ ἀνθρωπαρέσκου καὶ διεφθαρμένης προθέσεως ὑλομανησάντων εἰς παραμυθίαν τῶν κενοδοξίαν κισσώντων, ἑτέρων δὲ ἔκ τινος μανίας καὶ ἐνεργείας τοῦ μισοκάλου δαίμονος τύφῳ καὶ μήνιδι ἐπὶ λύμῃ τῶν κουφογνωμόνων ἀνθρώπων καὶ σπίλῳ τῆς ἀχράντου καὶ καθολικῆς ἐκκλησίας ἐπεισφρησάντων ταῖς διανοίαις τῶν ἀνοήτων ἐπὶ ἐγκότῳ τῆς σεμνῆς πολιτείας· ἔδοξε κἀμοὶ τῷ ταπεινῷ, αἰδεσθέντι τὴν ἐπιταγὴν τῆς σῆς μεγαλονοίας, φιλομαθέστατε, τὴν ἐπὶ προκοπῇ τῆς διανοίας, τριακοστὸν μὲν καὶ τρίτον ἔτος ἄγοντι ἐν τῇ τῶν ἀδελφῶν πολιτείᾳ δῆθεν καὶ τῷ μονήρει βίῳ, εἰκοστὸν δὲ τῆς ἐπισκοπῆς, πεντηκοστὸν δὲ καὶ ἕκτον ἐν τῇ πάσῃ ζωῇ, ποθοῦντί σοι τὰ τῶν πατέρων διηγήματα, ἀρρένων τε καὶ θηλειῶν, ὧν τε ἑώρακα καὶ περὶ ὧν ἀκήκοα, οἷς τε συνανεστράφην ἐν τῇ κατ᾿ Αἴγυπτον ἐρήμῳ καὶ Λιβύῃ καὶ Θηβαΐδι καὶ Συήνῃ, ὑφ᾿ ἣν καὶ οἱ λεγόμενοι Ταβεννησιῶται, ἔπειτα Μεσοποταμίᾳ Παλαιστίνῃ τε καὶ Συρίᾳ, καὶ τοῖς μέρεσι τῆς δύσεως Ῥώμῃ τε καὶ Καμπανίᾳ καὶ τῶν περὶ ταύτην, ἄνωθεν ἐκθέσθαι σοι ἐν διηγήματος εἴδει τὸ βιβλίον τοῦτο· ὅπως σεμνὸν καὶ ψυχωφελὲς ὑπομνηστικὸν ἔχων ἀδιάλειπτον φάρμακον λήθης πάντα μὲν νυσταγμὸν τὸν ἐξ ἀλόγου ἐπιθυμίας, πᾶσαν δὲ διψυχίαν καὶ κιμβικίαν τὴν ἐν ταῖς χρείαις, πάντα τε ὄκνον καὶ μικροψυχίαν τῶν ἐν τῷ ἤθει, ὀξυθυμίαν τε καὶ τάραχον καὶ λύπην καὶ ἄλογον φόβον διὰ τούτου ἀποσκευαζόμενος καὶ τὸν μετεωρισμὸν τοῦ κόσμου, ἀδιαλείπτῳ πόθῳ προκόπτῃς ἐν τῇ προθέσει τῆς εὐσεβείας, ὁδηγὸς καὶ σαυτοῦ καὶ τῶν μετὰ σοῦ καὶ τῶν ὑπὸ σὲ καὶ τῶν εὐσεβεστάτων γινόμενος βασιλέων· δι᾿ ὧν κατορθωμάτων πάντες οἱ φιλόχριστοι ἑνωθῆναι θεῷ ἐπείγονται· συνεκδεχόμενος καὶ τὴν ἀνάλυσιν τῆς ψυχῆς καθ᾿ ἡμέραν, κατὰ τὸ γεγραμμένον· «Ἀγαθὸν τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι»· καὶ τὸ «Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου εἰς τὸν ἀγρόν»· ὁ γὰρ μνημονεύων ἀεὶ τοῦ θανάτου ὡς ἐξ ἀνάγκης ἥξει καὶ οὐ μελλήσει, οὐ πταίσει μεγάλα· μήτε παραλογιζόμενος τὴν ὑποθήκην τῶν ὑφηγήσεων μήτε διαπτύων τὴν ἰδιωτείαν καὶ τὸ ἀκαλλὲς τῆς λέξεως. Οὐ γὰρ δὴ τοῦτο τὸ ἔργον ἐστὶ θεϊκῆς διδασκαλίας σεσοφισμένως φράζειν, ἀλλὰ πείθειν τὴν γνώμην νοήμασιν ἀληθείας, κατὰ τὸ εἰρημένον· «Ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ»· καὶ πάλιν· «Μὴ ἀστοχήσῃς διηγήματος γερόντων, καὶ γὰρ καὶ αὐτοὶ παρὰ τῶν πατέρων ἔμαθον».
Ἐγὼ τοίνυν, φιλομαθέστατε θεοῦ ἄνθρωπε, ἐκ μέρους ἑπόμενος ταύτῃ τῇ ῥήσει πολλοῖς τῶν ἁγίων συντετύχηκα, οὐ περιέργῳ χρησάμενος λογισμῷ, ἀλλὰ καὶ τριάκοντα ἡμερῶν καὶ δὶς τοσούτων ὁδὸν ἐξανύσας, ὡς ἐπὶ θεοῦ πεζῇ τῇ πορείᾳ πατήσας πᾶσαν τὴν γῆν Ῥωμαίων, ἠσμένισα τὴν κακουχίαν τῆς ὁδοιπορίας ἐπὶ συντυχίᾳ ἀνδρὸς φιλοθέου, ἵνα κερδήσω ὅπερ οὐκ εἶχον.
Εἰ γὰρ ὁ πολλῷ κρείττων ἐμοῦ ὑπερβὰς πολιτείᾳ καὶ γνώσει καὶ συνειδήσει καὶ πίστει Παῦλος τὴν ἀπὸ Ταρσοῦ εἰς τὴν Ἰουδαίαν ἐστείλατο ἀποδημίαν ἐπὶ συντυχίᾳ Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου, καὶ ἐν εἴδει καυχήματος διηγεῖται, στηλιτεύων ἑαυτοῦ τοὺς πόνους εἰς παροξυσμὸν τῶν ὄκνῳ καὶ ἀργίᾳ συζώντων ἐν τῷ εἰπεῖν· «Ἀνέβην εἰς Ἱεροσόλυμα ἱστορῆσαι Κηφᾶν», οὐκ ἀρκούμενος τῇ φήμῃ τῆς ἀρετῆς ἀλλ᾿ ἐπιποθῶν καὶ τὴν τοῦ εἴδους αὐτοῦ συντυχίαν· πόσῳ μᾶλλον ἐγὼ ὁ μυρίων ταλάντων χρεωφειλέτης ὤφειλον τοῦτο ποιῆσαι, οὐκ ἐκείνους εὐεργετῶν ἀλλ᾿ ἐμαυτὸν ὠφελῶν. Καὶ γὰρ οἱ τοὺς τῶν πατέρων ἀναγραψάμενοι βίους, Ἀβραάμ τε καὶ τῶν καθεξῆς, Μωσέως καὶ Ἠλίου καὶ Ἰωάννου, οὐχ ἵνα ἐκείνους δοξάσωσιν ἐξηγήσαντο, ἀλλ᾿ ἵνα καὶ τοὺς ἐντυγχάνοντας ὠφελήσωσιν.
Ταῦτα οὖν εἰδώς, πιστότατε δοῦλε Χριστοῦ Λαῦσε, καὶ σαυτὸν νουθετῶν, ἀνάσχου καὶ τῆς φλυαρίας τῆς ἡμετέρας ἐπὶ φυλακῇ τῆς εὐσεβοῦς γνώμης, ἣ διαφόροις κακίαις ὁραταῖς τε καὶ ἀοράτοις κυμαίνεσθαι πέφυκε, μόνῃ προσευχῇ συνεχεῖ καὶ ἰδιοπραγμοσύνῃ δυναμένη ἠρεμεῖν. Πολλοὶ γὰρ τῶν ἀδελφῶν καὶ πόνοις καὶ ἐλεημοσύναις κομῶντες, καὶ ἀγαμίαν ἢ παρθενίαν αὐχοῦντες, καὶ μελέτῃ θείων λογίων καὶ σπουδάσμασι θαρρήσαντες, ἠστόχησαν ἀπαθείας ἀδιακρίτως προσχήματι εὐσεβείας τινὰς φιλοπραγμοσύνας νοσήσαντες, ἐξ ὧν τίκτονται πολυπραγμοσύναι ἢ κακοπραγμοσύναι ἀπελαύνουσαι καλοπραγμοσύνην, τὴν μητέρα τῆς ἰδιοπραγμοσύνης.
Ἀνδρίζου τοίνυν, παρακαλῶ, μὴ πιαίνων τὸν πλοῦτον· ὃ δὴ καὶ πεποίηκας, αὐτάρκως αὐτὸν σμικρύνας τῇ διαδόσει τῶν χρείαν ἐχόντων διὰ τὴν ἐκ τούτου τῆς ἀρετῆς ὑπηρεσίαν· μήτε ὁρμῇ τινι καὶ προλήψει ἀλόγῳ ἀνθρωπαρέσκως ὅρκῳ πεδήσας τὴν προαίρεσιν, καθὼς πεπόνθασί τινες φιλονείκως φιλοδοξίᾳ τοῦ μὴ φαγεῖν ἢ πιεῖν δουλώσαντες τὸ αὐτεξούσιον τῇ ἀνάγκῃ τοῦ ὅρκου, καὶ τούτῳ πάλιν ὑποπεσόντες οἰκτρῶς φιλοζωΐᾳ καὶ ἀκηδίᾳ καὶ ἡδονῇ τὴν ἐπιορκίαν ὠδίναντες. Λόγῳ τοίνυν μεταλαμβάνων καὶ λόγῳ ἀπεχόμενος οὐχ ἁμαρτήσεις ποτέ. Θεῖος γὰρ ὁ λόγος τῶν ἐν ἡμῖν κινημάτων, ἐξορίζων μὲν τὰ βλαβερά, προσλαμβανόμενος δὲ τὰ ἐπωφελῆ· «Δικαίῳ» γὰρ «νόμος οὐ κεῖται». Ἄμεινον γὰρ ἡ μετὰ λόγου οἰνοποσία τῆς μετὰ τύφου ὑδροποσίας. Καὶ βλέπε μοι τοὺς μετὰ λόγου οἶνον πιόντας ἄνδρας ἁγίους, καὶ τοὺς ἄνευ λόγου πιόντας ὕδωρ ἀνθρώπους βεβήλους, καὶ μηκέτι ψέξῃς τὴν ὕλην ἢ ἐπαινέσῃς, ἀλλὰ μακάρισον ἢ ταλάνισον τὴν γνώμην τῶν καλῶς ἢ κακῶς χρωμένων τῇ ὕλῃ. Ἔπιέ ποτε Ἰωσὴφ παρ᾿ Αἰγυπτίοις οἶνον, ἀλλ᾿ οὐκ ἐβλάβη τὴν φρένα, ἠσφαλίσατο γὰρ τὴν γνώμην. Ὑδροπότησε δὲ Πυθαγόρας καὶ Διογένης καὶ Πλάτων, ἐν οἷς καὶ Μανιχαῖοι καὶ τὸ λοιπὸν σύνταγμα τῶν ἐθελοφιλοσόφων, καὶ ἐπὶ τοσοῦτον ἤλασαν κουφοδοξίας ἀκολασίᾳ ὡς καὶ τὸν θεὸν ἀγνοῆσαι καὶ προσκυνῆσαι εἰδώλοις. Ἥψαντο δὲ καὶ οἱ περὶ τὸν ἀπόστολον Πέτρον τῆς χρήσεως τοῦ οἴνου, ὡς καὶ αὐτὸν ὀνειδίζεσθαι τὸν διδάσκαλον τούτων τὸν σωτῆρα ἐπὶ τῇ μεταλήψει, λεγόντων τῶν Ἰουδαίων· «Ἵνα τί οἱ μαθηταί σου οὐ νηστεύουσιν ὡς καὶ οἱ Ἰωάννου;» Καὶ πάλιν τοῖς μαθηταῖς ἐπεμβαίνοντες ὀνειδισμοῖς ἔλεγον· «Ὁ διδάσκαλος ὑμῶν μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει». Οὐκ ἂν δὲ ἐπὶ ἄρτου καὶ ὕδατος ἐπελαμβάνοντο ἀλλ᾿ ἐπ᾿ ὄψων καὶ οἴνου δηλονότι· οἷς πάλιν ἀλόγως θαυμάζουσιν ὑδροποσίαν καὶ ψέγουσιν οἰνοποσίαν ἔλεγεν ὁ σωτήρ· «Ἦλθεν Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, μήτε ἐσθίων μήτε πίνων» –δηλαδὴ κρέα καὶ οἶνον, δίχα γὰρ τῶν ἄλλων ζῆν οὐκ ἠδύνατο– «καὶ λέγουσι· Δαιμόνιον ἔχει. Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν», διὰ τὸ ἐσθίειν καὶ πίνειν. Τί οὖν ἡμεῖς ποιήσωμεν; Μήτε τοῖς ψέγουσι μήτε τοῖς ἐπαινοῦσιν ἀκολουθήσωμεν, ἀλλ᾿ ἢ μετὰ Ἰωάννου λόγῳ νηστεύσωμεν κἂν εἴπωσι· Δαιμόνιον ἔχουσιν· ἢ μετ᾿ Ἰησοῦ ἐν σοφίᾳ οἰνοποτήσωμεν, εἰ χρῄζοι τὸ σῶμα, κἂν εἴπωσιν· Ἰδοὺ ἄνθρωποι φάγοι καὶ οἰνοπόται. Οὔτε γὰρ ἡ βρῶσίς ἐστί τι κατὰ ἀλήθειαν οὔτε ἡ ἀποχή, ἀλλὰ πίστις δι᾿ ἀγάπης τοῖς ἔργοις παρεκτεινομένη. Ὅταν γὰρ πάσῃ πράξει παρακολουθήσῃ ἡ πίστις, ἀκατάκριτος ὁ ἐσθίων καὶ πίνων διὰ τὴν πίστιν· «πᾶν γὰρ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν». Ἀλλ᾿ ἐπειδὴ πᾶς τις ἐρεῖ τῶν πλημμελούντων πίστει μεταλαμβάνειν ἢ ἕτερόν τι πράττειν ἀλόγῳ πληροφορίᾳ διεφθαρμένῳ τῷ συνειδότι, ὁ σωτὴρ διεστείλατο λέγων· «Ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς». Ὅτι δὲ ὁ καρπὸς τῶν λόγῳ πολιτευομένων καὶ συνέσει κατὰ τὸν θεῖον ἀπόστολον «ἀγάπη ἐστὶ καὶ χαρὰ καὶ εἰρήνη καὶ μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραΰτης, καὶ ἐγκράτεια», ὡμολόγηται.
Αὐτὸς γὰρ ἔλεγε Παῦλος· «Ὁ γὰρ καρπὸς τοῦ πνεύματός ἐστι» τὰ καὶ τά. Ὅτι δὲ ὁ σπουδάζων τοιούτους ἔχειν καρποὺς ἀλόγως ἢ ἀσκόπως ἢ ἀκαίρως οὐ βρώσεται κρέα οὐδὲ πίεται οἶνον, οὐδὲ συνοικήσει τινὶ κακῷ συνειδότι, πάλιν ἔλεγεν ὁ αὐτὸς Παῦλος ὅτι «Πᾶς ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται», ὑγιαινούσης μὲν τῆς σαρκὸς ἀπεχόμενος τῶν πιαινόντων, ἀρρωστούσης δὲ ἢ ὀδυνωμένης ἢ καὶ λύπαις καὶ περιστάσεσι κοινωνούσης χρήσεται μὲν βρώμασιν ἢ πόμασιν ὡς φαρμάκοις εἰς ἴασιν τῶν λυπούντων, ἀφέξεται δὲ τῶν κατὰ ψυχὴν βλαβερῶν, ὀργῆς, φθόνου, κενοδοξίας, ἀκηδίας, καταλαλιᾶς καὶ ὑπονοίας ἀλόγου, εὐχαριστῶν ἐν κυρίῳ.
Αὐτάρκως τοίνυν περὶ τούτου διαλαβὼν πάλιν ἄλλην παράκλησιν προσάγω σου τῇ φιλομαθείᾳ. Φεῦγε ὅση δύναμις συντυχίας ἀνδρῶν ὄφελος οὐδὲν ἐχόντων καὶ κοσμούντων τὸ δέρμα ἀκαταλλήλως, κἂν ὀρθόδοξοι εἶεν, μή τί γε αἱρετικῶν, βλαπτόντων τῇ ὑποκρίσει, κἂν δόξωσι πολιαῖς ἢ ῥυτίσιν ἐπισύρεσθαι μῆκος χρόνου. Κἂν γὰρ μηδὲν βλαβῇς παρ᾿ αὐτῶν δι᾿ εὐγένειαν τρόπων, τὸ γοῦν ἔλαττον χαυνωθήσῃ ἢ ἐπαρθήσῃ καταγελῶν τούτων, ὅπερ ἐστί σοι βλάβη. Ὑπὲρ δὲ θυρίδα φωτεινὴν μεταδίωκε ἀνδρῶν τε καὶ γυναικῶν ὁσίας συντυχίας, ἵνα διὰ τούτων, καθάπερ λεπτόγραφον βιβλίον, δυνηθῇς σαφῶς ἰδεῖν καὶ τὴν σὴν καρδίαν, διὰ τῆς παραθέσεως τὴν ῥᾳθυμίαν ἢ τὴν ἀμέλειαν δυνάμενος τὴν σὴν δοκιμάζειν. Ἥ τε γὰρ χρόα τῶν προσώπων ἐπανθοῦσα τῇ πολιᾷ καὶ ὁ στολισμὸς τῆς ἐσθῆτος καὶ ἡ ἀτυφία τῶν λόγων καὶ ἡ εὐλάβεια τῶν λέξεων καὶ τὸ χαρίεν τῶν νοημάτων ἐνδυναμώσει σε, κἂν ἐν ἀκηδίᾳ τυγχάνῃς. «Στολισμὸς γὰρ ἀνδρὸς καὶ βῆμα ποδὸς καὶ γέλως ὀδόντων ἀναγγελεῖ τὰ περὶ αὐτοῦ» καθὼς ἡ σοφία λέγει.
