Saint: SIXTY MARTYRS OF JERUSALEM (# 116)
Edition: ed. A. Papadopoulos-Kerameus, Pravoslavnyi Palestinkij Sbornik 34 XII.1, 1-7.

μαρτύριον τῶν ἁγίων ἑξήκοντα νέων μαρτύρων τῶν ἐν τῇ ἁγίᾳ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν πόλει ἐπὶ τῆς τυραννίδος τῶν Ἀράβων μαρτυρησάντων.

1. ἀγαπητοί, οἱ τὸν νόμον κυρίου τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτὸς νηφόντως μελετήσαντες καὶ φυλάξαντες, ἀδιστάκτως πρὸς τὴν εὐθεῖαν ὁδὸν Χριστοῦ τοῦ θεοῦ ἡμῶν ὁδηγηθήσονται καὶ ἐν τῇ ἀληθείᾳ αὐτοῦ πορεύσονται· ἀκούουσι γὰρ τοῦ θεοπνεύστου Δαυὶδ ψάλλοντος «ὁδὸν ἐντολῶν σου ἔδραμον ὅταν ἐπλάτυνας τὴν καρδίαν μου,» καὶ αὐτοῦ τοῦ κυρίου τῆς γνώσεως φάσκοντος, «ἐρευνᾶτε τὰς γραφὰς καὶ ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν εὑρήσετε·» καὶ αὖθις «αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· ζητεῖτε καὶ εὑρήσετε· κρούετε καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται·» καὶ πάλιν «τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω.» ἐντεῦθεν οἱ ἅγιοι οὗτοι καὶ φιλέντολοι ἑξήκοντα Χριστοῦ τοῦ θεοῦ ἡμῶν καὶ ἀήττητοι μάρτυρες εὐγενείᾳ διαλάμποντες, ὡς ἐξ ἀρχοντικοῦ αἵματος καταγόμενοι, καὶ θρέμματα εὐσεβείας οἷα χριστιανικωτάτων καὶ φιλαρέτων γονέων τελέθοντες, ἔκ τε νεαρᾶς ἡλικίας τὰς ἱερὰς γραφὰς μελετήσαντες καὶ ἀκριβῶς ἐξασκήσαντες ᾖδον καθ᾿ ἑαυτοὺς ἅπαντες ὑπὸ τοῦ ἁγίου πνεύματος ὁδηγούμενοι τὸ «κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω» καὶ τὸ «οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ,» καὶ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.

[p. 2]

2. ἐν τούτοις καὶ τοῖς τοιούτοις παιδευθέντες καὶ αὐξήσαντες ὡς φωστῆρες ἔλαμπον ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντες, ἀρεταῖς προκόπτοντες καὶ εὐποιίαις ἐξαστράπτοντες, ἁγνείᾳ τε καὶ παρθενίᾳ σώματος ἑαυτοὺς σεμνύνοντες καὶ ψυχικαῖς ἀρεταῖς τὰ ἑαυτῶν ἤθη καταφαιδρύνοντες, ὡς ἐπ᾿ αὐτοὺς πληρωθῆναι τὸ γραφικὸν ῥησίδιον «οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς·» πλήρεις γὰρ καλῶν ἔργων καὶ ἐλεημοσυνῶν εὐσεβείας τε καὶ ὀρθοδοξίας ὑπάρχοντες, τῶν μαρτυρικῶν τῆς δικαιοσύνης στεφάνων κατηξιώθησαν καὶ τῆς οὐρανίου βασιλείας κληρονόμοι ἀνεδείχθησαν καὶ κοινωνοὶ τῶν ἀπ᾿ αἰῶνος εὐαρεστησάντων τῷ κυρίῳ ἐνδίκως ἀπεφάνθησαν, καὶ διὰ τοῦτο ταῖς τούτων ἱεραῖς μνήμαις καὶ ἐτησίοις ἑορταῖς ἐδοξάσθη κύριος ὁ θεὸς καὶ εἰς αἰῶνα αἰῶνος δοξασθήσεται.

