Saint: NIKON HO METANOEITE (#87)
Edition: D. Sullivan, The LIfe of St. Nikon (Brookline, MA, 1987).

[p. 26]

βίος καὶ πολιτεία καὶ μερικὴ θαυμάτων διήγησις τοῦ ἁγίου καὶ θαυματουργοῦ Νίκωνος μυροβλύτου τοῦ Μετανοεῖτε

εὐλόγησον, πάτερ.

1. εἰ οὐ τόπῳ ἢ χρόνῳ, γνώμῃ δὲ μᾶλλον στερρᾷ καὶ προαιρέσει τά τε μέγιστα τῶν κατορθωμάτων καὶ τὴν εἰς τὸ ἀκρότατον τῆς ἀρετῆς ἐπίδοσιν δεῖ ἐπιγράφειν, οὐ τῆς
[p. 28] ὀρθῆς ἄρα κρίσεως ἐκπεσεῖται ὁ τῷ τοιούτῳ σκοπῷ στοιχεῖν βουλόμενος καὶ ἀδιστάκτως πιστεύων μὴ τόπῳ περιγεγράφθαι τὴν ἀρετήν, μήτε μὴν πρὸς τῆς φιλοσοφίας κτῆσιν τὸν χρόνον λαμβάνειν συνέριθον, ἀλλὰ μόνῃ προθέσει κατορθοῦσθαι τὸ ἀγαθόν, τήν τε χορηγίαν τῆς ἄνωθεν χάριτος πλουσίως αὐτῇ ἐπιδαψιλεύεσθαι διὰ τῆς τοῦ παναγίου πνεύματος ἐπιφοιτήσεως· εἰ γὰρ φύσις καὶ μὴ τρόπος ἀρετὴν ἢ κακίαν εἰργάζετο, οὐκ ἂν ἦν τὰ δύο, ἀλλὰ μονομερῶς ἐπεκράτει τὸ ἕτερον, πολλὰ δ᾿ ἄν τις τῶν λίαν συζητητῶν εὑρήσειε κἀν τούτῳ τεκμήρια ἐπί τε τοῖς τῶν ἀνέκαθεν χρόνων, ἐπί τε τοῖς δεῦρο, δι᾿ ὧν εἰλικρινῆ τὴν ἀλήθειαν ἐπιγνώσηται, καὶ ὡς διὰ τούτου πάντες οἱ τὴν ὄντως φιλοσοφίαν ποθήσαντες καὶ βίον ἄληπτον τοῖς πολλοῖς ἐπιδειξάμενοι πρὸς τὴν μείζονα καὶ τελεωτέραν ἀνήχθησαν εὔκλειαν· καὶ ὡς ἐνὸν τῷ πρώτῳ φωτὶ προσπελάσαι κατηξιώθησαν καὶ τὴν κατὰ χάριν θέωσιν πεπλουτήκασιν υἱοὶ ὑψίστου γενόμενοι κατὰ μέθεξιν. ὧν ἐστι καὶ Νίκων ὁ ἀοίδιμος, ὃν ὁ λόγος ὑπόθεσιν προεστήσατο· Νίκωνά φημι τὸν πράγμασι μᾶλλον ἢ ῥήμασι τὴν κλῆσιν οἰκειωσάμενον καὶ ὅπερ ἐκλήθη γεγονότα ἤ, τό γε ἀληθέστερον εἰπεῖν, μηδὲ ἀξίως κληθέντα ὃ γέγονεν, ἀλλὰ καὶ αὐτοῦ μείζω φανέντα παρὰ πολὺ τοῦ ὀνόματος νικητὴν ἀναδειχθέντα καὶ λαμπρὰ τὰ τρόπαια στήσαντα κατὰ τῶν πολεμίων. ὃς εἰ καὶ τῷ χρόνῳ δεύτερος ὤφθη κατὰ πολὺ τοῖς παλαιοῖς, οἷς ὁ μέγας πλοῦτος τῆς πρὸς θεὸν οἰκειώσεως ἀγῶσι πολλοῖς ὑπῆρξε καὶ πόνοις ἀσκητικοῖς καὶ τοῖς ἄλλοις τῶν κατὰ θεὸν σπουδασμάτων, ἀλλὰ τῇ πρὸς θεὸν ἐγγύτητι πολλῷ τῷ μέσῳ παρήλασε καὶ μικρῷ πάντας ὑπερεβάλλετο, ὡς ἀποκρύψαι μικροῦ δεῖν πάντας τοὺς ἐν ἀρετῇ διαλάμψαντας, καὶ αὐτοὺς δὴ τοὺς ἔξω κόσμου παντὸς τὴν ὑπὲρ ἄνθρωπον πολιτείαν διηνυκότας, ἐπειδὴ καὶ τὴν μικροῦ τοῖς πολλοῖς ἀμφισβητήσιμον ἀρετὴν τῷ ἀνδρείῳ τῆς γνώμης καὶ σταθηρῷ
[p. 30] βεβαίαν ἐν μέσῳ πολλῶν εἴπερ τις ἄλλος ἐνέδειξε, καὶ τὸ τραχὺ καὶ ἄναντες τῆς πρὸς αὐτὴν ἀγούσης, τοῖς δὲ πλείοσι καὶ ἄβατον, οὐ τὸ τῇ φύσει ταύτης ἔδειξε περιόν, ἐν τῇ τῶν πολλῶν ἐπιμιξίᾳ τὸ τῆς ψυχῆς κάλλος μὴ λυμηνάμενος, ὡς προϊὼν δηλωθήσεται, ἀλλὰ τῇ γνώμῃ μᾶλλον καὶ τῇ τὰ χρηστὰ φιλούσῃ προαιρέσει καὶ στήλη τις οἷάπερ ἀναδέδεικται ἔμψυχος καὶ ἀθάνατος καὶ πίναξ ἀκριβεστέρου βίου καὶ πολιτείας τοῖς ὀψιγόνοις καὶ νωθεστέροις καὶ τοῖς κάτω τοῦ χρόνου γεγενημένοις, προαιρουμένοις μὲν τὰ ἀμείνω, δι᾿ ἀσθένειαν δ᾿ ἔσθ᾿ ὅτε ψυχῆς καὶ μαλακίαν παραιτουμένοις· ὥστε καὶ ἐν τούτῳ ἐναργέστερον ἀποδειχθῆναι, ὅπως ὁ πᾶσιν ἀεὶ καὶ ἐπ᾿ ἀγαθοῖς προμηθούμενος κύριος ηὐδόκησε διὰ σπλάγχνα ἐλέους κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας τὴν χάριν ἐνεργεῖν τοῦ ἁγίου πνεύματος καὶ τὰ ὑπὲρ ἄνθρωπον ἐν θνητῇ φύσει κατορθοῦσθαι παραδόξως ἥ τε τραχεῖα καὶ ἀνάντης ὁδὸς τοῦ ἀγαθοῦ εὐμαρῶς διανύεσθαι καὶ ἡ δοκοῦσα ἐργώδης εἶναι καὶ χαλεπὴ καὶ ἐπίπονος τοῦ καλοῦ ποίησις ῥᾳδίως ἐκτελεῖσθαι καὶ διδάσκειν τοὺς ἀγνοοῦντας ὡς δυνατὸν καὶ ἐν μέσῳ πολλῶν στρεφομένους αὐτῆς ἐφικέσθαι τῆς τῶν ἀρετῶν κορυφῆς, ὅτι μὴ παρὰ τὴν τοῦ τόπου φύσιν, ἀλλὰ παρὰ τὴν οἰκείαν γνώμην τε καὶ προαίρεσιν ἡ τοῦ ἀγαθοῦ ἐργασία, κἀντεῦθεν τοῖς νωθρὰν ψυχὴν κεκτημένοις καὶ ὑπτίαν καὶ ῥάθυμον ζήλου κέντρον ἐνιέναι καὶ διανίστασθαι αὐτοὺς τῷ ὑποδείγματι καὶ πρὸς τὴν μίμησιν ἀποδύεσθαι.

2. τούτῳ τοίνυν τῷ μακαρίῳ πατρὶς μὲν ἡ πρώτη καὶ θειοτέρα
[p. 32] καὶ (ὅπερ εἰπεῖν οἰκειότερον) ἡ ἄνω Ἱερουσαλήμ, ἐν ᾗ καὶ τὴν ἡμερινὴν πλάσιν, κατὰ τὸν θεῖον φάναι Δαβίδ, διεπλάσθη, πρὸς ἣν καὶ ἀπετίθετο διηνεκῶς τὸ πολίτευμα, καὶ πρὸς ἣν ἀεὶ ἔσπευδεν ἀναβάσεις ἐν τῇ καρδίᾳ ὅσαι ὧραι τιθέμενος καὶ τὸν νοῦν ἀνάγων πρὸς θεωρίαν τῆς ὑλικῆς δυάδος ὑπεριπτάμενον. μικρὸν γὰρ καὶ ἀτέχνως ἀφιλότιμον ἐκ τῶν κάτω χαρακτηρίζειν τοὺς ἄνω· εἰ δὲ χρή τι καὶ τῶν τοῦ χοὸς διαμνημονεῦσαι τῷ λόγῳ καὶ τὴν ἀπὸ σώματος εἰς μέσον παραγαγεῖν, τὴν κάτω λέγω καὶ ὁρωμένην, ἡ παρὰ τὸ θέμα τὸ Ἀρμενιακὸν κειμένη Πολεμωνιακὴ χώρα. ἤνθησε δὲ ὁ ἀοίδιμος ἐν τοῖς χρόνοις τοῦ τὰ Ῥωμαίων σκῆπτρα ἰθύνοντος Νικηφόρου τοῦ Φωκᾶ, οὗ τὸ αἷμα λόγοις ἀρρήτοις, ὡς ἡ περὶ αὐτὸν ἱστορία δηλοῖ, ἀδίκως ἐξέχεεν ὁ Τζιμισκῆς Ἰωάννης. γεννήτορες δὲ τῷ μακαρίῳ τῶν λίαν λαμπρῶν καὶ περιβλέπτων καὶ πλούτῳ κομώντων οὐχ ἧττον μᾶλλον τῷ αἰσθητῷ ἢ τῷ τῆς ἀρετῆς· οἳ καὶ τῆς εἰς τὸν παῖδα παραπλησίως ἐλπίδος οὐ διήμαρτον· μόνος γὰρ οὗτος ὑπὲρ τοὺς ἄλλους τῶν συγγόνων τὴν πρώτην ἔτι μετιὼν ἡλικίαν καὶ εἰς παῖδας ἐξεταζόμενος οὐ κατὰ παῖδας εἶχε τὸ φρόνημα, οὐδ᾿ ἀθύρμασι προσανεῖχε καὶ παιδιαῖς καὶ δρόμοις καὶ ἱππασίαις καὶ τοῖς ἄλλοις ὅσα παισὶ νέοις ποθεινὰ καὶ ἐπέραστα, ἀλλ᾿ εὐθὺς ὥσπερ ἐκ πρώτης γραμμῆς πρὸς πᾶν θέλημα σαρκικὸν ἀπεμάχετο, καὶ φίλαι τούτῳ διατριβαί, ἱεροὶ καὶ θεῖοι οἶκοι καὶ σπουδὴ πᾶσα τὸ πρὸς τὰ κάλλιστα τῶν ἠθῶν ἀεὶ ὁρᾶν καὶ ἑαυτὸν ῥυθμίζειν πρὸς τὸν θεοφιλῆ καὶ μακάριον βίον, ἐν ἀώρῳ καὶ ἀτελεῖ ἡλικίᾳ πεπολιωμένην σοφίαν ἐπιδεικνύμενος, καὶ (συνελόντα φάναι) δῆλος ἦν ἐκ πρώτης τῆς βλάστης, ὥσπερ τὰ εὐγενῆ τῶν φυτῶν, ὁποῖος ἄρα τὴν ἀρετὴν
[p. 34] ἀποβήσεται. ἄρτι δὲ τὴν ἥβην ἀμείβων καὶ τῆς μείρακος ἡλικίας ἁπτόμενος, συναυξουμένην εἶχε τῇ ἀρετῇ καὶ τὴν σύνεσιν· τὸν δέ γε δριμὺν αὐτοῦ πρὸς θεὸν ἔρωτα ἔργῳ ἐνδεικνύμενος, πάντα μὲν τὰ τῆς σκηνῆς ἐν οὐδενὶ ὡρᾶτο τιθέμενος καὶ οὐδὲ ὀφθαλμοῖς ἄξια ἔκρινε τὰ μικρὰ καὶ μηδενὸς ὄντα ἄξια, τοῖς δέ γε τούτοις ἀνεχομένοις κρατεῖσθαι καὶ ὡς ἑστῶσι προτιθεμένοις τοῖς ῥέουσι πολλὴν εὐήθειαν κατεγίνωσκε. καὶ γαστρὸς μὲν ἰσχυρῶς ἐκράτει καὶ ὀφθαλμῶν, εἰδὼς ὅτι τὸ ἀκμάζον τῆς νεότητος εὔπτωτον ἐντεῦθεν καὶ ὀλισθηρὸν γίνεται καὶ πολλὰ τούτου καὶ χαλεπὰ τὰ πτώματα καὶ ὅτι ἐν οὐδενὶ ἄλλῳ ὡς κακοπαθείᾳ θεὸς θεραπεύεται· ἥδεται δὲ ἀεὶ οὐκ ἐπὶ μόνῃ τῇ τῶν βρωμάτων λιτότητι καὶ τῇ τελείᾳ ἀρνήσει πάσης τρυφῆς συβαριτικῆς καὶ τῶν ποικίλων καρυκευμάτων, ἀλλὰ καὶ ἐπὶ τῇ εὐτελείᾳ τῶν ἐνδυμάτων καὶ τῆς ἀμφιάσεως, περιττὸν ἡγούμενος καὶ ἀνόνητον τὸ κομψὸν ἀεὶ περὶ τὴν ἐσθῆτα καὶ λαμπρὸν καὶ πολυτελές, τῆς ἐν Χριστῷ ζωῆς μηδὲν ἄλλο τῶν τοῦ κόσμου προτιθέμενος.

3. ὡς δὲ καὶ ἔτι ἐκείνῳ τῷ πυρὶ πέφλεκτο τῷ ἐπὶ γῆς βληθέντι ὑπὸ τοῦ κυρίου καὶ σφοδρότερον ἧπτεν αὐτῷ τὸν πυρσὸν καταλιπεῖν τὴν τοῦ βίου ἀπάτην καὶ ματαιότητα καὶ μόνην ζητῆσαι τὴν πρὸς σωτηρίαν ἄγουσαν τρίβον, ὁ μὲν πατὴρ αὐτοῦ ἀφῆκεν αὐτὸν εἰς τὴν τῶν σφῶν κτημάτων ἐπίσκεψιν· καὶ γὰρ ἦν αὐτοῖς πολλή τις καὶ παντοδαπὴς ἡ ὕπαρξις. ἡ δὲ μεγαλόφρων ἐκείνη καὶ οὐρανία ψυχή, ὡς ἐπέστη τοῖς
[p. 36] ἀγροῖς καὶ ὄψει παρειλήφει τὸν πολὺν κόπον καὶ μόχθον τῶν ἐν ἐκείνοις παροικικῶς βιούντων καὶ διὰ παντὸς τῇ γηπονίᾳ προσανεχόντων, οἶκτον λαβὼν τῆς τῶν πενήτων ζωῆς ὡς ἐπιπόνου καὶ τεθλιμμένης, «ὦ τῆς ματαιότητος,» ἔλεγε σὺν οἰμωγῇ πολλῇ, «ὦ τῆς ἀπάτης τοῦ βίου· ὄντως μάτην ταράσσεται πᾶς ἄνθρωπος. μακάριοι ὄντως καὶ τρισμακάριοι οἱ πάντα καταλείψαντες διὰ τὸν κύριον, ἵνα τῶν ἐπηγγελμένων ἐπιτύχωσιν ἀγαθῶν· τί γὰρ καὶ κέρδος ἔσται ἀνθρώπῳ τῷ τὸν κόσμον ὅλον ἐπαπολαύσαντι, τὴν δὲ ψυχὴν ζημιουμένῳ, ἧς ὁ πᾶς κόσμος οὐκ ἔστιν ἀντάξιος πᾶσα δόξα ὡς ἄνθος χόρτου· ἐξέλιπεν ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα κυρίου εἰς τὸν αἰῶνα μένει.» ταῦτ᾿ οὖν καὶ ἕτερα πλείονα καθ᾿ ἑαυτὸν εἰπών τε καὶ διαλογισάμενος, εἴς τε τὴν τῶν φθαρτῶν καὶ γηίνων καὶ τῶν ἐπ᾿ αὐτοῖς ἀφρόνως κεχηνότων κατάγνωσιν καὶ σαφῆ ἐθελοδουλίαν κεκρικώς (τὸ πρὸς τὰ κάτω τὴν ῥοπὴν ἔχειν ἀπαρεγκλίτως καὶ τῆς αὐτῶν κτήσεως ἡττᾶσθαι), εὐθὺς ὥσπερ μύωπι τὸ τοῦ λόγου πληγείς, δεύτερα πάντα θέμενος τοῦ προκειμένου σκοποῦ καὶ πᾶσι χαίρειν εἰπὼν τοῖς ῥευστοῖς καὶ ματαίοις, ὑψοῦ τὸ ὄμμα διάρας καὶ τὼ χεῖρε πρὸς οὐρανὸν ἐκπετάσας, εὐχὴν ποιεῖται τῆς μακαρίας ἐκείνης ὁδοῦ προοίμιον, οὕτως εἰπών· «κύριε Ἰησοῦ Χριστέ, ὁ θεός μου, τὸ φῶς τὸ ἀληθινόν, ὁ τοὺς πατρικοὺς μὴ λιπὼν κόλπους καὶ κατελθὼν ἐξ οὐρανοῦ διὰ τὴν ἡμετέραν σωτηρίαν, ἀρωγὸς γενοῦ μοι τῷ ἀναξίῳ δούλῳ σου καὶ ὁδήγησόν με εἰς ὁδὸν εὐθεῖαν τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου σου· σὺ γὰρ εἶ, κύριε, πάντων αἴτιος
[p. 38] τῶν καλῶν, καὶ πάντας θέλεις σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. μὴ οὖν ἐγκαταλίπῃς με, ὅτι ἐν σοὶ μόνῳ πέποιθα τῷ θεῷ καὶ σωτῆρί μου, καὶ σὲ εὐλογῶ καὶ δοξάζω καὶ μεγαλύνω εἰς τοὺς αἰῶνας· ἀμήν.»

4. ηὔξατο ταῦτα ὁ μακάριος· καὶ εὐθὺς ᾗ [λεγε· ὡς ?] ποδῶν εἶχε φυγὰς ᾤχετο, μηδὲν ἐπαγόμενος μεθ᾿ ἑαυτοῦ πλὴν ἑαυτοῦ, πεζῇ τὴν πορείαν ἀνύων δι᾿ ἀβάτων ὁδῶν καὶ τόπων ἀνύδρων καὶ πολὺ τὸ σκληρὸν κεκτημένων καὶ δύσπορον, τό τε φίλον καὶ πατρῷον ἔδαφος καὶ τὴν ἐνεγκαμένην καὶ αὐτὸ τὸ φίλτρον τῶν γονέων ἀπόστοργα πάμπαν ποιούμενος· ἀνεμπόδιστον γὰρ αὐτῷ διὰ τῆς τελείας ἀκτημοσύνης τὸν εἰς ἀρετὴν βίον κατασκευάζειν ἔσπευδεν· ἐφ᾿ ἱκαναῖς οὖν ἡμέραις ἐν ξένοις τόποις καὶ ἀγνοουμένοις ὁδοιπορήσας, κατέλαβε τὸν Πόντον, καὶ τῷ ὄρει προσήγγισεν, ὅπερ ἐστὶν ἐν μεθορίοις Πόντου τε καὶ Παφλαγονίας, ἐν ᾧ καὶ μοναστήριον ἵδρυται, ὅπερ καὶ Χρυσῆ Πέτρα ἐξ ἀρχαίας τινὸς παραδόσεως ἐπικέκληται, εἴτε διὰ τὸ σκληρὸν τοῦ τόπου καὶ ἄνικμον καὶ οἱονεὶ χρυσίζον τῷ σφοδρῷ τοῦ ἡλιακοῦ ἀμαρύγματος, εἴτε, εἰ δεῖ τἀληθῆ λέγειν, χρυσᾶς τῷ ὄντι καὶ θεοειδεῖς τὰς ἐν αὐτῷ ἀσκουμένας ψυχὰς ἐπιτελεῖσθαι. ὡς δὲ τὸ τοιοῦτον φροντιστήριον ὁ νέηλυς ὠφθαλμοβόλησεν ἄποθεν, ἥσθη ἐπὶ τούτῳ λίαν καὶ τῷ πνεύματι ἠγαλλιάσατο. εἶτα καὶ εὐχῇ πάλιν ἑαυτὸν ἐπιδούς, «κύριε,» εἶπεν, εἰς τὸν οὐρανὸν ἀπιδών, «Ἰησοῦ Χριστέ, ὁ θεός, ὁ πάλαι τῷ πατριάρχῃ Ἀβραὰμ ἐντειλάμενος τῆς γῆς καὶ συγγενείας καὶ τοῦ οἴκου τοῦ πατρικοῦ
[p. 40] ἀποφοιτῆσαι καὶ μεταβῆναι ἔνθα τὸ σὸν ηὐδόκησε θέλημα, κἀμὲ ὁδηγήσας τὸν ἀνάξιον προνοίᾳ τῆς σῆς ἀνυπερβλήτου δυνάμεως ἐν τῷδε τῷ τόπῳ διασωθῆναι, αὐτὸς καὶ τὰ πρόσω μοι εὐμαρῆ ποίησον καὶ πρό γε πάντων τὰ κάτ᾿ ἐμὲ τῷ προεστῶτι ταυτησὶ τῆς μονῆς ἀποκάλυψον καὶ δι᾿ αὐτοῦ μοι τὴν τρίβον τῆς σωτηρίας ὑπόδειξον· ἐν τούτῳ γὰρ γνώσομαι ὁ δοῦλός σου, ὅτι τεθέληκάς με καὶ ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ, εὐλογημένε κύριε, εἰς τοὺς αἰῶνας· ἀμήν.»

5. καὶ ὁ μὲν ηὔξατο ταῦτα· ἔργῳ δὲ τὰ τῆς εὐχῆς ἐτελείου ὁ τοῖς ἀγαθοῖς ἀείποτε συνεργῶν κύριος. ὡς γὰρ ἡ θεία καὶ ἀναίμακτος θυσία κατ᾿ ἐκείνην ἦν τελουμένη τὴν ὥραν ἐν τῇ μονῇ θεόθεν τὰ κατὰ τὸν μέγαν γνοὺς ὁ προεστώς, εἴσω τοῦ θείου τυγχάνων σηκοῦ (ἦν γὰρ ὁ θεοφόρος γέρων ἐκεῖνος καὶ πρό γε τούτου τῷ διορατικῷ χαρίσματι λαμπρυνόμενος), δρομαίως ἔξεισι τῆς μονῆς, ὥστε καὶ διὰ θαύματος ποιεῖσθαι τοὺς λοιποὺς θιασώτας τὸ ξένον τε καὶ ἀσύνηθες, ὅπερ ἐν τῷ ἰδίῳ ποιμένι καὶ καθηγητῇ ἐθεάσαντο. ὡς δὲ μικρὸν ὁ γέρων προβὰς συνήντησε τῷ νεανίᾳ, περιεπλάκη μὲν τῷ τραχήλῳ καὶ τοῦτον, οἷάπερ πατὴρ φιλόστοργος, κατησπάζετο, Νικήταν τὸν τῷ ὄντι νικητὴν καλῶν ἐξ ὀνόματος· καὶ πᾶσιν οἷς ἔλεγε πρὸς αὐτὸν θείῳ κινούμενος πνεύματι διεβεβαίου μὴ διαμαρτεῖν ὅλως τῆς πρὸς θεὸν ἐλπίδος καὶ προσδοκίας· ἔγνω γὰρ αὐτὸν ὁ γέρων τῷ πνεύματι ὁποῖος ἄρα φωστὴρ μικρὸν ὅσον ἔμελλε τῷ κόσμῳ ἀναδείκνυσθαι. διὰ γοῦν τοῦτο καὶ πᾶσαν κανονικὴν δοκιμασίαν ὁ θεοφόρος περιττὴν κρίνας καὶ ἐν παρέργῳ τιθέμενος, ἐν χρῷ τὴν κεφαλὴν αὐτοῦ κείρας καὶ μοναχὸν σχηματίσας καὶ
[p. 42] τὰ σύμβολα τὰ τῆς πρὸς ζωὴν φερούσης αὐτῷ περιθείς, τῇ καλλίστῃ χορείᾳ τῶν ἀδελφῶν ἐγκρίνει τὸν ἤδη κατὰ μοναχοὺς βιοῦντα καὶ ζῆν ἑλόμενον· εἶτα καὶ τὴν ἐν ταῖς χρείαις πάσαις ὑπηρεσίαν τούτῳ ἐπέτρεψεν. ὁ δὲ ἀσμένως εἶξε τῷ ἐπιτάγματι καὶ τὴν λειτουργίαν προθύμως ὑπέδυ. ἦν οὖν λοιπὸν ἰδεῖν τὸν νεόλεκτον τουτονὶ στρατιώτην καὶ ἀληθῶς ἀξιόμαχον μάλα νεανικὸν πνέοντα καὶ δίκην ἀδάμαντος διακείμενον, ἐπί τε τῇ ἀμέτρῳ σκληραγωγίᾳ, πρὸς δὲ τῷ ξυλοφορεῖν καὶ ὑδροφορεῖν, ἐνίοτε δὲ καὶ δαιταλουργεῖν τὸ τεταριχευμένον ὄψον τῆς ἀδελφότητος καὶ ταῖς λοιπαῖς πάσαις μογεῖν ὑπηρεσίαις καὶ εὐαγέσι λειτουργίαις καὶ διακονίαις τοῦ ἱεροῦ φροντιστηρίου, τὴν θαυμαστὴν ταύτην ταπείνωσιν ζηλῶν τοῦ δεσπότου, ὃς οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι. τοιγαροῦν καὶ ἀργίαν μὲν ἐμίσει ὁ ἀοίδιμος ὡς πολλῶν αἰτίαν κακῶν, οὐκ ἦν δ᾿ εἶδος ὑπηρεσίας, ὃ μὴ αὐτὸς ἐκεῖνος δι᾿ ἑαυτοῦ ποιεῖν ἔσπευδε· καὶ τὸ δὴ μεῖζον, ὅτι οὐ μόνον εὐτόνως διεκαρτέρει, κάτωθεν πανημέριον νωτοφορῶν πάντα τά τε τῆς μονῆς χρειώδη καὶ τῶν ἐν τῇ μονῇ, καὶ τῷ ἄχθει πιέζεσθαι μέν, φέρειν δὲ γενναίως τοὺς πόνους καὶ λίαν νεανικῶς, καίτοι τοῦ ὄρους ὀξυτάτου μάλα τυγχάνοντος καὶ πολὺ τὸ σκληρὸν καὶ ξηρὸν καὶ ἄναντες καὶ πάσης ἐρήμου τυγχάνοντος παρακλήσεως, ἀλλὰ καὶ ἄτροφος διεκαρτέρει καὶ ἄσιτος, πᾶν εἶδος ἐδωδῆς ἀπαρνησάμενος ὡς ἐν ἀρχῇ μὲν ἅπαξ τῆς ἑβδομάδος μεμνῆσθαι τροφῆς καὶ ταύτης
[p. 44] κεκολασμένης καὶ οὐδὲν ὅλως τῶν ἡδύνειν ἐχόντων κεκτημένης· λίαν γὰρ ἐκπολεμηθεὶς πρὸς ἅπαν τὸ τῇ γαστρὶ χαριζόμενον, πόνους διηνεκεῖς καὶ ἔνδειαν καὶ εἴ τι ἕτερον τῶν τὴν σάρκα λυπεῖν εἰδότων ἐκθύμως ἠσπάζετο· ἄρτου δὲ μόνου βραχύ τι τρύφος ἡ τράπεζα ἦν αὐτῷ καὶ ὄψον οἱ ἅλες καὶ τὸ δὴ θαυμαστότερον ὅτι καὶ ἀτριβὴς ὢν παντάπασι καὶ μηδενὶ πρὸς ταῦτα παιδευτῇ καὶ ὁδηγῷ χρησάμενος, οἴκοθεν καὶ παρ᾿ ἑαυτῷ εὐθὺς ἐκ πρώτης, ὅ φασιν, ἀφετηρίας εἰς μέσον εἰσήλατο τῶν ἀγώνων, καὶ χεῖρας εἶχεν εὐπρεπεῖς εἰς παράταξιν καὶ δακτύλους εἰς πόλεμον. τοῦ καιροῦ δὲ προϊόντος καὶ ἐν ἕξει γεγονὼς τῶν τοιούτων πόνων καὶ ἐθάδα ὥσπερ τὴν ψυχὴν τῆς τοιαύτης σκληροτέρας διαγωγῆς ἀποφήνας, ἑβδομάδος ἡμέρᾳ τῶν θείων μετελάμβανε μυστηρίων καὶ μετὰ τὴν μετάληψιν τούτων ἤσθιε καὶ μικρὸν κλάσμα ἄρτου καχρυδίου, ὅπερ πλῆρες ἦν εὐρῶτος καὶ ἔξωρον, ὡς μηδὲ κἂν γοῦν τῇ ὀσφρήσει σώζειν τὴν τοῦ ἄρτου ποιότητα. καὶ πόσις δὲ ἦν αὐτῷ ὕδωρ μέτρῳ καὶ φειδοῖ λαμβανόμενον. καὶ οὕτω μὲν ἐρρικνωμένον ἔχων τὸ πρόσωπον καὶ πάντα τὰ μέλη τοῦ σώματος τεταριχευμένα, ἄσιτος ἔτι διημέρευε, τοῖς ἀγωγίμοις τῶν χρειωδῶν τληπαθῶν καὶ τῇ ἀμέτρῳ κακώσει ξενοπρεπῶς διακαρτερῶν· πάσας δὲ τὰς νύκτας ἄγρυπνος διετέλει, τὴν ἔνδακρυν προσευχὴν ἔργον ἔχων προὐργιαίτερον καὶ ἀεὶ ἑαυτὸν παρασκευάζειν παντοίως μηχανώμενος τῷ ὕπνῳ δεινῶς ἀπομάχεσθαι, τῷ μεγάλῳ Ἀρσενίῳ ἐν τούτῳ τῷ μέρει ἁμιλλώμενος· θᾶττον γὰρ καὶ οὗτος, ὡς ἐκεῖνος, ἡνίκα διὰ τὴν ἀνάγκην τῆς φύσεως μικρὸν τοῦ
[p. 46] ὕπνου καὶ ἀδρανὲς καὶ οἷον διεψευσμένον παρεγεύετο, εὐθὺς ἀνεπήδα, τὰ τοῦ Δαβὶδ ᾄδων καὶ λέγων· «Ϡπροέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξαϠ», καὶ τὰ ἑξῆς.

6. ὅτι δὲ ἐν κοινοβίῳ καὶ ἐν πράγμασι τοσούτοις πᾶσα μὲν ἀρετὴ τῷ δικαίῳ κατώρθωτο κρεῖττον ἢ κατὰ μίμησιν, πρὸς δὲ καὶ αὐτὴν τὴν ἐρημικὴν καὶ ἀναχωρητικὴν πολιτείαν, οὕτω διὰ πάντων ὁ πάμμεγας οὗτος ἐπεδείκνυτο καὶ ὀλίγοις ἢ οὐδενὶ κατορθούμενος, τοῦτο ἦν τὸ πάντων ἐξαίρετον· ἐκολάζετο γὰρ παρ᾿ αὐτῷ μὴ μόνον λόγος ἀργός, ἀλλὰ καὶ ἦθος οὐ βεβηκὸς καὶ γέλως ἀκρατὴς καὶ σκαιὸς λογισμός, καὶ τὸ παράπαν οὐκ εἴα ὁ ἀθλητὴς νέφος τι πονηρὸν τὸν τῆς ψυχῆς ὑποδραμεῖν αἰθέρα. ἐπήνθει δὲ πρὸς τούτοις αὐτῷ τό τε ἄτυφον καὶ τὸ ταπεινὸν καὶ μέτριον, τὸ πρᾶον καὶ σύννουν καὶ νηφάλιον, πρὸς δὲ καὶ τὸ τῆς διανοίας ὀξὺ καὶ λίαν εὐπετές, εὐθὺς τὸν οὐρανὸν ἀνιπτάμενον.

7. διήρκεσε τοίνυν ὁ ἀοίδιμος διετίαν ὅλην νόμοις οὕτω μαχόμενος φύσεως διὰ τὸν νόμον τοῦ πνεύματος καὶ μογῶν ἐν τῇδε τῇ διακονίᾳ ἢ μᾶλλον εἰπεῖν, τῇ κρεῖττον ἢ κατὰ ἄνθρωπον πολιτείᾳ, καὶ πᾶσαν εἰσῆγε τὴν σπουδὴν ὁσημέραι τοῖς πρόσω χωρεῖν καὶ μειζόνων ἅπτεσθαι τῶν ἀγώνων ἑαυτόν τε ὅλον τῆς πρὸς τὸ σῶμα συμπαθείας ἀπείργειν καὶ τὸν ἀγγελικὸν μετὰ σώματος βίον μιμεῖσθαι, μήτε τοῦ χειμερίου
[p. 48] ψύχους μήτε τοῦ θερινοῦ φλογμοῦ μήτε ἄλλης τῆς οἱασοῦν κακώσεως ἑαυτὸν διαφυλάττων.

8. ψυχὴ γὰρ ἅπαξ ἁλοῦσα τῷ πρὸς κύριον ἔρωτι ἐντρυφᾶν ἀεὶ ἐθέλει τοῖς ἀλγεινοῖς καὶ θάλλειν κακοπαθείᾳ καὶ ὡς κόλασίν τινα χαλεπὴν τὴν ἄνεσιν διαφεύγειν· πρὸς γὰρ τοῖς ἄλλοις τῶν κατὰ θεὸν αὐτοῦ σπουδασμάτων τοσαύτῃ ἐκέχρητο τῇ λιτότητι καὶ εὐτελείᾳ ἐν τοῖς ἐνδύμασιν, ὡς μόνα τὰ σαπρὰ καὶ πιναρὰ καὶ διερρωγότα ῥάκη περιβεβλῆσθαι, ἐφ᾿ οἷς ἥδετο μᾶλλον καὶ ἐγάννυτο, ἅτε δὴ τοῦ ἔσω κόσμου καὶ ἀδήλου μεταποιούμενος οὐχ ἧττον ἢ τοῦ ἔξω μᾶλλον οἱ φιλόκοσμοι.

9. οὕτως οὖν τοῦ μακαρίου διακειμένου καὶ ὑπὲρ τοὺς κειμένους διαθλεύοντος νόμους καὶ συναυξουμένων αὐτῷ τῷ χρόνῳ τῶν ἀγώνων καὶ τῆς φιλοσοφίας ταῖς ἐπινοουμέναις αὐτῷ τῶν ἀγαθῶν προσθήκαις ἐπιδιδούσης, οἱ μὲν ἄλλοι τῶν ἀδελφῶν τῆς ὑπομονῆς καὶ καρτερίας τὸν ὅσιον κατεπλήττοντο, ὅτι μὴ κατὰ ἄνθρωπον οἱ ἀγῶνες αὐτῷ καὶ τὰ σκάμματα· ὁ δὲ τῆς μονῆς προεστώς, δείσας μήποτε τοῖς ὑπὲρ φύσιν ἀγῶσι καὶ ἱδρῶσι λάθῃ ἑαυτὸν θανατώσων (σκιὰν γάρ, εἶπεν ἄν τις, ἀνδριάντος ὁρᾶσθαι ἐν αὐτῷ, ἀλλ᾿ οὐκ ἐν σώματι ἄνθρωπον), μετέστησεν αὐτὸν τέως τῆς ἐν ταῖς χρείαις διακονίας, οἰκίσκον δὲ αὐτῷ προσαποτάξας πρὸς ἡσυχίαν εὖ ἔχοντα,
[p. 50] ἐν αὐτῷ διάγειν ἐπέτρεψεν, ἀνάπαυλάν τινα δῆθεν βουλόμενος αὐτῷ μνηστεύεσθαι. ὁ δὲ ἅτε τῶν πόνων ἐθὰς γενόμενος καὶ τούτοις ἐγκαρτερεῖν γλιχόμενος, βαρὺ μὲν ἡγήσατο τὸ ἐπίταγμα καὶ ζημίαν καὶ τῶν ποθουμένων ἀπόταξιν ἐλογίσατο, ἀποστολικὸν δ᾿ ὅμως εἶναι γινώσκων τὸ παράγγελμα Ϡπείθεσθαι τοῖς ἡγουμένοις καὶ ὑπείκειν αὐτοῖς,Ϡ εἶξε μὲν προθύμως τῷ ἐπιτάγματι καὶ τῷ οἰκίσκῳ ἡδέως, πῶς ἂν εἴποις, εἰσῆλθεν· ἦν γὰρ ἐν καλῷ κείμενον ἡσυχίας τὸ δωμάτιον, ἐν ᾧ καὶ ἔμεινε μὲν τοῦ λοιποῦ, εἰς ἑαυτὸν νεύων καὶ τὸν θεὸν φανταζόμενος καὶ πᾶσαν ἐκεῖθεν ψυχαγωγίαν δεχόμενος κατὰ τὴν προφητείαν τὴν λέγουσαν Ϡκατατρύφησον τοῦ κυρίου σου καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου.Ϡ πλὴν ἀλλ᾿ οὐδ᾿ οὕτως ἠφίει τῶν πόνων ὁ γενναῖος οὗτος ἀγωνιστὴς καὶ πύκτης· ὕλη γὰρ αὖθις αὐτῷ γεγένηται ἀγώνων μειζόνων καὶ κόπων πλειόνων ἥ τε κάθειρξις καὶ ἡ κατὰ μόνας οἴκησις. οἵους δὲ τοὺς πόνους ἀνέτλη ἐν πανημέροις καὶ ὁλονύκτοις στάσεσι καὶ ταῖς πυκναῖς καὶ ἀμέτροις γονυκλισίαις, ὅσην τὴν ἀσιτίαν, ὅσην τὴν σκληραγωγίαν ἐν τῇ ἀμέτρῳ καὶ παντοδαπεῖ κακώσει, τούς τε ἐκ βάθους στεναγμοὺς καὶ τὸ θεοδώρητον ἐκεῖνο δάκρυον καὶ ἀκατάπαυστον, ἀδυνατεῖ καὶ γλῶσσα εἰπεῖν, καὶ ἀκοὴ παραδέξασθαι. Οὕτω γὰρ αὐτὸν ὁ θεῖος κατειργάσατο πόθος καὶ τοσούτοις αὐτὸν καὶ τοιούτοις κατέτρωσε βέλεσιν, ὡς νύκτωρ καὶ μεθ᾿ ἡμέραν τῆς κατανύξεως προχέειν τὸ δάκρυον καὶ ἅπαν τὸ τοῦ οἰκίσκου ἔδαφος ἔνυγρον ἐντεῦθεν ὁρᾶσθαι ἀεὶ καὶ νοτίδος παντελῶς οὐκ
[p. 52] ἄμοιρον. διὸ καὶ ἔνιοι τῶν ἀδελφῶν, ἀρετῆς μὲν ἀθληταὶ κἀκεῖνοι καὶ εὐσεβείας ἐρασταὶ τυγχάνοντες, ἥδιστά τε τοὺς ὑπὲρ τῆς κατὰ θεὸν ζωῆς ἀσπαζόμενοι πόνους καὶ πολλὴν ὅσην τὴν τῆς ψυχῆς φιλοσοφίαν ἐπιδεικνύμενοι, θύραζε διακαρτεροῦντες καὶ ἐν χρῷ τῆς κέλλης ἱστάμενοι, ἐφεστώτων αὐτοῖς τῶν ὤτων, ἐξεπλήττοντο ἐπὶ τῇ τοσαύτῃ ῥοῇ τῶν δακρύων καὶ τῇ τῶν θρήνων ἀμετρίᾳ· εἶτα καὶ ὑπέκκαυμα κατανύξεως ἑαυτοῖς ἐποιοῦντο τοὺς τοιούτους θρήνους καὶ ὀδυρμούς· κἀντεῦθεν ἐμάνθανον οἱ γεννάδαι τοῦ ἴσου μέτρου παρὰ πολὺ ἀποδέειν.

10. μιᾷ οὖν τῶν ἡμερῶν ἀπολαβὼν αὐτὸν κατ᾿ ἰδίαν ὁ γέρων, ἤρξατο χαριέντως περισαίνειν αὐτὸν καὶ οἱονεὶ φιλοπευστεῖν, οὕτω λέγων· «τὰ κατὰ σέ, ὦ τέκνον, ὡς καὶ αὐτὸς οἶδας, οὐκ ἀγνοῶ· τί οὖν βούλεταί σοι ὁ τοσοῦτος θρῆνος καὶ ὀδυρμὸς τῷ μηδαμῶς κεκτημένῳ θρήνου ἔργον ἐπάξιον καὶ τί δή ποτε ἀνθ᾿ ὧν ἔδει σε γεγηθέναι μᾶλλον καὶ εὐθυμεῖν, κόσμου ἀπορραγέντα καὶ τῷ φωτὶ προσρυέντα τῆς ἀληθείας, οὕτως ἀπαρακλήτως ἔχεις πρὸς τοὺς τοσούτους θρήνους καὶ ὀδυρμούς» πρὸς ταῦτα ὁ μέγας μάλα ὑφειμένως καὶ μεθ᾿ ὅσης ἂν εἴποις τῆς ἀληθοῦς μετριοφροσύνης καὶ τῆς φίλης ἁπλότητος (ἔκρινε γὰρ τὸ ἐχέμυθα ποιεῖσθαι καὶ ἀπόρρητα τίθεσθαι τὰ τοῦ πράγματος ἐπὶ πατρὸς τοιούτου πάντῃ εἶναι ἀβέλτερον καὶ πόρρω τοῦ δέοντος), «ἐμοί, πάτερ τίμιε,» εἶπε, «τῷ ταπεινῷ καὶ ἀθλίῳ διχῶς ἔπεισι τὸ θρηνεῖν καὶ ἀπολοφύρεσθαι· ἠξίωμαι γάρ (οὐκ οἶδ᾿ ὅπως) ὁ ἀνάξιος, ἔτι τῷ χοῒ συμφυρόμενος καὶ θνητῷ σαρκίῳ δεδεμένος ὁρᾶν, τρανῶς τοῖς ἔσωθεν ὄμμασι τὰ ἀθέατα κάλλη καὶ τὴν ἐλπιζομένην
[p. 54] μακαριότητα τῆς τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσεως. δεδοικὼς οὖν ὁ ταλαίπωρος, μήπως ἔτι τῷ σκότει τοῦ βίου κατῃσχυμμένος ὢν καὶ τῷ γεώδει καὶ πηλίνῳ σώματι συμπεπλεγμένος οὐ φθάσω πρὸς τὴν τοιαύτην τῶν θείων κατανόησιν καὶ πρὸς ἅπερ ὁρᾶν ἠξίωμαι καὶ νοερῶς τοῖς νοεροῖς συγγίνεσθαι, στρέφων δὲ κατὰ νοῦν ἀεὶ τὴν πώρωσιν τῆς καρδίας τῶν ἀφρόνων πρὸς ἐκεῖνα μὲν ἀμελῶς διακειμένων, πρὸς δὲ τὰ πρόσκαιρα καὶ φεύγοντα καὶ δίκην καπνοῦ λυόμενα, καὶ βαθεῖα νὺξ τοῖς νοῦν ἔχουσι νομιζόμενα κεχηνότων, καὶ τὸν πόθον ὅλον φεῦ πρὸς αὐτὰ κεκτημένων, εἶτα καὶ οἶκτον λαμβάνων τῆς τοσαύτης ἐκείνων ἠλιθιότητος καὶ κακονοίας, δι᾿ ἧς ἡ ἀπότευξις τῶν τοιούτων καὶ τηλικούτων ἀπορρήτων ἀγαθῶν τοῖς ἀθλίοις προσγίνεται, ἐξιδιοῦμαι τὴν συμφοράν, καὶ τὴν ἔκπτωσιν ἐκείνων οἰκείαν ὥσπερ λογίζομαι, κἀντεῦθεν ὁ κοπετὸς ὁ πολὺς καὶ ὁ θρῆνος καὶ τὸ ἀκατάπαυστον δάκρυον· νηπίων γὰρ δίκην ἀτελῶν, οἱ ἄφρονες διακείμενοι κάχληξι καὶ λιθιδίοις ἡδομένων ψαμμώδεσι, καὶ κλῆρον πατρικὸν καὶ πολύολβον κτῆσιν προϊέναι μηδαμῶς φειδομένων ἐκ πολλῆς ἀνοίας καὶ ἀφροσύνης καὶ τούτων ἀντωνεῖσθαι τὰ μικρὰ καὶ οὐδενὸς ἄξια, οὕτω προστετήκασι τῇ ματαιότητι καὶ τῶν μενόντων προτιμῶνται τὰ φεύγοντα καὶ τῶν αἰωνίων τὰ πρόσκαιρα καὶ τῶν ἀφθάρτων τὰ φθαρτὰ καὶ ἐπίκηρα· οἷς ἁρμόσει πάντως καὶ τὸ δαβιτικὸν λόγιον τὸ φάσκον Ϡἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεϠ καὶ τὰ ἑξῆς. τούτων οὕτω παρὰ τοῦ ὁσίου λεχθέντων, συνῆκεν ὁ
[p. 56] θεοφόρος γέρων ἐκεῖνος, ὡς πλεῖον τῶν ἄλλων, ὅσοι τῷ κατ᾿ ἐκείνῳ καιρῷ διέλαμπον βίῳ σεμνῷ καὶ ἀρετῆς ὕψει, ἐκ θεοῦ τεταμιεῦσθαι τῷ μακαρίῳ τὴν χάριν τῆς πρὸς τὸν πλησίον ἀγάπης καὶ τῆς εἰς τὸ ὁμογενὲς συμπαθείας τε καὶ κηδεμονίας. θάμβους οὖν ὁ γέρων πλησθεὶς καὶ ἐφ᾿ ἱκανὸν δόξαν ἀναπέμψας τῷ θεῷ, εἴασεν αὐτὸν τοῦ λοιποῦ τὸν συνήθη τῆς ἀσκήσεως δίαυλον ἀνύειν ἀπερισπάστως κατὰ τὸ θυμῆρες αὐτῷ καὶ τῆς ὑψηλοτέρας ἔχεσθαι πολιτείας.

11. πρόεισι τοίνυν αὐτῷ τὰ τῆς τοιαύτης ἐν τῷ ἱερῷ ἐκείνῳ φροντιστηρίῳ διαγωγῆς εἰς δωδέκατον ἔτος, ἐν ᾧ τὰ αἰσθητήρια πάντα λίαν ἐγγυμνασθεὶς καὶ τὴν περὶ τὰ αἱρετὰ καὶ φρικτὰ διάκρισιν εἰς ἄκρον ἐκπονηθεὶς καὶ πανταχόθεν τὸν πλοῦτον τῆς φιλοσοφίας συναθροίσας, μεθόριον ἦν αὐτῷ τοῦ λοιποῦ ἡ ζωὴ τῆς τε ἀνθρωπίνης φύσεως καὶ τῆς ἀγγελικῆς καὶ ἀσωμάτου· ἐν τούτῳ γὰρ μόνῳ τῆς ἀγγελικῆς καὶ ἀῢλου φύσεως εἶχε τὸ ἐναλλάττον, τὸ σώματι φαίνεσθαι καὶ σχήματι περιειλῆφθαι καὶ τοῖς αἰσθητικοῖς ὀργάνοις συρρεῖν. τάχα δ᾿ ἄν τις τολμήσας εἴπῃ μηδὲ καταδεέστερον τὴν παραλλαγὴν εἶναι· ὅτι σαρκὶ συζῶν ὁ μέγας καθ᾿ ὁμοιότητα τῶν ἀσωμάτων δυνάμεων, οὐκ ἐβαρύνετο τῷ ἐφολκίῳ τοῦ σώματος, ἀλλ᾿ ἀνωφερὴς ἦν αὐτῷ ἡ ζωή, ταῖς οὐρανίαις συμμετεωροποροῦσα δυνάμεσι. τοῦ οὖν δωδεκάτου ἔτους ἤδη λήγοντος, ἰδοὺ καὶ ἡ τοῦ κατὰ σάρκα πατρὸς αὐτοῦ ζήτησις θεόθεν αὐτῷ τε καὶ τῷ τῆς μονῆς προεστῶτι κατεμηνύετο· ἀρρήτῳ γάρ τινι καὶ θειοτέρᾳ προμηθείᾳ τῆς εἰς τὸ κρεῖττον ἐπιδόσεως ἕνεκεν τοῦ ὁσίου καὶ τῆς τοῦ καλοῦ ἕξεώς τε καὶ προκοπῆς ἀφανὴς ἦν τῷ πατρὶ καὶ ἀνεύρετος, τοῦ θεοῦ κρύπτοντος αὐτόν, κατὰ τὸ Δαβιτικὸν λόγιον· Ϡἐν ἀποκρύφῳ τῆς ἑαυτοῦ σκηνῆςϠ
[p. 58] καὶ ἰδίαις πτέρυξι περιθάλποντος παρ᾿ ὅλον τὸν μεταξὺ χρόνον. καὶ οὔτε τὸ τοῦ χρόνου διάστημα, οὔθ᾿ ἡ μακρὰ ἄποψις τοῦ φιλτάτου συντεῖναι ἐῴκεσαν τῷ κατὰ σάρκα τούτου γεννήτορι πρὸς ἀναζήτησιν θᾶττον ἐξελθεῖν τοῦ ποθουμένου, ὅτι μηδ᾿ ὁ καιρὸς ἦν ἐπιστὰς τῷ ὁσίῳ τῆς ἄνωθεν ἀποστολῆς καὶ τοῦ σωτηρίου κηρύγματος. τοίνυν καὶ ὁ μὲν γέρων, καίτοι τοσαύτην κεκτημένος περὶ τούτου τὴν πληροφορίαν, ἀλλ᾿ ἠδημόνει, ἠνιᾶτο, ἤσχαλλε καὶ ὅλος ἦν ἐν ἀπόροις. ἐδεδίει γὰρ μήπως τὸ πατρικὸν φίλτρον αἰτία γένηται προσκόμματος τῷ οὕτω ταχυδρομοῦντι καὶ ἀπροσκόπτως ὁδεύοντι τὴν ἄνω φέρουσαν βασιλείαν. δεηθεὶς δ᾿ ὅμως ὁ γέρων ἐφ᾿ ἱκανὸν περὶ τούτου πλείονος ἕνεκα πληροφορίας, θεία τις ὄψις αὐτῷ ἐδήλωσε παραχρῆμα περὶ πάντων τῶν ἐσομένων καὶ συμβησομένων τῷ μακαρίῳ, ὡς εἴη ἀποστολικὴν μετιέναι διακονίαν· καὶ πόλεις οὐκ ὀλίγας καὶ χώρας διαμείψας, κηρύξει πᾶσι λαοῖς τὴν μετάνοιαν καὶ τὴν δι᾿ αὐτῆς ἄφεσιν τῶν παραπτωμάτων, πολλούς τε πειρασμοὺς ὑποσταίη παρὰ τῶν πονηρῶν πνευμάτων· ἡττήσας δ᾿ ὅμως αὐτὰ τῇ ἀβύσσῳ παραπέμψει· σφόδρα δὲ καὶ ὁ θεὸς δι᾿ αὐτοῦ δοξασθήσεται καὶ τέκνα θεοῦ πολλὰ δι᾿ αὐτοῦ ἔσονται· καὶ κλῆρον ἕξειε τὸν παράδεισον. ἀλλ᾿ ὁ μὲν γέρων τοιαῦτα περὶ ὧν ᾐτεῖτο ἀπεκαλύπτετο καὶ σκεῦος ἐκλογῆς αὐτὸν κατὰ Παῦλον ἔσεσθαι ἐμάνθανεν.

