Saint: JOHN OF GOTTHIA (# 106)
Edition: AASS June VII (1867), 167-71.

[p. 167]

1. οὗτος ὁ ὅσιος πατὴρ ἡμῶν Ἰωάννης, ἐπίσκοπος ἦν Γοτθίας ἐπὶ Κωνσταντίνου καὶ Λέοντος τῶν βασιλέων, ὁρμώμενος ἐκ τῆς περατικῆς τῶν Ταυροσκυθῶν γῆς,
[p. 168] τῆς ὑπὸ τὴν χώραν τῶν Γότθων τελούσης ἐμπορίου λεγομένου Παρθενιτῶν, Λέοντος καὶ Φωτεινῆς υἱὸς γεγονώς. οὕ τινος Λέοντος ὁ πατὴρ ἐκ τοῦ λεγομένου Βονοστοῦ [λεγε· Βο<ω>νος τοῦ ?], κατὰ τὸ Πολεμόνιον τοῦ Πόντου κειμένου ὑπῆρχε, καὶ ἐν τῷ θέματι τῶν Ἀρμενιακῶν κανδοφόρος [λεγε· βανδοφόρος] γενόμενος. οὗτος ὁ ὅσιος Ἰωάννης καθαγιασθείς [ἐκ βρέφους] ὡς ὁ Ἱερεμίας καὶ Σαμουὴλ ὁλικῶς ἀφιερώθη τῷ θεῷ. Φωτεινῆς γὰρ τῆς μητρὸς τοῦ ὁσίου, εὐξαμένης τῷ θεῷ δοθῆναι αὐτῇ καρπόν, εἰς τὸ προσάξαι αὐτὸν λειτουργὸν κυρίῳ οὕτως συνέλαβεν αὐτόν. τεχθεὶς δὲ καὶ αὐξηθείς, τὸν ἀσκητικὸν ἐκ σπαργάνων ἐπεσπάσατο βίον, ἔργῳ καὶ λόγῳ πᾶσαν ἀρετὴν κατορθώσας. ἐπὶ δὲ Κωνσταντίνου τοῦ βασιλέως, ὁ τηνικαῦτα Γοτθίας ἐπίσκοπος, μετάπεμπτος πρὸς τὴν τότε συναθροισθεῖσαν κατὰ τῶν ἱερῶν εἰκόνων σύνοδον, προκληθεὶς καὶ καθυπογράψας, Ἡρακλείας τῆς Θράκης μητροπολίτης ὑπὸ τοῦ βασιλέως κατέστι.

2. ὅθεν οἱ τῆς Γοτθίας ὀρθόδοξοι, μὴ κοινωνοῦντες τῇ κενοτομίᾳ τῆς ἀθέσμου συνόδου, ἀλλὰ μὴν καὶ ποιμένος ἄνευ ὑπάρχοντες, τοῦτον τὸν ὅσιον Ἰωάννην εἰς ποιμένα προεβάλλοντο. ὃς δὲ πρῶτον μὲν ἐπὶ τὴν ἁγίαν πόλιν ἀπελθών, καὶ τρίτον ἐκεῖ διανύσας χρόνον, καὶ πάντα τόπον ἅγιον καὶ θεοστιβῆ κατασπασάμενος, ὑπέστρεψεν· εἶθ᾿ οὕτως ἐπὶ Ἰβηρίαν οἱ τῆς Γοτθίας πρὸς τὸν καθολικὸν θρόνον ἐξέπεμψαν· κᾀκεῖ χειροτονηθεὶς ἐπίσκοπος, τὰ δόγματα τῆς καθολικῆς ἐκκλησίας καὶ τὴν ὀρθὴν πίστιν ἄτρωτον διεφύλαξε. γράφει οὖν διὰ Λογγίνου τοῦ διακόνου αὐτοῦ τῷ πατριάρχῃ Ἱεροσολύμων ποιῆσαι σύνοδον, καὶ ἀποσταλῆναι ὅρον πίστεως πρὸς αὐτόν. ὃ δὴ καὶ ἐποίησεν· ἐκ γὰρ παλαίας καὶ νέας διαθήκης καὶ πάντων τῶν ἐγκρίτων πατέρων ἀναδεξάμενοι χρήσεις περὶ τῶν ἱερῶν εἰκόνων καὶ τιμίων λειψάνων, καὶ τῶν πρεσβειῶν τῶν ἁγίων, ἐξέπεμψαν τῷ εἰρημένῳ ὁσίῳ.

