Saint: THEODORA EMPRESS (#15)
Edition: A. Markopoulos, "Βίος τῆς αὐτοκράτειρας Θεοδώρας [BHG 1731]", Symmeikta 5 (1983), 249-285.

[p. 257]

τῇ κυριακῇ τῆς ὀρθοδοξίας.
βίος σὺν ἐγκωμίῳ τῆς μακαρίας καὶ ἁγίας Θεοδώρας τῆς βασιλίδος.
δέσποτα, εὐλόγησον.

1. τὴν βασίλισσαν ἐπαινέσομεν Θεοδώραν, κἂν ὅτι μάλιστα διασύρειν ἡμᾶς οἴεταί τις τῶν πάντα ἑτοίμων, φιλοτιμίας χάριν ἀλλ᾿ οὐκ ὠφελείας τρόπος [λεγε· τρόπῳ] ἐπὶ τοὺς ἐπαίνους ἐλάσαντας. Οὐ γὰρ πρὸς χάριν αὐτῇ ὁ παρὼν ἔπαινος, ἐπεὶ καὶ μετὰ θάνατον τὰ ἐγκώμια, οὐδὲ ὁ λόγος ἀκροατὴν ἔχων τὸν ἐπαινούμενον, ἵνα τι κερδανεῖ τὴν εὐγνωμοσύνην καὶ μισθοὺς ἕξει τὰ ἐπαίνου καὶ διηγήματα [λεγε· διηγήματος] ἄξια. ἡ μὲν γὰρ ἄνω χορεύουσα μετὰ τῆς ἄνω χοροστασίας τῷ κάλλει τῆς θεαρχίας ἐναγλαῒζεταί τε καὶ περιλάμπεται, ὁ δὲ τοῖς κάτω ῥεομένοις [λεγε· κατῃωρημένοις? κατωρθωμένοις ?] ῥυθμίζει τὸν βίον καὶ καλεῖ πρὸς εὐσέβειαν, ἀλλὰ καὶ σωτηρίαν, τοὺς εὐσεβείας καὶ ἀρετῆς ἐπαινέτας· ἀλλ᾿ ἡμεῖς τῷ λόγῳ τρυφήσωμεν [λεγε· τρυφήσομεν?], ὅσοι καὶ μάλιστα τὰ ἐκείνης θαυμάζομεν, καὶ πανήγυρις τελεῖται ἡμῖν ἡ ταύτης μετάστασις, ἡ ἀνάλυσις. ἐπεὶ δὲ οὕτω ζήλῳ συνεληλύθατε καὶ ζητεῖτε τὸν λόγον διὰ τὸν πόθον, ἐγὼ τὴν ἐκείνης ὑμῖν προθήσω διήγησιν, ἵν᾿ ὑμεῖς τε ὁμοῦ καλῶς τῷ λόγῳ τρυφήσητε κἀμοὶ δὲ μεγίστη παράκλησις τῆς ὑμῶν ὠφελείας ἕνεκα γένηται.

2. πατρὶς τοίνυν Θεοδώρας, τῆς ὄντως μακαρίας καὶ ἁγίας βασιλίδος, Παφλαγονία ἐστίν, ἣ δωροφορεῖ μὲν τὰ ἀναγκαῖα τῇ βασιλίδι τῶν πόλεων, δωροφορεῖ δὲ καὶ πανταχοῦ γῆς τὰ οἰκεῖα καλά, ἄλλοις ἄλλα χαριζομένη τὰ πρόσφορα. οἱ δὲ ταύτης τεκόντες, Μαρῖνος καὶ Θεοκτίστη, οἱ μακαριώτατοι, πολλὴν καὶ ἄπειρον περὶ τὴν ἀρετὴν καὶ τὴν ἐλεημοσύνην ἐποιοῦντο σπουδήν, ὧν πολλὰ μὲν τὰ τῆς ἀρετῆς διηγήματα, πολὺς δὲ καὶ ὁ ὑπὲρ εὐσεβείας ζῆλος, ὧν ἐκ τῶν πολλῶν μικρά τινα καὶ ὀλίγα διηγησόμεθα. διωγμὸς ἦν μέγας καὶ οὐ τῶν ἀγενῶν οἱ ἀθληταὶ οὐδὲ ὑπὲρ τῶν τυχόντων ἡ πάλη οὐδὲ διὰ μικροὺς τοὺς στεφάνους ἀλλὰ περὶ βασιλείας οὐρανῶν καὶ τῶν αἰωνίων ἀγαθῶν· τὸ μὲν γὰρ στάδιον αἱμάτων
[p. 258] πλῆρες καὶ ὁ δρόμος αἱμάτων σκαμματικῶν, εὐσέβεια δὲ ἦν τὸ κινδυνευόμενον καὶ στέφανος ἡ ἐν οὐρανοῖς βασιλεία καὶ τὰ ἐκεῖ ἀγαθά, ἃ ηὐτρέπισται τοῖς διὰ ταῦτα παθοῦσιν ἢ πάσχουσιν ἢ πεισομένοις· τὸ δὲ δὴ θρησκευόμενον τύπων ἀναίρεσις καὶ εἰκόνων κατάλυσις, καὶ τούτων οὐ τῶν ἀκινδύνων ἢ καὶ μικρὰ βλαπτόντων τῇ ἀναιρέσει ἀλλ᾿ ὧν ἡ ἀναστήλωσις εὐσεβείας ἦν ζῆλος καὶ πικρὸς τύραννος ἡ τούτων κατάλυσις· ἐντεῦθεν ἐκκλησιαστικῶν νοημάτων παρατροπαί, βίβλων παραγραφαί, ἱερῶν καταλύσεις, ναῶν ἀκοσμίαι, ἱερῶν διαδοχαί, ἀνευθύνων ἐξετάσεις, ὑπευθύνων προεδρίαι καὶ τῶν λαμπροτάτων οἱ θρόνοι· ἐντεῦθεν πατρίδων ἐπαναστάσεις, σεμνεῖα κενούμενα, ὄρη κατοικούμενα, δήμευσις πατρῴας περιουσίας· ἐχώρει γὰρ καὶ μέχρι τούτων ἡ αἵρεσις τῶν εἰκονομάχων, τῶν μὲν φόβῳ τῶν ἀπειλουμένων καὶ τὸ μὴ κινδυνεῦσαι περὶ τὴν πίστιν σκοπούντων, τῶν δὲ καὶ περὶ [λεγε· ὑπὸ ορ παρὰ ?] τῶν οἰκείων συγγενῶν ἐλαυνομένων· ἀπεδίωκον γὰρ οἱ πλεῖστοι καὶ τοὺς οἰκείους καὶ τὸ συνοικεῖν ἀπηρνοῦντο τοῖς μὴ τῷ βασιλικῷ πειθομένοις προστάγματι. τούτων δὲ οὕτως πικρῶς καὶ ἀπανθρώπως τελουμένων, τί ποιοῦσιν οἱ καλοὶ ὄντως ἐκεῖνοι καὶ θεῖοι γεννήτορες τῆς μακαρίας Θεοδώρας καὶ τοῦ σώματος καὶ τῆς εὐσεβείας ἐπειδὴ ἑώρων τοὺς δι᾿ εὐσέβειαν κινδυνεύοντας καὶ τοὺς μὲν τῶν ἀναγκαίων ἐκλελοιπότας, τοὺς δὲ πλήθει τῶν κακώσεων κεκμηκότας, ἄλλους δὲ καὶ πνευστιῶντας, ὥσπερ ἐπὶ θεάτρων ὑπὸ τῶν ἐναντίων ἐλαυνομένους τε καὶ ἀπειλουμένους, ἀνοίγουσι τοὺς θησαυροὺς τῆς ψυχῆς καὶ πᾶσι τὰ πάντα γινόμενοι τοὺς μὲν πρὸς τὸ σκάμμα τῶν ἀγώνων σοφῶς ὑπαλείφουσι, τῶν δὲ τοὺς μώλωπας θεραπεύουσι καὶ πληροῦσιν ἄλλων γαστέρας πιεζομένων τῶν ἁναγκαίων, καὶ ἃς πόλεις τε καὶ χώρας ἀκουσίως ἀπολωλέκασιν, ἑκουσίως εἷς προσδέχεται οἶκος καὶ ὡς οἰκείοις τοῖς ἀλλοτρίοις χαρίζεται· διὰ τοῦτο οἱ μὲν καρτεροῦσι τὸν διωγμὸν δεξιᾶς περιτυχόντες χειρός, οἱ δὲ καὶ γενναιότεροι κατὰ τῶν διωκόντων δείκνυνται καὶ τοῖς ἄλλοις τὸ εὐσεβεῖν ἐπιτρέποντες. τοῦτο πρῶτον τῆς τῶν γεννητόρων θεοσεβείας τῆς μακαρίας Θεοδώρας τὸ κατόρθωμα, τοῦτο τῶν ἀοιδίμων ἐκείνων διηγημάτων ἡ ἀπαρχή.

