Κλαύσωμεν καὶ δακρύσωμεν, τῷ βίῳ περιόντες, Πρὶν ἐκπεμφθῶμεν εἰς δεινάς, κολάσεις ἀνυποίστους. Πρὶν ἔμπλεοι γενώμεθα,
δακρύων αἰωνίων, Πρὶν ἂν ἡ κόλασις ἡμᾶς, πενθεῖν καταναγκάσῃ, Κλαύσωμεν πάντες τοιγαροῦν ὁδὸς οὔκ ἐστιν ἄλλη, Καθ᾿ ἣν πεινθήσουσι κενῶς, οἱ μὴ πενθοῦντες πρῴην, Μήτε δακρύων ἑαυτόν. Ποιμήν φησιν ὁ μέγας. Μὴ παροικίαν στένουσα, τὴν ἐν τῷ βίῳ τούτῳ. Συμπαρεβλήθη κτήνεσιν, ἀλόγοις ὡμοιώθη, Καὶ πάλιν ἐς τῷ σώματι, σκιὰ συμπαρατρέχει. Οὕτω τὸ πένθος πάντοτε ψυχὴ συναμαρτείτω. Ἀδύνατον ἱμάτιον, τῶν ῥύπων ἀποπλύναι, Χωρὶς δὲ πένθους τὴν ψυχὴν πταίσασαν λευκάναι, Ψυχῇ ποθούσῃ σῴζεσθαι τὸ κλαίειν ἀναγκαῖον. Καὶ τίθησι τῶν ὑλικῶν ἁπάντων ὑπερτέραν. Καὶ μετὰ λύπης ἑνωθέν, ψυχὴν καταφωτίζει. Φῶς τῇ σελήνῃ δίδωσιν, ὁ κύκλος τοῦ ἡλίου, Καὶ λαμπροτέραν δείκνυσι, καὶ φῶς ἡμφιεσμένην. Καὶ μετανοίας σύμβολον, ἐξ ᾖς ἡ σωτηρία. Οἷς σύνταττε καὶ Μανασσῆν, ἅμα καὶ Ἐζεκίαν. Ὁ δὲ Γρηγόριος φησὶν ὁ Μέγας Θεολόγος, Ἐπαναπαύσεται Θεός, ὡς τῇ κακοπαθείᾳ. Οὕτω αὐτὸς ὁ Πάνσοφος, ἐν ἄλλοις ἐκδιδάσκει. Ἵνα τὴν ἐνυπάρχουσαν, τῇ σῇ ψυχῇ μαλάξῃς. Τὰς δὲ εὐθύνας πρὸς Θεόν, τὰς σὰς ἐξαγορεύσῃς. Ἅπας ἁπλῶς κατὰ Θεὸν πενθῶν μακαριστέος, Καὶ ταῦτα μὲν ὡς ἐν βραχεῖ, ἀναμιμνῄσκω πάντας, Νικώμενος, ἀγόμενος, ὡς ὁ χαλκός, μαγνήτης. Εἴπερ ποθεῖτε ψυχικήν, ὠφέλειαν εὑρέσθαι. |