[col. 372 l. 22]
τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Γρηγορίου τοῦ ἐν Ἀκρίτᾳ. οὗτος ὁ ἅγιος
εἷλκε τὸ γένος ἐκ τῆς περιβοήτου τῶν νήσων Κρήτης· πατέρες δὲ αὐτῷ εὐσεβεῖς, Θεοφάνης
καὶ Ἰουλιανὴ προσαγορευόμενοι. διατρίψας δὲ χρόνον συχνὸν ἐν τοῖς μαθήμασι, ποιμαίνειν
ὑπὸ τῶν γεννητόρων τὰ θρέμματα ἐκελεύετο. καί ποτε θείῳ ζήλῳ πυρωθείς, τῆς ἐνεγκαμένης
ἀπάρας ἐπὶ τὴν Σελεύκειαν ἔρχεται, κἀκεῖ χρόνον οὐκ ὀλίγον ἐνδιατρίψας, ἄρτῳ βραχυτάτῳ
καὶ ὕδατι ἔζη. τῷ
[col. 373 l. 1] δὲ εἰκοστῷ ἕκτῳ χρόνῳ τῆς ἡλικίας αὐτοῦ, ὅτε καὶ Λέων ὁ εἰκονομάχος
τὸ ζῆν ἀπέρρηξε καὶ τὸ ὀρθόδοξον ἐπαρρησιάζετο, τὰ Ἱεροσόλυμα καταλαμβάνει, πάντα
τόπον ἅγιον προσκυνῆσαι γλιχόμενος. ὁπόσα δὲ δεινὰ παρὰ τῶν Ἀγαρηνῶν καὶ Ἑβραίων
ἐφ᾿ ὅλοις δώδεκα ἔτεσιν ὑπέμεινεν, ἀδύνατον γραφῇ παραδοῦναι τῇ συντομίᾳ χρωμένους.
εἶτα τῶν ἐκεῖθεν ἀπάρας, τὴν Ῥώμην καταλαμβάνει καὶ τυχὼν ἐκεῖσε τοῦ ἀγγελικοῦ σχήματος,
ἦν δαμάζων τὸ ἑαυτοῦ σαρκίον τῇ ἐγκρατείᾳ. ἐπεὶ δὲ τὴν βασιλείαν μετὰ τελευτὴν Σταυρακίου
Μιχαὴλ ὑπεζώσατο καὶ Νικηφόρου τοῦ ἐν ἁγίοις τὰ τῆς ἐκκλησίας πηδάλια ἰθύνοντος,
ἀπεστάλη Μιχαὴλ ὁ ὁμολογητὴς ἐπίσκοπος Συνάδων πρὸς τὸν ἁγιώτατον πάπαν, καὶ τῷ
μακαρίτῃ Γρηγορίῳ ἐνέτυχεν· ἐν Κωνσταντινουπόλει ὑποστρέφων, μεθ᾿ ἑαυτοῦ
[col. 374 l. 1] συνήγαγε καὶ τῇ εὐαγεστάτῃ μονῇ τῇ ἐν τῷ Ἀκρίτᾳ φέρων δίδωσι, τοῖς
ἐκεῖσε μοναχοῖς συναριθμήσας. ὃς μονοχίτων καὶ ἀνυπόδετος ὑπάρχων ἐπὶ ψιαθίου ἀνεκλίνετο,
ἄρτου βραχυτάτου καὶ ὕδατος διὰ δύο ἢ καὶ τριῶν ἡμερῶν μεταλαμβάνων, καὶ λάκκῳ τινὶ
βαθυτάτῳ ἑαυτὸν ἐναπορρίψας τὴν γενομένην ταραχὴν ἐν ταῖς ἐκκλησίαις συχνῷ χρόνῳ
ἐναπεθρήνησεν· ἐκεῖθέν τε ἐξελθὼν στενωτάτῳ πάντῃ κελλίῳ ἑαυτὸν κατακλείει, ἑνὶ
μόνῳ χιτῶνι δερματίνῳ περικαλυπτόμενος. καὶ πίθον τινὰ παρὰ τῷ κήπῳ ἑστῶτα πληρῶν
ὕδατος ὀψίας καὶ ἀποδυόμενος τὸν χιτῶνα εἰσήρχετο ἐν αὐτῷ, καὶ πληρῶν τὸ ψαλτήριον
αὖθις ἐξήρχετο. καὶ οὕτως ἐποίει πάσας τὰς ἡμέρας μέχρις ὅτε τὸ πνεῦμα αὐτοῦ εἰς
χεῖρας Θεοῦ ἐπαφῆκε, καλῶς τὸν ἀγῶνα ἀγωνισάμενος.
**********************************************************