3. ἐν τοῖς τῆς τυραννίδος τῶν Ἀράβων πρώτοις καιροῖς ἐξώρμησέ τις τύραννος ὀνόματι Σολομὼν ὁ τοῦ Ἀνακτοδούλου, βουλόμενος δημοβορείαν καὶ λεηλασίαν τῇ βασιλείᾳ τῶν Ῥωμαίων καὶ τῷ χριστιανικωτάτῳ φύλῳ τεκτήνασθαι καὶ αἰχμαλωσίαν κοινὴν κατὰ τὴν αὑτοῦ γνώμην καὶ προαίρεσιν ἀπεργάσασθαι. καὶ δὴ πάσῃ προθυμίᾳ τὸν στρατὸν εὐτρεπίσας τὸν ἴδιον καὶ τοὺς ἐμπείρους τῶν τακτικῶν στρατηγοὺς καὶ μονομάχους, τοξότας τε καὶ τριστάτας, καὶ τὸ πεζικὸν πλῆθος ὅση δύναμις διεγείρας, ὅπλα τε παντοδαπὰ ἐπιφερόμενος, λέγω δὴ ξίφη καὶ δόρατα, ἀσπίδας τε καὶ θώρακας, περικεφαλαίας τε καὶ περικνημῖδας, τόξα τε καὶ βέλη, θυραιούς τε καὶ σφενδόνας, καὶ τὰ λοιπὰ τοῦ πολέμου μηχανήματα συναθροίσας τῆς ὁδοιπορίας εἴχετο· καὶ γενόμενος ἔν τινι πεδίῳ τῆς ῥωμαϊκῆς χώρας, αὐτόθι τὸν στρατὸν ἀναπαύεσθαι διετάξατο καὶ γυμνάζειν τοὺς στρατιώτας δεῖν ᾤετο. ἐν ὅσῳ δὲ τοῦτο διεπράττετο, ἀνηνέχθη τῷ θεοστέπτῳ βασιλεῖ Ῥωμαίων ἡ κατ᾿ αὐτῶν ὑπόθεσις καὶ ὅσα ἐπετηδεύετο.

4. γνοὺς δὲ ὁ τῆς ὁσίας μνήμης Λέων ἐκέλευσε πανταχόθεν
[p. 3] τῇ ἐπιχύσει τῶν ὑδάτων ἐκ τῶν πορρωτέρω καὶ σύνεγγυς ἐπιρρεουσῶν κρηνῶν πολιορκῆσαι τῷ πλήθει τῶν ὑδάτων τὸν δείλαιον. καὶ τούτου σπουδῇ πολλῇ γεγονότος καὶ τῇ συμβάσει αὐτῷ κοινῇ συμφορᾷ κινδυνεύειν μέλλοντος, ἠπόρει τί διαπρᾶξαι ὁ ἀλάστωρ καὶ ἀθέμιτος τύραννος. ἀμηχανίᾳ οὖν καὶ ἀδημονίᾳ συνεχόμενον αὐτὸν ἑωρακὼς εὐνοῦχός τις, τῶν ὑπασπιστῶν αὐτοῦ καὶ γνησίων παίδων ὑπάρχων νουνεχέστατος καὶ πανουργότατος, ᾐτήσατο μηνυθῆναι αὐτῷ πορεύεσθαι πρὸς τὸν αὐτοκράτορα, ὅπως εὐφυῒᾳ καὶ μηχανικοῖς τρόποις ἐξέληται αὐτὸν τῆς συνεχούσης ἀγωνίας καὶ τῆς καθύγρου περιοχῆς καὶ ταφροειδοῦς περιτειχίσεως ῥύσηται. καὶ γινώσκων τῇ πείρᾳ ὁ τύραννος τὸ μεγαλοφυὲς τοῦ σπάδοντος περιχαρὴς γενόμενος ἐξαπέστειλεν, ἐντειλάμενος προτεῖναι αὐτῷ τὰ καταθύμια καὶ ἐγγυήσασθαι ἐκτελεῖν πάντα τὰ αἰτήματα.