3. παρὰ τούτων τοίνυν τῶν δικαίων καὶ τρισμακαρίων ἡ ὁσία καὶ μακαρία Θεοδώρα καὶ τὸ γεννᾶσθαι καὶ τὸ παιδεύεσθαι λαχοῦσα ἀνετρέφετο
[p. 259] ἐν πάσῃ εὐσεβείᾳ καὶ νουθεσίᾳ κυρίου. ἐπεὶ δὲ καὶ εἰς ἡλικίαν γάμου προῆλθεν, ἐσκοπεῖτο τοῖς γονεῦσιν αὐτῆς τοῦ τίνος καὶ πότε δοθῆναι αὐτὴν πρὸς γάμον. παρὰ πολλῶν δὲ διὰ τὸ φυσικὸν αὐτῆς κάλλος ἐπιζητουμένης ---καὶ γὰρ ἦν τοιαύτη, οἵα καὶ πρὸς γάμον ἥρμοζεν βασιλεῖ--- μεταστέλλεται παρὰ τοῦ τηνικαῦτα Ῥωμαίοις βασιλεύοντος Θεοφίλου διὰ ταχυδρόμων πρὸς τὴν βασιλίδα τῶν πόλεων· καὶ οὐ μόνον ταύτης, ἀλλὰ καὶ ἄλλων πολλῶν τῶν ἐπὶ θέᾳ κατ᾿ ἐκεῖνο καιροῦ θαυμαζομένων ἐπὶ ὡραιότητι καὶ εὐμορφίᾳ μεταπεμφθεισῶν πρὸς τὰ βασίλεια, ἀμφοτέρας ἐπὶ θέᾳ καὶ προκρίσει κάλλους ὁ βασιλεὺς προεβάλλετο. καὶ εἶθ᾿ οὕτως ἀπόπειραν ποιησάμενος ὁ βασιλεὺς Θεόφιλος, ἐκλεξάμενος ἐξ αὐτῶν κόρας ἑπτὰ δέδωκεν ἀνὰ ἑκάστῃ αὐτῶν πρὸς ἓν μῆλον καὶ ἀπέστειλεν αὐτὰς εἰς τὰ οἰκεῖα. καὶ τῇ ἐπαύριον πάλιν προσκαλεσάμενος αὐτὰς ἐπ᾿ ὄψεσιν αὐτοῦ ὁ βασιλεύς, ἀρετῆς χάριν, ἐζήτει ἐκ μιᾶς ἑκάστης αὐτῶν τὰ βασιλικὰ μῆλα, καὶ οὐχ εὑρέθησαν. ὢ τῆς ἐντροπῆς καὶ δυστυχίας. τότε ὡς ἐξ ἀκανθῶν ῥόδον νεύσει θεοῦ ἡ μακαρία Θεοδώρα, ὄπισθεν τῶν ἓξ ἱσταμένη, ἐφαπλώσασα τὰς χεῖρας αὐτῆς, ὥσπερ κρίνον, ἐπέδωκε τῷ βασιλεῖ Θεοφίλῳ σὺν τοῦ βασιλικοῦ μήλου καὶ ἕτερον μῆλον· ἔρευναν δὲ ἀσφαλῆ ἐπὶ τῷ θαύματι ὁ βασιλεὺς ποιησάμενος ἐζήτει μαθεῖν τὸ ἀληθές. καὶ ἦν ἰδεῖν παρρησίαν φωνῆς ἐξ ἀμολύντου καρδίας ἐπιτυχίαν βασιλείας ῥητορεύουσαν· «τὸ μὲν πρῶτον μῆλον, ὦ δέσποτα, τὸ καταπιστευθέν μοι παρὰ Θεοῦ τάλαντον, ἀπολάμβανε σῷον καὶ ὁλόκληρον, τοὐτέστιν τὴν παρθενίαν μου καὶ σωφροσύνην· τὸ δὲ δεύτερον, ὡς δηνάριον καὶ τοῦ ἐξ ἐμοῦ τικτομένου υἱοῦ σου, μὴ ἀποστρέψῃς.» ὁ δὲ βασιλεὺς μετὰ τῶν θεραπόντων αὐτοῦ ἐπύθετο γνῶναι τὸ ἀληθές, «πόθεν ὁ δοθείς σοι χρησμὸς καὶ ἡ τοῦ μυστικοῦ ἐνεφανίσθη ἀποκάλυψις» ἡ δὲ ἀπεκρίθη τῷ βασιλεῖ· «καθ᾿ ὅλης τῆς ὁδοῦ, δέσποτα, ὀνειδιζομένη ἐξ ἀφελῶν γλωσσῶν ὑπέμεινα συλλυπουμένη καὶ οὐκ ἐλάλησά τινι, ἐστήριξα δὲ μετὰ κρυφιοβλύστων δακρύων καὶ προσευχῶν τὴν ψυχήν μου ἐπὶ κύριον τὸν θεὸν ἡμῶν· καὶ μαθοῦσα περί τινος ἁγίου ἀνδρὸς ἐγκεκλεισμένου ἐν τῷ τῆς Νικομηδείας πύργῳ ---πανταχοῦ γὰρ ἐφημίζετο ἡ μεγάλη καὶ ἐνάρετος αὐτοῦ πολιτεία--- ὅτε ἐπλησίασα τῷ τόπῳ, ἀνῆλθον πρὸς αὐτόν, ἀστέρος ἐπιλάμψαντός μοι, ὥσπερ ποτὲ τοὺς μάγους ἐν Βηθλεέμ, ἐν ᾧ καὶ προσκυνῆσαι αὐτὸν
[p. 260] κατηξίωσε [λεγε· κατηξίωσα?]. καὶ βλέψας μοι ὁ ὅσιος ἐκεῖνος καὶ τρισμακάριος ἀνὴρ εἶπε· Ϡθάρσει, ὦ θύγατερ, καὶ μηδὲν λυποῦ περὶ ὧν θλιβερῶν καθ᾿ ὁδὸν [λεγε· ὁδὸν] ὑπέστης· ἄγγελος γὰρ δόξης κυρίου χριστιανῶν βασίλισσαν στέφει σε καὶ χεὶρ κυρίου ἐπὶ τὴν κεφαλήν σου. δέξαι ὃ δίδωμί σοι μῆλον μετὰ τοῦ μέλλοντός σοι ἐπιδοθῆναι ἐκ χειρὸς βασιλέως, ἵνα ὅτε αἱ καταφλυαροῦσαι σου ἔξωθεν τῶν θυρῶν τοῦ παλατίου θρηνητικῶς ἀπελαθῶσι, σὺ ταῦτα ἐπιδοῦσα τῷ βασιλεῖ καὶ πορφύραν στολισαμένη ἐν χρυσορόφῳ ταμείῳ ἐπὶ βασιλικοῦ θρόνου ἐπάνω πάντων τῶν γυναικῶν καθεσθήσῃ.