12. ἐπεὶ δέ, ὡς ἔφθημεν εἰπόντες, θεόθεν ἦν τῷ μακαρίῳ δηλωθεῖσα ἡ τοῦ πατρὸς ὅσον οὔπω παρουσία, ἀναστὰς ἔρχεται πρὸς τὸν γέροντα· καὶ μύχιον ἀνοιμώξας καὶ πρηνὴς πεσὼν ἐπ᾿ ἐδάφους ἔμπροσθεν τοῦ γέροντος, τήν τε τοῦ πατρὸς παρουσίαν ἐν συνοχῇ καρδίας ἀπήγγειλε καὶ τῆς μονῆς
[p. 60] ἀπολύεσθαι ἐξελιπάρει καὶ τὴν διάζευξιν οὐκ ἠνείχετο· μέγιστον γὰρ ἐν κακοῖς ἐτίθετο χερσὶ πατρικαῖς ληφθῆναι. ὁ δὲ γέρων οὐδὲν ἧττον καὶ αὐτὸς ἐδάκνετο τὴν ψυχήν· λίαν γὰρ δριμεῖς τῶν κατὰ θεὸν φιλούντων οἱ πόθοι καὶ τῶν φυσικῶν ἰσχυρότεροι. ὅθεν καὶ τὸν λόγον οὗτος ὑπολαβὼν περιαλγὴς καὶ σύνδακρυς καὶ θαμινὰ στενάζων, «οὐκ ἐμόν,» εἶπεν, «ὦ τέκνον, οὐκ ἐμὸν τὸ ἀπολῦσαί σε, ἀλλὰ τῆς θείας οὕτω προνοίας οἰκονομούσης πάντως τὴν τῶν πολλῶν σωτηρίαν διὰ σοῦ, καθώς μοι τῷ ταπεινῷ ἀπεκαλύφθη. ἐκείνῃ οὖν δεῖ σε τὴν χάριν ὁμολογεῖν, ἥ σε καὶ ἰσαπόστολον ἔκρινε καὶ πρὸς τοιαύτην διακονίαν ἐξελέξατο· ἐπεί, εἰ πρὸς ἐμοῦ ἦν τοῦτο, τάχα ἂν καὶ δεσμοῖς σε σιδηροῖς περιέσχον καὶ ἁλύσει κατεδέσμησα, μὴ φέρων ὅλως σου τὴν διάζευξιν. ἐπεὶ δὲ χρεών ἐστι καὶ νῦν τὰ παρ᾿ ἡμῶν εἰσενεγκεῖν ἐν τῇδε τῇ ἀφ᾿ ἡμῶν οὐκ ἀθεεὶ γινομένῃ διαστάσει σου, μὴ ἀπαξιώσῃς, ὦ τέκνον, τὸ ἁπλοϊκὸν καὶ ἀκεραιότατον τῆς ἡμετέρας πρὸς σὲ ταπεινώσεώς τε καὶ παραινέσεως· οὐκ ἔστι γάρ σοι, τέκνον, ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. οἶδας, ὦ τέκνον, ἃ λέγω, αὐτῇ πείρᾳ γινώσκων τὴν τῶν ῥημάτων δύναμιν. πορεύσῃ τοίνυν εὐαγγελικῶς, μὴ πήραν ἐπιφερόμενος, μὴ χαλκὸν ἐν τῇ ζώνῃ· τὸ δὲ ἔνδυμα τρίχινον ἕξεις διὰ παντὸς ἄχρι τοῦ μέσου τῶν σφυρῶν διῆκον, ἵνα μὴ περαιτέρω προϊὸν τὸ τῆς βλακίας σοι ἕπηται ἔγκλημα. ἡ βρῶσις λιτὴ καὶ σχέδιος, ἄρτῳ μόνῳ καὶ ὕδατι τὴν χρείαν ἐκπληροῦσα· καὶ πρό γε πάντων πολλή σοι τῆς σωφροσύνης ἡ φυλακὴ καὶ ἀσφάλεια· αὕτη γάρ ἐστιν, ὦ τέκνον, ὁ τῆς ψυχῆς ἁγιασμὸς καὶ τοῦ σώματος καὶ αὕτη ἡ τῆς πρὸς θεὸν οἰκειώσεως αἰτία· Ϡεἰρήνην γάρϠ ὁ θεῖος
[p. 62] ἀπόστολος <ἔφη>, Ϡδιώκετε μετὰ πάντων καὶ τὸν ἁγιασμόν· ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον.Ϡ ὁρᾷς, ὦ τέκνον ποθεινότατον, ὅπως ἁγιασμὸν ἐκάλεσε τὴν σωφροσύνην ὁ ἀπόστολος καὶ εἰκότως· καθαρὸς γὰρ ὢν ὁ κύριος καὶ τοὺς καθαροὺς πάντως προσίεται· ὅτι φίλον, ὥς φασι, τῷ ὁμοίῳ τὸ ὅμοιον. φεύγειν δέ σε βούλομαι καὶ τὰς ἀκαίρους συντυχίας καὶ συναυλίας τῶν κοσμικῶν καὶ τὰς ἑστίας τῶν πλουσίων καὶ ἐπιφανῶν, ἀπάγειν τε ἑαυτὸν τῆς τῶν πολλῶν ὁμιλίας, πένησι καὶ ξένοις ἀνδράσι κοινωνικὸν εἶναί σε καὶ εὐπρόσιτον, πνευματικοῖς δὲ ἀδελφοῖς καὶ πατράσι καὶ θείῳ φόβῳ κατηρτισμένοις παραβάλλειν ἀεί, τὴν δ᾿ αὖ καταγωγὴν ποιεῖσθαι ἐν θείοις ναοῖς καὶ σηκοῖς ἱεροῖς. πανταχοῦ δὲ μέγα βοήσεις τὸ Ϡμετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. μάθετε καλὸν ποιεῖν. ἐπιστράφητε πρὸς κύριον, ζητήσατε αὐτὸν ἐκ ψυχῆς, ἵνα καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχητε.Ϡ τοῦτο γάρ σοι τὸ κήρυγμα τῆς μετανοίας, ὦ τέκνον, καὶ ὑποκοριστική σοι ἔσεται προσηγορία καὶ ζῶντι καὶ μετὰ θάνατον.»

13. τούτοις τοῖς ῥήμασι καὶ εὐχαῖς ἐπικαίροις ἐφοδιάσας ὁ γέρων τὸν ὅσιον καὶ παντοίως περιφράξας καὶ καθοπλίσας κατὰ τῶν ἀκαθάρτων πνευμάτων καὶ παθῶν τῶν ὀλεθρίων, μακράν τε ἔτι παρατείνας τὴν παραίνεσιν ἐν θρήνοις καὶ ὀδυρμοῖς, ἕωθεν ἕως ἑσπέρας τοῦ κωκυτοῦ ἐν ἑκατέροις ἐπικρατήσαντος, τῇ ὑστεραίᾳ τῆς χειρὸς τοῦ ὁσίου ὁ γέρων ἁψάμενος καὶ εἴσω τοῦ θείου ναοῦ γενόμενος καὶ τῷ τοῦ ξύλου κρούσματι πᾶσαν συγκαλέσας τὴν ἀδελφότητα, κοινῆς εὐχῆς γενομένης, καὶ τρὶς ἑκατοντάκις τὸ Ϡκύριε ἐλέησονϠ πάντων ἐκφωνησάντων, ἐξῆλθε πᾶς ὁ τῶν μοναχῶν ὅμιλος τοῦ ἱεροῦ φροντιστηρίου, ἀνιωμένων πάντων ἐπὶ τῇ στερήσει τοῦ ἀδελφοῦ καὶ λυπουμένων. ὡς δὲ μικρὸν εἰς τὸ κατάντες ἧκον, στὰς ὁ γέρων εὐχῆς αὖθις καὶ εὐλογίας τὸν ὅσιον ἀξιοῖ, ἐφ᾿
[p. 64] ᾗ τήν τε νοουμένην τῆς ἀρετῆς τρίβον καὶ τὴν αἰσθητὴν ὁδὸν εὐμαρῶς διανῦσαι, εἶτα καὶ τὰ συμβησόμενα αὐτῷ πάντα θεοπτικώτατα πάλιν προαγορεύει, καὶ τελευταῖον «κύριε Ἰησοῦ Χριστέ,» ἐπειπών, «ὁ ὁδηγήσας πάλαι τὸν Ἰωσὴφ εἰς ἐπίσκεψιν καὶ σωτηρίαν πολλῶν ψυχῶν, ὁ εἰπὼν τοῖς ἁγίοις σου ἀποστόλοις Ϡἐγώ εἰμι μεθ᾿ ὑμῶν καὶ οὐδεὶς καθ᾿ ὑμῶν,Ϡ αὐτὸς καὶ νῦν ἐπίσκεψαι τὴν ἄμπελον ταύτην τὴν λογικὴν καὶ φύλαξον καὶ διατήρησον ἐν ὁδῷ ταύτῃ ᾗ πορεύεται, ὅπως καὶ δι᾿ αὐτοῦ μεγαλυνθήσεταί σου τὸ πανάγιον ὄνομα, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας, ἀμήν.»

14. οἱ μὲν οὖν ἄλλοι τῶν ἀδελφῶν ἀσπασάμενοι τὸν γενναῖον, δακρυρροοῦντες καὶ μικροῦ τὴν ἄψυχον ὕλην ταῖς οἰμωγαῖς ἐκκαλούμενοι, τῆς ἐπανόδου ἐμέμνηντο. ὁ δὲ γέρων διωλύγιον κωκύσας καὶ δάκρυα σπείσας ὡς καὶ τὸ ἔδαφος ἐπιβρέξαι, τοιαῦτα περιπαθῶς ἔλεγε· «οἴμοι, τέκνον, ἡμίτομος ὁ ἄθλιος γίνομαι, σοῦ διαζευγνύμενος· ἀλλὰ μὴ ἐπιλάθῃ, τέκνον, τῆς πρὸς σέ μου καθαρᾶς ἐν κυρίῳ ἀγάπης· μέμνησο δὲ καὶ ἐμοῦ τοῦ ταπεινοῦ καὶ ἀναξίου ἐν ταῖς θείαις σου προσευχαῖς καὶ δεήσεσι· πέποιθα γὰρ ὁ δύστηνος ἵλεων αὐτὸν εὑρεῖν με διὰ σοῦ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.» καὶ τὰ μὲν τοῦ θεοφόρου πατρὸς τοιαῦτα. ὁ δὲ μέγας οὐδὲν ἧττον καὶ αὐτὸς τὴν ψυχὴν δακνόμενος καὶ τοῦ γέροντος λίαν περιεχόμενος, τῷ μεγαλοφυεῖ τέως τοῦ φρονήματος τοῦ πάθους περιγενέσθαι ἑαυτὸν ἐβίαζεν· εἶτα καὶ ἀπείργειν τὸ πολυπενθὲς τοῦ γέροντος καὶ δύσθυμον ἐμηχανᾶτο παντοίως, τί μὴ λέγων καὶ τί μὴ σοφιζόμενος εἰς τὴν ἐκείνου παράκλησιν
[p. 66] καὶ ἀναψυχήν, μεθ᾿ ὧν ἀμέτρως καὶ ἀπολοφύρεσθαι ἀπᾷδον γὰρ πάντῃ τοῖς πνεύματι συνημμένοις καὶ τοῖς νοεροῖς ὄμμασιν ὁρῶσιν ἀλλήλοις αἰσθήσει δουλεύειν καὶ ἀπαραιτήτως ἔχειν πρὸς τὴν κατὰ γνώμην θεοῦ ἐν σώματι διάζευξιν. τούτων δ᾿ οὕτως λεχθέντων τῷ ὁσίῳ, περιφὺς αὐτῷ ὁ γέρων καὶ τῷ τραχήλῳ περιπλακεὶς καὶ κατασπασάμενος, μόλις εἴασεν ἀπελθεῖν.

15. καὶ οἱ μὲν ὑπέστρεψαν ἐν τῷ μοναστηρίῳ, κλαυθμοῖς ἅπαντες καὶ θρήνοις βαλλόμενοι. ὁ δὲ μακάριος ὀξυδρομήσας καὶ μιᾶς ἡμέρας ὁδεύσας ὁδόν, τῇ χάριτι ἀφ᾿ ἧς κεκίνητο ποδηγούμενος, τὸν Παρθένιον κατέλαβε ποταμόν· ὃν καὶ πλημμυροῦντα καὶ τὸ ῥεῖθρον αἴροντα ἀπό τε τῆς ἐκτακείσης χιόνος καὶ τῆς ἄλλης τῶν χειμάρρων συρροίας εὑρών, ἀνηνύτοις ᾤετο περιπίπτειν· καὶ ἀμηχανοῦντι ἐῴκει, οὐ δύσπορον ἀλλ᾿ ἄπορον καθάπαξ περισκοπούμενος τὸν ῥοῦν τὸν ποτάμιον. τοῦτο δ᾿ οὐκ ἦν εἰκαῖον πάντως, οὐδὲ κατά τινα συντυχίαν γινόμενον, ἀλλ᾿ ἔργον θείας προνοίας, ἵνα μὴ ἀνόνητος ὁ τοῦ πατρὸς αὐτοῦ κόπος γένηται, παντάπασι μηδ᾿ ὁπωσοῦν θεασαμένου τὸν φίλτατον· ἅμα γὰρ τῷ τῆς μονῆς ἀποφοιτῆσαι τὸν ὅσιον καὶ ὁ τούτου πατὴρ σὺν τοῖς λοιποῖς τῶν παίδων αὐτοῦ καὶ τῶν θεραπόντων τῇ μονῇ παρέβαλε καὶ τὸν ποθούμενον κατοπτεῦσαι διισχυρίζετο, μαστεύων καὶ διερευνώμενος καὶ δίκην κυνὸς ῥινηλατῶν ἅμα τοῖς ἄλλοις καὶ τῶν παίδων καὶ αὐτὰ δὴ τὰ μυχαίτατα τῆς μονῆς, εἰ καὶ ἔλαθε μάτην πονῶν καὶ ἀκίχητα διώκων, ὃ δὴ λέγεται. ἐπεὶ δὲ οὕτω τοῦ σκοποῦ διημάρτανε καὶ ἐμάνθανε παρὰ τῶν τῆς μονῆς ἀποφοιτῆσαι ταύτης πρὸ μικροῦ τὸν ζητούμενον, αὐτίκα ᾗ [λεγε· ὡς?] ποδῶν εἶχε τὸ τάχος, ἐδίωκεν ὀπίσω αὐτοῦ σὺν ἅμα τοῖς ἄλλοις τῶν παίδων αὐτοῦ καὶ τῶν [p. 68] θεραπόντων. ὁ δέ γε τῆς ἱππασίας κρότος ἄγγελος ἐγένετο τῷ μακαρίῳ τῆς τοῦ πατρὸς παρουσίας· τῷ κρότῳ γὰρ θροηθεὶς καὶ μικρὸν ἐπιστραφείς, αὐτὸν ἐκεῖνον ὁρᾷ ἐκ τοῦ εὐθέος τὸν πατέρα καὶ τοὺς ὁμαίμονας, ὅπερ ἦν αὐτῷ καὶ ἀπώμοτον, ὡς πρὸς αὐτὸν εὐθυδρομοῦντας καὶ πτηνῶν ἶσα τὸ τάχος ἐνδεικνυμένους. οὓς δὴ καὶ τῇ ἅμα πρώτῃ τῶν ὀφθαλμῶν ἐπιβολῇ εὐθὺς ἀναγνωρίσας καὶ ἐπὶ προὔπτῳ κινδύνῳ ἰδὼν ἑαυτὸν ἐναπειλημμένον ἤδη, εἰς τὸν οὐρανὸν εὐθὺς ἀπιδὼν καὶ οἷον ἔνθους ἐκ θειοτέρας ἐπιπνοίας γενόμενος, καὶ τὸν Χριστὸν μεγάλῃ τῇ φωνῇ σύμμαχον αὐτῷ ἑπικαλεσάμενος καὶ τὸ πᾶν ἐκείνῳ ἐπιτρέψας καὶ τῇ παναχράντῳ αὐτοῦ μητρὶ πιστεύσας τὴν σωτηρίαν, τῷ σημείῳ τοῦ σταυροῦ σφραγισάμενος, καθῆκεν ἑαυτὸν τῷ ποταμίῳ ῥεύματι, ἐπικαίρως ᾄδων τὰ τοῦ Δαβίδ· «Ϡσῶσόν με ὁ θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· καὶ μή με καταποντισάτω καταιγὶς
[p. 70] ὕδατος,Ϡ» καὶ τὰ ἑξῆς. ἀλλ᾿ ἐνταῦθα χρὴ σκοπεῖν ὅση τῷ μεγάλῳ ἡ πρὸς θεὸν ὑπῆρχεν οἰκείωσις καὶ παρρησία, καὶ ὅσης ἔτυχε τῆς ἐκεῖθεν εὐνοίας καὶ χάριτος. δηλώσει δὲ τοῦτο σαφέστερον τὸ ῥηθησόμενον οὐ μικρὸν ὄν, οὐδ᾿ οἷον μὴ ἐκπλῆξαι τὰς τῶν ἀκροατῶν ἀκοάς· ἅμα γὰρ τῷ καθεῖναι ἑαυτὸν τῷ ποταμίῳ ῥεύματι, αὐτὴ ἡ πανάμωμος μήτηρ τοῦ κυρίου ἐπιφανεῖσα (ταύτην γὰρ καὶ διεμορφοῦτο, ὡς ἔλεγε, τῇ ὄψει συμβαλλόμενος), καὶ ῥάβδον αὐτῷ ἐπορέξασα σταυρικὸν τύπον φέρουσαν ἐπὶ τὸ ἄκρον, τῆς δεξιᾶς τε λαβομένη ἀβρόχως αὐτὸν εἰς τὴν ἀντίπερα ὄχθην διεσώσατο, ὁρῶντος καὶ αὐτοῦ τοῦ πατρός, ὡς μηδ᾿ αὐτοῦ τοῦ τριχίνου ἐσθήματος νοτίδα δεξαμένου τὸ σύνολον· ἥ τε ῥάβδος καὶ μέχρι τοῦ νῦν διασῴζεται τῷ ἱερῷ καὶ θείῳ ταμείῳ, ἐν ᾧ καὶ ἡ σορὸς τοῦ τιμίου λειψάνου τοῦ τρισμάκαρος τεθησαύρισται, ὑπὸ πάντων τῶν πιστῶν ὁρωμένη τε καὶ προσκυνουμένη, ὡς πολλῶν θαυμάτων δι᾿ αὐτῆς τελουμένων καθ᾿ ἑκάστην ἐν πᾶσι τοῖς ἀδιστάκτῳ πίστει προσιοῦσιν αὐτῇ. ἀλλ᾿ ὁ μὲν μακάριος οὕτω τὸ ποτάμιον ῥεῖθρον ἀναιμωτὶ διαπεράσας καὶ σῶστρα καὶ λύτρα τῇ πανυμνήτῳ Παρθένῳ λόγους προσάξας εὐχαριστηρίους, τῆς εἰς τὸ πρόσω πορείας ἥψατο. ὁ δέ γε πατὴρ καὶ οἱ τούτου ὁμαίμονες τῇ ὄχθῃ τοῦ ποταμοῦ προσεγγίσαντες καὶ τὸ παράδοξον τοῦ θαύματος ἰδόντες, ἐπεχείρουν μὲν τῷ ῥείθρῳ ἐπιβαίνειν τοῖς ἀλκιμωτάτοις τῶν ἵππων ὀχούμενοι· ἠνάγκαζε γὰρ αὐτοὺς ὁ πόθος καὶ τῶν ἀνεφίκτων κατατολμᾶν. ἀλλ᾿ ἠνύετο τούτοις οὐδὲν πλὴν τῆς τόλμης καὶ τῆς ὁρμῆς· ἀχλὺς γὰρ αὐτοὺς περικαλύπτουσα καὶ ἀορασίαν ἐπάγουσα, ἔτι τε καὶ ποταμίων ψόφων δείματα ἐκπεμπόμενα ἀπεῖργον τῆς διαβάσεως τοῦ ποταμίου ἐκείνου ῥοθίου. εἰ καὶ καθαρὸς αὐτοῖς ὁ ἀὴρ ὑπεφαίνετο καὶ ἡ ἀχλὺς περιῃρεῖτο καὶ τὰ δείματα εἴχοντο, καθόσον αὐτοῖς ὑπεισῄει τοῦ ἀποκινδυνεύειν μετάμελος, καὶ τοῦτο τρισάκις, καὶ αὐτοῖς μεταβαλλομένοις ἐξ ἀμοιβῆς ἐνηλλάττετο. ὡς γοῦν ἄπρακτα τούτοις τὰ τῆς ὁρμῆς ἀπέβαινε καὶ καθάπαξ
[p. 72] δυσεπιχείρητα, πρὸς θρηνῳδίαν ἐτράποντο λοιπὸν πάντες. καὶ μέγας ἦν ὁ ὀδυρμὸς καὶ ἡ βοὴ σύμμικτος. ὁ δέ γε πατὴρ καὶ αὐτὰ σχεδὸν τὰ τῶν ἐξεστηκότων ἐποίει, καὶ φωνὰς ἠφίει τοιαύτας σὺν οἰμωγῇ πολλῇ, «τέκνον» λέγων «ἐμόν, τέκνον γλυκύτατον, τέκνον θυμηρέστατον καὶ τῆς ἐμῆς ζωῆς παραμύθιον, πῶς οὐκ αἰδεῖσαί μου τὴν πολιάν πῶς οὐ κάμπτῃ μου ταῖς οἰμωγαῖς ἢ οὐκ οἶδας, ὅτι πλέον τῶν ἄλλων μου παίδων σὲ καὶ ἐπόθησα καὶ ἐφίλησα ἐξόχως, καὶ ὡς ὄρνις ἔθαλπον ἐν καλιᾷ νεοττόν ἵνα τί δὲ οὕτως ἀπέπτης μου καὶ οὕτως τῷ ἀθλίῳ προσώχθισας μνήσθητι, ὦ τέκνον, τῆς πρὸς σέ μου ἀγάπης· μνήσθητι καὶ τοῦ κόπου καὶ τοῦ πόνου, οὗ ὑπέστην ἕως ὧδε θέων ἀπνευστὶ σοῦ ἕνεκεν τοῦ λίαν φιλουμένου μοι· ἐγώ σοι τῆς γεννήσεως αἴτιος, ὦ τέκνον· ἐμὲ οἴου μετὰ θεὸν καὶ τῆς ἀρετῆς καὶ τῆς ἐν Χριστῷ σου ζωῆς παραίτιον· πατήρ εἰμι σός, οὐκ ὄφις, οὐκ ἔχις, οὐκ ἀσπίς, οὐκ ἄλλο τι τῶν ἰοβόλων θηρίων· εἰ ἀβούλητόν σοι προσψαῦσαί μου τῷ δυστυχεῖ, κἂν δεῖξόν μοι τὴν πεποθημένην μοι ὄψιν σου· ναί, παῖ καλέ, μὴ εἰς τέλος μοι προσοχθίσῃς τῷ ταλαιπώρῳ, ἀλλὰ μικρὸν ἐπιστράφηθι· καὶ χάρισαί μοι τὸ θεάσασθαί σε, τὸν ἐμοὶ φίλτατον. καὶ παράκλησις ἐντεῦθέν μοι γενήσεται οὐ μετρία.»

16. τοιαῦτα τοῦ γέροντος σὺν οἰμωγῇ πολλῇ ἐπιβοωμένου, ὁ μακάριος (ἔφθασε γάρ, οὐκ οἶδ᾿ ὅπως, ἕως τῶν ἀκοῶν αὐτοῦ ὁ ἦχος τῶν πατρικῶν ῥημάτων καὶ τῆς θρηνητικῆς ταυτησὶ τραγῳδίας, πρός τε φιλοπάτωρ καὶ ἄλλως φίλοικτος
[p. 74] ὢν καὶ πρὸς λιτὰς ἀεὶ οὐκ ἀτέρμων οὐδ᾿ ἀντίτυπος), μικρὸν ἐπιστραφεὶς καὶ ὅσον τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς ἀναγνωρισθῆναι (ἠλλοίωτο γὰρ αὐτῷ ἡ ὄψις ἐκ τῆς ἄγαν ἀσκήσεως, καὶ λίαν ἦν κατεσκληκυῖα), εἶτα καὶ τρὶς κατὰ πρόσωπον κλίνας αὐτῷ τὴν κεφαλὴν μέχρι γῆς, ἀφεῖλε τὸ πρόσωπον καὶ τὰ νῶτα δέδωκε, τῆς πορείας ἁψάμενος· ἐγίνωσκε γὰρ ὁ σοφός, ὅτι τῶν ἄλλων μὲν πάντων γονεῖς, θεὸν δὲ γονέων δεῖ προτιμᾶν. τότε δὴ τότε ἀρχὴν αὖθις ὁ θρῆνος ἐδέχετο καὶ ὀδυρμὸς ἦν πολὺς τῶν συγγόνων καὶ τῶν θεραπόντων καὶ μέγας ὁ κωκυτός, ὡς καὶ αὐτῆς τῆς ἠχοῦς συνεπιλαμβάνεσθαι καὶ συνοιμώζειν αὐτοῖς δοκούσης. ὁ δὲ πατὴρ καὶ τ᾿ ἄλλα πάντα ὡρᾶτο διαπραττόμενος, ὅσα τοῖς οὕτω παθαινομένοις καὶ ἀθυμοῦσιν εἰκός. εἶτα καὶ ἐν συνοχῇ καρδίας «ὦ τῆς ἀπευκταίας συμφορᾶς·» ἔλεγεν, «ἄμεινον ἦν, τέκνον, μηδὲ κατέλαβον τὰ ἐνταῦθα, ἄμεινον μηδὲ εἶδον ἅπερ εἶδον· ἰδοὺ γὰρ σφοδρότερός μοι ὁ πόνος καὶ τὸ πάθος ὀδυνηρότερον.» ταῦτα καὶ ἕτερα πλείονα ὁ τούτου πατὴρ φθεγξάμενος, ἕως καὶ ὀφθαλμοῖς ἦν αὐτῷ ληπτὸς ὁ μακάριος· ἐπειδὴ δὲ ἐκεῖνος τῶν ὀφθαλμῶν ἀπῆλθε, καὶ οὗτοι τῆς τε θρηνητικῆς βοῆς ἐκείνης κατὰ μικρὸν ὑπεχάλων καὶ τῆς ἐπανόδου ἐφρόντιζον, πολλὰ ὡς παρόντι τῷ υἱῷ τοῦ πατρὸς ἐπιφθεγξαμένου τὸ «σῴζου, τέκνον, σῴζου, γλυκύτατον.»

17. ἀλλ᾿ ἐκεῖνοι μὲν οὕτως οἴκαδε ἐπανέζευξαν, ὁ δὲ μακάριος πύκτης ἦν καὶ αὖθις ἐθελούσιος καὶ τῆς ἀρετῆς ἀθλητής· ἤγετο γὰρ δι᾿ ἀβάτων ὀρῶν, ἀπέδιλος τὸ παράπαν καὶ ἑνὶ μόνῳ πιναρῷ καὶ διερρωγότι τριβωνίῳ ἐνειλημμένος καὶ μηδὲν ἄλλο ἐπιφερόμενος πλὴν μόνης τῆς ῥάβδου, ἣν αὐτῷ ἡ τῷ ποταμῷ ὁμωνυμοῦσα δέδωκε πανάμωμος μήτηρ τοῦ κυρίου, καὶ τοῦ σμικροτάτου τιμαλφοῦς μυακίου,
[p. 76] ὅπερ ἐκ σαρδίου μὲν πολυτελῶς κατεσκεύασται, εἴσω δὲ νῦν καὶ τοῦτο τοῦ ἱεροῦ ταμείου τῆς θαυματοποιοῦ θήκης ἐναπόκειται καὶ πᾶσι τοῖς προσιοῦσι καὶ δι᾿ αὐτοῦ τοῦ ὕδατος μεταλαμβάνουσι, δι᾿ οὗ σπόγγῳ εἴωθεν ἡ θεία σορὸς ἀποσμήχεσθαι, πάσης νόσου καὶ πάσης μαλακίας ἐστὶν ἀλεξιτήριον· τοῦτο γὰρ καὶ μόνον, ὡς λόγος ἐστί, τοῦ οἴκου τοῦ πατρικοῦ ἐξελήλυθεν ὁ μέγας ἐπιφερόμενος καὶ οὐδὲν ἕτερον. ἤγετο δὲ τέως ὁ μακάριος κούφως οὕτω καὶ εὐσταλῶς, πρός γε ἡλίου φλόγα καὶ χειμῶνος δριμύτητα διαμαχόμενος καὶ μήτε τῷ παγετῷ εἴκων μήτε τῷ καύσωνι ἐνδιδούς, μέγα βοῶν τὸ «μετανοεῖτε,» καθ᾿ ἣν εἴληφεν ἐντολὴν παρὰ τοῦ κατὰ πνεῦμα πατρὸς αὐτοῦ.
καὶ τροφὴν μὲν ἐκέχρητο ὁσάκις ἡ φύσις ἠνάγκασε, τὴν σχέδιον καὶ ἀκαρύκευτον, ποηφαγῶν ἀεὶ καὶ ταῖς ἐδωδίμοις τῶν ἀγρίων βοτάνων δεῖπνον ποιούμενος· καὶ γὰρ ἀεὶ καὶ διὰ παντὸς προὐργιαίτερον ἐνόμιζε τοὺς πόνους, ὥσπερ ἄλλοι τὰς ἡδονάς, ἀσπάζεσθαι. πρὸς γοῦν τῇ τοιαύτῃ ἐπιπόνῳ ζωῇ καὶ τεθλιμμένῃ καὶ πλείοσι καὶ ἀναριθμήτοις πειρασμοῖς καθ᾿ ἑκάστην ὡμίλει, πῇ μὲν ἐξ ἀνθρώπων πονηρῶν καὶ λῃστρικῶς βιούντων, πῇ δὲ καὶ ἐξ αὐτῶν τῶν ἀκαθάρτων πνευμάτων, ἅπερ εἶχον ἐμφιλοχωροῦντα ἑαυτοῖς οἱ ἀλσώδεις τόποι καὶ ἀδιεξόδευτοι, οὓς ἐκεῖνος διῄει, βοῶν τὸ «μετανοεῖτε.» καὶ γὰρ οἷά τινα ἐνίοτε ἐπῳδὴν τοῦτο ἐποιεῖτο τοῖς δαίμοσι καὶ τῇ δυνάμει τοῦ ῥήματος τεθηπέναι καὶ δειμαίνεσθαι αὐτοὺς παρεσκεύαζεν. οἳ καὶ μὴ στέγοντες ὁρᾶν ἑαυτοὺς οὕτω καταπονουμένους καὶ ὡς ἀσθενεῖς ἡττωμένους καὶ ἀνάλκιδας, πρὸς πλείονα μανίαν ἐξήπτοντο, καὶ θρασύτερον τῷ δικαίῳ ἐπιβαίνοντες οὐκ ἀφανῶς μόνον ἀλλὰ καὶ ὁρατῶς ἐν σχήμασι παντοίοις καὶ ἀλλοκότοις, τί μὴ λέγοντες καὶ τί μὴ ποιοῦντες καὶ ποίας μηχανῆς μὴ δραττόμενοι, «πῶς σὺ τὰ ἐνταῦθα καταλαβεῖν
[p. 78] τετόλμηκας,» ἔλεγον, «φυγόπατρι καὶ φυγοπολῖτα ἀλλ᾿ εἰ μὴ τῶν ὦδε ἀποφοιτήσῃς, οὐ καλῶς σοι ἀποβήσεται τὰ τῆς τόλμης.» εἶτα καὶ φόβῳ τὰς σφῶν αὐτῶν δικαιολογίας κεραννύντες, προσετίθεσαν καὶ ταῦτα· «οὐκ οἶσθα, ὦ φιλοπόλεμε καὶ σιδηροκάρδιε, ὅτι εἰ καὶ μηδὲν ἄλλο, ὅ γε χρόνος ἡμᾶς κυρίους τοῦ τόπου πεποίηκε» πρὸς τούτοις καὶ πῦρ πνέειν ἐδόκουν οἱ ἀλιτήριοι καὶ λὰξ ἐνάλλεσθαι κατ᾿ αὐτοῦ. καὶ τὰ μὲν τῶν ἀκαθάρτων δαιμόνων τοιαῦτα, ἐκεῖνος δὲ ἀπτόητος μένων καὶ ἀκατάπληκτος, οὑτωσί πως ἀνδρικώτατα διελέγετο, φάσκων πρὸς αὐτούς· «εἰ μὲν δειλίαν ἐμβαλεῖν μοι βουλόμενοι, ὦ μιαροὶ καὶ κατάπτυστοι, ταῦτα διατείνεσθε ἢ καὶ ἐξουσίαν εἰλήφατε παρὰ τοῦ κυρίου μου κατ᾿ ἐμοῦ, ὥστε τὴν ἐμὴν πρόθεσιν κωλῦσαι, ἰδοὺ ἐγὼ ἕτοιμός εἰμι καὶ πρὸς πάντα κίνδυνον εὐτρεπὴς καὶ παράσκευος. εἰ δ᾿ οὐκ ἐλάβετε, τί διὰ κενῆς ἀνομεῖτε, ὦ κάκιστοι, οἱ μηδὲ κατὰ χοίρων ὅλως εἰληφότες ἐξουσίαν» εἶτα καὶ πλέον ἢ κατὰ ἄνθρωπον εἶναι διὰ τῆς φρουρούσης χάριτος δεικνύων, ἵστατο μὲν ἀδεής, ἔφερε δὲ διὰ χειλέων τὰ τοῦ Δαβὶδ ῥήματα, λέγων· «Ϡκύριος, φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου ἀπὸ τίνος δειλιάσω ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου,Ϡ» καὶ τὰ ἑξῆς.

18. ἀλλ᾿ οὕτω μὲν τληπαθῶν ὁ ἀοίδιμος ἐφ᾿ ὅλοις τρισὶν ἔτεσιν ἐπί τε τῇ ἀμέτρῳ σκληραγωγίᾳ καὶ τοῖς ἐκ τῶν ἀκαθάρτων δαιμόνων πειρασμοῖς, ἔκαμνε μὲν τὸ σῶμα διαπονούμενος καὶ μογῶν ἐν τοῖς ὑπὲρ φύσιν ἀγῶσιν. ὃ δὴ καὶ τοσοῦτον ἦν τετρυχωμένον καὶ διαπεπονηκός, ὡς μηδὲ σκιᾶς ἀπεοικέναι. τὸ δ᾿ αὖ τῆς ψυχῆς παράστημα γενναίως εἶχεν [p. 80] ἀεὶ καὶ καρτερικῶς καὶ οἷά τις Ὀλυμπιονίκης ἦν πρός τε τὸν ἀγῶνα καὶ τὴν πάλην. ἐπεὶ δὲ καὶ ὁ καιρὸς ἐκάλει ἐᾶσαι τὰς ἀοικήτους καὶ πρὸς τὴν οἰκουμένην μεταβῆναι ἕνεκεν τοῦ κηρύγματος καὶ τοῖς ἀγῶσι μείζονας ἄλλους ἀγῶνας προστεθῆναι, ὅτε καὶ μικρά τις ἦν ἡ ὀφειλὴ παραψυχῆς τῷ οὕτω διαπεπονηκότι σώματι, γόνυ κλίνας, τῇ γῇ τὸ πρόσωπον δίδωσι καὶ τὸν ἐν οὐρανοῖς κατοικοῦντα κύριον εἰς καρδίαν λαβών, ἐκείνου καὶ ἐδέετο τοῦ δυναμένου σῴζειν ἐξ ἀναγκῶν τοὺς εἰς αὐτὸν ἐλπίζοντας, «ἐπίβλεψον ἐπ᾿ ἐμέ, κύριε,» λέγων «καὶ ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου καὶ σπεῦσον εἰς τὴν βοήθειάν μου, ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους, ἡ δὲ ἐπίτασις τῶν θλίψεων καὶ ἡ ἐπιφορὰ τῶν δεινῶν ὑπὲρ κεφαλῆς μου. ἴδε οὖν τὸν κόπον μου, καὶ ἐπάκουσον τοῦ στεναγμοῦ τοῦ δούλου σου· ἐπληθύνθησαν γὰρ οἱ ἐχθροί μου καὶ μῖσος ἄδικον ἐμίσησάν με· ἐγὼ δέ, κύριε, ἐν σοὶ μόνῳ πέποιθα καὶ σοὶ μόνῳ τὴν πᾶσάν μου τῆς σωτηρίας ἐλπίδα ἐθέμην τῷ σῴζοντι ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος τοὺς ἐλπίζοντας ἐπὶ σέ.»

19. καὶ ὁ μὲν ηὔχετο οὕτως καὶ θεὸν ἐξελιπάρει δοθῆναι αὐτῷ ῥῶσιν ἅμα καὶ ῥώμην κατὰ τῶν πονηρῶν δαιμόνων· θεία δέ τις ὄψις ἐπιφανεῖσα, διεβεβαίου τὸν δίκαιον ἀκουστὴν αὐτοῦ γενέσθαι τὴν δέησιν. εἶτα καὶ ἐκεῖνα ἤκουεν ὁ μέγας, ἃ δὴ καὶ ὁ πολύτλας πάλαι Ἰὼβ μετὰ τὴν πληγὴν καὶ τοὺς ἄθλους ἐκείνους τοὺς πολλοὺς καὶ ἀναριθμήτους ἤκουσεν ἐκ στόματος θεοῦ· «Ϡμὴ οἴου με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος· οὐδὲ γὰρ δεῖ στεφανοῦσθαι τὸν μὴ νομίμως ἀθλήσαντα· διὰ τοῦτο καὶ παρὼν μὲν οὐκ εἴων πληγῆναί σου τὴν ψυχήν, ὅπερ ἦν ἐκείνοις ἡ πᾶσα σπουδή,
[p. 82] τ᾿ ἄλλα δὲ πάντα παρῆκα τούτοις ἐπάγειν σοι· οὐκ ἔτι οὖν ἐάσω σε ἀπαράκλητον οἷς διαπεπόνησαι, ἀλλὰ καὶ τὸ πεπονηκὸς ῥωσθήσεται σῶμά σου, ἔσῃ δὲ καὶ τοῦ λοιποῦ φοβερὸς τούτοις καὶ ἀπρόσιτος, τῇ ἐπιτιμήσει σου καὶ μόνῃ κατασπώμενοι καὶ παραπεμπόμενοι ἔνθα καὶ βούλοιο.Ϡ» εὐθύμησεν οὖν ὁ μέγας ἐπὶ τῇ θείᾳ τῇδε καὶ ἀγαθῇ ἐπαγγελίᾳ καὶ τῶν ἀσκουμένων πλέον ἀπὸ τρυφῆς τό σῶμα ῥωσθεὶς καὶ βεβαίᾳ πτερωθεὶς ἐλπίδι, ὥρμησε παραχρῆμα πρὸς τὸ κήρυγμα, παρομαρτούσης αὐτῷ καὶ τῆς ὁδηγούσης χάριτος, καταδιώκων ἔκτοτε τὰ πονηρὰ πνεύματα εὐθαρσῶς καὶ γενναίως, καὶ ὥσπερ τισὶ θηρίοις καλάμου ἐπιτιμῶν αὐτοῖς.

20. χώρας οὖν οὐκ ὀλίγας τῶν ἑῴων μερῶν διϊππεύσας καὶ τῷ τῆς μετανοίας κηρύγματι τρανῶς κηρύξας καὶ λαοὺς ἀπείρους τῷ λιμένι τῆς σωτηρίας ἐγκαθορμίσας διὰ τῆς μετανοίας καὶ τῆς πρὸς τὸ κρεῖττον μεταβολῆς, ἐν τῇ τῆς Κρήτης νήσῳ ἔγνω δεῖν ἀποπλεῖν· θεία γάρ τις νεῦσις ἐκάλει πρὸς τοῦτο· παραβαλὼν γὰρ τῇ νήσῳ, ἄρτι μὲν τῆς τῶν Ἀγαρηνῶν χειρὸς ἀποσπασθείσῃ καὶ τῇ ῥωμαϊκῇ ἐπικρατείᾳ ἐπανασωθείσῃ ἐπὶ Νικηφόρου τοῦ ἀοιδίμου βασιλέως (ὃν ὁ λόγος φθάσας ἐδήλωσεν· οὗ καὶ μέγα τὸ κλέος ἐπί τε βίου σεμνότητι καὶ ἀρετῆς ἐπιμελείᾳ, δι᾿ ἧς καὶ τῶν παθῶν αὐτοκράτωρ εἴπερ τις ἄλλος γεγένηται καὶ τῆς σωφροσύνης τὰ γέρα ἀξίως ἐκ θεοῦ ἐκομίσατο), ἔτι δὲ λείψανα φερούσῃ τῆς μιαρᾶς τῶν Ἀγαρηνῶν κακοπιστίας, ἐπειδὴ ἦσαν οἱ ταύτης οἰκήτορες τῷ χρόνῳ καὶ τῇ μακρᾷ τῶν Σαρακηνῶν ξυναυλίᾳ (οἴμοι) συναπαχθέντες τοῖς ἐκείνων ἤθεσι καὶ
[p. 84] ὀργίοις τοῖς μυσαροῖς καὶ βεβήλοις· ὡς οὖν ἤρξατο ὁ μέγας βοᾶν τὸ «μετανοεῖτε» κατὰ τὸ εἰωθός, ἐκεῖνοι τῷ ξένῳ καὶ ἀλλοκότῳ τοῦ κηρύγματος καταθροηθέντες καὶ τῷ θυμῷ διακαυθέντες, σφοδρῶς ἐπανέστησαν τῷ δικαίῳ, βουλόμενοι αὐτὸν ἀνελεῖν· εἰς λαμπρὰν γὰρ αὐτοὺς ἐξῆπτε μανίαν τὸ καινὸν τοῦ πράγματος καὶ ἀσύνηθες, ἅτε προκατειλημμένους ὄντας, ὡς ὁ λόγος ἐδήλωσε, τῇ δεισιδαίμονι πλάνῃ τῶν Σαρακηνῶν. ἑωρακὼς οὖν ὁ μακάριος τὸ τούτων ἀπηνὲς καὶ ἀτίθασον καὶ κατανοήσας ὡς οὐκ ἄν ποτε τῆς τούτων ἀντιτυπίας περιγένηται σοφῆς τινος ἄτερ ἐπινοίας, τὸν δεύτερον πλοῦν (ὅ φασιν) ἐχρήσατο, τὸν πρῶτον ἀφέμενος· καὶ κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν εὐθυβόλως ἅμα καὶ συνετῶς τὴν ἐκείνων σωτηρίαν ἐμηχανήσατο· εἶχε γὰρ πρὸς τοῦτο καὶ Παῦλον διδάσκαλον. ἐάσας τοίνυν τὸ οὕτω κηρύττειν τὴν μετάνοιαν (ἤδη γὰρ αὐτῷ καὶ δαψιλέστερον ἐπέλαμπεν ἡ τοῦ διορατικοῦ χαρίσματος ἐνέργεια καὶ βαθμῶν ἥπτετο τοιούτων καὶ ἐν τῷ φωτὶ τῆς χαρίτος φῶς προσελάμβανεν), ἐνίους ἐξ αὐτῶν ἀπολαβὼν κατ᾿ ἰδίαν, οὓς ᾔδει τῶν ἄλλων διαφέροντας ἔν τε γνώσει καὶ τῇ παραδοχῇ τοῦ καλοῦ, πρῶτον μὲν λόγοις μειλιχίοις κατεμάλασσεν αὐτῶν τὸ σκληρὸν ὡς οἷόν τε τῆς γνώμης καὶ ἀντίτυπον, εἶτα καὶ ἠρέμα πως καθήπτετο αὐτῶν τῆς καρδίας, ἐλέγχων τὰ τούτοις ἐν κρυφῇ πεπραγμένα, οἷα πάλαι καὶ ὁ ἐμὸς Ἰησοῦς τὴν Σαμαρείτιδα. καὶ τὴν ἐνοῦσαν αὐτῷ πολλὴν τῆς ἀρετῆς περιουσίαν ἐντεῦθεν καταμαθόντες, εὐθέως ὁ μὲν θυμὸς ἔληγε καὶ τὸ ῥαγδαῖον ἵστατο τῆς ὀργῆς καὶ ἡ ἀρετὴ τοῦ ἀνδρὸς τοὺς κεκακωμένους εἰς οἰκοδομὴν κατεδυσώπει. καὶ τῇ ἀπλανεῖ προσετίθεντο πίστει, τὸ μέτρον τῆς ἀπεχθείας εἰς μέτρον μετενεγκόντες εὐνοίας καὶ τῆς εἰς τὸ καλὸν ἐπιδόσεως· ὁδὸς γὰρ ἡ συνήθεια ἐπὶ τὰ μείζω γίνεται καὶ τελεώτερα,
[p. 86] κατὰ τὸν φάμενον. οὕτως ἦν ὁ μακάριος, εἰ καὶ μὴ διὰ λόγου περιουσίαν, ἀλλὰ διὰ τῆς ἀρετῆς, σοφὸς ἁλιεὺς καὶ ψυχὰς ἀνθρώπων θηρᾶν ἐπιστάμενος, λόγοις τε θείοις πάντας ἰθύνειν πρὸς ἀθανασίαν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας, ἀλλ᾿ ἐν διδακτοῖς πνεύματος ἁγίου. ἔκτοτε οὖν ὡς ἐκ θεοῦ πεμφθέντα ἀπόστολον οἱ Κρῆτες πιστεύσαντες, διεφήμισαν ἀνὰ πᾶσαν τὴν νῆσον τὰ περὶ αὐτοῦ καὶ πάντες ἔκτοτε ἐπιεικῶς αὐτῷ προσεφέροντο καὶ ἴσα προσεῖχον θεῷ. καὶ νόμος ἦν ἐκείνοις πᾶν τὸ παρ᾿ αὐτοῦ προσταττόμενον.

21. ἀδείας οὖν τοῦ λοιποῦ λαβόμενος ὁ μακάριος καὶ τὰ εἰωθότα κηρύξας καὶ πάντας φωτίσας καὶ διδάξας καὶ πρὸς τὴν ἀληθῆ πίστιν χειραγωγήσας καὶ ἅπαν σκῶλον ἐκ μέσου θέμενος, ἐκκλησίας τε δειμάμενος ἐν ὅλῃ τῇ νήσῳ οὐκ ὀλίγας καὶ ἱερεῖς καὶ διακόνους καὶ νεωκόρους καὶ τὴν ἄλλην τάξιν πᾶσαν ἐγκαταστήσας καὶ ῥυθμίσας καὶ ὡς δεῖ βιοῦν ἐπισκήψας, ἐφ᾿ ὅλοις τε πέντε ἔτεσι καλῶς διαθέμενος ὅσα κατ᾿ ἔφεσιν αὐτῷ ὑπῆρχεν, ὡς μηδένα τῶν Κρητῶν καταλεῖψαι ἀσυντελῆ τοῦ καλοῦ, ἐξῆλθε μὲν τῆς πόλεως Γορτύνης, ἡμερῶν δὲ τριῶν ὁδὸν διανύσας, ἑσπέρας καταλαβούσης, ἔν τινι τόπῳ κατέλυσεν, ἐν ᾧ δὴ καὶ παλαιτάτου ναοῦ ἐφαίνοντο λείψανα, ὡς ἐκ τῶν γείσων ἐδίδοτο συμβαλεῖν. ᾄσαντι τοίνυν τὴν ἐννύχιον ᾠδὴν καὶ τὴν σταυροφόρον ῥάβδον ἐπὶ γῆς πήξαντι καὶ ὕπνῳ ἑαυτὸν ἀνέντι (πόρρω γὰρ ἦν τῶν νυκτῶν ὁ καιρός), λυχνιαῖον ἔδοξεν ὁρᾶν φῶς ἀπῃωρημένον ἔμπροσθεν τῆς ῥάβδου. καὶ δὴ ἀναστὰς καὶ τὸν ὕπνον ἀποτιναξάμενος, ὕπαρ οὐκ ὄναρ ἦν τὸ φανέν· καὶ λαμπὰς θεία τις, ἀλλ᾿ οὐκ ἔνυλος ἐκ τοῦ σταυροῦ κατεφαίνετο, καὶ φῶς τῷ δικαίῳ ἐπηύγαζε δαψιλές, ἄχρι καὶ λυκαυγοῦς τῆς ὥρας ἑστῶτι καὶ εὐχομένῳ καὶ θεῷ προσάγοντι εὐχαριστηρίους ᾠδὰς τῷ οὕτω τὸ φῶς αὐτῷ ἀρρήτως αἰθριάσαντι.
ἐπεὶ δὲ καὶ αὖθις οὐκ
[p. 88] ἀθεεί, ὡς ἀπὸ τοῦ πράγματός ἐστι μαθεῖν, εἰς τὸν αὐτὸν κατώλισθεν ὕπνον ὁ μέγας, κόσμιόν τι γύναιον ἐδόκει ὁρᾶν, ἐπιτάττον αὐτῷ ἐγεῖραι τὸν πεπτωκότα ναόν, «καθώς» φησί «δέδοκται τῷ τῶν ἁπάντων δεσπότῃ.» τοῦ δὲ πυνθανομένου «καὶ τίς εἴη ἡ ταῦτά μοι κατ᾿ ἐξουσίαν ἐπιτάττουσα,» ἐκείνη «Φωτεινή» ἔφησεν «εἰμὶ ἡ μάρτυς καὶ δούλη τοῦ Χριστοῦ. καὶ εἰ μὴ εἰς πέρας μου τὸ βούλημα ἀγάγῃς, τῆς νήσου ταύτης οὐκ ἀποβήσῃ.» διυπνισθεὶς οὖν ὁ ὅσιος, τὸ ἐναλλάττον τῆς ὄψεως ὑπονοεῖν ἐδίδου ἑαυτὸν ὀνειρώξαντα ἢ ἐλλαμφθέντα τῇ χάριτι. διὸ καί, ὧν ἤκουσε παρὰ τῆς φανείσης ἀλογίσας, τῆς πορείας ἥψατο· καὶ παραχρῆμα τὴν ὀπτικὴν τῶν ὀφθαλμῶν ἀφῄρητο δύναμιν καὶ βλέπειν οὐκ ἴσχυε. τότε ᾔσθετο ὁ δίκαιος θείας βουλῆς εἶναι τὸ ἐπίταγμα. καὶ ἐπεὶ κατέθετο πληρεῖν τὰ ὁρισθέντα, καὶ τὸ φῶς εὐθὺς τῶν ὀφθαλμῶν ἀπελάμβανεν. ἐπεὶ δὲ οὔτε σκαπάνη ἦν τῷ μεγάλῳ οὔτε πτύον οὔτε τις ἕτερος ὁ συναράμενος (ὢ τῶν ἀπορρήτων σου δέσποτα θαυμασίων), στῦλος ὤφθη πυρὸς τῇ ἐπιούσῃ νυκτὶ τοῖς ὁμόροις καὶ προσοίκοις τῶν ἐγχωρίων, ἐν ᾧ τόπῳ ὁ ἅγιος ἵστατο. οἳ καὶ θαυμάσαντες καὶ ἐκπλαγέντες ἐπὶ τῷ καινῷ τοῦ θεάματος καὶ πρὸς τάχος τὸν τόπον καταλαβόντες καὶ τὰ ὀφθέντα τούτῳ ἀκοῇ παραλαβόντες, εἶτα καὶ προτραπέντες ἕκαστος τὰ παρ᾿ ἑαυτοῦ συνεισφέρειν, πάντες ὁμοθυμαδὸν ὑπήκουσαν τῷ κελεύσματι. ὁ δὲ σπουδαίαν θέμενος καὶ νεανικὴν τὴν φροντίδα καὶ θερμοτάτην εἰσενεγκὼν τὴν προθυμίαν, ἐξετελέσθη τὸ ἔργον καὶ ὁ ναὸς ἀπηρτίσθη τῆς μάρτυρος ἐφ᾿ ὅλοις δυσὶν ἔτεσιν. εἶτα καὶ θυσιαστήριον πήξας καὶ ὥσπερ εἰκὸς τοῦτο καθιερώσας, ἱερεῖς τε ἐγκαταστήσας καὶ πᾶσαν ἐκκλησιαστικὴν τάξιν τε καὶ κατάστασιν αὐτοῖς παραδοὺς καὶ πᾶσι συνταξάμενος καί, δόξαν αὐτῷ οὕτως, ἡ θάλασσα αὐτὸν ἐδέχετο. καὶ πεμπταῖος οὐριοδρομήσας Ἐπίδαυρον (ὃν καὶ Δαμαλᾶν εἰώθασι καλεῖν οἱ ἐγχώριοι) κατέλαβεν.