5. πορευθεὶς δὲ ὁ προρρηθεὶς ἀπόστολος πρὸς τὸν θεοφιλέστατον καὶ εὐσεβέστατον βασιλέα, πολυμήχανος τελῶν καὶ σοφώτατος πρέσβυς δυσωπήσεσι πλείσταις πείθει τὸν εὐμενέστατον καὶ εὔσπλαγχνον αὐτοκράτορα καὶ συμβιβάζει πρὸς ἑπταετίας εἰρήνην, ὅπως ἐξέληται ἀβλαβῆ τὸν τύραννον καὶ ὅπως συναναστραφῶσιν οἱ ἔμποροι ταῖς ἀμφοτέρων ἐξουσίαις τε καὶ ἐπαρχίαις ἀνενόχλητοι καὶ ἀπερίσπαστοι, καὶ οἱ βουλόμενοι προσκυνῆσαι τοὺς θεοστιβεῖς Χριστοῦ τοῦ θεοῦ ἡμῶν τόπους ἀνεπηρέαστοι καὶ ἀλώβητοι ἔσονται. καὶ ὅρκοις στοιχήσαντες καὶ συμφώνοις βεβαίοις ἀλλήλους ὀχυρώσαντες ἐπὶ τούτοις διεζεύχθησαν. τότε δὴ ἐπισχόντες πανταχόθεν τὰ ὕδατα, τὸν τύραννον τῆς τῶν Ῥωμαίων χώρας ἀπέλυσαν ἄνευ ὀχληρᾶς ἐπιθέσεως καὶ βλαπτικῆς ἐγχειρήσεως. ἀμέλει τὴν τοιαύτην ἄδειαν ἑρμαίαν ἡγησάμενοι οἱ ἔμποροι ἀμφοτέρωθεν ἐρχόμενοι ἐπραγματεύοντο, μηδενὸς τὸ σύνολον κωλύοντος, καὶ πολλοὶ εἰς προσκύνησιν τῆς Ἁγίας Γῆς, λέγω δὴ τῶν σεπτῶν Χριστοῦ τοῦ θεοῦ ἡμῶν τόπων, εὐπροαιρέτως προσήρχοντο καὶ δίκην ἐλάφων ἐπὶ ὑδάτων πηγὰς ὀξέως ἔτρεχον.

[p. 4]

6. τῷ δὲ ἑβδόμῳ ἔτει τῆς δοθείσης προθεσμίας ἑβδομήκοντα ηὐτρεπίσθησαν ἄρχοντες, ἐφιέμενοι τῆς τῶν ἀξιεράστων τόπων προσκυνήσεως· καὶ ἐξεληλυθότες σὺν ἱππικοῖς ὀχήμασι καὶ διαφόροις ὅπλοις καὶ ταῖς πρεπούσαις τῶν παίδων δορυφορίαις καὶ πλείστοις χρήμασι, καὶ τὴν ὁδοιπορίαν σωστικῶς διανύσαντες ἔφθασαν εἰς Ἱεροσόλυμα. καὶ προσκυνήσαντες καὶ τοῖς ἁγίοις τόποις τὰ πρόσφορα καθιερώσαντες, τοῖς τε πτωχοῖς ῥογεύσαντες πλείστην ὧν ἐπεφέροντο αὐτάρκειαν, καὶ περινοστήσαντες τῆς ἐρήμου τὰ εὐαγῆ πάντα μοναστήρια καὶ τὰς πρεπώδεις ἀγάπας τελέσαντες, καὶ τὰς οὐρανοδρόμους εὐχὰς τῶν ὁσίων πατέρων ἐφοδιασθέντες ὑποστρέφειν ἐπεχείρησαν εἰς τὸ πατρῷον ἔδαφος, πρὸς τοὺς οἰκείους καὶ φίλους. καὶ μὴ γνόντες τελεσθῆναι τῆς ἑπταετίας τὸ ἐμπρόθεσμον ἐγένοντο κατὰ τὴν κρήνην Κολωνείας, ὡς ἀπὸ σημείων τριῶν οὖσαν τῆς ἁγίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν πόλεως.