Ϡ» τότε λαβὼν ὁ βασιλεὺς Θεόφιλος τὰ δύο μῆλα ἐκ χειρὸς Θεοδώρας τῆς ἀειμνήστου, κατενώπιον τῆς συγκλήτου ἐπέδωκεν αὐτῇ τοῦ βασιλικοῦ ἀρραβῶνος τὸ χρυσοῦν δακτυλίδιον. τούτου δὲ γενομένου, εὐθέως καὶ παραχρῆμα αἱ τῆς βασιλίσσης Εὐφροσύνης, τῆς μητρὸς τοῦ βασιλέως, οἰκειότεραι θεραπαινίδες, αἱ σεμνοπρεπῶς βιοῦσαι, ἀνελάβοντο αὐτὴν καὶ μετὰ τῆς προσηκούσης τιμῆς ὑπηρέτουν αὐτῇ κοσμίως καὶ εὐτάκτως. ἔκτοτε δὲ εἴκοσι καὶ δύο ἡμερῶν διελθουσῶν στέφεται ἡ προλεχθεῖσα Θεοδώρα μετὰ Θεοφίλου τοῦ βασιλέως ὑπὸ Ἀντωνίου τοῦ ψευδωνύμου καὶ βεβήλου πατριάρχου ἢ μᾶλλον εἰπεῖν ἀγχωνίου φατριάρχου, τοῦ ἀθλίως καὶ φρενοβλαβῶς τὰς ἁγίας καὶ σεπτὰς εἰκόνας ἀτιμάσαντος. καὶ βασιλεύει εὐσεβῶς ἡ αὐτὴ Θεοδώρα καὶ αὐτοκράτορος σύζυγος γίνεται ἐν τῷ πανσέπτῳ καὶ σεβασμίῳ ναῷ στεφθεῖσα τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου τῆς Δάφνης. οὐκ ὀλίγοι δὲ τῶν τοῦ ἱερατικοῦ καὶ πολιτικοῦ καταλόγου συνεκρότουν καὶ συνέχαιρον τοῖς βασιλεῦσι ἐπὶ τῇ στεφηφορίᾳ αὐτῶν. Φιλοτιμίας δὲ χάριν δέδωκεν ἡ βασίλισσα τῷ μὲν πατριάρχῃ χρυσίου λίτρας δεκαπέντε, τῇ δὲ συγκλήτῳ λίτρας πεντήκοντα, τῷ δὲ κλήρῳ λίτρας δεκαπέντε· τοὺς δὲ συνεργήσαντας καὶ συνευδοκήσαντας ἐπὶ τῇ στεφηφορίᾳ αὐτῇ αἰσίως καὶ φιλοφρόνως ἐδεξιώσατο.

4. τούτων δὲ οὕτως γινομένων καὶ τελεσθέντων, ἡ αὐγοῦστα Εὐφροσύνη, ἡ μήτηρ Θεοφίλου, μῆνας δέκα ἐν τῷ παλατίῳ διατρίψασα, τῶν πλειόνων φροντίδων καὶ μεριμνῶν ἱμειρομένη ἀπαλλαγῆναι καὶ τὸν ἀτάραχον καὶ ἡσυχαστικὸν βίον ἐπιποθοῦσα, ἰδίᾳ προαιρέσει καὶ οὐκ ἀνάγκῃ τινὶ ἐθελουσίῳ καὶ αὐθαιρέτῳ γνώμῃ κατῆλθεν ἀπὸ τοῦ παλατίου καὶ ἐν τῇ τῶν Γαστρίων μονῇ ἡσύχασεν.

5. ὁ οὖν βασιλεὺς Θεόφιλος τὴν αὐτοκρατορικὴν ἀρχὴν διέπων, τὴν ἀθέμιτον καὶ πονηρὰν τοῦ θεηλάτου καὶ τρισκαταράτου Κοπρωνύμου
[p. 261] καὶ τῶν θηριωνύμων καὶ θηριοτρόπων χαλεπὴν καὶ ψυχόλεθρον αἵρεσιν διεδέξατο καί, ταύτην ἀναδεξάμενος, οὐδὲν ἧττον ὤφθη τῆς ἐκείνων δυστροπίας τε καὶ τυραννίδος. ταύτην γὰρ ὁ μάταιος κακοφρόνως καὶ φρενοβλαβῶς ἀνεκαίνισεν καὶ τὴν παραπληξίαν τῶν ματαιοφρόνων ἐκείνων καὶ παλαμναίων εἰκονομάχων μιμούμενος, τὴν ἐκ μανιχαϊκῆς λύμης καὶ τυραννίδος μανίαν ἀναφυεῖσαν, διωγμὸν ἄσπονδον {δὲ} καὶ αὐτὸς κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ ἀνερρίπισε, σύμβουλον καὶ συμμύστην καὶ συνίστορα τῆς ψυχολέθρου αἱρέσεως ἔχων καὶ ὁδηγὸν τῆς ἀπωλείας Ἰωάννην τὸν φατριάρχην, μᾶλλον δὲ μαντιάρχην καὶ δαιμονιάρχην, τὸν νέον ὄντως Ἀπολλώνιον ἢ Βαλαὰμ ἐν τοῖς καθ᾿ ἡμᾶς χρόνοις κακῶς ἀναφανέντα ἐπί τε ἀνοσιουργίαις καὶ λεκανομαντείαις· ἀναξίως γὰρ τοὺς οἴακας τοῦ πατριαρχικοῦ θρόνου ἐγχειρισθεὶς ὁ δείλαιος, ὑποβρύχιον ἐποίει τὸ σκάφος τῆς τοῦ θεοῦ ἐκκλησίας· πάσης γὰρ θεοστυγοῦς πράξεως καὶ τερατείας δεινὸς ἦν μύστης καὶ ἐφευρετής· ὑφ᾿ οὗ καὶ τὰ γράμματα παιδευθείς τε καὶ ὑπονομευθείς, τήν τε γνώμην κακοβούλως καὶ σφαλερῶς πολιορκηθεὶς ὁ κουφογνώμων καὶ δύστηνος Θεόφιλος, ὑπηρέτης γνήσιος καὶ δόκιμος καὶ τοῦ διαβόλου ἐπιτήδειον ὄργανον γέγονεν. ὢ τῆς παρατροπῆς καὶ ἠλιθιότητος καὶ εἴ τι τούτοις ἕτερον ἕπεται. Οὐκ εἶχον γὰρ χώραν αὐτῶν τε τῶν κρατούντων καὶ τῶν δυσσεβῶν καὶ ἀνοσιουργῶν εἰκονομάχων οἱ ληρώδεις μυθοπλαστίαι, ἀλλὰ φληναφίας καὶ ψευδεπιπλάστου{ς} εἰκαιομυθίας καὶ ἐρεσχελίας ἦσαν πεπληρωμέναι αἱ γραφαὶ αὐτῶν καὶ ἀποκρίσεις· ὡς ἐν ἀγκίστρῳ γὰρ τὸ δέλεαρ προβαλλόμενοι οἱ ἄθλιοι καὶ ταλαίπωροι τοὺς ἁπλουστέρους καὶ ἀμαθεστέρους συνήρπαζον· ὄντως τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν καὶ καπνὸς ἀχλύος πλήρης, σκοτίζοντες ὀφθαλμοὺς ἀφρόνων οἱ λόγοι αὐτῶν. τῇ γὰρ ἀνυπαρξίᾳ τοῦ ψεύδους ἐναβρυνόμενοι τῆς ἀληθείας ἀλλότριοι γεγόνασιν· τούτων δὲ οὕτως τολμωμένων παρὰ τῶν τῆς ἀληθείας ἐχθρῶν, ὁ τίμιος καὶ ἱερὸς τῶν ὀρθοδόξων σύλλογος ὁρῶν ταῦτα τελούμενα καὶ ὅτι παρὰ τῶν νομιζομένων χριστιανῶν τοιαῦτα κατατολμῶνται, ἐχαλέπαινεν καὶ ἠνιᾶτο πάνυ καὶ πρὸς ἀλλήλους ἔλεγον· «ποῖος ἀνόσιος καὶ μοχθηρὸς καὶ αὐθαδείας καὶ θρασύτητος εἰς ἄκρον ἥκων τολμήσει τοὺς ἐντεθειμένους ὅρους παρὰ τῶν μεγαλοφωνοτάτων καὶ θεοδιδάκτων καὶ πολυυμνήτων ἁγίων ἀποστόλων καὶ τῶν ἑπτὰ ἁγίων καὶ οἰκουμενικῶν συνόδων