[p. 90]

22. ἀλλ᾿ ἀκόλουθόν ἐστιν, οἶμαι, καὶ τὰ ἐν τῷ πλοίῳ τούτῳ τερατουργηθέντα προθεῖναι τοῖς φιλοθέοις. ἐφιλοχρημάτουν οἱ τοῦ πλοίου ἐκείνου πλωτῆρες καὶ δεινῶς ἡλίσκοντο τῷ δαίμονι τῆς φιλαργυρίας, ὥστε διὰ τοῦτο γυμνῇ τῇ κεφαλῇ, τὸ τοῦ λόγου, χωρεῖν πρὸς πᾶσαν παρανομίαν, ἐπιορκίαις, ἀνδροφονίαις, καὶ λοιπαῖς ἀθεμιτουργίαις ἑαυτοὺς ἀθλίως ἐκδεδωκότες. ἀλλ᾿ ὅρα πῶς ἦν ὁ ὅσιος καὶ σιωπῶσα καὶ φθεγγομένη παραίνεσις, καὶ ὅπως πάντας σοφαῖς ἐπινοίαις μετήρχετο καὶ πρὸς σωτηρίαν ἐπανῆγε, τοῦ βάθους τῶν κακῶν ἐξαιρούμενος· ἐπειδὴ γὰρ πολλὴν ἑώρα τὴν μοχθηρίαν καὶ τὴν σκαιότητα ἐκείνοις ὑποκαθημένην τῷ διορατικῷ τοῦ πνεύματος ὀφθαλμῷ, ἅλατος ἀπόδεσμόν τινα φέρειν τῷ ἑαυτοῦ μανδύᾳ προσεποιήσατο. ὃν ἐκεῖνοι πλὴν ἑνὸς σφόδρα τῆς ἀληθείας ἀποπλανώμενοι καὶ χρυσὸν εἶναι ὑποτοπάσαντες, ἕρμαιον ἡγήσαντο τὸ πράγμα. καὶ εὐθὺς πόνον ἤρξαντο ὠδίνειν καὶ τίκτειν ἀνομίαν, κατὰ τὸ γεγραμμένον, βουλήν τε ἐβουλεύσαντο πονηρὰν καὶ ἣν ὁ ἀεὶ λαθραίως τὰ πονηρὰ σπέρματα ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐνσπείρων τούτοις ὑπέθετο. καὶ ἡ βουλὴ ἦν ὥστε τὸν ἅγιον καταποντῶσαι καὶ τὸ νομιζόμενον χρυσίον κέρδος ἴδιον θέσθαι. ἀλλ᾿ ἐψεύσθησαν τῆς ἐπιβουλῆς οἱ μάταιοι· ἐπεὶ γὰρ ὥρα ἦν τοῦ ἀρίστου καὶ πρὸς τὸ φαγεῖν ἀπέβλεψαν, πρότερον ὡς ἤρξαντο ἤδη τῶν παρακειμένων μεταλαμβάνειν, εἷς ὢν καὶ ὁ ὅσιος εἰς κοινὴν ἑστίασιν συγκατακλιθείς, χρείας ἅλατος ἐν τῷ μεταξὺ γενομένης, λύσας ἐπ᾿ ὀφθαλμοῖς πάντων τὸν ἀπόδεσμον καὶ τὸ ἅλας ἐξαγαγών, προὔθηκεν αὐτοῖς λέγων· «ὑμῖν χρησομένοις κατὰ καιρὸν αὐτὸ οὕτω χιονῶδες καὶ ἀχνῶδες ἐκόμιζον Κρήτηθεν. ἰδοὺ οὖν τὸ θρυλούμενον ἀπειληφότες, τοὺς περὶ αὐτοῦ λογισμοὺς ἀπορρίψατε.» οἱ δὲ ταῦθ᾿ ὡς ἤκουσαν, καὶ τῷ ἀλαθήτῳ τοῦ ὁσίου ὡσπερεὶ
[p. 92] πληγέντες, φόβου πλήρεις ἐγένοντο καὶ μεστὴν εἶχον σάλου τὴν καρδίαν· εἶτα καὶ πρηνεῖς πεσόντες, συγγνώμην ἐξῃτοῦντο ἐφ᾿ οἷς ἥμαρτον. καὶ ὅρα μοι τὸ τούτου ἀνεξίκακον· παραυτὰ γὰρ καὶ συγγνώμης μετέδωκε. καὶ ἡ μεταβολὴ τοῦ τρόπου τῇ συγγνώμῃ ἐξηκολούθησεν, ὡς αὐτὸς ἐκεῖνος ὕστερον ἐξηγήσατο ὁ τῆς πονηρᾶς ὅλως βουλῆς μὴ κοινωνῶν τοῖς ἑτέροις.

23. ὡς οὖν τὰ κατὰ γνώμην τῷ μακαρίῳ ἀπήντα εἰς πέρας, καὶ τῷ Δαμαλᾷ ἐπιδημήσας ὁ ὅσιος, καὶ τῷ κηρύγματι τῆς μετανοίας πάντας πρὸς τὴν ἀληθινὴν ἐπίγνωσιν τῆς ἀληθείας ἐπανῆξεν, ἔγνω καὶ πρὸς τὴν τοῦ Κέκροπος ἀπαίρειν· ἥδιον γὰρ ἦν αὐτῷ καὶ λίαν ἐράσμιον πάντα τὸν κόσμον, εἰ οἷόν τε, ἐν ἀκαριαίᾳ καιροῦ ῥοπῇ τῷ φωτὶ περιλάμψαι τῆς ἀληθείας καὶ υἱοὺς φωτὸς καὶ ἡμέρας πάντας ἀναδεῖξαι διὰ τῆς μετανοίας.
δυσὶ τοιγαροῦν πλοίοις περιτυχὼν μέλλουσιν ἀποπλεῖν ἐν Ἀθήναις, ἅτερον τῶν πλοίων τοῦτον ἐδέξατο καὶ τὰ σκάφη τὸν πλοῦν ἄμφω ἤνυον. ὡς γοῦν τῇ Αἰγίνῃ νήσῳ προσεπέλασαν τὰ πλοῖα, καὶ χρεία ἦν ὕδατος τοῖς ναυτιλλομένοις, ἐξῆλθον ἐκεῖνοι ὑδρεύσασθαι ἐν Σαλαμῖνι τῇ νήσῳ τῇ ἀγχιτερμονούσῃ ταῖς Ἀθήναις, οἷς συνεξεληλύθει καὶ ὁ μέγας. ἀλλ᾿ οἱ μὲν ἄλλοι θᾶττον ἐν ταῖς ναυσὶν ἐπαλινδρόμησαν· αὐτὸς δὲ μόνος ὑπερετίθετο τὴν ἐπάνοδον, ἐπειδὴ προεώρα καὶ τὸ ἐσόμενον· μόλις δὲ τέως ἐπανῆκε τῆς νήσου ἐλαίῳ διάβροχος, πλεῖστα τῶν ναυτικῶν ἐγκαλούντων μὲν αὐτῷ τῆς βραδύτητος, θαυμαζόντων δὲ αὐτῶν τῆς ἐν οὕτω ἀοίκῳ νήσῳ τῆς ἐλαίου εὐπορίας, ἀλλὰ μὴν καὶ τοῦ ἐξ αὐτοῦ λούματος, ὃ δὴ καὶ λόγοις ἀρρήτοις ἀνέκφραστον διαμεμένηκε, μηδενὶ ἀνθρώπων τοῦτο τοῦ ὁσίου ἀποκαλύψαι θελήσαντος. ἐκεῖνος δὲ τέως καὶ αὖθις παρῄνει τούτοις συμπαραμένειν αὐτῷ. ὧν οἱ μὲν τοῦ ἑνὸς πλοίου κυβερνῆται πειθαρχοῦντες ὤφθησαν τῷ ἁγίῳ· οἱ δ᾿ αὖ τοῦ ἑτέρου ἀπόνοιαν
[p. 94] νοσοῦντες, οὔ τι μετρίαν καὶ μηδένα λόγον ποιησάμενοι τῶν παρ᾿ αὐτοῦ λεγομένων, αὐθωρὸν τῆς νήσου ἐξώρμησαν. ἱκανῆς οὖν ὥρας διϊππευσάσης, «ἰδού,» εἶπεν ὁ μέγας «ὦ τεκνία μου, τὰ κυνάρια τὸ βρῶμα ἥρπασαν καὶ ἐντεῦθεν γεγόνασιν. ἄγωμεν λοιπὸν ἐντεῦθεν.» ἐξορμήσαντος οὖν τοῦ πλοίου, ἥμερος αὐτῷ καὶ εὐγάληνος ὁ πλοῦς ταῖς τοῦ μεγάλου πρὸς θεὸν ἱκεσίαις γεγένηται, ὥστε καὶ τὰς Ἀθήνας ἐν ἀκαρεῖ κατειληφέναι, ὅτε καὶ δῆλα γέγονε τοῖς ναυτικοῖς τὰ συμβάντα τοῖς μὴ ἀνασχομένοις ὑπεῖξαι τῇ παραινέσει τοῦ ἁγίου· ἅμα γὰρ τῷ ἀποπλεῦσαι τῆς νήσου, πειρατικοῖς πλοίοις ὑποπεσόντες, αἰχμάλωτοι ἐλεεινῶς εἰς τὴν βάρβαρον ἀπηνέχθησαν. ἐκπλαγέντες οὖν τῇ προγνώσει τοῦ ἁγίου, προσέπιπτόν τε αὐτῷ καὶ χάριτας ὡμολόγουν.

24. εἶχον οὖν Ἀθῆναι τὸν ὅσιον, καὶ ὁ καιρὸς ἐκάλει τὰ εἰωθότα αὐτῷ ἐκτελεῖν. καὶ ἐπεὶ τὸ ἐπίνειον κατέλαβε τῆς πόλεως, ἔνθα δὴ ὁ περιώνυμος ἵδρυται ναὸς θεῖος τῆς Θεομήτορος, ἐναφίει φωνὴν καὶ τυρσηνικῆς σάλπιγγος εὐηχεστέραν ἐπὶ τῷ κηρύγματι τῆς μετανοίας. οἱ δέ γε πολῖται, εὐσεβείᾳ καὶ μάλα κοσμούμενοι καὶ πίστει ἀκραιφνεστάτῃ τῶν ἐκείνου λόγων τοῦ σωτηρίου κηρύγματος, ὥσπερ ὑπό τινων ἀψευδῶν Σειρήνων ἁλόντες, ἐς τοσοῦτον αὐτὸν καὶ ἠγάπησαν καὶ ἐσεβάσθησαν, ὡς μικροῦ δεῖν καὶ ἅπερ πάλαι Λυκάονες πρὸς Παῦλον ὤφθησαν καὶ Βαρνάβαν ποιοῦντες, ταῦτα καὶ οὗτοι πρὸς αὐτὸν ποιεῖν ἤθελον. καὶ ἦν ἰδεῖν αὐτοὺς μονονουχὶ χαίνοντας καὶ ὅλους ἐκκρεμεῖς τῆς ἡδίστης ἐκείνου φωνῆς· οὗ χάριν καὶ τάχιον ἐξ αὐτῶν ἀπεληλύθει.
[p. 96]

25. ἀλλ᾿ ἐνταῦθά μοι σκόπει τὸ τοῦ ὁσίου ἄτυφον καὶ μισόδοξον καὶ ὅπως τοσαύτην ἐκέκτητο τὴν πρόνοιαν τὰς ἐξ ἀνθρώπων τιμὰς ἀποδιδράσκειν ὅση τοῖς ἄλλοις ἐπιθυμία δόξης ἀξιοῦσθαι. ἀπάρας οὖν ἐκεῖθεν, τὴν Εὔβοιαν καταλαμβάνει, ἣν δὴ καὶ Εὔριπον κεκλήκασιν οἱ ἀνέκαθεν μεταφορικῶς ἀπὸ τῆς ἐν αὐτῇ τοῦ παλιρρόου ῥοθίου συνεχοῦς μεταβολῆς, εἶτ᾿ οὖν μεταπτώσεως, ἑπτάκις γινομένης, ὡς λόγος ἐστίν, ἐφ᾿ ἑκάστῳ ἀεὶ ἡμερονυκτίῳ, τοῦ συμβόλου δηλοῦντος, ὡς οἶμαι, καὶ διδάσκοντος τοὺς δυναμένους τῇ τοῦ νοὸς ἐπιστασίᾳ τὸν λογισμὸν ἐμβαθύνειν ἀπλανῶς καὶ φιλαλήθως τεκμαίρεσθαι, ὡς οὐχ ἁπλῶς οὕτω καὶ ὡς ἔτυχε συμβαίνειν σπουδῆς ἄνευ ἀνθρωπίνης καὶ τέχνης τὴν τοιαύτην τοῦ θαλαττίου κύματος παλίρροιαν, ἀλλά τινα δύναμιν εἶναι μυστηρίου ἐγκεκρυμμένην τῷ πράγματι, ἐν ᾗ θεωρεῖται τὸ ῥευστὸν καὶ ἄστατον καὶ ἀβέβαιον καὶ εὐμετάβλητον, μηδὲν ὅλως στάσιμον ἔχον ἢ μόνιμον, τῆς ἑβδομάδος ταυτησὶ χιλιονταετηρίδος ζωῆς ἅμα καὶ βιοτῆς· ἔδοξε γὰρ τῷ τεχνίτῃ λόγῳ κἀν τούτῳ τῷ μέρει ὄνησιν οὐ τὴν τυχοῦσαν καρποῦσθαι τοὺς δυναμένους ἀεὶ ταῖς ἀμείνοσι θεωρίαις προσκεῖσθαι καὶ ἀνάγειν διὰ παντὸς τὰ ὁρώμενα καὶ φθειρόμενα πρὸς ὕψος θείων νοημάτων καὶ ἐκ τῶν κρειττόνων.

26. ἐπιστὰς δὲ τέως τῇ Εὐβοίᾳ ὁ μέγας, ὡς λέλεκται, καὶ ὥσπερ ἐπ᾿ ὀκρίβαντος στὰς ἐπὶ τοῦ τείχους, τοῦ ἀκουστὸν γίνεσθαι τὸ κήρυγμα, δι᾿ ὅλης τῆς νυκτὸς καὶ τῆς ἡμέρας τὰ εἰωθότα ἐβόα, τὸ «μετανοεῖτε.» οἱ δὲ παῖδες τῶν τὴν Εὔβοιαν οἰκούντων παιδιάν, οἷα φιλεῖ πολλάκις, τὸ τοῦ κηρύγματος ἀσύνηθες ἡγησάμενοι, παμπληθεῖς συνέρρεον τῷ τόπῳ ἐν ᾧ ὁ ἅγιος ἵστατο. τί οὖν ὁ βάσκανος ἐχθρὸς καὶ Βελίαρ μὴ φέρων ὁρᾶν τὴν ἐπιστροφὴν τῶν ἁμαρτωλῶν καὶ σωτηρίαν, ἔσπευσε κἀνταῦθα τὸ οἰκεῖον κακότεχνον
[p. 98] ἐνδείξασθαι. διὸ δὴ καὶ ἕνα τῶν μειρακίων ἀοράτως ὠθήσας ὁ παλαμναῖος ἀπὸ ἄνωθεν ἐκ τῶν τοῦ τείχους ἐπάλξεων κατήνεγκεν ἕως γῆς. βοῆς δὲ γενομένης πολλῆς καὶ λαοῦ οὐκ ὀλίγου συνδεδραμηκότος, οὐδεὶς ἦν ᾧ μὴ δόξαν ἦν τὸν παῖδα τῇ γῇ προσαραχθέντα μὴ συντριβῆναι καὶ πικρῷ θανάτῳ ἀοράτως τελευτῆσαι. οἱ δ᾿ αὖ τοῦ παιδὸς γεννήτορες μικροῦ καὶ διασπᾶν ἤθελον τὸν ὅσιον, ὡς δῆθεν αἴτιον γεγονότα τῆς συμφορᾶς. ὁ δὲ ἠρέμα καὶ ἡσυχῇ πρὸς αὐτοὺς «ζῇ» ἔφησεν «ὁ παῖς ὑμῶν· ζῇ καὶ οὐδὲν τούτῳ συνέβη δεινόν, ὡς νομίζετε.» ἐπεὶ δὲ τοῦτον εἶδον οἵ τε γονεῖς αὐτοῦ καὶ ὁ λοιπὸς λαὸς ὑγιῆ καὶ κινδύνου ἀνώτερον, ἔμειναν ἀχανεῖς, ἀγάμενοι καὶ διαπορούμενοι ἐπὶ τὸ ὁρώμενον. εἶτα καὶ ὡς οὐκ ἀθεεὶ γενέσθαι τὸ σημεῖον καλῶς κρίνοντες, ἤροντο τὸν παῖδα ἐν ἐκπλήξει πολλῇ. ὁ δὲ «ὁ μοναχὸς οὗτος» ἔλεγεν «ὁ τὸ ϠμετανοεῖτεϠ βοῶν ἐν ἀέροις φθάσας, ἐδέξατό με καὶ οὐκ εἴασε προσαραχθῆναι τῇ γῇ.» ἔκτοτε οὖν φόβῳ ληφθέντων πάντων οὔ τι μετρίως, ὡς ἀγγέλῳ θεοῦ προσεῖχον τῷ μακαρίῳ. ὁ δέ γε μεῖραξ ἐκεῖνος μικρῷ ὕστερον τὸν ἀπράγμονα βίον ζηλώσας, τὴν κόμην ἀπέθετο καὶ συνᾴδουσαν τῷ ἐπαγγέλματι πολιτείαν μετῆλθε· δι᾿ ἧς καὶ τῷ θεῷ εὐαρεστήσας πρὸς κύριον ἐξεδήμησεν.

27. ἀλλ᾿ ὁ λόγος καὶ ἕτερον θαῦμα λέγειν βούλεται· γυνὴ γάρ τις ἐν τῷ Εὐρίπῳ ἄλφιτα φυρῶσα καὶ ὕδατος ἐν χρείᾳ γενομένη, ἀφῆκε τὴν ἑαυτῆς θυγατέρα θᾶττον ὕδωρ κομίσασθαι. ἐπεὶ δὲ φρέαρ ἦν ἀγχοῦ που τῆς σφῶν οἰκίας, πολλῆς γέμον τῆς δυσωδίας καὶ πονηρῶν πνευμάτων ὑπάρχον οἰκητήριον, συνηρπάγη ἡ κόρη ἐξ ἁπλότητος πρὸς τὸ κατεπεῖγον ὕδωρ ἀνιμήσασθαι ἐκ τοῦ τοιούτου φρέατος. καὶ ὡς καθῆκε τὴν ὑδρίαν ἐν τῷ φρέατι, πονηρὸν πνεῦμα κάτωθεν ἐξελθὸν ἐν εἴδει κόρακος ὑπέδυ τῇ κόρῃ· καὶ εὐθὺς τῷ ἐδάφει προσαραχθεῖσα, οἰκτρὸν ὡρᾶτο θέαμα· ἐκυλίετο γὰρ
[p. 100] ἀφρίζουσα καὶ στροβουμένη καὶ τὰ λοιπὰ ποιοῦσα τῶν δαιμονιζομένων. ἡ δ᾿ αὖ μήτηρ αὐτῆς, ἀσχάλλουσα ἐπὶ τῇ βραδυτῆτι, ἐξῆλθε κατ᾿ αὐτῆς ὀργιζομένη. ἣν καὶ οὕτω πάσχουσαν ἐλεεινῶς κατιδοῦσα, ἐπλήγη τὴν καρδίαν καὶ ἀφασίᾳ συνεσχέθη· μικροῦ καὶ διαπεφώνηκεν ἄν, εἰ μὴ τάχιον εἰς μνήμην ἦλθε τοῦ μακαρίου· ἔναυλον γὰρ ἦν αὐτῇ τὸ γεγονὸς εἰς τὸν παῖδα σημεῖον. βαστάσασα οὖν τὴν κόρην, ἅμα τῷ συρρεύσαντι πλήθει πρὸς αὐτὸν παρεγένετο· ἣν δὴ καὶ ῥίψασα ἐπὶ τοῦ ἐδάφους, πολλή τις ἦν κοπτομένη καὶ ποτνιῶσα ἐν θερμοῖς τοῖς δάκρυσιν ἀμῦναι τῷ πάθει τῇ πρὸς θεὸν αὐτοῦ παρρησίᾳ. ὁ δὲ πρῶτα μὲν ἀνανεύων ἦν, τὸ φιλότιμον δήπουθεν ἀποδιδράσκων καὶ «μείζων ἢ καθ᾿ ἡμᾶς,» τῷ περιόντι τῆς ταπεινοφροσύνης ἔλεγεν, «ὦ γύναι, ἡ αἴτησίς σου.» ἐπεὶ δὲ ἐκείνη οἰκτρόν τι ἔτι καὶ δακρυῶδες ἐπικωκύουσα καὶ μεθ᾿ ὅσης τῆς περιπαθείας ἀντιβολοῦσα καὶ τί μὴ λέγουσα, τί μὴ ποιοῦσα τῶν ὅσα πρὸς ἔλεον ἐπαγωγὰ ἦν καρδίαν ἐπισπάσασθαι, ἐπικλασθεὶς ὁ τὴν ψυχὴν συμπαθέστατος καὶ τὴν καρδίαν ἔχων ἀεὶ πρὸς οἶκτον ἑτοιμοτάτην, τὰ γόνατα τῷ θεῷ κλίνας, τοῦ ἐδάφους γίνεται, εὐχὴν ὑπὲρ τῆς κόρης ποιούμενος. εἶτα τοῦ ἐδάφους ἀναστὰς καὶ ἁλύσει δεσμήσας τὴν πάσχουσαν, ἅμα τῷ λοιπῷ λαῷ λιτανεύων, παρεγένετο ἄχρι τοῦ φρέατος· ἔνθα καὶ αὖθις εὐξάμενος καὶ τῷ ἀκαθάρτῳ πνεύματι ἐπιτιμήσας, ῥῖψαν αὐτὴν ἐκεῖνο ἐπὶ γῆς καὶ σπαράξαν ἐξῆλθεν ἀπ᾿ αὐτῆς ἐν εἴδει κόρακος ἐπ᾿ ὀφθαλμοῖς πάντων καὶ τῷ φρέατι αὖθις ὑπέδυ· ὅπερ καὶ παραχρῆμα κατεχώσθη ὑπὸ τοῦ πλήθους κελεύσει τοῦ ἁγίου ἕως αὐτοῦ ἰσοπέδου.

28. ἐκπλαγεὶς οὖν ὁ λαὸς ἅπας καὶ θαυμάσας τῆς τε μεγαλουργίας καὶ τῆς πρὸς θεὸν παρρησίας τὸν ὅσιον, ὡς κρείττονι λοιπὸν ἢ κατ᾿ ἄνθρωπον αὐτῷ προσέχειν, ἐκεῖνος τὸ μισόδοξον μηδαμῶς εἰδὼς ἀποβαλεῖν, εὐθέως ἐκεῖθεν
[p. 102] ἀναζεύξας, ταῖς ἑπταπύλοις καὶ Καδμείαις Θήβαις παρέβαλεν. ἐν αἷς καὶ κηρύξας ἐφ᾿ ἱκανὸν τὴν μετάνοιαν, πρὸς τὴν τοῦ Πέλοπος ἔγνω ἀπαίρειν. ὅτε καὶ κατὰ συγκαιρίαν ἀνδρί τινι Λάκωνι περιτυχὼν ἀλκιμωτάτῳ ἵππῳ ἐποχουμένῳ τὴν πορείαν ὡς ἐπὶ Κόρινθον μέλλοντι ποιεῖσθαι, πρὸς ὄνομα καλέσας αὐτόν, ἠξίου λαβεῖν αὐτοῦ τὸν μανδύαν ἄχρι Κορίνθου. ὁ δὲ θεῖον εἶναι τὸν ἄνδρα διεγνωκὼς καὶ μάλιστα διὰ τῆς ἐξ ὀνόματος κλήσεως, μετὰ πλείονος ὅσης αἰδοῦς ἐδέξατο τὸν μανδύαν. καὶ διανυκτερεύσας σὺν τάχει πολλῷ, τὴν Κόρινθον ἅμα φωτὶ κατέλαβε. μέλλων δὲ κατὰ σπουδὴν αὐθωρὸν ἀπιέναι ἐν τῇ ἰδίᾳ πατρίδι τῆς Λακεδαίμονος, διελογίζετο τίνι ἄρα καὶ παραθῇ τὸν μανδύαν. ὡς οὖν ταῦτα διελογίζετο, χρείας τινὸς καταλαβούσης ἐξελθεῖν ἐν τῇ ἀγορᾷ, ὁρᾷ τὸν μακάριον ἐπάνω τῆς ἐκεῖσε οὔσης ἁψῖδος, ἔνθα δὴ καὶ ὁ θεῖος ναὸς ἵδρυται τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἑστῶτα καὶ τὰ εἰωθότα κηρύττοντα. οὗ καὶ πλησίον ὁ Λάκων γενόμενος, ἐπυνθάνετο, νικώμενος ὑπὸ τοῦ θαύματος, πῶς ἄρα οὗτος ἐν ἀκαρεῖ πεζῇ τὴν πορείαν ἀνύων παρεγένετο, αὐτὸς ἔφιππος ὢν καὶ ἀπνευστὶ τὴν ὁδὸν βαδίζων, μόλις ἴσχυσε διὰ πάσης τῆς νυκτὸς Κορίνθῳ δὴ ἀφικέσθαι ἐπιφωσκούσης τῆς ὑστεραίας. ὁ δὲ ἅγιος μικρὸν ὑπομειδιάσας, «πίστευσον,» εἶπεν, «ὦ τέκνον, τῇ προτεραίᾳ περὶ ὥραν ἐνάτην ἐνταῦθα παραγέγονα.» ἐμαρτύρουν δὲ τοῦτο καὶ οἱ τὴν Κόρινθον οἰκοῦντες, ὅσοι δηλονότι τῇ προτεραίᾳ τοῦτον εἶδον παραγενόμενον. καὶ ὁ Λάκων ὑπερεκπληττόμενος πρὸς πολλοὺς ἦν, τὸ πρᾶγμα διηγούμενος. ἦν δὲ καὶ τοῦτο οὐ κατὰ τὸ δόξαν ἢ κατά τινα συντυχίαν γεγενημένον, ἀλλὰ προοίμιον τοῦ μέλλοντος, μονονουχὶ δηλοῦντος τοῦ πράγματος τὸ καὶ αὐτὸν ἐκεῖνον ὅσον οὔπω παρατεθήσεσθαι τῇ Λακεδαίμονι θησαυρὸν ἄσυλον καὶ ἀδαπάνητον.

[p. 104]

29. τότε δὲ τέως μικρὸν προσδιατρίψας τῇ Κορίνθῳ ὁ ὅσιος καὶ πολλοὺς φωτίσας τῶν αὐτόθι διὰ τοῦ κηρύγματος τῆς μετανοίας, τῇ συνεργίᾳ τῆς χάριτος ἥψατο καὶ τῆς πρὸς τὸ Ἄργος φερούσης. καὶ δὴ καταλαβὼν τὸ Ἐνόριον (χῶρός τίς ἐστιν αὐτὸ ἀνδρῶν γηπόνων καὶ ἀγροίκων ἐνδιαίτημα), διδάξας ἐφ᾿ ἱκανὸν καὶ αὐτοὺς καὶ πρὸς ἐπιστροφὴν καὶ μετάνοιαν πάντας ὁδηγήσας καὶ μέλλων ἤδη ἐξιέναι, ἄγνοιαν τῆς ὁδοῦ προσεποιήσατο καὶ προπομπὸν ἐξῃτήσατο, οὐχ ἵνα προπέμψῃ τὸν μὴ ἀγνοοῦντα, ἀλλ᾿ ἵνα θεωρὸς γένηται φρικτοῦ θεάματος, ὅπερ αὐτῷ μετ᾿ οὐ πολὺ παραδηλῶσαι ἔμελλεν, εἰδώς, ὡς ἔοικε, καὶ πρὸ τοῦ αἰτήσασθαι ἄξιον εἶναι τούτου τὸν δοθησόμενον. οἱ δὲ προθύμως ὑπήκουσαν τῷ ἁγίῳ. ὡς δὲ τὴν ὁδὸν ἄμφω ἤνυον, καὶ συχνῶς ἦν στενάζων ὁ προπομπὸς καὶ σχετλιάζων, λέγει αὐτῷ ὁ μακάριος· «ὡς ἔοικεν, ὦ τέκνον, διὰ τὸν πρὸ τριῶν ἡμερῶν τετελευτηκότα σου υἱὸν μύχιον οὕτω στένεις καὶ ὀδυνηρῶς διάκεισαι· ἀλλ᾿ εἰ καὶ ὁ παῖς νόσῳ κατείργαστο, ἡ τούτου μήτηρ μεθ᾿ ἡμέραν εὐεκτοῦσα ἐνάτην ἄφνω οἰχήσεται, τῆς θείας τοῦτο προνοίας συμφερόντως οἰκονομούσης. ἀλλ᾿ ἄπιθι, τέκνον, καὶ φέρε πάντα γενναίως, ὅσα θείῳ συμβαίνει βουλήματι· στεφάνων γὰρ τὰ τοιαῦτα τοῖς ὑπομένουσι πρόξενα.» συνταξάμενος τοίνυν ὁ μέγας τῷ ἀγρότῃ, εἴχετο τῆς προκειμένης ὁδοῦ. ἐκεῖνος δὲ μικρὸν παλινοστήσας, ἐπ᾿ αὐτόθι πού τινος ἀνῆκεν ἑαυτὸν ἀναπαύλης μικρᾶς ἕνεκεν. ἀλλ᾿ ὦ πῶς ἂν ὁ λόγος δηλώσῃ τὸ καὶ λίαν μὲν ἀληθές, πιστευθῆναι δὲ διὰ τὴν ὑπερβολὴν κομιδῇ δυσχερές πεφύκασι γάρ πως οἱ ἄνθρωποι πρὸς τὴν οἰκείαν ἀφορῶντες ἀσθένειαν τὰ παράδοξα πολλάκις τῶν πραγμάτων καὶ ὑπὸ τῆς θείας χάριτος εἰς τιμὴν τῶν ἁγίων τερατουργούμενα ἀδύνατα οἴεσθαι καὶ μὴ ῥᾳδίως πιστεύειν ταῦτα ἢ παραδέχεσθαι· ἐν ὅσῳ γὰρ ὁ μακάριος τὴν ὁδοιπορίαν ἤνυε διὰ τῆς παρακειμένης τῷ τόπῳ κοιλάδος,
[p. 106] καθαρῶς ἑώρα αὐτὸν ὁ ἀγρότης, ἐν περιόπτῳ τὴν ἀνάκλισιν κεκτημένος, τὴν θέσιν ὑποδυόμενον, ἀλλὰ τοὐναντίον μετέωρον ἄφνω καὶ ἐναέριον καὶ φωτὶ λαμπάδων καταστραπτόμενον. καὶ τοῦτο ἦν ὁρῶν ὁ ἀγρότης, ἕως τῶν ὀφθαλμῶν αὐτοῦ ἀπέδυ ἀεροβατῶν ὁ ὅσιος. οἴκαδε οὖν ἐπανήκων πάνθ᾿ ὅσα ὄψει τε καὶ ἀκοῇ παρειλήφει μεθ᾿ ὅσης τῆς ἐκπλήξεως διηγεῖτο. καὶ πάντες οἱ ἀκούοντες σὺν θάμβει πολλῷ δόξαν τῷ θεῷ ἀνέπεμπον τῷ οὕτω ποιοῦντι μεγάλα καὶ ἐξαίσια ἐν τοῖς αὐτοῦ ἐκλεκτοῖς· ἐξέλιπε γὰρ καὶ ἡ τοῦ ἀγρότου σύζυγος, καθὼς αὐτῷ προεῖπεν ὁ μακάριος.

30. οὕτω τὰ τοῦ θείου Νίκωνος κρείττων παντὸς λόγου καὶ διανοίας. καὶ γὰρ ὡς τοῦ Ἄργους καὶ αὐτοῦ Ναυπλίου ἐπέβη, διαπρυσίως κηρύττων τὴν μετάνοιαν, παρέβαλε καὶ τῇ οἰκίᾳ Ἰωάννου ἐκείνου, ᾧ Βλαβεντέριος ἦν τὸ ἐπώνυμον· καὶ τοῦτον εὑρὼν ἔκ τινος περιοδείας καὶ γοητικῆς μαγγανείας ἅμα τῇ ἰδίᾳ θυγατρὶ νόσῳ χαλεπῇ καὶ χρονίᾳ κατεργασθέντα καὶ μηδ᾿ ὁπωσοῦν ἐλπίδα κεκτημένον ἀνακλήσεως, τῷ ἄσθματι δὲ μόνον νεκροὺς εἶναι μὴ πιστευομένους, φιλανθρώποις τούτους ἰδὼν ὀφθαλμοῖς καὶ τῷ πάθει ἐπικλασθεὶς εὐθὺς εἰς εὐχὴν ἔστη. τῇ δὲ εὐχῇ καὶ τῇ τῆς θείας προσηγορίας ἐπῳδῇ, ἔτι δὲ καὶ ἁφῇ τῆς χειρὸς τὰς ὀδύνας ἔλυσε, καὶ τοὺς οὕτω κακῶς μέλλοντας κινδυνεύειν ἰάσατο, φωράσας καὶ τὴν αἰτίαν δι᾿ ἣν ἔμελλον ἀθλίως κινδυνεύειν, καὶ θριαμβεύσας τὴν γοητικὴν μαγγανείαν, κεχωσμένην οὖσαν καὶ κατορωρυγμένην παρὰ τὴν ῥίζαν τοῦ δένδρου, οὗ περιίστατο εἰς τὸ μέσαυλον τῶν οὕτω μελλόντων χαλεπῷ μόρῳ τοῦ βίου ὑπεξελθεῖν, εἰ μὴ θᾶττον ἀνῄρει τὴν αἰτίαν τῆς συμφορᾶς ὁ ὅσιος.

31. καὶ τὰ μὲν δὴ κατὰ τὸ Ἄργος αὐτῷ τοιαῦτα, καὶ πολλοὶ
[p. 108] οἱ ὑπ᾿ αὐτοῦ ἀναδειχθέντες ἀρετῆς ἐργάται καὶ θεοσεβείας ἐρασταὶ ἐπ᾿ αὐτῷ δὴ τῷ Ἄργει καὶ τῷ Ναυπλίῳ. ἐκεῖθεν δὲ ἀποφοιτήσας, εὐθὺ τῆς Σπάρτης ἐχώρει. εἶτα τὴν Δωριέων χώραν καταλαβὼν καὶ δύο ναοὺς ἱεροὺς ἐκεῖσε δειμάμενος καὶ πᾶσι τὴν μετάνοιαν κηρύξας, πρὸς Μαῒνην παρεγένετο, κἀκεῖθεν πρὸς Καλαμάταν μετέβη. εἶθ᾿ οὕτως εὐθὺ Κορώνης καὶ Μεθώνης καὶ Μισύνης (ἣν καὶ Βουρκάνον ἐγχωρίως καλοῦσιν) ἐπιβάς, εἰς Ἀρκάδας ἀφίκετο.
εἶτα καὶ λοιπὰς πάσας κωμοπόλεις διαδραμὼν καὶ πλήθη ἄπειρα πρὸς μετάνοιαν ὁδηγήσας καὶ πρὸς τὴν ἀμείνω ζωὴν χειραγωγήσας, τῆς πρὸς τὴν Σπάρτην φερούσης ἥψατο.

32. φθάσας δέ τινα τόπον (ὃν καὶ Μῶρον καλεῖν εἰώθασιν οἱ προσοικοῦντες τῷ τόπῳ), μικρὸν νοσήσας καὶ ἄντρῳ τινὶ παραβαλὼν ἐν καλῷ κειμένῳ τοῦ παρακειμένου ἐκεῖσε τόπου καὶ τῷ ἐδάφει ἀνακλιθείς, ἔκαμνε τῇ νόσῳ καὶ πονηρῶς εἶχε τῷ σώματι. πυρετὸς δ᾿ ἦν σφόδρα καὶ διακαὴς ἡ πιέζουσα νόσος. πλὴν οὐδὲν καινὸν οὐδὲ ξένον, εἰ κακοπαθεῖν ἐπέρχεται καὶ τοῖς ἁγίοις εἰς κάθαρσιν τῆς μικρᾶς ἰλύος, εἴτε εἰς βάσανον ἀρετῆς καὶ πεῖραν φιλοσοφίας εἴτε καὶ εἰς παίδευσιν τῶν ἄλλων, μανθανόντων ἐν ἐκείνοις τὸ καρτερεῖν καὶ μὴ ἐκκακεῖν ἐν ταῖς ἐπιφοραῖς. ἐπεὶ δὲ οὔπω ἦν ὁ μέγας τῆς τελειωτικῆς χάριτος τετυχηκώς, τοῦ θείου φημὶ καὶ μεγάλου σχήματος, ὁ τοῖς ἔργοις αὐτοῖς ἐπιφερόμενος καὶ πρότερον τὸ τέλειον, μετακαλεσάμενος τοὺς προσοικοῦντας τῷ τόπῳ ἱερεῖς καὶ μονάζοντας, ἠξίου τυχεῖν τοῦ θείου καὶ μεγάλου σχήματος. οἳ καὶ ὅσα νόμος ἐπ᾿ αὐτῷ τελέσαντες, περιβάλλουσιν αὐτῷ τὰ σύμβολα τῆς πρὸς ζωὴν ἀγούσης, καὶ ἀποστολικόν φημι καὶ μακάριον σχῆμα. ὡς δὲ πλῆθος συνῆκτο λαοῦ τῶν γλιχομένων τυχεῖν τῆς ἐκ τούτου εὐλογίας (εἷλκε γὰρ πάντας πρὸς ἑαυτὸν τῇ τῆς ἀρετῆς ἴυγγι),
[p. 110] δίψει σφοδροτάτῳ ληφθέντες, λιποψυχίᾳ πάντες συνείχοντο. οὐδαμῶς γὰρ ἦν κατ᾿ ἐκείνῳ τῷ τόπῳ ὕδωρ ἢ ἰκμὰς λιβάδος τις ὁπωσοῦν. οὓς καὶ οὕτω δεινῶς τῇ δίψει πιεζομένους ὁ ὅσιος θεασάμενος, ἔπαθε τὴν ψυχὴν ἐπ᾿ αὐτοῖς· καὶ τῷ ἐδάφει ἑαυτὸν προσκαταβαλών, ηὔξατο· εἶτα καὶ τῇ σταυροφόρῳ ῥάβδῳ πλήξας τὴν γῆν ἐπ᾿ ὄψει πάντων, παραχρῆμα κρουνηδὸν τὸ ὕδωρ ἀνέβλυσεν, οὕτω καθαρὸν καὶ διαυγές, οὕτω πότιμον καὶ νεκταρῶδες, ὡς καὶ αὐτὴν τὴν ὄψιν εὐφραίνειν τῇ καθαρότητι πρὸ τῆς γεύσεως, τῇ δὲ ἡδύτητι καὶ αὐτὴν ἀποκρύπτειν τὴν τοῦ Ὑμηττίου μέλιτος γλυκύτητα. τὸ δὲ θαυμαστὸν καὶ λόγου παντὸς ὑψηλότερον, ὅτι εὐχῇ μόνῃ καὶ πληγῇ ῥάβδου τὸ ὕδωρ οὕτω κρουνηδὸν ἀνέβλυσε, καθὰ καὶ μέχρι τῆς δεῦρο αὐτὴ ἡ γεῦσις τοῦ ὕδατος τοῖς ἀγνοοῦσι διδάσκαλος καὶ μηνυτὴς γίνεται τοῦ θαύματος. ἐξ οὗπερ ἐμφορηθέντες ἅπαντες οἱ τῷ δίψει τότε συνεχόμενοι, δόξαν τῷ θεῷ ἀνέπεμπον καὶ χάριτας ὡμολόγουν τῷ τούτου θεράποντι. τί τοίνυν ἡ ταῦτα θαυματουργήσασα ῥάβδος τῆς μωσαϊκῆς ἐκείνης διενήνοχεν, εἴ γε καὶ αὕτη ὥσπερ κἀκείνη τῷ πλῆξαι μόνον ὕδωρ ἐπήγασεν εἰ μή τοί γε μᾶλλον τολμήσας τις τὸ πλεῖον ταύτῃ προσνέμοι τῶν ἐγκωμίων, διὰ τὸ ἐκείνην μὲν καὶ σταυρὸν εἰκονίζειν ἐν ταῖς παραδοξοποιίαις, τὴν δὲ αὐτόχρημα τοῦτο εἶναι ἀλλ᾿ οὐκ εἰκόνισμα.

33. διαρκέσας οὖν ὁ μακάριος τῷ σπηλαίῳ ἡμέρας ὅλας ὀκτώ, ἐφ᾿ αἷς δὴ καὶ τὸ ἀπρόϊτον αὐτῷ κατὰ τὸ εἰωθὸς καθωσιώθη, καὶ τῆς νόσου ῥαῒσας, ἀπείπατο τέως τὴν πρὸς τὴν Σπάρτην κάθοδον καὶ τῆς πρὸς Ἀμύκλιον φερούσης εἴχετο. ὡς δ᾿ ἀκηκόασιν οἱ τῆς Λακεδαίμονος ἔποικοι τὴν ἐν Ἀμύκλαις τούτου ἐπιδημίαν, μετὰ πλείονος ὅσης σπουδῆς οἵ τε προὔχοντες καὶ ὁ λοιπὸς λαὸς ἀπνευστὶ ἐκεῖσε ἔθεον, ἄλλος ἄλλον προκαταλαβέσθαι φιλονεικοῦντες. οἳ καὶ τοῖς
[p. 112] ποσὶ τούτου προσπίπτοντες καὶ λιπαρῶς προσκείμενοι, θερμῶς πάνυ ἐδέοντο σκυλθῆναι αὐτὸν ἄχρι τῆς Σπάρτης· καὶ γὰρ ἦν ἡ λοιμικὴ νόσος ταύτῃ παρεισφθαρεῖσα καὶ δεινῶς ἄρδην τοὺς οἰκήτορας αὐτῆς κατεργαζομένη καὶ τῷ ᾅδῃ παραπέμπουσα. οὗ χάριν καὶ ἐδέοντο τῇ σφῶν πατρίδι ἐπιχωριάσαι τὸν ἅγιον, ἐφ᾿ ᾧ τοῦ κινδύνου ῥυσθῆναι θείαις αὐτοῦ ἐπικλήσεσιν. ὁ δὲ καὶ ἄλλως τὸ συμπαθὲς πρὸς ὁντιναοῦν εἴ περ τις ἄλλος ἐπιδεικνύμενος, οὐχ ἧττον δὲ πρὸς τοὺς ἐσομένους αὐτῷ λαόν τε καὶ κλῆρον, οἷα καὶ προειδὼς τὸ μέλλον καὶ δι᾿ αὐτὸ τοῦτο συμπαθέστερον διακείμενος, ἡδέως μὲν καὶ ἐδέχετο τὴν πρεσβείαν καὶ ἐπένευεν, ἐπαγγελλόμενος καὶ τὴν ἀπαλλαγὴν τοῦ κινδύνου, εἴ γε καὶ αὐτοὶ τὸ προσοικοῦν αὐτοῖς ἰουδαϊκὸν φῦλον ἔξω τῆς αὐτῶν πόλεως ἀπελάσαιεν, ἵνα μὴ καταχραῖνον εἴη αὐτοὺς τοῖς βδελυροῖς ἤθεσι καὶ μιάσμασι τῆς ἰδίας θρησκείας· «ἐν τούτῳ γάρ μοι» ἔλεγεν «εἰ πειθαρχήσετε, καὶ ἡ λοίμη φεύξεται ἀφ᾿ ὑμῶν κἀγὼ ἔσομαι τὸ λειπόμενον τῆς ἐμῆς βιοτῆς ἐκτελῶν σὺν ὑμῖν» τοῖς τοιούτοις ῥήμασι συνείρων ὁ ὅσιος καί τινα παραίνεσιν καί που καὶ τῶν Ἱερεμίου θείων καὶ ἱερῶν λογίων ἁπτόμενος, Ϡαἱ ὁδοί σου,Ϡ φάσκοντος, Ϡἐποίησάν σοι ταῦτα καὶ αἱ ἀνομίαι σου ὑπερίσχυσαν καὶ παιδιᾷ στερεᾷ ἐπατάχθης.Ϡ τῶν δὲ κατανυγέντων ἐπὶ τοῖς οὕτω παρ᾿ αὐτοῦ λεγομένοις καὶ ἑαυτοὺς λίαν κατεγνωκότων, εἶτα καὶ συνθεμένων ἐνωμότως πάντα ἐκπληρεῖν τὰ ὑπ᾿ αὐτοῦ τούτοις ἐπιταττόμενα, εὐθὺς μηδὲν μελλήσας τοῖς πρεσβευταῖς συνέρχεται, οὐ κανθηλίῳ ἐποχούμενος ἢ λεκτικίῳ χρώμενος ἤ τισι προπεμπόμενος, ἀλλὰ μόνον ταῖς ἀρεταῖς ἐν κύκλῳ δορυφορούμενος. τῇ δὲ τούτου παρουσίᾳ καὶ ἡ νόσος ἠλαύνετο, καὶ οἱ Ἰουδαῖοι ἔξω τῆς πόλεως ἀπῳκίζοντο.

[p. 114]

34. οὐκέτι οὖν τοὐντεῦθεν τῆς Λακεδαίμονος ἐπιφοιτᾶν ἔγνω ὁ ὅσιος, ἀλλ᾿ ἦν τοῦ λοιποῦ αὐτόθι ἐνδιαιτώμενος καὶ μὴ ταχέως ἐξιών, εἰ μή τοι ἄρα καιρὸς ἀνάγκης ἐκάλει πρὸς τοῦτο, καὶ θᾶττον αὖθις εἰς τὰ οἰκεῖα ἀνθυπενόστει. ἦν οὖν ὁρᾶν συρρέοντα ὁσημέραι ἐξ ὅλης τῆς τοῦ Πέλοπος νήσου πλήθη ἄπειρα τῶν ὑπὸ νόσων ποικίλων ἐνοχλουμένων. καὶ πᾶσι τούτοις τὴν θεραπείαν ὁ ἀοίδιμος ἐπρυτάνευε τήν τε κατὰ σῶμα, οὐχ ἥκιστα δὲ καὶ τὴν κατὰ ψυχήν· μελιγλώττοις γάρ, φασί, παραινέσεσι πρὸς εὐσεβῆ ζῆλον καὶ ἔνθεον πάντας ὑπέθηγε καὶ τὴν σωτηρίαν ἅπασι διὰ τῆς μετανοίας ἐμνηστεύσατο. καὶ ἦν εὐδαίμων ἡ Λακεδαίμων τοιούτου ἀκέστορος καὶ πολιούχου εὐμοιρήσασα καὶ ταῖς τούτου μᾶλλον ἐναβρυνομένη θείαις παρακλήσεσι καὶ ταῖς ἱεραῖς διδασκαλίαις ῥυθμιζομένη πρὸς πᾶν εἶδος ἀρετῆς ἢ ταῖς πάλαι Λυκούργου κεναῖς νομοθεσίαις.