Ἀρξάμενος τοίνυν τῶν διηγήσεων οὐ τοὺς ἐν ταῖς πόλεσιν οὔτε τοὺς ἐν ταῖς κώμαις ἢ ἐρημίαις σοι καταλείψω ἀγνώστους τῷ λόγῳ. Οὐ γὰρ ὁ τόπος ἐστὶν ὁ ζητούμενος ἔνθα κατῴκησαν οὗτοι, ἀλλ᾿ ὁ τρόπος τῆς προαιρέσεως.
Πρώτως πατήσας τὴν Ἀλεξανδρέων πόλιν ἐν τῇ δευτέρᾳ ὑπατείᾳ Θεοδοσίου τοῦ μεγάλου βασιλέως, ὃς νῦν ἐν ἀγγέλοις ὑπάρχει διὰ τὴν αὐτοῦ πίστιν εἰς τὸν Χριστόν, περιέτυχον ἐν τῇ πόλει ἀνδρὶ θαυμασίῳ παντόθεν κεκοσμημένῳ ἔν τε ἤθει καὶ γνώσει, Ἰσιδώρῳ πρεσβυτέρῳ ξενοδόχῳ ὄντι τῆς Ἀλεξανδρέων ἐκκλησίας· ὃς τὰ μὲν πρῶτα τῆς νεότητος ἆθλα ἐλέγετο ἠνυκέναι ἐν τῇ ἐρήμῳ· οὗ καὶ τὴν κέλλαν ἐθεασάμην ἐν τῷ ὄρει τῷ τῆς Νιτρίας. Κατέλαβον δὲ τοῦτον ἔτων ἑβδομήκοντα γέροντα, ὃς ἐπιζήσας πεντεκαίδεκα ἔτη ἄλλα τελευτᾷ ἐν εἰρήνῃ.
Οὗτος μέχρις αὐτῆς τῆς τελευτῆς οὐκ ὀθόνην ἐφόρεσεν ἐκτὸς φακιολίου, οὐ λουτροῦ ἥψατο, οὐ κρεῶν μετέλαβεν· ὃς ἔσχε τοιοῦτον τὸ σωμάτιον ὑπὸ τῆς χάριτος συγκροτούμενον, ὡς προσδοκῆσαι πάντας τοὺς ἀγνοοῦντας αὐτοῦ τὴν δίαιταν ὅτι ἐν τρυφῇ διάγει. Τούτου τὰς ἀρετὰς τῆς ψυχῆς ἐὰν θέλω διηγήσασθαι κατὰ μέρος ἐπιλείψει μοι ὁ χρόνος· ὃς τοσοῦτον ἦν φιλάνθρωπος καὶ εἰρηνικός, ὡς καὶ αὐτοὺς τοὺς ἐχθροὺς αὐτοῦ τοὺς ἀπίστους αἰδεῖσθαι αὐτοῦ τὴν σκιὰν διὰ τὸ λίαν χρηστόν.
Τοσαύτην δὲ ἔσχε γνῶσιν τῶν ἁγίων γραφῶν καὶ τῶν θείων δογμάτων, ὡς καὶ παρ᾿ αὐτὰ τὰ συμπόσια τῶν ἀδελφῶν ἐξίστασθαι τὴν διάνοιαν καὶ ἐνεάζειν· καὶ παρακαλούμενος διηγήσασθαι τὰ τῆς ἐκστάσεως, ἔλεγεν ὅτι «Ἀπεδήμησα τῇ διανοίᾳ, ἁρπαγεὶς ὑπὸ θεωρίας τινός». Ἔγνων κἀγὼ τοῦτον πολλάκις δακρύσαντα ἐπὶ τραπέζης, καὶ τὴν αἰτίαν πυθόμενος τῶν δακρύων ἤκουσα αὐτοῦ λέγοντος ὅτι «Αἰδοῦμαι μεταλαμβάνων ἀλόγου τροφῆς, λογικὸς ὑπάρχων καὶ ὀφείλων ἐν παραδείσῳ τρυφῆς διάγειν διὰ τὴν δοθεῖσαν ἡμῖν παρὰ τοῦ Χριστοῦ ἐξουσίαν».
Οὗτος γνώριμος ὢν τῇ κατὰ Ῥώμην συγκλήτῳ πάσῃ ταῖς τε γυναιξὶ τῶν μεγιστάνων, ὁπηνίκα σὺν Ἀθανασίῳ τῷ ἐπισκόπῳ ἀπεληλύθει τὸ πρῶτον, ἔπειπα σὺν Δημητρίῳ τῷ ἐπισκόπῳ, καὶ περισσεύων πλούτῳ καὶ ἀφθονίᾳ χρειῶν, οὐ διαθήκην ἔγραψε τελευτῶν, οὐ νόμισμα καταλέλοιπεν, οὐ πρᾶγμα ταῖς ἰδίαις αὐτοῦ ἀδελφαῖς παρθένοις οὔσαις· ἀλλὰ παρέθετο αὐτὰς τῷ Χριστῷ λέγων· «Ὁ κτίσας ὑμᾶς οἰκονομήσει ὑμῶν τὴν ζωήν, ὡς κἀμέ». Ἦν δὲ σὺν ταῖς ἀδελφαῖς αὐτοῦ σύστημα παρθένων ἑβδομήκοντα.
Οὗτος φοιτήσαντί μοι νέῳ ὄντι πρὸς αὐτὸν καὶ παρακαλοῦντι στοιχειωθῆναι ἐν τῷ μονήρει βίῳ, σφριγώσης ἔτι τῆς ἡλικίας καὶ λόγου μὴ δεομένης ἀλλὰ πόνων τῶν κατὰ σάρκα, ὡς καλὸς πωλοδάμνης ἐξήγαγέ με ἔξω τῆς πόλεως εἰς τὰ λεγόμενα ἐρημικὰ ἀπὸ σημείων πέντε.
Παρέδωκε δέ με Δωροθέῳ τινὶ ἀσκητῇ Θηβαίῳ ἑξηκοστὸν ἄγοντι ἔτος ἐν τῷ σπηλαίῳ καὶ κελεύει με πληρῶσαι παρ᾿ αὐτῷ τρία ἔτη πρὸς δαμασμὸν τῶν παθῶν· ἠπίστατο γὰρ τὸν γέροντα μεγάλῃ σκληραγωγίᾳ συζῶντα· πάλιν ἐπανακάμπτειν πρὸς αὐτὸν ἐντειλάμενος διδασκαλίας ἕνεκεν πνευματικῆς. Μὴ δυνηθεὶς δὲ τρία ἔτη πληρῶσαι, ἀρρωστίᾳ περιπεσών, οὕτως πρὸ τῶν τριῶν ἤρθην παρ᾿ αὐτοῦ· ἦν γὰρ αὐτοῦ ἡ δίαιτα αὐχμώδης καὶ ξηροτάτη. Διὰ πάσης μὲν γὰρ τῆς ἡμέρας ἐν τῷ καύματι ἐν τῇ ἐρήμῳ τῇ παρὰ θάλασσαν συνῆγε λίθους, καὶ τούτους ἀεὶ οἰκοδομῶν καὶ κέλλας ποιῶν παρεχώρει τοῖς μὴ δυναμένοις οἰκοδομῆσαι, κατ᾿ ἔτος τελίσκων κέλλαν μίαν. Ἐμοῦ δέ ποτε εἰρηκότος αὐτῷ· «Τί ποιεῖς, πάτερ, ἐν γήρᾳ τοσούτῳ ἀποκτείνων σοῦ τὸ σωμάτιον ἐν τοῖς καύμασι τούτοις;» ἀπεκρίνατο λέγων· «Ἀποκτείνει με, ἀποκτείνω αὐτό». Ἤσθιε μὲν γὰρ οὐγκίας ἓξ ἄρτου καὶ λεπτολαχάνων δέμα, ἔπινε δὲ ὕδατος τὸ ὅσον. Ἐπὶ θεοῦ μάρτυρος οὐκ ἔγνων αὐτὸν ἁπλώσαντα πόδας, οὐ καθευδήσαντα ἐπὶ ψιαθίου, οὐκ ἐπὶ κλίνης· ἀλλὰ διὰ πάσης νυκτὸς καθήμενος ἔπλεκε σειρὰν τὴν ἐκ θαλλῶν φοινίκων εἰς λόγον τροφῆς.
Προσδοκήσας δὲ ὅτι ἐπ᾿ ἐμοῦ τοῦτο ποιεῖ, ἐφιλοπεύστησα καὶ παρὰ ἄλλων αὐτοῦ μαθητῶν ἀκριβώσας, οἵτινες ἔμενον κατ᾿ ἰδίαν, ὅτι ἀπὸ νεότητος ταύτην ἔσχε τὴν πολιτείαν, μηδέ ποτε κοιμηθεὶς ἐξεπίτηδες, εἰ μή τι ἐργαζόμενος ἢ ἐσθίων ἐκάμμυσε τὸν ὀφθαλμὸν κατενεχθεὶς ὕπνῳ, ὥστε πολλάκις καὶ τὸν ψωμὸν ἐκπίπτειν ἐκ τοῦ στόματος αὐτοῦ κατὰ τὸν καιρὸν τοῦ φαγεῖν ὑπερβολῇ νυσταγμοῦ. Ἀναγκάζοντος δέ μου αὐτόν ποτε μικρὸν ἐπὶ τῆς ψιάθου ἀναπεσεῖν, ὑπολυπούμενος ἔλεγεν· «Ἐὰν πείσῃς τοὺς ἀγγέλους κοιμηθῆναι, πείσεις καὶ τὸν σπουδαῖον».
Ἐν τῷ φρέατι αὐτοῦ περὶ ὥραν ἐννάτην ἀπέστειλέ μέ ποτε πληρῶσαι τὸν κάδον εἰς λόγον μεταλήψεως τῆς ὥρας τῆς ἐννάτης. Ἔτυχε δέ με ἀπελθόντα ἀσπίδα ἐν τῷ φρέατι κάτω ἰδεῖν, καὶ μηκέτι ἀντλῆσαι τὸ ὕδωρ, ἀλλ᾿ ἀπελθόντα εἰπεῖν αὐτῷ ὅτι· «Ἀπεθάνομεν, ἀββᾶ· ἀσπίδα γὰρ εἶδον ἐν τῷ φρέατι». Ὁ δὲ ὑπομειδιάσας σεμνὸν ἐπὶ πολύ μοι προσέσχε, καὶ σείσας τὴν κεφαλὴν ἔλεγεν· «Ἐὰν δόξῃ τῷ διαβόλῳ κατὰ πᾶν φρέαρ γενέσθαι ὄφιν ἢ χελώνην καὶ ἐμπίπτειν εἰς τὰς πηγὰς τῶν ὑδάτων, σὺ μένεις μηδέποτε πίνων;» καὶ ἐξελθὼν καὶ δι᾿ ἑαυτοῦ ἀντλήσας, νῆστις πρῶτος ἀπερρόφησεν εἰπών· «Ὅπου σταυρὸς ἐπιφοιτᾷ οὐκ ἰσχύει κακία τινός».
Ὁ μακάριος οὗτος Ἰσίδωρος συντετυχηκὼς Ἀντωνίῳ τῷ μακαρίτῃ γραφῆς ἄξιον διηγήσατό μοι πρᾶγμα, ἀκηκοὼς παρ᾿ αὐτοῦ ὅτι Ποταμιαίνα τις οὕτω καλουμένη κατὰ τὸν καιρὸν Μαξιμιανοῦ τοῦ διώκτου ὡραιοτάτη κόρη ὑπῆρχε παιδίσκη τινός· ἣν πολλαῖς λιπαρήσας ὑποσχέσεσιν ὁ ταύτης δεσπότης ἀναπεῖσαι οὐκ ἠδυνήθη· τελευταῖον δὲ μανεὶς παραδίδωσιν αὐτὴν τῷ τότε ἐπάρχῳ τῆς Ἀλεξανδρείας, ἔκδοτον αὐτὴν δοὺς ὡς χριστιανὴν καὶ βλασφημοῦσαν τοὺς καιροὺς καὶ τοὺς βασιλεῖς ἐπὶ τοῖς διωγμοῖς, ὑποθέμενος αὐτῷ μετὰ χρημάτων ὅτι «Ἐὰν συνθῆταί μου τῷ σκόπῳ, ἀτιμώρητον αὐτὴν φύλαξον»· ἐὰν δὲ ἐπιμείνῃ τῇ αὐστηρίᾳ, παρεκάλεσε τιμωρηθῆναι αὐτήν, ἵνα μὴ ζῶσα καταγελάσῃ τῆς ἀσωτίας αὐτοῦ. Ἀχθεῖσα δὲ πρὸ τοῦ βήματος διαφόροις ὀργάνοις τιμωρητικοῖς ἐπυργομαχεῖτο τὴν γνώμην. Ἐν οἷς ὀργάνοις καὶ λέβητα μέγαν πλήσας πίσσης ἐκέλευσεν ὑποκαίεσθαι ὁ δικαστής. Βραζούσης οὖν τῆς πίσσης καὶ σφοδρῶς ἐκκαιομένης, προέτεινεν αὐτῇ· «Ἢ ἄπελθε, ὑποτάγηθι τοῖς θελήμασι τοῦ δεσπότου σου· ἢ ἵνα εἰδῇς ὅτι ἐν τῷ λέβητί σε καταγγισθῆναι κελεύω». Ἡ δὲ ἀπεκρίνατο λέγουσα· «Μὴ γένοιτό ποτε τοιοῦτος δικαστὴς ὃς κελεύει ἀσωτίᾳ ὑποτάσσεσθαι». Ἀπομανεὶς οὖν ἐκεῖνος κελεύει ἐκδυθεῖσαν αὐτὴν βληθῆναι ἐν τῷ λέβητι. Ἡ δὲ φωνὴν ἀφίησιν εἰποῦσα· «Τὴν κεφαλὴν τοῦ βασιλέως σου ὃν σὺ φοβῇ, εἰ κέκριταί σοι τιμωρήσασθαί με οὕτω, κατὰ μικρὸν κέλευσον χαλασθῆναί με ἐν τῷ λέβητι, ἵνα εἰδῇς πόσην μοι χαρίζεται ὑπομονὴν ὁ Χριστὸς ὃν σὺ ἀγνοεῖς». Καὶ χαλωμένη κατὰ μικρὸν ἐπὶ παράτασιν ὥρας ἐξέψυξε, φθασάσης τῆς πίσσης περὶ τὸν τράχηλον αὐτῆς.
Πλεῖστοι μὲν οὖν ὅσοι καὶ ὅσαι ἐτελειώθησαν ἐν τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ, ἄξιοι τῆς γῆς τῶν πραέων. Ἐν οἷς καὶ Δίδυμος ὁ συγγραφεύς, ὁ ἀπὸ ὀμμάτων γενόμενος· οὗ καὶ συντυχίας ἔσχηκα τέσσαρας ἐκ διαλειμμάτων πρὸς αὐτὸν ἀπερχόμενος ἐπὶ δέκα ἔτη. Τελευτᾷ γὰρ ἐτῶν ὀγδοήκοντα πέντε. Οὗτος ἀπὸ ὀμμάτων ὑπῆρχεν, ὡς αὐτός μοι διηγήσατο, τετραέτης τὰς ὄψεις ἀποβαλών, μήτε γράμματα μεμαθηκὼς μήτε διδασκάλοις φοιτήσας· εἶχε γὰρ τὸν κατὰ φύσιν διδάσκαλον ἐρρωμένον, τὸ ἴδιον συνειδός· ὃς τοσαύτῃ χάριτι ἐκεκόσμητο γνώσεως ὡς καθ᾿ ἱστορίαν πληροῦσθαι ἐπ᾿ αὐτῷ τὸ γεγραμμένον· «Κύριος σοφοῖ τυφλούς». Παλαιὰν γὰρ καὶ καινὴν διαθήκην ἡρμήνευσε κατὰ λέξιν· τῶν δὲ δογμάτων οὕτως ἐπεμελήθη, λεπτῶς καὶ ὀχυρῶς ἐκθέμενος τὸν περὶ αὐτῶν λόγον, ὡς πάντας ὑπερβάλλειν τοὺς ἀρχαίους ἐν γνώσει.