[p. 262] παρασαλεῦσαι ἢ παραφθεῖραι μίαν καὶ μόνην κεραίαν καὶ μὴ μᾶλλον στέρξαι καὶ ἀσμένως ἡσυχάσαι εἰς τὴν θεόπνευστον καὶ ψυχόσωστον αὐτῶν διδασκαλίαν, ὡς οἱ βέβηλοι οὗτοι εἰκονομάχοι Ὁ γὰρ τοιοῦτον τολμῶν δρᾶν ἢ διδάσκειν ἕτερον, τῆς ἐκκλησίας ἵνα ἐξωσθῇ καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀλλότριος γένηται.» καὶ ταῦτα μὲν εἰς τοσοῦτον. ὁ δὲ δείλαιος καὶ ἄθλιος Θεόφιλος, ἀδιόρθωτος μένων, πολλαῖς καὶ πικραῖς τιμωρίαις, αἰκ[ε]ίαις τε καὶ βασάνοις πολλοὺς τῶν ὀρθοδόξων ὑποβαλὼν ὑπερορίαις κατεδίκαζε. ταῦτα ὁρῶντες οἱ ὀρθῶς καὶ εὐσεβῶς πολιτευόμενοι καὶ βίον σεμνὸν καὶ θεοφιλῆ μετιόντες καὶ ἀρετῇ καὶ ὀρθοδοξίᾳ κεκοσμημένοι, εὐχαρίστως καὶ γενναίως ἔφερον καὶ ἐδέοντο τοῦ Θεοῦ λύσιν τῶν δεινῶν γενέσθαι· πρώτη γὰρ ἀρετὴ ἡ ὀρθόδοξος γνώμη ἐστί.

6. κατ᾿ ἐκείνους δὲ τοὺς καιροὺς διέλαμπον ἄνδρες θαυμαστοί τε καὶ εὐλαβεῖς καὶ ζήλου θείου καὶ σοφίας ἔμπλεοι τυγχάνοντες, Ἰωαννίκιος ὁ μέγας σημειοφόρος καὶ ἀξιάγαστος καὶ τρισμακάριστος, ὁ ἐκ τῆς ἐλλάμψεως τοῦ παναγίου καὶ ζωοποιοῦ πνεύματος τὸ τῆς προοράσεως καὶ προγνώσεως μέγα καὶ ὑπερθαύμαστον χάρισμα ἀξιωθεὶς λαβεῖν παρὰ τοῦ θεοῦ καὶ πολλὰ τοῖς πυνθανομένοις προλέγων τῶν ἐσομένων· Νικηφόρος τε ὁ θεοτίμητος καὶ ἡγιασμένος πατριάρχης, Θεόδωρός τε ὁ ἀοίδιμος καὶ ἡγούμενος τῶν Στουδίου, Μεθόδιός τε ὁ τρισμακάριος καὶ θεσπέσιος ὁμολογητὴς καὶ θερμὸς τῆς ὀρθοδόξου πίστεως ζηλωτής, Μιχαήλ τε ὁ ἰσάγγελος καὶ μέγας ὁμολογητὴς καὶ ὁ ἀξιοθαύμαστος καὶ ἡγιασμένος Θεοφάνης ὁ ὁμολογητής, ὁ τοῦ Μεγάλου Ἀγροῦ, Θεόδωρός τε καὶ Θεοφάνης οἱ αὐτάδελφοι, οἱ καὶ γραφέντες τὰ πρόσωπα, καὶ ἕτεροι πλεῖστοι τῆς ἀρετῆς καὶ ὀρθοδόξου πίστεως ἀθληταί. οὗτοι πάντες ὑπὲρ τῆς προγονικῆς παρετάσσοντο ἀληθείας καὶ πίστεως καὶ τὰς ἐναντίας ἀπεκρούοντο προσβολὰς καὶ κατὰ πάσης αἱρετικῆς φάλαγγος ἀντεπαρετάσσοντο· ἀντιρρόπους γὰρ κυβερνήτας καὶ φύλακας τῷ μεγέθει τοῦ κλύδωνος δέδωκεν ὁ τῶν ὅλων πρύτανις Χριστός, ὁ ἀληθινὸς θεὸς ἡμῶν, καὶ τῶν πολεμίων σφοδρότητι τῶν στρατηγιῶν ἀντέταξεν, ἀρετῇ καὶ προσφορᾷ τῇ τοῦ καιροῦ δυσκολίᾳ τὰ ἀλεξητήρια ἔδωκε φάρμακα. Θεοδώρα τε ἡ τιμία καὶ εὐσεβεστάτη ἄνασσα τοὺς μὲν ὀρθοδόξους ἐτίμα κρυφίως καὶ φιλοφρόνως ἐδεξιοῦτο, τοὺς δὲ ματαιόφρονας καὶ θεοβδελύκτους εἰκονομάχους ἐβδελύσσετο καὶ ἀπεστρέφετο· ἤσχαλλε δὲ καὶ ἠδημόνει
[p. 263] καὶ ἠθύμει ὅ τι καὶ διαπράξοιτο, ἀλλ᾿ ἐδεδίει τὸ θυμῶδες καὶ ὀργίλον καὶ σκυθρωπὸν τοῦ ἀνδρὸς αὐτῆς καὶ τὸ περὶ τὰς τιμωρίας δυσμείλικτον, τήν τε τοῦ θυμοῦ σφοδρότητα καὶ τὸ τραχὺ τῆς φωνῆς καὶ ἀγριώτατον τοῦ προσώπου συστρεφόμενον κατὰ μικρὸν καὶ πτοουμένη αὐτὸν ἐσιώπα· ἐζήτει δὲ καιρὸν εὔθετον τοῦ φανερῶσαι καὶ εἰς φῶς ἐξενεγκεῖν τὸν φιλόθεον αὐτῆς τρόπον καὶ τὴν εἰλικρινῆ καὶ ὀρθόδοξον πίστιν. ἀλλὰ ὁ φιλάνθρωπος καὶ ἐλεήμων θεός, ὁ ἀεὶ καὶ διὰ παντὸς κηδόμενος τῆς σωτηρίας τῶν ἀνθρώπων καὶ πρὸς τὸ συμφέρον πάντα οἰκονομῶν καὶ προνοούμενος, οὐ παρεῖδεν αὐτῆς τὴν ἀγαθὴν πρόθεσιν ἀλλὰ τὴν ἀμώμητον καὶ ψυχόσωστον ὀρθοδοξίαν καὶ ἀναστήλωσιν τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων μετὰ μικρὸν δι᾿ αὐτῆς ἐφανέρωσε, καθὼς παρακατιὼν σαφέστερον δηλωθήσεται.