7. οἱ δὲ ὄντες κατὰ τὴν ἁγίαν πόλιν Ἄραβες φθόνῳ βαλλόμενοι ἐκ τῆς τοῦ ἀντικειμένου ἐπεισφρήσεως, τοῦ ἀεὶ ἐπεγείροντος καθ᾿ ἡμῶν τὸν ἄσπονδον πόλεμον, εἰς ψηφηφορίαν τῆς προθεσμίας ἐτράπησαν. καὶ καταλαβόμενοι ὡς ὅτι τὸ τέλος ταύτης ἔφθασεν, ὀπίσω τῶν ἁγίων πανδημεὶ καταδιώκουσι, καὶ δρασσόμενοι ἔφασαν πεπληρῶσθαι τὸ ἐνδόσιμον. καὶ ἐπιστρέψαντες τοὺς ἁγίους εἰς Ἱεροσόλυμα ἐνέβαλον αὐτοὺς εἰς τὸ δεσμωτήριον, ἕως γράψωσι περὶ αὐτῶν τῷ Καισαρείας συμβούλῳ, πάσης Παλαιστίνης τὸ τηνικάδε κυριεύοντι καὶ τὴν ἐξουσίαν ταύτης ἐπέχοντι, ἐπιστείλαντες καὶ γνωρίσαντες αὐτῷ πεπληρῶσθαι τὴν προθεσμίαν τοῦ ἐπαγγέλματος· ἀντέγραψε δὲ κελεύσας τοὺς ἁγίους πρὸς αὑτὸν μεταπέμψασθαι. καὶ καταλαβόντων τὴν Καισαρέων μητρόπολιν εἰς τὴν δημοσίαν εἱρκτὴν κατέκλεισε, καὶ παραυτίκα γράφει πρὸς τὸν πρωτοσύμβουλον κατ᾿ ἔπος τὸ κατ᾿ αὐτοὺς κεφάλαιον, καὶ ἀντιγράφει τοιαύτην ἐπίσταλσιν· «ὅτι,» φησίν «ἀποστατῆσαι τῆς τῶν χριστιανῶν θρῃσκείας πρότεινον. καὶ εἰ μὲν πεισθῶσι, τὰ μὲν ὅπλα σὺν τοῖς ἵπποις εἰληφέναι κελεύομεν, ἐᾶσαι δὲ αὐτοὺς ἔχειν τὴν περιουσίαν ἔκ τε παίδων καὶ ἡμιόνων καὶ ὑπάρξεως· εἰ δὲ ἀπειθήσωσι
[p. 5] καὶ ἐμμείνωσι τῇ ἰδίᾳ πίστει, βασανίσαι καὶ ἀποκτεῖναι καὶ τέλος σταυρῶσαι προστάσσομεν.»

8. δεξάμενος δὲ ὁ Καισαιρείας σύμβουλος τὰ τοιαῦτα γράμματα ἐξήγαγεν αὐτοὺς ἐκ τοῦ δεσμωτηρίου καὶ ὑπανέγνω τοῖς θεοῦ θεράπουσι τὴν τοῦ τυράννου πρόσταξιν. αὐτοὶ δὲ ἀκούσαντες ἀπεκρίθησαν ὁμοθυμαδόν, κράζοντες μιᾷ φωνῇ ὡς ἐξ ἑνὸς στόματος, «ἡμεῖς χριστιανοὶ καὶ οὐ μὴ τὴν ὀρθόδοξον πίστιν τῶν πατέρων ἡμῶν ἀπαρνησόμεθα. τὴν εἰς πατέρα φαμὲν καὶ υἱὸν καὶ ἅγιον πνεῦμα προσκύνησιν θρῃσκεύομεν, τὴν ὁμοούσιον τριάδα σέβομεν, τὴν ἐν τρισὶ ταύταις ἰδιότησι μίαν θεότητα, εἰς ἣν καὶ βεβαπτίσμεθα εἰς τὴν τῶν πταισμάτων ἄφεσιν· προσδοκῶμεν δὲ καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν τοῦ μέλλοντος αἰῶνος ζωὴν καὶ τῶν πρακτέων ἀνταπόδοσιν. αὕτη ἐστὶν ἡ ἀληθὴς ὁμολογία, καὶ πλὴν ταύτης τῆς πίστεως οὐκ ἔστιν ἀλήθεια. ἰδοὺ ἡμεῖς σήμερον σοῦ κατενώπιον καὶ αἱ ἡμέτεραι ὑπάρξεις. ποίει τοῖς σώμασιν ὅσα ἐντέταλσαι· τὰς γὰρ ψυχὰς ἡμῶν, ὧν οὐκ ἐξουσιάζεις, εἰς χεῖρας θεοῦ παρεθέμεθα.» ταῦτα ἀκηκοὼς ὁ τῆς Καισαρείας ἔξαρχος, κολακείαις καὶ θωπείαις καὶ πάσαις μηχαναῖς εὐφυΐας χρησάμενος καὶ ἀπειλαῖς ἐκφοβεῖν ἐπιτηδευσάμενος μεταπεῖσαι τοὺς ἁγίους καὶ ἀποστῆσαι τῆς εἰς Χριστὸν πίστεως μὴ δυνάμενος, ἐκέλευσε τοὺς ἁγίους αἰκίζεσθαι καὶ ἀποθανεῖν ξίφει καὶ ἀνασκολοπίζεσθαι.