Ἀναγκάζοντος δὲ αὐτοῦ ποτε ποιῆσαί με ἐν τῷ κελλίῳ αὐτοῦ εὐχήν, καὶ μὴ βουλομένου μου, ἔλεγε διηγούμενος ὅτι «Εἰς τὴν κέλλαν ταύτην τρίτον εἰσῆλθεν ὁ μακάριος Ἀντώνιος ἐπισκεψάμενός με· καὶ παρακληθεὶς παρ᾿ ἐμοῦ ποιῆσαι εὐχὴν εὐθὺς ἔκλινε γόνυ ἐν τῷ κελλίῳ, καὶ οὐ παρεσκεύασέ με δευτερῶσαι τὸν λόγον, ἔργῳ με παιδεύσας ἐν τῇ ὑπακοῇ. Ὥστε εἰ κατ᾿ ἴχνος βαίνεις τῆς αὐτοῦ πολιτείας, ὡς ἅτε μονάζων καὶ δι᾿ ἀρετὴν ξενιτεύων, ἀπόθου τὴν φιλονεικίαν». Διηγήσατο δέ μοι καὶ τοῦτο, ὅτι «Φροντίζοντός μου περὶ τῆς ζωῆς Ἰουλιανοῦ τοῦ ἀθλίου βασιλέως ὡς διώκτου, καὶ ἀδημονοῦντος μιᾷ τῶν ἡμερῶν καὶ μέχρις ἑσπέρας βαθείας μὴ γευσαμένου ἄρτον ἕνεκεν τῆς φροντίδος ἔτυχεν ἐν τῷ θρόνῳ καθήμενόν με κατενεχθῆναι ὕπνῳ, καὶ ἰδεῖν ἔκστασιν ἵππους λευκοὺς διατρέχοντας μετὰ τῶν ἐπιβατῶν καὶ κηρύττοντας· «Εἴπατε Διδύμῳ, σήμερον ἑβδόμην ὥραν ἐτελεύτησεν Ἰουλιανός· ἀναστὰς οὖν φάγε, καὶ ἀπόστειλον, φασί, τῷ ἐπισκόπῳ Ἀθανασίῳ, ἵνα κἀκεῖνος γνῷ». Καὶ ἐσημειωσάμην, φησί, καὶ τὴν ὥραν καὶ τὸν μῆνα καὶ τὴν ἑβδομάδα καὶ τὴν ἡμέραν, καὶ εὑρέθη οὕτως».
Διηγήσατο δέ μοι καὶ περὶ παιδίσκης τινὸς ὀνόματι Ἀλεξάνδρας, ἥτις καταλείψασα τὴν πόλιν καὶ ἐν μνήματι ἑαυτὴν καθείρξασα δι᾿ ὀπῆς ἐλάμβανε τὰ πρὸς τὴν χρείαν, μήτε γυναιξὶ μήτε ἀνδράσι συντυγχάνουσα κατ᾿ ὄψιν ἐπὶ ἔτη δέκα. Τῷ δὲ δεκάτῳ ἔτει ἐκοιμήθη σχηματίσασα ἑαυτήν, ὡς τὴν ἐν συνηθείᾳ ἀπελθοῦσαν καὶ μὴ τυχοῦσαν ἀποκρίσεως ἀπαγγεῖλαι ἡμῖν. Ἀποχρίσαντες οὖν τὴν θύραν καὶ εἰσελθόντες εὕραμεν αὐτὴν κοιμηθεῖσαν.
Ἔλεγε δὲ περὶ αὐτῆς καὶ ἡ τρισμακαρία Μελάνιον περὶ ἧς εἰς ὕστερον λέξω, ὅτι «Κατ᾿ ὄψιν μὲν αὐτὴν οὐκ εἶδον, περὶ δὲ τὴν ὀπὴν στᾶσα παρεκάλεσα εἰπεῖν τὴν αἰτίαν δι᾿ ἣν ἔκλεισεν ἑαυτὴν εἰς τὸ μνῆμα. Ἡ δὲ διὰ τῆς ὀπῆς ἐφθέγξατό μοι λέγουσα ὅτι «Ἐβλάβη τις τὸν νοῦν εἰς ἐμέ· καὶ ἵνα μὴ δόξω λυπεῖν αὐτὸν ἢ διαβάλλειν, ᾑρησάμην ζῶσαν ἐμαυτὴν εἰς τὸ μνῆμα εἰσαγαγεῖν, ἢ σκανδαλίσαι ψυχὴν κατ᾿ εἰκόνα θεοῦ ποιηθεῖσαν». Ἐμοῦ δέ, φησίν, εἰπούσης· «Πῶς οὖν καρτερεῖς μὴ συντυγχάνουσα μηδενί, ἀλλὰ πυκτεύουσα τῇ ἀκηδίᾳ»; εἶπεν ὅτι «Ἀπὸ πρωῒ μέχρις ἐννάτης ὥρας εὔχομαι καθ᾿ ὥραν, νήθουσα τὸ λίνον· τὰς δὲ διαλοίπους ὥρας περιέρχομαι τῷ νῷ τοὺς ἁγίους πατριάρχας καὶ προφήτας καὶ ἀποστόλους καὶ μάρτυρας· καὶ φαγοῦσά μου τὸν ψωμὸν τὰς ἄλλας ὥρας περιμένω προσκαρτεροῦσα καὶ τὸ τέλος ἐκδεχομένη μετ᾿ ἐλπίδος χρηστῆς».
Οὐ παραλείψω δὲ ἐν τῷ διηγήματι καὶ τοὺς ἐν καταφρονήσει βεβιωκότας, εἰς ἔπαινον τῶν κατωρθωκότων ἀσφάλειαν δὲ τῶν ἐντυγχανόντων. Παρθένος τις γέγονεν ἐν Ἀλεξανδρείᾳ τῷ μὲν σχήματι ταπεινὴ τῇ δὲ προαιρέσει σοβαρά, πλουσία ἐν χρήμασιν εἰς ἄγαν, μὴ προΐκασα ξένῳ μὴ παρθένῳ, μὴ ἐκκλησίᾳ, μὴ πένητι ὀβολόν. Αὕτη πολλαῖς νουθεσίαις τῶν πατέρων οὐκ ἀπεσκευάζετο τὴν ὕλην. Ὑπῆρχε δὲ ταύτῃ καὶ γένος ἐν οἷς τεκνοποιεῖται θυγατέρα ἀδελφῆς ἰδίας, ᾗ νύκτωρ καὶ μεθ᾿ ἡμέραν ἐπηγγέλλετο τὰ αὐτῆς, τοῦ οὐρανίου πόθου ἐκπεσοῦσα. Εἶδος γὰρ καὶ τοῦτό ἐστι πλάνης τοῦ διαβόλου, ἐν προσχήματι φιλοσυγγενείας εἰς πλεονεξίαν ὠδίνειν παρασκευάζοντος· ὅτι γὰρ αὐτῷ οὐ μέλει περὶ γένους, ἀδελφοκτονεῖν καὶ μητροκτονεῖν καὶ πατροκτονεῖν ἐκδιδάσκοντος, ὡμολόγηται. Ἀλλὰ κἂν δόξῃ συγγενῶν κηδεμονίαν ἐντιθέναι, οὐκ εἰς εὔνοιαν ἐκείνων τοῦτο ποιεῖ, ἀλλ᾿ ὑπὲρ τοῦ τὴν ψυχὴν ἄδικον ἐξασκῆσαι, εἰδὼς τὴν ἀπόφασιν ὅτι «Ἄδικοι βασιλείαν θεοῦ οὐ κληρονομήσουσι». Δύναται δέ τις φρονήσει κινούμενος θεϊκῇ μήτε τῆς ἑαυτοῦ ψυχῆς καταφρονεῖν, καὶ τοῖς συγγενέσιν αὐτοῦ, εἴ γε λείπονται, διδόναι παραμυθίαν. Ὅταν δέ τις ὅλην τὴν ψυχὴν ἑαυτοῦ καταπατήσῃ κηδεμονίᾳ συγγενῶν, ὑποπίπτει τῷ νόμῳ, ἐπὶ ματαίῳ τὴν ἑαυτοῦ ψυχὴν λογιζόμενος.
Ἄιδει δὲ ὁ ἱεροψάλτης περὶ τῶν τῆς ψυχῆς φροντιζόντων ἐν φόβῳ, ὅτι «Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου;» ἀντὶ τοῦ, σπανίως· «ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ». Οὗτοι γὰρ ἐπὶ ματαίῳ αὐτὴν λαμβάνουσιν ὅσοι τῶν ἀρετῶν ἀμελοῦσι, νομίζοντες αὐτὴν τῷ σαρκίῳ συνδιαλύεσθαι.
Ταύτην τὴν παρθένον θελήσας, τὸ δὴ λεγόμενον, φλεβοτομῆσαι εἰς κουφισμὸν τῆς πλεονεξίας ὁ ἁγιώτατος Μακάριος, ὁ πρεσβύτερος καὶ ἀφηγούμενος τοῦ πτωχείου τῶν λελωβημένων, σοφίζεται δρᾶμα τοιοῦτον· ἦν γὰρ ἐν νεότητι λιθουργὸς ὃν λέγουσι καβιδάριον. Καὶ ἀπελθὼν λέγει αὐτῇ· «Λίθοι ἀναγκαῖοι σμάραγδοι καὶ ὑάκινθοι ἐμπεπτώκασί μοι, καὶ εἴτε εὑρεσιμαῖοί εἰσιν εἴτε κλεψιμαῖοι οὐκ ἔχω εἰπεῖν. Τιμῇ οὐχ ὑποβάλλονται, ὑπὲρ διατίμησιν ὄντες· πιπράσκει δὲ αὐτοὺς πεντακοσίων νομισμάτων ὁ ἔχων.
Εἰ δοκεῖ σοι αὐτοὺς λαβεῖν, ἀπὸ ἑνὸς λίθου δύνασαι σῶσαι τὰ πεντακόσια νομίσματα, τοῖς δὲ λοιποῖς εἰς κόσμον τῆς ἀδελφιδῆς σου συγχρήσασθαι». Ἐκκρεμαμένη ἡ παρθένος δελεάζεται καὶ πίπτει αὐτοῦ εἰς τοὺς πόδας, «Τῶν ποδῶν σου», λέγουσα, «μή τις ἄλλος αὐτοὺς λάβῃ». Προτρέπεται οὖν αὐτὴν ὅτι «Παραγένου ἕως τῆς οἰκίας μου καὶ βλέπε αὐτούς». Ἡ δὲ οὐκ ἠνέσχετο, ἀλλὰ προσρίπτει αὐτῷ τὰ πεντακόσια νομίσματα λέγουσα· «Ὡς θέλεις, λαβὲ αὐτούς· ἐγὼ γὰρ οὐ θέλω ἰδεῖν τὸν ἄνθρωπον τὸν πιπράσκοντα».
Ὁ δὲ λαβὼν τὰ πεντακόσια νομίσματα δίδωσιν εἰς τὰς χρείας τοῦ πτωχείου. Χρόνου δὲ παριππεύσαντος, ἐπειδὴ μεγάλην ὑπόληψιν ἐδόκει ἔχειν ὁ ἀνὴρ ἐν Ἀλεξανδρείᾳ φιλόθεος ὢν καὶ ἐλεήμων, ἤκμασε γὰρ μέχρι τῶν ἑκατὸν ἐτῶν, ᾧ συνεχρονίσαμεν καὶ ἡμεῖς, εὐλαβεῖτο αὐτὸν ὑπομνῆσαι. Τέλος εὑροῦσα αὐτὸν ἐν τῇ ἐκκλησίᾳ λέγει αὐτῷ· «Δέομαί σου, τί κελεύεις περὶ τῶν λίθων ἐκείνων ὑπὲρ ὧν δεδώκαμεν τὰ πεντακόσια νομίσματα;» Ὁ δὲ ἀπεκρίνατο λέγων· «Ἔκτοτε ἀφ᾿ οὗ δέδωκάς μοι τὸν χρυσόν, κατέβαλον αὐτὸν εἰς τὴν τιμὴν τῶν λίθων· καὶ εἰ βούλει ἐλθεῖν καὶ ἰδεῖν αὐτοὺς ἐν τῷ ὀσπιτίῳ, ἐκεῖ γὰρ κεῖνται, ἐλθὲ καὶ βλέπε, ἐάν σοι ἀρέσκουσιν, ἐπεὶ λαβέ σου τὸ χρυσίον». Ἡ δὲ ἦλθεν ἀσμενέστατα. Ἦν δὲ τὸ πτωχεῖον εἰς μὲν τὰ ἀνώγεα ἔχον γυναῖκας, εἰς δὲ τὰ κατώγεα ἄνδρας. Καὶ ἀγαγὼν αὐτὴν εἰσάγει εἰς τὸν πυλῶνα καὶ λέγει αὐτῇ· «Τί θέλεις πρῶτον ἰδεῖν; τοὺς ὑακίνθους, ἢ τοὺς σμαράγδους;» Λέγει αὐτῷ· «Ὃ δοκεῖ σοι». Ἀνάγει αὐτὴν εἰς τὰ ἀνώγεα καὶ δείκνυσιν αὐτῇ ἠκρωτηριασμένας γυναῖκας λελωβημένας ὄψεις ἐχούσας· καὶ λέγει αὐτῇ· «Ἰδοὺ οἱ ὑάκινθοι». Καὶ κατάγει αὐτὴν πάλιν κάτω καὶ λέγει αὐτῇ, δείξας αὐτῇ τοὺς ἄνδρας· «Ἰδοὺ οἱ σμάραγδοι, ἐάν σοι ἀρέσκουσιν, ἐπεὶ λαβέ σου τὸ χρυσίον». Οὕτω διατραπεῖσα ἐκείνη ἐξῆλθε, καὶ ἀπελθοῦσα ἀπὸ πολλῆς λύπης, ὅτι οὐ κατὰ θεὸν πεποίηκε τὸ πρᾶγμα, ἐνόσησεν· ἐς ὕστερον εὐχαριστήσασα τῷ πρεσβυτέρῳ, τῆς κόρης ἧς ἐφρόντιζε μετὰ γάμον ἀτέκνου ἀποθανούσης.
Συντυχὼν οὖν καὶ συνδιατρίψας τοῖς περὶ Ἀλεξάνδρειαν μοναστηρίοις ἔτη τρία, καλλίστοις καὶ σπουδαιοτάτοις ἀνδράσιν ὡς δισχιλίοις, ἀναχωρήσας ἐκεῖθεν ἦλθον εἰς τὸ ὄρος τῆς Νιτρίας. Μεταξὺ δὲ τοῦ ὄρους τούτου καὶ τῆς Ἀλεξανδρείας λίμνη κεῖται ἡ καλουμένη Μαρία, σημείων ἑβδομήκοντα· ἣν διαπλεύσας διὰ μιᾶς καὶ ἡμισείας ἡμέρας ἦλθον εἰς τὸ ὄρος ἐπὶ τὸ μέρος τῆς μεσημβρίας· ᾧ ὄρει παράκειται ἡ πανέρημος παρατείνουσα ἕως Αἰθιοπίας καὶ τῶν Μαζίκων καὶ τῆς Μαυριτανίας. Ἐν ᾧ ὄρει οἰκοῦσιν ἄνδρες ὡς πεντακισχίλιοι διαφόρους ἔχοντες πολιτείας, ἕκαστος ὡς δύναται καὶ ὡς βούλεται· ὡς ἐξεῖναι καὶ μόνον μένειν, καὶ δεύτερον, καὶ πολλοστόν. Ἐν τούτῳ τῷ ὄρει ἀρτοκοπεῖά εἰσιν ἑπτὰ ὑπηρετούμενα κἀκείνοις καὶ τοῖς εἰς τὴν πανέρημον ἀναχωρηταῖς, ἀνδράσιν ἑξακοσίοις. Παροικήσας οὖν ἐν τούτῳ τῷ ὄρει ἐνιαυτὸν καὶ πολλὰ ὠφεληθεὶς ἀπὸ τῶν μακαρίων πατέρων Ἀρσισίου τοῦ μεγάλου καὶ Πουτουβαστοῦ καὶ Ἀσίωνος καὶ Κρονίου καὶ Σαραπίωνος, καὶ πολλοῖς διηγήμασι πατέρων παρ᾿ αὐτῶν κεντρωθείς, εἰσῆλθον εἰς τὴν ἔρημον τὴν ἐνδοτάτω. Ἐν τῷ ὄρει τούτῳ τῆς Νιτρίας ἐκκλησία ἐστὶ μεγάλη, ἐν ᾗ ἵστανται φοίνικες τρεῖς, ἕκαστος ἔχων μάστιγα κρεμαμένην. Καὶ ὁ μέν ἐστιν εἰς λόγον μοναζόντων πταιόντων, ὁ δὲ λῃστῶν, ἐάν γε ἐμπέσωσιν, ὁ δὲ τῶν περιτυχόντων· ὡς πάντας πταίοντας καὶ διελεγχομένους ὡς ἀξίους πληγῶν περιλαμβάνειν τὸν φοίνικα, καὶ λαμβάνοντας ἐπὶ νώτου ῥητὰς οὕτως ἀπολύεσθαι.
Πρόσκειται δὲ τῇ ἐκκλησίᾳ ξενοδοχεῖον, εἰς ὃ τὸν ἀπελθόντα ξένον, μέχρις οὗ ἐξέλθῃ αὐθαιρέτως, δεξιοῦνται πάντα τὸν χρόνον, κἂν ἐπὶ διετίαν ἢ τριετίαν μείνῃ· συγχωρήσαντες δὲ αὐτῷ ἑβδομάδα μίαν ἐν ἀργίᾳ, τὰς λοιπὰς ἡμέρας περισπῶσιν ἐν ἔργοις, ἢ ἐν κήπῳ ἢ ἐν ἀρτοκοπείῳ ἢ ἐν μαγειρείῳ. Εἰ δὲ ἀξιόλογος εἴη, διδόασιν αὐτῷ βιβλίον, μὴ συγχωρήσαντες αὐτῷ ἕως τῆς ὥρας μηδενὶ συντυχεῖν. Ἐν τούτῳ τῷ ὄρει καὶ ἰατροὶ διάγουσι καὶ πλακουντάριοι. Κέχρηνται δὲ καὶ οἴνῳ, καὶ πιπράσκεται οἶνος. Πάντες δὲ οὗτοι ὀθόνην ἐργάζονται ταῖς χερσίν, ὡς εἶναι πάντες ἀνενδεεῖς. Καὶ δὴ καὶ περὶ ὥραν ἐννάτην ἔστι στάντα ἀκοῦσαι πῶς ἀφ᾿ ἑκάστης μονῆς ψαλμῳδίαι ἐξέρχονται, ὡς προσδοκῆσαι μετάρσιον εἶναι ἐν τῷ παραδείσῳ. Τὴν δὲ ἐκκλησίαν σαββάτῳ καταλαμβάνουσι μόνῳ καὶ κυριακῇ. Ὀκτὼ δὲ ἀφηγούμενοι πρεσβύτεροι ταύτης τῆς ἐκκλησίας εἰσίν, ἐν ᾗ μέχρις οὗ ζῇ ὁ πρῶτος πρεσβύτερος ἄλλος οὐδεὶς προσφέρει, οὐχ ὁμιλεῖ, οὐ δικάζει, ἀλλ᾿ ἡσύχως αὐτῷ προσκαθέζονται μόνον.