3. μετὰ δὲ τὴν τελευτὴν Κωνσταντίνου καὶ Λέοντος τῶν βασιλέων, Εἰρήνης καὶ τοῦ υἱοῦ αὐτῆς βασιλευσάντων, ἀπέστειλε τὸν αὐτὸν τόμον Παύλῳ τῷ ἁγιωτάτῳ, τῷ τηνικαῦτα πατριάρχῃ· καὶ λαβὼν λόγον παρὰ Εἰρήνης τῆς αὐγούστης, εἰσῆλθεν εἰς τὴν βασιλεύουσαν πόλιν· καὶ παρρησίᾳ λαλήσας πᾶσι περὶ τῆς ἀποδοχῆς τῶν ἱερῶν εἰκόνων ἐν τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ, αὐθὶς ὑπέστρεψε. μέλλων δὲ τελευτᾷν Παῦλος, ὁ ἁγιώτατος πατριάρχης, τὸν σκοπὸν ἔχων τοῦ ὁσίου, κατῆλθεν ἐκ τοῦ πατριαρχείου, γέγονε μοναχὸς εἰς τὴν μονὴν τῆς ἁγίας Θεοτόκου τῶν Φλόρου [λεγε· Φλώρου], καὶ καθώρκισεν τὴν αὐγοῦσταν ἀποποιῆσαι τὸ σφάλμα.

4. Ταράσιος δὲ ὁ πρωτοασηκρήτης, εὐλαβὴς ὢν καὶ ἐνάρετος, προβληθεὶς μετὰ τὴν κοίμησιν τοῦ μακαρίου Παύλου τοῦ πατριάρχου, ὃς καὶ ὑπ᾿ αὐτοῦ ἐμαρτυρήθη, γενέσθαι πατριάρχης, οὐκ εἴλατο δὲ βαρῆναι ἕως ἂν ὑπέσχοντο οἱ βασιλεῖς ποιῆσαι τὴν εἰρημένην σύνοδον. καὶ ἱερῶν γραμμάτων ἐκ τῶν τεσσάρων θρόνων ἀνδρῶν εὐλαβῶν καὶ ἱερῶν γραμμάτων ἐκ προσώπου τῶν πατριαρχῶν, συναθροισθέντων δὲ καὶ τῶν ἁπανταχοῦ ἐπισκόπων (ἤδη χειροτονηθέντος τοῦ μακαρίου Ταρασίου), πρῶτον μὲν ἐκαθέσθησαν ἐν τοῖς ἁγίοις Ἀποστόλοις, καὶ κηρυττόντων αὐτῶν τὰ δόγματα τῆς ὀρθοδοξίας, ἐπελθοῦσα ἡ τῶν Σχολαρίων πληθός [λεγε· πληθύς], μετὰ μαχαιρῶν καὶ ξύλων διέλυσαν ταύτην, ὑβρίσαντες καὶ τὴν βασιλείαν· καὶ ἐξορίζονται σὺν γυναικῶν καὶ τέκνων περὶ τὰς ἓξ χιλιάδας, σὺν αὐτοῖς δὲ καί τινες τῶν αἱρετικῶν ἐπισκόπων. καὶ τῷ ἐπερχομένῳ χρόνῳ οἱ αὐτοὶ ἐπίσκοποι καὶ οἱ ἀποστολικοῦ θρόνου τόπον ἐπέχοντες, συνελθόντες ἐν Νικαίᾳ, ἐξέθεντο τὸ<ν> τῆς ὀρθοδοξίας ὅρον.