35. ἐπεὶ δὲ πολὺν ὤδινε καὶ θερμὸν ὁ μέγας τὸν ἔρωτα θεῖον ναὸν ἀνεγεῖραι ἐξ αὐτῶν τῶν κρηπίδων τῷ σωτῆρι καὶ δεσπότῃ τῶν ἁπάντων καὶ πολλῆς ἠξίου σπουδῆς σεμνότατον καὶ κοσμιώτατον οἷον αὐτῷ οἶκον ἀναστῆσαι, οὗ δὴ καὶ θεία τις ὄψις ἦν αὐτῷ οὐρανόθεν ὑποδείξασα τὴν κατασκευήν, καιροῦ λαβόμενος καὶ μέλλων ἤδη πρὸς τὸ ἔργον χωρεῖν, εἰς τὸν οὐρανὸν ἀπιδὼν καὶ τῇ διανοίᾳ τὸν οὐρανὸν ὑπερβάς, εὐχῆς ἔργον ἐποιεῖτο τὴν ἐπιχείρησιν· καὶ τῆς ἄνωθεν ῥοπῆς τε καὶ συμμαχίας ἐδέετο γενέσθαι τὸν ἀπαρτισμὸν τοῦ ἔργου. μετὰ γοῦν τὸ εὔξασθαι, μήτε τὸ πλῆθος τῶν ἀναλωμάτων κατὰ νοῦν θέμενος μήθ᾿ ὅτι μεῖζον ἢ κατ᾿ αὐτὸν τὸ ἐγχείρημα, τῇ πάντα δυναμένῃ πίστει τῇ πρὸς θεὸν πιστεύει τὸ πρᾶγμα καὶ εὐθέως, ᾗ [λεγε· ὡς ?] ποδῶν εἶχε, δρομαίως ἄνεισιν ἐν τῇ
[p. 116] καθολικῇ ἐκκλησίᾳ· καὶ πάντα τὸν λαὸν συγκαλέσας, οὕτως μὲν ἤρξατο λέγειν· «ἠγάπησα ὑμᾶς ἐξόχως, ὦ τέκνα, ἴστε δήπου καὶ αὐτοί. δῆλον δὲ τοῦτο καὶ ἐκ τοῦ ἑλέσθαι με συμβιοτεύειν ὑμῖν. εἰ οὖν εὕρω χάριν παρ᾿ ὑμῖν, ὃ ἐγὼ ποιῶ καὶ ὑμεῖς ποιήσατε.» καὶ στραφεὶς παραχρῆμα πρὸς τὸν θεοφιλῆ ἐπίσκοπον (Θεόπεμπτος δ᾿ ἦν κατ᾿ ἐκείνῳ καιρῷ, ὁ ἐξ Ἀθηνῶν μὲν τὴν γέννησιν κεκτημένος, ἐκ θεοῦ δὲ τοῖς Λάκωσι φερωνύμως καταπεμφθείς), λέγει πρὸς αὐτόν·
«ἐξέλθωμεν, ὦ θειότατε, ἐν τῇ ἀγορᾷ λιτανεύοντες ἅμα τῷ εὐαγεῖ κλήρῳ καὶ παντὶ τῷ λαῷ.» τοῦ δὲ πρὸς τοῦτο ἐπινεύσαντος, τρεῖς λίθους ἐν τῷ πορεύεσθαι ὁ ὅσιος ἐπωμισάμενος ἔφερε, συμβαλεῖν μηδενὸς δυναμένου ὅ τι βούλεται αὐτῷ ἡ τῶν λίθων ἀχθοφορία. ὡς δ᾿ ἄχρι τῆς ἀγορᾶς ἐληλύθει, τοὺς λίθους ἐναποθέμενος τῷ ἐδάφει, «ἐνταῦθα,» εἶπεν, «ὦ τεκνία μου, δέδοκται τῷ θεῷ, καθώς μοι τῷ ταπεινῷ ἀπεκαλύφθη, ναὸν ἱδρυθῆναι ἐπ᾿ ὀνόματι αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῆς πανυμνήτου Θεομήτορος καὶ τῆς καλλιμάρτυρος Κυριακῆς, εἰς βοήθειαν πάσης τῆς πόλεως ὑμῶν καὶ σωτηρίαν. καιρὸς τοίνυν ὑμῖν ἐκδηλοτέραν θέσθαι τὴν εἰς Χριστὸν πίστιν ὑμῶν καὶ εὐσέβειαν.» οἱ δ᾿ οὐχ ὡς ἀπειθεῖς ὤφθησαν καὶ ἀνήκοοι, οὐδ᾿ ὡς τέκνα μωμητὰ καὶ υἱοὶ ἄνομοι, ἀλλ᾿ ὡς οἰκέται εὐπειθεῖς καὶ εὐγνώμονες ἅπαντες, ἄνδρες τε καὶ γυναῖκες ὅσον ἐν ἄρχουσι καὶ ὅσον ἐν ἰδιώταις, ἅμα τῷ λόγῳ ὡς ἐξ ἑνὸς συνθήματος σὺν προθυμίᾳ πολλῇ, τόν τε πολὺν φορυτὸν ἐξεκάθαιρον καὶ τὴν συγκομιδὴν τῶν ὑλῶν ἐποιοῦντο· καὶ θάτερος θάτερον ἐφιλονείκει τῷ πόθῳ ὑπερβαλέσθαι· ἐπαγωγὸν γὰρ εἰς πειθὼ ὁ λόγος, ὁπόταν καὶ βίον αὐτῷ συμφθεγγόμενον ἔχῃ. καὶ χρήματα δέ, τὰ μὲν παρεῖχον μεγαλοψύχως, τὰ δ᾿ ὑπισχνοῦντο· καὶ τὰ καιριώτατα αὐτῷ συμβαλέσθαι ἐπηγγέλλοντο καὶ πολλὴν συνεισενέγκαι μετὰ τῆς χειρὸς καὶ τὴν
[p. 118] δαπάνην χρῆμά τι ποθεινὸν καὶ τοῦ παντὸς ἄξιον τούτοις ἐλογίζετο. ἦν οὖν ἰδεῖν τότε πληρούμενον τὸ τοῦ Ἱερεμίου λέγοντος· Ϡδοκιμαστὴν δέδωκά σε τῷ λαῷ μου, καὶ γνώσῃ ἐν τῷ δοκιμάζεσθαι τὴν ὁδὸν αὐτῶν.Ϡ ὡς οὖν ἐν ὀλίγῳ πολλὴ ἠθροίσθη ὕλη καὶ ἄλλος ἄλλα τὰ πρὸς τὴν οἰκοδομὴν ἐπιτήδεια τῆς καλλίστης ὕλης τῷ ἁγίῳ ἐπεδαψίλευσεν, ὡς ἱκανὸν εἶναι καὶ τοῦτο παραστῆσαι τὴν τοῦ ὁσίου χάριν καὶ τὸ κατὰ γνώμην θεοῦ γεγενῆσθαι τὸ ἔργον, ἀπήρξατο ἤδη τῆς οἰκοδομῆς, σπαρτίῳ πρότερον ταύτην ὑπογράψας καὶ τάς τε κάτω στοὰς καὶ τὰς ὑπερκειμένας εἰργάσατο, φιλοτιμοτέραν τῆς χειρὸς καὶ τέχνην εἰσενεγκών. ἔπειτα διαλαβὼν τὸν οἶκον πανταχόθεν, οὕτω τὴν ὀροφὴν ἐπήξατο, πάντων ὑπακουόντων αὐτῷ τῶν τῆς πόλεως καὶ συναιρομένων, πλὴν ἑνός. Ἰωάννης ἦν ἐκεῖνος ᾧ Ἄρατος τὸ ἐπώνυμον· οὗτος γὰρ μόνος φθόνου κέντρῳ νυγεὶς καὶ τῷ πάθει τῆς βασκανίας ἁλοὺς κατ᾿ ἄκρας, ἢ μᾶλλον εἰπεῖν σκαιότητι δαιμονίῳ κινηθεὶς καὶ θυμῷ ληφθεὶς ἀλογίστῳ, ἐλύττα κατὰ τοῦ ὁσίου καὶ τοὺς ὀδόντας κυνὸς δίκην παρέθηγεν, ἴδιον ἀδίκημα τιθέμενος τὴν τοῦ θείου ἔργου κατασκευήν· πρόχειρον γὰρ ἡ πονηρία τῷ κακῷ μᾶλλον στοιχεῖν ἢ τῷ κρείττονι προστίθεσθαι. οὐκ ἀνίει οὖν ὁ γεννάδας ἀντωπῶν τῷ ἁγίῳ καὶ πάσῃ μηχανῇ διακωλύων τὸν τοῦ θείου ἔργου ἀπαρτισμόν· ὅλως γὰρ οὐ συνέβαινε τοῖς λοιποῖς Λάκωσιν, ἀλλ᾿ ἀπ᾿ ἐναντίας διέκειτο τοῖς τούτων θελήμασιν. ἔνθεν τοι καὶ τὴν τῶν Ἰουδαίων ἔξω τοῦ ἄστεως μετοίκησιν οὐ δικαίως γενέσθαι οὐδ᾿ εὐλόγως διισχυρίζετο· καὶ τῷ θυμῷ οἰδαίνων ὁ μάταιος, ὅλαις γλώσσαις ἐγκαλεῖν τοῖς Λάκωσιν οὐκ ἠρυθρία τούτου γε ἕνεκεν. ἐπεὶ δὲ καὶ ἔργου προφάσει τινός, δι᾿ οὗ εἴωθεν στιλβοῦσθαι τὰ ὑφάσματα, εἴσω τοῦ ἄστεως ἕνα τῶν τοιούτων
[p. 120] Ἰουδαίων ὁ τολμητίας ἐκεῖνος καὶ θρασυκάρδιος εἰσήγαγε, μαχητὴς ἐντεῦθεν ὁ πρᾶος γίνεται κατὰ τὸ προφητικὸν παράγγελμα καὶ τῆς συνήθους ἐπιεικείας μικρὸν ὅσον ὁ μέγας ἐπιλαθόμενος καὶ λεόντειον ὅρμημα ἐνδειξάμενος, κορύνην αὐτοῦ που κειμένην ἁρπάσας καὶ πληγὰς οὐκ ὀλίγας τῷ Ἰουδαίῳ ἐπιθείς, ἔξω τοῦ ἄστεως ἀπήλασε, καὶ φοβερώτερος ὤφθη τοῖς ἐχθροῖς ἢ τῷ ῥοπάλῳ τὸν Ἡρακλέα, ὥς φασι· τοσοῦτον γὰρ ἦν τῷ δικαίῳ ἀποτρόπαιον τὸ ἰουδαϊκὸν φῦλον, ὡς μηδ᾿ ἀκοῇ ἢ γλώσσῃ βούλεσθαι αὐτὸν διδόναι τὸ ἐκείνων ὄνομα· ᾧ καὶ μάλα οἰκείως συνᾴδειν τὰ τοῦ Δαβὶδ καὶ λέγειν· Ϡτοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην· τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι· καὶ διὰ τοῦτο οὐδὲ τῶν ὀνομάτων αὐτῶν μνησθῶ διὰ χειλέων μου.Ϡ πλὴν ὡς τοῦτο ἤκουσεν Ἄρατος, ὁ τῆς μανίας ἐπώνυμος, παράθηξιν τοῦ θυμοῦ τὸ πρᾶγμα θέμενος (φιλόνεικον γὰρ ἀεὶ ἡ κακία καὶ ἀναιδὲς καὶ αὐτοῖς ἐπιχειρεῖν τοῖς ἀλογίστοις), ἐξῆλθε πνέων κατὰ τοῦ ὁσίου καὶ γλώσσῃ θρασείᾳ καὶ ἀκολάστῳ χαριζόμενος, οὐκ ᾐδεῖτο ὅλως ὁ πάντολμος ὕβρεσι βάλλειν, προπηλακίζειν, ὠθεῖν τε καὶ ἀπειλαῖς δῆθεν ἐκδειματεῖν, εἰ καὶ ψόφος ἦν κενὸς ταῦτα τῷ μακαρίῳ καὶ μορμολύκια ἐλογίζοντο. ὃς καὶ πραείᾳ μόνῃ τῇ φωνῇ (οὐδὲ γὰρ ἐρίζειν ὅλως ἢ κραυγάζειν ἠπίστατο) «ἄπελθε,» ἔφη πρὸς αὐτόν, «ταπεινέ· κλαῦσον τὰς ἁμαρτίας σου· μικρὸν γὰρ ὅσον καὶ εἴσῃ τίς ὁ τῆς αὐθαδείας καρπὸς καὶ οἷα τὰ τῆς κακίας ἐπίχειρα.» καὶ ὁ μὲν ταῦτ᾿ εἰπὼν καὶ τὸ τοῦ λόγου νεκρῷ πρὸς οὖς διαλεχθείς, εἰσῄει τὸ φροντιστήριον· τὸ γὰρ ῥηθὲν ὅλως οὐ καθίκετο τῆς ἐκείνου ψυχῆς, οὐδ᾿ ἠφίει τῆς ἀναιδείας· οὐδ᾿ ἠγάπα ἡ πάντολμος ψυχὴ ἥκιστα ἀτρεμεῖν πρὸς τὸ θρασύνεσθαι ἔτι κατὰ τοῦ ἁγίου
[p. 122] καὶ κωμῳδεῖν αὐτὸν καὶ διασύρειν καθ᾿ ὅλης τῆς πόλεως, ῥήματά τε προφέρειν ἄξια τῆς ἑαυτοῦ ἀνοίας καὶ ἀφροσύνης, ἔτι δὲ καὶ ταῖς ἀπειλαῖς χρῆσθαι κατ᾿ αὐτοῦ, μὴ εἰδὼς ὁ ἐμβρόντητος καὶ ὅλως τῷ ἀντικειμένῳ κεχαρισμένος, ὡς οὐκ ἄν ποτε κατακαυχήσεται κακία ἀρετῆς, Ϡοὐδ᾿ ἐχθρὸς ὠφελήσει ἐν τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ,Ϡ κατὰ τὸ γεγραμμένον, Ϡἢ υἱὸς ἀνομίας προσθήσει τοῦ κακῶσαι αὐτούς.Ϡ τί οὖν ἐντεῦθεν ὁ μὲν ἅγιος τοσοῦτον ἀπεῖχε τοῦ καὶ πρὸς μικρὸν ἐπιστραφῆναι τῶν ἀπειλῶν ἐκείνου καὶ τῶν ὕβρεων, ὅτι καὶ σεμνύνεσθαι μᾶλλον ἐπ᾿ αὐταῖς εἶχε τῷ πρὸς τὸν δεσπότην ὁμοίῳ. θεὸς δὲ ἐξ οὐρανοῦ ἠκούτιζε κρίσιν, καὶ ἡ μοχθηρία δίκας ἐδίδου ἐνδίκως, καὶ τὰ ῥήματα πράγματα τῷ δειλαίῳ ἀπέβη. καὶ τοὺς τῆς οἰκείας ἀφροσύνης καρποὺς ἀθλίως ἐδρέψατο, πικρὰν εὑρὼν τὴν τοῦ βίου καταστροφήν· οὐ γὰρ ἔμελλε τῇ θείᾳ δίκῃ, ὥσπερ τὰ πολλὰ ἔθος αὐτῇ, νόμοις χρηστότητος καὶ ζητήσει ἐπιστροφῆς, ἀλλ᾿ ὀξέως κατὰ πόδας ἐχώρει, καὶ ὅπως ὁ λόγος δηλώσει. ἐδόκει ὁ δείλαιος ἐκεῖνος τῇ ἐπιούσῃ νυκτὶ δύο τινὰς ἐπιστῆναι αὐτῷ κατὰ τοὺς ὕπνους ἄνδρας γηραλέους, οἷς εἵποντο καὶ δύο εὐνοῦχοι μὲν τὸ φαινόμενον, τὴν ὄψιν δὲ ὑπὲρ ἄνθρωπον· οἳ καὶ μαστίζειν ἐδόκουν τὸν ἄθλιον, λέγοντες· «πῶς σὺ εἰς τοῦτο τόλμης ἐλήλυθας ὑβριστικῶς διατεθῆναι καὶ καταφρονητικῶς πρὸς τὸν τοῦ θεοῦ δοῦλον» εἶτα πρὸς ταῖς μάστιξι καὶ οἰκίσκῳ ἔδοξαν αὐτὸν κατακλείειν ἀφεγγεῖ· οὗ καὶ συγγνώμην δῆθεν λαβεῖν ἐξαιτουμένου, μόλις μὲν ἀνῆκαν τοῦ μαστίζειν, οὐ μὴν καὶ τῆς εἱρκτῆς εἴασαν. διυπνισθεὶς τοίνυν ὁ δύστηνος, λάβρῳ πυρετῷ παραχρῆμα συνεσχέθη· καὶ τὸν ἅγιον μετακαλεσάμενος, προσέπιπτε τοῖς τούτου ποσὶ καὶ ἐλέους τυχεῖν ἠντιβόλει. ὁ δὲ μακάριος «τὰ ἐπ᾿ ἐμοί» εἶπε «πραχθέντα
[p. 124] σοι, ἀδελφέ, ὅσον τὸ εἰς ἐμὲ ἧκον, συγχωρητέα σοι· ἐπεὶ δὲ ἄνωθεν ἡ τοῦ βίου σοι ὥρισται μετάστασις, οὐδεὶς ἔσται τοῦ λοιποῦ, ὅ φησιν ὁ προφήτης, ὁ δυνάμενος βουλὴν θεοῦ διασκεδάσαι.» καὶ ὁ μὲν τῷ φροντιστηρίῳ ἀπεδίδοτο, ἐκεῖνον δὲ μετὰ τρίτην ἡμέραν ἡ τοῦ θανάτου τομὴ περιεῖλε, τὸν βίον ἀθλιώτατα καταστρέψαντα. δέος οὖν ἐντεῦθεν ὑπεισῄει τοῖς τὴν Σπάρτην οἰκοῦσιν οὐ τὸ τυχόν· καὶ ἦν ἰδεῖν ἅπαντας ἀπὸ τῶν πρώτων ἕως τῶν ἐσχάτων αἰδοῖ καὶ φόβῳ συρρέοντας πρὸς τὸν ὅσιον καὶ πάντα τὰ ὑπ᾿ αὐτοῦ προσταττόμενα ἐκθύμως ἐκπληροῦντας· πέπεικε γὰρ πάντας τὸ ὑπόδειγμα τοὺς καταφρονητικῶς πρὸς τοὺς τοῦ Χριστοῦ θεράποντας διακειμένους, ὅτι ἔστι καρπὸς τῷ δικαίῳ, καὶ ἔστιν ὁ θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ.

36. ἀλλ᾿ ἀκόλουθόν ἐστι πάντως διαμνημονεῦσαι τῷ λόγῳ καὶ τὰ κατὰ τὴν οἰκοδομὴν τοῦ θείου ναοῦ τερατουργηθέντα· ἄρτι γὰρ τοῦ θεμελίου ὀρυσσομένου καὶ ἐπὶ πολὺ τοῦ βάθους προήκοντος, λίθος μέγιστος προσαπήντα καὶ ἀκατέργαστος. τῶν ἡρακλείων ἄθλων εἶπεν ἄν τις εἶναι τὴν τούτου μετάθεσιν. ὃς καὶ ὑπὸ πλήθους ἀπείρου καὶ δυσαριθμήτου ὠθούμενος, καθάπαξ ἀκίνητος ἔμενεν, ἐπιβολῇ δὲ μόνῃ καὶ ἁφῇ χειρὸς τοῦ ὁσίου πτεροῦ κουφότερος ἐδείκνυτο καὶ ῥᾷστα τῶν θεμελίων ἐξήγετο. ἐπὶ δὲ τῇ τούτου μετακινήσει δαίμονες, οἵτινες ἦσαν ἐμφιλοχωροῦντες τῷ τόπῳ ἐπὶ μεγίστῳ κακῷ τοῖς οἰκήτορσι (δι᾿ οὕς, ὡς οἶμαι, καὶ ὁ ναὸς ἐκεῖσε ᾠκονομήθη ἱδρυθῆναι), ἐν εἴδει σφηκῶν ἐκπηδήσαντες τοῦ πυθμένος, τοὺς ἐν τῷ ἔργῳ πονοῦντας ἔπληξάν τε δεινῶς καὶ κατετραυμάτισαν. ἀλλ᾿ ὁ μακάριος καὶ τοὺς οὕτω
[p. 126] πληγέντας αὐθωρὸν ἰάσατο εὐχῇ μόνῃ καὶ σφραγῖδι· καὶ τοὺς πλήξαντας ἐπιτιμήσας, ἀπήλασε τῆς χώρας καὶ ταῖς ἀβυσσικαῖς παρέπεμπεν οἰμώζοντας καταδύσεσι. καὶ ὁ μὲν λίθος οὕτως ἐξήγετο ἀναιμωτί, καὶ τὰ τῆς πονηρίας πνεύματα ἀπηλαύνετο τῇ ἐπιτιμήσει τοῦ ἁγίου· τοῖς γὰρ θεῷ μόνῳ ζῆν βουλομένοις καὶ τὴν δεχομένην χάριν μὴ παραχαράττουσιν ἅπαντα δοῦλα ἔσονται καὶ πειθήνια. ἐπεὶ δὲ πλῆθος ἦν οὐκ ὀλίγον τῶν ἐν τῇ κτίσει τοῦ θείου οἴκου ὑπηρετουμένων, καὶ ῥᾳδίως ἐδαπανῶντο τὰ τῷ ἁγίῳ εἰσφερόμενα παρὰ τῶν φιλοχρίστων, οἴνου δὲ ποτίμου καὶ χρηστοῦ τελεία ἦν ἡ σπάνη. αὐτὸς ὁ ἅγιος ἐπιστὰς τῷ σκεύει, ἐν ᾧ ὁ προενεχθεὶς αὐτῷ τῇ προτεραίᾳ παρά του τῶν πενεστάτων ἀστικῶν οἶνος ὑπῆρξεν ἔξωρος καὶ δριμύτατος λίαν, ὡς καὶ ἀπὸ μόνης τῆς ὀσφρήσεως ἀποτροπίας εἶναι καὶ ἄποτος, εὐχῇ ἑαυτὸν δέδωκε καὶ τὸν πάντα δυνάμενον δεσπότην ἐπεκαλεῖτο περὶ τῆς τοῦ ὀξύνου οἴνου πρὸς τὸ κρεῖττον μεταβολῆς· καὶ ὁ μὲν ηὔξατο· «τί δὲ ὁ τῶν θαυμασίων θεός, ὁ δοξάζειν ἐπαγγειλάμενος τοὺς διὰ τῶν ἔργων αὐτὸν δοξάζειν αἱρησαμένους»

37. ὥσπερ πάλαι τὴν πολλὴν τῆς Μερρᾶς πικρίαν εἰς γλυκεῖαν ἀμείψας πιότητα θείᾳ καὶ πανσθενεῖ δυνάμει καὶ τὸ ὕδωρ αὖθις ἐν Κανᾷ μεταβαλὼν εἰς οἶνον, οὕτω δὴ καὶ τότε εὐχομένῳ τῷ ἁγίῳ οἶνον πάνυ χρηστὸν καὶ εὐφραίνοντα ὡς ἀληθῶς καρδίαν ἀνθρώπου τὸν ὀξώδη καὶ φευκταῖον ἀνέδειξεν. οὗ δὴ καὶ ἐφ᾿ ἱκαναῖς ἡμέραις ἐμφορούμενοι οἱ δομήτορες, ἢ τό γε ἀληθέστερον εἰπεῖν εὐφραινόμενοι, ἐξεπλήττοντο δοξάζοντες τὸν θεόν. τῇ δ᾿ αὐτῇ πίστει κἀπὶ τοῖς
[p. 128] λοιποῖς ἦν τῶν ἀναλωμάτων ὁ μέγας πλουτῶν καὶ πάντα, μηδὲν ἔχων, ἔχειν οἰόμενος κατὰ τὸν ἀπόστολον· ἡ γὰρ τοῦ θεοῦ πρόνοια καὶ ἡ πολυαρκὴς αὐτοῦ καὶ ἄφθονος δεξιά, ἡ ἀνοιγομένη καὶ πάντας τρέφουσα καὶ ἐμπιπλῶσα, τῶν ἑαυτῆς οὐκ ἠμέλει· ἦν γὰρ ἰδεῖν μὴ μόνον ἐν τοῖς ἀναλώμασι τὴν χορηγίαν ἄφθονον, ἀλλὰ καὶ ἐπὶ τῇ καθ᾿ ἑκάστην προκοπῇ καὶ αὐξήσει τοῦ ἔργου. ἐν ᾧ καὶ αὐτὸς ὁ ὅσιος συμμογῶν καὶ τοῖς ἄλλοις συνεφαπτόμενος, πολλὴν παρεῖχε τὴν ῥοπὴν ἐκ τοῦ πνεύματος μᾶλλον ἢ τοῦ σώματος, ὡς καθ᾿ ἑκάστην τῆς χθὲς οἰκοδομῆς πλέον τι δοκεῖν τὸ σήμερον εὑρισκόμενον, ὅτε μὲν πήχεως, ὅτε δὲ καὶ πλείονος ὁρώμενον κατ᾿ ἐξοχὴν τοῦ προτέρου κτίσματος τὸ προστιθέμενον ἀοράτως. οὐ μὴν ἀλλὰ καὶ τῆς ὕλης πάντῃ καταναλισκομένης τῇ προτεραίᾳ, ἕωθεν εὑρίσκετο πάντα δαψιλῆ καὶ ὑπερπεριττεύοντα τῷ οἰκοδομήματι, ἀοράτως μετακομιζόμενα καὶ τῷ ἁγίῳ τῇ νυκτὶ ἐγχειριζόμενα, ὡς πιστοῦσθαι κἀκ τούτου θεῖον εἶναι τὸ ἔργον καὶ κατὰ γνώμην θεοῦ τοῦτο τελεῖσθαι, οὐχ ἥκιστα δὲ καὶ ἐκ τοῦ ὁρωμένου πυρίνου στύλου νυκτὸς ἐπὶ τῷ κτίσματι, ἀπὸ γῆς διήκοντος ἄχρι καὶ οὐρανοῦ, ὃν ἑώρων πόρρωθεν οἱ περίοικοι καὶ διεβεβαιοῦντο τοῦτο μετὰ πολλῆς ὅσης πληροφορίας. ἐν μιᾷ οὖν βουληθεὶς ὁ ὅσιος πεῖραν τοῦ πόθου καὶ τῆς πίστεως, ἣν ἔφασκον ἔχειν οἱ προὔχοντες τῆς πόλεως εἰς αὐτὸν κἀν τούτῳ τῷ μέρει, ἐπεὶ οὐκ εἶχεν ὅθεν ἀφοσιώσοιτο τὸν μισθὸν τοῖς δομήτορσιν ὁ καὶ μηδενὸς ὀβολοῦ εὐπορεῖν μάρτυρας ἔχων τοὺς πάντα βλέποντας ὀφθαλμούς, προὐτρέψατο τοῖς δομήτορσιν ἅλυσιν αὐτῷ περιθεῖναι καὶ δίκην ἀνδραπόδου ἐφέλκεσθαι αὐτὸν ἐκ τοῦ τραχήλου καθ᾿ ὅλης τῆς πόλεως. ὁ δὲ πιστὸς ταύτης λαός, αἰσθόμενος τὸν σκοπὸν τοῦ πράγματος, εὐψύχως ἅμα καὶ φιλοτίμως πάνθ᾿ ὅσα τοῖς ἕλκουσιν ὤφειλε καταβαλλόμενοι,
[p. 130] εὐχῶν ἀντελάμβανον πλοῦτον. τῆς γοῦν ἁλύσεως ταύτης τί ἂν γένοιτο μακαριώτερον, τῆς τῇ προσψαύσει τῆς τιμίας καὶ καθαρᾶς αὐτοῦ σαρκὸς ἁγιασθείσης καὶ τῇ μεθέξει τοῦ ἐν αὐτῷ ἁγίου πνεύματος νόσου πάσης καὶ μαλακίας λυτήριον ἀποδειχθείσης δι᾿ ἧς καθ᾿ ἑκάστην πονηρὰ πνεύματα ἐξ ἀνθρώπων ἀπελαύνονται καὶ σημεῖα τελοῦνται παράδοξα καὶ ἰάσεις βρύουσι διηνεκεῖς ἐπὶ πᾶσι τοῖς πίστει προσιοῦσι καὶ ἐπαυχενιζομένοις αὐτήν. κἂν γὰρ σιδηρᾶς ἔτυχε τῆς οὐσίας, ἀλλὰ θεϊκῆς πεπλήρωται χάριτος καὶ δυνάμεως· καὶ φρίττουσι μὲν αὐτὴν στίφη δαιμόνων, αἰδοῦνται δὲ ἄγγελοι, γάννυται δὲ καὶ τὸ θεῖον καὶ ἱερὸν τέμενος ἐπ᾿ αὐτῇ, χρυσήλατον οἷά τινα ὁρμίσκον καὶ κόσμον πολυτελῆ προσανακειμένῃ αὐτῷ καὶ εἴσω τοῦ ἱεροῦ οἰκίσκου ἀπαιωρουμένῃ, ἐν ᾧ καὶ τὸ θεῖον τοῦ μάκαρος τεθησαύρισται σκῆνος, πρὸς δὲ καὶ τὸ τῆς ἱερᾶς αὐτοῦ κεφαλῆς ἱερὸν κάλυμμα· ὅπερ ἀεὶ καὶ διὰ παντός, εἰς ἀπαλλαγὴν νόσων παντοίων λαμβανόμενον, ἀρωγὸς γίνεται τοῖς κάμνουσιν. ἃ δὴ καὶ ἡμεῖς πόθῳ πολλῷ προσκυνοῦντες καὶ περιπτυσσόμενοι τὸν ἁγιασμὸν ἀρυόμεθα καὶ τῆς ἐφιζούσης αὐτοῖς τοῦ ἁγίου πνεύματος χάριτος ἀξιούμεθα.

38. ἀλλ᾿ ὁ λόγος αὖθις ἴτω πρὸς τὰ αὐτοῦ· ἀπήρτιστο γὰρ ἤδη ὁ θεῖος ναὸς καὶ ἱερὸν ἦν φροντιστήριον, ἢ μᾶλλον εἰπεῖν, ἱερὸν καταγώγιον καὶ σκηνὴ τῷ ὄντι ἐπὶ γῆς ὑπέργειος καὶ οὐράνιος. οἷα δὴ καὶ τὸν ναὸν περιειλήφασι κάλλη, κιόνων αὐγαὶ καὶ χροιαὶ καὶ λίθων στιλπνότης, καὶ γραφαὶ καὶ τέχνης ἀκρίβεια καὶ ὕλης ποικιλίαι τοὺς ὀφθαλμοὺς θέλγουσαι, πάντα ἐπίσης ἀστεῖα καὶ ὑπερφυῆ τοῖς ἔργοις Φειδίου καὶ Ζεύξιδος καὶ Πολυγνώτου παραβαλλόμενα, μικρὰ ἢ οὐδὲν ἐκεῖνα δεικνύοντα τῇ παραθέσει καὶ ἐπαίνων μηδαμῶς ἄξια· ὥστε
[p. 132] καὶ μηδενὸς προειπόντος αὐτόθεν εἶναι τοῖς ὁρῶσι σαφές, ὅτι γνώμῃ θεοῦ ταῦτα προέβη καὶ θείας ἄνωθεν χειρὸς συνεφαπτομένης. ἐδεῖτο δὲ τέως ὁ ναὸς μόνης τῆς τοῦ ἐνθρονιασμοῦ καθοσιώσεως. ὁ δὲ ὅσιος θερμοτάτην τὴν σπουδὴν κἀνταῦθα εἰσενεγκάμενος καὶ πάντα τὰ τῆς καθιερώσεως ἑτοιμάσας, αὐτὸς μὲν ἄνεισι πρὸς τὸν θεοφιλῆ ἐπίσκοπον τῆς χώρας, ὃν καὶ ὁ λόγος φθάσας ἐδήλωσε, προσκαλούμενος ἀφικέσθαι ἐν τῷ θείῳ ναῷ ἐφ᾿ ᾧ τὰ τοῦ ἐνθρονιασμοῦ ἐκτελέσαι κατὰ τοὺς ἐκκλησιαστικοὺς θεσμούς τε καὶ τύπους· οἱ κίονες δὲ ἐστιλβοῦντο τῆς ἁγίας τραπέζης παρὰ τῶν τεχνιτῶν, ἅτερος δὲ τῶν κιόνων τῇ τῶν λατόμων ῥᾳθυμίᾳ ῥαγεὶς καὶ τμῆμα μέρους ἀποβαλὼν κολοβὸς ἦν πρὸς τοὺς ἑτέρους κίονας. λαθεῖν δὲ τέως βουλόμενοι οἱ τεχνῖται φειδοῖ τοῦ ὁσίου, προσήρμοσαν μὲν τὸ τμῆμα τῷ κίονι, ἔλαθον δ᾿ ὅμως ἀνηνύτοις ἐπιχειρεῖν· σφαλερῶς γὰρ καὶ οὐκ ἀραρότως τοῦτον ὑπήρειδον. ἀλλ᾿ ὅπερ ἐκεῖνοι κατὰ τὸ λανθάνον ἔδρασαν τοῦτο τὸν μέγαν οὐκ ἔλαθεν, οὐδ᾿ ἐκρύβη ἀπ᾿ αὐτοῦ ὅπερ ἐκεῖνοι δεδράκασιν ἐν κρυφῇ· ἐγγὺς γὰρ ἦν ἐκείνῳ καὶ εἰς καρδίαν λαλῶν ὁ πλάσας κατὰ μόνας τὰς καρδίας ἡμῶν, ὃς οὐκ εἴασεν αὐτὸν ὅλως τὸ γινόμενον ἀγνοῆσαι· φοιτήσας γὰρ ἐν τῷ ναῷ ἅμα τῷ ἐπισκόπῳ καὶ τῷ κλήρῳ παντί, «μωρόν τι γέγονεν ἐνταῦθα τῇ ἡμετέρᾳ ἀπουσίᾳ,» ἐν ἐπηκόῳ πάντων ἐφθέγξατο ὁ μακάριος. ἀλλὰ τότε μὲν οὐδεὶς ἴσχυσε τῶν συμπαρόντων καθικέσθαι τῆς δυνάμεως τοῦ ῥήματος· μικρὸν δ᾿ ὅσον καὶ πεφώρατο τὸ δρᾶμα ἐν τῷ μέλλειν τὸν ἐπίσκοπον τοῖς κίοσιν ἐπιτιθέναι τὸ κηρομάστιχον· καὶ τὸ τῆς λέξεως αἴτιον δῆλον πᾶσι καθίστατο· τότε γὰρ συνῆκαν ἅπαντες ἀκριβῶς ὅ τι ποτὲ τῷ μεγάλῳ τὸ λεχθὲν ἠβούλετο. ὡς γοῦν ἄχρηστος ὁ κίων ἐφαίνετο· καὶ γὰρ εἰ καὶ τὴν ὁμοίαν τοῖς ἄλλοις ἐκέκτητο τὴν ἐμφέρειαν κατά τε τὸ εἶδος καὶ τὸ πάχος, ἀλλ᾿ ἐνδεὴς ὑπῆρχε κατὰ τὸ μῆκος· ἀμέλει καὶ ξυλίνῳ
[p. 134] τμήματι τὸ τοῦ κίονος ἐνδεὲς εὐφυῶς δῆθεν ἀναπληρεῖν διεσκοποῦντο οἱ λατόμοι. ἀλλὰ μὴν καὶ ἐδοκίμαζον, πλὴν ἐκοπίων εἰς μάτην· τὸ γὰρ ἐκ ξύλου προστιθέμενον ὁτὲ μὲν ἐλλιπὲς εὑρίσκετο τοῦ δέοντος, ὁτὲ δὲ καὶ περιττῶς ἔχειν ἐνομίζετο. ἐφ᾿ ἱκανὸν δὲ μογήσαντες οἱ τεχνῖται καὶ μηδὲν ὅλως ἀνῦσαι δυνηθέντες, τρεῖς βαλὼν ὁ ὅσιος γονυκλισίας ἔμπροσθεν τῆς σεβασμίας εἰκόνος τῆς πανυμνήτου Θεομήτορος καὶ εὐξάμενος κατὰ τὸ εἰωθὸς σοφιστὴς ὀνησιμώτατος γίνεται τοῦ οὕτως ἀπεγνωσμένου· μόνῃ γὰρ τῇ ἁφῇ τῆς χειρὸς αὐτοῦ κηροῦ δίκην ὁ λίθος μαλάσσεται καὶ τοῖς τρισὶν ἑτέροις ἰσομήκης γίνεται καί τι παραπλησίως τοῖς ἄλλοις προσήρμοστο, ὥστε ὑπερεκπλαγῆναι ἐπὶ τούτῳ τόν τε ἐπίσκοπον καὶ τοὺς παρόντας καὶ θάμβει καὶ φόβῳ πολλῷ τὰ τῷ ἐνθρονισμῷ νενομισμένα κατὰ τάχος ἐκτελέσαι δοξάζοντας τὸν θεόν.

39. ἔκτοτε οὖν οὐ διέλιπεν ἡ τοῦ θείου πνεύματος χάρις ἐπισκιάζουσα ἐν τῷ ἱερῷ καὶ σεβασμίῳ τεμένει. ἐν μιᾷ γοῦν τῶν ἡμερῶν τῆς ἀναιμάκτου θυσίας τελουμένης, περιστερὰ ὤφθη χρυσοειδὴς ἐν τοῖς ἀδύτοις ἐφιπταμένη. καὶ ἄλλοτε πάλιν κατὰ τοὺς ἑωθινοὺς ὕμνους βίβλου ἱερᾶς ὑπαναγινωσκομένης, ἦχός τις ἐξακούεσθαι ἐδόκει· εἶτα καὶ περιστερὰ ὡρᾶτο ἐν τῷ ὁμοίῳ σχήματι πτερυσσομένη ἔνδοθεν τῶν ἀδύτων, καὶ ἄφνω ἐπὶ τὴν ἀκοίμητον λυχνίαν καταδῦσα. καὶ ἄλλοτε πάλιν, οὐχ ἅπαξ, οὐδὲ δίς, ἀλλὰ καὶ πολλάκις καθ᾿ ἑκάστην σχεδὸν αἱ ἀπῃωρημέναι λυχνίαι ἐν τῷ θείῳ ναῷ αὐτομάτως ἐκινοῦντο, ἀλλήλως συμπεριφερόμεναι ἀνεμίου πνεύματος χωρίς. ἐτελεῖτο δέ ποτε ἐν τῷ ἱερῷ καὶ θείῳ τεμένει ὁ ἑσπερινὸς ὕμνος (ἡ πρώτη δ᾿ ἦν καὶ τελευταία τῆς ἑβδομάδος ἡμέρα), καὶ γυμνάσιον ἦν τοῖς σφαιρίζουσι, [p. 136] κἀκεῖσε συνέρρεον οἱ φιλιππόται ἔνερθεν τοῦ θείου οἴκου τούτου· ἀνεῖτο γὰρ τὸ τηνικάδε ὁ χῶρος τὸ γυμνάσιον τοῖς σφαιρίζουσι. παρῆν δὲ καὶ ὁ στρατηγὸς Γρηγόριος, μέρος ὢν καὶ αὐτὸς τοῦ ἀγῶνος καὶ συνσφαιρίζων τοῖς αὐτόχθοσι (φιλοπαίγμων γάρ τις ἦν καὶ τοῖς ἀθύρμασι λίαν ἡδόμενος). καὶ ἐπεὶ θροῦς ἄσημος ἐξηχεῖτο καὶ ἡ βοὴ πολλὴ ἦν τῶν συνεληλυθότων, ὥστε καὶ τὸν θεῖον ὕμνον εἴσω τοῦ ἱεροῦ τεμένους διασκεδάζεσθαι καὶ τὴν διάνοιαν ἐκκρούεσθαι τῆς ἱερᾶς ὑμνῳδίας, ζήλῳ θείῳ πυρποληθεὶς ὁ ἀοίδιμος καὶ θερμὸν πνεύσας, δρομαῖος ἔξεισι κατὰ τῶν ἀτασθάλων ἐκείνων καὶ μηδὲν ἄμεινον ζῴου ἀλόγου διακειμένων, καὶ στὰς ἐν μέσῳ, ἐλευθέρᾳ γλώττῃ καὶ φωνῇ εὐπαρρησιάστῳ ἤλεγξε πάντας καὶ λόγοις ἐμβριθεστέροις καὶ δριμυτέροις ἐπέπληξε, τὴν δικαίοις πρέπουσαν παρρησίαν ἐνδεικνύμενος. ὁ τοίνυν στρατηγός, καὶ φύσει μὲν τῇ πικρίᾳ σύγκρατος ὤν, τότε δὲ καὶ μάλιστα τῇ τε παιδιᾷ ἐγκείμενος καὶ τῷ ἡττᾶσθαι τῶν ἀντισφαιριζόντων ἀλγυνόμενος, κἀντεῦθεν πρὸς λαμπρὰν μανίαν καὶ πλείονα ὀργὴν ἀναπτόμενος, ἀφρόνως ἀπεχρήσατο τῷ θυμῷ κατὰ τοῦ ἁγίου καὶ ὕβρεσιν ἔβαλλε καὶ χεῖρας ἦρε πρὸς ἄμυναν καὶ τῆς πόλεως ἀπελαθῆναι προσέταττε. καὶ ὁ μὲν ἤγετο γηθοσύνως, τὸν ἴδιον δεσπότην ἐκμιμούμενος καὶ ῥᾷον φέρων τὴν ἀτιμίαν ἢ τὰς μεγίστας τιμὰς ἕτεροι. ἡ δὲ ἀντίδοσις οὐχ ὑπερήμερος οὐδ᾿ ὀπισθόπους ἡ δίκη, τοῦτο δὴ τὸ ποιητικόν, ἀλλὰ θᾶττον καὶ κατὰ πόδας τὸν ὑβριστὴν ἠμύνετο· ἅμα γὰρ τῷ τὴν χεῖρα ἐπανατεῖναι κατὰ τῆς σφαίρας, ἡ μὲν παρεῖτο, ὁ δὲ καὶ τὰς ὀσφύας βληθεὶς ὅλως ἐξελέλυτο καὶ φοράδην ἐν τῇ καθολικῇ ἐκκλησίᾳ ἐκομίζετο, ὀξείαις καὶ βαρείαις ταῖς ἀλγηδόσι βαλλόμενος καὶ οἰκτρῶς οἰμώζων καὶ τὸν θάνατον ἐν εὐεργεσίας μέρει ἡγούμενος. ὡς δὲ πολλῆς ἦν τῆς ἐκ τῶν ἰατρῶν ἐπιμελείας ἀξιούμενος
[p. 138] καὶ δεύτερα πάντα τὰ προσαγόμενα τοῦ πάθους ἠλέγχετο καὶ κενὴ ὡρᾶτο ἡ ἐξ ἐκείνων ἐλπὶς καὶ ματαία τριβή, ἤρετο ὁ ἐπίσκοπος τὴν αἰτίαν δι᾿ ἣν ἡ νόσος αὐτῷ ἀθρόως ἐνέσκηψεν· ἦν γὰρ καὶ αὐτὸς εἰς ἄκρον τὰ τῆς ἰατρικῆς τέχνης ἐξησκημένος. ὁ δὲ καὶ ἄκων ἐξήγγελλε τὰ εἰς τὸν ἅγιον τολμηθέντα καὶ τούτοις ἦν ἐπιγράφων τὴν αἰτίαν τῆς ἐπιφορᾶς ἀπλανῶς καὶ φιλαλήθως. ὡς γοῦν ἤκουσεν ὁ ἐπίσκοπος ταῦτα, κατέγνω μὲν αὐτοῦ οὐ μετρίως, εἶτα καὶ σύμβουλος ἀγαθὸς γενόμενος, τὸ πολὺ τοῦ τύφου ἀποβαλέσθαι ξυνεβούλευε, καὶ τὸν ὅσιον ἱκετικῶς παρῄνει μετακαλέσασθαι καὶ συγγνώμην αἰτήσασθαι ἐφ᾿ οἷς δέδρακεν· ἔγνω γὰρ ὁ ἐπίσκοπος, ὅθεν ἥξει ἡ ἀψευδὴς βοήθεια. ὁ δὲ παραχρῆμα καὶ τὸν τῦφον καὶ τὸ τῆς ἀρχικῆς ἐξουσίας θράσος ἀπορρίψας, ἱκετικῶς δι᾿ ἀνδρῶν εὐλαβῶν μετεκαλεῖτο τὸν ἅγιον. καὶ ὃς μηδὲν ὅλως διαμνημονεύσας τῆς εἰς αὐτὸν γενομένης ὕβρεως καὶ παροινίας, θᾶττον ἢ λόγος πρὸς αὐτὸν παρεγένετο· λίαν γὰρ ἦν μεμυημένος τῷ περιόντι τῆς ἀρετῆς, ὥσπερ τὰς ὕβρεις φέρειν, οὕτω δὴ καὶ ἀνεξικακεῖν καὶ τὰ ὀφλήματα ἀφιέναι, μᾶλλον δὲ καὶ ἀγαθοῖς ἀμείβεσθαι τὸν λελυπηκότα. τοῦτον ὁ στρατηγὸς θεασάμενος, εὐθὺς ἑαυτὸν ταπεινοῖ καὶ τοῖς ποσὶν ἐκείνου προσπίπτει· καὶ ὁ πρώην σοβαρὸς καὶ ὑπέρογκος καὶ ταχὺς μὲν εἰς ὕβριν καὶ εἰς ὀργὴν ἕτοιμος, ἱκέτης ἐλεεινὸς γίνεται καὶ συγγνώμης ᾐτεῖτο τυχεῖν λυγρᾷ φωνῇ καὶ ἐλεεινῇ, εὐχήν τε ἐζήτει τὴν παρ᾿ αὐτοῦ, καθάπερ τι φάρμακον ἀκεσώδυνον καὶ ῥᾳδίως λύειν δυνάμενον πᾶν τὸ λυποῦν· ἀσθενὴς γὰρ ἀεὶ ἡ κακία, ἰσχυρὸν δὲ καὶ μόνιμον ἡ ἀρετή. τί οὖν πρὸς ταῦτα ἡ θεία ψυχή ἆρ᾿ ὠνείδισεν αὐτῷ τὴν ἄμετρον ἀπόνοιαν καὶ τοῦ θράσους τὴν ὑπερβολὴν καὶ τὴν πολλὴν τολμηρίαν ἢ ὅλως ὤφθη ἀνανεύων πρὸς τὴν αἴτησιν οὔμενουν· πῶς γὰρ μαθητὴς ὢν ἐκείνου τοῦ πράου καὶ εἰρηνικοῦ ἢ μᾶλλον εἰπεῖν μιμητὴς ἀκριβέστατος
[p. 140] καὶ ἀγαθύνειν μᾶλλον ἢ κολάζειν φυσικῶς ἔχοντος διά τοι τοῦτο καὶ οὐ μόνον συγγνώμης μετεδίδου τῷ λελυπηκότι, ἀλλὰ καὶ εὐχῇ μόνῃ καὶ ἁφῇ χειρὸς τὴν καθόλου τοῦ σώματος ῥῶσιν αὐθωρὸν αὐτῷ ἐπρυτάνευσε· καὶ ἐρρωμένος πᾶσιν ὁ κάμνων ὑπερφυῶς ἢ πρότερον ἐδείκνυτο καὶ τροφῆς εὐθέως μετελάμβανε καὶ λόγον ἐλευθερίως προσίετο καὶ τὸ θαῦμα μικροῦ καὶ ὀφθαλμοῖς ἄπιστον ἦν. τούτῳ πυνθανομένῳ ὕστερον μαθεῖν παρὰ τοῦ ἁγίου τὰ περὶ τοῦ Σκληροῦ Βάρδα ἐκείνου μετὰ τὴν ἐκ Βαβυλῶνος ἔξοδον (ἐπίστευε γὰρ αὐτὸν ὁ στρατηγὸς τοῦ λοιποῦ μηδ᾿ αὐτοῦ τοῦ διορατικοῦ χαρίσματος ἀμοιρεῖν), ἤκουσε παρὰ τοῦ ὁσίου τὸν μὲν Σκληρὸν προσδραμεῖν τοῖς κρατοῦσιν ὑπόσπονδον, τὸν δὲ ὁμωνυμοῦντα ἀντεισαχθῆναι μὲν τῷ ἐκείνου τολμήματι, ὅμως οὐδ᾿ αὐτὸν τῆς τυραννίδος ἀπώνασθαι ἢ τῶν κρατούντων περιέσεσθαι. τῶν γοῦν τοιούτων προρρήσεων σύμφωνος εἵπετο καὶ ἡ ἔκβασις καὶ πέρα τοῦ θαυμάζεσθαι ἠξίου τὸν παραγγείλαντα.

40. καὶ τὰ μὲν περὶ τὸν στρατηγὸν Γρηγόριον καὶ τὸν ὅσιον τοιαῦτα. μετ᾿ οὐ πολὺ δὲ καὶ Βασίλειος, ᾧ τὸ ἐπίκλην Ἀπόκαυκος, ἄρτι τὴν τοῦ πραίτωρος ἀρχὴν ἀναδεδεγμένος καὶ ἐν Κορίνθῳ διατρίβων, ἐφρούρει τὸν ἐκεῖσε ἰσθμὸν τῆς Βουλγαρικῆς ἕνεκα ἐφόδου. δεινῶς δ᾿ αὐτὸν ἐπίεζε καὶ οἷά τις Ἐρινὺς τὴν ἐκείνου καρδίαν κατήσθιεν ἡ ἐνσκήψασα αὐτῷ οὐ μόνον χαλεπὴ νόσος καὶ δυσίατος, ἀλλὰ πολλῷ πλέον καὶ τὸ δέος τῆς τοῦ Βουλγαρικοῦ ἔθνους καταδρομῆς· φήμη γὰρ ἠκούετο κατὰ πάσης χωρεῖν αὐτὸ τῆς ἠπείρου καὶ κατ᾿ αὐτῆς τῆς Ἑλλάδος τε καὶ τῆς τοῦ Πέλοπος ἐπιστρατεύειν. οὗ δὴ χάριν καὶ πέμψας ὁ Ἀπόκαυκος εἰς Λακεδαίμονα μετεκαλεῖτο τὸν ὅσιον ἱκετικῶς· ἦν γὰρ τῶν περὶ τούτου
[p. 142] διηγημάτων καὶ τῆς πρὸς θεὸν οἰκειώσεως καὶ παρρησίας τὰ ὦτα ὑποπλησθείς. καὶ ἐπεὶ εἷλκεν αὐτὸν ἡ περὶ τοῦ ἁγίου φήμη στεῤῥῶς καὶ αἱ τούτου τῆς ἀρετῆς ἴυγγες, σφοδρῶς ἤρα καὶ θεατὴς γενέσθαι τῆς μακαρίας ἐκείνης ὄψεως, καὶ φωνῆς ἀκοῦσαι ἐκείνου ἐγλίχετο θεοφορούμενος· αἰδοῦς γὰρ ἀεὶ πᾶσιν ἀνθρώποις ἄξιόν ἐστι χρῆμα φιλοσοφία. ὁ μέντοι θεῖος ἀνὴρ καὶ περιουσίαν ἀγάπης πλουτῶν, τὴν αἴτησιν τοῦ Ἀποκαύκου προσηκάμενος (οὐδὲν ὅλως τῶν ἐν χερσὶν οὕτω σπουδαῖον ἦν αὐτῷ ὡς καὶ μικρὸν ἐπισχεῖν ἢ χρόνῳ τινὶ καὶ ἀναβολῇ τὸ πρᾶγμα διδόναι, ἀλλὰ πάντα ἐν ἐλαχίστῳ θέμενος), ἀπτέρῳ τινὶ τάχει τὴν Κόρινθον κατέλαβε, παρ᾿ οὐδὲν ποιούμενος καὶ αὐτὸν τὸν τῆς ὁδοῦ κόπον καὶ τὴν κάκωσιν τῆς πεζοπορίας. ἅμα δὲ τῇ ἐν Κορίνθῳ παρουσίᾳ τούτου, οὐ μόνον ὑγιὴς εὐχῇ τοῦ δικαίου ὁ κατερραγμένος ἐδείκνυτο καὶ ἡ χάρις ὅσην ἐπλούτει ὁ μέγας παρὰ θεοῦ ἔτι φανερὰ καθίστατο τοῖς ἀγνοοῦσιν, ἀλλὰ καὶ τῆς τῶν Βουλγάρων φροντίδος ἀπελύετο ὁ Ἀπόκαυκος, προμηνύσαντος αὐτῷ τοῦ μακαρίου τὴν ἐκείνων καταστροφήν· ὑπὸ γὰρ τοῦ συνοικοῦντος αὐτῷ πνεύματος τὰ ἀφανῆ ἀεὶ εἶχεν ὁρᾶν καὶ πολὺς ἦν τὰ μέλλοντα προβλέπειν. καὶ οὕτω μὲν τῷ Ἀποκαύκῳ Βασιλείῳ ἡδὺς γίνεται καὶ μελιχρὸς ὁ τοῦ ἁγίου λόγος ἐφ᾿ ἅπασι, καὶ ἡ τῶν κακῶν αὐτῷ Ἰλιὰς λέλυται καθάπαξ τῇ τοῦ ὁσίου παρουσίᾳ. ἑβδόμης δὲ ἡμέρας ἐκεῖ ὁ μέγας ἐνδιατρίψας, πρὸς τὰ οἰκεῖα ἤδη αὖθις ἀνθυπενόστησεν· ἐν οἷς ἀεὶ τὰς αἰσθήσεις συνάγων εἴσω παρεσκεύαζε νεύειν, ὡς ἐν πλείονι γαλήνῃ τοῦτον ἐν μέσῳ θορύβων ἢ τοὺς ἐν ἐρήμῳ ὄντας διατελεῖν.

41. πλὴν ἀλλ᾿ ἀκόλουθόν ἐστι πάντως καὶ τὰ κατὰ τὴν ὁδὸν αὐτῷ τερατουργηθέντα γραφῇ παραδοῦναι· συνοδεύσαντι γὰρ
[p. 144] αὐτῷ ἐν τῇ ἀνόδῳ ἀνδρί τινι εὐλαβεῖ καὶ τροφίμῳ τῆς ἀρετῆς, πρὸς δὲ καὶ ἱερατικῷ τετιμημένῳ ἀξιώματι, ὡς ἤδη πέρας εἴληφεν ἡ ἡμέρα καὶ βαθεῖα ἦν ὀψία, παλαιτάτῳ τινι ναῷ ἀπαντήσαντι, ἄμφω ἐν αὐτῷ εἰσεληλύθασιν ἐφ᾿ ᾧ μικρὸν ἀνεθῆναι τοῦ κόπου καὶ ὕπνου μετρίου παραγεύσασθαι. ὡς γοῦν ἐξετέλεσαν τὴν ἐπικοίτιον εὐχὴν καὶ τῷ ἐδάφει ἑαυτοὺς ἀνέκλιναν τῷ ὕπνῳ χρησόμενοι, ἐπεὶ ὁ ὕπνος μετὰ μικρὸν ἀνῆκε τὸν ἱερέα, ὁρᾷ ἐν τοσούτῳ βάθει τῆς νυκτὸς φῶς λυχνιαῖον ὕπερθεν ῥάβδου τῆς σταυροφόρου τοῦ μακαρίου δαψιλεῖς τὰς ἀκτῖνας ἐκπέμπον καὶ καταυγάζον ἅπαντα τὸν ναόν. θάμβους οὖν ἐπὶ τούτῳ πλησθεὶς ὁ ἱερεὺς καὶ θεῖον εἶναι τὸν ἄνδρα πεπιστευκώς, περὶ τῆς ἰδίας μητρὸς αὑτοῦ ἱκεσίαν προσῆγε· καὶ γὰρ ἦν ἐκείνη χρονίῳ καὶ χαλεπῷ νοσήματι προσομιλήσασα ἐπὶ πλείοσιν ἔτεσιν, ὑφ᾿ οὗ κατεργασθεῖσα κλινοπετὴς ὑπῆρχε καὶ πάμπαν ἀκίνητος. ὡς γοῦν ἀδίστακτον ἅμα καὶ ἀναμφίβολον εὗρε τὴν πίστιν ὁ ὅσιος, οὐ παραιτεῖται τὴν αἴτησιν, ἀλλ᾿ εὐθέως τὴν χάριν ἀντιμετρεῖ. ἀφ᾿ οὗπερ γὰρ ἀμπείχετο πιναροῦ ῥακίου τμῆμά τι περιελὼν καὶ τῷ ἱερεῖ ἐπορέξας, «ἄπιθι,» εἶπεν, «ἀδελφέ, καὶ ὕδατι τοῦτο ἐπιβρέξας τοῦ ἁγιάσματος τῶν ἁγίων Θεοφανείων, δὸς πιεῖν τῇ καμνούσῃ· καὶ πάντως ὄψει τὴν δόξαν τοῦ θεοῦ.» κατὰ γοῦν τὸ τούτου ἐπίταγμα οἴκαδε ὁ ἱερεὺς παραγενόμεονς καὶ τῇ ἰδίᾳ μητρὶ τοῦτο προσαγαγών, ἐν ᾧ τὸ τμῆμα τοῦ ῥακίου ἐδεύετο, ἀνέθορε τῆς κλίνης εὐθέως ἡ μικροῦ καὶ ἐγγὺς οὖσα τῶν τοῦ ᾅδου πυλῶν καὶ δορκάδος δίκην ἐφήλατο, τελείας εὐμοιρήσασα τῆς ὑγείας. τῷ δὲ τοιούτῳ θαύματι ἔμπλεῳ τὴν ψυχὴν ἡδονῆς ὅ τε ἱερεὺς ἅμα τῇ μητρὶ χάριτας τῷ θεῷ ὡμολόγουν καὶ τῷ τούτου γνησίῳ θεράποντι· καὶ οὕτω τῷ μεγάλῳ τὸ πάρεργον οὐδὲν ἧττον τοῦ ἔργου θαυμαστὸν εἴργαστο.

[p. 146]

42. ἐπεὶ δὲ τῆς πρὸς τὴν Σπάρτην φερούσης εἴχετο ὁ μακάριος (ὡς ὁ λόγος φθάσας ἐδήλωσε), τοῖς κοινωνοῦσιν αὐτῷ τῆς ὁδοῦ προσφιλοσοφῶν ἦν, κατὰ τὸ εἰωθὸς αὐτῷ, περὶ τῆς βεβαίας ἐκείνης καὶ μακαρίας ἐλπίδος καὶ ταῖς μελιγλώττοις αὐτοῦ θείαις ὑποθήκαις πρὸς εὐσεβῆ ζῆλον καὶ ἔνθεον ὑποθήγων. ὡς δὲ καὶ τὴν ἐκ τοῦ Ἀμυκλίου πρὸς τὰ ἐνταῦθα τρίβον ἤνυον, τῆς γλυκείας χάριτος ἐκείνης τῶν τοῦ μάκαρος λόγων ἐπαπολαύοντες καὶ ἡδέως ἐπαΐοντες, ἐπεὶ θέρους ἦν ὁ καιρὸς καὶ ἡ ὥρα σταθηρᾶς μεσημβρίας καὶ ὁ καύσων σφοδρὸς καὶ ὁ φλογμὸς ἀνύποιστος, οἱ τῷ ἁγίῳ, ὡς εἴρηται, τῆς ὁδοιπορίας κοινωνοῦντες τῷ δίψει δεινῶς ἐκπολιορκηθέντες (οὐδὲ γὰρ ἦν ἐν ὅλῃ τῇ λεωφόρῳ ἐκείνῃ ἢ πηγαῖον νᾶμα ἢ ποτάμιος ῥοῦς ἢ χείμαρρος ἢ ἄλλη ὁπωσοῦν φύσις ὕδατος), χαμαιριφεῖς ἐκεῖνοι γεγονότες περὶ τὸ μέσον τῆς λεωφόρου καὶ τὸ ἀναπνεῖν ἤδη ὑπὸ τοῦ συνεχοῦς καύματος καὶ τοῦ ἐξ αὐτοῦ πνίγους διακοπτόμενοι, τὰς ψυχὰς βιαίως ἀφιέναι ἠπείγοντο. οὓς ἰδὼν ὁ ὅσιος οὕτω μέλλοντας κινδυνεύειν ἀθλίως καὶ τῆς αὐτῶν ἀσθενείας οἶκτον λαβών, εὐχῇ ἑαυτὸν ἐπέδωκε κατὰ τὸ σύνηθες· εἶτα καὶ τῇ σταυροφόρῳ ῥάβδῳ πλήξας τὸν τόπον, ἐν ᾧ στὰς τὴν εὐχὴν ἐποιεῖτο (ὢ τῶν σῶν θαυμασίων, Χριστέ μου), ὕδωρ εὐθὺς οἷον ἥδιστον καὶ διαυγέστατον καὶ ποτιμώτατον ἐκ τῶν τῆς γῆς ἀνεδόθη λαγόνων. οὗπερ οἱ τῷ δίψει ἐκτακέντες καὶ μικροῦ δεῖν ἐκλιπόντες ἐμφορηθέντες, ἀνέψυξάν τε καὶ ἀνερρώσθησαν καὶ τῷ ἁγίῳ προθύμως παρείποντο, ἐκπληττόμενοι ἐπὶ τῷ παραδόξῳ τοῦ θαύματος. ὅτε καὶ ἦν ἰδεῖν πανταχοῦ τὸν ἄνδρα δοξαζόμενον διὰ τὸ ἄψευστον τῆς ἐπαγγελίας, Ϡδοξάζειν ἐπηγγείλατο κύριος τοὺς διὰ τῶν ἔργων αὐτῶν δοξάζειν ἐπισταμένους.Ϡ τὸ γοῦν οὕτως παραδόξως πηγάσαν ὕδωρ κρήνη γέγονεν ὑδροτόκος καὶ κοινὸν
[p. 148] πρόκειται μέχρι καὶ τήμερον παραμύθιον καὶ δίψας ἀλέξημα πᾶσι τοῖς ὁδοιπόροις, ἔνθα δὴ καὶ εὐκτήριος οἶκος ὕστερον ἐξ αὐτῶν ἀνηγέρθη τῶν κρηπίδων ἐπ᾿ ὀνόματι τοῦ τρισμάκαρος παρά τοῦ τῶν προσοικούντων τῷ τόπῳ καὶ τῷ τάγματι τῶν μοναχῶν κατειλεγμένου, ᾧ Ζωσιμᾶς μὲν ἡ κλῆσις, ὁ δὲ τρόπος μάλα ἐπαινετὸς καὶ θεοφιλής. οἱ τοίνυν τοῦ ὕδατος ἐμφορούμενοι καὶ τῷ ἡδίστῳ τῆς πόσεως ἐπαναψύχοντες ἀεὶ καὶ οἷον ἀναπτερούμενοι, τῆς προκειμένης ὁδοῦ ἅπτονται, εὐχαριστοῦντες τῷ θεῷ καὶ τῷ ἁγίῳ.