Οὗτος ὁ Ἀρσίσιος καὶ ἄλλοι πολλοὶ σὺν αὐτῷ γέροντες, οὓς ἡμεῖς ἑωράκαμεν, σύγχρονοι ἦσαν τοῦ μακαρίου Ἀντωνίου. Ἐν οἷς διηγοῦντο καὶ τὸν Ἀμοῦν εἰδέναι τὸν Νιτριώτην, οὗ τὴν ψυχὴν εἶδεν ἀναλαμβανομένην ὁ Ἀντώνιος καὶ ὑπὸ ἀγγέλων ὁδηγουμένην. Οὗτος ἔλεγε καὶ Παχώμιον εἰδέναι τὸν Ταβεννησιώτην, ἄνδρα προφήτην, ἀρχιμανδρίτην ἀνδρῶν τρισχιλίων, περὶ οὗ ἐς ὕστερον διηγήσομαι.
Ἔλεγε δὲ τὸν Ἀμοῦν βεβιωκέναι τοιούτῳ τρόπῳ· ὅτι ὀρφανὸς ὑπάρχων, νεανίσκος ὡς ἐτῶν εἴκοσι δύο βίᾳ παρὰ τοῦ ἰδίου θείου ἐζεύχθη γυναικί· καὶ μὴ δυνηθεὶς ἀντισχεῖν τῇ τοῦ θείου ἀνάγκῃ, ἔδοξε καὶ στεφανοῦσθαι καὶ καθέζεσθαι ἐν παστῷ, καὶ πάντα ὑπομεμενηκέναι τὰ κατὰ τὸν γάμον. Μετὰ δὲ τὸ ἐξελθεῖν πάντας κοιμήσαντες αὐτοὺς ἐν τῷ παστῷ καὶ τῇ κλίνῃ, ἀναστὰς ὁ Ἀμοῦν ἀποκλείει τὴν θύραν, καὶ καθίσας προσκαλεῖται τὴν μακαρίαν αὐτοῦ σύμβιον καὶ λέγει αὐτῇ· «Δεῦρο, κυρία, λοιπὸν διηγήσομαί σοι τὸ πρᾶγμα· ὁ γάμος ὃν ἐγαμήσαμεν οὗτός ἐστι περισσὸν ἔχων οὐδέν. Καλῶς οὖν ποιήσωμεν ἐὰν ἀπὸ τοῦ νῦν ἕκαστος ἡμῶν κατ᾿ ἰδίαν καθευδήσῃ, ἵνα καὶ τῷ θεῷ ἀρέσωμεν φυλάξαντες ἄθικτον τὴν παρθενίαν». Καὶ ἐξενεγκὼν ἐκ τοῦ κόλπου αὐτοῦ βιβλιδάριον ἐκ προσώπου τοῦ ἀποστόλου καὶ τοῦ σωτῆρος ἀνεγίνωσκε τῇ κόρῃ ἀπείρῳ οὔσῃ γραφῶν, καὶ τῷ πλείστῳ μέρει πάντα προστιθεὶς τῇ ἰδίᾳ διανοίᾳ τὸν περὶ παρθενίας καὶ ἁγνείας εἰσηγεῖτο λόγον· ὡς ἐκείνην τῇ χάριτι τοῦ θεοῦ πληροφορηθεῖσαν εἰπεῖν· «Κἀγὼ πεπληροφόρημαι, κύριε· καὶ τί κελεύεις λοιπόν;» «Κελεύω, φησίν, ἵνα ἕκαστος ἡμῶν ἀπὸ τοῦ νῦν κατ᾿ ἰδίαν μείνῃ». Ἡ δὲ οὐκ ἠνέσχετο, εἰποῦσα· «Ἐν τῷ αὐτῷ οἴκῳ μείνωμεν, ἐν διαφόροις δὲ κλίναις». Ζήσας οὖν ἔτη δεκαοκτὼ μετ᾿ αὐτῆς ἐν τῷ αὐτῷ οἴκῳ, διὰ πάσης ἡμέρας ἐσχόλαζε τῷ κήπῳ καὶ τῷ βαλσαμῶνι· βαλσαμουργὸς γὰρ ἦν. Ἥτις βάλσαμος ἀμπέλου δίκην φυτεύεται, γεωργουμένη καὶ κλαδευομένη, πολὺν ἔχουσα πόνον. Ἑσπέρας οὖν εἰσερχόμενος εἰς τὸν οἶκον ἐποίει εὐχὰς καὶ ἤσθιε μετ᾿ αὐτῆς· καὶ νυκτερινὴν πάλιν ποιήσας εὐχὴν ἐξήρχετο. Τούτων οὕτως ἐπιτελουμένων, καὶ ἀμφοτέρων εἰς ἀπάθειαν ἐληλακότων, ἐνήργησαν αἱ εὐχαὶ τοῦ Ἀμοῦν, καὶ λέγει αὐτῷ τελευταῖον ἐκείνη· «Ἔχω σοί τι εἰπεῖν, κύριέ μου· ἵνα, ἐάν μου ἀκούσῃς, πληροφορηθῶ ὅτι κατὰ θεόν με ἀγαπᾷς». Λέγει αὐτῇ· «Εἰπὲ ὃ βούλει». Ἡ δὲ λέγει αὐτῷ· «Δίκαιόν ἐστι πρᾶγμα ἄνδρα σε ὄντα καὶ δικαιοσύνην ἀσκοῦντα, ὁμοίως κἀμὲ ἐζηλωκυῖαν τὴν αὐτήν σοι ὁδόν, κατ᾿ ἰδίαν μένειν. Ἄτοπον γάρ ἐστι κρύπτεσθαί σου τὴν τοιαύτην ἀρετὴν συνοικοῦντά μοι ἐν ἁγνείᾳ».
Ὁ δὲ εὐχαριστήσας τῷ θεῷ, λέγει αὐτῇ· «Οὐκοῦν ἔχε σὺ τοῦτον τὸν οἶκον· ἐγὼ δὲ ποιήσω ἐμαυτῷ ἕτερον οἶκον». Καὶ ἐξελθὼν κατέλαβε τὸ ἐνδότερον τοῦ τῆς Νιτρίας ὄρους· οὔπω γὰρ ἦν τότε μοναστήρια· καὶ ποιεῖ ἑαυτῷ δύο θόλους κελλίων. Καὶ βιώσας ἄλλα εἴκοσι δύο ἔτη ἐν τῇ ἐρήμῳ ἐτελεύτησε, μᾶλλον δὲ ἐκοιμήθη, δὶς τοῦ ἔτους ὁρῶν τὴν μακαρίαν σύμβιον αὐτοῦ.
Τούτου θαῦμα διηγήσατο ὁ μακάριος Ἀθανάσιος ὁ ἐπίσκοπος εἰς τὸν περὶ Ἀντωνίου βίον, ὅτιπερ παρερχόμενος τὸν Λύκον ποταμὸν ἅμα Θεοδώρῳ μαθητῇ αὐτοῦ, καὶ εὐλαβούμενος ἀποδύσασθαι ἵνα μὴ γυμνὸν αὐτὸν ἴδῃ, εἰς τὸ πέραν εὑρέθη δίχα πορθμείου μετενεχθεὶς ὑπὸ ἀγγέλου. Οὗτος τοίνυν ὁ Ἀμοῦν οὕτως ἐβίωσε καὶ οὕτως ἐτελειώθη ὡς τὸν μακάριον Ἀντώνιον τὴν ψυχὴν αὐτοῦ ἰδεῖν ὑπὸ ἀγγέλων ἀναγομένην. Τοῦτον τὸν ποταμὸν μετὰ δειλίας ἐγὼ πορθμείῳ παρῆλθον· διῶρυξ γάρ ἐστι τοῦ μεγάλου Νείλου.
Ἐν τῷ ὄρει τούτῳ τῆς Νιτρίας γέγονεν ἀνὴρ ἀσκητὴς Ὢρ ὀνόματι, ᾧ πολλὴν προσεμαρτύρει ἀρετὴν καὶ πᾶσα μὲν ἡ ἀδελφότης ἐξαιρέτως δὲ ἡ ἄνθρωπος τοῦ θεοῦ Μελάνιον, πρὸ ἐμοῦ εἰσελθοῦσα εἰς τὸ ὄρος· ἐγὼ γὰρ αὐτὸν οὐ κατείληφα ζῶντα. Καὶ τοῦτο ἔλεγον ἐν τοῖς διηγήμασιν ὅτι οὔτε ἐψεύσατό ποτε, οὔτε ὤμοσεν, οὔτε κατηρήσατό τινα, οὔτε ἐκτὸς τῆς χρείας ἐλάλησεν.
Τούτου τοῦ ὄρους γέγονε καὶ ὁ μακάριος Παμβώ, διδάσκαλος Διοσκόρου τοῦ ἐπισκόπου καὶ Ἀμμωνίου καὶ Εὐσεβίου καὶ Εὐθυμίου τῶν ἀδελφῶν, καὶ Ὠριγένους τοῦ ἀδελφιδοῦ Δρακοντίου ἀνδρὸς θαυμαστοῦ. Ὃς Παμβὼ εἶχε μὲν ἀνδραγαθήματα καὶ προτερήματα πλεῖστα, ἐν οἷς δὲ καὶ τοῦτο· τοσοῦτον ἦν ὑπερόπτης χρυσοῦ καὶ ἀργύρου, ὡς ἀπαιτεῖ ὁ λόγος. Διηγεῖτο γάρ μοι ἡ μακαρία Μελάνιον ὅτι «Ἐν ἀρχαῖς παραγενομένη εἰς Ἀλεξάνδρειαν ἀπὸ τῆς Ῥώμης, καὶ ἀκούσασα περὶ τῆς τούτου ἀρετῆς, Ἰσιδώρου μοι τοῦ μακαρίου διηγησαμένου καὶ ὁδηγήσαντος πρὸς αὐτὸν εἰς τὴν ἔρημον, ὅτι προσήνεγκα αὐτῷ ἀργενταρίαν τριακοσίων λιτρῶν ἀργυρίου, παρακαλοῦσα αὐτὸν ἐκ τῶν πραγμάτων μου μετασχεῖν. Ὁ δὲ καθεζόμενος καὶ πλέκων θαλλοὺς εὐλόγησέ με φωνῇ μόνῃ καὶ εἶπεν· «Ὁ θεὸς δῴη σοι τὸν μισθόν».
Καὶ λέγει τῷ οἰκονόμῳ αὐτοῦ Ὠριγένει· «Δέξαι καὶ οἰκονόμησον αὐτὸ πάσῃ τῇ κατὰ Λιβύην καὶ τὰς νήσους ἀδελφότητι· ταῦτα γὰρ τὰ μοναστήρια πένεται πλέον»· παραγγείλας αὐτῷ μηδενὶ τῶν ἐν Αἰγύπτῳ δοῦναι, διὰ τὸ εὐπορωτέραν εἶναι τὴν χώραν. Ἐγὼ δέ, φησίν, ἑστῶσα καὶ ἐκδεχομένη τιμηθῆναι ἢ δοξασθῆναι ὑπ᾿ αὐτοῦ ἐπὶ τῇ δόσει, μηδὲν παρ᾿ αὐτοῦ ἀκούσασα, εἶπον αὐτῷ· «Ἵνα οἶδας, κύριε, πόσον ἐστί, τριακόσιαι λίτραι εἰσίν».
Ὁ δὲ μηδὲ ὅλως ἀνανεύσας ἀπεκρίνατό μοι· «ᾯ ἤνεγκας αὐτά, τέκνον, σταθμοῦ χρείαν οὐκ ἔχει. Ὁ γὰρ τὰ ὄρη σταθμίζων πολλῷ μᾶλλον ἐπίσταται τὴν ποσότητα τοῦ ἀργυρίου. Εἰ μὲν γὰρ ἐμοὶ αὐτὸ ἐδίδως, καλῶς ἔλεγες· εἰ δὲ θεῷ, τῷ τοὺς δύο ὀβολοὺς μὴ παριδόντι, σιώπα». Οὕτως ᾠκονόμησε, φησίν, ὁ κύριος ἐν τῷ εἰσελθεῖν με εἰς τὸ ὄρος. Μετ᾿ ὀλίγον χρόνον κοιμᾶται ὁ ἄνθρωπος τοῦ θεοῦ ἀπύρεκτος, μὴ νοσήσας, ἀλλὰ τὴν σπυρίδα καταράπτων, ἐτῶν ὢν ἑβδομήκοντα· ὃς μεταστειλάμενός με, καὶ τοῦ τελευταίου κεντήματος πρὸς ἀπαρτισμὸν ὄντος, μέλλων ἐκλείπειν λέγει μοι· «Δέξαι ταύτην τὴν σπυρίδα ἐκ τῶν ἐμῶν χειρῶν, ἵνα μέμνησαί μου· ἄλλο γάρ σοι οὐκ ἔχω τί καταλείψω». ὋΟν ἐνταφιάσασα καὶ ὀθονίοις τὸ σῶμα ἑλίξασα κατέθετο· καὶ οὕτως ἀνεχώρησε τῆς ἐρήμου, ἕως θανάτου τὴν σπυρίδα ἔχουσα μεθ᾿ ἑαυτῆς.
Οὗτος ὁ Παμβὼ τελευτῶν, kat᾿ αὐτὴν τὴν ὥραν τοῦ ἐκλιμπάνειν παρεστῶσι Ὠριγένει τῷ πρεσβυτέρῳ καὶ οἰκονόμῳ καὶ Ἀμμωνίῳ, ἀνδράσι περιβοήτοις, καὶ λοιποῖς ἀδελφοῖς, τοῦτο λέγεται εἰρηκέναι, ὅτι «Ἀφ᾿ οὗ ἦλθον εἰς τὸν τόπον τοῦτον τῆς ἐρήμου καὶ ᾠκοδόμησά μου τὴν κέλλαν καὶ ᾤκησα, ἐκτὸς τῶν χειρῶν μου οὐ μέμνημαι «δωρεὰν ἄρτον» φαγών· οὐ μεταμεμέλημαι ἐπὶ λόγῳ ᾧ ἐλάλησα ἕως τῆς ἄρτι ὥρας· καὶ οὕτως ἀπέρχομαι πρὸς τὸν θεὸν ὡς μηδὲ ἀρξάμενος θεοσεβεῖν». Προσεμαρτύρουν δὲ αὐτῷ ἀφηγούμενοι ἡμῖν Ὠριγένης τε καὶ Ἀμμώνιος ὅτι «Οὐδέποτε ἐρωτηθεὶς λόγον γραφικὸν ἢ ἄλλον τινὰ πραγματικὸν παραυτὰ ἀπεκρίνατο, ἀλλ᾿ ἔλεγεν· «Οὐδέπω εὕρηκα». Πολλάκις δὲ παρῆλθε καὶ τρίμηνον καὶ ἀπόκρισιν οὐκ ἐδίδου, λέγων μὴ κατειληφέναι. Οὕτω μέντοι τὰς ἀποφάσεις αὐτοῦ ἐδέχοντο, γινομένας περιεσκεμμένως κατὰ θεόν, ὡς ἀπὸ θεοῦ. Ταύτην γὰρ τὴν ἀρετὴν ἐλέγετο καὶ ὑπὲρ τὸν μέγαν Ἀντώνιον καὶ ὑπὲρ πάντας ἐσχηκέναι, τὴν εἰς τὸ ἀκριβὲς τοῦ λόγου».
Φέρεται δὲ τοιαύτη πρᾶξις τοῦ Παμβώ, ὅτι Πίωρ ὁ ἀσκητὴς παραβαλὼν αὐτῷ ἴδιον ἀπήνεγκεν ἄρτον, καὶ ἐγκληθεὶς παρ᾿ αὐτοῦ· «Τίνος ἕνεκεν τοῦτο πεποίηκας;» ἀπεκρίνατο· «Ἵνα σε μὴ βαρήσω», φησίν. Ὃν σιγῇ ῥητῶς ἐπαίδευσε· μετὰ χρόνον γὰρ παραβαλὼν αὐτῷ, βρέξας τὸν ἄρτον ἐβάσταζε, καὶ ἐπερωτηθεὶς εἶπεν· «Ἵνα μή σε βαρήσω καὶ ἔβρεξα».
Ἀμμώνιος οὗτος ὁ μαθητὴς αὐτοῦ ἅμα τρισὶν ἀδελφοῖς ἑτέροις καὶ δυσὶν ἀδελφαῖς αὐτοῦ εἰς ἄκρον φιλοθείας ἐλάσαντες, κατειλήφασι τὴν ἔρημον, κἀκεῖναι κατ᾿ ἰδίαν ποιήσασαι μονὴν καὶ οὗτος κατ᾿ ἰδίαν, ὡς ἱκανὸν ἀπέχειν μεταξὺ ἀλλήλων. Ἐπειδὴ δὲ καθ᾿ ὑπερβολὴν φιλόλογος ἦν ὁ ἀνήρ, καὶ πόλις τις ἠράσθη αὐτοῦ εἰς λόγον ἐπισκόπου, προσῆλθον τῷ μακαρίῳ Τιμοθέῳ παρακαλέσαντες αὐτὸν χειροτονῆσαι αὐτὸν αὐτοῖς ἐπίσκοπον. Καὶ λέγει αὐτοῖς· «Ἀγάγετέ μοι αὐτὸν καὶ χειροτονῶ αὐτόν». Ὡς οὖν ἀπῆλθον μετὰ βοηθείας καὶ εἶδεν ὅτι κατελήφθη, παρεκάλεσεν αὐτοὺς καὶ διωμόσατο μὴ καταδέχεσθαι χειροτονίαν, μηδὲ ἐξέρχεσθαι τῆς ἐρήμου· καὶ οὐ συνεχώρησαν αὐτῷ. Βλεπόντων οὖν αὐτῶν λαβὼν ψαλίδα τὸ οὖς αὐτοῦ τὸ ἀριστερὸν ἕως πυθμένος ἐψάλισε, λέγων αὐτοῖς· «Κἂν ἀπὸ τοῦ νῦν πληροφορήθητε ὅτι ἀδύνατόν μοι γενέσθαι, τοῦ νόμου ἀπαγορεύοντος ὠτότμητον εἰς ἱερωσύνην μὴ ἀπάγεσθαι».
