Saint: NIKEPHOROS OF SEBAZE (#17)
Edition: F. Halkin, "Une victime inconnue de Léon l᾿ Arménien? Saint Nicéphore de éSbazè", Byzantion 23 (1953/4), 11-30.

[p. 18]

ἐγκώμιον εἰς τὸν ὅσιον πατέρα ἡμῶν καὶ ὁμολογητὴν Νικηφόρον ἡγούμενον τῆς Σεβαζῆ.

1. ἔστι μὲν χαλεπὸν καὶ τὰ μάλιστα δυσχερὲς ἀνδρῶν βίους ἐπαινεῖν ἐγχειρεῖν καὶ ἀξίαις εὐφημίαις καταγεραίρειν ὧν πολύς τις ἤδη χρόνος τὴν μνήμην ἠμαύρωσεν καὶ τὰ λαμπρὰ κατορθώματα λήθῃ μακρᾷ παραδέδωκε. συμβαίνει γὰρ ἐντεῦθεν μήτε ἡμῖν ῥᾴδιον εἶναι τὸν λόγον καὶ πιθανόν, ἅτε δὴ ἀγνοίᾳ πόρρω που τοῦ εὐθέως ἀποφερόμενον καὶ μηδαμοῦ τοῦ καλοῦ καὶ τῆς ἀληθείας στοχαζόμενον, μήτε μὴν τοῖς ἐπαινουμένοις προσεῖναι τὸ κατ᾿ ἀξίαν, ἤδη τῶν πεπραγμένων αὐτοῖς πολλῇ τινι παραρρυέντων χρόνου φορᾷ καὶ οὐκ ἐχόντων καθαρὰν ἔτι τὴν ἑαυτῶν διάγνωσιν παρασχεῖν. ἐπεὶ δέ τινες τὸ ἐν τούτοις ἐπίπονον παριδόντες πολλὰ τῶν τέως λανθανόντων εἰς φῶς παρήγαγον καὶ ἃ ὁ χρόνος ἀπέκρυψε σπουδαιοτάτῃ γνώμῃ καὶ ἐμμελεῖ ἐπίδηλα πεποιήκασι καὶ τοῖς μετὰ ταῦτα εἰς ὄνησιν προτεθήκασιν ἰδεῖν, ᾠήθημεν καὶ ἡμεῖς τὸν ὅσιον πατέρα ἡμῶν καὶ ὁμολογητὴν Νικηφόρον ἐπαινέσαι καὶ τὸν ἐκείνου βίον ἀρχέτυπόν τι κάλλιστον προθεῖναι πᾶσιν εἰς ἀρετήν, ὡς ἂν μὴ ὀλιγωροί τινες δόξωμεν καὶ τῆς τῶν πολλῶν ὠφελείας
[p. 19] καταρρᾳθυμοῦντες, τοσοῦτον ἄνδρα λανθάνοντα παρορῶντες καὶ μηδὲ λόγοις τιμῶντες, ὃν ἡ λαμπρότης τῶν ἔργων ὡράϊσεν. εἰ γὰρ καὶ μακρὸς ἤδη παρῳχήκει χρόνος καὶ τὰ πολλὰ τῶν ἐκείνου καλῶν διαφεύγει τὸν ἡμέτερον λόγον, ἀλλ᾿ οὖν ἔτι μακρά τινα τῆς αὐτοῦ πολιτείας ἐν ἀγράφῳ μνήμῃ καὶ ἱστορίαις παλαιοτέρων ἀνδρῶν λείψανα περισῴζεται· ἃ νῦν ὡς οἷόν τε πειρασόμεθα τῷ λόγῳ διεξελθεῖν, ἵνα μὴ καὶ ταῦτα ὁ πάντα φθείρων ἀμαυρώσῃ χρόνος καὶ βίον οὕτω λαμπρὸν ζημιώσῃ ἀρκοῦντα καὶ μόνον τῷ πρὸς τὴν τῆς ἀρετῆς ἀγαγεῖν εὐδοκίμησιν.