43. ἀλλ᾿ ὁ μὲν ὅσιος οὕτω τῇ Λακεδαίμονι ἀποδέδοται καὶ τὸ τῆς ἀληθινῆς φιλοσοφίας φροντιστήριον εἶχεν αὐτόν· ὀλίγαις δ᾿ ὕστερον ἡμέραις (καὶ ἐπεὶ ὁ φθόνος ἀεὶ ἠρεμεῖν οὐκ οἶδε) διεβλήθη ὑπό τινων κακοθελῶν ἀνδρῶν καὶ τῷ τοῦ φθόνου πάθει δεινῶς προκατειλημμένων Ἰωάννης ἐκεῖνος, ᾧ τὸ ἐπίκλην Μαλακηνός, ἀνὴρ τῶν λίαν εὐκλεῶν καὶ περιβλέπτων καὶ αὐτῶν τῶν ἐπὶ τῇ κατὰ κόσμον σοφίᾳ θαυμαζομένων, τὰ πρῶτα φέρων οὐ τῆς Λακώνων πόλεως μόνον ἀλλὰ καὶ πάσης Ἑλλάδος καὶ τῆς τοῦ Πέλοπος· διεβλήθη δὲ τῷ τὰ σκῆπτρα τότε τῆς Ῥωμαίων ἀρχῆς ἰθύνοντι. Βασίλειος δ᾿ οὗτος ἦν ὁ τοῦ μικροῦ Ῥωμανοῦ παῖς καὶ πάντων βασιλέων εὐδαιμονέστερος, οὗ καὶ ὁ βίος ἐπιφανὴς καὶ ὁ τῆς ἀρχῆς χρόνος ἐπιμήκιστος καὶ τὰ κατὰ τῶν ἀντιπάλων τρόπαια πάμπολλα, δι᾿ οὗ καὶ ὁ τοῦ Βουλγαρικοῦ ἔθνους ἄρξας Σαμουὴλ ἐκεῖνος, ὁ τὴν ῥώμην ἄμαχος καὶ τὴν ἰσχὺν ἀνυπέρβλητος, ἀνῄρητο <σὺν> αὐτῷ δὲ ἅπαν τὸ ἔθνος τῆς Βουλγαρικῆς ἀναριθμήτου φάλαγγος καταβέβληται ἅμα καὶ τεταπείνωται, καθὼς ἡ περὶ αὐτὸν ἱστορία πλατύτερον παριστᾷ. ἀπεστάλησαν οὖν παρὰ τοῦ αὐτοῦ βασιλέως δύο
[p. 150] σατράπαι, στρατιωτῶν λεγεῶνας ἐπαγόμενοι ἐφ᾿ ᾧ κατασχεῖν ἀθρόως τὸν προλεχθέντα Μαλακηνὸν καὶ δέσμιον ἄχρι τῆς μεγαλωνύμου καὶ βασιλίδος τῶν πόλεων ἀγαγεῖν· ἀποστασίαν γὰρ καὶ καθοσιώσεως αἰτίαν οἱ βάσκανοι κατὰ τοῦ ἀνδρὸς μελετήσαντες καὶ τὰς βασιλικὰς ἐμπλήσαντες ἀκοάς, τὸ πῦρ ἀνῆψαν τῆς διαβολῆς καὶ ἀνταρσίας ἔγκλημα τούτῳ προστρῖψαι δεινῶς ἐσκαιώρησαν οἱ πρὸς τὰ τοιαῦτα κακουργεῖν καὶ τεκταίνεσθαι δοκιμώτεροι. ὡς οὖν κατέλαβον οἱ παρὰ τοῦ βασιλέως ἀπεσταλμένοι τὴν τῶν Λακώνων χώραν καὶ τὸν δι᾿ ὃν ἀπεστάλησαν συνελάβοντο, μεταπεμψάμενος τὸν ὅσιον ὁ ἀνήρ (καὶ γὰρ πρὸς τοῖς ἄλλοις αὐτοῦ τῶν κατορθωμάτων καὶ πλείστην ἐκέκτητο τὴν πίστιν τε καὶ τὸ σέβας πρὸς αὐτόν), «εὖξαι,» εἶπεν ἐν συνοχῇ καρδίας, «εὖξαι ὑπὲρ ἐμοῦ τοῦ τάλανος, δοῦλε θεοῦ, ἵνα μὴ τῇ τοῦ βασιλέως ὀργῇ κακῶς ἀπόλωμαι.» ὁ δὲ ἅγιος οἷος ἐκεῖνος λόγοις, οἷς τε ἐσχεδίαζε νοημάτων περιουσία καὶ ῥήμασι μειλιχίοις, ἀνέλαβέ τε καὶ ἀνεκτήσατο τὸν ἄνδρα ἱκανῶς καὶ μηδὲν ὅλως δεδοικέναι ἢ κραδαίνεσθαι παρεσκεύασεν. εἶτα καὶ τραπέζης αὐτῷ καὶ ἁλῶν κοινωνήσας καὶ συνεστιαθεὶς δι᾿ ἀγάπης περιουσίαν καὶ τὸ ταύτης ἐξόχως καλόν, πολλαπλῆς τε εὐφροσύνης κρατῆρα αὐτῷ κερασάμενος, ἢ μᾶλλον εἰπεῖν, τὸν ποιητικὸν ἐκεῖνον κυκεῶνα, κακῶν ἐπίληθον ἁπάντων, προσέθηκε καὶ ταῦτα· «ὅτι» φησί «καὶ βασιλικῆς μᾶλλον ἐπιτεύξῃ εὐνοίας καὶ εὐτυχέστερον ἢ πρότερον βιώσῃ καὶ πρὸς μείζονα ἀναχθήσῃ ἀξίαν καὶ παντὸς ἀνιαροῦ κατευμεγεθήσῃ, κἀμὲ θεάσῃ καὶ εἰς τὴν οἰκείαν πατρίδα ἐπ᾿ ἐσχάτου τὸν βίον μεταλλάξεις.» καὶ γάρ, ὡς ἀνόπιν εἴρηται, καὶ τούτου παρὰ τοῦ πατρὸς τῶν φώτων ἠξίωτο τοῦ χαρίσματος, ὥστε βλέπειν ὡς ἐνεστῶτα τὰ μέλλοντα. ἃ δὴ καὶ ὕστερον ἀπέβη
[p. 152] κατὰ τὴν ἁγίου πρόρρησιν. ὁ τοίνυν Μαλακηνός, ὡς ἐκ προφητικῆς γλώσσης καὶ θεοπνεύστου ταῦτα ἀκηκοὼς καὶ μηδὲν ὅλως τούτοις ἐπιδοιάσας, παρεκλήθη οὔτι μετρίως· εἶτα καὶ τῷ ἁγίῳ συνταξάμενος, ἡδέως τὸν ἀπόπλουν ἐποίει. ὡς δὲ καὶ πρὸς βασιλέα ἤχθη καὶ τὰ κατ᾿ αὐτοῦ σκαιωρηθέντα ἐν τῷ σκότει τοῦ ψεύδους τῷ φωτὶ τῆς ἀληθείας εὐχαῖς τοῦ ὁσίου διεσκέδαστο, πλείονος μᾶλλον ἠξίωτο τῆς παρὰ τοῦ βασιλέως ῥοπῆς καὶ εἰς μέγα ἤρθη δόξης τε καὶ τιμῆς καὶ πολλῆς ὅσης τῆς εὐκλείας, ὡς καὶ πρῶτον γενέσθαι τῆς συγκλήτου βουλῆς.

44. ἱκανὸς ὁ μεταξὺ χρόνος καί, τοῦ Μαλακηνοῦ τῇ Κωνσταντίνου ἔτι ἐνδιατρίβοντος, πρὸς τὴν ἀγήρω καὶ μακαρίαν λῆξιν ὁ ὅσιος μετέβη. τοῦτο δὲ πυθόμενος ὁ Μαλακηνὸς καὶ νομίσας διαμαρτεῖν τῆς γλυκείας ἐκείνης καὶ ἀγαθῆς ἐλπίδος, δι᾿ ἧς ἐπληροφορεῖτο τὸν τριπόθητον αὐτοῦ χαρακτῆρα θεάσασθαι τοῦ μακαρίου, καθ᾿ ἣν ἤκουσε πρόρρησιν, ἠνιᾶτο, ἤσχαλλε, μυρίοις λογισμοῖς ἐβάλλετο, δεινὸν ἡγεῖτο ζῆν, εἰ τὰ παρὰ τοῦ ὁσίου ἐπηγγελμένα περαιούμενα οὐκ ὄψοιτο. τῇ πίστει γοῦν τέως νευρούμενος ὁ ἀνήρ (οὐδὲ γὰρ ἄγευστος ἦν καὶ αὐτῆς δὴ τῆς θείας γνώσεως, δι᾿ ἧς γινώσκεσθαι πέφυκε τὰ μυστήρια τοῦ θεοῦ), τί ποιεῖ καὶ πρὸς τί φέρεται ζωγράφον τινὰ μεταστέλλεται ἀριστόχειρα· καὶ οἷος αὐτῷ τὴν μορφὴν ὁ ὅσιος τὸ σχῆμα, τὴν τρίχα, τὴν στολὴν τῷ λόγῳ πάντα ὑπέγραφε καὶ διεξῄει καὶ ἐπέσκηπτε χρωματουργῆσαι τὴν τοῦ ἁγίου ἐμφέρειαν ἐπὶ σανίδος. ὁ τοίνυν ζωγράφος οἴκαδε ἐπανήκων καὶ προὔργου θέμενος τῇ ἰδίᾳ τέχνῃ πάνυ εὐφυῶς ἐκτελέσαι τὸ ἐπίταγμα, δυσεπιχείρητα πονεῖν ἔδοξε καὶ ὁ κόπος αὐτῷ εἰκαίως ἀπέβαινεν· οὐδὲ γὰρ οἷός τε ἦν ἐκ μόνης διηγήσεως, κἂν εἰς ἄκρον ἦν τὴν τέχνην
[p. 154] ἐξησκημένος, ὃν οὐδέποτε τεθέαται εἰκονογραφῆσαι κατὰ τὸ ἀπαράλλακτον. οὕτως οὖν ἀμηχανῶν καὶ ἐν ἀπόροις ὤν, ἀλύων τε οὐ μετρίως καὶ ἀνιώμενος διά τε τὴν ἐκείνου ἄγνοιαν καὶ τὸ μὴ δύνασθαι ὅπως ἂν τῶν τῆς ὄψεως χαρακτήρων ἐφίκοιτο, ὁρᾷ τινα μοναχὸν ἄφνω εἰσιόντα ἐν τῇ οἰκίᾳ αὐτοῦ, μακρὸν μὲν τῇ ἡλικίᾳ, τὸ σχῆμα ἐρημικὸν καὶ ῥάκος παλαιὸν ἐνημμένον, αὐχμῶντα τὴν κεφαλήν, μέλανας δὲ κεκτημένον τὰς τρίχας τῆς κεφαλῆς καὶ τοῦ πώγωνος καὶ ἁπλῶς κατὰ πάντα ἑοικότα τῷ μακαρίῳ· ἔφερε γὰρ ἐπὶ χεῖρας καὶ ῥάβδον σταυρὸν ἔχουσαν περὶ τὸ ἄκρον αὐτῆς. ὃς καὶ τὸν ἀσπασμὸν προσηκόντως τῷ ζωγράφῳ προσαγαγών, ἤρετο τὴν αἰτίαν, δι᾿ ἣν ἀδολεσχῶν ἑωρᾶτο καὶ διαμεριμνῶν. ὁ δὲ καὶ τὴν αἰτίαν ἀπεκάλυπτε καὶ τὸ ἐργῶδες τοῦ ἐπιχειρήματος ἀπήγγελεν. εἶτα πρὸς αὐτὸν ἠρέμα πως ὁ φαινόμενος μοναχός «πρόσσχες,» εἶπεν «εἰς ἐμέ, ἀδελφέ· ἐμοὶ γάρ ἐστι κατὰ πάντα ἐμφερὴς ὁ ἱστορούμενος.» ἐπεὶ οὖν ἦρε τὸ ὄμμα πρὸς αὐτὸν ἀτενέστερον ὁ ζωγράφος, ἔγνω ἀπακριβωσάμενος αὐτὸν ἐκεῖνον εἶναι, ὃν ἡ τοῦ Μαλακηνοῦ διήγησις ὑπεσήμαινε· καὶ παραχρῆμα στρέψας ἐν ᾗ κατεῖχε σανίδι ἐφ᾿ ᾧ τὴν ὁρωμένην μορφὴν ἐκτυπῶσαι (ὢ τοῦ θαύματος), ὁρᾷ τὴν ἁγίαν μορφὴν τοῦ τρισμάκαρος αὐτομάτως τῇ σανίδι ἐκτυπωθεῖσαν. ἐκπλαγεὶς οὖν ἐπὶ τούτῳ καὶ πρὸς τὸν ὅσιον θᾶττον ἐπιστραφείς, τὸ «κύριε ἐλέησον» σὺν φόβῳ πολλῷ ἐπιφθεγγόμενος, οὐκ εἶδεν αὐτὸν ἔτι· αὐθωρὸν γὰρ ἀπέπτη ὁ μακάριος. ὁ δὲ ζωγράφος κατὰ τὴν ἐκτυπωθεῖσαν ἐμφέρειαν τὰ λοιπὰ τῶν χρωμάτων προσαγαγὼν καὶ τὴν εἰκόνα τέλεον ἀπαρτίσας, οἵα καὶ μέχρι τοῦ νῦν ὁρᾶται ἀπῃωρημένη καὶ προσκυνουμένη ἐν τῷ ἱερῷ καὶ θείῳ τεμένει τοῦ μάκαρος, λαβὼν αὐτήν, πρὸς τὸν περίβλεπτον Μαλακηνὸν ἀπεκόμισε καὶ πάντα αὐτῷ κατὰ μέρος ἀνήγγειλε τὰ τοῦ πράγματος. καὶ ὃς ὡς ταῦτα ἤκουσε καὶ πληροφορίαν
[p. 156] εἰλήφει ἐξ αὐτῆς τῆς ὁρωμένης αὐτῷ ἀπαραλλάκτου μορφῆς τοῦ ἁγίου μηδὲ ἐν τούτῳ τῷ μέρει ἀπρακτῆσαι τὴν τοῦ δικαίου πρόρρησιν, χαρᾶς ἀμέτρου πεπλήρωται καὶ κῆρυξ ἦν διαπρύσιος ἔκτοτε τῶν μεγαλουργιῶν τοῦ θεοῦ καὶ τῆς ἧς ηὐμοίρησε χάριτος ὁ ἅγιος τοῦ ἁγίου πνεύματος.

45. ἀλλὰ τὰ μὲν ταῦτα τοῦ περιβλέπτου Μαλακηνοῦ καὶ τὰ τοῦ γεγονότος θαύματος ἐν τῇ ἁγίᾳ εἰκόνι τοιάδε· ἀναγκαῖον δ᾿ ὅμως καὶ τὰ περὶ τῆς κοιμήσεως τοῦ τρισμάκαρος τῷ λόγῳ διαλαβεῖν καὶ ταῖς φιλοθέοις ἀκοαῖς παραδοῦναι· οὐκ ἀλυσιτελὲς γὰρ καὶ τοῦτο τοῖς ἀκούουσιν. ἔμελλεν ἤδη ὁ οὐρανοέραστος τοῦ θεοῦ ἄνθρωπος καὶ τῆς ἀρετῆς ἔμψυχος στήλη τῶν κάτω ἀπαίρειν καὶ πρὸς τὸν θεὸν ἐκδημεῖν, ὃν ἐξόχως ἠγάπησεν, ἀντὶ κόπων ὧν οἶδεν ἀμοιβὰς ἃς ἤλπισε καὶ ἀντιδόσεις ἀπολήψεσθαι. καὶ ἐπεὶ ἤγγιζεν ἡ κυρία τῆς ἐκ τοῦ σώματος ἀναλύσεως, ὅπερ δὴ καὶ προαπεκαλύπτετο αὐτῷ ἐκ τοῦ θεοῦ, ὅλος ἦν λοιπὸν τῆς ἐκδημίας· τὴν ἐπιθυμίαν γὰρ εἶχε καὶ αὐτὸς κατὰ τὸν θεῖον ἀπόστολον ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. νοσήσας τοίνυν ἐπὶ μικρόν, ἀνέκλινεν ἑαυτὸν ἐν τῷ προνάῳ τοῦ θείου καὶ ἱεροῦ αὐτοῦ φροντιστηρίου· καὶ μεταπεμψάμενος τοὺς λογάδας τῆς πόλεως καὶ πᾶν ὅσον ἀσκητικὸν μοναστῶν τε καὶ μιγάδων, ἠρέμα τὰ χείλη διάρας, πρῶτα μὲν τούτοις ὑψηλῇ τῇ διανοίᾳ σὺν πολλῇ τῇ φειδοῖ καὶ τῇ μετριοφροσύνῃ τὰ ἐξ ἀρχῆς αὐτῷ περὶ τοῦ τῇδε βίου κεκρυμμένα ἐφανέρου· εἶτα καὶ πατρίδα καὶ γένος καὶ τὸν τρόπον τῆς ἀποταγῆς, πρὸς τούτοις καὶ τὸν θεῖον καὶ καθαρὸν ἔρωτα τοῦ ἀοράτου πατρός, ὃν εἶχεν ἐγκεκρυμμένον ἐν τοῖς τῆς ψυχῆς ἀπορρήτοις στρεφόμενον, ἔκδηλον ἐποίει τοῖς παροῦσιν ὅσης τε τῆς ἐκ θεοῦ ῥοπῆς ἔτυχε καὶ οἵας ηὐμοίρησε χάριτος τοῦ παναγίου πνεύματος καὶ
[p. 158] ἁπαξαπλῶς πάντα κατὰ μέρος τὰ κατ᾿ αὐτὸν διεξοδικώτερον ἀνήγγελλε καὶ ἀκολούθως τὰ τῆς ὅσον οὔπω ἀποβιώσεως καὶ τὸ ἐπείγεσθαι σὺν σφοδρᾷ τῇ ἐπείξει πρὸς τὸν ποθούμενον ἐφανέρου, ὧδε τοῦ λόγου ἁπτόμενος. «ἐγὼ μέν, ὦ τέκνα καὶ σπλάγχνα ἐμά, οὓς ὠδίνησα καὶ ἔτεκον ἐν ἁγίῳ πνεύματι, πρὸς τὸν ἁπάντων δεσπότην καὶ θεὸν ἡμῶν ἄπειμι, καὶ ὁ καιρὸς ἤδη ἐφέστηκε τῆς ἐμῆς ἀναλύσεως. χρὴ οὖν ὑμᾶς διὰ μνήμης ἔχειν ἀεὶ τὰς ἡμετέρας παραινέσεις καὶ περὶ πλείονος ποιεῖσθαι τῶν οἰκείων ψυχῶν τὴν ἐπιμέλειαν, εἰδότες ὅτι μετὰ τὴν ἐνθένδε ἐκδημίαν ἰσχὺς μετανοίας οὐδὲ μία.» τῶν δὲ τὴν ἐκείνου μετάστασιν κοινὴν ὀρφανίαν καὶ κοινὴν τῶν ἐνταῦθα ἐκδημίαν ἡγησαμένων καὶ πρὸς φανεροὺς θρήνους ἐξαγομένων καὶ πικρῶς τὸν ἐκείνου χωρισμὸν ὀδυρομένων καὶ ἀπολοφυρομένων, παρεκάλει τούτους ὁ μέγας ἐᾶσαι τὸ οὕτω θρηνεῖν καὶ ὀδύρεσθαι, ὥσπερ οἱ φιλοσώματοι καὶ φιλόζωοι, χάριτας δὲ μᾶλλον θεῷ ὁμολογεῖν, καθὼς πρέπει τοῖς εἰς αὐτὸν πιστεύουσι καὶ τῇ κρείττονι ἐλπίδι τρεφομένοις. εἶτα καὶ πνεύματος ἁγίου πλησθεὶς ὁ ἀοίδιμος, παραινέσεως αὖθις τῆς πρὸς αὐτοὺς ἥψατο (ποίων σειρήνων ἢ κυκνείων μελῶν οὐχ ἡδυτέρας), «τεκνία» λέγων «ἐμὰ ποθεινὰ καὶ θυμηρέστατα, προσέχετε ἑαυτοῖς καὶ ἃς εἰλήφατε ἐξ ἐμοῦ παραγγελίας ἀσφαλῶς τηρήσατε, φυλάσσοντες καὶ τὰ νῦν ῥηθησόμενα· χρὴ γὰρ ὑμᾶς τὸν θεῖον φόβον πρὸ ὀφθαλμῶν ἀεὶ τίθεσθαι καὶ τὰ πρὸς εὐσέβειαν ὀρθῶς ἔχειν διαπαντός, τῆς ἐκκλησίας μὴ ἀπολιμπάνεσθαι· ἀλαζονείαν καὶ τὴν οἴησιν, τὰ δεινὰ καὶ ὀλέθρια πάθη, φευκταῖα ποιεῖσθε ἀεί, τὴν δ᾿ ἀληθινὴν ταπείνωσιν ἐκθύμως ἀσπάζεσθε καὶ πολλῷ πλέον τῆς μείζονος καὶ πασῶν τῶν ἄλλων γενικωτάτης ἀρετῆς, τῆς εἰς τὸν θεόν φημι καὶ τὸν πλησίον ἀγάπης, ἀνολιγώρως ἔχεσθε. αὕτη γάρ ἐστιν ὁ σύνδεσμος τῆς τῶν ἀρετῶν τελειότητος, καὶ ὅπερ οἱ ἅλες τῷ ἄρτῳ τοῦτο ταῖς ἀρεταῖς ἡ
[p. 160] ἀγάπη· καὶ μεῖζον ἴδῃ τις τὴν ἀγάπην τῆς ταπεινοφροσύνης, ἐπειδὴ καὶ ὁ κύριος διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ἐταπείνωσεν ἑαυτὸν καὶ καθ᾿ ἡμᾶς γέγονε. πρὸς τούτοις, ὦ τέκνα, τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· πτωχὸν καὶ γυμνὸν μὴ ὑπερίδητε· ἀρρώστους μὴ ὀκνεῖτε ἐπισκέπτεσθαι, πένητας κατοικτείρειν, τοῖς ἐν ἀνάγκαις βοηθεῖν ὁπόση δύναμις, ῥύεσθαι ἀδικουμένους ἐκ χειρὸς ἀδίκου καὶ παρανόμου, τῆς φιλαδελφίας ἔχεσθαι, φθόνον καὶ ζῆλον καὶ τ᾿ ἄλλα τῆς κακίας εἴδη σὺν αὐτῇ τῇ μισαλληλίᾳ πόρρω βάλλειν ἀφ᾿ ὑμῶν. πρὸς δὲ τούτοις καὶ ἄλλο ἔγωγε ἐπίσταμαι πάνυ μὲν ἄπονον, καθαίρειν δὲ σπίλους ψυχῆς λίαν ὀνησιμώτατον, τὸ ἀφιέναι δηλαδὴ τῷ πλημμελήσαντι τὸ ἁμάρτημα· τοῦτο γάρ ἐστι φίλον εἴπερ τι ἕτερον τῷ θεῷ καὶ λυτήριον τῶν ἡμετέρων κακῶν. δεῖ δὲ ὑμᾶς, ἀδελφοί, καὶ χηρῶν προῒστασθαι καὶ ὀρφανοῖς προασπίζεσθαι καὶ πτωχοῖς ἀεὶ ἐπαρκεῖν, τὴν πορνείαν φεύγειν ὁπόση δύναμις, τὴν δὲ σωφροσύνην φιλεῖν διαπαντός, ἧς χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον κατὰ τὸν θεῖον ἀπόστολον, πρὸς τοὺς οἰκέτας ἐπιεικῶς διακεῖσθαι καὶ φιλανθρώπως, κακοῦ δὲ ἀνταποδοτικοὺς ἐν μηδενὶ μηδαμῶς γίνεσθαι, ἀλλὰ καὶ τὰ πεπραγμένα πυκνοτέρως ἐξομολογεῖσθαι ἀνδράσι πνευματικοῖς καὶ τοῖς πρὸς τοῦτο λίαν εὐφυῶς ἔχουσι καὶ ἐπιτηδείως. ἂν οὕτω τὸν καθ᾿ ὑμᾶς βίον ἐξάγοιτε, οὐκ ὀρφανοὺς ὑμᾶς ἐάσω, πατρὸς στέρησιν ἀποδυρομένους τοὺς ἐμοὶ ποθεινούς· ἀλλ᾿ ὑπ᾿ ἐκείνῳ πατρὶ τὴν ὑμῶν καταλείπω πρόνοιαν, ὃς τὰ πάντα λόγῳ καὶ σοφίᾳ παρήγαγε καὶ κοινὸς ἁπάντων ἐστὶ πατὴρ καὶ δεσπότης καὶ κηδεμών, καὶ τὴν σωτηρίαν ἅπασι πλουσίως ἐπιβραβεύων.»

46. ταῦτα καὶ πλείονα παραινέσας τοῖς συνειλεγμένοις ὁ ὅσιος, οὐκ ἐξ ἀνθρωπίνης σοφίας ἀλλ᾿ ἐκ τῆς χάριτος τοῦ
[p. 162] ἀγαθοῦ πνεύματος, οἱονεὶ καὶ πρὸς αὐτὸν εἰρηκότος, ὥσπερ πάλαι τῷ Ἱερεμίᾳ· Ϡἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου,Ϡ εἶτα καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας καὶ ἐπευξάμενος καὶ τὰ ἐξιτήρια ὡς δυνατὸν αὐτοῖς προσφθεγξάμενος καὶ τελευταῖον τὸ «ὁ θεὸς σὺν τῇ ἡμετέρᾳ ἀγάπῃ μεθ᾿ ὑμῶν,» ἐπειπών, «ὦ τέκνα καὶ ἀδελφοί,» εἰς οὐρανὸν τὸ ὄμμα ἐκτείνας, «κύριε Ἰησοῦ Χριστὲ ὁ θεός, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου» ἐπιφθεγξάμενος, τὴν ἁγνὴν καὶ ἱερὰν ἀφῆκε ψυχὴν καὶ πρὸς τὴν ἀγήρω καὶ μακαρίαν λῆξιν οἷά τις Ὀλυμπιονίκης μετέβη, ἀγγέλοις ἄξιος συγχορευτὴς γενόμενος καὶ ὡραίους τοὺς καρποὺς τῶν οἰκείων ἀπενεγκάμενος πόνων.

47. τότε δὴ τότε ἅπας ὁ τῆς Λακεδαίμονος λαὸς σὺν τῇ πέριξ ἐπαρχίᾳ, γένος ἅπαν καὶ ἡλικία πᾶσα, ὡς ᾔσθοντο τὴν τοῦ ἁγίου μετάστασιν, ζήλῳ θείῳ πυρποληθείς, ἔθεον ἄλλος ἀλλαχόθεν μεθ᾿ ὑπερβολῆς τῆς θερμότητος καὶ οἷα δὴ μελισσῶν σμῆνος ἐν μέλιτι συνηθροίζοντο ἐφ᾿ ᾧ τύχοιεν τῆς παρὰ τοῦ ὁσίου εὐλογίας· καὶ ἆθλον ἕκαστος ἡγεῖτο πολλῶν εἶναι ἱδρώτων καὶ φιλοτιμίας ἄξιον τοῖς πολλοῖς ἐνομίζετο τὸ μόνον ἐγγὺς γενέσθαι τῶν περιβόλων ἢ καὶ πλησιάσαι καὶ τὴν μακαρίαν ὄψιν θεάσασθαι σπουδῆς ἄξιον ἐποιοῦντο καὶ χρῆμα κομιδῇ περιμάχητον. ἦν οὐν ἰδεῖν τῷ συρρέοντι πλήθει ἀγυιὰς καὶ ἄμφοδα στενοχωρούμενα καὶ πλήθη θαυμάτων ἐκτελούμενα κατ᾿ ἐκείνῳ τῆς ὥρας. δι᾿ οὗ καὶ τὸ θερμὸν καὶ διάπυρον τῆς πίστεως δεῖξαι βουλόμενοι, οὕτω συρρεύσαντες, παχύτερόν τι δρᾶσαι καὶ ἀγροικικὸν παρωρμήθησαν. καὶ ὁ μὲν ἐκ τῶν αὐχμώντων βοστρύχων τῆς κεφαλῆς τοῦ μάκαρος ἔσπευδέ τι κομίσασθαι· ὁ δὲ ἐκ τῶν τριχῶν τοῦ πώγωνος, ἄλλος τμῆμά τι ἐκ τοῦ παλαιοῦ τριβωνίου
[p. 164] καὶ τῆς σισύρας· καὶ οὕτω μέγα καὶ περιβόητον ἦν ἅπασι τὸ λήψεσθαί τι τῶν ἐπικειμένων ἐν χρῷ τῷ ἁγίῳ λειψάνῳ εἰς ἀπαλλαγὴν παθῶν ἅμα καὶ νοσημάτων παντοίων. οἳ καὶ τῶν ἐλπίδων οὐκ ἐψεύσθησαν· ἄμισθον γὰρ τὴν θεραπείαν τρυγῶντες, ὅσοι νόσοις ποικίλαις κατειλημμένοι ἐτύγχανον, χαίροντες οἴκαδε ἐπανῄεσαν καὶ διὰ πάντων καὶ ἐπὶ πάντων ὑμνεῖτο θεὸς καὶ σωτὴρ ὑπὸ πάντων ὁ ἐκείνου θεράπων ἀνεκηρύττετο.

48. ὁ δέ γε τηνικαῦτα τῶν ἐκκλησιαστικῶν οἰάκων ἐπειλημμένος, ὃν ὁ λόγος φθάσας ἐδήλωσεν, ὁ πολὺς τὴν φήμην, μείζων δὲ τῆς φήμης τὴν ἀρετήν, θᾶττον ἐκτελέσας ὅσα καὶ νόμος σὺν ἱερεῦσι καὶ κληρικοῖς καὶ αὐτοῖς μονάζουσι, τὸ καθαρὸν καὶ ἱερὸν ἐκεῖνο σῶμα χερσὶν ὁσίαις καὶ κόσμῳ τῷ προσήκοντι σπουδῇ πάσῃ περιστείλας καὶ τοὺς ὄχλους ὡς οἷόν τε διασκεδάσας, ἔτι ἀπλήστως πάντων ἐχόντων τοῦ ἱεροῦ ἐκείνου θεάματος, τῇ σορῷ ἐναπετίθει, ἐν ᾗ καὶ ποταμηδὸν εὐθέως τὸ μύρον ἐκ τοῦ θείου σκήνους ἀνέβλυσε, κενούμενον οὐδαμῶς, καινὸν δὲ τὸ εἶδος καὶ τὴν ἐνέργειαν ἄφραστον· ἦν γὰρ τότε ὁρᾶν χωλοὺς ἁλλομένους τῷ τούτου χρίσματι, τυφλοὺς εὐθέως τὴν ὀπτικὴν ἁπολαμβάνοντας δύναμιν, μεμηνότας ἔμφρονας γίνεσθαι, λάβρους πυρετοὺς καὶ φθόας καὶ ὑδέρους καὶ μυρία ἕτερα εἴδη νοσημάτων μόνῳ τῷ τοῦ θείου μύρου χρίσματι δραπετεύοντα ἐξ ἀνθρώπων. ὧν εἷς ἦν καὶ ὁ τοῦ Σαββατίου υἱὸς Ἰώαννης. καὶ γὰρ ὡς ἐπίπαν ταῖς ἀρχαῖς τε καὶ μεταβολαῖς τοῦ βίου, ὥς πού τις εἴρηκε, καὶ τέλος ἕπεται· ὅταν δέ τι καὶ παρὰ ταῦτα γένηταί ποτε ἔν τισι, σπανίως πάντως καὶ ἀσυνήθως γίνεται.

49. ἀλλ᾿ ὅρα καὶ τῶν μετὰ τὴν κοίμησιν τοῦ ὁσίου θαυμάτων τε καὶ χαρισμάτων, ὧν ἠξιώθη ἐκ τοῦ ἀγαθοῦ
[p. 166] πνεύματος, μνήμην ποιεῖσθαι, εἰ καὶ μὴ πάντων ἀκριβῶς οὐδὲ καθεξῆς· πῶς γάρ, τοσούτων ὄντων, ἃ δὴ καὶ ποταμίοις ἐπίσης ῥέουσι νάμασι, καὶ μάλισθ᾿ ὅτι μηδὲ μέχρι καὶ νῦν ἐκεῖνα τῆς ῥοῆς ἔστησαν ὀλίγα δὲ τούτων ἀπολαβόντες εἰς δόξαν θεοῦ τοῦ οὕτω δοξάζοντος, ὡς ἡ ὑπόσχεσις, τοὺς αὐτοῦ θεράποντας, τὰ πλείω τοῖς εἰδόσι παραπέμψωμεν. οὗτος γὰρ ὁ τοῦ Σαββατίου υἱός, νόσῳ χρονίᾳ περιπεσὼν καὶ λίαν χαλεπωτάτῃ, χεῖρας ἅμα καὶ πόδας καὶ ἅπαν τὸ σῶμα παρεῖτο καὶ καθάπαξ ἦν ἀκίνητος. ἐπεὶ δὲ καὶ φοράδην παρὰ τῷ θείῳ ναῷ κεκόμιστο καὶ τῷ βλύζοντι μύρῳ ἐκ τῆς σοροῦ τοῦ θείου λειψάνου ἤλειπτο, αὐθωρὸν ἀνέστη ὁ παῖς· καὶ τὸ σῶμα ἔρρωτο ἅπαν, καὶ ποσὶν οἰκείοις ἁλλόμενος τῇ οἰκείᾳ μητρὶ προσέδραμεν, ὥστε πάντας ἐκπλαγῆναι καὶ τῷ θεῷ δόξαν ἀναπέμψαι.

50. λεγέσθω δὲ καὶ ἕτερον κατ᾿ οὐδὲν ἧττον τοῦ προτέρου θαύματος. ἄριστα καὶ ἐν κόσμῳ πολλῷ τὴν τοῦ πραίτωρος ἀρχὴν διοικήσας καὶ μέλλων εἰς τὰ ἴδια ἀπιέναι ὁ στρατηγὸς Βασίλειος ὁ Ἀπόκαυκος, ὃν ὁ λόγος φθάσας ἐδήλωσεν, ἐπεχωρίασε τῇ Λακεδαίμονι ἐφ᾿ ᾧ προσκυνῆσαι τὴν τιμίαν σορὸν τοῦ μάκαρος καὶ τὸν πρὸς αὐτὸν ὡς οἷόν τε ἀφοσιώσασθαι πόθον. ἐν δὲ τῷ μέλλειν τῆς Λακεδαίμονος ἀπαίρειν, ἔν τινι σκεύει λαβὼν τοῦ ἁγίου μύρου οἴκαδε ἀπεκόμισεν εἰς ἁγιασμὸν καὶ δεινῶν ἀπαλλαγὴν καὶ νόσων ἀλεξιτήριον. ἐπεὶ δὲ εὗρεν κλινοπετῆ καὶ ἀκίνητον ἕνα τῶν λίαν εὐνουστάτων αὐτῷ ὑπηρετῶν, ὃς ἦν δεινῇ νόσῳ περιπεσών, ἐν ᾗ πᾶσα ἰατρῶν τέχνη ἥττητο, καὶ σπουδὴ ματαία καὶ κενὴ τριβὴ τῷ κάμνοντι τὰ πρὸς αὐτὸν προσαγόμενα φάρμακα διηλέγχετο, ἀνενδοιάστως ἤδη τῆς νόσου τὸν θάνατον ἀπειλούσης,
[p. 168] τῷ θείῳ μύρῳ ὅπερ ἐπεφέρετο ὁ Ἀπόκαυκος τὸν οὕτω μικροῦ τὰ ἔσχατα πνέοντα περιχρίσας, πίστει ἀδιστάκτῳ καὶ μόνῃ τὸ θαρρεῖν κεκτημένος, περὶ μέσας νύκτας ἄφνω τῆς κλίνης ἐκπηδήσας ὁ Γρηγόριος (τοῦτο γὰρ ἦν τὸ ὄνομα τῷ κάμνοντι) καὶ τοῖς οἰκείοις ποσὶ βαδίζων ὁ πρὸ μικροῦ ἄφωνος καὶ ἀγαθῶν ἐλπίδων εἰς ἅπαν ἔρημος, λαμυρωτέρᾳ γλώττῃ καὶ πομπικῇ (τοιοῦτον γὰρ ἡ περιχάρεια) τὴν ἰδίαν ἐκάλει σύζυγον ἐξ ὀνόματος. ὡς δ᾿ ἠκηκόει ὁ Ἀπόκαυκος τῆς φωνῆς, δρομαίως πρὸς αὐτὸν ἐξεληλύθει, πυνθανόμενος τὴν αἰτίαν τῆς ἀναρρώσεως ἢ μᾶλλον εἰπεῖν ἀναβιώσεως, δι᾿ ἐπιστασίας ἤκουε παρ᾿ ἐκείνου μοναχοῦ τινος, ῥάβδον φέροντος τῇ χειρὶ σταυροφόρον καὶ τὸ σχῆμα ἐρημικὸν κεκτημένου, ἀπαλλαγῆναι τοῦ θανατηφόρου νοσήματος. «ἐπιστὰς γάρ μοι» ἔλεγεν «ὁ ἀναστήσας με μοναχός,» διηγούμενος καὶ τὰ σημεῖα τῆς ὄψεως, δι᾿ ὧν ὁ Ἀπόκαυκος ἐτεκμαίρετο τὴν τοῦ ἁγίου μορφήν, «καὶ τῆς χειρὸς ἁψάμενος, Ϡὁ θεόςϠ εἶπε Ϡδιὰ τὴν πίστιν τοῦ Ἀποκαύκου τὸ ζῆν σοι χαρίζεται εὐχαῖς τοῦ Μετανοεῖτε καὶ δεήσεσιν.Ϡ ὃς καὶ ἀπέπτη εὐθέως. ἐγὼ δὲ ὡς καθαρᾶς τῆς ὑγείας τετύχηκα.» καὶ τὰ μὲν παρὰ τοῦ Γρηγορίου λεχθέντα τοιαῦτα, ὁ δὲ Ἀπόκαυκος θαυμάσας καὶ ἐκπλαγείς, ἐδόξαζε τὸν θεὸν καὶ χάριτας ὡμολόγει τῷ ὁσίῳ.

51. ὁποῖος δ᾿ ἦν ὁ μέγας καὶ δαίμονας ἐξ ἀνθρώπων ἐλαύνειν, αὐτίκα δὴ καὶ ῥηθήσεται· ἀνὴρ γάρ τις τῶν ἡμεδαπῶν τοῦ Ἕλους καὶ τροφίμων, ὑπὸ πνεύματος ὀχλούμενος ἀκαθάρτου, δεσμώτης ἤχθη ὑπὸ τῶν προσοικούντων ἐν τῷ θείῳ τεμένει τοῦ μάκαρος· οὐδὲ γὰρ εἴα, ὅλως αὐτὸν ἐκταράσσων καὶ ἐξοιστρῶν, πάντα ῥήσσειν καὶ κατασπᾶν ἠνάγκαζεν ὅσα καὶ χερσὶ λάβοιεν. ὃς καὶ ἅμα τῷ προσψαῦσαι τῇ θείᾳ κιβωτῷ (οὕτω γὰρ εἰπεῖν οἰκειότερον) καὶ τῷ
[p. 170] βλύζοντι θείῳ μύρῳ ἐπιχρισθῆναι, ᾤχετο ὁ δαίμων, ὡς εἰ μηδέποτε τὸ παράπαν παρεισφθαρεὶς αὐτῷ. οἱ δὲ κατὰ γένος αὐτῷ κοινωνοῦντες, ἔμφρονά τε καὶ νηφάλιον ὡς ἐπίπαν παραλαβόντες, ἀσπασίως οἴκαδε ὑπενόστησαν, δοξάζοντες τὸν θεόν.

52. καὶ τοῦτο μὲν δὴ τοιοῦτον, ἕτερον δ᾿ οὐδὲν ἐκείνου καταδεέστερον, εἰ μὴ καὶ μᾶλλον παραδοξότερον, ὁ λόγος ἤδη τοῖς θέλουσι γνωριεῖ. ἀνήρ τις ἐκ κώμης μὲν Πλαγίας λεγομένης ὁρμώμενος, τοῖς ἐνορίοις δὲ διακειμένης Κορίνθου, δαιμονίᾳ καὶ αὐτὸς μανίᾳ κάτοχος ὤν, εἰς τοσοῦτον ἦν καὶ αὐτὸς ὑπὸ τοῦ πονηροῦ καὶ ἀγρίου πνεύματος κατακυριευθείς, ὡς ποτὲ μὲν τὴν ἐσθῆτα διαρρηγνύειν καὶ κατὰ κρημνῶν φέρεσθαι καὶ βοθύνων, ἔστι δ᾿ ὅτε καὶ καθ᾿ ὑδάτων ἀθλίως ῥίπτεσθαι, ποτὲ δὲ καὶ ἐν μνημείῳ εἰσιέναι καὶ τὴν τέφραν καὶ τὴν κόνιν σὺν αὐτοῖς λειψάνοις κατὰ κεφαλῆς ἐπιπάττειν, ἐφάλλεσθαι δὲ καὶ οἷς ἂν ἔτυχεν ὑπαντᾶν καὶ τούτους δεινῶς κατεσθίειν καὶ τοῖς ὀδοῦσι διασπαράττειν, ἔτι τε ἀφρὸν τοῦ στόματος ἀπορρέων καὶ τὴν γλῶτταν ὡς ἄκοσμον ἰδεῖν καθιείς· ἀλλὰ καὶ οὗτος πρὸς τὸν θεῖον οἶκον τοῦ μάκαρος ἀπενεχθείς, ἅμα τῷ προσεγγίσαι τῇ θείᾳ λάρνακι τούτου καὶ τῷ ἐξ αὐτῆς βλύζοντι θείῳ μύρῳ ἐπιχρισθῆναι, ἀπήλλακτο τοῦ πονηροῦ πνεύματος. ὃς καὶ οὕτω λύσιν εὑρὼν τοῦ κακοῦ καὶ μέρος ἐξ ἐκείνου εἰς ἀρετὴν ἐπιδοὺς οὐ μικρόν, τὴν τοῦ βίου πρὸς τὸ βέλτιον μεταβολὴν διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος δικαίαν ἀμοιβὴν τῷ ἁγίῳ ἠμείψατο.

53. βούλεται δ᾿ ὁ λόγος ἐπίδηλον ἔτι καθιστᾶν ὅσην ὁ ἀγωνοθέτης τῷ ὁσίῳ τοῖς πόνοις τὴν χάριν ἐπεμέτρησε· γυνὴ γάρ τις τῶν τὴν Σπάρτην οἰκούντων φθόνῳ τοῦ πονηροῦ δαίμονος καὶ βασκάνου Βελίαρ πάρεσιν ὑπέστη τῶν οἰκείων
[p. 172] ποδῶν, ὥστε καὶ τῷ ὀπισθίῳ μέρει τοῖς γλουτοῖς κωλυθῆναι αὐτοὺς καὶ μὴ δύνασθαι βαδίζειν, ἀλλ᾿ ἐπὶ γόνασι μόνον ἕρπειν τετραπόδου δίκην κατὰ τῆς γῆς, ἅτε τὴν ἰδίαν λειτουργίαν τῶν ποδῶν πάντῃ ἐξαρνησαμένων. διὰ γοῦν τὴν τοιαύτην συμφορὰν πολλῆς ἐκρίνετο ἄξιον τὸ γύναιον συμπαθείας καὶ παρακλήσεως· ἧσπερ δὴ καὶ ἔτυχε παρὰ μόνου τούτου τοῦ ἀμίσθου ἰατροῦ καὶ ἀκέστορος. καὶ ὅπως, ὁ λόγος δηλώσει. ἔκειτο μὲν ὑποκάτωθεν τῶν ἁψίδων τοῦ ἱεροῦ φροντιστηρίου τὸ οἰκτρότατον ἐκεῖνο γύναιον καὶ τὸν ἅγιον θεραπείας τυχεῖν ἐξελιπάρει, δάκρυά τε προΐει καὶ φωνὰς ἠφίει πρὸς ἔλεον. μιᾷ οὖν τῶν νυκτῶν σεληνιαίου φωτὸς τὴν γῆν καταυγάζοντος, ὁρᾶν ἐδόκει μοναχόν τινα ἐκ τῶν τοῦ θείου νεὼ κλιμάκων κατιόντα καὶ ὡς αὐτὴν ἀφικνούμενον. ἐγγίσαντος δὲ τοῦ φανέντος καὶ τῇ ῥάβδῳ ᾗ ἐπεφέρετο νύξαντος, «ἀνάστηθί τε, ὦ γύναι,» φήσαντος, Ϡκαὶ στῆθι ἐπὶ πόδας,» τῆς δὲ λιγυρᾷ τῇ φωνῇ μὴ οἷον πρὸς τοῦτο ἀντιφθεγγομένης, ἅτε πρὸ πολλοῦ τὴν πάρεσιν ὑποστῆναι καὶ τὴν παντελῆ ἀκινησίαν, ἐκεῖνος ἐμβριθέστερόν πως τῷ λόγῳ χρησάμενος, «ἀνάστηθι,» εἶπεν «ὦ ταλαίπωρον γύναιον· καὶ γὰρ ὁ κύριος Ἰησοῦς Χριστὸς διὰ τῆς τοῦ Μετανοεῖτε ἐπικλήσεως ἰάσατό σε.» καὶ εὐθέως τὰς τῆς νόσου πέδας ἀποβαλοῦσα, ἀνέστη ἡ γυνή, κινήσεως ἅμα καλῶς ἔχουσα καὶ ῥώμης ποδῶν, στερεμνίους τούτους κεκτημένη καὶ δορκαδοπρεπῶς βαδίζοντας καὶ εὐθὺς τῆς κλίμακος βαίνοντας· ὁ γὰρ ἰασάμενος ἀφανὴς ἦν. ἐκείνη δὲ φωναῖς ὥσπερ ἀσήμοις μέγα ἐβόα τό «κύριε ἐλέησον» καὶ τό «δόξα σοι, ἅγιε τοῦ θεοῦ» ἀνέκραγε· τὸ γὰρ ἀδόκητον ἀγαθὸν καὶ ἡ ἐξ αὐτοῦ περιχάρεια ἐξιστᾶν οἶδε πολλάκις οὐ μετρίως. ταῖς γοῦν τοιαύταις φωναῖς διυπνισθεῖσα πᾶσα ἡ πόλις, πάντες ἔδραμον ὅλῳ ποδὶ ἐν τῷ θείῳ τεμένει· καὶ θεασάμενοι τὸ γεγονός, ἐθαύμαζον, δοξάζοντες τὸν θεὸν καὶ γεραίροντες τὸν
[p. 174] τούτου θεράποντα.

54. κατ᾿ ἐκείνῳ δὲ τῆς ὥρας καὶ θαῦμα ἠκολούθει ἐπὶ θαύματι· γυνὴ γάρ τις τῶν ἐγχωρίων καὶ αὐτοχθόνων καρκίνου πάθει πιεζομένη καὶ τὰ ἔσχατα τοῦ κινδύνου αὐτῇ ἐπαπειλουμένου (τό γε γὰρ εἰς ἀνθρώπους ἧκον οὐδαμῶς ἦν τὸ πάθος ἰάσιμον), ἐπειδὴ κατήκοος γέγονε τοῦ τοιούτου παραδόξου θαύματος, οὐκ ἀμελὴς ἦν οὐδ᾿ ὑπτία πρὸς τὴν τοῦ ἀγαθοῦ ζήτησιν, ἀλλ᾿ ἐλπίσι χρησταῖς καὶ πίστει ἀδιστάκτῳ πεποιθυῖα ἐπὶ τὴν ὀξεῖαν καὶ αὐτὴ ἐχώρει βοήθειαν καὶ τὸν θεῖον ναὸν ὡς τάχος κατέλαβε· καὶ ὡς μόνον κέχριστο τῷ θείῳ μύρῳ τὸ ἀλγοῦν μέρος (ὦ Χριστέ, τῶν σῶν μεγαλείων), κρεῖττον αὐτῇ καὶ παρὰ πολὺ τῶν ἐλπίδων ἀπήντα· τοῦ γὰρ ἀλγηδότηρος σκώληκος παραχρῆμα τεθνήξαντος, καθαρᾶς ἐκείνη τῆς ὑγείας ἐτρύφα, ὡς μηδὲ λείψανόν τι ἢ τύπον τινὰ τοῦ πάθους ὑπολειφθῆναι.