9. Τότε προσῆλθον αὐτῷ τρεῖς ἐκ τῶν ἁγίων, Γεώργιος καὶ Ἰωάννης καὶ Ἰουλιανὸς οἱ ἀοίδιμοι, καὶ λέγουσιν ὅτι «ὅσα κεκτήμεθα φανερά, σά εἰσιν ὡς ὑποχείρια· εἰσὶ δὲ ἡμῖν ἀποκείμενα κρύφια, ἅ, μὴ ἀποκαλυπτόντων ἡμῶν, οὐ μὴ κυριεύσειας. ἐὰν οὖν εἴξῃς ταῖς ἡμῶν αἰτήσεσιν, ἀποκαλύπτομέν σοι καὶ σοὶ ἀκατάκριτα ἔσονται ἅπαντα.» ὑπολαβὼν δὲ ὁ σύμβουλος ἀντέφησε· «καὶ τίνα εἰσὶν ὑμῶν τὰ αἰτήματα» ἀπεκρίθησαν αὐτῷ οἱ ἅγιοι Γεώργιος καὶ Ἰωάννης καὶ Ἰουλιανός, φάσκοντες, «ἀξιοῦμέν σε ἀναγαγεῖν ἡμᾶς εἰς Ἱεροσόλυμα καὶ πρὸ πυλῶν τελέσαι τὰ προσταχθέντα σοι παρὰ τοῦ βασιλέως σου, ἔνθα τοῦ
[p. 6] προφήτου Δαυὶδ ὁ πύργος τεθεμελίωται.» καὶ ὁ σύμβουλος κατένευσε πρὸς τὴν ἀξίωσιν, κἀκεῖνοι ἀπέδωκαν αὐτῷ τὴν φανερὰν καὶ κρυφίαν ὕπαρξιν, πλὴν νομισμάτων πεντεκαίδεκα, ἅπερ ἔδωκαν Ἰωάννῃ εὐλαβεῖ ἀνδρὶ τῷ ἐκ Καισαρείας καὶ φανέντι ἐπιτηδείῳ πρὸς τὴν ἐπιποθείας ἐκτέλειαν· καὶ φασὶ πρὸς αὐτόν· «ἀδελφὲ Ἰωάννη, ἡμεῖς ἠλπίκαμεν τῇ εὐσπλαγχνίᾳ τῆς θεϊκῆς ἀντιλήψεως, ὅτι κατὰ κέλευσιν τοῦδε τοῦ ἐθνάρχου ἀνελθοῦσιν εἰς Ἱεροσόλυμα χαρισθῆναι ἡμῖν στερρὰν ὑπομονὴν ἐν ταῖς βασάνοις καὶ τῶν στεφάνων τῶν μαρτυρικῶν αὐτόθι καταξιωθήσεσθαι. σὺ οὖν ἀνάδεξαι τὴν διακονίαν ταύτην καὶ ἀγόρασον ἡμῖν ἰδιάζοντα τόπον, ἐν ᾧ τεθῶσι τὰ λείψανα ἡμῶν ἕως ὅτε κελεύσει ὁ πλάσας ἡμᾶς καὶ ἡ κοινὴ ἀνάστασις γένηται καὶ τῶν ἔργων ἑκάστου ἡ ἀνταπόδοσις, καὶ θαρροῦμεν τοῖς οἰκτιρμοῖς τοῦ φιλανθρώπου θεοῦ ὅτι τὸν μισθὸν ἀπολαμβάνεις.»