2. λέγεται τοίνυν ὁ μακάριος οὗτος πατρίδα πρὸς ἀνίσχοντα ἥλιον ἐσχηκέναι, ἥτις ἐν μεσαιτάτῳ οὖσα τῶν πρὸς ἕω κειμένων καὶ πλέον τῶν ἄλλων οἷα δὴ ἐπίπεδος τῷ ἡλιακῷ καταλαμπομένη φωτὶ μόνη ἐκ πασῶν προσηγορίας καταλλήλου τετύχηκεν· Ἀνατολικὸς γὰρ αὐτῇ ὄνομα, ὃ κοινὸν ὂν καὶ ταῖς ἄλλαις ἁπάσαις ταῖς ὅσαις τὸν ἥλιον πρώτως ἀνατέλλοντα ὑποδέχονται, ἰδιαζόντως ταύτῃ καὶ ἐξαιρέτως ἀπονενέμηται· καὶ ἡ μὲν πατρὶς ταύτην εἶχε τὴν κλῆσιν, τά τε ἄλλα ἀγαθὴ οὖσα καὶ πρὸς καρπῶν φορὰν ἐπιτήδεια καὶ νομαῖς βόσκειν δυναμένη ζῷα παντοδαπά. ἔφυ δὲ ἐξ ἀγαθῶν οὗτος ἀνδρῶν καὶ τῆς εὐσεβείας τροφίμων, οἷς πολὺ μὲν ἦν τὸ ἐκ πλούτου ἐπίσημον, πολλὴ δὲ ἡ περὶ τὰ καλὰ σπουδὴ καὶ ἡ πρὸς ἅπαν ἀρετῆς εἶδος ἐμμέλεια· τὰ γὰρ ὄντα τοῖς πένησι δαψιλῶς προϊέμενοι καὶ ἐν ἀσύλοις χωρίοις ἀποτιθέντες τῶν οὐρανῶν, ταῦτά τε μακρῷ πλείονα ταῖς ἄνωθεν αὖθις ἀπελάμβανον εὐλογίαις καὶ τὸν μετὰ ταῦτα βίον χρηστὸν ἑαυτοῖς ἐποίουν καὶ εὔελπιν. ἐκ τοιούτων οὖν ὁ θαυμάσιος οὗτος προελθὼν γεννητόρων οὐκ ἠμαύρωσε τῷ ἑαυτοῦ βίῳ τὴν ἐκείνων λαμπρότητα, ἀλλ᾿ ἔσπευσε μὴ ὁμότιμος μόνον
[p. 20] γενέσθαι τούτοις τὴν ἀρετήν, ἀλλὰ καὶ προσθεῖναι δόξαν τὸ μεῖζον καὶ τὸν ἑαυτοῦ τρόπον μαρτύριον ποιῆσαι τῆς ἐκείνων πρὸς θεὸν ἐπιδόσεως ἀκριβέστατον· τὸ μὲν γὰρ παρισωθῆναι τοῖς φύσασιν, εἰ καὶ ἄλλοις μέγα καὶ περισπούδαστον, μικρὸν ἢ οὐδὲν οὗτος ἡγεῖτο πρὸς ἔπαινον· ἀρίστου δὲ ἀνδρὸς τὸ παρελθεῖν ὑπελάμβανεν. ὅθεν ἐν ἁπαλῷ ἔτι καὶ ἀώρῳ τῆς ἡλικίας ὢν καὶ τοῦ μητρικοῦ ἄρτι ἀπαλλαττόμενος γάλακτος, ὅτε μάλιστα ἡ νεότης ἀνθεῖ καὶ δυσήνιος μέν ἐστι πρὸς τὴν τῶν καλῶν παραδοχήν, εὐεπίβολος δὲ πρὸς τὴν τῶν ἀτόπων ὁρμήν, ἅτε δὴ μήπω δυναμένη διὰ τὸ ἀτελὲς τῆς ἥβης συνιέναι τὸ λυσιτελὲς καὶ αἱρεῖσθαι τὰ κρείττονα, πρὸς οὐδὲν οὗτος ἐν τούτῳ τῆς ἡλικίας τῶν χειρόνων ἀπέκλινεν οὐδὲ τοῖς ματαίοις καὶ οἷς τὸ ὡραῖον τῆς ψυχῆς παραβλάπτεται τὸν νοῦν ἀπησχόλησε· μελέτῃ γὰρ θείων λογίων καὶ τῇ πρὸς τὰ κρείττω ῥοπῇ ἑαυτὸν ἐκδεδωκώς, τροφῆς τε ἐλευθερίου καὶ ἀγωγῆς μετεσχηκώς, ὠλιγώρησε μὲν τῶν τοῦ βίου ἡδέων, ὠλιγώρησε δὲ σαρκὸς προσπαθείας καὶ αἵματος· πλούτου δὲ παρεῖδε τὸ ῥέον τε καὶ ἐπίκηρον· δόξης τε κατεφρόνησε τῆς μεταπιπτούσης καὶ οὐκ ἐχούσης τὸ μόνιμον.

3. ἔν τινι δὲ τῶν τῆς πατρίδος φροντιστηρίων τὴν κόμην ἀποκειράμενος καὶ τὸν μοναχὸν ἑαυτῷ περιθέμενος, τὸν τῆς ἀθλήσεως εὖ μάλα διήθλει δρόμον μήτε τῷ φίλτρῳ τῶν τεκόντων ὑποσυρόμενος μήτε πρὸς τὰς ἄλλας τοῦ βίου ἀπονεύων καὶ ἐπιστρεφόμενος χάριτας. ᾔδει γὰρ ὡς οὐκ εὔθετος πρὸς θεὸν ὁ τοῦ πνευματικοῦ ἀρότρου ἐπιλαβόμενος καὶ τῶν ὄπισθεν πάλιν τοῦ κόσμου πραγμάτων ἁψάμενος. ὅθεν ὅλως ἑαυτὸν τῷ θεῷ ἀναθεὶς κατὰ νόμους ἐπολιτεύετο τῆς ἀσκήσεως, πρῶτα μὲν τοῖς ἀδελφοῖς ἐν ταῖς ἐσχάταις διακονίαις ὑπηρετούμενος καὶ τὸ τῆς δόξης συστέλλων κενὸν τό τε ἄτυφον θηρώμενος καὶ
[p. 21] τὸ ὑψηλὸν ἐν ταπεινώσει προσκτώμενος, ἔπειτα δὲ προκόπτων ταῖς θείαις κατὰ μικρὸν ἀναβάσεσι καὶ τοῖς πνευματικοῖς ἀγῶσιν ἐπεκτεινόμενος καὶ κολάζων μὲν γαστρὸς πλησμονήν, ἀτιμάζων δὲ τρυφῆς κόρον, ἀρνούμενος δὲ μικροῦ τῇ ἀσιτίᾳ τῶν ἀνθρώπων καὶ τοῖς μὲν τῶν ἐν ἀσκήσει παραμιλλώμενος, ἔστι δὲ οὕς καὶ ὑπερβάλλων μακροῖς τισι καὶ ἐπιπόνοις τοῖς σκάμμασιν. οὐδὲ γὰρ ἐν ματαίοις καὶ ἀνονήτοις τὸν τῆς ζωῆς ἐδαπάνα καιρόν, ἀλλ᾿ ἐν παντὶ χρόνῳ τοῖς κατὰ θεὸν ἔργοις προσεκαρτέρει· καὶ ἡμέρα μὲν ἑκάστη ἐν προσευχαῖς αὐτῷ καὶ μελίαις [λεγε· μελέταις] ἀφώριστο, νὺξ δὲ πάλιν τοὺς ἡμερινοὺς καμάτους διεδέχετο, ἀγρυπνίαις παννύχοις καὶ στάσεσι τὸν ὅσιον κατατείνουσα. τὸ γὰρ τοῦ μακαρίου Δαυὶδ ἐπλήρου καὶ αὐτὸς προθυμότατα, μὴ διδοὺς ὕπνον τοῖς ὀφθαλμοῖς μηδὲ τοῖς τῆς ἀσκήσεως πόνοις ἐπινυστάζων, ἕως οὗ τόπον εὗρεν ἐν οὐρανοῖς καὶ τὰς ἐκεῖσε σκηνὰς εἰς κατοικίαν ἑαυτῷ ἐκληρώσατο. ἀλλ᾿ ἐν μὲν τούτοις τοιοῦτος ἦν· ἡττᾶτο δέ τινος τῶν ἁπάντων ἐν παρρησίᾳ ἀλλ᾿ ἐν ζήλῳ τῷ τῶν καλῶν ἀλλ᾿ ἐν τῷ προκινδυνεύειν τῶν τῆς ἀληθείας δογμάτων ἀλλ᾿ ἐν τῷ προπολεμεῖν τῆς εὐσεβείας καὶ πίστεως καὶ τίς οὕτως ἢ κακίαν ἐμίσησεν ἢ βασιλεῖς ἀσεβοῦντας διήλεγξεν ἐν ὅροις μείνας τῶν πατρικῶν παραδόσεων καὶ τὴν τῶν αἱρέσεων ἀποσκεδάσας σκοτόμαιναν ἵνα δὲ ὁ λόγος ἡμῖν σαφέστερος γένηται καὶ τὸ γενναῖον τοῦ ἀνδρὸς καθαρῶς ἐπιδειχθείη, ἄνωθεν ἐπιμνηστέον τῆς ἱστορίας τῆς κατὰ τῶν σεπτῶν εἰκόνων καὶ αἱρέσεως.