55. ἕβδομον ἐπὶ τούτοις ὁ λόγος διεξελθεῖν βούλεται καὶ εἰπεῖν μείζω καὶ ἀκοῦσαι παραδοξότερον· ἀνὴρ γάρ τις τῶν ἡμεδαπῶν τοῦ Ἕλους καὶ ἐγχωρίων φθόνῳ τοῦ νοητοῦ ὄφεως ὄφιν αἰσθητὸν ἐν τοῖς ἐγκάτοις (οἴμοι) δεξάμενος, δεινῶς ὑπ᾿ αὐτοῦ τὰ ἔνδον ἐβιβρώσκετό τε καὶ κατεσπαράσσετο καὶ δακρύων ἄξιος διὰ τὴν συμφορὰν ὁ ἀνήρ· τὸ γὰρ δεινὸν ἄμαχον ἦν καὶ πάσης βοηθείας ἰσχυρότερον· ὁ δὲ πᾶσι φευκταῖος θάνατος εὐκταῖος ἦν τῷ ἀθλίῳ. ἀλλὰ καὶ οὗτος τῆς τοῦ μεγάλου θαυματουργίας ἀπήλαυσε καὶ σέσωστο παρ᾿ ἐλπίδα τοῦ τηλικούτου κινδύνου. καὶ ὅπως, ὁ λόγος δηλώσει· τῆς φήμης γὰρ ἐν ὀλίγῳ πᾶσαν τὴν χώραν διαδραμούσης τῶν παραδόξως τελουμένων σημείων καθ᾿ ἑκάστην ἐν τῷ ἱερῷ καὶ θείῳ τεμένει τοῦ μάκαρος, ἐπεὶ καὶ ὁ μέλλων οὕτω κινδυνεύειν τὰ ἔσχατα κατήκοος τούτων γεγένηται, αὐτίκα [p. 176] μηδεμίαν τῷ πράγματι δοὺς τριβήν, δρομαῖος ἄνεισι πρὸς τὸν ἱερὸν καὶ θεῖον οἶκον τοῦ μάκαρος· καὶ τῇ ἱερᾷ θήκῃ προσελθών, φωνὰς ἠφίει οἰκτρὰς καὶ τὸν ἅγιον ἀμῦναι τῇ ἀνηκέστῳ συμφορᾷ ἐκείνῃ σὺν θερμοῖς τοῖς δάκρυσιν ἐξελιπάρει· τοῖς γὰρ συχνοῖς τοῦ ὄφεως δήγμασι σφοδροτέραις ἔτι καὶ δριμυτέραις ταῖς ἀλγηδόσι βαλλόμενος καὶ ὀδύναις ᾅδου περικυκλούμενος, κατὰ τὸ γεγραμμένον, οἰκτρῷ θανάτῳ τὸ ζῆν ἀπολιπεῖν ἠναγκάζετο. ὡς γοῦν πολὺς ἀπετίκτετο κλόνος τῷ ἀθλίῳ ἐκ τῆς συνεχούσης ἀνάγκης καὶ αὐτὴ σχεδὸν ἡ τοῦ ἄσθματος αὐτῷ ὁλκὴ ἐξεκόπτετο, τῆς ἀπῃωρημένης λυχνίας ἄνωθεν τοῦ κιβωρίου λαβόμενος κατὰ τὸ λανθάνον (συνείχετο γὰρ ἤδη καὶ δίψει ἀφορήτῳ), τῷ ἰδίῳ ἐγχέει στόματι καὶ παραχρῆμα (ὢ θείας ἐπισκοπῆς, ὢ ταχείας βοηθείας) καχεξίᾳ τινὶ ληφθεὶς καὶ ναυτιασμῷ πρὸς ἔμετόν τε τραπεὶς ὑπὸ τῆς λίγγης, τῷ ἐμέτῳ καὶ ὁ ὄφις συνεξῆλθε, ζῶν τε καὶ κινούμενος καὶ κατὰ γῆς ἕρπων ἄχρι καὶ τοῦ κυκλώματος τοῦ σύνεγγυς τῆς ἱερᾶς θήκης ξεστοῦ λίθου καὶ λείου, ἐν ᾧ καὶ ἑαυτὸν οἷον περιδινήσας ὁ ὄφις καὶ συσπασθείς, νεκρὸς ἐκ τοῦ εὐθέως γεγένηται. ὡς δὲ τοῦτο ἐθεάσατο ὁ τῆς ἱερᾶς θήκης τὴν ὑπηρεσίαν ἐπιτετραμμένος μοναχός, θάμβει ληφθείς, τῷ τοῦ ξύλου κρούσματι πάντα τὸν λαὸν τῆς πόλεως ἐν τῷ θείῳ τεμένει συνεκαλέσατο· καὶ τὸν ὄφιν ἀπαιωρήσας ἐφ᾿ ὑψηλοῦ τόπου, ἀναφανδὸν διήγγειλε τὰ τοῦ θαύματος. καὶ ἡ ξύμπασα πόλις ξυνέρρεε, τῇ φήμῃ τῆς μεγαλουργίας δημαγωγηθεῖσα, πρὸς τὴν θέαν· καὶ πάντες ἔβλεπον ἀτενῶς, ἐκπεπληγμένοι τῷ θαύματι καὶ δόξαν τῷ θεῷ ἀναπέμποντες καὶ τὸν αὐτοῦ θεράποντα μεγαλύνοντες. ὁ δέ γε παρ᾿ ἐλπίδα πᾶσαν τοῦ τηλικούτου ῥυσθεὶς κινδύνου, ἀπῄει οἴκαδε ψυχῇ ἡδομένῃ, διηγούμενος ὅλαις γλώσσαις τὸ γεγονὸς ἐπ᾿ αὐτῷ.

[p. 178]

56. καὶ τὰ μὲν περὶ τοῦ τοιούτου θαύματος τοῦτον ἔχει τὸν τρόπον. ἕτερος δέ τις ἀνήρ, τὸν βίον σεμνός, τὴν πίστιν θερμός, τὸ σχῆμα μοναχός, ἐκ τῆς παραλίου χώρας Καλαμάτας ὁρμώμενος, ὄφιν δεινὸν καὶ ὀλέθριον ἐκ συνεργίας καὶ αὐτὸς τοῦ βροτοκτόνου δράκοντος ἐν τοῖς οἰκείοις σπλάγχνοις δεξάμενος καὶ πικρῷ θανάτῳ μέλλων τὸν βίον καταστρέφειν, ἅμα τῷ παραγενέσθαι ἐν τῷ ἱερῷ τεμένει τοῦ μάκαρος καὶ τὴν ὀφειλομένην προσκύνησιν ἀπονεῖμαι τῷ σωτῆρι Χριστῷ καὶ θεῷ ἡμῶν καὶ τῇ σεβασμίᾳ εἰκόνι τοῦ θεοφόρου πατρός, χερσί τε ποθούσαις καὶ αὐτός, τὸν πρῶτον μιμούμενος, τῆς φωταγωγοῦ δραξάμενος, καὶ πεπωκὼς ἐκ τοῦ ἐν αὐτῇ ἐλαίου, ναυτιᾶν μὲν αὐτῷ οὐκ ἐγένετο, νύξεως δὲ γαστρὸς αὐτῷ γενομένης, τοῦ θείου νεὼ ἐξεληλύθει τῆς ἐν παραβύστῳ τόπῳ ἐκκρίσεως ἕνεκεν τῶν περιττωμάτων, οἷς καὶ ὁ ὄφις ὡρᾶτο συνεξιὼν τῆς ἕδρας εἰς μέρη καὶ τμήματα διῃρημένος. καὶ ἐπὶ πᾶσι θεὸς ὕμνητο καὶ ὁ ὅσιος ἐμεγαλύνετο. ταχείας δ᾿ οὗτος καὶ ὀξυτάτης καὶ δαψιλοῦς ἔτυχε τῆς ἀπαλλαγῆς τοῦ κακοῦ ὁ ἀνήρ, ἐπειδὴ τῇ πίστει ἦν ἀντιμετρουμένη ἀεὶ ἡ χάρις καὶ τοῖς ἄλλοις ἅπασι, πολλῷ δὲ πλείω τοῖς τὴν Καλαμάταν οἰκοῦσιν· ὅτι δὴ κἀκεῖνοι οὐ μόνον μετ᾿ εἰλικρινοῦς γνώμης καὶ σπουδῆς ἐπιτεταμένης πᾶσαν προσῆγον τὴν θεραπείαν σὺν πολλῇ τῇ εὐπειθείᾳ τῷ ὁσίῳ καὶ τὴν πίστιν ἔργοις ἐβεβαίουν ἔτι ἐν σώματι ὄντι καὶ τῇ τούτων πατρίδι περινοστοῦντι χάριν τοῦ τῆς μετανοίας κηρύγματος, ὡς ὁ λόγος ἀνωτέρω φθάσας ἐδήλωσεν, ἀλλὰ καὶ μετὰ τὴν ἐνθένδε αὐτοῦ πρὸς Κύριον ἐκδημίαν οὐ διέλιπον τὸν τῆς ὁδοῦ κόπον δεύτερον τιθέμενοι τοῦ πόθου καὶ τὰ ἐνταῦθα πανοικεσίᾳ καταλαμβάνειν καὶ ταῖς δι᾿ ἔτους τιμαῖς τε καὶ πανηγύρεσι τὴν πρὸς τὸν ἅγιον πίστιν ἀφοσιοῦσθαι, καθὼς καὶ ἡμεῖς αὐτοὶ σὺν ἑτέροις πλείοσιν ὄψει τοῦτο [p. 180] παρειλήφαμεν, συνέριθον, ὡς οἶμαι, κεκτημένοι, κἂν ὁ χρόνος νῦν ἢ καὶ τὸ ἀσθενὲς τοῦ βίου ἤμβλυνεν ἐκείνων τὴν προθυμίαν, καὶ αὐτὸ τὸ δέος τοῦ ἐν τῇ σφῶν αὐτῶν πατρίδι προκειμένου οἰκτροῦ θεάματος καὶ ἀνεξαλείπτου. ὅπερ συνέβη ἐπὶ τῷ προτέρῳ μὲν γηλόφῳ, ὕστερον δὲ εἰς χάσμα μέγα καὶ συναγωγὴν ὑδάτων μεταμειφθέντι ἐξαισίως ἐκ θεηλάτου ὀργῆς.

57. οὐδὲ γὰρ ἔξω λόγου ἐπιμνησθῆναι ὡς ἐν παρόδῳ καὶ περὶ τοῦ τοιούτου σημείου. καὶ γὰρ οἱ τῷ πλέθρῳ ἐκείνῳ πάλαι οἰκοῦντες ἀγρόται, σκαιῷ πειθόμενοι δαίμονι, ἔργον ἔσχον διηνεκὲς ταῖς λῃστείαις ἀνέδην χρῆσθαι καὶ ταῖς μιαιοφονίαις ἐπὶ μεγίστῳ κακῷ πᾶσι τοῖς παριοῦσι <καὶ> τὸν τόπον οἰκεῖν λαχοῦσιν. οἷς καὶ πολλὰ παραινέσας ὁ ἅγιος, καθ᾿ ὃν καιρὸν τὰ ἐκεῖσε, ὡς ἔφθημεν εἰπόντες, περιενόστει, τῆς τοιαύτης ἀποσχέσθαι πονῆρας ἐργασίας, ἀνηνύτοις ἔδοξεν ἐπιχειρεῖν, ἅτε θείου σπόρου τῆς ψυχωφελοῦς διδασκαλίας ἀπαραδέκτους ἐκείνους ὄντας παντάπασι καὶ εἰς βάθος ταῖς ψυχαῖς αὐτῶν ἐντακείσης τῆς δεισιδαιμονίας. ἐπεὶ δὲ καὶ ὁδοιπόροις τισὶν ἐξ ἐφόδου τινὸς ἐπιθέμενοι ἀφείλοντο πάντα τὰ ἐκείνων, πρότερον τραυματίας ἀναδείξαντες, καὶ προσῆλθον τῷ ἁγίῳ οἱ ὁδοιπόροι σφόδρα περιαλγεῖς καὶ κατώδυνοι, ἐκτραγῳδοῦντες τὴν συμφοράν, μηδ᾿ ἐνταῦθα τῆς συνήθους συμπαθείας ὁ μέγας ἐπιλαθόμενος, θείῳ σθένει θαρρήσας, ἔξεισι σπουδῇ πολλῇ κατὰ τοῦ στίφους τοῦ λῃστρικοῦ καὶ τῶν παλαμναίων ἐκείνων ἀνδρῶν, ἀπειλαῖς χρησάμενος ταῖς ἐπικαίροις (οὐδὲ γὰρ καιρὸς ἦν παραινέσεως), ἐν τῷ θεῷ δ᾿ ὅμως δύναμιν ποιῶν, ἔπεισεν αὐτούς, τῷ δέει συσχεθέντας τῶν ἀπειλῶν, πάντα τὰ ἀφαιρεθέντα τοῖς ὁδοιπόροις ἀποκαταστῆσαι. ἀλλ᾿ ἐκεῖνοι τῷ συνοίκῳ δαίμονι
[p. 182] καὶ αὖθις πειθαρχοῦντες καὶ τὴν ἧτταν ὥσπερ ἀνακαλούμενοι, τυρεύειν ἔκτοτε κατὰ τοῦ ἁγίου καὶ ἐλλοχᾶν οὐκ ἀπέσχον, ἕως, καιροῦ δραξάμενοι οἱ φόνιοι τοῦ τῷ οἰκείῳ σκοπῷ συμβαίνοντος, καὶ πάντες τῷ ἁγίῳ ἐπιδραμόντες, καθάπερ ἐφ᾿ ἑνὶ θυμῷ καὶ μιᾷ τῇ λύσσῃ τῷ τῆς μετανοίας χρωμένῳ κηρύγματι, θῆρες οἷά τινες ἄγριοι καὶ μεμηνότες, οἱ μέν, τῆς ἁγίας ἐκείνης λαβόμενοι κεφαλῆς, τίλλειν τὰς τρίχας οὐκ ᾐδοῦντο, οἱ δὲ οὐκ ἀνίεσαν παίειν αὐτόν (ὢ μιαρῶν χειρῶν) καὶ πληγαῖς ὠμῶς κατακόπτειν, ἕως ἡμιθανῆ ἀπειργάσαντο. κἂν ἡ θεία δίκη οὐδ᾿ ἐνταῦθα μέλλουσα ἦν, οὐδ᾿ ὑπερήμερον τὴν ἐκδίκησιν ἐπάγουσα· τῷ στεναγμῷ γὰρ προσσχοῦσα τοῦ δικαίου, θᾶττον ἔφθασε τὰ ἴδια ἐνεργοῦσα καὶ φοβερὰν ἐπάγουσα τὴν τιμωρίαν καὶ παντὶ αἰῶνι συμπαρεκτεινομένην. διασχοῦσα γὰρ ἡ γῆ (ὅσον σου τὸ πλῆθος, Χριστέ, τῆς δυνάμεως), αὐτό τε ἅπαν τὸ στῖφος τὸ λῃστρικὸν καὶ τὸν γήλοφον σὺν τῷ ἀγρῷ καὶ ταῖς ἀρούραις καὶ ταῖς σκηναῖς καὶ πάσῃ τῇ παροικίᾳ, οἷα πάλαι τοὺς περὶ Δαθὰν καὶ Ἀβειρών, ἄρδην κατέπιεν, αὐτοσχεδίῳ τάφῳ τῷ χάσματι τῆς γῆς ἐξαπίνης πάντων κατασχεθέντων καὶ τῷ ᾅδῃ ἀθλίως παραπεμφθέντων. ἔνθα καὶ ὕδατος πολλοῦ κάτωθεν ἀναδοθέντος καὶ ἄνωθεν πάλιν ἐξ ὑπὸ γῆς συρρεύσαντος καὶ τὸ χάσμα καλύψαντος, μετημείφθη ὁ χῶρος ἅπας εἰς ἕλη καὶ τοῖς τέλμασι καὶ τῇ συναγωγῇ τῶν ὑδάτων πάμπαν κεκαλυμμένος, καθάπερ δὴ καὶ ἐς δεῦρο καθορᾶται καὶ μονονουχὶ λαμπρὰν φωνὴν ἀφιεὶς διηγουμένην γλώσσης τρανότερον τὸ φρικτὸν τοῦ θεάματος καὶ ἐξαίσιον. ὅπου καὶ ἡ ὀροφὴ μόνον ὁρᾶται τοῦ θείου ναοῦ ἐπιπόλαιος μέσον τοῦ ὕδατος, ὃς ἦν πάλαι ἐν τῷ ἀγρῷ ἱδρυμένος ἐπ᾿ ὀνόματι Μιχαὴλ τοῦ ἀρχιστρατήγου εἰς μαρτύριον ἀψευδὲς τοῦ τελεσθέντος σημείου.

[p. 184]

58. καὶ τοῦτο μὲν δὴ τοιοῦτον. ὁ δὲ λόγος καθ᾿ εἱρμὸν καὶ αὖθις ὁδευέτω, τέρπων ἀκοὰς φιλοθέους ἐπὶ τῇ καθεξῆς διηγήσει τῶν τῷ ἁγίῳ καθ᾿ ἑκάστην θαυματουργουμένων· ἀπάρας γάρ ποτε τῆς Λακεδαίμονος ὁ τῆς μονῆς προεστώς (Γρηγόριος δ᾿ οὗτος ἦν ὁ ἐκ τῆς Παφλαγόνων χώρας ἕλκων τὸ γένος καὶ κοσμήτωρ τοῦ θείου καὶ ἱεροῦ τεμένους γενόμενος, ὡς προϊὼν δηλωθήσεται), τῇ βασιλίδι τῶν πόλεων ἐπεδήμησε, δεήσεις προσάξων τῷ κρατοῦντι ἐφ᾿ ᾧ διὰ χρυσοβούλλων λόγων καὶ ἑτέρων δικαιωμάτων τὸ πάντῃ ἀσφαλὲς τῇ μονῇ ἐπιβραβευθείη καὶ ἀνεπιβούλευτον. ἔτι δὲ τούτου τῷ Βυζαντίῳ περινοστοῦντος, πέμπεταί τις παρὰ βασιλέως κουβικουλάριος τῆς οὕτω λεγομένης τῇ κοινῇ καὶ συνήθει διαλέκτῳ χρυσοτελοῦς εἰσπράξεως ἕνεκεν. καὶ ἐπεὶ πάσας τὰς ἐν αὐτῇ τῇ Πέλοπος νήσῳ χώρας διῄει ταυτησὶ τῆς λειτουργίας ἕνεκα, κατέλαβε καὶ τὴν Λακεδαίμονα, καὶ ἦν δι᾿ ὄχλου πρὸς τοῖς ἄλλοις καὶ αὐτῇ γενομένος τῇ μονῇ, ἅτε λίαν ἐρασιχρήματος ὢν καὶ λημμάτων αἰσχρῶν ἐκτόπως ἡττώμενος· πέφυκαν γάρ πως αἱ τῶν πόλεων ἀρχαὶ καὶ εἰσπράξεις οὐ τοῖς ἐπιεικέσι καὶ ἀγαθογνώμοσιν, ἀλλὰ τοῖς μοχθηροτέροις ὡς τὰ πολλὰ καὶ ἀπηνεστέροις ἀνατίθεσθαι. ὡς δ᾿ ἀμηχάνως εἶχον πρὸς τοῦτο οἱ περὶ τὴν μονὴν ὅτι μηδ᾿ ἐναπόθετον ἦν αὐτοῖς χρυσίον, προσῆλθον τῷ ἀλαζόνι ἐκείνῳ καὶ βαρυβρέμονι ἀντιβολοῦντες, δεόμενοι, τί μὴ λέγοντες καὶ τί μὴ μηχανώμενοι τῶν ὅσα οἶδε λεαίνειν ψυχῆς τοιαύτης ἀντιτυπίαν. ἀλλ᾿ ἐκεῖνος, οἷα τοῦ δέοντος ὢν ἀπληστότερος καὶ περὶ τὸν χρυσὸν ἄγαν ἐπτοημένος, ὡς ἀσπὶς ἦν πρὸς ἐπᾴσματα καὶ ὡς φωνὴ ἀκανθῶν ὑπὸ λέβητα, κατὰ τὸ γεγραμμένον· οὕτως ἐκείνῳ τὰ ἱκετικῶς προσαγόμενα ἐνομίζετο ῥήματα καὶ ἐνδοῦναι ὅλως τῆς ἀλογίστου ἐνστάσεως ἥκιστα ἐπένευε, μὴ εἰδὼς ὁ δείλαιος, ὅτι μικρὸν ὅσον
[p. 186] καὶ εἰς αὔραν αὐτῷ λυθήσονται αἱ τοιαῦται ἐλπίδες, καὶ ἡ ἀδικία, κατὰ τὸν θεῖον φάναι Δαβίδ, ψεύσεται ἑαυτῇ, καὶ φροῦδα ὀφθήσονται τὰ κατὰ τῆς ἀγαθῆς ἐλπίδος νεανιεύματα, ὡς μετὰ βραχὺ δηλωθήσεται· τόν τε γὰρ τοῦ δικαίου λόγον ὁ γεννάδας ἐκεῖνος καὶ αὐτὸν τὸν τοῦ θεοῦ φόβον περὶ ἐλάττονος θέμενος, σοβαρὸν καὶ ἄγριον ἐνιδὼν αὐτοῖς καὶ τῷ θυμῷ ὥσπερ οἰδαίνων, τὰ πάνδεινα αὐτοῖς ἠπείλει· εἶτα καὶ φρουρᾷ αὐτοὺς παρεδίδου, μελέτημα ποιούμενος ὁ ἐμβρόντητος τὰ τῆς μονῆς ἐπὶ πλέον κυκῆσαι καὶ παντοίως λυμήνασθαι. ὡς γοῦν τοῦτο ᾔσθετο ὁ λοιπὸς ὅμιλος ὁ τῶν ἐν τῇ μονῇ ἀσκουμένων, καὶ τῷ ἁγίῳ σχετλιάζοντες ἔντευξιν προσαγηόχασιν, ἐκεῖνος εὐθὺς οὐ μέλλων ἦν, οὐδ᾿ ἀποκνέων, ἀλλὰ νύκτωρ τῷ ἀναιδεῖ κουβικουλαρίῳ, ὕπαρ, οὐκ ὄναρ, φοβερὸς ἄγαν ἐπιφανείς, χαλεπαίνων ἅμα καὶ ὀργιζόμενος, πληγὰς αὐτῷ ἐντείνει πολλάς, «ὅτου χάριν» λέγων (δεῖ γὰρ τοῖς ἐκείνου χρήσασθαι λόγοις) «τετόλμηκας, ὢ οὗτος, ἐμφρούρους ποιεῖν τοὺς ἐπὶ τῇ ὑπηρεσίᾳ τῆς ὑπ᾿ ἐμὲ μονῆς τεταγμένους, ὀφειλῆς αὐτοῖς μηδεμιᾶς προκειμένης ἀλλ᾿ εἰ μὴ τάχιον τῆς φρουρᾶς τούτους ἐξάξεις, πικρά σοι ἔσται καὶ ἡ τοῦ βίου καταστροφή.» καὶ ὁ μὲν ταῦτα ἐπαπειλησάμενος τῷ βασιλικῷ, ἐξ ὀφθαλμῶν ἦν αὐτοῦ. τὸν δὲ ἡ ὑπαρκτικὴ αὐτὴ ὄψις φρενοῖ καὶ δέους ἐμπίπλησι καὶ ἀμείνω ἑαυτοῦ γενέσθαι παρασκευάζει· ἐπίσταται γὰρ ὡς τὰ πολλὰ καὶ περίστασις τὰ σωτήρια κύειν βουλεύματα. ἀναστὰς τὸ περίορθρον ὅλως οὐκ ἦν καθεκτός, ἀλλὰ καὶ τοὺς τῆς μονῆς εἱρκτῆς ἀνῆκε κατὰ σπουδὴν, πολλὰ καταγνοὺς
[p. 188] ἑαυτοῦ τῆς ἀβουλίας ἕνεκα, καὶ τὸν θεῖον οἶκον, ᾗ ποδῶν εἶχεν ὡς τάχος κατέλαβεν· καὶ πρηνὴς πεσὼν ἔμπροσθεν τῆς θείας σοροῦ, τὸν ἅγιον ἐξελιπάρει σὺν θερμοῖς τοῖς δάκρυσι, καὶ συγγνώμην ᾐτεῖτο τῆς τόλμης καὶ ἐνωμότοις ἐπήγγελτο ἐπαγγελίαις αὐθωρὸν ἐκστῆναι τῆς Λακεδαίμονος καὶ τοῖς ταύτης οἰκήτορσι τὸ εἰσπραττόμενον χρυσίον ἅπαν ἀφεῖναι· ὃ δὴ καὶ γεγένηται. ἑβδομήκοντα δὲ πρὸς τοῖς δυσὶ χρυσίνους τῇ ἱερᾷ θήκῃ ἀποθέμενος καὶ τοῦ ἰδίου ἐπιβὰς ὀχήματος, ἀπιὼν ᾤχετο, διηγούμενος σὺν ἐκπλήξει πολλῇ ἅ τ᾿ ἐπεπόνθει καὶ οἷ᾿ αὐτῷ συνέβη ὡς ἀναιδεῖ καὶ τολμητίᾳ. τὸ μέντοι χρυσίον, ὅπερ ὑπ᾿ αὐτοῦ τῷ ἁγίῳ ἀφωσίωτο, λαβὼν ὁ τὴν τῆς μονῆς φροντίδα ἐπιτετραμμένος τῷ προεστῶτι πέπομφε κατὰ τάχος, ἔτι τῇ βασιλίδι ἐνδημοῦντι. ἐκεῖνος δὲ διὰ τοῦ τοιούτου χρυσίου πλῆθος ἱερῶν πυξίδων καὶ σκευῶν ἐντίμων πριάμενος τῇ μονῇ διεκόμισεν· ἃ δὴ καὶ μέχρι τῆς δεῦρο χρήσιμα λίαν καθεστήκασι τῷ ἱερῷ καὶ θείῳ τεμένει πρὸς πᾶσαν λειτουργικὴν ὑπηρεσίαν, συμπροϊούσης τῷ χρόνῳ τῆς χρήσεως καὶ τέρψιν οὐ τὴν τυχοῦσαν ἐμποιούσης τῷ καὶ πρώην εὖ μάλα πυκναῖς καταγλαϊσθέντι χάρισι θείῳ καὶ ἱερῷ οἴκῳ τοῦ μάκαρος, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ὑπὸ τοῦ τηνικαῦτα τὴν προστασίαν τῆς μονῆς κεκτημένου· ἀνὴρ γὰρ ἐκεῖνος, τὸν βίον σεμνός, τὸν τρόπον χρηστός, φιλόθεός τε ὁμοῦ καὶ φιλόκαλος, δαψιλὴς τὴν χεῖρα, δαψιλέστερος τὴν προαίρεσιν· ὃς καὶ τὴν ἀγαθὴν ἐλπίδα προβαλόμενος καὶ ἵλεω τυχὼν τοῦ θεοῦ καὶ τῇ ἀντιληπτικῇ δυνάμει θαρρήσας τοῦ ὁσίου, πολλὴν εἰσήνεγκε τὴν σπουδὴν τό τε γῆρας ἀποξῦσαι τοῦ θείου ναοῦ καὶ ὄψιν φαιδρὰν καὶ ἔαρ αὐτῷ ἐπανατεῖλαι τὸ χαριέστατον. εἶτα καὶ πολλοῖς μὲν πεπλήρωκε τοῖς ἀναθήμασι, κιόνων δ᾿ αὐγαῖς καὶ χροιαῖς καὶ λίθων ξεστῶν στιλπνότητι καὶ γραφαῖς πανταχοῦ τέχνης ἀκριβείᾳ καὶ ὕλης ποικιλίᾳ ἐκόσμησέ τε καὶ τῆς προμηθευτικῆς ἀκτῖνος ἠξίωσε.
[p. 190] πρὸς δὲ καὶ στοαῖς κύκλῳ διαφανέσι περιλαβὼν καὶ φαιδροῖς προτεμενίσμασι καὶ κλίμαξι καὶ πᾶσιν ἄλλοις, οἷς εὐαγὴς δήπουθεν οἴκου λαμπρότης τηλαυγῶς χαρακτηρίζεται, ἐκάλλυνέ τε παντοδαπῶς καὶ κατηγλάϊσε, καθ᾿ ἃ δὴ καὶ μέχρι τῆς δεῦρο ὁρᾶται ὁ θεῖος οἶκος, καὶ ἡ τούτου ὄψις ἄγγελος γίνεται τῆς ἀγαθῆς ἐκείνης καὶ φιλοθέου τοῦ ἀνδρὸς προθέσεως.

59. ἀλλ᾿ ὁ λόγος ἐχέτω αὖθις τῆς διηγήσεως τῶν τοῦ μεγάλου θαυμάτων καὶ τὰ τοῦ ἀλαζόνος ἐκείνου Ἀντιόχου διὰ βραχέων διεξίτω, ὃς τὴν δουκικὴν μὲν ἀρχὴν διεῖπε τῆς τῶν ἐθνικῶν χώρας, ἐσχάτῃ δ᾿ ἀπονοίᾳ ἀρθείς· ἥδιον ἦν αὐτῷ καὶ πάντων ἐρασμιώτερον πρὸς ταῖς ἄλλαις αὐτοῦ ἀθεμιτοπραγίαις παρὰ φαῦλον ἡγεῖσθαι καὶ ἅπερ ὁ μέγας ἐγγράφῳ διαθήκῃ ἐπέσκηψε. τοίνυν καὶ σὺν πολλῷ τῷ θάρσει τῷ ἀγχιτερμονοῦντι χωρίῳ τῶν ἐθνικῶν μετοχίῳ τῆς μονῆς ἐπιστάς, δριμὺ βλέπων καὶ τιτανῶδες διὰ πολλὴν ἰταμότητος περιουσίαν, αἴρων τε τὰς ὀφρῦς ὑπὲρ τοὺς κροτάφους, καταγωγὴν τὸν τόπον ποιεῖν ἐπέταττεν. ὡς δ᾿ οἱ παρόντες ἐκεῖσε μοναχοὶ ἠντιβόλουν ἀποσχέσθαι τῆς τοιαύτης βουλῆς, προτεινόμενοι καὶ τὰ τῆς τοῦ μάκαρος ἐγγράφου διατυπώσεως, ἐκεῖνος ὄνος ἦν, τὸ τοῦ λόγου, λύρας ἀκούων· συνώθει γὰρ αὐτὸν ὁ ἐνεργῶν ἐν τῇ καρδίᾳ αὐτοῦ Σατανᾶς τὰ γεννήματα, ὅ φησιν Ἡσαΐας, τῶν οἰκείων ἔργων φαγεῖν. ἔνθεν τοι καὶ τὸ ἴδιον ἐκπληρῶν καταθύμιον ὁ φιλοδαίμων ἐκεῖνος καὶ τὴν κακίαν ἀνήκεστος τήν τε αὐλαίαν καὶ τὴν ἰδίαν σκηνὴν ἐκεῖσε ἐπήξατο, αἱμασιᾷ τὸν τόπον κύκλῳ διαλαβὼν καὶ βέβηλον ὁ τῷ ὄντι βέβηλος τοῦτον ἀναδεῖξαι φιλονεικῶν· τυφλὸν γὰρ ἀκριβῶς ἡ κακία κατὰ τὸν φάμενον. τί οὖν τὸ [p. 192] ἐντεῦθεν ἐκεῖνος μὲν τὸν ὑγρὸν καὶ διαλελυμένον βίον ζῶν καὶ ταῖς αἰσχραῖς καὶ κυνώδεσι πράξεσι τῶν ἀκαθάρτων ἡδονῶν προσκείμενος, ἡδέως τῆς συνήθους εἴχετο ἀκολασίας, καὶ γυναιξὶ μαχλώσαις καὶ μαινάσιν εἴσω τῆς σκηνῆς συνεφέρετο, προσέτι γε μὴν καὶ ἀρρητουργίαις καὶ μυσαροῖς ἔργοις ἑτέροις καὶ ἐναγέσιν ἡ πάντολμος ἐκείνη ψυχὴ ἐκθύμως προσανεῖχε, μὴ ἀπειπάμενος ὅλως τὰ κρυπτὰ τῆς αἰσχύνης. ὃς κατὰ πόδας ἀξίους τοὺς καρποὺς τῶν ἔργων ἐδρέπετο· νύκτωρ γὰρ ὁ μέγας ἐπιφανεὶς πρότερον μὲν δείμασι φοβεροῖς ἐκδειματεῖν ἐδόκει τὸν τολμητίαν, ἔπειτα καὶ τῇ σταυροφόρῳ ῥάβδῳ πλήξας αὐτὸν κατὰ τοῦ πλευροῦ, καιρίαν αὐτῷ τὴν ὀδύνην ἐπήνεγκεν. ὁ δὲ τῇ τοιαύτῃ σφοδρότητι διυπνισθείς, φρίκης καὶ δέους μεστός, αἰσθητῶς ἑώρα τὸν οὕτω πλήξαντα τῆς σκηνῆς ἐξιόντα· ὃν καὶ τοῖς ἑαυτοῦ οἰκέταις οἰκτρᾷ φωνῇ κατασχεῖν παρεκελεύετο. ὡς δ᾿ ἐκείνοις θεατὸς οὐκ ἦν ὁ ὅσιος, τότε ᾔσθετο ὁ δείλαιος ὅθεν ἥκει αὐτῷ τὸ δεινόν, καὶ ὅτι, ἐπειδὴ ἀμέτρως ἠνόμησεν, αὐτὸς ἦν ὁ ὅσιος, ὁ φανεὶς καὶ πλήξας αὐτόν, ἀγηλατῶν ὥσπερ τὸν ἀνόσιον ἐκ τῶν ἰδίων. παραυτίκα τοίνυν τοῦ οἰκείου ὀχήματος ἐπιβὰς τῆς πρὸς τὴν Σπάρτην φερούσης ἥψατο. ὡς δ᾿ ἀνύποιστος ἦν ἡ ὀδύνη, οὐ πλείω ἢ τριάκοντα σταδίους ὁδεύσας, τετριγὼς καὶ ὀλοφυρόμενος καὶ μηκέτι οἷός τε ὢν πρόσω χωρεῖν, ἀποβὰς τοῦ ἵππου ἐν μέσῃ τῇ λεωφόρῳ αἰσχρῶς τὸν βίον κατέστρεψε, χερσὶ τῶν αὐτοῦ θεραπόντων ἐναποψύξας· ὅτε δὲ καὶ ὁ παροιμιώδης λόγος ἔργῳ ἐπληροῦτο ὁ φάσκων Ϡψυχαὶ παρανόμων ἀπολοῦνται ἄωροι καὶ φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ.Ϡ
τὸ οὖν δύστηνον ἐκείνου σῶμα τῇ Σπάρτῃ ἀποκομισθὲν τῇ ἐπιούσῃ νυκτί, ὡς ὁ πολὺς περὶ τούτου φέρεται λόγος, πῦρ
[p. 194] οὐκ οἶδ᾿ ὅθεν κατασκῆψαν τῇ σορῷ κατέφλεξε ταύτην ἅμα τῷ σκήνει τοῦ ἀθλίου καὶ τέφραν εἰργάσατο.

60. τῷ γοῦν τοιούτῳ σημείῳ φρικώδει καὶ ἕτερον ἐπηκολούθει, κατ᾿ οὐδένα τρόπον τοῦ προτέρου λειπόμενον· Μιχαὴλ γὰρ ἐκεῖνος (ᾧ τὸ ἐπίκλην Χοιροσφάκτης) τῶν λίαν μὲν ἐπιφανῶν ἦν καὶ περιβλέπτων, τὰ δεύτερα δὲ μηδενὸς τῶν ἄλλων φέρων ἐν τῇ καθ᾿ ἡμᾶς τῶν Λακώνων χώρᾳ ἐπί τε τιμῇ καὶ δόξῃ καὶ παντοδαπεῖ κτήσει καὶ δυναστείᾳ, πρὸς δὲ καὶ ῥύμῃ λόγου καὶ μεγαλοφυῒᾳ καὶ τῇ κατὰ κόσμον σοφίᾳ καὶ πλείοσιν ἄλλοις προτερήμασιν, ὥστε καὶ τῷ περιόντι τῶν χαρίτων διὰ πάσης γλώσσης ἀεὶ σὺν ἡδονῇ φέρεσθαι· οὐδὲ γὰρ ἰδεῖν μόνον ἥδιστος ὁ ἀνὴρ καὶ ἐντυχεῖν ἀκόρεστος, ἀλλὰ καὶ τὸ ἦθος χρηστός, τὸν τρόπον ἐπιεικής, τὴν φρένα πυκνός, τῇ δὲ τέχνῃ τοῦ λόγου καὶ τῇ εὐστροφίᾳ τῆς λέξεως ἡρακλεία τις λίθος ὑπῆρχεν, ὥστε καὶ ἀνηνύτοις ἐδόξαμεν <ἂν> ἐπιχειρεῖν, εἰ τὰ ἐκείνου πάντα βουληθῶμεν κατὰ μέρος λέγειν ἢ καὶ τὸ τῆς γλώττης ᾠδικόν τε καὶ εὔλαλον εἰς μέσον προτιθέναι· πολλὰ γὰρ ἔχων καὶ αὐτὴν ταῖς χάρισι βρύουσαν καὶ γλαφυρῶς ἀεὶ κεκτημένην ταῖς τῶν νόμων διατάξεσιν, ὑπερφυῶς ἐδείκνυε πρὸς ἀλήθειαν ἔχειν ἔν τε λόγοις καὶ ῥήμασι καὶ αὐτὸ τὸ Σειρήνων πλάσμα. ἐπεὶ δὲ ἐργῶδες λίαν καὶ χαλεπὸν τοῦ δυσμενοῦς διαδράναι τὰς ἐνέδρας φύσις ἡ τῶν ἀνθρώπων καὶ τὸ καλὸν ἄχρι τέλους ἀνεπίμικτον τηρεῖν ἐκ τοῦ φαύλου, ἑάλω (φεῦ) ὁ θαυμάσιος ἐκεῖνος ἀνὴρ καὶ τὴν φρόνησιν ἀπαράμιλλος ταῖς ἄρκυσι τοῦ ἐχθροῦ καὶ διαχωλάνας (οἴμοι) ἀπὸ τῆς εὐθείας τρίβου, υἱὸς ἐφάνη ἀλλότριος· φθόνου γὰρ κέντρῳ νυγεὶς ὁ γεννάδας, ἢ μᾶλλον εἰπεῖν τῇ ἑαυτοῦ σωτηρίᾳ φθονήσας, δεινὸν ἐπωφθάλμικε τῇ μονῇ, ὅπερ
[p. 196] ἄντικρυς θεοῦ ἦν ἀποστασία, καὶ λυττᾶν κατ᾿ αὐτῆς οὐκ ᾐδεῖτο καὶ μῖσος ἄδικον μισεῖν, κατὰ τὸ γεγραμμένον, τό τε δηλωθὲν ὑπ᾿ αὐτὴν μετόχιον καὶ τοὺς ἐκεῖσε παροικικῶς βιοῦντας οὐκ εὐλαβεῖτο. ἡ δὲ αἰτία, ὅτι ἀγρὸς ἦν ἐκ γειτόνων, καὶ ἡ πρόφασις εἰκαία· κακῶς γὰρ ἐσκήπτετο ποιεῖν τὸν ἀγρὸν τά τε θρέμματα τῆς μονῆς. καὶ οἱ τὰς οἰκήσεις ἐκεῖσε ποιούμενοι, ποτὲ γοῦν παραβάλλων ὁ ἀνὴρ τῷ ἀγρῷ, κυκεῶνα διαβολῶν προσῆγον αὐτῷ ὥς τι καταθύμιον κεχαρισμένον. ὁ δὲ ἅτε τῷ πάθει προκατειλημμένος ὢν τῆς βασκανίας, μηδὲν ὑγιὲς ἢ φρενῆρες ἐννοήσας, μήτε μὴν τὸν παρεγγυώμενον μὴ ποιεῖν κακά, ἵνα μὴ καταλήψεται τὸν παρακούοντα κακά, κατὰ νοῦν θέμενος, ἀλλὰ πάντα ῥίψας ἀπὸ ψυχῆς τὰ καλά, ἀπηνεμώθη ὁ πρώην ἐπί τε συνέσει καὶ σοφίᾳ καὶ δυνάμει λόγου θαυμαζόμενος, καὶ πεδίον, ὅ φασιν, ἀνέμου ἐδείκνυτο καὶ μικρόφρων ὁ μεγαλόφρων καὶ ἀφιλόσοφος καὶ χαμαιπετὴς τὴν διάνοιαν ἐξ ὑπογυίου καθίστατο, καὶ θυμοῦ τρόπαιον ἐγίνετο· πῦρ γὰρ πνεύσας, τὸ τοῦ λόγου, καὶ τῇ ὀργῇ ἐκκαυθεὶς καὶ τὴν ὀδύνην τῆς καρδίας ἀναρρήξας καὶ συὸς δίκην τὸν ὀδόντα ὑποθήξας, χεῖρα συναγαγὼν οὐκ ὀλίγην καὶ ἄνδρας εὑρὼν οἵους ἐχρῆν τῷ ἐκείνου τρόπῳ συμβαίνειν, τυφλώττων ὥσπερ καὶ πρὸς τὴν ἀλήθειαν ἀπομαχόμενος καὶ παρ᾿ οὐδὲν τιθέμενος τὸν τοῦ δικαίου λόγον καὶ τὸν φόβον τοῦ θεοῦ, γνώμην ἐπὶ τὸν ἅγιον τόπον ἐκεῖνον καὶ τὸν λαὸν θεοῦ κατεπανουργεύσατο, καὶ τὰς Βριάρεω χεῖρας ἐξέτεινε κατ᾿ αὐτῶν, καὶ σφηκιάν, τὸ τοῦ λόγου, ἀνηρέθιζε κατὰ τῆς μονῆς· παραβαλὼν γὰρ τῷ δηλωθέντι μετοχίῳ καὶ ὅλως εἰς μνήμην τοῦ φάσκοντος οὐκ ἀφικόμενος, Ϡἕως καιροῦ ἀνθέξεται μακρόθυμος, καὶ ὕστερον ἀναδώσει
[p. 198] αὐτῷ εὐφροσύνῃ,Ϡ πρῶτον μὲν τὸν ἐν μοναχοῖς εὐγηρότατον Ζώσιμον, ὃς ἦν τὸ τηνικάδε τὰ τῆς μονῆς διέπων, χειρωσάμενος καὶ μήτε τὴν ἐκείνου πολιὰν αἰδεσθείς, μήτε τὴν ἀρετὴν τοῦ πρεσβύτου δυσωπηθείς, πὺξ παίειν αὐτὸν κατὰ κόρρης οὐκ ηὐλαβεῖτο ὁ ἀλαζὼν ἐκεῖνος καὶ πάντολμος. εἶτα καὶ τὸ φάρος ἀράμενος καὶ τοῦ περιβολαίου γυμνώσας τὸν πρεσβύτην καὶ εἰς γῆν αὐτὸν καταβαλὼν διὰ τῶν ἐφεπομένων αὐτῷ ἀνδρῶν, φόνιον ὁρώντων τε καὶ πνεόντων καὶ μόνοις ἐξηρτημένων τοῖς ἐκείνου κελεύσμασι καὶ νεύμασιν, οὐ πρότερον μεθῆκε ῥάβδοις τύπτειν αὐτὸν καὶ δεινῶς αἰκίζειν καὶ ταῖς πληγαῖς κατακόπτειν, ἕως λειποψυχήσαντα εἶδε καὶ μικροῦ δεῖν διαπεφωνηκότα· ἀναιδὲς γὰρ ἀεὶ ἡ κακία καὶ ἰταμὸν διὰ τὴν ἐκ τοῦ φθόνου παράθηξιν. εἶθ᾿ οὕτως γιγαντιῶν ὥσπερ καὶ θρασυνόμενος ἔτι καὶ τὸν Συρακουσέα ἐκεῖνον Διονύσιον μιμεῖσθαι βουλόμενος, τοῖς ἐκεῖσε χειροβιώτοις ἀνδράσι μυρίας ἔγνω τὰς κακώσεις ἐπάγειν, ἀντὶ φιλανθρώπου μισάνθρωπος κατὰ τὸν πάλαι Τίμωνα γενόμενος. οἳ καὶ τῷ δέει νικηθέντες, ὡς καὶ τὴν ἐν χερσὶν ἅπασαν ἀπειπεῖν σωτηρίαν, ἔκφρονες οἷά τινες καὶ κατάφοβοι, προτροπάδην ἕκαστος φυγῇ τὴν σωτηρίαν ἐπορίζετο, καὶ ποδῶν ἐπῄνουν ἀρετὴν κατ᾿ ἐκείνῳ τῆς ὥρας. τὰ δέ γε τῆς μονῆς ἅπαντα Μυσῶν λείαν εἰργάσατο ἡ πολλῆς γέμουσα τῆς ἀπονοίας καὶ αὐθαδείας ἐκείνη ψυχή. καθάπερ γάρ τις ἄνους καὶ φρενόληπτος καὶ βοῦν μηδαμῶς ἔχων καὶ ὄνον, κατὰ τὸν μέγαν εἰπεῖν Ἡσαΐαν, ἀγνωμοσύνης ἔλεγχον, θράσει πολλῷ καὶ λεοντείῳ ὥσπερ βρυχήματι καὶ ὁρμήματι κατ᾿ αὐτῆς ἐχώρει τῆς ἀψύχου ὕλης, καὶ τὴν ἐνιζάνουσαν τῇ καρδίᾳ αὐτοῦ μανίαν κατὰ τῶν αἰπολίων ἠφίει καὶ τῶν ἐπαύλεων, τὰ
[p. 200] δρύφακτα τούτων πυρὸς ἔργον ποιούμενος ἐφ᾿ ᾧ μηδεμίαν εἶναι τοῖς θρέμμασι καὶ ταῖς αἰξὶ τὴν ἀσφάλειαν, ἀλλ᾿ ἕτοιμον κεῖσθαι ταῦτα τράπεζαν θηρίοις ἅμα καὶ πονηροῖς ἀνθρώποις. ὅτε καὶ ἦν ἰδεῖν ἅπαντα τὸν χῶρον ἐκεῖνον οἰκτρὸν ἐκ τῆς φλογὸς θέαμα καὶ εἰδεχθέστατον. καὶ ὁ μὲν οὕτω τὰ πάνδεινα καὶ θεοστυγῆ δεδρακὼς καὶ πάνθ᾿ ὅσα κατὰ γνώμην εἰς πέρας ἀγαγεῖν δι᾿ ἀγῶνος θέμενος καὶ ἀριστεύς, ὡς ᾤετο, ἀναφανεὶς καὶ τὸ παγκράτιον στήσας καὶ τὴν Καδμείαν νικήσας νίκην, ἁβρῶς τῷ ἵππῳ ἐπέβη, καὶ σοβαρῶς ἐφέρετο, γαυριούμενος καὶ κατοφρυούμενος καὶ δέος τοῖς ὁρῶσιν οὐ τὸ τυχὸν ἐντιθέμενος, εἰ καὶ μὴ κατὰ τὸν πάλαι Ἀλέξανδρον, ὅτι μηδ᾿ ἐν Βουκεφάλῳ ἵππῳ ἦν ἐποχούμενος.

61. πλὴν ἀλλ᾿ οὐδὲν πλέον ἀπώνατο ὁ δείλαιος τῆς τηλικαύτης τόλμης καὶ αὐθαδείας ἢ μόνον τὸ δύσμορφον γενέσθαι καὶ πικρὰν εὑρεῖν κατὰ πόδας τὴν τοῦ βίου καταστροφήν, ὡς προϊὼν ὁ λόγος δηλώσει· μελλήσει γάρ τινι ἢ ἀναβολῇ τὸ πρᾶγμα ὁ μέγας οὐκ ἐδίδου, ἀλλ᾿ αὐθωρὸν ἐπῆγε τὴν ἐκδίκησιν, καὶ φροῦδα τὰ κατὰ τῆς εὐσεβείας ἐδείκνυε νεανιεύματα. καὶ ὁ τρόπος τοιόσδε· τῇ γὰρ νυκτὶ ἐκείνῃ φοβερὸς ἄγαν ἐπιφανεὶς ὑπνώττοντι τῷ ἀνδρί, ἠγρίαινέ τε ἅμα καὶ ἐμβριθῶς αὐτῷ προσεφέρετο, καὶ ῥήμασιν ἐπιπληκτικοῖς, ἀκίσιν οἷά τισι, βάλλων αὐτόν, «τί ἐμοὶ καὶ σοί,» ἔλεγεν, «ὦ οὗτος, ὥστε σε εἰς τοσοῦτον θράσος ἀφικέσθαι καὶ τόλμης καὶ τοσαῦτα κατὰ θεοῦ καὶ ἡμῶν ἀρθῆναι ἀλλ᾿ οὐκ εἰς μακράν σοι ἔσται τὰ τῆς τοιαύτης τόλμης καὶ κακονοίας, καὶ εἴσει πάντως ὡς οὐ καλόν σοι το πέρας ἀπαντήσει, καὶ ἡ πεῖρα διδάσκαλός σοι γενήσεται ὅσον κακὸν ἡ ἀβουλία καὶ τὸ πρὸς θεὸν καὶ τοὺς αὐτοῦ δούλους ἀπαυθαδιάζεσθαι.»
[p. 202] καὶ ὁ μὲν ταῦτα εἰπὼν καὶ ἐπαπειλησάμενος καὶ τοῖς λεχθεῖσι στῆσαι ῥάβδον ἁμαρτωλῶν κατὰ κλήρου δικαίων ἀφιεμένην ὑπαινιξάμενος ἀπηλλάττετο. ἡ δὲ θεία ψῆφος εἰς ἔργον ἐλθεῖν ἐποίει τὰ ῥήματα· λάβρος γὰρ εὐθὺς πυρετὸς καθίκετο τῷ ἀνδρί· καὶ σώματος ἔκλυσις ἐπηκολούθει, καὶ φοράδην εἰς τὰ οἰκεῖα διεκομίζετο, καὶ ὁ θάνατος ἀγχίθυρος· ὅτε καὶ τὸν ἅγιον πάλιν ἑώρα ὡς ἐν ἐκστάσει γενόμενος χαλεπαίνοντα αὖθις αὐτῷ καὶ ὀργιζόμενον καὶ ταῖς αὐταῖς χρώμενον ἀπειλαῖς. ὁ δὲ αἵματι κλαίων, τὸ τοῦ λόγου, ἐλεεινὰς ἠφίει φωνάς· καὶ τοῖς ὁμαίμοσι καὶ λοιποῖς τοῖς κοινωνοῦσιν αὐτῷ κατὰ γένος «οὐχ ὁρᾶτε» ἔλεγε «τουτονὶ τὸν μοναχόν, ὃς ἐπιστὰς τὰ πάνδεινα ἐπαπειλεῖ μοι» εἶτα καὶ ἀπελαύνειν αὐτὸν δῆθεν προὐτρέπετο. ἀλλ᾿ ἐκεῖνοι μηδὲν ἔχοντες ὁρᾶν τοιοῦτον, ἀμηχανοῦντι ἐῴκεσαν καὶ τεθηπέναι ὡρῶντο ἐπὶ τῷ παραδόξῳ τοῦ πράγματος. μετὰ βραχὺ δ᾿ ἐκεῖνος ἐν ἑαυτῷ ὥσπερ γενόμενος καὶ συμβαλὼν ἔκ τε τῆς πρώτης ὄψεως καὶ τῆς δευτέρας τὴν αἰτίαν τοῦ πράγματος, οἰκτρῶς ἑαυτὸν ἐταλάνιζε καὶ ἐμέμφετο τῆς ἀκαιρίας. εἶτα καὶ πικρῶς ὀλολύζων ἐν συνοχῇ καρδίας ἐβόα, «οἴμοι,» λέγων «οἴμοι, ὅτι τὰ τοῦ Ἰὼβ ἀντεστράφη μοι· ἤδη φόβος γὰρ ὃν οὐκ ἐφοβήθην ἐπῆλθέ μοι καὶ ὃν οὐκ ἐδεδοίκειν συνήντησέ μοι.» πρὸς γοῦν τοῖς τοιούτοις ῥήμασι καὶ λύσιν τοῦ κακοῦ ἐξῃτεῖτο καὶ τὰ τῆς διορθώσεως τοῦ σφάλματος ἐπηγγέλλετο, θερμότητι δῆθεν μετανοίας ὀλίσθημα θράσους ἀπερισκέπτου θεραπεύειν ὑπισχνούμενος, προστιθέμενος καὶ τὸ πάλοις σιδηροῖς κατοχυρῶσαι τὰ δρύφακτα τῶν αἰπολίων. οὐκ εἶχε δ᾿ ὅμως θεὸν ὑπακούοντα ἢ τὸν ἅγιον τῆς ἀνάγκης ἐξαιρούμενον, ὅτι μηδὲ σύμφωνον ἐκέκτητο τὴν καρδίαν τοῖς χείλεσι, μηδὲ τὴν ἀληθινὴν Ἀχαὰβ ἐμιμεῖτο μετάνοιαν, ἵνα
[p. 204] καὶ θείαν ψῆφον ἀλλάξῃ καὶ ὀργὴν ἀποστρέψῃ κυρίου, μήτε μὴν τὴν ὁμοίαν τοῦ Ἐζεκίου κραυγὴν ἐν θερμῇ τῇ διανοίᾳ ἐποιεῖτο πρὸς τὸν Κύριον, οὗ εἵνεκεν καὶ οὔτε παλάθη σύκων ἦν τὸ ἀλέξημα, οὐθ᾿ ἡ προσθήκη τῆς ζωῆς τῇ τῶν ἀναβαθμῶν σκιᾷ ἐπιστοῦτο· ὁ γὰρ τῶν γνώσεων κύριος, ὁ πλάσας κατὰ μόνας τὰς καρδίας ἡμῶν καὶ συνιεὶς εἰς πάντα τὰ ἔργα ἡμῶν, διάστροφον μένειν εἰδὼς τὴν ἐκείνου συνείδησιν καὶ κατεψευσμένην καὶ τῆς κατασπωμένης ὑπάρχουσαν πλάστιγγος, ὅπερ ἐστὶν ἰδεῖν ἐν τοῖς πλείοσι τῶν ἀνθρώπων, εἰς μνήμην μὲν θεοῦ ἐρχομένοις ἐν καιρῷ θλίψεως, κατὰ τὸ γεγραμμένον, ἀθετοῦσι δ᾿ αὖθις αὐτὸν ἐν τῇ ἀπαλλαγῇ τῶν δεινῶν, ἄπρακτα καθικετεύειν εἴασε. καὶ Ὀχοζίας ἄλλος ἐδείκνυτο ὁ ἀνήρ, τὴν ἀπόφασιν οὐ διὰ γλώσσης Ἠλιοῦ τοῦ προφήτου, ἀλλ᾿ ἐξ αὐτῆς τῆς θείας ψήφου δεχόμενος. τοῦ κακοῦ τοίνυν σφοδρότερον κατασκήψαντος, ταῖς οἰκτραῖς ἐκείναις φωναῖς δεινῶς ἀπεβίω· οὕτω γὰρ γινώσκεται κύριος κρίματα ποιῶν, οὗ οἱ ὀφθαλμοί, ὡς Σολομῶντι δοκεῖ, μυριοπλασίως ἡλίου εἰσὶ φωτεινότεροι, οἱ ἐπιβλέποντες πάσας ὁδοὺς ἀνθρώπων. ἦν οὖν ἰδεῖν τότε πάντας τεθηπότας καὶ δειμαίνοντας καὶ τῷ ὑποδείγματι τὴν αὐθάδειαν ὑποτεμνομένην τοῖς σφόδρα ἀλαζόσι καὶ τολμηροῖς· τούτου γὰρ εἵνεκα καὶ ἡ θεήλατος ἐκείνη πληγὴ ἐπενήνεκτο, καὶ καινή τις ἦν τραγῳδία τὰ οὕτω συμβαίνοντα τῷ τολμητίᾳ, ὡς ἂν ἕτεροι βελτίους ἀπ᾿ αὐτῆς γένοιντο καὶ ἔργῳ μάθοιεν τὴν ὀργὴν ἀεὶ τῇ φύσει μετρεῖν καὶ μὴ τῷ θυμῷ ἀλόγως κεχρῆσθαι, μηδὲ καταπαίζειν τὰ θεῖα καὶ τῶν τοῦ θεοῦ θελημάτων καὶ τῆς τῶν αὐτοῦ θεραπόντων ἐπιεικείας καταφρονεῖν
[p. 206] δι᾿ ὠμότητος περιουσίαν· ὅπερ ἐστὶ τοῖς ἀνοήτοις καὶ ἀγνώμοσι τὸ χαριέστατον· ἡ γὰρ τοῦ θεοῦ ἀγαθότης καὶ ἀνεξικακία κλίνειν μὲν οἶδεν ἐκ τούτου εἰς τοῦτο, ὡς γέγραπται, καὶ φέρειν τὴν τῶν ἀνθρώπων κακίαν ἀνεξικάκως, ἐκκενωθῆναι δ᾿ εἰς ἅπαν οὐκ ἔνι τὸν τρυγίαν· ἔλεος γάρ φησι καὶ ὀργὴ παρὰ τῷ θεῷ· ὅτι κατὰ δὲ τὸ πολὺ ἔλεος αὐτοῦ οὕτω καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ, ὅτι Ϡἐὰν πορεύησθέϠ φησι Ϡπρός με πλάγιοι, πορεύσομαι κἀγὼ πρὸς ὑμᾶς θυμῷ πλαγίῳ·Ϡ καὶ φοβερὸς ὁ λόγος τοῖς συνιοῦσιν. ὅτι δὲ ἄρρητος ἡ τοῦ θεοῦ οἰκονομία, ὥστε καὶ διὰ τῶν δοκούντων ἐναντίων οἷς ὁ λόγος οἶδεν ὁδεύουσα οἰκονομεῖ τὰ δέοντα, οὐκ ἔξω λόγου καθέστηκε· στοργὴ γάρ ἐστιν, ἀλλ᾿ οὐκ ὀργὴ τὰ ἐκ θεοῦ ἐπαγόμενα, καὶ πάνθ᾿ ὅσα ποιεῖ ὁ θεὸς πρὸς τέλος οἶδεν ἐκβαίνειν χρηστόν. καὶ οὐδέν ἐστιν ὅλως τῶν ἐπαγομένων, ὃ μὴ συντείνει εἰς ψυχικὴν ὄνησιν· ἄμεινον γὰρ ἐνταῦθα τοὺς οὕτω πταίοντας διδόναι δίκην ἢ ἐκεῖθεν αἰωνίως κολάζεσθαι, ἐπεὶ καὶ θάνατος ἀνδρὶ ἀνάπαυσις, κατὰ τὸν φάμενον· ἐνεκόπη γὰρ αὐτῷ τὰ τῆς κακίας, καὶ ἀπήλλακται τῆς τοῦ μέλλοντος δουλείας, καὶ δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας.