7. τῷ οὖν πέμπτῳ χρόνῳ τῆς βασιλείας τοῦ ἀφίλου Θεῷ Θεοφίλου, ἐν δυνάμει βαρείᾳ οἱ παμμίαροι καὶ ἀκάθαρτοι Ἀγαρηνοὶ πρὸς τὴν πατρίδα αὐτοῦ, τὸ Ἀμώριον λέγω, παρεγένοντο καὶ κραταιῶς ὠχυρωμένην αὐτὴν εὑρόντες καὶ κατησφαλισμένην πάνυ καὶ ὑπὸ στρατηγῶν ὀκτὼ μετὰ τῶν λογάδων αὐτῶν καὶ στρατευμάτων φρουρουμένην, ταύτην δι᾿ ἡμερῶν ιε᾿ τοῦ Αὐγούστου μηνὸς ἐκπορθήσαντες καὶ δορυάλωτον εἰληφότες ᾐχμαλώτευσαν τελείως· καὶ ἀνῃρέθη χριστιανῶν πλῆθος ἄπειρον καὶ ἄλλο δὲ πλῆθος αἰχμαλώτων ἅμα τῶν ἁγίων καὶ ἐνδόξων τοῦ Χριστοῦ μβ´ νεοφανῶν μαρτύρων ἀπηνέχθη ἐν Συρίᾳ. ὡσαύτως καὶ πλήθη πλοίων αὐτῶν ἐξελθόντα τὰς Κυκλάδας νήσους ἠρήμωσαν καὶ τὴν Κρήτην καὶ Σικελ{λ}ίαν παρέλαβον· καὶ ἡ Κωνσταντινούπολις ἐκαύθη ἐκ τοῦ ψύχους καὶ τοῦ μεγάλου καὶ βαρυτάτου χειμῶνος, ὅτι πολὺς καὶ ἀγριώτατος καὶ δριμύτατος χειμὼν γέγονεν καὶ λιμὸς ἰσχυρός, αὐχμοί τε καὶ ἀέρων φλογώσεις καὶ δυσκρασίαι καὶ ἀνωμαλίαι, προσεπιτούτοις δὲ καὶ σεισμοὶ φοβεροὶ καὶ ἐπάλληλοι τὴν πολλὴν καὶ ἄμετρον ἀπελέγχοντες τοῦ κρατοῦντος μοχθηρίαν καὶ κακοδοξίαν. εἰς τοσαύτην γὰρ ἀφιλοθεΐαν καὶ ἀπόνοιαν ἐξώκειλεν ὁ βασιλεύς, ὥστε καὶ τὴν τοῦ τρισκαταράτου Κοπρωνύμου καὶ τῶν θηριωνύμων θεοστυγῆ ἀνοσιουργίαν ὑπερακοντίσαι.
8. οὕτως οὖν ὁ ἀνόσιος καὶ ἀλιτήριος Θεόφιλος δρῶν καὶ πράττων, δύο καὶ δέκα χρόνους καὶ μῆνας τρεῖς τῆς βασιλείας κρατήσας,
[p. 264] δυσεντερικῇ νόσῳ περιπεσὼν τοιούτῳ τρόπῳ τὸν τῇδε μετῆλθε βίον. θνήσκοντι γὰρ αὐτῷ ἀνεῴχθη τὸ στόμα αὐτοῦ μέχρι τοῦ φάρυγγος, καὶ ψυχορραγοῦντος τούτου ὀδυνηρῶς ἡ αὐγοῦστα Θεοδώρα ἐπωλόλυξεν· εἶτα, μικρὸν ἀφυπνώσασα, βλέπει τὴν ὑπεραγίαν Θεοτόκον ἐν ἀγκάλαις τὸ βρέφος σταυροφοροῦν βαστάζουσαν καὶ κυκλάδα φοβερὰν ὡραιομόρφων ἀγγέλων τῷ βασιλεῖ Θεοφίλῳ διὰ τὰς ἁγίας καὶ σεπτὰς εἰκόνας σφοδρῶς ὀνειδιζόντων καὶ συνεχῶς τυπτόντων. καὶ τούτων οὕτω γινομένων ἐπὶ ὥραν ἱκανήν, ἐλάλησεν ὁ βασιλεὺς Θεόφιλος τὴν κεφαλὴν συχνῶς ἐπικλίνων ἔνθεν κἀκεῖθεν καὶ λέγων ὀδυνηρῶς· «οὐαί μοι τῷ ἀθλίῳ διὰ τὰς εἰκόνας τύπτομαι, διὰ τὰς εἰκόνας μαστίζομαι.» καὶ ἦν φοβερὸν καὶ παράδοξον ὑπὸ τῶν παρισταμένων καὶ κλαιόντων αὐτῶν τὸ θεωρούμενον ἄκουσμα· καὶ τοῦ μὲν βασιλέως ὁλονύκτως οὕτω βοῶντος καὶ λέγοντος, τῆς δὲ βασιλίσσης ἦν ἡ διάνοια καὶ ὁ νοῦς πρεσβεύουσα σὺν δάκρυσι πρὸς τὴν ὑπεραγίαν Θεοτόκον ἐγρηγορότως ἀνατεθείσης, Θεόκτιστος δέ, ὁ καὶ κανίκλειος, δραμὼν περιεβάλλετο διὰ τὸν φόβον τοῦ βασιλέως ὃ εἶχεν ἐγκεκρυμμένον ἐγκόλπιον· ἀπορία δὲ τῷ βασιλεῖ συνέχοντι ἐπὶ πολὺ τυπτομένῳ καὶ τῇδε κἀκεῖσε προσβλεπομένῳ τοῖς κλαίουσι, βλέπει τὸ τοῦ ἐγκολπίου τενάντιον ἐν τῷ τραχήλῳ αὐτοῦ τὴν ἁγίαν καὶ ἀπαράλλακτον εἰκόνα τοῦ ὑψίστου ἐμφαίνοντα, ὃν συχνοτέρως δακτυλοδεικτῶν ὁ βασιλεύς, βίᾳ τούτῳ νεύων, πρὸς ἑαυτὸν ἐλθεῖν ἐπαρετάσσετο. τούτου δὲ φεύγοντος διὰ τῆς ἁγίας εἰκόνος τὸν φόβον, μᾶλλον κρατηθεὶς δι᾿ ἑτέρων χειρῶν, φόβῳ πολλῷ τῷ βασιλεῖ ἐπλησίασε, μὴ δυνηθεὶς ἀποκρύψαι τὸ σέβας· καὶ τῶν μὲν νομισάντων ὅτι τὰς τρίχας αὐτοῦ τῖλαι κελεύει, ἐνέβαλον αὐτὰς ἐν ταῖς χερσὶν αὐτοῦ. τοῦ δὲ δοκοῦντος κεφαλικῶς κολασθῆναι, καθήψατο ὁ δάκτυλος τοῦ βασιλέως τὸ τενάντιον πρὸς τὸ ἑαυτοῦ χεῖλος τοῦτο ἐφέλκων· καὶ δὴ τεθέντος τοῦ τεναντίου ἐν τοῖς χείλεσιν αὐτοῦ καὶ ἐν τῷ στόματι τὴν τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ εἰκόνα, τὴν ἁγίαν καὶ σεβασμίαν φέροντος, ὡς εἴρηται, παραχρῆμα, ὢ τοῦ παραδόξου θαύματος, προσῆλθον καὶ ἡνώθησαν τὰ χείλη αὐτοῦ ἐξ ἑκατέρων διεστῶτα, τὰ παραχαράξαντα τῆς ἐκκλησίας τὰ δόγματα καὶ πολλὰ φληναφήσαντα κατὰ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων. τούτου δὲ τοῦ ἐξαισίου τοῦ ἐκπληκτικοῦ θαύματος οὕτω γενομένου, κατέπαυσε παρευθὺ ὁ τοῦ λάρυγγος αὐτοῦ ἠγριωμένος φάρυγξ καὶ ἡ βασιλικὴ μορφὴ καὶ ἡ ὄψις ἀνανεώθη [λεγε· ἀνενεώθη], ἐσίγησαν δὲ καὶ αἱ κραυγαὶ
[p. 265] τοῦ βασιλέως καὶ τῶν ἀλγηδόνων ἀνύπ<ο>ιστοι κολάσεις καὶ τιμωρίαι· ὅθεν καὶ παραχρῆμα ἀφύπνωσε, πεισθεὶς ἀκριβῶς ὅτι πάνυ ἐστὶν καλὸν καὶ ψυχωφελὲς τὸ σέβεσθαι καὶ τιμᾶν καὶ προσκυνεῖν τὴν ἁγίαν καὶ σεβασμίαν εἰκόνα τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τούτου παναγίας μητρὸς καὶ πάντων αὐτοῦ τῶν ἁγίων, ἄρχουσαν ὁδὸν θεότητος μυστικῶς τελουμένην.