4. ταύτην τὴν νόσον ἐνόησε πρῶτος μὲν Λέων τοῦ Ἰσαυρικοῦ γένους ἀνημμένος, ὁ καὶ τὴν ἀρχὴν ἀδικήσας τοῦ κράτους καὶ κατὰ ὁσίων λυττήσας ἀνδρῶν, τῶν τε τοῦ θεοῦ ἐκκλησιῶν κατορχησάμενος καὶ ταῖς ἱεραῖς εἰκόσιν ἐπιμανείς. τούτου δὲ τὸν
[p. 22] βίον θείᾳ δίκῃ τελευτήσαντος, τὴν ἀρχὴν ὁμοῦ καὶ τὴν δυσσέβειαν ὁ υἱὸς Κωνσταντῖνος ἐκδέχεται, ἀνθρώπιόν τι βδελυκτὸν καὶ κάθαρμα κακοδαιμονέστατον καὶ πάντα πλὴν τῆς σαρκὸς τῷ πρώτῳ ἀποστάντι θεοῦ ἐοικός· ὃς ἐκ βρέφους ἔτι τὰ τῆς καθάρσεως τελούμενος τὸ ἱερὸν ἐμόλυνεν βάπτισμα, τὴν μέλλουσαν ἐντεῦθεν παραγυμνώσας ἀσέβειαν καὶ ἐπωνυμίαν ἐσχηκὼς τῇ ἀκαθαρσίᾳ κατάλληλον. ἔπειτα αὐξηθεὶς Ϡἔθετο εἰς οὐρανὸν τὴν γλῶσσαν αὐτοῦ καὶ τὸ στόμα διῆρεν κατὰ τοῦ κτίσαντος καὶ ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησεν.Ϡ τοῦ γὰρ βασιλείου θρόνου ἐπιβὰς καὶ τὴν πατρικὴν ἀρχὴν εἰληφώς, τὴν ὠδινομένην πρὶν ἐν ἑαυτῷ κακίαν ἀπέτεκε, φιλοτιμότερον τὰ τῆς ἀσεβείας κρατύνων καὶ φιλονεικῶν παρελάσαι τὸν φύσαντα καὶ φιλάνθρωπον αὐτὸν ἀποδεῖξαι οἷς ἐκ φρενοβλαβείας αὐτὸς ἐπενόει καὶ κατεπράττετο, τὰς ἀνεστηλωμένας τὸ πρὶν καθαιρῶν εἰκόνας καὶ βεβήλοις ποσὶ τὰ ἱερὰ ἐξορχούμενος, τῶν τε τῆς ἐκκλησίας προεστώτων ἀνδρῶν καὶ τῆς ὑγιοῦς πίστεως ἀντεχομένων τοὺς μὲν οἷα δὴ τοὺς ἐξ οἰκοτρίβων ἢ ἀργυρωνήτους τινὰς χρονίοις δεσμοῖς ἐγκαθειργνύς, τοὺς δὲ ὑπὸ ξίφη ἄγων καὶ σφαγὴν ἄδικον ὅσοι θερμότεροι τοῦ καλοῦ ἐρασταὶ καὶ τῆς εὐσεβείας ἐκθύμως προκινδυνεύοντες, πολλοὺς δὲ τοῦ θαλαττίου κλύδωνος ἔργον ποιούμενος, ἄλλους δὲ ὑπερορίαις καταδικάζων μακραῖς τὸ φιλάνθρωπον. καὶ ταῦτα ὁ μὲν ἐποίει· ἠνείχετο δὲ θεὸς ἀφάτοις τισὶ καὶ ἀνεφίκτοις τοῖς κρίμασι· καὶ ὁ μὲν τὴν ἀνοχὴν ταύτην ἀσθένειαν ᾤετο τοῦ δημιουργοῦ καὶ τὴν μακροθυμίαν πλείονα τῆς κακίας ὕλην ἐποιεῖτο· καὶ καινά τινα κατὰ τῶν εὐσεβούντων ἐξεύρισκε κολαστήρια, οἷς καὶ λόγος ὀκνεῖ προσβαίνειν διὰ τὸ τῆς ἀπανθρωπίας ἄγαν ἐπιτεταμένον καὶ ἀπηνὲς καὶ χεὶρ ταῦτα γράφειν ναρκᾷ· ἃ κρύπτειν καὶ σιωπᾶν ἄμεινον. οὐκ εἰς τέλος δὲ θεὸς παρεῖδε τὸν ἀλιτήριον οὐδὲ τυραννεῖσθαι τὸ εὐσεβοῦν ἀφῆκε διαπαντὸς καὶ θεὸν ἐνυβρίζεσθαι· νόσος γὰρ τῷ κακοδαίμονι θεήλατος ἐνέσκηψε καὶ τὸ σῶμα πᾶν
[p. 23] λάβρος πυρετὸς ἐπενέμετο· ἤργουν δὲ ἰατρῶν τέχναι καὶ τὰ τῆς ὑγείας ἀπηγορεύετο· ἐδαπάνα γὰρ αὐτὸν πρὸς τῷ πυρὶ τῆς νόσου καὶ ἡ συνείδησις ὧν ἐπεπράχει δεινῶν καὶ ἡ ἀνάμνησις τῶν προσδοκωμένων κολάσεων· τέλος δὲ καταστρέφει τὸν βίον πικρῶς καὶ τῆς ἀσεβείας ἀξίως, στένων ὀδυνηρὰ ἐν αὐταῖς ἐσχάταις ἀναπνοαῖς καὶ ἀνόνητα ἐφ᾿ οἷς ἐπονηρεύσατο μεταμελόμενος.