62. ἀλλὰ συντετάχθω τῷ λόγῳ καὶ θαῦμα ἕτερον ἀξιάκουστον· ἔχει γὰρ μετὰ τοῦ φοβεροῦ καὶ τὸ χάριεν. Τελχῖνές τινες καὶ βάσκανοι δαίμονες ἐξώρμησάν ποτε ἐνίους τῶν τὴν χώραν λαχόντων τῶν ἐθνικῶν, οὓς δὴ καὶ Μιλιγγοὺς καλεῖν ἀντὶ Μυρμιδόνων εἰώθασιν οἱ ἐγχώριοι, ἄνδρας αἱμοχαρεῖς καὶ φόνιον
[p. 208] πνέοντας, πόδας τε κεκτημένους εἰς κακίαν τρέχοντας καὶ μηδὲν ἄλλο εἰδότας ἢ μόνον τὸ λῃστεύειν ἀεὶ καὶ τὰ ἀλλότρια ἐπισπᾶσθαι ἁρπαλέως, ἐφ᾿ ᾧ κατελθεῖν ἐν τῷ μνημονευθέντι μετοχίῳ τῆς μονῆς καὶ τὰ ἐκεῖσε θρέμματα τῆς μονῆς διάπραγμα ποιῆσαι. καὶ δὴ πορευθέντες οἱ μάταιοι, τὸ τοῦ θείου φάναι Ἱερεμίου, ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς, ὁμόσε ἐχώρουν πρὸς τὸ ἔργον, καὶ πλῆθος σύμμικτον καὶ νέοι καὶ δυσκάθεκτοι ταῖς ὁρμαῖς, ἐπιστάντες λογχοφόροι τοῖς σηκοῖς καὶ τοῖς αἰπολίοις, ὅσον τὸ εἰς ἐκείνους ἧκον, εἰς πέρας ἤγαγον τὸ πονηρὸν βούλευμα· καὶ τὰ θρέμματα λῃστρικῶς ἀφελόμενοι, πρὸς τὴν σφῶν χώραν ἀπήγαγον δίκην ἀγρίων θηρῶν, σπαράξαι ταῦτα βουλόμενοι. ἀλλ᾿ ἐψεύσθησαν τῆς ἐπιβουλῆς οἱ ἀλάστορες, καὶ διὰ κενῆς ἀνομοῦντες ὤφθησαν, ἀνέμους τε ἔδοξαν συνάγειν ἐν κόλπω, τὸ ᾀδόμενον, καὶ ὕδωρ στρέφειν ἐν ἱματίῳ· πρᾶγμα γὰρ ἐπηκολούθει τῇ τοιαύτῃ ἐφόδῳ πρὶν γενέσθαι μὴ πιστευόμενον· ὡς γὰρ ἐκεῖνοι τὴν οἰκείαν χώραν κατέλαβον σὺν τοῖς θρέμμασι, τὰ συνήθη ὁ μέγας κἀνταῦθα ἦν ἐνδεικνύμενος· θᾶττον γὰρ ἐπιστὰς κατὰ τοὺς ὕπνους καθεύδουσι τοῖς κακοσχόλοις ἐκείνοις, δύο ἐῴκει κύνας ἐπάγεσθαι εὐσθενεῖς καὶ τὴν ἰσχὺν ἄμαχον κεκτημένους, καθὼς εἴωθεν ὡς τὰ πολλὰ ἐπιφαίνεσθαι ἀνδράσι πονηροῖς καὶ τὴν τῶν κυνῶν ζηλοῦσιν ἀναίδειαν. καὶ πρῶτα μὲν πληγὰς κατὰ τῶν παρειῶν ἐπιτρίβει τοῖς παλαμναίοις· εἶτα καὶ τοὺς κύνας ἔδοξε κατ᾿ αὐτῶν ἐξορμᾶν, ὧν καὶ τοῖς δήγμασι δεινῶς μωλωπισθέντες, σύντρομοί τε καὶ κατάφοβοι διυπνισθέντες (ὢ καινοῦ θαύματος, ὢ θαύματος πλήρους ἐκπλήξεως), οἱ μὲν τὰς ὄψεις καὶ τοὺς ὀφθαλμοὺς διαστρόφους εἶχον, τῶν δὲ
[p. 210] μελανίαι καὶ πελιδνώσεις περὶ τὸ σῶμα διαφανεῖς, ἄλλοι τὸ στόμα εἶχον εἰς τοὐπίσω λοξῶς παρεκκλῖνον, οἱ δὲ πλείους καὶ τοὺς ἐκ τῶν δηγμάτων ἔφερον ἐν ταῖς σαρξὶ μώλωπας, οἰδήμασι καὶ σμώδιξι πεπληρωμένους ἤδη. καὶ οὕτω τὰ ἐν τοῖς ὕπνοις τελεσθέντα οὐκ ἔτι ἦσαν ὄψις ἀνύπαρκτος, ἀλλ᾿ ἐπ᾿ αὐτοῖς τοῖς πράγμασιν ὁρώμενά τε καὶ θαυμαζόμενα, καὶ αἱ ἐκ τῶν μωλώπων ὀδύναι δριμύταται καὶ ἀφόρητοι καὶ θάνατον ἀπειλοῦσαι τὸν βιαιότατον. οἷς καὶ γλώττης οὐκ ἔλαττον ἦν ἐπαγγέλλειν τὰ κατὰ τοὺς ὕπνους οὕτω συνενεχθέντα. θερμοὶ τοίνυν τὴν μετάνοιαν εὐθὺς γεγονότες καὶ τὴν καρδίαν ἰσχυρῶς πληγέντες, ἀνθωμολογοῦντο τὴν ἁμαρτίαν· εἶτα καὶ ἑαυτοὺς ταλανίζοντες, «δείλαιοι» ἔφασκον «ἡμεῖς τῆς κακοβουλίας, ἄθλιοι τῆς τόλμης καὶ τῆς πολλῆς μοχθηρίας.» πρὸς τούτοις καὶ αὐτοὺς δὴ τοὺς κατὰ γένος κοινωνοῦντας αὐτοῖς ἠξίουν θερμῶς πρὸς τάχος τὸ ἱερὸν καταλαβεῖν φροντιστήριον καὶ θερμὴν τὴν ἱκεσίαν ὑπὲρ αὐτῶν τῷ ὁσίῳ προσάξαι καὶ καθαρῶς συνθέσθαι ἐπανασῶσαι πρὸς τοὺς ἰδίους σηκοὺς καὶ τὰς ἐπαύλεις τὰ λῃστρικῶς ἀφαιρεθέντα κατά γε το σῷον καὶ ὁλόκληρον πάντῃ καὶ μηδαμῶς ἔτι τολμᾶν ἀφιδιάζειν ἐν τοῖς τοιούτοις. οὗ δὴ γενομένου καὶ ταῖς τοιαύταις ὑποσχέσεσιν ἡ τῶν θρεμμάτων ἀντιστροφὴ ἐπακολουθήσασα, πρὸς τὴν προτέραν εὐθὺς ὑγείαν καὶ οἱ οὕτω τοῖς δεινοῖς ὑποβληθέντες ἐπανῄεσαν· καὶ ἐν βραχεῖ ἀνωρθοῦντο πάντα τὰ μέλη καὶ κατὰ χώραν ἕκαστα εἶχον, καὶ ὁ κολοφὼν τῶν κακῶν διεκρούετο καὶ ᾤχετο ἡ ἐπιφορά· τοῦ γὰρ αὐτοῦ καὶ παιδεύειν θρασύτητα καὶ μοχθηρίαν καὶ θεραπεύειν πάλιν διὰ φιλανθρωπίαν.
[p. 212] δέος οὖν ἔκτοτε ὑπεισῄει οὐ τὸ τυχὸν ἐκ τοῦ ὑποδείγματος πᾶσι τοῖς ἐκείνων φυλέταις καὶ πατριώταις, καὶ τῷ δέει ἡ βάρβαρος ἐκείνη φύσις καὶ ἀτίθασος τῆς οἰκείας καὶ σχεδὸν εἰπεῖν φυσικῆς ἀγριότητος ἐπιλανθανομένη συνθήκας ἔθετο καὶ ἀπώμοτον αὐτῇ γεγένηται τὸ ἐπιβαίνειν τοῖς τῇ μονῇ διαφέρουσι.

63. προκείσθω δὲ εἰς διήγησιν τοῖς φιλοθέοις καὶ ἕτερον θαῦμα μνήμης ἅμα καὶ ἀκοῆς ἄξιον. μονή τίς ἐστι κατὰ τὸν ἐπίνειον τόπον τῆς Λακεδαίμονος ἱδρυμένη, κατ᾿ ἀντικρὺ καὶ τοῦ ἄστεως πρὸς δυσμὰς διακειμένη, ἐν ᾗ πέφυκε τιμᾶσθαι ὁ ἐν ἱεράρχαις μέγιστος θαυματουργὸς καὶ περιώνυμος Νικόλαος, ἡσύχῳ βίῳ συμβαίνουσα καὶ εὖ μάλα ἔχουσα τοῖς ἐν ἀρετῇ ζῆν ἑλομένοις καὶ ἐνθέου πολιτείας ἀντιποιεῖσθαι ἁρμόδιον χρηματίζουσα ἐνδιαίτημα. ἐν ταύτῃ δὴ τῇ μονῇ μείραξ ἦν τίς ποτε ἐνδιαιτώμενος καὶ τῷ τῶν εἰσαγωγικῶν τάγματι κατειλεγμένος ὑπὸ καθηγητῇ καὶ ποιμένι ἀνδρὶ θείῳ καὶ τροφίμῳ τῆς ἀρετῆς. Λουκᾶς ἦν ὄνομα τῷ νεανίᾳ, ὃς καὶ μέχρι τῆς δεῦρο ζῶν τε καὶ περιὼν δείκνυται, τῇ τε μοναχικῇ πολιτείᾳ καὶ τῷ ἱερατικῷ διαλάμπων ἀξιώματι, πολύ τε τὸ αἰδέσιμον φέρων ἔκ τε τῆς τῶν τρόπων εὐγενείας καὶ τῆς ἤδη ἐπανθούσης αὐτῷ πολιᾶς. ὃν καὶ αὐτὸς ἔγωγε ἀκήκοα ζώσῃ φωνῇ πολλάκις διηγούμενον ὅσης ἄρα καὶ οἵας ἀπώνατο τῆς εὐεργεσίας πίστει τῇ πρὸς τὸν ὅσιον καὶ βεβαίᾳ ἐλπίδι τῇ πρὸς θεόν. τίς δὲ καὶ ὁ τρόπος τῆς εὐεργεσίας, ὁ λόγος ἤδη δηλώσει. πάρεσις αὐτῷ γεγένηταί ποτε τῶν σιαγόνων ἔκ τινος αὔρας νοσοποιοῦ καὶ λοιμοφθόρου καὶ
[p. 214] πᾶσα ἡ τοῦ στόματος κατασκευὴ διέφθαρτό τε σχεδὸν καὶ διαλελώβηται· καὶ αἱ ὀδύναι ἐντεῦθεν ἀφόρητοι, σφοδρότερον τοῦ κακοῦ κατασκήψαντος, καὶ ἡ ἀλγηδὼν πολὺ τὸ δριμὺ κεκτημένη, ὡς μὴ οἵως ἔχειν αὐτὸν τροφῆς ὅλως μετειληχέναι τῆς οἱασοῦν πλὴν τοῦ ἐξ ἀλφίτων χυλοῦ ἢ τὰ σίελα ὅλως κατέχειν αὐτομάτως φέρεσθαι καὶ τοῦ στόματος ἔξωθεν ἀκόσμως προχέεσθαι. ἄκος δ᾿ οὐδὲν ἦν τοῦ λυποῦντος, ἐπειδὴ κρεῖττον τὸ πάθος ἢ κατὰ ἀνθρωπίνην τέχνην καὶ θεραπείαν καὶ τῷ πάσχοντι θανάτου χαλεπωτέραν ἐμποιοῦν τι ζωήν. τί οὖν ὁ εὐσεβὴς ἀνὴρ καὶ φιλόθεος καὶ τὸ δέον συνιδεῖν λίαν ὀξύτατος τῶν ἄλλων πάντων ὡς ἀνονήτων ὑπεριδών (πάντα ἐνώπια τοῖς συνιοῦσιν, ὡς γέγραπται, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι χάριν), ἐπὶ τὴν φανερὰν καὶ ὁμολογουμένην βοήθειαν, τὸν θεῖόν φημι Νίκωνα, καὶ αὐτὸς καταφεύγει. καὶ εὐχῇ τὰ τοῦ πράγματος ἐπιτρέψας, τῇ ἀπῃωρημένῃ ἔμπροσθεν τῶν ἀδύτων τοῦ ἱεροῦ τεμένους τῆς μονῆς, ἐν ᾗ ἦν ἐνδιαιτώμενος, θείᾳ καὶ σεπτῇ εἰκόνι τοῦ μάκαρος προσελθών, «ἅγιε τοῦ θεοῦ,» ἔλεγεν, «εἰ σύνοιδας μεθ᾿ ὅσης σοι τῆς πίστεως ἀδιστάκτῳ γνώμῃ προσέρχομαι, τὴν λύσιν τοῦ πιέζοντός με δεινοῦ ἐξαιτούμενος, πρόσσχες μοι τῷ ἀναξίῳ, καὶ τῆς παρὰ σοῦ βοηθείας μὴ ἀποστερήσῃς με· ἐπὶ θεῷ γὰρ μόνῳ καί σοι τῷ τούτου θεράποντι πάσας μου τῆς σωτηρίας ἀνεθέμην τὰς ἐλπίδας.» καὶ ταῦτα μὲν διελέγετο τῇ θείᾳ εἰκόνι τοῦ ἀοιδίμου προσερείδων τοὺς ὀφθαλμούς.
[p. 216] εἶτα καὶ θείᾳ ἐπιπνοίᾳ κραταιωθείς, φθάνει τῇ διανοίᾳ τὸν θεῖον καὶ ἱερὸν οἶκον τοῦ μάκαρος καὶ τοῖς τῆς πίστεως πτεροῖς αὐτῆς ψαύει τῆς σοροῦ τοῖς χείλεσι καὶ καλεῖ, σώματι πόρρω διεστηκώς, τὸν ἐγγὺς παρεῖναι μὴ ἀποροῦντα διὰ τῆς χάριτος. τίς δ᾿ οὐκ ἂν ἡσθείη τὸ καινὸν τοῦ θαύματος ἐκπληττόμενος καὶ γὰρ τῇ ἐπικλήσει ταχεῖα καὶ παράδοξος ἐπηκολούθει ἡ ἴασις. ὁ δὲ τρόπος τῆς ἰάσεως οὗτος. ὕπνος αἴρει τὸν νεανίαν μετὰ τὴν ἐπίκλησιν· ἐν δὲ τῷ ὑπνώττειν ἐν αὐτῇ ἔδοξεν εὑρεθῆναι τῇ διὰ τῆς δυτικῆς κλίμακος ἀναβάσει τοῦ θείου καὶ ἱεροῦ οἴκου τοῦ ὁσίου, ἔνθα δὴ καὶ ἡ τοῦ Ἀντιφωνητοῦ φέρουσα προσηγορίαν δεσποτικὴ καὶ θεία εἰκών, πρὸς δὲ καὶ τὸ τοῦ μεγάλου ἐκτετύπωτο ἀπεικόνισμα· ὅπερ ἄρα καὶ προσκυνῶν δῆθεν κατὰ τοὺς ὕπνους καὶ τὴν ἀπαλλαγὴν τοῦ δεινοῦ ἐξαιτούμενος, φωνῆς ἐῴκει ἀκούειν ἐξιούσης ἀπ᾿ αὐτῆς δὴ τῆς ἱερᾶς εἰκόνος τοῦ ὁσίου καὶ διακελευομένης αὐτῷ ἆραι τὴν χεῖρα ἐπὶ τῆς ἀπῃωρημένης ἐκεῖσε λυχνίας καὶ τῷ ἐξ αὐτῆς ἐλαίῳ τὸν ἀλγοῦντα τόπον ἐπιχρῖσαι. ἐπεὶ οὖν ἔδοξεν ποιεῖν τὰ κελευόμενα, καὶ ἡ χεὶρ ἦν ἀκροθιγῶς ἁπτομένη δῆθεν τῆς λυχνίας, ἅτε μὴ τελείως ἐπ᾿ αὐτὴν διικνεῖσθαι νομιζομένη, ἀνατραπῆναι ἔδοξεν ἡ λυχνία καὶ ἐκχυθῆναι ἐπάνω αὐτοῦ τὸ ἔλαιον. ὁ δὲ σπασθεὶς ὥσπερ τῷ δέει καὶ ἔξυπνος γενόμενος (ὢ θαύματος ἐκπλήξεως γέμοντος, ὢ ξένου καὶ φρικτοῦ τεραστίου), καὶ ἡ λυχνία γὰρ κατὰ χώραν ἦν πεπληρωμένη τοῦ ἐλαίου καὶ αὐτὸς ὑγιὴς ἦν ἐν ᾧ τόπῳ τῷ σώματι περιγραπτὸς ὑπῆρχε, καὶ τοῦ πιέζοντος δεινοῦ τέλεον ἀπηλλαγμένος. τὸ δὲ ὑπερβάλλον τοῦ θαύματος πλείω μὲν πρὸς θεὸν παρρησίαν ἐμαρτύρει τῷ
[p. 218] ὁσίῳ· μικροῦ δὲ διαπιστεῖν ἐκεῖνον ἐνεποίει, εἰ αὐτὸς ἦν ὁ πρὸ μικροῦ τοσούτῳ καὶ τηλικούτῳ πάθει συνεχόμενος, καὶ ὡς ἐν ὀνείροις ταῦτα ὁρᾶν καὶ φαντασίαν, ἀλλ᾿ οὐκ ἀλήθειαν τὸ πρᾶγμα οἴεσθαι. ἀνενεγκὼν δ᾿ ὅμως καὶ οἷον ἐν ἑαυτῷ γενόμενος καὶ καθαρῶς αἰσθόμενος, ὡς οὐκ ἔτι ὄναρ, ἀλλ᾿ ἀληθές ἐστι τὸ σημεῖον, τὴν εὐχαριστίαν, ὥσπερ οἶδεν εὐγνώμων ψυχὴ, τῷ τε θείῳ Νίκωνι καὶ δι᾿ αὐτοῦ τῷ θεῷ ἀπεδίδου θεοφιλῶς. εἶτα καὶ ὥσπερ ἔνθους τῇ ἀμέτρῳ χαρᾷ γενόμενος (ἐδείκνυε γὰρ αὐτὸν μικροῦ καὶ ἄφρονα ἡ παραδοξοποιία), τῷ τοῦ ξύλου κρούσματι τόν τε ποιμένα καὶ τοὺς λοιποὺς θιασώτας νυκτὸς ἔτι βαθείας εἰς αὐτὸν συνεκάλει. οἳ καὶ θᾶττον τῷ τόπῳ ἐπιστάντες καὶ τὸ ἐξαίσιον τοῦ πράγματος ἑωρακότες καὶ τὸν τρόπον τῆς ἰάσεως ἀπὸ φωνῶν τοῦ ἰαθέντος ἀναδιδαχθέντες, μεστὴν εἶχον ἡδονῆς τὴν καρδίαν, καὶ θεῷ ᾠδὰς εὐχαριστηρίους ἀναπέμποντες, τοῖς πᾶσι διήγγελλον τὸ μεγαλεῖον τοῦ θαύματος εἰς δόξαν θεοῦ τοῦ οὕτω δοξάσαντος ὡς ἡ ὑπόσχεσις.

64. ἀλλὰ προσεκτέον· ὀφθήσεται γὰρ καὶ τὸ μέλλον ῥηθῆναι διὰ βραχέων καινὸν καὶ παράδοξον καὶ διηγήσεως ἄξιον· ἀνὴρ γάρ τις τῶν ἔτι τῷ βίῳ περιόντων καὶ τῷ πολλάκις δηλωθέντι μετοχίῳ τῆς μονῆς τὰς οἰκήσεις ποιούμενος, ὑγρότητος δριμυτάτης ἐπιρροῇ ποτε λώβην τῶν ὀφθαλμῶν ὑποστὰς οὐ τυχοῦσαν καὶ ὑπόχυσιν, ἀμαυρὰς εἶχε τὰς τῶν ὀμμάτων βολάς· καὶ τοὺς λύχνους τοῦ σώματος ἀθλίως
[p. 220] οὕτω πεπήρωτο καὶ τοῦ πᾶσιν ἡδυτάτου φωτὸς παντάπασιν ἀπεστέρητο. καὶ ἦν ἰδεῖν ἐλεεινὸν θέαμα καὶ θρήνων ἄξιον, ἄλλον Βαρτίμαιον τὸν Τιμαίου, ὅ φησι τὸ ἱερὸν εὐαγγέλιον, ἀναφανέντα, τυφλὸν ἐξαπίνης γενόμενον καὶ τὴν ὀπτικὴν ἐνέργειαν πάμπαν ἀφῃρημένον. ἐπεὶ δὲ πολὺς ὁ καιρὸς ἐτρίβετο τοῦ πάθους, καὶ τοῦτο ἦν ἥκιστα τῇ ἀνθρωπίνῃ τέχνῃ ἰάσιμον, τῶν ἄλλων πάντων καὶ οὗτος ὑπεριδὼν καὶ πάσης τῆς ἐξ ἀνθρώπων ἀπογνοὺς θεραπείας, πρὸς τὸν κοινὸν καὶ ἄμισθον ἰατρὸν ἔγνω δεῖν καταφεύγειν. καὶ δῆτα καὶ ἀνακλίνας ἑαυτὸν εἴσω τοῦ ἐν τῷ μετοχίῳ ἱδρυμένου ἐπ᾿ ὀνόματι τοῦ ὁσίου ἱεροῦ εὐκτηρίου, ἔμπροσθεν τῆς ἐκεῖσε θείας καὶ θαυματουργοῦ εἰκόνος τοῦ μάκαρος χεῖράς τε ἅμα καὶ ὄμματα τῆς διανοίας ὑψώσας, «λῦσόν μου» ἔλεγε «τὸ σκότος ὁ τοῦ πρώτου καὶ ἀληθινοῦ φωτὸς κληρονόμος· λύτρωσόν με τοῦ πιέζοντος πάθους· ἀπάλλαξόν με τῆς κατεχούσης νυκτός· ἴδω σοῦ τὴν σεβάσμιον εἰκόνα· κατατρυφήσω τοῦ θείου τεμένους· κηρύξω πᾶσι κἀγὼ καὶ διηγήσομαί σου τὰ θαυμάσια.» οὕτως οὖν τῷ Προκοπίῳ (τοῦτο γὰρ ἦν ὄνομα τῷ ἀνδρί) ποτνιωμένῳ πρὸς τὸν ἅγιον μεθ᾿ ὅσης ἂν εἴποι τις τῆς εὐγνωμοσύνης καὶ συντριβῆς πνεύματος, ἡμερῶν τριῶν οὐ πλείους πρὸς τελείαν ἤρκεσαν ἀπαλλαγὴν τοῦ κακοῦ. πλὴν ἀλλὰ καὶ αὖθις προσεκτέον· εἰρήσεται γὰρ ἤδη τὸ χαριέστατον. προσήκατο τὴν αἴτησιν ὁ μέγας καὶ τὴν ἀρωγὴν ταχέως ἐπιβραβεύων καὶ τὴν ἴασιν ἐπιταχύνων ἐν σχήματι μοναχοῦ τινος ὁμωνυμοῦντος αὐτῷ, ὃν καὶ μέχρι τῆς δεῦρο ἡ μονὴ παρ᾿ ἑαυτῇ κέκτηται, ἐπιστὰς κατὰ τοὺς ὕπνους
[p. 222] τῷ Προκοπίῳ πρὸς ὄνομα ἐκάλει, πυνθανόμενος δῆθεν ὅτου χάριν τὴν ἐν τῷ ναῷ προσεδρίαν ποιεῖται. τοῦ δὲ τὴν αἰτίαν προϊσχομένου, ὕπτιον αὐτὸν ἐκεῖνος ἔδοξεν ἀνακλίνειν καὶ τῷ δεξιῷ ποδὶ πατεῖν ἐπὶ τῷ στέρνῳ, τὼ δὲ χεῖρε τοῖς ὀφθαλμοῖς ἐπάγειν καὶ ὥσπερ ὄφεως εἶδος ἐκσπᾶν τῶν ὀφθαλμῶν καὶ ἀπορρίπτειν. διυπνισθεὶς οὖν εὐθὺς ὁ Προκόπιος (ὦ Χριστὲ τῶν σῶν μεγαλείων· ὡς θαυμαστὸς εἶ ὁ θεὸς ἐν τοῖς ἁγίοις σου), τὸ λίαν διψώμενον φῶς καὶ τὴν ὅλην αὐγὴν παραχρῆμα ἀπελάμβανε, καὶ καθαρῶς ἑώρα πᾶσιν ὁμοίως τοῖς καλῶς βλέπουσιν. ἐπὶ δὲ τῷ παραδόξῳ τούτῳ θαύματι χαρᾶς πλησθεὶς καὶ θυμηδίας, δόξῃ τῇ πρὸς θεὸν ἐχρῆτο καὶ τῇ πρὸς τὸν ἅγιον εὐχαριστίᾳ, τρανωθεὶς ἐπὶ τοῖς ὀφθαλμοῖς καὶ τὴν γλῶτταν, καὶ κῆρυξ ὢν διαπρύσιος μέχρι καὶ τήμερον τῆς εἰς αὐτὸν γενομένης παραδοξοποιίας.

65. τούτοις δ᾿ ἄξιον κἀκεῖνο προσθεῖναι. ἀνήρ τις τοῦ καταλόγου τῶν στρατευομένων, ἰδίοις ὀψωνίοις δ᾿ ὅμως στρατευόμενος, κἂν ἐν τοῖς ἀπόροις τοῦτο τέτακται παρὰ τῷ ἀποστόλῳ, ὃς ἔτι ἐν τοῖς ζῶσίν ἐστι καὶ τῇ μὲν προσηγορίᾳ Ἀργυρομύτης πᾶσιν ἐπίδηλος, τοὔνομα δὲ Μιχαήλ, τὸ γένος ἕλκων ἐκ τῆς χώρας τῶν Κορινθίων, ἐν αὐτῷ δὲ τῷ ἄστει τῶν Λακώνων τὰς οἰκήσεις ποιούμενος, ἔκ τινός ποτε πληθώρας χολῆς μελαίνης παραπληξίᾳ ληφθεὶς καὶ σκοτώσει τοῦ ἡγεμονικοῦ καὶ ἔκνους ὥσπερ γενόμενος, ἐρρήσσετο, κατέπιπτεν, ἐκραδαίνετο, ἐσπαράσσετο, φρικτοῖς ἐβάλλετο δείμασιν, ἀκόσμως αὐτῷ καθεῖτο ἡ κόμη ἐπὶ τοῦ προσώπου· καὶ
[p. 224] ἁπλῶς οὐδὲν ἦν ὃ μὴ ἔλεγεν ἢ ἔπραττε τῶν μεμηνότων καὶ αὐτὰς τὰς φρένας παρειμένων·
λυττῶν γὰρ καὶ ἐφαλλόμενος κατὰ πάντων, οἷς ἂν ἔτυχε συναντῶν, οὓς μὲν ὀδοῦσιν ἐσπάραττεν, οὓς δὲ καὶ διεχειρίζετο ἂν καὶ δυσθανάτους εἰργάζετο, εἰ συνεχωρεῖτο ὑπὸ τῶν τεταγμένων αὐτὸν τηρεῖν· ἦν γὰρ καὶ τὴν ἀλκὴν ἄμαχος καὶ τὸ σῶμα ἐπιεικῶς ἰσχυρότατος. ὡς γοῦν τὸ πάθος ἔληγεν οὐδαμῶς, εἰ μὴ καὶ μᾶλλον ἐπικρατέστερον ἦν, καὶ πρὸς τὸ σφοδρότερον ἐξαπτόμενον, καὶ πάσης εἶναι κρεῖττον ἀνθρωπίνης τέχνης ἐπιστεύετο, οἱ κατὰ γένος τούτῳ προσόντες, νόμοις εἴκοντες φιλίας ἅμα καὶ συγγενείας, βίᾳ κατασχόντες αὐτὸν ὑπὸ δεσμοῖς ἀρρήκτοις πρὸς τὸν εὐαγῆ καὶ θεῖον οἶκον τοῦ θεοφόρου πατρὸς ἡμῶν, ὥσπερ τι τῶν ἀτάκτων ζῴων καὶ ἀτιθάσων ἤγαγον· κατείργαστο γὰρ ἤδη ἅπαν τὸ σῶμα τῇ ἀσιτίᾳ καὶ τῇ παρατάσει τοῦ κλόνου, ὃν ὑφίστατο ἐκ τῆς τοῦ πάθους σφοδρότητος, καὶ οὐδὲν ἦν διαφέρων κινδάλου ἢ λεβηρίδος. ὃν καὶ τῇ παραδοξοποιῷ ἁλύσει τοῦ μάκαρος διαλαβόντες καὶ περιδεσμήσαντες, εἶτα καὶ προσεδρεύειν ἑλόμενοι τῷ μεμηνότι τῆς ἱερᾶς σοροῦ ἔμπροσθεν, θερμῶς ἐξελιπάρουν τὸν ἕτοιμον εἰς βοήθειαν. οἳ καὶ τῆς οἰκείας κρίσεως καὶ τῶν καλῶν αὐτοῖς τοῦ πιστεύειν ἐλπίδων οὐ διήμαρτον· τῷ γὰρ ἐπιχρίσματι τῷ ἐκ τῆς φωταγωγοῦ ἐλαίου, ἐπιφωνουμένου τοῦ νεωκόρου τῇ χρίσει καὶ τὸ ὄνομα τοῦ ὁσίου οἷά τι σωτήριον
[p. 226] ἔπᾳσμα, ὅ τε κυκεὼν ἐκεῖνος κατηυγάζετο καὶ τοῦ πάθους ὁ πάσχων ἀπηλλάττετο καὶ σῴας εἶχεν εὐθὺς καὶ ἀρτίους τὰς φρένας μᾶλλον ἢ πρότερον. καὶ ἔμπλεῳ τὴν ψυχὴν ἡδονῆς οἱ τούτῳ προσηκόντες οἴκαδε ἐπανῄεσαν, εὐχαριστοῦντες θεῷ καὶ τῷ ἁγίῳ. καὶ τοῦτο μὲν δὴ τοιοῦτο.

66. περὶ δὲ τῆς παραδόξως ἐκτυπωθείσης καὶ σκιαγραφηθείσης χειρὸς ἄνευ ἀνθρωπίνης καὶ τέχνης θείας μορφῆς καὶ εἰκόνος τοῦ ὁσίου, ἐν αὐτῇ τῇ πάλαι μὲν κειμένῃ λιθίνῃ πλακὶ κατ᾿ αὐτὸ δὴ τὸ μεσαίτατον τοῦ ναοῦ, ἀναστηλωθείσῃ δ᾿ ὕστερον ἐν τῷ προτεμενίσματι τοῦ θείου ναοῦ ἐχομένῳ τοῦ ἱεροῦ ταμείου, ἐν ᾗ καὶ τὸ τῆς σταυροφόρου ῥάβδου σχῆμα ὁρᾶται σκιαγραφούμενον ἀπαραλλάκτως, μακρὸν εἴη λέγειν τε καὶ διεξιέναι, τοῦ γεγονότος τεραστίου ταῖς ἁπάντων γλώσσαις ᾀδομένου καὶ διακηρυκευομένου μέχρι καὶ τήμερον καὶ αὐτῆς τῆς λιθίνης πλακὸς φωνῆς πάσης τρανότερον καὶ γλώσσης οὐκ ἔλαττον διεξιούσης τὰ τοῦ πράγματος καὶ μονονουχὶ σαφῶς περιστώσης διὰ τῶν συμβόλων καὶ αὐτοῦ τοῦ ἀμαρύγματος τῆς ἀχρωματίστου μορφώσεως, ὅτι περ ὁ μέγας ἐν αὐτῇ ἱστάμενος καὶ τὸ θεῖον ἐξιλεούμενος, καθ᾿ ὃν καιρὸν ἔμελλε μικροῦ πᾶς ὁ χῶρος τῆς Λακεδαίμονος ἔργον σεισμοῦ γενέσθαι καὶ πανωλεθρίαν δεινὴν ὑποστῆναι ἐκ θείας ἀγανακτήσεως διὰ τρόπων φαυλότητα τῶν ἐν αὐτῇ κατοικούντων καὶ ἀκρασίαν καὶ τὸ ἀεὶ ῥᾳστώνῃ συζῆν καὶ πᾶσιν ἄλλοις τοῖς κατὰ τὸν βίον πάθεσιν, ἀργίαν τε ἄγειν τοῦ καλοῦ παντελῆ, καθὰ καί τισι τῷ κατ᾿ ἐκείνῳ καιροῦ τῶν εὐσεβῶς
[p. 228] βιούντων καὶ φιλοθέως ἀπεκαλύφθη. οὗ ἕνεκεν, ὡς οἶμαι, καὶ τὰ σύμβολα τῆς πρὸς θεὸν ἐκτενοῦς ἱκεσίας τοῦ ὁσίου τῷ λίθῳ ἐπετυπώθη, φανερὰν ἔτι καὶ ἐπίδηλον βουλομένου καθιστᾶν τοῦ Θεοῦ κἀνταῦθα τήν τε τοῦ οἰκείου θεράποντος πρὸς αὐτὸν παρρησίαν καὶ οἵας τετύχηκε τῆς αὐτοῦ εὐνοίας ὁ ὅσιος, καὶ ὅτι τὴν δικαίαν ὀργὴν τοῦ θεοῦ ἡ τούτου ἀπέστρεψεν ἱκεσία καὶ τὸ δεινὸν ἦρε καὶ ὅσης λοιπὸν ἀξιοῦνται τῆς σωτηρίας οἱ λαχόντες αὐτὸν πρὸς θεὸν
πρέσβυν θερμότατον.

67. ὅτι δὲ ἡ ἐνεργοῦσα χάρις ἐπὶ τῷ ὁσίῳ τοῦ ἁγίου πνεύματος οὐκ ἐν τοῖς μείζοσι μόνοις καὶ μνήμης ἀξίοις, ἀλλὰ καὶ ἐπ᾿ αὐτοῖς δήπουθεν τοῖς δοκοῦσι μικροῖς καὶ οὐδὲν ἔσθ᾿ ὅτε νομιζομένοις τὴν οἰκείαν δύναμιν ἐνδείκνυσι καὶ ἐνέργειαν, δῆλον ἐκ τοῦ παραυτίκα ῥηθησομένου. Στέφανος ὁ τὰς δημοσίας καὶ τοῦ κοινοῦ λειτουργίας ἀεὶ πιστευόμενος, ᾧ τὸ ἐπώνυμον δῆλον τοῖς πᾶσι διὰ τὸ τοῦ ἀνδρὸς ἐπίσημον· ζῶν γὰρ ἔτι καὶ οὗτος καὶ περιὼν δείκνυται, τὸν μονήρη βίον νῦν ἀσπασάμενος· ἐν χρείᾳ ποτὲ καταστὰς ἐλαίου, τῷ ἰδίῳ ὑπηρέτῃ ἐπέσκηψε καταλαβεῖν πρὸς τάχος τὸ τῆς μονῆς ἐργαστήριον, ἐν {ἐν} ᾧ εἰώθασι συντρίβεσθαι τῶν ἐλαιῶν οἱ καρποὶ καὶ ὀργάνοις τισὶ καὶ λίθου βάρει τὸ ἔλαιον ἐκπιέζεσθαι, καὶ κενὴν ὑδρίαν ἐλαίου πληρῶσαι καὶ ὡς αὐτὸν ἀγαγεῖν. οὗ δὴ γενομένου καὶ τοῦ ἐλαίου πρὸς βίαν ληφθέντος, οὐ μέλλων ἦν ὁ ἅγιος, οὐδ᾿ εἰς ἀναβολὰς τιθέμενος τὰ τῆς ἐκδικήσεως· νύκτωρ γὰρ ἐπιφανεὶς τῷ Στεφάνῳ ὑπνώττοντι, πρῶτον μὲν ὅστις εἴη ἐφανέρου, εἶτα καὶ χαλεπαίνοντι ἐοικὼς καὶ δι᾿ ὀργῆς τὸ πρᾶγμα
[p. 230] ποιούμενος, ὡς ὑπόδικον τὸν ἄνδρα ἀπεφήνατο καὶ τὰ ἔσχατα αὐτῷ διαθήσειν κακὰ ἠπείλει τῆς τοιαύτης τόλμης ἕνεκα. τοῦ δὲ ἀγωνίᾳ ληφθέντος καὶ ὥσπερ ὑπὲρ ἑαυτοῦ ἀπολογουμένου καὶ μηδαμῶς ἔτι τοιοῦτόν τι κατατολμῆσαι σὺν πολλῷ τῷ δέει ἐπαγγελλομένου, ἐμεῖν τέως αὐτὸν τὸ ληφθὲν ἔλαιον ἐκεῖνος ἐπέταττεν. καὶ ὃς ἐμεῖν μὲν ἐδόκει τὸ ἔλαιον, ἐκεῖνος δ᾿ ἔτι καὶ ἔτι τὸν ἔμετον προσαπῄτει ἐπεκτείνεσθαι. ὡς δὲ μηκέτι ὑπολελεῖφθαι ἔλαιον ἐν τοῖς ἐγκάτοις αὐτοῦ ὁ Στέφανος διετείνετο, ἐκεῖνος καὶ αὖθις βίαν ἐπῆγε πρὸς τὸ ἐμεῖν, εἶτα καὶ προσηπείλει ὡς, εἰ μὴ τάχιον ἀποδοίη τὸ ἀφαιρεθὲν ἔλαιον, καὶ αὐτὰ τὰ ἔγκατα αὐτοῦ συμπαραληφθῆναι τῷ ἐμέτῳ. περιδεὴς οὖν ὁ Στέφανος καὶ σύντρομος ἀναστὰς καὶ ὅπερ ἐδήλου τὸ ὄναρ συμβαλὼν ἀραρότως καὶ ἀναμφιλέκτως, σπουδῇ πολλῇ τὸ ληφθὲν ἔλαιον τῷ ἐργαστηρίῳ ἐπανέσῳζε· καὶ τὰ τῆς ὀπτασίας ἦν διηγούμενος τρανογλωττίᾳ καὶ πᾶσιν ἀεὶ διαμαρτυρόμενος φευκταῖον καὶ ἀπώμοτον ποιεῖσθαι τὸ προσψαύειν ὅλως ἐν τοῖς τῇ μονῇ διαφέρουσιν ἢ τολμᾶν ἐν τούτοις κἂν ὁπωσοῦν ἀφιδιάζειν. τούτου τὸν παῖδα Γεώργιον ὀλίγαις ὕστερον ἡμέραις τῷ τῆς παραπληξίας πάθει πεπτωκότα, ὡς μηδὲν ὅλως ἀπόνασθαι ἐκ πάσης ἰατρικῆς τέχνης καὶ ἐπιστήμης ἢ τῷ λίχνῳ μόνῳ τῶν ἐλπίδων δελεάζεσθαι, ὁ μέγας μόνος ἐρρύσατο τῷ τούτου θείῳ τεμένει προσπεφευγότα, καθὼς καὶ ἡ ἐν τῷ ἀργυραίῳ τῆς μονῆς θυμιατηρίῳ ἐκτυπωθεῖσα καὶ διαχαραχθεῖσα γραφὴ καὶ αὐτὸ τὸ εἶδος τῆς παραδοξοποιίας δι᾿ εἰκονικῆς ἐκτυπώσεως ἀριδηλότερον νῦν παριστᾶ.

[p. 232]
68. ὁ δὲ λόγος καὶ ἑτέροις θαύμασι βούλεται ἑστιάσαι τὰς ἡμῶν ἀκοάς. παιδίον ἦν πάνυ ἀτελὲς τὴν ἡλικίαν καὶ ἔτι ὑποτίτθιον, ᾧ κλῆσις μὲν Μανουήλ, ἀστεῖον δέ, ἅμα καὶ φύσεως εὖ ἔχον καὶ ἀγχινοίας. τούτου τῶν ἀναγκαίων μορίων ἅτερον λώβην ἐδέξατο οὐ τὴν τυχοῦσαν συμβάσεως ἔκ τινος, καὶ ἀπειλὴν ἠπειλεῖτο τὸ πάθος τῆς πτώσεως τῶν ὑπογαστρίων· καὶ πόρρω ἦν οὐδαμῶς πρὸς βίαν καταρρυῆναι τὰ ἔγκατα· καὶ τοῖς διδύμοις φόρτον ἐλεεινῶς προσγενέσθαι ἐδόκει δυσθέατον ὁμοῦ καὶ δυσαλθέστατον. οἱ οὖν τούτου γονεῖς (καί τί γὰρ ἢ γονεῖς) τοῖς φυσικοῖς σπλάγχνοις κινούμενοι καὶ τῷ κέντρῳ τῆς λύπης νυττόμενοι, πολλὴν εἰσῆγον τὴν σπουδήν, ὥστε παντοίοις καταιονήμασι καὶ λοιποῖς ἀλεξιτηρίοις δῆθεν ἐπιθέμασιν ἰατρικαῖς χερσὶ τοῦ πάθους ἀπαλλάττειν τὸν παῖδα. ὡς δ᾿ ἀνηνύτοις ἦσαν ἐπιχειροῦντες καὶ τὸ πάθος παντὸς ὑπῆρχε βοηθήματος ἰσχυρότερον καὶ ἀνυόντες ἐκεῖνοι οὐδὲν ἤνυον, καιρίως τε ἐβάλλοντο ταῖς ἀκίσι τῆς λύπης καὶ ἡ ῥομφαία κατὰ μέσης ἤλαυνεν αὐτῶν τῆς καρδίας, τέρας ἀντὶ παιδὸς τὸν παῖδα καὶ ἀωρόλειον αὐτὸν μικρὸν ὅσον θεώμενοι γενησόμενον. ἐπειδὴ καὶ ἡ πάνσεπτος δημοτελὴς ἑορτὴ ἐπέστη τῆς ἱερᾶς κοιμήσεως τοῦ τρισμάκαρος, ὅτε δὴ καὶ ἡμῖν (οὐκ οἶδ᾿ ὅπως) ἀναξίοις οὖσι καὶ κατά τινας ἀρρήτους λόγους τὸ ζῆν καὶ ἀναπνεῖν τὸν ἀέρα παραχωρηθεῖσιν ἡ προστασία τῆς μονῆς ταύτης ἐνεχειρίσθη κατὰ τὸν καιρὸν τῆς παριππευσάσης ἑνδεκάτης ἐπινεμήσεως τοῦ ἑξάκις χιλιοστοῦ ἑξακοσιοστοῦ πεντηκοστοῦ ἔτους, εἰς μνήμην ἐκεῖνοι τῶν καθ᾿
[p. 234] ἑκάστην τελουμένων ὑπὸ τοῦ ὁσίου ἐληλυθότες καὶ τῇ πάντα δυναμένῃ πίστει θαρρήσαντες, πάντα εὐθὺς περὶ ἐλάττονος θέμενος, ἄρας ὁ πατὴρ τὸν παῖδα, ὡς εἶχε τάχος τῇ ἱερᾷ λάρνακι πρόσεισι τοῦ ὁσίου· καὶ πρηνὴς εἰς τοὔδαφος ἑαυτὸν καταβαλὼν καὶ δάκρυα θερμὰ τῆς τιμίας καὶ θαυματοποιοῦ θήκης κατασπένδων, διὰ πάντων ᾐτεῖτο τὸν μέγαν, ἐκκαλούμενος ἐπὶ τῷ παιδὶ τὸν ἔλεον· εὐμήχανον γὰρ ἀεὶ ἡ ἀνάγκη καὶ πρὸς τὴν λύσιν τῶν λυπούντων λίαν διανοητικόν. καὶ γὰρ οὐ μέχρι τῆς διὰ λόγων αἰτήσεως ἔστη μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ λιχανῷ δακτύλῳ τοῦτο μὲν ἐκ τῆς σημειοφόρου θείας σοροῦ νοτίδος, τοῦτο δὲ καὶ ἐκ τῆς φωταγωγοῦ ἐλαίου τὸ πάσχον μέρος τοῦ παιδὸς ἐπιχρίσας (ὢ θείας ἐπισκοπῆς, ὢ ταχείας βοηθείας), λύεται τὸ πάθος εὐθὺς καί, τὸ διῳδηκὸς ἐκεῖνο ἀθρόως διαπνεῦσαν, αὐθωρὸν ὁ παῖς τοῦ τε ἀπειλουμένου κινδύνου ἀπήλλακτο καὶ ἀκριβοῦς ἀπήλαυσε τῆς ὑγείας. ὃν καὶ λαβὼν ὁ πατήρ, χαίρουσιν ὀφθαλμοῖς χαίροντας ἑώρα τοὺς οἰκείους καὶ σὺν αὐτῷ πάντας εἶχε θεὸν ὁμοῦ καὶ τὸν αὐτοῦ θεράποντα μεγαλύνοντας.

69. ἐγὼ δ᾿ αὐτὸς ὁ τῇ ἀμούσῳ γλώσσῃ καὶ ἀκόμψῳ ταῦτα λέγων καὶ ἐξηγούμενος, τί εἴπω ἢ τί λαλήσω ἀδικήσω πάντως ἐμαυτὸν λίαν, ἀδικήσω δὲ καὶ τὴν ἀλήθειαν, ἔτι τε καὶ αὐτοὺς <τοὺς> τῶν καλῶν ζηλωτὰς καὶ τῶν θείων θαυμασίων φιλακροάμονας, εἰ μὴ καὶ τῶν πρὸς ἐμὲ χαρίτων τοῦ μεγάλου ἀπὸ μέρους ἐπιμνησθήσομαι, καὶ μιᾶς τε παραδοξοποιίας τῆς εἰς ἐμὲ γενομένης ὡς ἐνόν μοι τοῖς φιλοθέοις καὶ οἷς ἡ πᾶσα
[p. 236] τὰ τούτου ἀεὶ μανθάνειν παράδοξα διηγήσομαι καὶ ἀκοὰς ἑστιάσω τὰς φιλοκάλους. ἐπιρροή τις ἄνωθεν ἐκ τῆς κεφαλῆς ὕλης δριμυτάτης καὶ τὸ δάκνον πάμπολυ κεκτημένης διά τινων ἀδήλων πόρων μέχρι τῶν φατνίων σαρκῶν διικνουμένη, τοῦ λαιοῦ τῶν ὀδόντων μέρους σφόδρα με κακῶς διετίθετο. καὶ αἱ ὀδύναι ἐντεῦθεν δριμεῖαι καὶ ἀνύποιστοι· καὶ τὸ ἄλγος ταῖς τε γνάθοις τῇ εἰσβαλλούσῃ ὕλῃ καὶ τοῖς ὀδοῦσι δεινὸν καὶ ἀνήκεστον, ὥστε μηδ᾿ οἵως ἔχειν τροφῆς ὅλως τῆς οἱασδηποτοῦν μετειληχέναι, ἅτε καὶ τῶν ἔξω τῆς ὀδύνης ὀδόντων διαπεπονηκότων καὶ τὴν οἰκείαν ὥσπερ ἀφῃρημένων ἐνέργειαν. ταῖς γοῦν τοιαύταις βαρυτάταις ὀδύναις σφοδρῶς βαλλόμενος, ὡς καὶ αὐτὴν δήπουθεν τὴν πᾶσι ζωὴν ἐπέραστον ἀπολέγεσθαι, τὸ ὄμμα καὶ αὐτὸς ἄρας τῆς διανοίας πρὸς τὸν τοῦ ἐλέους, ὅ φησι Μιχαίας, θελητὴν κύριον καὶ τὸν τούτου θεράποντα κἀμοὶ προστάτην καὶ ἀρωγὸν καὶ ἐπίκουρον πρέσβυν προβαλλόμενος ἐν συνοχῇ καρδίας καὶ πνεύματι ταπεινώσεως, τὴν τούτου τοῦ κακοῦ λύσιν ἐξῄτουν καὶ τὴν τοῦ λυποῦντος ἀπαλλαγήν. καὶ δὴ παραχρῆμα (ὢ τῆς ἀρρήτου σου, Χριστέ μου, χρηστότητος, ὢ τῆς ἀφάτου σου εὐσπλαγχνίας) τῇ αἰτήσει ἣν προσήγαγον τῷ ὁσίῳ καὶ ἡ ἴασις εἵπετο· οἷα γάρ τινος ψυχροῦ πνεύματος ᾐσθόμην τῶν ἀλγούντων ὀδόντων ὑπαφιεμένου, καὶ εὐθὺς τό τε τὰς παρειὰς φλεγμαῖναι κακῶς διατιθέμενον ἐπραῢνετο· τῶν ὀδυνῶν [p. 238] τὰ βέλη ἠμβλύνετο, καὶ ὅλος ἤμην ἐξάντης τοῦ οὕτω με λυποῦντος δεινοῦ καὶ κατατρύχοντος, καθαρᾶς ἀπολαύων τῆς ὑγείας.
διά τοι τοῦτο καὶ τὴν εὐεργεσίαν ἀνακηρύττων ὑμνῶ, γεραίρω τὸν ἔλεον, πανηγυρίζω τὴν χάριν τοῦ γενομένου θαύματος τὴν ἄκραν τοῦ θεοῦ ἀγαθότητα ὑπερεκπληττόμενος.