Οὕτως οὖν ἀφέντες αὐτὸν ἀνεχώρησαν, καὶ ἀπελθόντες εἶπον τῷ ἐπισκόπω. Καὶ λέγει αὐτοῖς· «Οὗτος ὁ νόμος παρὰ Ἰουδαίοις πολιτευέσθω· ἐμοὶ δὲ καὶ ῥινότμητον ἐὰν ἐνέγκητε, ἄξιον ὄντα τοῖς τρόποις, χειροτονῶ». Ἀπελθόντες οὖν πάλιν παρεκάλουν αὐτόν· καὶ διώμνυτο αὐτοῖς ὅτι «Ἐάν με ἀναγκάσητε, τὴν γλῶσσάν μου ἀποτέμνω». Οὕτως οὖν ἀφέντες αὐτὸν ἀνεχώρησαν.
Τούτου τοῦ Ἀμμωνίου φέρεται τὸ θαῦμα τοῦτο, ὅτι οὐδέποτε ἡδονῆς αὐτῷ ἐπαναστάσης τοῦ σαρκίου αὐτοῦ ἐφείσατο, ἀλλὰ σίδηρον ἐκπυρώσας προσετίθει τοῖς ἑαυτοῦ μέλεσιν, ὡς πάντοτε αὐτὸν ἡλκωμένον εἶναι. Ἡ μέντοι τράπεζα αὐτοῦ γέγονεν ἐκ νεότητος ὠμοφαγία ἕως θανάτου· οὐδὲν γὰρ ὃ διὰ πυρὸς διήρχετο ἔφαγέ ποτε ἐκτὸς ἄρτου. Παλαιὰν καὶ καινὴν γραφὴν ἀποστηθίσας καὶ ἐν συγγράμμασιν ἀνδρῶν ἐλλογίμων Ὠριγένους καὶΔιδύμου καὶ Πιερίου καὶ Στεφάνου διῆλθε μυριάδας ἑξακοσίας, ὡς μαρτυροῦσιν αὐτῷ οἱ τῆς ἐρήμου πατέρες. Παρακλητικὸς δὲ ἦν τοῖς ἐν τῇ ἐρήμῳ ἀδελφοῖς εἰ καί τις ἄλλος. Τούτῳ ψήφους ἐδίδου ὁ μακάριος Εὐάγριος ἀνὴρ πνευματοφόρος καὶ διακριτικός, λέγων ὅτι «Οὐδέποτε αὐτοῦ ἀπαθέστερον ἑώρακα ἄνθρωπον».
[Οὗτος ἐν Κωνσταντίνου πόλει ποτὲ παραγενόμενος διὰ χρείαν, ... μετ᾿ ὀλίγον χρόνον κοιμᾶται, καὶ θάπτεται ἐν τῷ μαρτυρίῳ τῷ λεγομένῳ Ῥουφινιαναῖς. Οὗ τὸ μνῆμα λέγεται θεραπεύειν πάντας τοὺς ῥιγιαζομένους.]
Ἐν τούτῳ τῷ ὄρει τῆς Νιτρίας ἀνήρ τις Βενιαμὶν οὕτω καλούμενος, βιώσας ἐπὶ ἔτη ὀγδοήκοντα καὶ εἰς ἄκρον ἀσκήσας, κατηξιώθη χαρίσματος ἰαμάτων, ὡς παντὶ ᾧ ἂν χεῖρα ἐπετίθει ἢ ἔλαιον εὐλογήσας ἐδίδου, πάσης ἀπαλλάττεσθαι ἀρρωστίας. Οὗτος τοίνυν ὁ τοιούτου χαρίσματος καταξιωθεὶς πρὸ ὀκτὼ μηνῶν τοῦ θανάτου αὐτοῦ ὑδρωπίασε, καὶ ἐπὶ τοσοῦτον ὠγκώθη αὐτοῦ τὸ σῶμα ὡς ἄλλον Ἰὼβ φαίνεσθαι. Παραλαβὼν οὖν ἡμᾶς Διόσκορος ὁ ἐπίσκοπος, τότε δὲ πρεσβύτερος ὢν τοῦ ὄρους τῆς Νιτρίας, ἐμέ τε καὶ τὸν μακάριον Εὐάγριον, λέγει ἡμῖν· «Δεῦτε, ἴδετε νέον Ἰὼβ ἐν τοσούτῳ ὄγκῳ σώματος καὶ πάθει ἀνιάτῳ ἄμετρον κεκτημένον εὐχαριστίαν». Ἀπελθόντες οὖν ἐθεασάμεθα τοσοῦτον ὄγκον σώματος ὡς μὴ δύνασθαι δάκτυλον χειρὸς αὐτοῦ περιλαμβάνειν ἄλλους δακτύλους. Μὴ δυνάμενοι δὲ ἀτενίζειν τῇ τοῦ πάθους δεινότητι τοὺς ὀφθαλμοὺς ἀπεστρέψαμεν. Τότε λέγει ἡμῖν ὁ μακάριος ἐκεῖνος Βενιαμίν· «Εὔχασθε, τέκνα, ἵνα μὴ ὁ ἔσωθέν μου ἄνθρωπος ὑδρωπιάσῃ· οὗτος γὰρ οὔτε με εὐπαθῶν ὤνησεν, οὔτε δυσπαθῶν ἔβλαψε». Τοὺς οὖν ὀκτὼ μῆνας δίφρος αὐτῷ ἔκειτο πλατύτατος ἐν ᾧ ἀδιαλείπτως ἐκαθέζετο, μηκέτι ἐν κλίνῃ ἀναπεσεῖν δυνάμενος διὰ τὰς χρείας τὰς λοιπάς. Ἐν τῷ πάθει δὲ τούτῳ ὢν ἄλλους ἰᾶτο. Ἀναγκαίως οὖν ἐξηγησάμην τὸ πάθος τοῦτο, ἵνα μὴ ξενιζώμεθα ὅταν τι περιστατικὸν ἀνδράσι δικαίοις συμβαίνῃ. Τελευτήσαντος δὲ αὐτοῦ, αἱ φλιαὶ τῆς θύρας ἐπήρθησαν καὶ αἱ παραστάδες, ἵνα δυνηθῇ τὸ σῶμα ἐξενεχθῆναι τοῦ οἴκου· τοσοῦτος ἦν ὁ ὄγκος.
Ἀπολλώνιός τις ὀνόματι ἀπὸ πραγματευτῶν, ἀποταξάμενος καὶ οἰκήσας τὸ ὄρος τῆς Νιτρίας, μήτε τέχνην μαθεῖν δυνάμενος μήτε ἄσκησιν γραφικὴν τῷ ἠκμακέναι, ζήσας ἐν τῷ ὄρει εἴκοσι ἔτη ταύτην ἔσχε τὴν ἄσκησιν· ἐκ τῶν ἰδίων χρημάτων καὶ ἐκ τῶν ἰδίων πόνων παντοῖα ἰατρικὰ καὶ κελλαρικὰ ἀγοράζων εἰς τὴν Ἀλεξάνδρειαν, πάσῃ τῇ ἀδελφότητι ἐπήρκει εἰς τὰς νόσους. Καὶ ἦν ἰδεῖν αὐτὸν ὄρθριον μέχρις ἐννάτης ὥρας, κυκλεύοντα τὰ μοναστήρια, καὶ κατὰ θύραν εἰσερχόμενον μή τις ἀνάκειται· ἐβάσταζε δὲ σταφίδας, ῥόας, ᾠά, σιλίγνια, ὧν ἐπιδέονται οἱ ἀρρωστοῦντες, ταύτην αὐτῷ λυσιτελοῦσαν εὑρὼν πολιτείαν εἰς τὸ γῆρας. Ὃς τελευτῶν ὁμοίῳ ἑαυτοῦ καταλιμπάνει τὰ γρυτάρια, παρακαλέσας αὐτὸν ταύτην ἐκτελεῖν τὴν διακονίαν. Πεντακισχιλίων γὰρ μοναχῶν οἰκούντων τὸ ὄρος χρεία ἦν καὶ τῆς ἐπισκέψεως ταύτης διὰ τὸ ἔρημον εἶναι τὸν τόπον.
Ἄλλος Παήσιος καὶ Ἡσαΐας οὕτω καλούμενοι, ἀδελφοὶ ὑπῆρχον πατρὸς ἐμπόρου Σπανοδρόμου· οἵτινες τοῦ πατρὸς τελευτήσαντος ἐμερίσαντο τὰ ὑπάρχοντα ἐν ἀκινήτοις ἃ ἔσχον, ἐν μὲν νομισματίοις πεντακισχιλίοις, ἐν ἱματίοις δὲ καὶ οἰκέταις τὰ εὑρεθέντα. Οὗτοι μετ᾿ ἀλλήλων ἐσκέψαντο καὶ συμβουλεύονται πρὸς ἑαυτοὺς λέγοντες· «Ἐπὶ ποίαν ἔλθωμεν μέθοδον τοῦ βίου, ἄδελφε; ἐὰν ἔλθωμεν ἐπὶ τὴν ἐμπορίαν ἣν μετῆλθεν ὁ πατὴρ ἡμῶν, καὶ ἡμεῖς ἑτέροις ἔχομεν καταλεῖψαι τοὺς πόνους· ἴσως δὲ καὶ κινδύνοις περιπεσούμεθα λῃστρικοῖς ἢ θαλαττικοῖς. Δεῦρο τοίνυν, ἐπὶ τὸν μονήρη βίον ἔλθωμεν, ἵνα καὶ τὰ τοῦ πατρὸς ἡμῶν κερδήσωμεν, καὶ τὰς ψυχὰς μὴ ἀπολέσωμεν». Ἤρεσεν οὖν αὐτοῖς ὁ σκοπὸς τοῦ μονήρους βίου. Εὑρέθησαν δὲ ἄλλος κατ᾿ ἄλλο διαφωνοῦντες. Μερισάμενοι γὰρ τὰ χρήματα, τοῦ μὲν σκοποῦ εἴχοντο ἕκαστος τοῦ ἀρέσαι θεῷ, ἐνηλλαγμένῃ δὲ πολιτείᾳ. Ὁ μὲν γὰρ πάντα διασκορπίσας ἀσκητηρίοις καὶ ἐκκλησίαις καὶ φυλακαῖς, τεχνίδριον μαθὼν ὅθεν τὸν ἄρτον πορίσηται, τῇ ἀσκήσει καὶ τῇ εὐχῇ προσέσχεν. Ὁ δ᾿ ἄλλος μηδὲν διασκορπίσας, ἀλλὰ ποιήσας ἑαυτῷ μοναστήριον καὶ προσλαβόμενος ἀδελφοὺς ὀλίγους, πάντα ξένον ἐδεξιοῦτο, πάντα ἄρρωστον, πάντα γέροντα, πάντα πένητα, κατὰ κυριακὴν καὶ σάββατον τρεῖς ἢ τέσσαρας τραπέζας ἱστῶν· οὕτως αὐτοῦ κατηνάλωσε τὰ χρήματα.
Ἀμφοτέρων δὲ τελευτησάντων, διάφοροι μακαρισμοὶ τούτων ἐγίνοντο, ὡς ἀμφοτέρων τελειωθέντων· καὶ τοῖς μὲν ἤρεσκεν οὗτος, τοῖς δὲ ἐκεῖνος. Φιλονεικίας οὖν ἐμπεσούσης τῇ ἀδελφότητι ἐπὶ τοῖς ἐπαίνοις, ἀπέρχονται πρὸς τὸν μακάριον Παμβὼ καὶ ἀνατίθενται αὐτῷ τὴν ἐπίκρισιν, ἀξιοῦντες μαθεῖν τὴν μείζονα πολιτείαν. Ὁ δὲ λέγει αὐτοῖς· «Ἀμφότεροί εἰσι τέλειοι· ὁ μὲν γὰρ Ἀβραμιαῖον ἐπεδείξατο ἔργον, ὁ δὲ τοῦ Ἠλία».
Τῶν μὲν οὖν λεγόντων· «Τῶν ποδῶν σου, πῶς δυνατὸν εἶναι αὐτοὺς ἴσους;» καὶ προτιμώντων τὸν ἀσκητὴν καὶ λεγόντων ὅτι «Εὐαγγελικὸν πεποίηκε πρᾶγμα, πάντα πωλήσας καὶ δοὺς πτωχοῖς, καὶ καθ᾿ ὥραν καὶ καθ᾿ ἡμέραν καὶ κατὰ νύκτα τὸν σταυρὸν βαστάζων, καὶ ἀκολουθῶν τῷ σωτῆρι καὶ ταῖς προσευχαῖς». τῶν δὲ ἀντιφιλονεικούντων καὶ λεγόντων ὅτι «Οὗτος τοσαῦτα ἐνεδείξατο τοῖς δεομένοις, ὡς καὶ εἰς τὰς λεωφόρους καθῆσθαι καὶ τοὺς θλιβομένους συνάγειν· καὶ οὐ μόνον τὴν ἰδίαν ψυχὴν ἀνέπαυσεν ἀλλὰ καὶ ἄλλων πολλῶν, καὶ νοσοκομῶν καὶ ἐπικουρῶν». Λέγει αὐτοῖς ὁ μακάριος Παμβώ· «Πάλιν ὑμῖν ἐρῶ· ἀμφότεροι ἴσοι εἰσίν· ἕκαστον δὲ ὑμῶν πληροφορῶ ὅτι οὗτος, εἰ μὴ ἤσκει τοσοῦτον, ἄξιος οὐκ ἐγένετο τῆς ἐκείνου ἀγαθότητος συγκριθῆναι· ἐκεῖνος πάλιν ἀναπαύων τοὺς ξένους καὶ συνανεπαύετο, καὶ εἰ καὶ ἐδόκει τὸ ἐκ κόπου ἔχειν φορτίον, ἀλλὰ καὶ τὴν παρ᾿ αὐτὰ εἶχεν ἀνάπαυσιν. Ἐκδέξασθε δὲ ἵνα καὶ παρὰ θεοῦ δέξωμαι τὴν ἀποκάλυψιν, καὶ μετὰ ταῦτα ἐλθόντες μαθήσεσθε». Ἐλθόντες οὖν μετὰ ἡμέρας πάλιν παρεκάλεσαν αὐτόν, καὶ λέγει αὐτοῖς ὡς ἐπὶ θεοῦ· «Ἀμφοτέρους ἅμα εἶδον ἑστῶτας ἐν τῷ παραδείσῳ».
Νεώτερός τις ὀνόματι Μακάριος, ὡς ἐτῶν δεκαοκτώ, ἐν τῷ παίζειν μετὰ τῶν συνηλικιωτῶν παρὰ τὴν λίμνην τὴν λεγομένην Μαρίαν, τετράποδα νέμων, ἀκούσιον εἰργάσατο φόνον. Καὶ μηδενὶ μηδὲν εἰρηκὼς καταλαμβάνει τὴν ἔρημον, καὶ εἰς τοσοῦτον ἤλασε φόβον θεῖόν τε καὶ ἀνθρώπινον, ὡς ἀναισθητῆσαι αὐτὸν καὶ ἐπὶ τριετίαν ἄστεγον μεῖναι ἐν τῇ ἐρήμῳ. Ἄβροχος δὲ ὑπάρχει ἡ γῆ τούτοις, καὶ τοῦτο ἴσασι πάντες, καὶ οἱ διὰ λόγων γενόμενοι καὶ οἱ διὰ πείρας. Οὗτος ὕστερον ᾠκοδόμησε κέλλαν ἑαυτῷ· καὶ ζήσας ἄλλα εἰκοσιπέντε ἔτη ἐν τῷ κελλίῳ ἐκείνῳ χαρίσματος ἠξιώθη καταπτύεινδαιμόνων, ἐντρυφῶν τῇ μονότητι. Τούτῳ πολλὰ συγχρονίσας ἠρώτων πῶς αὐτοῦ διάκειται ὁ λογισμὸς ἐπὶ τῇ τοῦ φόνου ἁμαρτίᾳ· ὃς τοσοῦτον ἔλεγεν ἀπέχειν λύπης ὡς καὶ προσευχαριστεῖν ἐπὶ τῷ φόνῳ· γεγένηται γὰρ αὐτῷ ὑπόθεσις σωτηρίας ὁ ἀκούσιος φόνος. Ἔλεγε δὲ ἀπὸ γραφῶν φέρων τὴν μαρτυρίαν ὅτι οὐκ ἂν Μωσῆς ἠξιοῦτο τῆς θεϊκῆς ὀπτασίας καὶ τῆς τοσαύτης δωρεᾶς καὶ τῆς συγγραφῆς τῶν ἁγίων λόγων, εἰ μὴ φόβῳ τοῦ Φαραὼ διὰ τὸν φόνον ὃν ἔδρασεν ἐν τῇ Αἰγύπτῳ κατειλήφει τὸ ὄρος τὸ Σινᾶ. Ταῦτα δὲ λέγω οὐχ ὁδοποιῶν εἰς φόνον, δεικνύων δὲ ὅτι εἰσὶ καὶ περιστατικαὶ ἀρεταί, ὅταν μὴ ἑκουσίως τις τῷ ἀγαθῷ προσέλθῃ· τῶν γὰρ ἀρετῶν αἱ μέν εἰσι προαιρετικαί, αἱ δὲ περιστατικαί.