5. ἀλλ᾿ οὗτος μὲν οὕτως ἐλεεινῶς τὸν ἐνταῦθα βίον ἀπέλιπε καὶ πρὸς τὰ ἐκεῖσε μετέβη δικαιωτήρια· εὐσεβῶν δὲ ἀνδρῶν ἐπὶ τῆς ἀρχῆς γεγονότων εἰρήνη καθαρὰ κατέσχε τὰς ἐκκλησίας καὶ ἡ Ῥωμαίων ἅπασα ταῖς τῆς εὐσεβείας κατελάμπετο χάρισι, παρρησίαν δὲ ἐλάμβανε τὸ ὀρθόδοξον καὶ ἐπὶ τὴν προτέραν εὐδαιμονίαν ἀνέτρεχε· ἱεραὶ δὲ εἰκόνες πανταχοῦ γῆς ἀνεστηλοῦντο λαμπρότερον καὶ ἀδεῶς ἐπιτελεῖτο τὰ θεῖα μυστήρια· ὅσον δὲ ἐν ὑπερορίαις ἀνεκαλεῖτο· καὶ καλῶν ἐχόρευέ τις τηνικαῦτα πανήγυρις. ἀλλ᾿ οὐκ ἔμελλεν ἐπιπολὺ τὰ τῆς εὐτυχίας παραμεῖναι χριστιανοῖς καὶ ἠρεμήσειν τὸ εὐσεβοῦν τοῖς ἀγαθοῖς τῆς εἰρήνης ἐνευφραινόμενον. ἀντέκειτο γὰρ ὁ φθόνος καὶ ὁ τούτου πατὴρ μὴ φέρων ὁρᾶν τὴν ἐκκλησίαν τῇ εὐσεβείᾳ κομῶσαν καὶ θάλλουσαν· ὃς τῆς ἄνωθεν κατὰ τῶν πρωτοπλάστων ἐπιμνησθεὶς ἐπιβουλῆς καὶ τῆς συνήθους διπλόης ἐχόμενος, ὥσπερ τότε τῷ ὄφει πρὸς τὴν ἐκείνων ἔκπτωσιν, οὕτω καὶ νῦν πρὸς τὴν τῶν εἰκόνων καθαίρεσιν ὀργάνῳ χρῆται καὶ ὑπηρέτῃ Λέοντι ἐκείνῳ ἐξ Ἀρμενίων τὸ γένος ἕλκοντι, ἄρτι τῶν οἰάκων βασιλείας ἐπειλημμένῳ καὶ τῷ πρώτῳ μανέντι κατὰ τῶν
[p. 24] σεπτῶν εἰκόνων οὐχ ἧττον ὁμωνύμῳ ἢ ὁμοτρόπῳ. οὗτος καὶ φύσιν ἔχων πονηρὰν καὶ τὴν ἐξουσίαν τοῦ κράτους συναιρομένην αὐτῷ τῆς ἀσεβείας κατὰ πολλὴν ἄδειαν ἐπετέλει τὸ παριστάμενον· τὸ δὲ ἦν ἡ κατὰ τῶν σεπτῶν εἰκόνων ὕβρις, ἄρτι πάλιν ἀνακαινιζομένη καὶ ἀρχὴν λαμβάνουσα καὶ τὴν προτέραν τῶν ἐκκλησιῶν γαλήνην ἐπιταράττουσα· ἣν ὁ φθονερὸς ἐπίσχυε δαίμων συνεργὸν λαμβάνων τὴν τοῦ βασιλέως ὠμότητα. οὐ γὰρ ἀρχὴν ὅλως οὗτος ἠνείχετο εἰ μὴ τὸ τῆς ἀσεβείας ἀναδήσαιτο κράτος, οἰόμενος ἐξ ἀπονοίας ὁ ταλαίπωρος οὕτω τὴν βασιλείαν ἐπίσημον ποιῆσαι καὶ λαμπροτέραν· ἀλλ᾿ ἔλαθε καὶ τὸν βίον ταύτῃ συνκαταλύσας καὶ τὸ τῆς γεέννης πῦρ ἁδρότερον θρέψας κακίας ὕλῃ καὶ κληρωσάμενος· καὶ ταῦτα μὲν ὕστερον.