10. τότε οὖν ἀπηνέχθησαν οἱ ἅγιοι κατὰ τὴν αὑτῶν ἔφεσιν, τῇ κελεύσει τοῦ συμβούλου, ἀπὸ Καισαρείας εἰς Ἱεροσόλυμα. ἀναγομένων δὲ τῶν ἁγίων εἰς Ἱεροσόλυμα, τρεῖς ἐξ αὐτῶν κατὰ τὴν ὁδὸν ἀπεβίωσαν. ἐν δὲ τῷ καιρῷ τῆς σταυρώσεως ζώντων αὐτῶν ἐπεισέδυ δειλία εἰς ἑπτὰ ἐξ αὐτῶν ἐλεεινοὺς καὶ ματαιόφρονας, καὶ ἀποστατήσαντες ἐν αὐτῇ τῇ ἡμέρᾳ δυσεντερίᾳ περιπεπτώκασι καὶ ἐντὸς ὀλίγων ἡμερῶν ἀποθνήσκουσι, ζημιωθέντες οἱ ἄθλιοι τὸν ἐνεστῶτα αἰῶνα καὶ τὸν μέλλοντα. οἱ δὲ ἅγιοι Χριστοῦ μάρτυρες μετὰ πλείστας καὶ ἀνεικάστους αἰκίας ζῶντες ἐσταυρώθησαν καὶ βέλεσιν ὑπὸ στρατιωτῶν πανταχόθεν κατετρώθησαν, ἕως οὐχ ὑπελείφθη τοῦ σώματος αὐτῶν τόπος ἄτρωτος· καὶ οὕτω παρέδωκαν εἰς χεῖρας θεοῦ τὰς ψυχὰς αὑτῶν χαίροντες, μιμούμενοι τοὺς ἁγίους καὶ κορυφαίους τῶν ἀποστόλων Πέτρον καὶ Παῦλον καὶ τοὺς ὑπὲρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ ἡμῶν θεοῦ καὶ ὑπὲρ τῆς καλῆς ὁμολογίας τὸ τίμιον αὐτῶν αἷμα ἐκχέαντας εὐχαριστοῦντες τῷ καταξιώσαντι αὐτοὺς Χριστῷ τῷ θεῷ πιεῖν τὸ ποτήριον, ὃ ὑπὲρ ἡμῶν ἐθελουσίως
[p. 7] αὐτὸς πέπωκεν, τῷ τὴν τριήμερον αὑτοῦ ἐκ νεκρῶν ἀνάστασιν εἰς ἡμῶν σωτηρίαν καὶ ἀναπλάσαντι καὶ ὑποδείξαντι.

11. ἀνῆλθεν δὲ καὶ ὁ θεοφιλέστατος Ἰωάννης ἀπὸ Καισαρείας εἰς Ἱεροσόλυμα καὶ ἠγόρασεν ἐν τοῖς Ἐξωπύλοις πλησίον τοῦ ναοῦ τοῦ ἁγίου Στεφάνου τόπον, ᾧ καὶ γειτνιάσαι οἱ ἅγιοι ἐπεπόθησαν· καὶ ᾐτήσατο μεθ᾿ ἡμέρας τινὰς κατενεχθῆναι τὰ σώματα τῶν ἁγίων ἑξήκοντα μαρτύρων καὶ κατέθετο ἐν τῷ προμνημονευθέντι τόπῳ εἰς δοξολογίαν καὶ ἐτήσιον ἑορτήν, τὴν ἐπιτελουμένην ὑπὸ τῶν θεοτηρήτων Ἱεροσολυμιτῶν μηνὶ ὀκτωβρίῳ εἰκάδι πρώτῃ εἰς εὐαρέστησιν θεοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

12. ἐγὼ Ἰωάννης εὐτελὴς μονάζων καθεζόμενος ἐν τῷ ταπεινῷ μου κελλίῳ καὶ ἀναγινώσκων, μετὰ καὶ ἄλλων μαρτυρικῶν ὑπομνημάτων καὶ ταῦτα συριστὶ ἀνέγνων τῶν ἁγίων ἑξήκοντα μαρτύρων τὰ ὑπομνήματα· καὶ εἰσελθὼν εἰς Ἱεροσόλυμα προσκυνῆσαι διὰ χρόνου τοὺς ἁγίους τόπους ἠρώτησα περὶ τοῦ κοιμητηρίου τῶν ἁγίων. καὶ γενόμενος κατὰ τὸν τόπον καὶ προσκυνητικῶς περιπτυξάμενος τὰ ἅγια τῶν ἁγίων λείψανα, καὶ πιστεύσας ὅτι καὶ ἰάσεις δι᾿ αὐτῶν ἐπιτελοῦνται, ὡς εἰρηταί μοι παρὰ τῶν εὐεργετηθέντων, ἔδοξε τῇ ἐμῇ μετριότητι προτρέψασθαι τὸν ἑλληνιστὶ ταῦτα μεταφράζοντα. καὶ ὅση δύναμις μεταφράσας ὁ προτραπεὶς αἰτεῖται μετ᾿ ἐμοῦ τῶν ἁγίων ἑξήκοντα μαρτύρων τὴν ἀντίληψιν καὶ τῶν ἀκουόντων ταῦτα τὰ ὑπομνήματα τὸν ἐπὶ τῇ κατανύξει μισθὸν θεόθεν ταῖς πρεσβείαις αὐτῶν, μεθ᾿ ὧν δῴη ἡμῖν ὁ κύριος καὶ πανοικτίρμων θεὸς μερίδα καὶ κλῆρον ἐν ἡμέρᾳ κρίσεως. ἀμὴν γένοιτο.

*************************************************************