70. καὶ τοῦτο μὲν δὴ τοιοῦτον. ἐκεῖνο δὲ πῶς οὐ διηγητέον ἄνδρες τινὲς τῶν ὁμορούντων τῷ πολλάκις μνημονευθέντι μετοχίῳ βαρβαρικώτερον διακείμενοι, κλέμμασί τε χαίροντες ἀεὶ καὶ λῃστείαις καὶ μιαιφονίαις, τῷ ἐν αὐτοῖς ἐνεργοῦντι δαίμονι καὶ αὖθις ὑπείξαντες καὶ βουλὴν βουλευσάμενοι πονηράν, ἐπέθεντο ἀωρὶ τῶν νυκτῶν τῷ τοιούτῳ μετοχίῳ τῆς μονῆς· καὶ λῃστρικῶς, ὡς ἔθος αὐτοῖς, εἴσω τῆς οἰκίας τῶν ἐκεῖσε παροικικῶς βιούντων εἰσπηδήσαντες, λύκοι οἷά τινες ἅρπαγες καὶ ἄγριοι θῆρες, βίαιον ἅρπαγμα τὴν αὐτῶν παῖδα ποιησάμενοι, μετὰ σπουδῆς ᾤχοντο· ἀπεμπολῆσαι γὰρ αὐτὴν διεσκόπουν καὶ πρὸς δουλείαν ἐκδοῦναι οἱ τῷ ὄντι δοῦλοι τοῦ Σατανᾶ καὶ τῆς ἁμαρτίας, τὸ δὲ κομισθὲν ἀργύριον τῇ καταργουμένῃ αὐτῶν κοιλίᾳ σὺν τοῖς καταργουμένοις βρώμασι προσαπονεῖμαι· τοιοῦτοι γάρ εἰσιν ἀεὶ ὧν ὁ θεὸς ἡ κοιλία, κατὰ τὸν φάμενον, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. κατωρχεῖτο δὲ ἄρα ταῖς ἐλπίσι τὸ μέλλον· καὶ διὰ κενῆς ὤφθησαν ἀνομοῦντες οἱ μάταιοι· ἥ τε γὰρ βοὴ τῆς παιδὸς καὶ ὁ θρῆνος τῶν ταύτης γονέων δῆλον πᾶσι τὸ δρᾶμα καθίστη. καὶ εὐθέως
[p. 240] αὐτῇ τῇ ὥρᾳ πάντες οἱ ἐκεῖσε ἀναστάντες, ἀγροικικῶς, ὡς εἶχον, μέγα ἐπεφώνουν, ἐπὶ χεῖρας ἔχοντες καὶ τὸ ἐκεῖσε τιμαλφέστατον τοῦ ὁσίου ἀπεικόνισμα, τὸ «κύριε ἐλέησον» καὶ αὐτὸν δὴ τὸν ἅγιον ἐπεβοῶντο εἰς ἄμυναν. καὶ ὃς οὐ μέλλων ἦν, οὐδ᾿ ἀναδυόμενος, ἀλλ᾿ ἅμα τῷ μικρὸν προβῆναι τοῦ τόπου τοὺς παλαιμναίους ἐκείνους, νέφος ὥσπερ βαθὺ καὶ ἀχλυῶδες καὶ καχέσπερον ἐπισκῆψαν αὐτοῖς, τὰς αὐτῶν κατημαύρωσεν ὄψεις καὶ ἀορασίαν ἐπήγαγε παντελῆ, ὥστε μὴ δύνασθαι αὐτοὺς περαιτέρω προβαίνειν. θάμβους οὖν ἐπὶ τούτῳ πλησθέντες καὶ χαμάζε κλίναντες ἑαυτούς, τὴν ἁρπαγεῖσαν κόρην ἀντιστρέφειν ἐπηγγέλλοντο· οὐδὲ γὰρ ἡ αἰτία ἠγνοεῖτο αὐτοῖς δι᾿ ἣν οὕτω τὴν ὀπτικὴν ἀφῄρηντο ἄφνω ἐνέργειαν. τὸ δὲ ἐξαίσιον, ὅτι ἐπὶ τῷ ἐπαγγέλματι καὶ ἡ ἀχλὺς αὐθωρὸν περιῃρεῖτο καὶ τὸ βλέπειν εἶχον ὡς καὶ τὸ πρότερον. ἀλλ᾿ ἐκεῖνοι τῇ πονηρᾷ καὶ αὖθις συνηθείᾳ κρατούμενοι καὶ βασάνῳ ἔτι τὸ πρᾶγμα βουλόμενοι διδόναι, εἴ γε κατὰ τὸ αὐτόματον συνέβη αὐτοῖς ἡ πήρωσις ὡς ᾤοντο, τὴν παῖδα ἀνελόμενοι τῆς προκειμένης εἴχοντο τρίβου. καὶ ἦν ἐκείνοις καὶ αὖθις κόπος τὸ πρᾶγμα κενός· ἰδοὺ γὰρ καὶ πάλιν ἡ αὐτὴ ἀχλὺς καὶ ἡ πήρωσις τῶν ὄψεων, πρὸς δὲ καὶ τὸ χαμαιρριφὲς αὐτοῖς, οἷα δὲ καὶ πάλαι τοῖς παραγενομένοις ἀσεβέσιν Ἰουδαίοις, συλλαβεῖν τὸν τῆς ζωῆς ἡμῶν ἀρχηγὸν καὶ δεσπότην τῶν ἁπάντων. ὅτε καὶ ἐπικαίρως ἦν ᾄδειν τὰ τοῦ Ἡσαΐου, Ϡψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον, καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι.Ϡ τότε τοίνυν οἱ
[p. 242] ἀπειθεῖς ἐκεῖνοι καὶ δεισιδαίμονες εἰς τελείαν ἐληλυθότες συναίσθησιν, θειοτέραν εἶναι συνῆκαν δύναμιν τὴν σφάλλουσαν αὐτῶν τὴν ὁρμὴν καὶ ματαιοῦσαν αὐτῶν τὰ διανοήματα· καὶ τὸν ἅγιον ἐπεκαλοῦντο σὺν θερμοῖς τοῖς δάκρυσι καὶ συγγνώμην ᾐτοῦντο ἐφ᾿ οἷς τε ἔδρασαν καὶ ἐφ᾿ οἷς διηπίστουν πρὸ μικροῦ, ἀμφισβητήσιμοι τυγχάνοντες καὶ ἐνδοιάστικ{τ}οι. πρὸς τούτοις καὶ καθαρῶς ἐπηγγέλλοντο ἐπανασῴζειν τὴν παῖδα τοῖς ἰδίοις γονεῦσι. καὶ δὴ καὶ παραχρῆμα ἐκείνοις μὲν ἡ ὅρασις, τοῖς δὲ γονεῦσιν ἡ κόρη ἀθιγὴς πάντῃ καὶ ἀνέπαφος ἀπεδίδοτο· καὶ δέος ἔκτοτε οὐ τὸ τυχὸν ὑπεισῄει αὐτοῖς τε καὶ τοῖς τὴν ἁρπαγὴν οὕτω ποιησαμένοις τῆς κόρης καὶ πᾶσι ἄλλοις τοῖς προσοικοῦσι τῷ τόπῳ, ὥστε καὶ δι᾿ εὐχῆς πάντας τίθεσθαι μηκέτι τοιοῦτόν τι διανοηθῆναι.

71. ἐπεισίτω δὲ τοῖς ἄλλοις τοῦ μεγάλου θαύμασι καὶ ὃ πρὸ μικροῦ γεγένηται περὶ τὸν ἐξ ἀλλοδαπῆς ὁρμώμενον χώρας Ἰωάννην· ἐπεὶ καὶ τοῦτο οὐ φαῦλον οὐδὲ μικρὸν οὐδ᾿ ὥστε παριδεῖν ἄξιον· ὁ γὰρ Ἰώαννης οὗτος εὔζωνος μὲν ἦν καὶ ἱπποκόμος καὶ αὐτὸ δὴ τὸ πωλοδαμνεῖν ἄριστα ἐξησκημένος. γυναίῳ δέ τινι τῶν λίαν μὲν πενεστάτων, ἐν τοῖς στεγονομίοις τοῦ καθ᾿ ἡμᾶς ἱεροῦ φροντιστηρίου τὰς οἰκήσεις ποιουμένῳ, ἄρτους πιπράσκοντι πορισμοῦ ζωῆς ἕνεκεν, χεῖρα ἐκεῖνος θεὶς πλεονεκτικὴν καὶ πρὸς τὸ βλάπτειν ἀφειδῶς ἔχουσαν, κέρματος δίχα τινὸς τοὺς ἄρτους ἁρπαλέους ἐποιεῖτο. τὸ γοῦν γύναιον στέγειν ὅλως τὴν ἀδικίαν μὴ δυνάμενον δι᾿ ἀπονοίας ὑπερβολήν, ὠδύρετό τε καὶ φωνὰς ἠφίει
[p. 244] οἰκτράς· πρὸς γὰρ τῇ ἀφαιρέσει τῶν ἄρτων καὶ τῇ ἐν χερσὶ σειρομάστιγι παίειν αὐτὴν οὐκ ηὐλαβεῖτο ἐξ ἄκρας ἰταμότητος. ἐπεὶ δέ τινες τῶν τῆς μονῆς τὸ μὴ καλῶς οὕτω δρώμενον μηδ᾿ ὁσίως ᾔσθοντο, ἐξῆλθον κατὰ σπουδήν, ἡμῶν οἴκοι σχολαζόντων, ἀρωγήν τινα δῆθεν τῇ γυναικὶ παρέξοντες, πολλὰς μὲν καὶ πυκνὰς ἦσαν ἐπάγοντες τὰς παραινέσεις τῷ παραπλησίως ἀλόγου ζῴου διακειμένῳ· ἀλλ᾿ ἐκεῖνος καὶ ἄλλως μὲν πάροινος ὢν καὶ ἔκφρων ὑπὸ τῆς ἄγαν οἰνοφλυγίας, τότε δὲ καὶ μάλιστα τῷ ἀλόγῳ θυμῷ πρὸς τελείαν βακχείαν ὑποσυρόμενος ἀσπὶς ἦν βύουσα τὰ ὦτα, καὶ μηδ᾿ ὁπωσοῦν ἀνασχόμενος εἴκειν ταῖς παραινέσεσιν, εἰ μὴ καὶ μείζονι μᾶλλον τῇ τόλμῃ χρώμενος καὶ ἀναιδείᾳ, τραχυτέραις ὕβρεσι τοὺς παραινοῦντας ἠμείβετο, ἀλλὰ καὶ δύσφημά τινα κατὰ τοῦ ὁσίου ἐξ ἀκολάστου καὶ πονηρᾶς γλώττης ὁ μάταιος προφέρειν οὐκ ἀπείδετο. εἶτα καί, ὡς αὐτῷ ἐδόκει, τοιαῦτα νεανιευσάμενος, ἀπῄει, τῷ ἰδίῳ δεσπότῃ ἑπόμενος τύπτοντι αὐτὸν ὡς ἀτάσθαλον καὶ κακότροπον· ἦν γὰρ κἀκεῖνος ἐπιστὰς τῷ τόπῳ οὐκ ἀθεεί, ὡς οἶμαι, εἰς ἐκδίκησιν τοῦ τολμήματος. ἔφθασε τέως καὶ ὁ μέγας τὰ παρ᾿ ἑαυτοῦ κἀνταῦθα ἐνδεικνύμενος· οὐ πλείω γὰρ ἢ ὡρῶν πέντε διάστημα, καὶ σάλον αὐτῷ ἀοράτως τῆς καρδίας ἐπαφῆκε καὶ ὀλιγωρίαν καὶ φρενῶν ἔκστασιν, ὥστε πίπτειν χαμαὶ καὶ κραδαίνεσθαι καὶ βρύχειν τοὺς ὀδόντας καὶ πάντα ποιεῖν ὅσα τοῖς κορυβαντιῶσι καθέστηκεν ἴδια· πρὸς τούτοις καὶ ὄφιν οἷά τινα ἰνδάλλετο ἐξιέναι τοῦ ἰδίου κόλπου καὶ περιδινεῖσθαι
[p. 246] τῇ δεξιᾷ τούτου χειρί, ἣν πρὸ μικροῦ ἐξέτεινεν ἀφρόνως, ὥστε πόρρω ἀπωθεῖσθαι τοὺς τὰ δέοντα αὐτῷ ὑποτιθεμένους. καὶ ταῦτα μὲν ὁ δείλαιος ἐν ἀμέτρῳ θλίψει καὶ ὀδύνῃ ἀφορήτῳ ἰνδάλλετό τε καὶ ἐφαντάζετο· καὶ ἐλεεινὸν τοῖς πᾶσι προὔκειτο θέαμα. ἔνιοι δὲ τῶν τῆς δουκικῆς ὑπηρεσίας, νόμῳ φιλίας οἰκτείραντες τὸν ἄνθρωπον, ἐν τῷ θείῳ τοῦτον τεμένει τοῦ μάκαρος ἤγαγον, ἵν᾿ ὅθεν ἐπλήγη τῇ συμφορᾷ ἐκεῖθεν εὕρῃ τοῦ κακοῦ φάρμακον.

72. ὃς καὶ τὴν θεραπείαν εὑρίσκει τῆς ἐλπίδος μείζω· ὡς γὰρ τῇ τιμίᾳ καὶ θαυματοποιῷ ἁλύσει διεδεσμεῖτο, παραχρῆμα ὁ χρηστὸς τῷ ὄντι καὶ ἀγαθὸς πρὸς πάντας, τῆς συνήθους χρηστότητος μὴ ἐπιλαθόμενος, μικροῦ καὶ τὴν αἴτησιν προελάμβανε καὶ ταχεῖαν ἐβράβευε τὴν θεραπείαν. ὅτι δὲ τοῖς ἐλαχίστοις ἀεί, καθώς που εἴρηται, ἀλλ᾿ οὐ τοῖς δυνατοῖς τὸ συγγνώμης ῥᾷστα ἀξιοῦσθαι· ἅμα γὰρ τῷ προσψαῦσαι τοῖς μέλεσι τοῦ πάσχοντος τὴν τιμίαν ἅλυσιν, εἰς ἑαυτὸν ἐπανιέναι ὡρᾶτο· καὶ ταλανίζων ἑαυτόν, τὸν ἅγιον ἐπεβοᾶτο καὶ συγγνώμην ᾐτεῖτο τῆς κακονοίας. εἶτα καὶ ἐλέους τυχεῖν θερμῶς ἐξελιπάρει καὶ τὴν ἀπαλλαγὴν ᾐτεῖτο τοῦ τηλικούτου κακοῦ, τοῖσδε τοῖς ῥήμασι χρώμενος ἀκόμψως· «πολλῷ σοι ῥᾷον, ἅγιε, ἀγαθὸν ὄντα καὶ μιμητήν, τοῦ βλάψαι τὸ θεραπεῦσαι. καὶ εἰ ἐκεῖνο ἐπήγαγες, ἐμοῦ τοῦ ἀθλίου τὴν αἰτίαν δεδωκότος, πολλῷ μᾶλλον ῥᾷον ἔσται σοι καὶ τὴν ἴασιν δοῦναι καὶ τὴν ἀπαλλαγὴν τῶν δεινῶν· δαψιλῶς γὰρ οἶδας [p. 248] ἐκχέειν τὸ ἀγαθὸν ἐπὶ πᾶσι κατὰ μίμησιν τῆς πρώτης ἀγαθοδότιδος θεαρχίας.» ταῦτα λέγων, καὶ ἐνωμότως συνετίθετο καὶ ἐπηγγέλλετο μηκέτι πρὸς τὴν τοιαύτην τόλμαν ὑποσυρῆναι καὶ αὐθάδειαν. οὕτως οὖν διακειμένου καὶ θαμινώτερον ἐπιχριομένου τῷ ἐκ τῆς φωταγωγοῦ τῆς ἱερᾶς θήκης ἐλαίῳ καὶ ὕδατος μεταλαμβάνοντος, δι᾿ οὗ εἴωθε σπόγγῳ ἀποσμήχεσθαι ἡ ἱερὰ αὕτη θήκη, οὐ πλείω ἢ τρίων ἡμερῶν προθεσμία, καὶ αὐτὸς ἦν ὅλως ὑγιὴς καὶ νηφάλιος, πάσης τε συνέσεως καὶ μετριοφροσύνης καὶ εὐταξίας ἐκ τῆς τοιαύτης παιδείας ὡς ἐπίπαν ἠξιωμένος καὶ τὴν καλήν, ἵν᾿ οὕτως εἴπω, ἀλλοίωσιν ἠλλοιωμένος καὶ τρανότερον πᾶσι διηγούμενος ἅ τ᾿ ἐπεπόνθει καὶ ὅπως παραδόξως τῆς ἰάσεως ἔτυχε, κῆρυξ γεγονὼς τοῦ ἰασαμένου καὶ δυνάμεως καὶ χρηστότητος, τὸ μὲν ἀπὸ τῆς παιδείας, τὸ δὲ ἀπὸ τῆς μετὰ τὴν ἐπίγνωσιν τοῦ σφάλματος θεραπείας, καὶ κοινὸν ὥσπερ παιδευτήριον προκείμενος πᾶσι καὶ διδασκάλιον, δεικνύων τῷ ὑποδείγματι ὅση τίς ἐστι τοῖς δικαίοις ἡ πρὸς θεὸν παρρησία καὶ ὅτι ἀξίως πάντα ὑπόκειται τῷ θελήματι αὐτῶν.

73. ἡμεῖς δὲ μέχρι τίνος πειρώμεθα διηγήσει παραβαλεῖν τὰ καὶ πάσης ἀνθρωπίνης δυνάμεως κρείττω καλῶς εἰδότες ἐργῶδες εἶναι καὶ πάντῃ ἀμήχανον γραφῇ παραδιδόναι κατὰ μέρος τὰ καθ᾿ ἑκάστην τελούμενα θαύματα ὑπὸ τοῦ τρισμάκαρος, ναμάτων ἐπ᾿ ἴσης ἀειρρύτων προχεόμενα· ἃ καὶ οὐδὲ στήσονται τῆς ἐπιρροῆς, ἕως ἐκεῖνος ὁ αὐτός ἐστι καὶ τοῖς αὐτοῖς κέκτηται σπλάγχνοις, ὑπὲρ ἀνθρώπων πρὸς θεὸν διαπρεσβευόμενος. ἑνὸς δὲ τέως ἢ δύο ἐπιμνησθέντες τῶν ἔναγχος τελεσθέντων θαυμάτων, ἐν τούτοις τὸν λόγον περιγράψωμεν, γινώσκοντες εἶναι τὸν κόρον ἀκοῆς πολέμιον ἐφ᾿ ἅπασι.

[p. 250]

74. δύο τινὲς ὁμαίμονες κατὰ σάρκα, τὸ μὲν γένος Λατῖνοι, πατρίδα δὲ αὐχοῦντες τὴν Ἀκουϊλίαν, ἄρτι τῇ καθ᾿ ἡμᾶς χώρᾳ τῆς Λακεδαίμονος ἐγχωριάσαντες ἐμπορίας χάριν, ἅτερος ἐξ αὐτῶν, ᾧ Βιτάλιος ἦν ἡ κλῆσις, νόσῳ βαρυτάτῃ περιπεσὼν καὶ χρόνῳ συχνῷ τῇ νόσῳ προσομιλήσας, ὡς ἐπ᾿ αὐτῇ πᾶσαν ἡττηθῆναι τέχνην Ἀσκληπιάδου, ἐπ᾿ ἐσχάτου καὶ μανίᾳ ἐλήφθη, ὡς ἐκστῆναι αὐτοῦ καὶ σαρκάζειν καὶ λυττᾶν καὶ ᾄττειν καὶ ἐφάλλεσθαι καὶ λὰξ ἐντείνειν κατὰ παντὸς τοῦ προσψαύειν βουλομένου καὶ μηδένα γινώσκειν τῶν φίλων ἢ τῶν συνήθων. καὶ ὁ μὲν οὕτω πάσχων ἦν καὶ τὸ κινδυνεύειν ὅλως μὴ διαπιστούμενος. εἶχε δὲ καὶ τὸν συναίμονα σφοδρῶς ἄγαν ἀλγοῦντα καὶ ἀνιώμενον ἐπὶ τῷ ἀδοκήτῳ τῆς συμφορᾶς, σχετλιάζοντά τε καὶ στένοντα καὶ Πάτροκλον, ἱστορικῶς εἰπεῖν, θρηνοῦντά τε καὶ ὀδυρόμενον. ᾧτινι καὶ ἔργον φιλανθρώπου ψυχῆς ἐνδεικνύμενοι, ἔνιοι τῶν τὰς οἰκήσεις ποιουμένων ἐπί τισιν ἀγχιθύροις οἰκήμασι τῆς τούτου καταγωγῆς προσελθόντες καὶ φάρμακα τοῦ πάθους ὥσπερ μηχανώμενοι, ἅμα μὲν λόγοις εὐστρόφοις καὶ ψυχαγωγικοῖς, οἷα φιλεῖ πολλάκις ἐν τοῖς τοιούτοις, τὸ πολυπενθὲς ὑπέτεμνον αὐτῷ καὶ πολύδακρυ, ἅμα δὲ καὶ τὰς καθ᾿ ἑκάστην τελουμένας ὑπὸ τοῦ ὁσίου παραδοξοποιίας εἰς μέσον παρῆγον· εἶτα καὶ παρῄνουν τῷ οὕτως ἀνιωμένῳ πάντα ἐν δευτέρῳ θέσθαι καὶ θᾶττον καταλαβεῖν τὸν ἱερὸν αὐτοῦ οἶκον ἅμα τῷ πάσχοντι ἐφ᾿ ᾧ τὴν τιμίαν καὶ παραδοξοποιὸν ἅλυσιν τῷ τένοντι αὐτοῦ ἐξαφθῆναι αὐτοῦ κατὰ τὸ σύνηθες εἰς ἴασιν καὶ τελείαν ἀπαλλαγὴν τοῦ ἐνσκήψαντος αὐτοῖς οὕτω κακοῦ. καὶ οἱ μὲν ταῦτα συνεβούλευον· τῷ δὲ οὐ κενός τις ἦν ὁ ψόφος τῶν ὤτων
[p. 252] καταχεόμενος, ἀλλὰ πίστεως θερμοτέρας ὑπέκκαυμα καὶ γλυκείας ἐλπίδος ἐπίβασις· ἐπίσταται γὰρ ὡς τὰ πολλὰ ταπεινοῦν καὶ περίστασις καὶ πρὸς πίστιν θερμοτέραν ἐνάγειν ἀλαζόνα φύσιν καὶ βάρβαρον καὶ περὶ τὴν πίστιν ἀτελῆ καὶ ὑποσκάζουσαν. ἐδόκει δ᾿ ὅμως ἐργῶδες εἶναι τὸ πρᾶγμα καὶ χαλεπὸν τῇ ἐρημίᾳ τοῦ κυβερνήσοντος, ὅτι μηδ᾿ ἀσφαλὲς ἦν αὐτοῖς καὶ ὑποψίας πάσης ἐλεύθερον, ξένοις οὖσι καὶ οὐκ αὐτόχθοσι, χρονίζειν ἔξω τῆς ἰδίας καταγωγῆς, κύκλῳ γραφικῶς εἰπεῖν τῶν κακουργεῖν εἰδότων διιόντων καὶ κλέμμασι χαίρειν καὶ συλᾶν ἀεὶ τὰ ἀλλότρια ἀκριβῶς ἐξησκημένων. εἰκὸς δ᾿ ἦν ἴσως καὶ τοῖς ἐν τῇ μονῇ ἐπαχθὲς νομισθῆναι τὸ πρᾶγμα τῆς προσηκούσης ὂν προμηθείας ἐκτός· οὐ γὰρ ἐφεῖται ἀεὶ τοῖς οὕτω μεμηνόσι καὶ ἔκφροσιν ἄτερ τῆς τοῦ κυβερνήσοντος προσεδρίας τῷ θείῳ τεμένει παραμένειν. ἐπὶ δὲ ὑπὸ δυοῖν τούτοιν ἑώρων ἐκεῖνον μεριζόμενον τὸν ἄνδρα καὶ ἀσχάλλοντα ἐντεῦθεν οὐ μετρίως, πρὸς ἑτέραν συμβουλὴν ἔγνωσαν τραπέσθαι· καὶ θερμὴν αὐτῷ μήκοθεν τὴν ἱκεσίαν προσάγειν τῷ ὁσίῳ ὑπὲρ τοῦ συγγόνου παρῄνουν· οὐδὲ γὰρ ἀγνῶται ἦσαν τῆς ἐνεργούσης θαυματουργοῦ δυνάμεως τοῦ μεγάλου, καὶ ἐπ᾿ αὐτοῖς δήπουθεν τοῖς πόρρωθεν αὐτὸν ἐπικαλουμένοις ἀεί. ὁ δὲ μηδὲ τοῦτο περὶ ἐλαχίστου θέμενος (κοῦφον γὰρ ἐδιδάσκετο ἐνώπιον κυρίου παράδοξα ἀεὶ
[p. 254] ἐκτελεῖν διὰ τῶν θεραπόντων αὐτοῦ), τὸν ἱερὸν οἶκον κατελάμβανε τῇ διανοίᾳ καὶ τῷ ἁγίῳ συχνὰς προσῆγε τὰς δεήσεις ὑπὲρ τοῦ πάσχοντος. καὶ ὁ μὲν οὕτω θερμότερον ἐποτνιᾶτο ἐν συνοχῇ καρδίας, θεὸν δ᾿ εἶχε λύοντα τὴν νύκτα τῶν συμφορῶν ὡς ὄρθρον ἕτοιμον, καθά φησιν ὁ προφήτης, καὶ τὴν ἴασιν βραβεύοντα διὰ τοῦ οἰκείου θεράποντος τῷ κακῶς οὕτω πάσχοντι. ὅπως δὲ καὶ τὸ τῆς ἰάσεως τερατουργεῖται, ὁ λόγος ἤδη δηλώσει. προσήνεκτο ἡ δέησις τῷ ὁσίῳ παρὰ τοῦ συγγόνου ὑπὲρ τοῦ πάσχοντος ὡς εἴρηται. ἐπεὶ δὲ τῇ ἐπιμόνῳ καρτερίᾳ καὶ προσεδρίᾳ οὐδὲν ἧττον τῷ πάσχοντι ἐκλελυμένον εἶχε τὸ σῶμα καὶ διαπεπονηκός, ὁ τὴν ἱκεσίαν προσάγων, ὀκλάσας μέσης ἡμέρας καὶ μετρίου ὕπνου καὶ μικρᾶς βουλόμενος γεύσασθαι ἀναπαύλης. ὁ μὲν εἰς φρουρὰν τοῦ πάσχοντος προσεδρεύων καθάπαξ ἀπῆν, ἐκεῖνος δὲ ἀνάγκης νόμοις πειθόμενος κρατῆσαι ἔγνω τὸν πάσχοντα καὶ ὕπτιον ἐπὶ τοῦ σκίμποδος ἀνακλίνας ἱμάσι τε καὶ σμηρίνθοις χεῖρας ἅμα καὶ πόδας, πρὸς δὲ καὶ ἅπαν τὸ σῶμα δεσμοῖς διαλαβεῖν ὡς ἐν ἀφύκτοις, καὶ αὐταῖς δὲ ταῖς θύραις κλεισὶ καὶ μοχλοῖς ἀσφάλειαν ἐνθεῖναι. οὗ δὴ καὶ γενομένου, αὐτὸς μὲν ἀπῄει τῷ ὕπνῳ χρησόμενος, γραῒδι τινὶ ἐφεστίῳ ἐπιτρέψας τὴν φυλακὴν τοῦ δωματίου. οὐ δὲ πλείω δὲ ἢ μιᾶς ὥρας διάστημα, καὶ ὁ θερμὸς τῶν ἐπικαλουμένων ἐπίκουρος, ἡ ταχεινὴ βοήθεια, ὁ μὴ μόνον τοῖς ἐγγὺς ἀλλὰ καὶ τοῖς πόρρω φαιδρὰς καὶ τηλαυγεῖς τῶν θαυμάτων ἐπαφιεὶς τὰς ἀκτῖνας ἧκεν ἐπιτελῶν τὰ ἴδια· ἐν εἴδει γὰρ τῷ συνήθει καὶ σχήματι ἐπιστὰς τῇ κλίνῃ τοῦ πάσχοντος κατὰ τὸ αἰσθητὸν ἅμα καὶ ὁρώμενον (ὢ θείας προμηθείας, ὢ θεοῦ κριμάτων ὑπερφυῶν), οὐ μόνον τὸν κυκεῶνα τοῦ πάθους ἐκοίμησε καὶ σωφρονοῦντα δι᾿ ὅλου καὶ ὑγιαίνοντα τοῦτον ἀπέδειξεν ἀλλὰ καὶ τῶν δεσμῶν ἀνῆκε καὶ χεῖρα ὤρεξε καὶ τοῦ σκίμποδος ἐξήγειρεν. εἶτα καὶ τὴν κλῆσιν καὶ ὅστις εἴη δηλώσας τῷ ἰαθέντι καὶ ὅτι αὐτός ἐστιν, ὃν πρὸ μικροῦ ὁ σύγγονος ἐπεβοᾶτο, ἐξ ὄψεως
[p. 256] αὐτοῦ ἐγένετο, καὶ ὁ ὁρώμενος ἦν οὐδαμοῦ. εἶπεν ἄν τις τὸ τηνικάδε ἐπικαίρως σὺν θάμβει πολλῷ τὰ τοῦ ἱεροψάλτου Ϡθαυμαστὸς ὁ θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦϠ καὶ αὖθις Ϡτοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.Ϡ τοῦ τοίνυν παραδόξως οὕτω τὴν ἴασιν δεξαμένου τῇ θύρᾳ προσεγγίσαντος καὶ τὸν ἴδιον ἀδελφὸν ἡσύχῳ φωνῇ καλοῦντος καὶ ἠρεμαίᾳ, δέει ληφθεῖσα ἡ γραῦς τὸν κείμενον πρὸς τάχος διύπνιζεν. ὁ δὲ ἀναστὰς περιδεὴς καὶ σύντρομος τὰς χεῖρας διεπέτασε, τὸν δὲ σύναιμον εὗρεν ὑγρὸν ὁρῶντα καὶ χαροποιόν, σὺν κόσμῳ τε πολλῷ ἱστάμενον καὶ δι᾿ ὅλου ὑγιῆ καὶ ἔμφρονα καὶ καθαρᾷ τῇ γλώττῃ διηγούμενον κατὰ μέρος τήν τε τοῦ ἁγίου ἐπιστασίαν καὶ τὰ λοιπὰ τῆς παραδοξοποιίας ἅπερ αὐτός τε ὁ σύγγονος τοῦ ἰαθέντος καὶ πάντες πρὸς οὓς ὑπ᾿ αὐτοῦ διεπορεύθη τὰ τούτου τεράστια ἀκηκοότες τῷ τῶν θαυμασίων χάριν ὡμολόγουν θεῷ καὶ τῷ τούτου θεράποντι Νίκωνι.

75. ἀλλ᾿ ἀκόλουθόν ἐστι πάντως, καθὼς ὁ λόγος ἐπηγγείλατο, καὶ πρὸς ἑτέραν ἔτι τὴν πρὸ βραχέος τελεσθεῖσαν μεταβῆναι παραδοξοποιίαν καὶ ῥήμασιν ἀκόμψοις τὰ περὶ αὐτῆς ἀμωσγέπως ἐκθέσθαι καὶ μνήμῃ παραδοῦναι τοῖς φιλοθέοις, ὅτι μηδ᾿ ἡ Θουκυδίδου καὶ Ἡροδότου σχολὴ ἢ καὶ τὸ τῆς ἐκείνων γλώττης εὐρὺ ἡμῖν ἄνωθεν ἀπονενέμηται, ἵνα σὺν τῷ πλήθει τῶν νοημάτων καὶ τὸ γλαφυρὸν διαλάμπη τῆς
[p. 258] λέξεως, καὶ κατ᾿ ἄμφω τὰς τῶν ἀκουόντων καρδίας ἡδύνῃ. ἔχει δὲ τέως τὰ τοῦ θαύματος ὧδε. ἀλλά μοι διανάστηθι, ὦ φίλον ἀκροατήριον, καὶ δεῦτε πάντες, ψαλμικῶς εἰπεῖν, οἱ φοβούμενοι τὸν θεὸν καὶ ἀκούσατε καὶ διηγήσομαι ὑμῖν, θεοῦ ἡμῖν ἄνωθεν συναιρομένου, ἔργα ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς εἰς δόξαν τῶν αὐτῷ εὐηρεστηκότων ἁγίων· τὸ γὰρ ἔν τινι μειρακίῳ τερατουργηθὲν πρὸ μικροῦ διὰ τὸ ὑπερβάλλον τοῦ θαύματος καὶ γλώττης ἀγών, καὶ ἀκοῇ δὲ παραληφθῆναι κομιδῇ φρικωδέστατον. καιρὸς ἦν καθ᾿ ὃν οἱ καρποὶ τῶν ὀπωρῶν προτίθενται ἐν τῇ ἀγορᾷ. τὸ δὲ μειράκιον τὸ ἐν τῇ ἱερᾷ μὲν μονῇ τοῦ ὁσίου παράσιτος ὑπῆρχε κατειλημμένον, λιχνῶδες πάνυ καὶ τῷ λαιμῷ ἀεὶ χαριζόμενον· παισὶ γὰρ ἀεὶ εἰς βρῶσιν ὀπῶραι τὸ χαριέστατον. ὃ δὴ καὶ τὰς ὄψεις ἐπιβαλὸν τοῖς προκειμένοις ὠνίοις, δαίμων αὐτῷ ὑπεισῄει τῆς λαιμαργίας καὶ τῷ πάθει ὡς ἐπίπαν ἑάλω. ἐπεὶ δὲ κέρματος ὅλως οὐκ ηὐμοίρει, προῖκα δ᾿ ὁ παρέχων οὐκ ἦν, τὸ δριμύ τε καὶ ἄμαχον τῆς ἐπιθυμίας ἐπίεζε· τὸ δὲ τῆς φύσεως ἁπαλὸν οὐχ οἵως εἶχε τῷ πάθει ἀντωπεῖν. ἔγνω λοιπὸν συνωθούμενος ὁ παῖς ὑπὸ τοῦ πάθους καὶ δεινότατα πολιορκούμενος, πρὸς κλοπὴν ἀποβλέψαι καὶ συνεργὸν αὐτὴν χρήσασθαι εἰς θεραπείαν τοῦ πάθους· εὐμήχανον γὰρ ἀεί, πρὸς δὲ καὶ παράβολον ἅπαν τὸ πιεζόμενον. ἔνθεν τοι καὶ καιροφυλακεῖν προήγετο καὶ ἐλλοχᾶν τὰς κέλλας τῶν ἐν τῇ μονῇ ἀσκουμένων μοναχῶν, ἕως, καιροῦ τυχὼν τοῦ ζητουμένου, εἴσω τῆς κέλλης ἑνὸς τῶν μοναχῶν εἰσπηδήσας καὶ τοῦ κερματοφυλακίου δραξάμενος, ἐν τῷ κόλπῳ τὸ κέρμα ἐκένου· εἰ καὶ μὴ κατὰ γνώμην αὐτῷ ἐχώρει τὸ σπουδαζόμενον, οὐδὲ
[p. 260] τοῦ σκοποῦ τελείως ἀπώνατο· ἄφνω γὰρ ὁ μοναχὸς καταλαβὼν αὐτὸν καὶ ὅ τι βούλεται τὸ πρᾶγμα μὴ ἀγνοήσας, τὰς μὲν θύρας κατέκλεισε κατ᾿ αὐτοῦ, κατασείσας αὐτοῦ τὴν διάνοιαν τῷ φόβῳ τῆς ἀπειλῆς, αὐτὸς δ᾿ ἀπῄει τοῖς λοιποῖς θιασώταις τὸ πρᾶγμα ἀπαγγεῖλαι. ὁ δὲ παῖς τῷ δέει ληφθεὶς καὶ λίαν ὑποπτήξας, εἶτα καὶ σκαιότητι δαιμονίῳ κινηθείς, εἰς τοῦτο τόλμης ἐλήλυθεν, ὡς ἀφειδιάσαι αὐτοῦ, καὶ διὰ τῆς πρὸς μεσημβρίαν ἐν τῇ ἀγορᾷ ὁρώσης θυρίδος τῆς κέλλης κατὰ κεφαλῆς ἀδείας λαβόμενος καθεῖναι ἑαυτόν. ἔνθα δὴ καὶ τοῖς τῆς παρακειμένης κλίμακος λιθοστρώτου σκληροῖς καὶ ἀκροτόμοις λίθοις προσαραχθείς, οὐκ ἔλαττον ἢ ἓξ οὐργίας τοῦ ὕψους διεστηκότος (ὢ θαυμασίων δημιουργὲ κύριε), ἀπαθὴς κακοῦ διετηρήθη· καὶ ἦν ὅλως ἄρτιος καὶ ἀσινὴς τῇ ἐπικλήσει καὶ μόνῃ τοῦ σοῦ θεράποντος Νίκωνος· πάντες γὰρ οἱ τῇ ἀγορᾷ προσμένοντες τὸν παῖδα ὡς ἐθεάσαντο ἀθλίως οὕτω καταφερόμενον, παλμῷ καρδίας ὑπὸ τοῦ δέους ληφθέντες, τὸν ἅγιον ἐπεβοῶντο. καὶ ὃς θᾶττον ἢ λόγος ἔφθασε τὸν παῖδα παραδόξως λυτρούμενος. εἰ μὴ γὰρ ὁ μέγας τὴν ἀρωγὴν οὕτω παρέσχε, διεσκορπίσθη ἂν τὰ τοῦ μείρακος ὀστᾶ οὐ παρὰ τὸν ᾅδην, καθὼς εἴρηται τῷ θείῳ Δαβίδ, ἀλλὰ παρ᾿ αὐτὰς δήπου τὰς λιθώδεις βαθμίδας τῆς κλίμακος. καὶ ἡδέως ἂν διετίθει πᾶς τις ἐθελόκακος καὶ ἐπεκρότησαν ἐπὶ τῷ πτώματι οἱ βασκαίνοντες ἐς τὰ μάλιστα καὶ τῇ ἡμετέρᾳ θλίψει καὶ ἀπωλείᾳ ἡδέως διακείμενοι λίαν καὶ αὐταῖς δήπου ταῖς τοῦ ἁγίου παραδοξοποιίαις τῷ περιόντι τῆς κακίας βασκαίνειν οὐκ ἀπειδόμενοι· λόγος γὰρ τέως ἐχώρει
[p. 262] κατ᾿ ἐκείνῳ τῆς ὥρας, ὡς πτῶμα γενέσθαι τὸν παῖδα ἐξαίσιον καὶ ὡς συντριβῆναι καὶ πικρὰν αὐτῷ γενέσθαι τὴν τοῦ βίου καταστροφήν. ὁ δὲ λόγος ὑπεῖχεν ὕλην τοῖς δυσμενέσι καὶ οἷς ἀεὶ ἥ τε κακία καὶ ἡ μοχθηρία ὑποκάθηται ἐν καρδίᾳ κἀκεῖνα λέγειν ἤ, μᾶλλον εἰπεῖν, βατταρίζειν καὶ κωμῳδεῖν, ὅσα δὴ τὸ ἐνιζάνον αὐτοῖς πάθος ὑπετίθει· εἰς τοῦτο γὰρ μετὰ τῶν ἄλλων αὐτοῖς ἔφερε καὶ τὸ οὕτω συνενεχθέν. πλὴν ἀλλ᾿ οἱ μωροὶ μωρὰ λελακήκασι [λεγε· λελαλήκασι] κατὰ τὸν προφήτην καὶ ἡ καρδία αὐτῶν ἐνόησε μάταια· κύειν γὰρ οὗτοι πονηρὸν πόνον ἀεὶ καὶ τίκτειν ἀνομίαν ἴσασιν, ὧν τὸ στόμα, κατὰ τὸ γεγραμμένον, πλεονάζει ἀδικίας καὶ ἡ γλῶσσα περιπλέκει δολιότητας· ἄλαλα δὲ μένει τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν κατὰ τὸ γεγραμμένον, ὅπερ δὴ κἀνταῦθα ἦν ὁρᾶν εἰς ἔργον προβαῖνον τῇ τοῦ μάκαρος ταχείᾳ βοηθείᾳ. ἀλλ᾿ ὁ μὲν παῖς οὕτω σῷος διετηρήθη, πλὴν τοῦ δεξιοῦ μηροῦ πληγέντος αὐτῷ κατὰ πρόνοιαν, δηλαδὴ οὐ καιρίως, ἀλλὰ μετρίως καὶ ὅσον τοῦ μὴ φαντασίαν νομισθῆναι τὸ σημεῖον, ἀλλ᾿ οὐκ ἀλήθειαν. ὃς καὶ ἐπιθέμασί τισι καὶ καταιονήμασιν, οὐ πλείω ἢ πεντεκαιδεκάτης ἡμέρας καὶ τελείας ἔτυχε τῆς ὑγείας, ἐλάφου δίκην ᾄττων τε καὶ ἁλλόμενος, οὐχ ἧττον ἢ πρότερον. ἡ δ᾿ αὖ φήμη τοῦ θαύματος πολλή τις ἦν, καὶ ὀξεῖα ἡ καινοτομία τοῦ πράγματος καὶ τῷ ῥαγδαίῳ τῆς φορᾶς, οἷα φιλεῖ συμβαίνειν ἐν τοῖς τοιούτοις· τὰ γὰρ
[p. 264] παράδοξα τῶν πραγμάτων πολλοὺς ἔχει τοὺς περὶ αὐτὰ ἐπαγγέλλοντας. ἦν οὖν ἰδεῖν τότε παμπληθεὶ τῷ τόπῳ τοὺς ὄχλους συρρέοντας· οἳ καὶ τῷ τῆς θυρίδος ὕψει ἐνατενίζοντες, μάρτυρά τε τοῦ τεραστίου τὴν οἰκείαν ὄψιν ποιούμενοι καὶ τῷ φρικτῷ τοῦ θεάματος ὥσπερ ἰλίγγῳ, βαλλόμενοι καὶ παλλομένην ἔχοντες τὴν καρδίαν καὶ νύττουσαν, οἱ μὲν τὸ «κύριε ἐλέησον» ἐπεφώνουν, οἱ δὲ τὸ «μέγας εἶ, κύριε, καὶ θαυμαστὰ τὰ ἔργα σου,» ἄλλοι τὰ τοῦ Δαβὶδ συνῆπτον, «τίς θεὸς μέγας,» λέγοντες «ὡς ὁ θεὸς ἡμῶν,» καὶ τὰ ἑξῆς· πρὸς τούτοις καὶ μιᾷ φωνῇ πάντες καὶ γλώσσῃ χάριν ὡμολόγουν τῷ τῶν θαυμασίων θεῷ καὶ αὐτῷ δὴ τῷ τὴν αἴτησιν οὕτω προφθάσαντι ἐπὶ τῇ τοιαύτῃ παραδοξοποιίᾳ θεράποντι αὐτοῦ Νίκωνι τῷ πανολβίῳ. ἔνιοι δὲ τῶν τῆς μονῆς περιεργότερον διατιθέντες ἐπὶ τῷ πράγματι καὶ ἀπόπειραν ὥσπερ τούτου ποιούμενοι, οὐκ ἀπ᾿ αὐτοῦ τοῦ ὕψους τῆς θυρίδος, ἐξοχωτέρας οὔσης καὶ εἰς ὕψος πολὺ παρεκτεινομένης, ἀλλ᾿ ἐκ τῆς ὑποκειμένης καὶ ὑποβεβηκυίας τῷ ὕψει ἐπάλξεως ὀπώρας εἴδη τινὰ καθέντες κατὰ τῶν λιθοστρώτων βαθμίδων, ἐν οἷς ὁ παῖς προσαραχθεὶς ἀσινὴς διετηρήθη, οὕτω συνετρίβησαν καθάπαξ καὶ δίκην χοὸς ἐλεπτύνθησαν, ὡς μηδ᾿ ὅλως σχεδὸν ἐντυπωθῆναι τῷ τόπῳ τι τῶν συντριβέντων.

76. ὅτι δὲ καὶ λίαν εὐμενῶς ὁ μέγας ἀεὶ καὶ φιλοστόργως διάκειται κατὰ τὴν ὑπόσχεσιν ἐν πᾶσι τοῖς τὴν Σπαρτιάτιδα γῆν οἰκεῖν λαχοῦσι, καὶ πολλὴν ὅσην ἐνδείκνυται κατὰ κοινοῦ τὴν κηδεμονίαν, φρουρῶν αὐτοὺς καὶ περιέπων καὶ παντοίων ἐπιφορῶν καὶ κινδύνων καὶ νόσων καὶ ὀδυνῶν ἀνηκέστων
[p. 266] ῥυόμενος καὶ θερμὸς ἀντιλήπτωρ τοῖς πᾶσιν ὅσαι ὥραι γινόμενος κατά τε θάλασσαν καὶ τὴν ἤπειρον, αὐτοὶ πάντες οἱ Λακώνων παῖδες ἴσασι, τῇ πείρᾳ διδασκόμενοι τὴν τοῦ ἀγαθοῦ τοῦδε μεσιτείαν, κἂν αὐτοὶ τὸν ἴσον πόθον καὶ τὴν πίστιν οὔτ᾿ ἐν ἔργῳ οὔτ᾿ ἐν λόγῳ ἀφοσιοῦσθαι τῷ ἁγίῳ βούλωνται διὰ ῥᾳθυμίαν τυχὸν ἢ καὶ ὀλιγοπιστίαν. τὸ δὲ ἐξαίρετον, ὅτι οἱ ταῖς δημοσίαις διήρεσι καὶ τριήρεσιν ἑαυτοὺς πιστεύοντες καὶ τὸν θαλάττιον πλοῦν βαίνοντες, τῷ βασιλικῷ συνταττόμενοι στόλῳ, οὐκ ἀφανῶς μόνον αἰσθάνονται τῆς παρὰ τοῦ ὁσίου ἀρωγῆς καὶ βοηθείας, ἀλλὰ καὶ αἰσθητῶς ἐνίοτε ὁρῶσιν αὐτὸν ἐν τῷ ἰδίῳ σχήματι, ποτὲ μὲν πλῳρέα μιμούμενον, ποτὲ δὲ καὶ κατὰ πρύμναν ἱστάμενον καὶ κυβερνῶντα καὶ πηδαλιουχοῦντα τὰς τριήρεις καὶ κουφίζοντα μὲν ἐκείνας, θάρσους δ᾿ ἐντεῦθεν ἐμπιπλῶντα τοὺς πλωτῆρας καὶ δέους παντὸς ἀπαλλάττοντα. ὅπερ ἐκεῖνοι ἥδιον ἀεὶ ἡγοῦνται, ὅλαις γλώσσαις ἀνακηρύττειν καὶ τοῖς πᾶσι τὸ μέγεθος τῆς εὐεργεσίας διηγεῖσθαι καὶ τὸ πλῆθος ὑφαπλεῖν τῆς ἐπ᾿ αὐτοῖς τοῦ ὁσίου χρηστότητος.

77. ἀλλά γε τὸ τὸν λόγον οὕτω παρέλκειν καὶ τὰ ἐκείνῳ τερατουργηθέντα καὶ τερατουργούμενα πάντα κατὰ μέρος διεξιέναι ἀπειρόκαλόν τε ὁμοῦ καὶ ἀδύνατον· καὶ ἆθλος οὐκ εὐπετής, ὥσπερ αὖ πάλιν καὶ τὸ πάντα παραλιπεῖν ἀτέχνως ἐπιζήμιον· ῥᾷον γὰρ ἀστέρων πληθὺν ἀριθμεῖν καὶ ψάμμον παράλιον ἢ κυάθῳ πέλαγος ἐκμετρεῖν ἢ καὶ ἄλλο τι τῶν ἐπιχειρεῖν ἀνηνύτων ἢ τὰ ἐκείνου πάντα λέγειν καὶ διηγεῖσθαι,
[p. 268] ἃ μηδὲ λόγῳ ῥητὰ μηδ᾿ ἀκοὴ χωρεῖ διὰ τὸ πλῆθος. τοιγαροῦν καὶ ἐκκλίνειν ὥσπερ βουλόμενοι, τό τε πολυσχεδὲς τοῦ λόγου καὶ τὸ παρέλκον, ἅτε μηδὲ τὴν γλῶτταν ἔχοντες διηγήμασι τοιούτοις καὶ θαύμασι συνυψουμένην, τέλος ἐπιθήσωμεν τῷ λόγῳ· ἀπόχρη γὰρ πάντως καὶ ταῦτα, ἅπερ ἐπιτροχάδην, ἀλλ᾿ οὐ κατὰ μέρος διεξελθεῖν προήχθημεν, δεῖξαι ὅσης ὁ μέγας τῆς πρὸς θεὸν πεπλούτηκε παρρησίας καὶ ὅσης ἔτυχε τῆς πρὸς αὐτὸν οἰκειότητος, ἣν ἐμνηστεύσατο διὰ βίου καθαρότητα καὶ ἀρετῆς περιουσίαν· τὰ δ᾿ ἄλλα, ἃ καὶ γραφῆς καὶ διηγήσεως ἐπέκεινα καὶ περὶ ὧν οὐδεὶς ἂν ἐφίκοιτο λόγος, γλώσσαις ἑτέρων ὡς δυνατὸν κἀκείνοις λέγειν ἢ καὶ φιλοπευστεῖν τὰ περὶ αὐτοῦ κατελείψαμεν. τὰ μὲν δὴ παρ᾿ ἐμοῦ σοι, ὦ θεία καὶ ἱερὰ κεφαλή, ὡς ἐν συνόψει καὶ δι᾿ ἐπιδρομῆς ταῦτα, εἰ μὲν καὶ τῆς ἀξίας ἐγγὺς οὐκ οἶδα, πλὴν καὶ τοῦτό σοι χάρις τῷ ταῦτά μοι οὕτω καὶ ὑποθεμένῳ καὶ ὑπαγορεύσαντι. ἃ καὶ δέχοιο προσηνῶς τε καὶ φιλανθρώπως, ἵλεών μοι τὸν Χριστὸν τιθέμενος, ὃν αὐτὸς μὲν διαφερόντως ἠγάπησας, ἐγὼ δὲ πλήθει πταισμάτων ἀδιηγήτων (οἴμοι) παρώργισα. εἴης δέ μοι καὶ προστάτης ἄνωθεν τῆς μονῆς, ἱερὲ Νίκων, τὸ ἐμὸν ἐντρύφημα καὶ καλλώπισμα, ταῖς σαῖς πρεσβείαις καὶ ταῖς ἄνωθεν φρυκτωρίαις περιλάμπων μου τὸ ἡγεμονικὸν καὶ σῴζων με τὸν ἀχρεῖον ἱκέτην σου ἐνταῦθα μὲν τῶν ἀδοκήτων ἐπιφορῶν καὶ ἐχθρῶν ἀοράτων καὶ ὁρωμένων τῶν ἀεὶ φθονούντων καὶ ἐπιβουλευόντων μοι λόγους τέ μοι παντοδαποὺς ἐξαρτυόντων καὶ παντοίως ἐφηδομένων τῇ ἐμῇ ἀπωλείᾳ, ἐκεῖθεν δὲ τῆς τοῦ
[p. 270] πυρὸς γέεννης καὶ ἀμυθήτων κολάσεων· οὐ γὰρ κομψοεπίας ἀκάρπου οὐδ᾿ αὖ κοσμικῆς λογολεσχίας καὶ ψευδαρεσκίας καινὰ ταῦτα τὰ λαρυγγεύματα, ἀλλὰ λιτότητος μὲν λέξεως ἐν ἀκατασκεύῳ καὶ ἁπλῷ διηγήματι, ἐξ ἀμούσου γλώττης καὶ παχυτέρας διανοίας· θυμήρης δ᾿ ὅμως θεῷ ὁ σκοπὸς καὶ τοῦ ὀρθοῦ λόγου ἐχόμενος· ἵνα γὰρ μὴ λάθῃ τῶν μετὰ ταῦτα χρόνων καὶ ἐξίτηλα τῷ χρόνῳ γένηται τὰ οὑτωσὶ τερατουργηθέντα, δυνάμει τοῦ ἔν σοι ἐνοικήσαντος ἁγίου πνεύματος καὶ ἵνα ἔτι καὶ ἐπίδηλος εἴη καὶ αὐτοῖς τοῖς μὴ εἰδόσιν ἡ σὴ πρὸς θεὸν οἰκείωσις καὶ παρρησία, τοῦτο παρ᾿ ἡμῖν ἐπινενόηται· ταῖς δὲ σαῖς πρεσβείαις ἀξιωθείημεν ἅπαντες οἱ σωτῆρα καὶ ῥύστην μετὰ πίστεως εἰλικρινοῦς σε ἐπιγραφόμενοι ἀφέσεως ἁμαρτημάτων καὶ χρηστότητος καὶ φιλανθρωπίας τῆς παρὰ Χριστοῦ τοῦ θεοῦ ἡμῶν, οὗ τὸ ἔλεος ἄφατον καὶ ἡ ἀγαθότης ἀνείκαστος· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ μεγαλοπρέπεια σὺν τῷ ἀνάρχῳ αὐτοῦ πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ πνεύματι, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· ἀμήν.

**********************************************************