9. τούτων δὲ οὕτως προβάντων, μετά τινας ἡμέρας ἀποπνεύσας ὁ βασιλεὺς Θεόφιλος ἐκοιμήθη ἐν εἰρήνῃ. μετὰ δὲ τὴν τελευτὴν Θεοφίλου ἐβασίλευσε Μιχαὴλ ὁ υἱὸς αὐτοῦ, πέντε ἥμισυ ἐτῶν ὑπάρχων, μετὰ Θεοδώρας τῆς μητρὸς αὐτοῦ. ἐν τῇ οὖν αὐτοκρατορίᾳ Μιχαήλ, Ἀποδινάρ, ὁ τῶν βεβήλων καὶ θεοβδελύκτων Ἀγαρηνῶν φύλαρχος, ἐκ πολλῶν χρόνων παρασκευαζόμενος ἐν δυνάμει μεγάλῃ καὶ βαρείᾳ σφόδρα μετὰ πλοίων φοβερῶν τετρακοσίων καταπλήκτων ἤρχετο κατὰ τῆς θεοφρουρήτου Κωνσταντινουπόλεως. ἀλλὰ τοῦτον ἡ μεγάλη καὶ ἄμαχος καὶ παντοκρατορικὴ καὶ ὁμοούσιος τριάς, ἡ μία θεότης καὶ βασιλεία, δι᾿ ἧς καὶ διασώζεται καὶ κυβερνητικῶς πρὸς τὸ συμφέρον οἰκονομεῖται πάντα τὰ ὁρατὰ καὶ ἀόρατα, καὶ διὰ δυνάμεως καὶ εὐπροσδέκτων πρεσβειῶν τῆς ἀειπαρθένου θεοτόκου Μαρίας, εἰς τέλος ἠφάνισε τὸν ἀλάστορα καὶ διώλεσε, πάντων τῶν φοβερῶν καὶ καταπλήκτων ἐκείνων πλοίων αὐτάνδρων συντριβέντων ἐν ἀκρωτηρίῳ τῶν Κιβεριωτῶν εἰς τὰ λεγόμενα Χελιδόνια, ἑπτὰ καὶ μόνον διασωθέντων ἐν Συρίᾳ καὶ ἀπαγγειλάντων τὴν τῶν Ῥωμαίων νίκην καὶ σωτηρίαν καὶ τὴν ἑαυτῶν ἧττάν τε καὶ πανωλεθρίαν.

10. ὁ οὖν βασιλεὺς Μιχαὴλ τὴν πατρῴαν βασιλείαν σὺν τῇ μητρὶ Θεοδώρᾳ, ὡς ἀνωτέρως εἴρηται, διαδεξάμενος, τὴν μὲν θεοστυγῇ καὶ ψυχοβλαβῆ καὶ βέβηλον τῶν εἰκονομάχων αἵρεσιν διεκρούσατο καὶ ἀνεθεμάτισε, τὴν δὲ ἔκπαλαι θεοφιλῆ καὶ θεοβράβευτον ἱεράν τε καὶ ψυχόσωστον καὶ ὀρθοτάτην πίστιν κραταιώσας καὶ βεβαιώσας παρρησιαστικῶς ἀνεκήρυξε, προτροπῇ καὶ παραινέσει καὶ διδαχῇ τῆς τιμίας καὶ ἁγίας αὐτοῦ μητρὸς Θεοδώρας. εἰ γὰρ καὶ νήπιος ἐτύγχανε τῇ σωματικῇ ἡλικίᾳ ὁ βασιλεὺς Μιχαήλ, καθὼς ἀνωτέρως εἴρηται, πέντε γὰρ ἥμισυ ἐτῶν ὑπῆρχεν, ἀλλ᾿ ὁ ἐκ στόματος νηπίων καὶ θηλαζόντων καταρτίσας αἶνον θεός, αὐτὸς καὶ τοῦτον παρεσκεύασε τὴν ἀλήθειαν τοῦ θείου
[p. 266] δόγματος ἀνυμνῆσαί τε καὶ φανερῶσαι καὶ τρανότερον κρατῦναι πρὸς αἶνον καὶ δόξαν τοῦ δι᾿ ἄκραν εὐσπλαγχνίαν καὶ φιλανθρωπίαν σαρκωθέντος θεοῦ λόγου καὶ τοῖς ἀνθρώποις ἐπὶ γῆς ὀφθέντος καὶ συναναστραφέντος. τοιγαροῦν, θεοκυβερνήτῳ βούλῃ καὶ βασιλικῇ προστάξει πάντων τῶν ἁγίων καὶ ὀρθοδόξων πατέρων καὶ θεηγόρων ἀσκητῶν καὶ ὁμολογητῶν, ἡ τῶν ἀνοσίων καὶ δυσσεβῶν εἰκονομάχων κάκιστος καὶ πονηρὰ αἵρεσις ἀκριβῶς ἐλεγχθεῖσα καὶ τὰ μάταια καὶ βδελυρὰ ταύτης ληρήματα διαρρήδην ἀνατραπέντα, ἐλευθερία καὶ ὀρθοδοξία διέλαμψε πάσῃ τῇ οἰκουμένῃ. καὶ τὰ λυμαντικὰ θηρία ἠφανίσθησαν καὶ τῆς ὀρθοδοξίας ὅρος καὶ λόγος ἐξανέτειλε παντὶ τῷ κόσμῳ, ὥσπερ ἔκ τινων μυχῶν καὶ δυσδιεξοδεύτων λαβυρίνθων καὶ σκοτεινῶν βαράθρων, καὶ ὀρθοδοξία γέγονε τελεία πᾶσι τοῖς εὐσεβῶς σεβομένοις τε καὶ προσκυνοῦσι τὰς ἁγίας καὶ σεπτὰς εἰκόνας τῇ πρώτῃ κυριακῇ τῶν ἁγίων νηστειῶν· τῆς γὰρ ἀληθοῦς θεογνωσίας ἡ χάρις ἐξανέτειλεν ἐν ὅλῳ τῷ κόσμῳ καὶ καιρὸς εὐνομίας καὶ εἰρήνης καὶ ἀγαθοεργίας ἀνέστηκεν παντί τε καὶ πανταχοῦ, καὶ γαλήνη τοῦ λοιποῦ καὶ ἀταραξία ἐμπολιτεύεσθαι ἐθεσπίσθη παρά τε τῶν ὀρθοδόξων καὶ μεγάλων βασιλέων καὶ παρὰ τῶν ὁσίων καὶ τρισμακαρίων πατέρων, Ἰωαννικίου τε φημὶ καὶ Ἀρσακίου, Ἡσαΐου καὶ Μεθοδίου καὶ ἑτέρων πολλῶν τῶν τότε ἐπ᾿ αὐτῷ συναχθέντων. τότε τοίνυν καὶ ὁ προλεχθεὶς τῆς κακωνύμου καὶ ψυχοβλαβοῦς αἱρέσεως ἔξαρχος καὶ διδάσκαλος Ἰωάννης, ὁ δύστηνος καὶ ἀλιτήριος μαντειάρχης, ἀτίμως ἐκ τοῦ πατριαρχικοῦ ἐκβάλλεται θρόνου καὶ ἀναθεματίζεται σὺν τοῖς ὁμόφροσιν αὐτοῦ διώκταις καὶ ὑβρισταῖς, τοῖς δίκην ἀνημέρων καὶ λυμαντικῶν θηρίων τὸ ποίμνιον λυμηναμένοις, δικαίως καὶ θεοκρίτως. ἀντεισάγεται δὲ χάριτι θείᾳ καὶ προνοίᾳ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν καὶ κοινῇ ψήφῳ πάντων τῶν ὀρθοδόξων Μεθόδιος ὁ ἀοίδιμος ὁμολογητὴς καὶ τῆς ὀρθοδοξίας πρόμαχος, ὅστις πᾶσαν τοῦ διαβόλου, τοῦ ἀεὶ βασκαίνοντος τὸ γένος ἡμῶν, τὴν ὀλέθριον κατὰ τῶν ἱερῶν εἰκόνων μεθοδείαν καὶ τὴν βέβηλον κενοφωνίαν τῶν αἱρεσιαρχῶν καὶ φοιτητῶν τῆς ἐκείνων κακον<ο>ίας καὶ φρενοβλαβείας ἄριστα καὶ σαφέστατα ἀνατρέψας καὶ διελέγξας, τὴν ὀρθόδοξον καὶ ἀμώμητον ἡμῶν πίστιν ἐπεκύρωσε καὶ ἀνεκήρυξε· καὶ διὰ τοῦτο πολλοὺς μὲν καὶ ἄλλους προϋπέστη διωγμοὺς καὶ κινδύνους, πολλάς τε λυπηρὰς περιστάσεις καὶ τιμωρητικὰς βασάνους παρά τε τῶν βεβήλων εἰκονομάχων καὶ τοῦ ἀλιτηρίου Θεοφίλου· καὶ ταῦτα γενναίως καὶ μαρτυρικῶς μεθ᾿ ὑπομονῆς
[p. 267] ἔφερεν, εὐχαριστῶν τῷ φιλανθρώπῳ θεῷ. τίς γὰρ ἀριθμήσειε τοὺς πολλοὺς καὶ ποικίλους καὶ ἐπαλλήλους διωγμοὺς καὶ πειρασμούς, οὓς ὑπέστη, τούς τε βαθυτάτους βοθύνους καὶ τὰς ἀπρεπεῖς καὶ ζοφώδεις στενομονίας, τάς τε πνιγηρὰς καὶ ταρταρώδεις κατακλήσεις [λεγε· κατακλείσεις], τῶν τε ἀναγκαίων τὴν στέρησιν καὶ τῶν φίλων καὶ ὁμοπίστων καὶ συγγενῶν, ἃς ἀνέτλη γενναίως τε καὶ προθύμως ὁ μακάριος, ὑπομονὴ τοῖς φερεπόνοις καὶ σιωπῶσα παραίνεσις πρόδηλος γενόμενος. οὕτως τοίνυν ὁ ἀξιάγαστος καὶ ἡγιασμένος τῆς ἐκκλησίας Μεθόδιος, εὐδοκίᾳ τοῦ φιλανθρώπου θεοῦ καὶ συνεργείᾳ τῆς εὐσεβεστάτης βασιλίσσης Θεοδώρας καὶ τῶν ὁσίων, ὡς ἔφημεν, πατέρων, παραλαβὼν τὸ τοῦ Χριστοῦ ποίμνιον, ἐπὶ νομὰς ζωῆς αἰωνίου τοῦτο ὡδήγει· καὶ ὁ οἶκος τοῦ θεοῦ καὶ τὸ σύστημα τῶν ὀρθοδόξων ἐπορεύετο, χαίρων ἐν ὁσιότητι καὶ δικαιοσύνῃ καὶ θείᾳ δυνάμει, καὶ σαφῶς ἐκραταιοῦτο καὶ διέλαμπεν. ὁ δὲ τῶν δυσσεβῶν καὶ ἀνοσιουργῶν αἱρετικῶν σύλλογος, καὶ Ἰουδαϊκὴ τῷ ὄντι σπεῖρα καὶ συμμορία, κατῃσχύνετο καὶ κομιδῇ ἠσθένει, προφανῶς ἐπιστομιζομένη καὶ ἀνατρεπομένη καθ᾿ ἑκάστην ἡμέραν. ὅθεν καὶ παραυτίκα διὰ βασιλικῆς προστάξεως ἀνεκλήθησαν ἅπαντες καὶ ἀνείθησαν τῶν δεσμῶν οἱ ἐν ἐξορίᾳ ὄντες καὶ πικραῖς φυλακαῖς πατέρες, ἅμα καὶ τὸ πλῆθος τῶν μοναζόντων καὶ μέντοι καὶ τῶν εὐσεβῶν κοσμικῶν οὐκ ὀλίγοι, ὧν ὁ δυσσεβὴς Θεόφιλος τυραννικῶς τὰς ὑπάρξεις ἀφελόμενος ἀκρωτηριάσας περιώρισεν, ἄλλους δὲ μὴ πειθομένους τοῖς χλευαστικοῖς καὶ ἀπατηλοῖς αὐτοῦ λόγοις τιμωρήσας πικρῶς φρουρεῖσθαι προσέταξεν· οὗτοι δὲ πάντες ἔκτοτε ἐν ἀδείᾳ καὶ χαρμονῇ διῆγον, αἰνοῦντες καὶ δοξάζοντες τὸν Θεόν. ἡ δὲ τιμία καὶ φιλάγαθος αὐγοῦστα Θεοδώρα, ὁρῶσα τὴν ὀρθόδοξον πίστιν τῶν χριστιανῶν ἀνθοῦσαν καὶ διαλάμπουσαν, ἔχαιρε καὶ ἠγαλλιᾶτο πάνυ καὶ θυμηδίας καὶ εὐφροσύνης ἐπληροῦτο· συνέχαιρε δὲ καὶ συνεκρότει ἐπὶ τούτοις τῇ αὐγούστῃ καὶ Θεόκτιστος ὁ λογοθέτης, ὁ καὶ κανίκλειος, θερμὸς τῆς ὀρθοδόξου πίστεως ζηλωτὴς τυγχάνων, πρὸς ὂν ἐχθρωδῶς διακείμενος Βάρδας, ὁ καῖσαρ καὶ ἀδελφὸς τῆς εὐσεβεστάτης καὶ θεοστέπτου Θεοδώρας τῆς βασιλίδος, ἀνεῖλεν αὐτὸν ἀδίκως. ἔκτοτε οὖν ἡ ἁγία καὶ φιλευσεβὴς βασίλισσα Θεοδώρα οὐκ ὀλίγους ᾤκτειρεν καὶ εὐεργεσίας ἠμείβετο τῶν εἰς αὐτὴν καταφευγόντων ἀπὸ ἐμφύτου ἀγαθοεργίας καὶ φιλαγάθου γνώμης καὶ συμπαθοῦς προαιρέσεως, πολλοῖς εἴδεσιν ἀρετῆς λαμπρυνομένη.