6. τότε δὲ ἅμα τῷ τῆς ἀρχῆς λαβέσθαι καὶ ἐπὶ τὸν βασιλικὸν ἀναβῆναι θρόνον, τῷ τῶν ὀρθοδόξων ἐπιφυεὶς συστήματι ἐφιλονείκησε πάντας τοὺς φθάσαντας ἤδη καὶ τὴν αὐτὴν μανίαν νοσήσαντας ἀσθενεῖς ἐλέγξαι τῷ ἀμειλίκτῳ πρὸς τὰς βασάνους καὶ ἀπηνεῖ· τὸν γὰρ ἄνθρωπον εἰς θηρὸς φύσιν μεταβαλὼν ἀπανθρώπως πρὸς πᾶσαν κακώσεως ἐχώρει ἐπίνοιαν, τῷ ἐπιτεταμένῳ τῶν τιμωριῶν πάντας ἐνδώσειν οἰόμενος καὶ τῇ αὐτοῦ θρησκείᾳ συνθέσθαι· ὅθεν ὁ μὲν αἰκίαις καὶ μάστιξι παρεδίδου πικραῖς ἱερεῖς ἅμα καὶ τοὺς ὅσοι τὸν ἀσκητικὸν μετῄεσαν βίον, τοῦ τε λαοῦ ὅσον εὐσεβὲς καὶ ὀρθόδοξον· οἱ δὲ τῷ θείῳ ῥωννύμενοι ἔρωτι καὶ τῆς σαρκὸς κατολιγωροῦντες ὡς φθείρεσθαι μελλούσης, γενναίως τοῖς ἀγῶσιν ἐνεκαρτέρουν μὴ ἀποδειλιῶντες πρὸς τὸ φρικῶδες καὶ ἀπηνὲς τῶν κολάσεων, ἀλλ᾿ ἐλέγχοντες περιφανῶς τὴν τοῦ τυράννου δυσσέβειαν καὶ τὴν ὀρθόδοξον πίστιν πεπαρρησιασμένῃ ψυχῇ καὶ θαρραλέᾳ γνώμῃ ἀνακηρύττοντες. ἐν οἷς ἦν καὶ ὁ νῦν εὐφημούμενος, κατά τινα χρείαν τηνικάδε τῇ βασιλίδι ἐπιδημῶν· ὃς τὴν ἀλήθειαν ὁρῶν κινδυνεύουσαν καὶ τὸ τῶν εἰκόνων σέβας περιφρονούμενον, αὐτός τε κατὰ τῆς δυσσεβείας ὡς εἶχε προθυμίας ἀπεδύετο, τούς τε
[p. 25] ἄλλους οἷά τις ἀλείπτης γενναῖος πρὸς τὸν ἀγῶνα ἐθάρρυνε, τῶν πατρικῶν ἀναμιμνήσκων αὐτοὺς παραδόσεων καὶ διδάσκων μὴ κατολιγωρεῖν τῆς τῶν σεπτῶν εἰκόνων προσκυνήσεως, εἰδότας ὡς ἡ τούτων τιμὴ κατὰ τὸν μέγαν Βασίλειον πρὸς τὸ πρωτότυπον διαβαίνει· καὶ ὥσπερ ὁ τὸν ἀνδριάντα καταβάλλων εἰς αὐτὸν ἐνυβρίζει τὸν ἀνεγείραντα, οὕτως ὁ μὴ ταύτας τιμῶν ἐκείνους ἀφαιρεῖται τὴν τιμὴν οἷς ἀνεστήκασιν. τούτοις τοῖς λόγοις πολλοὺς ἔπειθε τῶν εὐσεβεῖν ᾑρημένων τοῖς ὑπὲρ τοῦ καλοῦ κινδύνοις ἐγκαρτερεῖν καὶ θάνατον αἱρεῖσθαι εὐκλεᾶ καὶ τὴν δι᾿ αἰῶνος μένουσαν ἀγαλλίασιν. ὡς οὖν τῷ τυραννοῦντι ἠγγέλη τὰ τοῦ ἀνδρὸς πρὸς τῶν πάντα τρόπον ἐκθεραπεύειν ἐγνωκότων αὐτόν, ζέσας τῷ θυμῷ μετεπέμπετο τὸν ἅγιον πρὸς τὰ βασίλεια καὶ πρῶτον μὲν τιμαῖς καταμαλάττειν αὐτὸν ἐπειρᾶτο καὶ ὑποσχέσεσιν ὑποκρύπτων τέως τὸν τύραννον καὶ τὸν κόλακα εἰς καιρὸν ὑποδυόμενος· ᾤετο γὰρ τῷ ἁπαλωτέρῳ καὶ μειλιχίῳ ὑπαγαγέσθαι τὸν ὅσιον οἷά τινα παῖδα τῶν ἀταλῶν ἔτι καὶ νηπίων καὶ προχείρων μὲν εἰς πειθώ, εὐκόλων δὲ ἁλῶναι μικροῖς τισιν ἀθύρμασι καὶ δελέασιν.

7. ἐπεὶ δὲ πολὺ ἐν τῷ ἀνδρὶ τὸ σταθερὸν εὗρε καὶ πεπηγὸς τοῦ φρονήματος καὶ τῆς πρώτης πείρας διήμαρτεν, ἀπειλαῖς καταπείσειν ἔγνω τὸν ἅγιον καὶ βασάνων ἀνυποίστοις φοραῖς. ἀλλ᾿ ὁ μὲν ἠπείλει, ὁ δὲ κατεγέλα· καὶ ὁ μὲν ταῖς τῶν δημίων χερσὶν ὅλον τὸ σῶμα ᾐκίζετο, ὁ δὲ ἐκαρτέρει τὰς πληγὰς καὶ τὴν ἐπίτασιν τῶν κακῶν τῶν ἐπιτεταγμένων τῇ προθυμίᾳ ἐνίκα· καὶ ὁ μὲν τύραννος ἐπιπλέον ἐμεμήνει καὶ διηρεθίσθη τὸ ἀκατάπληκτον ὁρῶν τοῦ ἀνδρός· τὸν δὲ μᾶλλον ὁ θεῖος ἔρως ἐξέκαε καὶ ὑπομονή τις ἄνωθεν συμμαχοῦσα ἐπίσχυε στομούμενον τῷ
[p. 26] πυκνῷ τῶν βασάνων, ὥσπερ ἐν ὕδασι τὰ ※ σιδηρίως εἶ ※ [λεγε· σιδήρια ὡσεὶ]. κἀκεῖνος ἀπείρηκεν τύπτειν προστάσσων τὸν ἅγιον καὶ χεῖρες δημίων ἠσθένησαν ἀντὶ σαρκὸς ἀδάμαντα παίουσαι· οὕτω γὰρ ἐκείνου τὸ σῶμα ἐδόκει τῇ ἐπιμόνῳ καρτερίᾳ καὶ τῷ φέρειν αὐτὸν τὰ δεινὰ ὥσπερ ἀλλοτρίου πάθους θεατὴν ἀλλ᾿ οὐκ αὐτὸν ὄντα τὸν ὅλῳ τῷ σώματι τὴν πάμπολλην φορὰν τῶν κακῶν ὑποδεχόμενον. ἔν τινι τῶν τὴν βασιλίδα γείτονα ἐχουσῶν νήσων τελευταῖον καταδικάζει, ἐν σμικρῷ καὶ στενωτάτῳ περιορίσας χωρίῳ καὶ τοῖς ἐπιχωριάζειν ἐθέλουσιν καὶ ὡς αὐτὸν ἀφικνεῖσθαι ἐπισκοπῆς ἕνεκεν ἀπανθρώπῳ κηρύγματι ἀποκλείσας τὴν εἴσοδον. ἐνταῦθα διατρίβων ὁ ὅσιος τὰ μὲν ἄλλα δεξιῶν [λεγε· δεξιῶς ορ ὡς τῶν δεξιῶν] ἔπραττε καὶ ἥδιον ἦν αὐτῷ μᾶλλον τὸ τῆς διαγωγῆς ταύτης σκληρὸν ἢ ἑτέροις τὸ ἐν παραδείσοις ἀνειμένως ἐνδιαιτᾶσθαι καὶ λειμῶσιν καταρρύτοις τοῖς ὕδασιν· ἡ γὰρ κάκωσις καὶ σπάνις τῶν ἐπιτηδείων εἰς τρυφὴν ἐλογίζοντο· τί γὰρ ἂν καὶ ἐργάσαιντο ταῦτα ἄνδρα ἠθάδα τοῦ κακοπαθεῖν καὶ ἀσιτίᾳ τρεφόμενον ἢ λαχάνοις μόνοις διὰ τὴν χρείαν ἀρκούμενον ἐλύπει δὲ αὐτὸν τὸ μὴ ταῖς κολάσεσιν ἐναποθανεῖν καὶ συναπελθεῖν τοῖς παλαίσμασι προστεθέντα τοῖς μάρτυσι μάρτυρα. ἀλλ᾿ ἐπεκούφιζε πάλιν τὸ ἐν τούτοις ἀνιαρὸν ἡ πρὸς θεὸν νεῦσις καὶ τὸ εἰδέναι ὡς πάντα τὰ κατ᾿ αὐτὸν τῇ ἄνωθεν κυβερνᾶται χειρὶ καὶ τῇ ἐκεῖθεν προνοίᾳ συμφερόντως οἰκονομεῖται καὶ διευθύνεται· ὅθεν εὐχαρίστει θεῷ καὶ τοῖς μώλωψι τῆς σαρκὸς ἐπηγάλλετο καὶ τὸ ἐνδέον τῇ μαρτυρίᾳ τοῖς πόνοις ἐπλήρου καὶ τοῖς σκάμμασι τῆς ἀσκήσεως. καὶ ἦν ὁ αὐτὸς οὐχ ἧττον ἀθλητὴς ἢ ἀσκητὴς ἐννομώτατος, τοῦτο μὲν τοῖς στίγμασιν, ἐκεῖνο δὲ τῇ τήξει καὶ νεκρώσει τοῦ σώματος.
8. ἀλλ᾿ εἶχε μὲν ἡ ὑπερορία τὸν ἄνδρα ἕως ὁ τύραννος περιῆν·
[p. 27] ἐπεὶ δὲ ὁ μὲν τὸν βίον ἀπολελοίπει καὶ τοιοῦτον εἰλήφει τέλος οἷον ἔδει τὸν οὕτω βιώσαντα, τῷ ἁγίῳ δὲ ὁ τῶν κακῶν ἔπαυσε κολοφὼν καὶ ἄδεια ἐπεβραβεύθη μακρά, τῆς ὑπερορίας ἀπαναστὰς ἐν πολλῇ τοῦ κωλύσοντος ἐρημίᾳ, οὐ πρὸς τὴν πατρίδα ἔτι ἀπεῖδε καὶ τὰς προτέρας συνήθεις διατριβάς, οὐ τὸ φροντιστήριον κατειλήφει ἐν ᾧ τὰς κόμας πρῶτον ἀπέθετο, ἀλλὰ καταμόνας ζητῶν τῷ θεῷ προσλαλεῖν, τό τε φιλοτιμεῖσθαι ἐπὶ τοῖς οἰκείοις κατορθώμασι φεύγων καὶ τὸ λανθάνειν θηρώμενος, εἰς ἕν τι τῶν τῇ Βιθυνῶν χώρᾳ περικειμένων ὀρῶν ἀφίκετο οὐ πλέον ἢ σταδίου ἑνὸς διάστημα ἢ τόξου βολῆς τῆς κώμης, ἣν Ἀνθιμαύρας καλοῦσιν, ἀπέχον, ἔνθα πρῶτον ἔσχεν ὑπερορίαν ὁ μακαρίτης καὶ χρυσοῦς τὸ στόμα Ἰωάννης τῆς βασιλίδος ἀπελαθείς. ἐκεῖσε οὖν καὶ ὁ ὅσιος οὗτος τόπον εὑρὼν ᾧ ἐπώνυμον Σεβαζῆ πάντοθεν δασείᾳ ὕλῃ κατηρεφῆ καὶ κατάσκιον, καὶ τοῦτον ἐπιπόνως ἐκκαθάρας τὴν ἀσκητικὴν ἐν αὐτῷ παλαίστραν ἐπήξετο, φιλοτιμότερον ἄρτι μᾶλλον ἢ κατ᾿ ἀρχὰς προσβαίνων τοῖς ἀγωνίσμασι καὶ τὸ τῆς σαρκὸς πῦρ μαραίνων τῇ ἐγκρατείᾳ καὶ τὸ χεῖρον τῷ κρείττονι καταδουλούμενος. ἀλλ᾿ οὐκ ἀφῆκεν αὐτὸν θεὸς ἐν ἀφανεῖ οὕτω χωρίῳ φιλοσοφεῖν καὶ
[p. 28] μόνον μὲν κατατρυφᾶν τῶν τῆς ἡσυχίας καλῶν, ἑτέροις δὲ μὴ πρὸς ἀγαθοῦ γίνεσθαι καὶ τὸ τάλαντον πλεονάζειν τῆς χάριτος. καταφανῆ δὲ τοῦτον ποιεῖ καὶ ἐπίδηλον, πανταχοῦ τὰς τῆς ἀρετῆς ἀκτῖνας προῒσχοντα καὶ τῇ λαμπρότητι τῶν ἔργων οὐ τὴν Βιθυνῶν μόνον, ἀλλ᾿ ὅσην ἥλιος ἐφορᾷ καταυγάζοντα. τῆς φήμης οὖν πανταχόσε διατρεχούσης, συναίρει πρὸς τὸν ἄνδρα πλῆθος πολύ, ὧν οἱ μὲν ἐποδηγοῦντο πρὸς σωτηρίαν ταῖς διδασκαλίαις αὑτοῦ στοιχοῦντες καὶ εἰσηγήσεσι· τοῖς δὲ ἤρκει καὶ μόνη ἡ ὄψις καὶ τὸ τοῦ προσώπου ἐπίχαρι πρὸς ἐπίδοσιν ἀρετῆς. πάντες δὲ οἱ προσιόντες εὔθυμοι ἐκεῖθεν ἀπέτρεχον, ὁ μὲν τοῦτο, ὁ δὲ ἐκεῖνο τῶν τοῦ ἁγίου καλῶν ἀποφερόμενοι· ἔστι δὲ οὓς καὶ κατεῖχεν ὁ πόθος τῆς αὐτοῦ πολιτείας καὶ παρεκάλει πρὸς μίμησιν ἀλλαττομένους τὸ τῆς καλύβης στενὸν πάσης τῆς ἐν βίῳ τερπνότητος. ὅθεν πολλῶν κατ᾿ ἔρωτα τῆς ἀσκήσεως συνεῖναι τῷ ἁγίῳ αἱρουμένων, ηὔξετό πως τὸ φροντιστήριον καὶ πλήθει καὶ ἀρετῇ. καὶ ἄλλα μὲν ἦσαν πλούτῳ καὶ τῇ ἄλλῃ κτήσει ἐπίδοξα καὶ περίβλεπτα· τοῦ δὲ τὸ γνώρισμα τὸ στενὸν ὡς τὸ εἰκὸς τῆς διαίτης καὶ ἀκριβοῦς τῆς ἀσκήσεως. ὅ τε γὰρ τούτου προεστὼς εἶχε μὲν καὶ βίον ἐπίσημον, εἶχε δὲ προσθήκην τοῦ βίου τοὺς καλοὺς ἐκείνους ἀγῶνας οὓς ὑπὲρ εὐσεβείας γενναίως διήνυσεν· οἵ τε τούτῳ ποιμένι καὶ διδασκάλῳ χρώμενοι ἐφιλονείκουν μὴ πόρρω που τῶν ἐκείνου ἰχνῶν ἀπολείπεσθαι. καὶ ἦν ὁρᾶν αὐτοὺς οἷόν τινα ἀστέρων χορὸν περὶ τὸν λαμπρὸν τοῦτον ἑωσφόρον χορεύοντας καὶ τῷ τοῦ ποιμένος καταλαμπομένους φωτὶ τό τε τῆς τριάδος εἰσερχομένους ἀκήρατον φῶς διὰ καθαρότητος.