Γέγονεν ἄλλος τις τῶν παλαιῶν ὀνόματι Ναθαναήλ. Τοῦτον ἐγὼ ζῶντα μὲν οὐ κατείληφα· κεκοίμητο γὰρ πρὸ τῆς ἐμῆς εἰσόδου πρὸ ἐτῶν δεκαπέντε· τοῖς δὲ συνασκήσασιν αὐτῷ καὶ συγχρονίσασι περιτυχὼν ἐφιλοπραγμόνουν τοῦ ἀνδρὸς τὴν ἀρετήν· ἔδειξαν δέ μοι αὐτοῦ καὶ τὴν κέλλαν, εἰς ἣν ᾤκει μὲν οὐκέτι οὐδεὶς διὰ τὸ ἐγγυτέρω αὐτὴν εἶναι τῆς οἰκουμένης· ἐκεῖνος γὰρ τότε αὐτὴν ἔκτισεν ὅτε σπάνιοι ἦσαν οἱ ἀναχωρηταί. Διηγοῦντο οὖν τοῦτο περὶ αὐτοῦ ἐξαιρέτως, ὅτι τοσαύτην ἔσχεν ὑπομονὴν ἐν τῷ κελλίῳ ὡς μὴ σαλευθῆναι τῆς προθέσεως.
Ἐν οἷς ἐμπαιχθεὶς κατ᾿ ἀρχὰς παρὰ τοῦ πάντας ἐμπαίζοντος καὶ ἀπατῶντος δαίμονος, ἔδοξεν ἀκηδιᾶν εἰς τὴν πρώτην κέλλαν· καὶ ἀπελθὼν ἄλλην ἔκτισε πλησιώτερον κώμης. Μετὰ οὖν τὸ τελέσαι τὴν κέλλαν καὶ οἰκῆσαι, μετὰ μῆνας τρεῖς ἢ τέσσαρας παραγίνεται ὁ δαίμων ἐν νυκτί, ταυρέαν κατέχων καθάπερ οἱ δήμιοι, καὶ σχῆμα ἔχων στρατιώτου ῥακοδυτοῦντος, καὶ ψόφους εἰργάζετο ἐν τῇ ταυρέᾳ. Πρὸς ὃν ἀπεκρίνατο ὁ μακάριος Ναθαναὴλ καὶ ἔλεγε· «Τίς εἶ σὺ ὁ ταῦτα δρῶν ἐν τῇ ἐμῇ ξενίᾳ;» ἀπεκρίνατο ὁ δαίμων· «Ἐγώ εἰμι ὁ ἐξ ἐκείνης τῆς κέλλης ἐλάσας σε· ἦλθον οὖν καὶ ἐκ ταύτης φυγαδεῦσαί σε». Γνοὺς οὖν ὅτι ἐνεπαίχθη, ὑποστρέφει αὖθις εἰς τὴν πρώτην κέλλαν. Καὶ πληρώσας τριάκοντα καὶ ἑπτὰ ἔτη, οὐχ ὑπερέβη τὴν θύραν, φιλονεικήσας τῷ δαίμονι· ὃς τοσαῦτα αὐτῷ ἐνεδείξατο καταναγκάζων αὐτὸν ἐξελθεῖν, ὅσα διηγήσασθαι οὐκ ἔστιν. Ἐν οἷς καὶ τοῦτο· ἐπιτηρήσας ἑπτὰ ἐπισκόπων ἁγίων ἐπίσκεψιν, ἢ ἐκ θεοῦ προνοίας γενομένην ἢ ἐκ πειρασμοῦ ἐκείνου, παρ᾿ ὀλίγον αὐτὸν ἐξώκειλε τῆς προθέσεως. Τῶν γὰρ ἐπισκόπων μετὰ τὸ εὔξασθαι ἐξερχομένων, οὐ προέπεμψεν αὐτοὺς οὐδὲ βῆμα ποδός.
Λέγουσιν αὐτῷ οἱ διάκονοι· «Ὑπερήφανον πρᾶγμα ποιεῖς, ἀββᾶ, μὴ προπέμπων τοὺς ἐπισκόπους». Ὁ δὲ λέγει αὐτοῖς· «Ἐγὼ καὶ τοῖς κυρίοις μου τοῖς ἐπισκόποις καὶ τῷ κόσμῳ ὅλῳ ἀπέθανον· ἔχω γὰρ κεκρυμμένον σκοπόν, καὶ οἶδεν ὁ θεὸς τὴν καρδίαν μου, διὸ οὐ προπέμπω αὐτούς». Ἀστοχήσας οὖν ὁ δαίμων τοῦ δράματος τούτου σχηματίζεται πρὸ ἐννέα μηνῶν τοῦ θανάτου αὐτοῦ, καὶ γίνεται παιδίον ὡσεὶ δέκα ἐτῶν, ἐλαῦνον ὄνον βαστάζοντα ἄρτους ἐν σαργάνῃ. Καὶ γενόμενος ἑσπέραν βαθείαν πλησίον τῆς τούτου κέλλης ἐσχηματίσατο πεπτωκέναι τὸν ὄνον καὶ κρᾶζον τὸ παιδίον· «Ἀββᾶ Ναθαναήλ, ἐλέησόν με καὶ δός μοι χεῖρα». Ὁ δὲ ἀκούσας τῆς φωνῆς τοῦ δῆθεν παιδίου καὶ παρανοίξας τὴν θύραν, ἑστὼς ἔνδοθεν ἐλάλει αὐτῷ· «Τίς εἶ, καὶ τί θέλεις ἵνα ποιήσω σοι;» Λέγει αὐτῷ· «Εἰμὶ τοῦδε τὸ μελλάκιον, καὶ ἄρτους ἀποφέρω, ἐπειδὴ ἀγάπη ἐστὶ τοῦδε τοῦ ἀδελφοῦ, καὶ αὔριον σαββάτου διαφαίνοντος χρεία τῶν προσφορῶν· δέομαί σου, μὴ παρίδῃς με, μή ποτε καὶ ὑπὸ ὑαινῶν βρωθῶ». Πολλαὶ γὰρ ὕαιναι γίνονται εἰς τοὺς τόπους ἐκείνους. Στὰς οὖν ἐνεὸς ὁ μακάριος Ναθαναὴλ σφόδρα ἰλιγγίασε τὰ σπλάγχνα ταραττόμενος, καὶ ἐλογίζετο καθ᾿ ἑαυτὸν λέγων· «Ἢ τῆς ἐντολῆς ἔχω ἐκπεσεῖν, ἢ τῆς προθέσεως». Ὕστερον μέντοι ἐπιλογισάμενος ὅτι ἄμεινόν ἐστι μὴ σαλεῦσαι τῶν τοσούτων ἐτῶν τὴν πρόθεσιν εἰς αἰσχύνην τοῦ διαβόλου, προσευξάμενος λέγει τῷ προσλαλοῦντι δῆθεν παιδίῳ· «Ἄκουσον, παιδίον· πιστεύω εἰς τὸν θεὸν ᾧ λατρεύω, ὅτι, εἰ χρεία σοι ἐστί, πέμπει σοι ὁ θεὸς βοήθειαν, καὶ οὔτε ὕαιναί σε ἀδικήσουσιν οὔτε ἄλλος τις· εἰ δὲ πειρασμὸς εἶ, τὸ δρᾶμα ἐντεῦθεν ἤδη ἀποκαλύψει ὁ θεός». Καὶ κλείσας τὴν θύραν εἰσῆλθεν. Αἰσχυνθεὶς δὲ ὁ δαίμων ἐπὶ τῇ ἥττῃ εἰς λαίλαπα ἀνελύθη καὶ εἰς ὀνάγρους σκιρτῶντας καὶ φεύγοντας καὶ ψόφους ἀπολύοντας. Τοῦτο τὸ ἆθλον τοῦ μακαρίου Ναθαναήλ, καὶ αὕτη ἡ διαγωγή, καὶ τοῦτο τὸ τέλος.
Τὰ κατὰ τοὺς δύο Μακαρίους τοὺς ἀοιδίμους ἄνδρας, πολλὰ καὶ μεγάλα καὶ δύσπιστα ὄντα, ὀκνῶ καὶ λέγειν καὶ γράφειν, μήποτε καὶ ψεύστου ὑπόληψιν ἀπενέγκωμαι. Ὅτι δὲ «ἀπολλύει Κύριος πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος» ἀπεφήνατο τὸ πνεῦμα τὸ ἅγιον. Ἐμοῦ τοίνυν μὴ ψευδομένου, πιστότατε, μὴ ἀπιστήσῃς. Τούτων τῶν Μακαρίων ὁ μὲν εἷς ἦν Αἰγύπτιος τὸ γένος, ὁ δ᾿ ἄλλος Ἀλεξανδρεύς, τραγήματα πιπράσκων.
Καὶ πρῶτον διηγήσομαι περὶ τοῦ Αἰγυπτίου, ὃς ἔζησε τὰ σύμπαντα ἔτη ἐννενήκοντα. Ἐκ τούτων ἐν τῇ ἐρήμῳ πεποίηκεν ἑξήκοντα ἔτη, τριακονταετὴς ἀνελθὼν νέος· καὶ τοσαύτης ἠξιώθη διακρίσεως ὡς λέγεσθαι αὐτὸν παιδαριογέροντα· διὸ καὶ θᾶττον προέκοψε· τεσσαρακονταετὴς γὰρ γενόμενος κατὰ πνευμάτων ἔλαβε χάριν ἰαμάτων τε καὶ προρρήσεων· κατηξιώθη δὲ καὶ ἱερωσύνης.
Τούτῳ συνῆσαν δύο μαθηταὶ εἰς τὴν ἔρημον τὴν ἐνδοτάτω, τὴν καλουμένην Σκῆτιν· ὧν ὁ μὲν εἷς ὑπηρέτης ἦν πλησίον αὐτοῦ διὰ τοὺς ἐρχομένους θεραπεύεσθαι, ὁ δ᾿ ἄλλος ἐσχόλαζεν ἐν κελλίῳ ἐγγυτάτῳ. Χρόνου δὲ προκόψαντος διορατικῷ ὄμματι προβλέψας λέγει τῷ ὑπηρετοῦντι αὐτῷ, καλουμένῳ Ἰωάννῃ, ἐς ὕστερον γενομένῳ πρεσβυτέρῳ εἰς τὸν τόπον αὐτοῦ τοῦ Μακαρίου· «Ἄκουσόν μου, ἄδελφε Ἰωάννη, καὶ ἀνάσχου μου τῆς νουθεσίας· πειράζῃ γάρ, καὶ πειράζει σε τὸ πνεῦμα τῆς φιλαργυρίας.
Οὕτω γὰρ ἑώρακα· καὶ οἶδα ὅτι ἐάν μου ἀνάσχῃ τελειωθήσῃ ἐν τῷ τόπῳ τούτῳ καὶ δοξασθήσῃ, «καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου»· ἐὰν δέ μου παρακούσῃς, τοῦ Γιεζῆ ἥξει ἐπὶ σὲ τὰ τέλη, οὗ καὶ τὸ πάθος νοσεῖς». Συνέβη, δὲ αὐτὸν παρακοῦσαι μετὰ τὴν κοίμησιν τοῦ Μακαρίου μετὰ ἄλλα δεκαπέντε ἔτη ἢ εἴκοσιν, καὶ οὕτως ἠλεφαντίασε νοσφισάμενος τὰ τῶν πτωχῶν, ὡς μὴ εὑρεθῆναι εἰς τὸ σῶμα αὐτοῦ ἀκέραιον τόπον ἐν ᾧ τις δάκτυλον πήξει. Αὕτη τοίνυν ἐστὶν ἡ προφητεία τοῦ ἁγίου Μακαρίου.
Περὶ μὲν οὖν βρώσεως καὶ πόσεως περιττὸν τὸ διηγήσασθαι, ὁπότε οὐδὲ παρὰ τοῖς ῥᾳθύμοις ἔστιν εὑρεθῆναι ἀδηφαγίαν ἢ ἀδιαφορίαν ἐν τοῖς τόποις ἐκείνοις, καὶ διὰ τὴν σπάνιν τῶν χρειῶν καὶ διὰ τὸν ζῆλον τῶν κατοικούντων.
Περὶ δὲ τῆς ἄλλης αὐτοῦ ἀσκήσεως λέγω· ἐλέγετο γὰρ ἀδιαλείπτως ἐξίστασθαι, καὶ μᾶλλον πλείονι χρόνῳ θεῷ προσδιατρίβειν ἢ τοῖς ὑπ᾿ οὐρανὸν πράγμασιν. Οὗ καὶ φέρονται θαύματα τοιάδε.
Ἀνήρ τις Αἰγύπτιος ἐρασθεὶς ἐλευθέρας γυναικὸς ὑπάνδρου, καὶ μὴ δυνάμενος αὐτὴν δελεάσαι, προσωμίλησε γόητι λέγων· «Ἕλον αὐτὴν εἰς τὸ ἀγαπῆσαί με, ἢ ἔργασαί τι ἵνα ῥίψῃ αὐτὴν ὁ ἀνὴρ αὐτῆς». Καὶ λαβὼν ὁ γόης τὸ ἱκανὸν ἐχρήσατο ταῖς γοητικαῖς μαγγανείαις, καὶ παρασκευάζει φοράδα αὐτὴν φανῆναι. Θεασάμενος οὖν ὁ ἀνὴρ ἔξωθεν ἐλθὼν ἐξενίζετο ὅτι εἰς τὸν κράββατον αὐτοῦ φορὰς ἀνέκειτο. Κλαίει, ὀδύρεται ὁ ἀνήρ· προσομιλεῖ τῷ ζῴῳ· ἀποκρίσεως οὐ τυγχάνει. Παρακαλεῖ τοὺς πρεσβυτέρους τῆς κώμης· εἰσάγει, δεικνύει· οὐχ εὑρίσκει τὸ πρᾶγμα. Ἐπὶ ἡμέρας τρεῖς οὔτε χόρτου μετέλαβεν ὡς φοράς, οὔτε ἄρτου ὡς ἄνθρωπος, ἀμφοτέρων ἐστερημένη τῶν τροφῶν. Τέλος, ἵνα δοξασθῇ ὁ θεὸς καὶ φανῇ ἡ ἀρετὴ τοῦ ἁγίου Μακαρίου, ἀνέβη ἐπὶ τὴν καρδίαν τοῦ ἀνδρὸς αὐτῆς ἀγαγεῖν αὐτὴν εἰς τὴν ἔρημον· καὶ φορβεώσας αὐτὴν ὡς ἵππον, οὕτως ἤγαγεν εἰς τὴν ἔρημον. Ἐν δὲ τῷ πλησιάσαι αὐτοὺς εἱστήκεισαν οἱ ἀδελφοὶ πλησίον τῆς κέλλης τοῦ Μακαρίου, μαχόμενοι τῷ ἀνδρὶ αὐτῆς καὶ λέγοντες· «Τί ἤγαγες ὧδε τὴν φοράδα ταύτην;» λέγει αὐτοῖς· «Ἵνα ἐλεηθῇ». Λέγουσιν αὐτῷ· «Τί γὰρ ἔχει;» ἀπεκρίνατο αὐτοῖς ὁ ἀνὴρ ὅτι «Γυνή μου ἦν, καὶ εἰς ἵππον μετεβλήθη, καὶ σήμερον τρίτην ἡμέραν ἔχει μὴ γευσαμένη τινός». Ἀναφέρουσι τῷ ἁγίῳ ἔνδον προσευχομένῳ· ἀπεκάλυψε γὰρ αὐτῷ ὁ θεός, καὶ προσηύχετο περὶ αὐτῆς. Ἀπεκρίνατο οὖν τοῖς ἀδελφοῖς ὁ ἅγιος Μακάριος καὶ λέγει αὐτοῖς· «Ἵπποι ὑμεῖς ἐστέ, οἱ τῶν ἵππων ἔχοντες τοὺς ὀφθαλμούς. Ἐκείνη γὰρ γυνή ἐστι, μὴ μετασχηματισθεῖσα, ἀλλ᾿ ἢ μόνον ἐν τοῖς ὀφθαλμοῖς τῶν ἠπατημένων». Καὶ εὐλογήσας ὕδωρ καὶ ἀπὸ κορυφῆς ἐπιχέας αὐτῇ γυμνῇ ἐπηύξατο· καὶ παραχρῆμα ἐποίησεν αὐτὴν γυναῖκα φανῆναι πᾶσι. Δοὺς δὲ αὐτῇ τροφὴν ἐποίησεν αὐτὴν φαγεῖν, καὶ ἀπέλυσεν αὐτὴν μετὰ τοῦ ἰδίου ἀνδρὸς εὐχαριστοῦσαν τῷ κυρίῳ. Καὶ ὑπέθετο αὐτῇ εἰπών· «Μηδέποτε ἀπολειφθῇς τῆς ἐκκλησίας, μηδέποτε ἀπόσχῃ τῆς κοινωνίας· ταῦτα γάρ σοι συνέβη τῷ ἐπὶ πέντε ἑβδομάδας μὴ προσεληλυθέναι τοῖς μυστηρίοις».