[p. 169]

5. ὁ δὲ ὅσιος οὗτος ἐπίσκοπος Ἰωάννης μετὰ ταῦτα, μετὰ τοῦ ἰδίου λαοῦ, τοῖς ἄρχουσι τῶν Χαζάρων ἐξεδόθη, διὰ τὸ συσταθῆναι αὐτῷ τῷ κυρῷ Γοτθίας, καὶ τοῖς ἄρχουσι αὐτοῦ, καὶ παντὶ τῷ λαῷ, πρὸς τὸ μὴ κατακυριοῦσαι τῆς χώρας αὐτῶν τοὺς εἰρημένους Χαζάρους. ἀποστείλας γὰρ ὁ Χαγάνος, παρέλαβε τὸ κάστρον αὐτῶν τὸ λεγόμενον Δορός, θέμενος ἑαυτῷ φύλακας ταξάτους, οὓς καὶ ἐξεδίωξεν ὁ εἰρημένος ὅσιος ἐπίσκοπος μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ τὰς χλησούρας [λεγε· κλεισούρας] ἐκράτησεν. ὅθεν εἰδόντες τὸν ἀρχιερέα ὑπὸ ἑνὸς χωρίου παραδοθέντα προσέφυγον τῷ Χαγάνῳ· καὶ τῷ μὲν κυρῷ Γοτθίας <ἐ>φείσατο, δεκαεπτὰ δὲ δούλους ὁ Χαγάνος ἐκούρασεν ἀναιτίους. ὁ δὲ ὅσιος παραφυλαχθεὶς ἠδυνήθη διαδρὰς ἀντιπεράσαι εἰς Ἄμαστριν, τὴν φιλόχριστον πόλιν· κᾀκεῖ ἐπὶ τετραετῆ χρόνον περιαγόμενος, ἀκούσας τὴν τελευτὴν τοῦ Χαγάνου, ἔφη· «κᾀγώ, ἀδελφοί, μετὰ τεσσαράκοντα ἡμέρας ἀπέρχομαι δικάσασθαι μετὰ τοῦ διώκτου μου ἔμπροσθεν τοῦ κριτοῦ καὶ θεοῦ.»

6. καὶ οὕτως τῇ τεσσαρακοστῇ ἡμέρᾳ διδάσκων τὸν τοῦ θεοῦ λόγον, καὶ τὰ πρὸς σωτηρίαν παραινῶν πᾶσιν, εἰς χεῖρας θεοῦ τὸ πνεῦμα παρέθετο· καὶ αὐτίκα τὸ πλοῖον αὐτοῦ καταλαβόν, κατὰ τὴν αὐτοῦ πρόρρησιν, ἐμβαλλόμενοι αὐτὸν εἰς γλωσσόκομον, Γεωργίου τοῦ ἁγιωτάτου ἐπισκόπου Ἀμάστριδος, καὶ πάσης τῆς πόλεως αὐτοῦ μετὰ θυμιαμάτων καὶ κηρῶν προπεμψαμένων αὐτὸν ἕως τοῦ πλοίου· καὶ οὕτως ἀντεπέρασεν εἰς τὸ μοναστήριον αὐτοῦ, τὸ ἐπονομαζόμενον τῶν ἁγίων Ἀποστόλων, εἰς Παρθενίτας, καὶ κατετέθη ἐκεῖσε. ὅπερ καὶ θαῦμα γέγονεν ἐν τῇ ταχύτητι τοῦ περάματος αὐτοῦ. τῇ γὰρ εἰκάδι ἕκτῃ τοῦ Ἰουνίου μηνὸς κοιμηθέντος αὐτοῦ, καὶ τῇ εἰκάδι ἑβδόμῃ ἀπάραντος, τῇ εἰκάδι ἐννάτῃ εἰς τὴν παννυχίδα ἔφθασε τῶν ἁγίων Ἀποστόλων ἐν τῷ μοναστηρίῳ, ὅπερ μοναστήριον πᾶσιν εὐκοσμίας κτίσεώς τε καὶ ἱερῶν σκευῶν, καὶ βιβλίων παντοίων κατακοσμήσας ὁ ὅσιος, ὁσίων μοναχῶν πληθὺν ἐγκατέστησεν.