9. ἀλλὰ τὰ μὲν τῆς ἀσκήσεως τοιαῦτα· καλὸν δὲ μηδὲ τοῦτο τῶν ἐκείνου παραδραμεῖν καὶ σιωπῇ παραδοῦναι τοσοῦτον θαῦμα καὶ οὕτω ὑπέρλαμπρον. κατείληφέ τίς ποτε τὴν Βιθυνῶν ἔνδεια, καὶ λιμὸς χαλεπὸς τὸ ἐνοικοῦν ἅπαν ἐπίεζεν· καὶ ἡ μὲν γῆ ἐκακοῦτο τῇ τῶν ἀέρων μοχθηρίᾳ καὶ ταῖς ἑαυτῆς λαγόσιν ἐναπέκρυπτε τὸν καρπόν· τὸ δὲ δεινὸν ὑπερεχώρει καὶ
[p. 29] πάσης ἡλικίας ἥπτετο· καὶ τὸ μὲν φθάσαν ἤδη τὸ πάθος ἐμακαρίζετο, ὅσον δὲ περιῆν ἔτι ἄθλιον ὡς ἀληθῶς ἐνομίζετο. ἐν τούτῳ δὴ ἀπορίας τῶν πραγμάτων ὄντων καὶ τοῦ μὲν λιμοῦ ἐπιβοσκομένου πᾶν ὅσον ἐνδιῃτᾶτο τῇ Βιθυνῶν, οὐκ ὄντος δέ τινος τοῦ πρὸς σωτηρίαν φαρμάκου, ἀλλὰ πάντων κινδυνευόντων τοῦ οἰκτίστου πάθους {εἰς} ἔργον γενέσθαι, ὁ μακάριος οὗτος τοῦ φροντιστηρίου τὰς εἰσόδους πᾶσιν ἀνεὶς ὅσοι τοῖς τῆς ἐνδείας κακοῖς ἐπιέζοντο, ἐπήρκει δαψιλῶς τε καὶ φιλοτίμως καὶ τὴν ἀπορίαν αὐτῶν ἐπεκούφιζεν ἀπλήστῳ τινὶ καὶ ἀφθόνῳ ἐπιχορηγίᾳ. καὶ ὁ μὲν ἐν ἱλαρότητι τὰ ὄντα προῒετο, ἐπληροῦτο δὲ αὖθις τὰ δοχεῖα κενούμενα· καὶ ὥσπερ τὰ τῆς Σαραφθείας, οὕτω καὶ ταῦτα θαυμαστόν πως καὶ παράδοξον ἐπέταξεν (ἐμέτρει γὰρ καὶ τότε καὶ νῦν τῇ προαιρέσει θεὸς τὴν ἀντίδοσιν)· μᾶλλον δὲ μικρὰ λαμβάνων πλείω παρεῖχε καὶ ἄφθονα, καὶ ταῦτα τὸ μεῖζον ἀδάπανα καὶ ἀνήροτα.