Ἄλλην αὐτοῦ πρᾶξιν τῆς ἀσκήσεως· τῷ μακρῷ χρόνῳ ὑπὸ τὴν γῆν ποιήσας σύριγγα ἀπὸ τῆς κέλλης αὐτοῦ μέχρις ἡμισταδίου σπήλαιον εἰς τὸ ἄκρον ἀπετέλεσε. Καὶ εἴποτε πλείονες αὐτῷ ὤχλουν, κρυπτῶς ἐκ τῆς κέλλης αὐτοῦ ἐξιὼν ἀπίει εἰς τὸ σπήλαιον, καὶ οὐδεὶς αὐτὸν εὕρισκε. Διηγεῖτο οὖν ἡμῖν τις τῶν σπουδαίων αὐτοῦ μαθητῶν καὶ ἔλεγεν ὅτι ἀπιὼν ἕως τοῦ σπηλαίου εἰκοσιτέσσαρας ἐποίει εὐχάς, καὶ ἐρχόμενος εἰκοσιτέσσαρας.
Περὶ τούτου ἐξῆλθε φήμη ὅτι νεκρὸν ἤγειρεν, ἵνα αἱρετικὸν πείσῃ μὴ ὁμολογοῦντα ἀνάστασιν εἶναι σωμάτων. Καὶ αὕτη ἡ φήμη ἐκράτει ἐν τῇ ἐρήμῳ.
Τούτῳ προσηνέχθη ποτὲ δαιμονιῶν νεανίσκος παρὰ τῆς ἰδίας μητρὸς ὀλοφυρομένης, δυσὶ νεανίσκοις δεδεμένος. Καὶ ταύτην εἶχε τὴν ἐνέργειαν ὁ δαίμων· μετὰ τὸ φαγεῖν τριῶν μοδίων ἄρτους καὶ πιεῖν κιλικίσιον ὕδατος, ἐρευγόμενος εἰς ἀτμὸν ἀνέλυε τὰ βρώματα· οὕτω γὰρ ἀνηλίσκετο τὰ βρωθέντα καὶ ποθέντα ὡς ὑπὸ πυρός. Ἔστι γὰρ καὶ τάγμα τὸ λεγόμενον πύρινον. Διαφοραὶ γάρ εἰσι δαιμόνων, ὥσπερ καὶ ἀνθρώπων, οὐκ οὐσίας ἀλλὰ γνώμης. Οὗτος τοίνυν ὁ νεανίσκος μὴ ἐπαρκούμενος παρὰ τῆς ἰδίας μητρὸς τὴν ἰδίαν ἤσθιε κόπρον· πολλάκις καὶ τὸ ἴδιον ἔπινεν οὖρον. Κλαιούσης οὖν τῆς μητρὸς καὶ παρακαλούσης τὸν ἅγιον, λαβὼν ἐπηύξατο αὐτῷ τὸν θεὸν ἱκετεύων. Καὶ μετὰ μίαν ἢ δευτέραν ἡμέραν ὑπολωφήσαντος τοῦ πάθους λέγει αὐτῇ ὁ ἅγιος Μακάριος· «Πόσον θέλεις ἵνα ἐσθίῃ;» Ἡ δὲ ἀπεκρίνατο λέγουσα· «Δεκάλιτρον ἄρτου». Ἐπιτιμήσας οὖν αὐτῇ ὅτι πολύ ἐστιν, ἐν ἑπτὰ ἡμέραις ἐπευξάμενος αὐτῷ μετὰ νηστείας, ἔστησεν αὐτὸν εἰς τρίλιτρον, ὡς ὀφείλοντα καὶ ἐργάζεσθαι· καὶ οὕτως ἀποθεραπεύσας ἀπέδωκεν αὐτὸν τῇ μητρί. Καὶ τοῦτο τὸ θαῦμα πεποίηκεν ὁ θεὸς διὰ Μακαρίου. Τούτῳ ἐγὼ οὐ συντετύχηκα· πρὸ ἐνιαυτοῦ γὰρ τῆς εἰσόδου μου τῆς εἰς τὴν ἔρημον ἐκεκοίμητο.
Τῷ δὲ ἄλλῳ συντετύχηκα Μακαρίῳ τῷ Ἀλεξανδρεῖ, πρεσβυτέρῳ ὄντι τῶν λεγομένων Κελλίων. Εἰς ἃ Κελλία παρῴκησα ἐγὼ ἐνναετίαν· ἐν οἷς τὴν τριετίαν τὴν ἐμὴν ἐπέζησε· καὶ τὰ μὲν εἶδον, τὰ δὲ παρ᾿ αὐτοῦ ἀκήκοα, τὰ δὲ καὶ παρ᾿ ἑτέρων μεμάθηκα. Ἡ τοίνυν ἄσκησις αὐτοῦ ἦν αὕτη· εἴ τι ἀκήκοε πώποτε, πάντως τοῦτο κατώρθωσεν. Ἀκούσας γὰρ παρά τινων ὅτι οἱ Ταβεννησιῶται διὰ πάσης τῆς τεσσαρακοστῆς ἐσθίουσιν ἄπυρον, ἔκρινεν ἑπταετίαν τὸ διὰ πυρὸς διαβαῖνον μὴ φαγεῖν, καὶ πλὴν λαχάνων ὠμῶν εἴ ποτε παρευρέθη καὶ ὀσπρίων βρεκτῶν οὐδενὸς ἐγεύσατο. Κατορθώσας οὖν ταύτην τὴν ἀρετήν, ἤκουσε περί τινος πάλιν ἄλλου ὅτι λίτραν ἐσθίει ἄρτου· καὶ κλάσας ἑαυτοῦ τὸ βουκκελλᾶτον καὶ καταγγίσας εἰς σαΐτας [τὰ κεράμια], ἔκρινε τοσοῦτον ἐσθίειν ὅσον ἂν ἡ χεὶρ ἀνενέγκῃ. Καὶ ὡς διηγεῖτο χαριεντιζόμενος ὅτιπερ «Ἐδρασσόμην μὲν πλειόνων κλασμάτων, οὐκ ἠδυνάμην δὲ ὅλα ἐξενεγκεῖν ὑπὸ τοῦ στένου τῆς ὀπῆς· ὡς τελώνης γάρ μοι οὐ συνεχώρει». Ἐπὶ τρία οὖν ἔτη ταύτην ἔσχηκε τὴν ἄσκησιν, τέσσαρας ἢ πέντε οὐγκίας ἄρτου ἐσθίων καὶ τοσοῦτον πίνων ὕδωρ, ξέστην δὲ ἐλαίου τὸν ἐνιαυτόν.
Ἄλλη αὐτοῦ ἄσκησις· ἔκρινεν ὕπνου περιγενέσθαι, καὶ διηγήσατο ὅτι οὐκ εἰσῆλθεν ὑπὸ στέγην ἐπὶ εἴκοσι ἡμέρας ἵνα νικήσῃ ὕπνον, τοῖς μὲν καύμασι φλεγόμενος, τῇ δὲ νυκτὶ στυφόμενος τῇ ψυχρότητι. Καὶ ὡς ἔλεγεν ὅτι «Εἰ μὴ τάχιον εἰσῆλθον ὑπὸ στέγην καὶ ἐχρησάμην τῷ ὕπνῳ, οὕτω μου ἐξηράνθη ὁ ἐγκέφαλος, ὡς εἰς ἔκστασίν με ἐλάσαι λοιπόν. Καὶ τὸ μὲν ὅσον ἐπ᾿ ἐμοὶ ἐνίκησα· τὸ δὲ ὅσον ἐπὶ τῇ φύσει τὴν χρείαν ἐχούσῃ τοῦ ὕπνου παρεχώρησα».
Τούτου καθεζομένου πρωῒ ἐν τῷ κελλίῳ κώνωψ στὰς ἐπὶ τοῦ ποδὸς ἐκέντησεν αὐτόν· καὶ ἀλγήσας κατέαξεν αὐτὸν τῇ χειρὶ μετὰ κόρον τοῦ αἵματος. Καταγνοὺς οὖν ἑαυτοῦ ὡς ἐκδικήσαντος ἑαυτόν, κατεδίκασεν ἑαυτὸν εἰς τὸ ἕλος τῆς Σκήτεως, ὅ ἐστιν ἐν τῇ πανερήμῳ, καθίσαι γυμνὸν ἐπὶ μῆνας ἕξ, ἔνθα οἱ κώνωπες καὶ συάγρων δέρματα τιτρώσκουσιν, ὡς σφῆκες ὄντες. Οὕτως οὖν κατετρώθη ὅλος καὶ σπονδύλους ἐξέβαλεν ὡς νομίσαι τινὰς ὅτι ἠλεφαντίασεν. Ἐλθὼν οὖν μετὰ μῆνας ἓξ εἰς τὸ κελλίον αὐτοῦ, ἀπὸ τῆς φωνῆς ἐγνώσθη ὅτι αὐτός ἐστιν ὁ Μακάριος.
Ἐπεθύμησέ ποτε οὗτος εἰς τὸ κηποτάφιον εἰσελθεῖν Ἰαννῆ καὶ Ἰαμβρῆ, ὡς αὐτὸς ἡμῖν διηγήσατο. Τοῦτο δὲ τὸ κηποτάφιον ἐγένετο παρὰ τῶν τότε μάγων παραδυναστευόντων τῷ Φαραῴ. Ὡς οὖν κεκτημένοι τὴν δυναστείαν ἐκ μακρῶν τῶν χρόνων, ἐν τετραποδικοῖς λίθοις ἔκτισαν τὸ ἔργον, καὶ τὸ μνῆμα δὲ αὐτῶν ἐκεῖ ἐποίησαν, καὶ χρυσὸν ἀπέθεντο πολύν· ἐφύτευσαν δὲ καὶ δένδρα, ὕπικμος γάρ ἐστιν ὁ τόπος, ἐν οἷς καὶ φρέαρ ὤρυξαν.
Ἐπεὶ οὖν τὴν ὁδὸν ἠγνόει ὁ ἅγιος, στοχασμῷ δέ τινι ἠκολούθει τοῖς ἄστροις καθάπερ ἐν πελάγει τὴν ἔρημον διοδεύων, λαβὼν καλάμων δέμα κατὰ μίλιον ἓν ἵστα σημειούμενος ἵνα εὕρῃ τὴν ὁδὸν ὑποστρέφων. Διοδεύσας οὖν ἐντὸς ἐννέα ἡμερῶν τῷ τόπῳ ἐπλησίασεν. Ὁ τοίνυν δαίμων ὁ ἀεὶ τοῖς ἀθληταῖς τοῦ Χριστοῦ ἀντιπράττων, συναγαγὼν ὅλους τοὺς καλάμους, καθεύδοντος ὡς ἀπὸ σημείου τοῦ κηποταφίου πρὸς τῇ κεφαλῇ αὐτοῦ τέθεικεν.
Ἀναστὰς οὖν εὗρε τοὺς καλάμους, τάχα καὶ τοῦτο τοῦ θεοῦ συγχωρήσαντος εἰς πλείονα αὐτοῦ γυμνασίαν, ἵνα μὴ καλάμοις ἐπελπίζῃ, ἀλλὰ τῷ στύλῳ τῆς νεφέλης τῷ ὁδηγήσαντι τὸν Ἰσραὴλ τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ. Ἔλεγεν ὅτι «Ἑβδομήκοντα δαίμονες ἐξῆλθον εἰς συνάντησίν μου ἀπὸ τοῦ κηποταφίου, βοῶντες καὶ πτερυσσόμενοι ὡς κόρακες κατὰ τῆς ὄψεώς μου, καὶ λέγοντες· «Τί θέλεις, Μακάριε; Τί θέλεις, μοναχέ; Τί ἦλθες ἡμῶν εἰς τὸν τόπον; Οὐ δύνασαι μεῖναι ὧδε». Εἶπον οὖν αὐτοῖς, φησίν, ὅτι «Εἰσέλθω μόνον καὶ ἱστορήσω καὶ ἀπέρχομαι». Εἰσελθὼν οὖν, φησίν, εὗρον κάδιον χαλκοῦν κρεμάμενον καὶ ἅλυσιν σιδηρᾶν κατὰ τοῦ φρέατος, λοιπὸν τῷ χρόνῳ ἀναλωθέντα, καὶ καρπὸν ῥοῶν οὐκ ἐχουσῶν ἔνδον οὐδὲν τῷ ἐξηράνθαι ὑπὸ τοῦ ἡλίου». Οὕτως οὖν ὑποστρέψας ἦλθε διὰ εἴκοσι ἡμερῶν. Ἐκλείψαντος δὲ τοῦ ὕδατος οὗ ἐβάσταζε καὶ τῶν ἄρτων, ἐν πολλῇ περιστάσει ἐγένετο. Καὶ ὡς ἐγγὺς ἐγένετο τοῦ ὀκλάσαι ὤφθη αὐτῷ κόρη τις, ὡς διηγήσατο, καθαρὰν ὀθόνην φοροῦσα καὶ κατέχουσα βαυκάλιον ὕδατος στάζον· ἣν ἔλεγεν ἄποθεν αὐτοῦ εἶναι, ὡς ἀπὸ σταδίου, καὶ ἐπὶ ἡμέρας τρεῖς ὁδεύειν, βλέπων μὲν αὐτὴν μετὰ τοῦ βαυκαλίου ὡς ἑστῶσαν καταλαβεῖν δὲ μὴ δυνάμενος, ὡς ἐπὶ τῶν ὀνείρων, τῇ δὲ ἐλπίδι τοῦ πιεῖν ὑπομείνας ηὐτόνει. Μεθ᾿ ἣν ἐφάνη πλῆθος βουβάλων, ἐξ ὧν ἡ μία ἔστη ἔχουσα μόσκον· εἰσὶ γὰρ πολλαὶ ἐν τοῖς τόποις ἐκείνοις· καὶ ὡς ἔλεγεν ὅτι ἔρρει αὐτῆς τὸ οὖθαρ τοῦ γάλακτος. Ὑπεισελθὼν οὖν καὶ θηλάσας ἠρκέσθη. Καὶ ἕως τοῦ κελλίου αὐτοῦ ἦλθεν ἡ βούβαλος θηλάζουσα αὐτόν, τὸ δὲ μοσχάριον αὐτῆς μὴ δεχομένη.
Ἄλλοτε πάλιν ὀρύσσων φρέαρ πλησίον βλαστῶν φρυγάνων ὑπὸ ἀσπίδος ἐδήχθη· ἀναιρετικὸν δέ ἐστι τὸ ζῷον· λαβὼν οὖν αὐτὴν ταῖς δύο χερσὶν ἀπὸ τῶν χελυνίων κρατήσας διέσχισεν, εἰπὼν αὐτῇ· «Μὴ ἀποστείλαντός σε τοῦ θεοῦ, πῶς ἐτόλμησας ἐλθεῖν;»
Εἶχε δὲ κέλλας διαφόρους ἐν τῇ ἐρήμῳ· μίαν ἐν τῇ Σκήτει τῇ ἐνδοτέρᾳ πανερήμῳ, καὶ μίαν εἰς Λίβα, καὶ μίαν εἰς τὰ λεγόμενα Κελλία, καὶ μίαν εἰς τὸ ὄρος τῆς Νιτρίας. Ὧν ἔνιαί εἰσιν ἀθυρίδωτοι, εἰς ἂς ἐλέγετο καθέζεσθαι τῇ τεσσαρακοστῇ ἐν σκοτίᾳ· ἡ δὲ ἄλλη στενωτέρα, εἰς ἣν ἐκτεῖναι πόδας οὐκ ἴσχυεν· ἄλλη δὲ πλατυτέρα, ἐν ᾗ συνετύγχανε τοῖς φοιτῶσι πρὸς αὐτόν.
Οὗτος τοσοῦτον πλῆθος δαιμονιζομένων ἐθεράπευσεν ὡς ἀριθμῷ μὴ ὑποπεσεῖν. Ὄντων δὲ ἡμῶν ἐκεῖ παρθένος ἠνέχθη ἀπὸ Θεσσαλονίκης εὐγενής, πολυετίαν ἔχουσα ἐν παραλύσει. Ταύτην ἐν εἴκοσι ἡμέραις ἐλαίῳ ἁγίῳ ἀλείφων ταῖς ἑαυτοῦ χερσὶ καὶ προσευχόμενος, ὑγιῆ ἀπέστειλεν εἰς τὴν ἰδίαν πόλιν. Ἥτις ἀπελθοῦσα πολλὴν καρποφορίαν αὐτῷ ἀπέστειλεν.
Οὗτος ἀκούσας ὅτι μεγάλην ἔχουσι πολιτείαν οἱ Ταβεννησιῶται μεταμφιασάμενος καὶ λαβὼν κοσμικὸν σχῆμα ἐργάτου, δι᾿ ἡμερῶν δεκαπέντε ἀνῆλθεν εἰς τὴν Θηβαΐδα διὰ τῆς ἐρήμου ὁδεύσας. Καὶ ἐλθὼν ἐν τῷ ἀσκητηρίῳ τῶν Ταβεννησιωτῶν ἐπεζήτει τὸν ἀρχιμανδρίτην τούτων, Παχώμιον ὀνόματι, ἄνδρα δοκιμώτατον καὶ χάρισμα ἔχοντα προφητείας· ᾧ ἀπεκρύβη τὰ κατὰ τὸν Μακάριον. Περιτυχὼν οὖν αὐτῷ λέγει· «Δέομαί σου, δέξαι με εἰς τὴν μονήν σου ἵνα γένωμαι μοναχός».