[p. 170]

7. οὗτος ὁ ὅσιος ἀνὴρ πολλοῖς χαρίσμασι διὰ πίστεως καὶ πράξεως κοσμιθείς [λεγε· κοσμηθείς], τὰ πόρρω καὶ τὰ μέλλοντα θεόθεν ἀποκαλύπτετο καὶ ἐλάλει. Λογγῖνος γάρ, ὁ μαθητὴς αὑτοῦ, ὑποστρέφων ἐκ τῆς ἁγίας πόλεως Ἱερουσαλήμ, καὶ ὑπὸ τῶν Σαρακηνῶν κρατηθεὶς καὶ σταυρῷ ὑψωθείς, τοῦ ὁσίου τὴν εὐχὴν ἐπικαλεσάμενος, ἐφάνη αὐτῷ ὀφθαλμοφανῶς ὁ πατήρ, καὶ αὐτίκα ὁ πρωτονοτάριος τοῦ Ἀμηρέου πεντακόσια δοὺς μιλιαρίσια, τοῦτον κατήγαγε καὶ ἀπέλυσε. καὶ αὖθις ὑπὸ ἑτέρων κρατηθείς, τῷ ὁσίῳ ἐντυγχάνων καὶ δεόμενος τοῦ ῥυσθῆναι, ἄφνω τῶν σιδήρων ἐκ τῶν ποδῶν αὐτοῦ ἐκπεσόντων, διεσώθη· καὶ τῶν μαθητῶν αὐτοῦ τῶν ὄντων ἐν τῇ φυλακῇ, ἐν ᾗ παρεφυλάττετο ὑπὸ τῶν Χαζάρων, φυγόντος αὐτοῦ εἰς Ῥωμανίαν, κρατηθέντων, καὶ τῷ Χαγάνῳ παραστάντων, καὶ κουρασθῆναι ὑπ᾿ αὐτοῦ ὁρισθέντων, τῇ τοῦ ὁσίου εὐχῇ ἀπελύθησαν ὑγιεῖς· φήσαντος τοῦ Χαγάνου, ὅτι οὗτοι πταῖσμα οὐκ ἔχουσιν. ὅθεν τῇ αὐτῇ ὥρᾳ, ὅτε
[p. 171] παρέστησαν τῷ Χαγάνῳ, ὁ ὅσιος ἐν Ἀμάστριδι τὸν κανόνα τελέσας τοῦ ὄρθρου, καὶ ἔξω τῆς ἐκκλησίας ἐκτείνας τὰς χεῖρας ἦν εὐχόμενος ἕως ὥρας τρίτης· ὥστε ἐπὶ πῆχυν ἕνα ὁραθῆναι αὐτὸν κρεμασθέντα· καὶ ἐρωτηθεὶς παρὰ τοῦ γνησίον [λεγε· πλησίον ?] αὐτοῦ, τίνος χάριν ἐξέτεινε τὴν εὐχήν, ἔφη ὅτι «τῇ ὥρᾳ ἐκείνῃ, τέκνον, οἱ ἀδελφοὶ ἡμῶν τῷ Χαγάνῳ παρέστησαν, καὶ ὁ ἀγαθὸς καὶ ἐλεήμων θεὸς ἐρρύσατο αὐτοὺς ἐκ θανάτου.»

8. μοναχός τις, Βασίλειος τοὔνομα, μαθητὴς τοῦ ὁσίου, ἐᾶσαι αὐτὸν καὶ ἀναχωρῆσαι πολεμηθείς, καὶ μὴ τολμῶν ἀναθέσθαι τὸν λογισμὸν αὐτοῦ καὶ ἀπολυθῆναι, τοῦτον διήλεγξεν ὁ ἅγιος τρόπῳ τοιῷδε. ἐν Κουρασαΐτοις τῷ ἐμπορίῳ ἀναπαυόμενος εἰς ἐκκλησίαν ἦν ὁ ὅσιος, ἐν ᾗ ἔνδον ὑπῆρχεν μνήματα πλεῖστα· ὁ δὲ ταῖς νυξὶν ἀνιστάμενος καὶ εὐχόμενος, τούτοις ὥσπερ ζῶσιν διελέγετο, καί τις τῶν μαθητῶν τοῦ ὁσίου ἀκήκοε τῶν νεκρῶν φωνῇ ἀποκρινομένων καὶ συλλαλούντων τῷ δικαίῳ. πάλιν τε ἐν ἑτέρᾳ νυκτὶ εὐχόμενος ὁ ὅσιος, ἔφη πρὸς τοὺς κειμένους νεκρούς, «ἕως πότε, ἀδελφοί, κατάκεισθε καὶ οὐ λαλεῖτε ἰδοὺ Βασίλειος ὁ μαθητής μου νεκρός ἐστι, καὶ λαλεῖ·» καὶ τοῦτο γρηγορῶν ὁ Βασίλειος ἀκούσας, ἔγνω ὅτι τὰ βεβουλευμένα αὐτῷ ἀπεκαλύφθη τῷ θεοφόρῳ πατρί· καὶ πεσὼν εἰς τοὺς πόδας αὐτοῦ, τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ πάντα διήγγειλε, καὶ τούτων τὴν συγχώρησιν ᾔτησεν.