οὕτως τοίνυν ὁ θεὸς διὰ τοῦ ὁσίου αὐτοῦ τὸ δεινὸν ἵστησιν, ἵνα κἀν τούτῳ δοξάσῃ τὸν δοῦλον αὐτοῦ ὥσπερ πάλαι τὸν Ἰωσὴφ κατὰ τὸν τῆς ἐνδείας καιρὸν σιτομέτρην καταστήσας Αἰγύπτου· ὡς γὰρ ἐκεῖνον, ἐν πολλοῖς δοκιμασθέντα πρότερον πειρασμοῖς, ἄρχοντα τῆς γῆς ἐκείνης ὕστερον τέθηκεν, ὥστε θρέψαι λαὸν πεινῶντα καὶ στῆσαι τὴν ἐπὶ πλεῖστον περιταθεῖσαν φορὰν τοῦ λιμοῦ, οὕτως καὶ τοῦτον ἐν καιρῷ τετήρηκε περιστάσεως, ὡς ἂν λύσιν τινὰ τοῦ καταλαβόντος κακοῦ δι᾿ αὐτοῦ μηχανήσηται. τοιοῦτος ἦν ὁ μακάριος οὗτος συμπαθὴς εἰ καί τις ἄλλος, ἐπικλώμενος τοῖς ἀσθενέσι, συμπάσχων τοῖς πάσχουσιν, ἐπαρκῶν ὁσημέραι τὸ δεόμενον, δαψιλῶς ὑπερεκβλύζων τὸν ἔλεον.

ἀλλὰ τίσι τοῦτον παραβαλὼν ἀξίως τὴν σύγκρισιν ποιήσομαι οὐκ ἄλλοις γε δηλαδὴ ἢ τοῖς ἐν ἀσκήσει καὶ σεμνότητι βίου διαλάμψασι καὶ τοῖς ὑπὲρ Χριστοῦ διωγμοῖς καὶ κινδύνοις προθύμως ἐγκαρτερήσασι καὶ τὴν ἀθάνατον κομισαμένοις δόξαν καὶ ἀγαλλίασιν· ὧν οὗτος τοὺς μὲν τῇ ἀσκήσει τοὺς
[p. 30] δὲ τῇ ἀθλήσει, πᾶσι δὲ πάντας ὑπερβαλών, μόνος κατὰ τὴν ἐπωνυμίαν τῆς κλήσεως φέρει τὰ νικητήρια.

10. ἐβουλόμην καὶ περαιτέρω τὸν λόγον ἐκτεῖναι καὶ τοῖς ἡδίστοις τούτοις ἐνδιατρίψαι διηγήμασιν, ἀλλ᾿ ἵνα μὴ ἀηδὴς δόξω πέρα τοῦ μετρίου ἐκβαίνων, ἐνταῦθα στήσομαι ὀλίγ᾿ ἄττα ἔτι προσθείς, ὅσα ἐκεῖνος ἐν αὐταῖς ἐσχάταις ἐφιλοσόφει πνοαῖς. ἐπειδὴ γὰρ τὸ χρέος αὐτὸν κατειλήφει ὃ τὸν ἅπαξ ἐλθόντα εἰς φῶς οὐχ οἷόν τε διαφυγεῖν καὶ νόσος τις ἐνέσκηψε τῷ σώματι θάνατον ἀπειλοῦσα, τοὺς ὑπ᾿ αὐτὸν τὸν ἀσκητικὸν διαθλοῦντας βίον ἐν ᾧ κατέκειτο κελλίῳ μεταπεμψάμενος· «ἐγὼ μέν,» ἔφη «ὦ τέκνα, πρὸς κύριον ἤδη μεθίσταμαι καὶ τῇ φύσει τῆς σαρκὸς δουλεύω διὰ τῆς λύσεως. δέομαι δὲ καὶ ἀντιβολῶ ὑμᾶς μὴ καθυφεῖναί τι τοῦ τόνου καὶ τῆς καλῆς ταύτης ἀγωνίας, μηδὲ κατολιγωρῆσαι τῆς τῶν θείων ἐντολῶν φυλακῆς καὶ τῶν πατρικῶν παραδόσεων, ἀλλ᾿ ἐπιπλέον ἐπιδοῦναι πρὸς τὰ τῆς ἀσκήσεως σκάμματα, ἕνα ἐκλεξαμένους εἰς ἐπιστασίαν ὑμῶν, ᾧ καὶ χρόνος ἤδη μακρὸς καὶ διαγωγὴ τελειοτέρα τὸ δόκιμον ἐπιβραβεύει καὶ ἀσφαλῶς, ἵνα ταῖς τούτου ποδηγούμενοι παραινέσεσιν ἀπρόσκοποι καὶ πρὸς τὸ μέλλον διαμένοιτε καὶ ταῖς τοῦ ἀντικειμένου παγίσιν ἀνάλωτοι διαφυλάττησθε καὶ ἀχείρωτοι.» τοιαύτας αὐτοῖς καλῶν ὑποθήκας καὶ μετὰ τέλος καταλιπών, τὸ πνεῦμα ταῖς χερσὶν τοῦ κτίσαντος ἐναπέθετο, ὁσίως καὶ βιώσας καὶ μεταστάς.

ἀλλ᾿ ὦ θεία καὶ ἱερὰ κεφαλή, δέχοιο τὸν παρ᾿ ἡμῶν λόγον τῆς μὲν ἀξίας ἐνδεῶς ἔχοντα, τῆς προθυμίας δὲ ἴσως οὐκ ἀπολειπόμενον· καὶ ἐποπτεύοις ἡμᾶς ἄνωθεν τοὺς σοὺς ἐπαινέτας καὶ τὸ σὸν ποίμνιον· καί ποτε τὸν βίον ἀπολιπόντας παράστησαι τῇ ἀκηράτῳ τριάδι τῇ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι προσκυνουμένῃ, ἐλλαμπομένους τῷ φωτὶ τῆς μιᾶς θεότητος καὶ γινώσκοντας αὐτὴν κατὰ τὸ μέτρον τῆς καθαρότητος· ὅτι αὐτῇ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς ἑξῆς καὶ ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· ἀμήν.

**********************************************************