Λέγει αὐτῷ ὁ Παχώμιος· «Λοιπὸν εἰς γῆρας ἤλασας, καὶ ἀσκεῖν οὐ δύνασαι· οἱ ἀδελφοί εἰσιν ἀσκηταί, καὶ οὐ φέρεις αὐτῶν τοὺς πόνους· καὶ σκανδαλίζῃ καὶ ἐκβαίνεις κακολογῶν αὐτούς». Καὶ οὐκ ἐδέξατο αὐτὸν οὔτε τὴν πρώτην οὔτε τὴν δευτέραν, μέχρις ἡμερῶν ἑπτά. Ὡς δὲ ηὐτόνησε παραμένων νῆστις, ὕστερον λέγει αὐτῷ· «Δέξαι με, ἀββᾶ, καὶ ἐὰν μὴ νηστεύσω κατ᾿ αὐτοὺς καὶ ἐργάσωμαι, κέλευσόν με ἐκριφῆναι». Πείθει τοὺς ἀδελφοὺς εἰσδέξασθαι αὐτόν· ἔστι δὲ τὸ σύστημα τῆς μιᾶς μονῆς χίλιοι τετρακόσιοι ἄνδρες μέχρι τῆς σήμερον. Εἰσῆλθεν οὖν· παρελθόντος δὲ χρόνου ὀλίγου ἐπέστη ἡ τεσσαρακοστή, καὶ εἶδεν ἕκαστον διαφόρους πολιτείας ἀσκοῦντα· τὸν μὲν ἐσθίοντα ἑσπέρας, τὸν δὲ διὰ δύο, τὸν δὲ διὰ πέντε· ἄλλον δὲ πάλιν ἑστῶτα διὰ πάσης νυκτός, ἐν ἡμέρᾳ δὲ καθήμενον. Βρέξας οὖν θαλλοὺς τοὺς ἐκ φοινίκων εἰς πλῆθος ἔστη ἐν γωνίᾳ μιᾷ, καὶ μέχρις οὗ αἱ τεσσαράκοντα ἐπληρώθησαν ἡμέραι καὶ τὸ πάσχα παραγέγονεν οὐκ ἄρτου ἥψατο, οὐχ ὕδατος· οὐ γόνυ ἔκαμψεν, οὐκ ἀνέπεσε· παρεκτὸς φύλλων κράμβης ὀλίγων οὐκ ἐλάμβανε, καὶ τοῦτο κατὰ κυριακήν, ἵνα δόξῃ ἐσθίειν. Καὶ εἴ ποτε ἐξέβαινεν εἰς τὴν χρείαν ἑαυτοῦ, θᾶττον πάλιν εἰσιὼν ἵστατο, μὴ λαλήσας μηδενί, μὴ ἀνοίξας τὸ στόμα, ἀλλὰ σιωπῇ ἐστώς· ἐκτὸς δὲ προσευχῆς τῆς ἐν τῇ καρδίᾳ καὶ τῶν θαλλῶν τῶν ἐν ταῖς χερσὶν οὐδὲν ἐποίει. Θεασάμενοι οὖν πάντες οἱ ἀσκηταὶ ἐστασίασαν κατὰ τοῦ ἡγουμένου λέγοντες· «Τοῦτον ἡμῖν πόθεν ἤγαγες τὸν ἄσαρκον, εἰς κατάκρισιν ἡμῶν; ἢ ἔκβαλε αὐτόν, ἢ ἵνα εἰδῇς ὅτι πάντες ἡμεῖς ἀναχωροῦμεν». Ἀκούσας οὖν αὐτοῦ τὰ τῆς πολιτείας, προσηύξατο τῷ θεῷ, ἵνα αὐτῷ ἀποκαλυφθῇ τίς ἐστίν.
Ἀπεκαλύφθη οὖν αὐτῷ· καὶ κρατήσας αὐτοῦ τῆς χειρὸς ἐξάγει αὐτὸν εἰς τὸν εὐκτήριον οἶκον, ἔνθα τὸ θυσιαστήριον ἦν, καὶ λέγει αὐτῷ· «Δεῦρο, καλόγηρε· σὺ εἶ Μακάριος, καὶ ἀπέκρυψας ἀπ᾿ ἐμοῦ. Διὰ πολλῶν σε ἐτῶν ἐπεπόθουν ἰδεῖν. Χάριν σοι ἔχω ὅτι ἐκονδύλισας τὰ παιδία μου, ἵνα μὴ μέγα φρονῶσιν ἐπὶ ταῖς ἑαυτῶν ἀσκήσεσιν. Ἄπελθε οὖν εἰς τὸν τόπον σου· αὐτάρκως γὰρ ᾠκοδόμησας ἡμᾶς· καὶ εὔχου ὑπὲρ ἡμῶν». Τότε ἀξιωθεὶς ἀνεχώρησεν.
Ἄλλοτε πάλιν διηγήσατο ὅτι «Πᾶσαν πολιτείαν ἣν ἐπεθύμησα κατορθώσας, τότε εἰς ἄλλην ἦλθον ἐπιθυμίαν ὅθεν ἠθέλησά ποτε πέντε ἡμέρας μόνον τὸν νοῦν μου ἀπερίσπαστον ἀπὸ τοῦ θεοῦ ποιῆσαι. Καὶ κρίνας τοῦτο ἀπέκλεισα τὴν κέλλαν καὶ τὴν αὐλήν, ὥστε μὴ δοῦναι ἀνθρώπῳ ἀπόκρισιν, καὶ ἔστην ἀρξάμενος ἀπὸ τῆς δευτέρας. Παραγγέλλω οὖν μου τῷ νῷ εἰπών· «Μὴ κατέλθῃς τῶν οὐρανῶν· ἔχεις ἐκεῖ ἀγγέλους, ἀρχαγγέλους, τὰς ἄνω δυνάμεις, τὸν θεὸν τῶν ὅλων· μὴ κατέλθῃς ὑποκάτω τοῦ οὐρανοῦ». Καὶ διαρκέσας ἡμέρας δύο καὶ νύκτας δύο, οὕτω παρώξυνα τὸν δαίμονα ὡς φλόγα πυρὸς γενέσθαι καὶ κατακαῦσαί μου πάντα τὰ ἐν τῷ κελλίῳ, ὡς καὶ τὸ ψιάθιον ἐν ᾧ εἱστήκειν πυρὶ καταφλεχθῆναι καὶ νομίσαι με ὅτι ὅλως ἐμπίμπραμαι. Τέλος πληγεὶς φόβῳ ἀπέστην τῇ τρίτῃ ἡμέρᾳ, μὴ δυνηθεὶς ἀπερίσπαστόν μου τὸν νοῦν ποιῆσαι, ἀλλὰ κατῆλθον εἰς θεωρίαν τοῦ κόσμου, ἵνα μή μοι λογισθῇ τῦφος».
Τούτῳ ποτὲ τῷ ἁγίῳ Μακαρίῳ παρέβαλον ἐγώ, καὶ εὗρον ἔξω τῆς κέλλης αὐτοῦ πρεσβύτερον κώμης κατακείμενον, οὗ ἡ κεφαλὴ πᾶσα ἐβέβρωτο ὑπὸ τοῦ πάθους τοῦ καλουμένου καρκίνου, καὶ αὐτὸ τὸ ὀστέον ἀπὸ τῆς κορυφῆς ἐφαίνετο. Παρεγένετο οὖν ἰαθῆναι, καὶ οὐκ ἐδέχετο αὐτὸν ἐν συντυχίᾳ. Παρεκάλεσα οὖν αὐτὸν ὅτι «Δέομαί σου, κατοίκτειρον αὐτόν, καὶ δὸς αὐτῷ τὴν ἀπόκρισιν». Καὶ λέγει μοι· «Ἀνάξιός ἐστι τοῦ ἰαθῆναι· παιδεία γὰρ αὐτῷ ἀπεστάλη. Εἰ δὲ θέλεις αὐτὸν ἰαθῆναι, πεῖσον αὐτὸν ἀποστῆναι τῆς λειτουργίας· πορνεύων γὰρ ἐλειτούργει, καὶ διὰ τοῦτο παιδεύεται· καὶ ὁ θεὸς αὐτὸν ἰᾶται». Ὡς οὖν εἶπον τῷ κακουμένῳ συνέθετο, ὀμόσας μηκέτι ἱερατεύειν. Τότε ἐδέξατο αὐτὸν καὶ λέγει αὐτῷ· «Πιστεύεις ὅτι ἔστι θεός;» Λέγει αὐτῷ· «Ναί». «Μὴ ἠδυνήθης διαπαῖξαι τὸν θεόν;» Ἀπεκρίνατο ὅτι «Οὔ». Λέγει αὐτῷ· «Εἰ γνωρίζεις σου τὴν ἁμαρτίαν καὶ τὴν τοῦ θεοῦ παιδείαν δι᾿ ἣν τοῦτο ὑπέστης, διορθώθητι εἰς τὸ ἑξῆς». Ἐξωμολογήσατο οὖν τὴν αἰτίαν, καὶ ἔδωκε λόγον μηκέτι ἁμαρτῆσαι μήτε λειτουργῆσαι, ἀλλὰ τὸν λαικὸν ἀσπάσασθαι κλῆρον. Καὶ οὕτως ἐπέθηκεν αὐτῷ χεῖρα, καὶ ἐν ὀλίγαις ἡμέραις ἰάθη καὶ ἐτρίχωσε καὶ ἀπῆλθεν ὑγιής.
Ἐπ᾿ ὄψεσιν ἐμαῖς προσηνέχθη αὐτῷ παιδαρίσκος ἐνεργούμενος ὑπὸ πονηροῦ πνεύματος. Ἐπιθεὶς οὖν αὐτῷ χεῖρα ἐπὶ τῆς κεφαλῆς καὶ τὴν ἄλλην ἐπὶ τῆς καρδίας, ἐπὶ τοσοῦτον ηὔξατο ἕως οὗ αὐτὸν ἀπὸ ἀέρος ἐποίησε κρεμασθῆναι. Οἰδήσας οὖν ὡς ἀσκὸς ὁ παῖς τοσοῦτον ἐφλέγμανεν ὡς γενέσθαι πᾶς ἐρυσιπέλατος. Καὶ αἰφνίδιον ἀνακράξας, διὰ πασῶν τῶν αἰσθήσεων ὕδωρ ἐνήνοχε, καὶ λωφήσας πάλιν γέγονεν εἰς τὸ μέτρον ὃ ἦν. Παραδίδωσιν οὖν τῷ πατρὶ αὐτόν, ἀλείψας ἐλαίῳ ἁγίῳ, καὶ ἐπιχέας ὕδωρ, παρήγγειλεν ἐπὶ τεσσαράκοντα ἡμέρας μὴ κρεῶν ἅψασθαι, μὴ οἴνου. Καὶ οὕτως αὐτὸν ἰάσατο.
Ὤχλησαν τούτῳ ποτὲ λογισμοὶ κενοδοξίας ἐκβάλλοντες αὐτὸν τῆς κέλλης, καὶ ὑποτιθέμενοι οἰκονομίας χάριν καταλαμβάνειν τὴν Ῥωμαίων πρὸς θεραπείαν τῶν ἀρρωστούντων· μεγάλως γὰρ ἐνήργει ἡ χάρις εἰς αὐτὸν κατὰ πνευμάτων. Καὶ ὡς ἐπὶ πολὺ οὐχ ὑπήκουσε, σφοδρῶς δὲ ἠλαύνετο, πεσὼν ἐπὶ τῆς φλιᾶς τῆς κέλλης τοὺς πόδας ἀφῆκεν ἐπὶ τὰ ἔξω καὶ λέγει· «Ἕλκετε, δαίμονες, καὶ σύρετε· ἐγὼ γὰρ τοῖς ποσὶ τοῖς ἐμοῖς οὐκ ἀπέρχομαι· εἰ δύνασθέ με οὕτως ἀπενεγκεῖν ἀπελεύσομαι»· διομνὺς αὐτοῖς ὅτι «Κεῖμαι ἕως ἑσπέρας· ἐὰν μή με σαλεύσετε, οὐ μὴ ὑμῶν ἀκούσω».
Ἐπὶ πολὺ οὖν πεσὼν ἀνέστη. Ἐπιγενομένης δὲ νυκτὸς πάλιν αὐτῷ ἐπέθεντο· καὶ σπυρίδα μοδίων δύο ψάμμου πληρώσας καὶ θεὶς ἐπὶ τῶν ὤμων, διεκίνει ἀνὰ τὴν ἔρημον. Συνήντησεν οὖν αὐτῷ Θεοσέβιος ὁ κοσμήτωρ, Ἀντιοχεὺς τῷ γένει, καὶ λέγει αὐτῷ· «Τί βαστάζεις, ἀββᾶ; παραχώρησον ἐμοὶ τὸ φορτίον, καὶ μὴ σκύλλου»· Ὁ δὲ λέγει αὐτῷ· «Σκύλλω τὸν σκύλλοντά με· ἄνετος γὰρ ὢν ἀποδημίας μοι ὑποβάλλει». Ἐπὶ πολὺ οὖν διακινήσας εἰσῆλθεν εἰς τὴν κέλλαν, συντρίψας τὸ σῶμα.
Οὗτος ἡμῖν ὁ ἅγιος Μακάριος διηγήσατο, ἦν γὰρ πρεσβύτερος, ὅτι «Ἐπεσημηνάμην κατὰ τὸν καιρὸν τῆς διαδόσεως τῶν μυστηρίων ὅτι Μάρκῳ τῷ ἀσκητῇ οὐδέποτε ἔδωκα ἐγὼ προσφοράν, ἀλλὰ ἄγγελος αὐτῷ ἐπεδίδου ἐκ τοῦ θυσιαστηρίου· μόνον δὲ τὸν ἀστράγαλον ἐθεώρουν τῆς χειρὸς τοῦ διδόντος». Μάρκος δὲ οὗτος νεώτερος ἦν, παλαιὰν καὶ καινὴν γραφὴν ἀποστηθίζων, πράξι καθ᾿ ὑπερβολήν, σώφρων εἰ καί τις ἄλλος.
Μιᾶς οὖν τῶν ἡμερῶν εὐκαιρηθεὶς ἐγώ, εἰς τὸ ἔσχατον αὐτοῦ γῆρας, ἀπέρχομαι καὶ παρακαθέζομαι αὐτοῦ τῇ θύρᾳ νομίσας αὐτὸν ὑπὲρ ἄνθρωπον, ὡς ἅτε ἀρχαῖον, ἀκροώμενος τί λέγει ἢ τί διαπράττεται. Καὶ μονώτατος ὢν ἔνδον, περὶ τὰ ἑκατὸν ἐλάσας ἔτη ἤδη καὶ τοὺς ὀδόντας ἀπολέσας, ἑαυτῷ διεμάχετο καὶ τῷ διαβόλῳ, καὶ ἔλεγε· «Τί θέλεις, κακόγηρε; Ἰδοὺ καὶ ἐλαίου ἥψω καὶ οἴνου μετέλαβες· λοιπὸν τί θέλεις, πολιόφαγε;» ἑαυτὸν ὑβρίζων. Εἶτα καὶ τῷ διαβόλῳ· «Μὴ ἀκμήν τί σοι χρεωστῶ; οὐδὲν εὑρίσκεις· ἄπελθε ἀπ᾿ ἐμοῦ». Καὶ ὡς τερετίζων ἑαυτῷ διελέγετο· «Δεῦρο, πολιόφαγε· ἕως πότε ἔσομαι μετὰ σοῦ;»
Διηγεῖτο δὲ ἡμῖν Παφνούτιος ὁ μαθητὴς αὐτοῦ, ὅτι μιᾷ τῶν ἡμερῶν ὕαινα λαβοῦσα τὸν ἑαυτῆς σκύμνον, τυφλὸν ὄντα, ἤνεγκε τῷ Μακαρίῳ· καὶ τῇ κεφαλῇ κρούσασα τῆς αὐλῆς τὴν θύραν εἰσῆλθεν ἔξω αὐτοῦ καθημένου, καὶ ἔρριψεν ὑπὸ τοὺς πόδας αὐτοῦ τὸν σκύμνον. Λαβὼν δὲ ὁ ἅγιος καὶ ἐπιπτύσας τοῖς ὀφθαλμοῖς αὐτοῦ ἐπηύξατο, καὶ παραχρῆμα ἀνέβλεψε. Καὶ θηλάσασα αὐτὸν ἡ μήτηρ αὐτοῦ λαβοῦσα αὐτὸν ἀπῆλθε.
Καὶ τῇ ἄλλῃ ἡμέρᾳ κώδιον μεγάλου προβάτου ἐνήνοχε τῷ ἁγίῳ. Ὡς δὲ ἡ μακαρία Μελάνιόν μοι εἶπεν ὅτι «Παρὰ τοῦ Μακαρίου ἐγὼ ἔλαβον τὸ κώδιον ἐκεῖνο ξένιον». Καὶ τί θαυμαστὸν εἰ ὁ τοὺς λέοντας τῷ Δανιὴλ ἡμερώσας, καὶ τὴν ὕαιναν ἐσυνέτισεν;
Ἔλεγε δὲ ὅτι ἀφ᾿ οὗ ἐβαπτίσθη οὐκ ἔπτυσε χαμαί, ἑξηκοστὸν ἔχων ἔτος ἀφ᾿ οὗ ἐβαπτίσθη.
Ἦν δὲ τὸ εἶδος αὐτοῦ ὑποκόλοβον, σπανόν, ἐπὶ τοῦ χείλους μόνον ἔχον τρίχας, καὶ εἰς τὸ ἄκρον τοῦ πώγωνος· ὑπερβολῇ γὰρ ἀσκήσεως οὐδὲ αἱ τρίχες τῆς γενειάδος αὐτοῦ ἐφύησαν.
Τούτῳ ἐγὼ προσῆλθόν ποτε ἀκηδιάσας, καὶ λέγω αὐτῷ· «Ἀββᾶ, τί ποιήσω; ὅτι θλίβουσί με οἱ λογισμοὶ λέγοντες ὅτι Οὐδὲν ποιεῖς, ἄπελθε ἔνθεν». Καὶ λέγει μοι ὅτι «Εἰπὲ αὐτοῖς· Ἐγὼ διὰ Χριστὸν τοὺς τοίχους τηρῶ».
Ταῦτα ἐκ τῶν πολλῶν ὀλίγα σοι ἐσήμηνα τοῦ ἁγίου Μακαρίου.