9. ἐν δὲ τῇ φυλακῇ τῶν Φούλων τοῦ ὁσίου καθεζομένου, ὁ κύριος τῶν αὐτῶν Φούλων ἐλθών, ἔρριψεν εἰς τοὺς πόδας αὐτοῦ τὸ παιδίον αὐτοῦ, τετραυματισμένων [λεγε· τετραυματισμένον] ἀπὸ κεφαλῆς ἕως ποδῶν, ὥστε μὴ ὁρᾶσθαι αὐτῷ εἰκόνα περικεῖσθαι ἀνθρώπου· τοῦτο σφραγίσας καὶ βαπτίσας καὶ ἀγκάλαις δεξάμενος, αὐτίκα ἐκαθαιρίσθη. ἕτερός τις, ἀδίκως ἐπιμεμφόμενος τῷ ὁσίῳ, ὡς αἰτίῳ γενομένῳ τοῦ παραδοθῆναι τῷ Χαγάνῳ τὸ κάστρον τῆς Γοτθίας, καὶ τῶν ἀδίκως ἀποθανόντων, ἄρας τὸν πόδα αὐτοῦ πρὸς τὸ ἐπικαθίσαι τῷ ἵππῳ διαμεμφόμενος, πρηνὴς πεσὼν ἐξέψυξε. δύο τινὲς διαμαχόμενοι πρὸς ἀλλήλους περὶ οἴνου ὄντος ἐν πίθῳ καὶ μὴ εἰρηνεύσαντες, μεσιτεύσαντος τοῦ ὁσίου, ἀπελθόντες εὗρον τὸν φιλονεικούμενον οἶνον ἐν τῷ πίθῳ παγέντα, καὶ τοῦτον ὡσεὶ τυρὸν κατακόψαντες, ἔξω ἔβαλον.

10. καὶ ἕτερα δὲ θαύματα πλεῖστα ἐποίησεν ὁ ὅσιος, ἅτινα οἱ τῆς χώρας ἐκείνης πᾶσιν ἀναφανδὸν διηγούμενοι, εἰς κατάνυξιν καὶ πρὸς θεὸν ἐπιστρέφειν τοὺς ἐνωτιζομένους ἐνάγουσιν. διό, πάτερ ἅγιε καὶ θεόπνευστε καὶ τῆς ὀρθοδόξου πίστεως διαπρύσιε κῆρυξ καὶ φύλαξ τῶν θείων καὶ ἱερῶν δογμάτων, μέμνησο καὶ ἡμῶν, τῶν ἀναξίων καὶ ἁμαρτωλῶν· εἰ καὶ τῷ ζήλῳ τῷ θείῳ καὶ διαπύρῳ τῆς σῆς εὐσεβείας πολὺ ἀπελήφθημεν, ἀλλ᾿ οὖν τῇ πρεσβείᾳ σοῦ στήριξον ἡμᾶς, ὅπως ῥυσθείημεν τῆς ἐπιβλαβοῦς κοινωνίας τῶν ἁγιακαυστῶν [λεγε· ἁγιοκαυστῶν ?] καὶ ἀκαθάρτων αἱρετικῶν, καὶ τύχοιμεν σὺν σοὶ τῆς αἰωνίου ζωῆς· ὅτι εὐλόγηται καὶ δεδόξασται τὸ πανάγιον ὄνομα τοῦ πατρός, καὶ τοῦ υἱοῦ, καὶ τοῦ ἁγίου πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

************************************************************