11. οὕτως οὖν αἰσίως καὶ πρεπόντως τὸ ὑποχείριον οἰκονομοῦσα ἡ μακαρία Θεοδώρα καὶ ἐν τῷ παλατίῳ τέσσαρας καὶ δέκα χρόνους ἀπὸ
[p. 268] τῆς αὐτοκρατορίας αὐτῆς μετὰ τοῦ υἱοῦ αὐτῆς Μιχαὴλ ποιήσασα, εἰς ἔχθραν ἐλθοῦσα μετὰ Βάρδα, τοῦ γεγονότος καίσαρος τοῦ καὶ προμνημονευθέντος ἀδελφοῦ αὐτῆς, διὰ τὴν ἄδικον σφαγὴν τοῦ προμνημονευθέντος ὁμοίως Θεοκτίστου τοῦ λογοθέτου, ἄκουσα καὶ μὴ βουλομένη, κατῆλθεν ἀπὸ τοῦ παλατίου ἐν τῇ μονῇ τῶν Γαστρίων μετὰ τῶν τεσσάρων θυγατέρων αὐτῆς, Πουλχερίας, Θέκλας, Ἀναστασίας καὶ Ἄννης· καὶ τὰς μὲν τρεῖς θυγατέρας αὐτῆς ὁ βασιλεὺς Μιχαὴλ ἀπέκειρεν καὶ τὸ μοναχικὸν καὶ ἅγιον σχῆμα περιέβαλεν καὶ ἐν τῇ τῶν Καριανοῦ μονῇ προσέταξεν εἶναι, τὴν δὲ μητέρα αὐτοῦ, τὴν εὐσεβεστάτην ἄνασσαν Θεοδώραν, μετὰ Πουλχερίας τῆς θυγατρὸς αὐτῆς ἐν τῇ προειρημένῃ τῶν Γαστρίων μονῇ εἶναι παρεκελεύσατο· καὶ ταῦτα μὲν οὕτω γέγονεν ἐν τοῖς χρόνοις ἐκείνοις· Μιχαὴλ δὲ μόνος ἐκράτησε χρόνους ιδ᾿ καὶ ἐσφάγη παρὰ Βασιλείου πατρικίου καὶ παρακοιμωμένου αὐτοῦ ἐν τῷ παλατίῳ τοῦ ἁγίου Μάμαντος, χρόνων ὢν εἴκοσι ἐννέα.

12. ἀλλὰ τί πρὸς ταῦτα ἡ καλὴ ὄντως ἐκείνη μήτηρ καὶ σώφρων παιδαγωγός οὐκ ἀναβάλλεται τῆς βασιλείας ἐξεστηκυῖα, οὐδὲ τὸ ἄρχειν ὑπὸ τοῦ ἀνδρὸς καταπιστευθεῖσα τὸ ἄρχειν ἐπιζητεῖ, καίπερ τὸ πλῆθος [λεγε· τοῦ πλήθους] τῆς συγκλητικῆς τάξεως ταύτην ἐπιζητούντων, ἀλλὰ πρὸς ἑαυτὴν μετακαλεσαμένη τὸν παῖδα, τοιαύτας ὑπὲρ τοῦ κοινοῦ αὐτῷ διετίθει τὰς γνώμας καὶ τὰ συμφέροντα ἐπεδίδασκε τῷ υἱῷ, «ἐγὼ μέν» λέγουσα «ὦ τέκνον ἐμὸν καὶ θεοῦ δώρημα, τῆς τοῦ λαοῦ προνοίας νῦν ἀπαλλαττομένη προσέχειν ἐμαυτῇ ἀρκεσθήσομαι, σοῦ τε καὶ τῶν ἄλλων ἐμῶν τέκνων ὑπερευχομένη· σὺ δὲ ὅρα, ὅπως ὑπὸ Θεοῦ τῆς τοῦ λαοῦ ἐπιστασίας ἠξίωσαι εὖ μάλα σαφῶς ἐπιστάμενος, ὡς δι᾿ αὐτοὺς ἡμεῖς μᾶλλον κεκλήμεθα ἢ αὐτοὶ δι᾿ ἡμᾶς, τὰ μὲν βραβεῖα τοῖς ἀξίοις φιλοδωρούμενος κατὰ τὸ πρέπον, τὴν δὲ δίκην τοῖς ὑπευθύνοις εὐσεβῶς καταψηφιζόμενος. καὶ τὰ μὲν κατ᾿ ἐμὲ τοσαῦτα καὶ τοιαῦτα· δώῃ δέ σοι ὁ θεὸς ἄνωθεν, ἐξ οὗ τὸ ἄρχειν, τὸν ἀρχικὸν τουτονὶ πλοῦν καλῶς διασώσασθαι τῷ οἴακι τῆς δικαιοσύνης τὴν κοσμικὴν ταύτην ναῦν διϊθύνοντι καὶ πνεύμα<τι> τῆς σωτηρίας ἐπιπνεομένῳ.» τοσαύταις παραινέσεσι μητρικῶς τὸν παῖδα στηρίξασα καὶ τὰς εὐχάς, ὥσπερ τινὰ ἄλλον μητρικὸν κλῆρον παρασχομένη, ἰδίως ἔξω τῶν βασιλείων κεκάθηκεν [λεγε· κεκάθικεν]. εἶτα, ἐπειδὴ τῶν βασιλικῶν φροντίδων ἀπήλλακται, ὤ τοῦ θαύματος, γίνεται ὥσπερ τοῖς βασιλεῦσι πρότερον τύπος, οὕτω καὶ τοῖς ἄλλοις μετὰ τὴν βασιλείαν γνωρίζεται. τίς γὰρ ἡσυχάζουσιν ὑπηρέτις ὡς αὐτὴ
[p. 269] δόκιμος καὶ πόρρωθεν ἐχρημάτιζεν καὶ κοινωνὸν αὐτήν τε καὶ τὰ τέκνα τῆς ἐκείνων εὐχῆς ἐποιήσατο τίς τράπεζαν προὔθηκε πεινῶσι δαψιλεστέραν ἐκείνης ἢ νοσοῦσι τὴν ἐπίσκεψιν ἐχαρίσατο ἢ φρουρὰς μᾶλλον ἐκένωσεν ἢ περιέβαλε χιτῶνας πλήθη γυμνητευόντων ἢ δάνειον ἐκούφισεν ἢ γῆς ἀλλοτρίας τοὺς οἰκείους ἀνεκαλέσατο τίς δὲ μᾶλλον ὅρασίν τε καὶ ἀκοὴν καὶ τὰς ἄλλας αἰσθήσεις τῷ θεῷ καθιέρωσεν καὶ τὸν νοῦν ὁρᾶν θεὸν κατὰ τὸν Ἰσραὴλ παρεσκεύασεν καί, ὥσπερ τινὰ στήλην ἀθάνατον, ἔμπνουν εἰκόνα ἑαυτὴν ἀνεστήσατο τοῖς μὲν νέοις τὴν οἰκείαν ἀναστείλασα [λεγε· ἀναστηλοῦσα] νεότητα, τοῖς δὲ τὴν μέσην ἄγουσιν ἡλικίαν τὸν ἐκείνης τελευταῖον χρόνον, τοῖς δὲ παλαιοῖς καὶ τὴν ἡλικίαν προβεβηκόσι τὴν πρὸ τῆς ἡλικίας πρεσβυτικὴν σύνεσιν, καὶ σιτοδοτεῖ μὲν μετὰ τοῦ Ἰωσὴφ καὶ φυλάττει τὴν σωφροσύνην καὶ ὑποδέχεται τὴν τριάδα μετὰ τοῦ Ἀβραάμ, οὐ κατὰ τὴν οἰκίαν ἐπισκιάζουσαν ἀλλὰ κατὰ τὴν καρδίαν αὐτῆς ἐνοικιζομένη<ν>, μετὰ τοῦ Ἰὼβ ἀνοίγει τὰς θύρας καὶ ψάλλει νυκτὸς καὶ ἡμέρας τὰ τοῦ θεοῦ δικαιώματα μετὰ τοῦ Δαβὶδ καὶ νίπτει τοὺς πόδας τῶν μαθητῶν καὶ κηρύσσει μετὰ τῶν ἀποστόλων τὸ εὐαγγέλιον καὶ μετέχει τῶν μαρτυρικῶν ἀγώνων, αἱμάτων χωρὶς συμπαθοῦσα τοῖς μάρτυσι, καὶ δικαιοῦται παρὰ Χριστοῦ καὶ λαμβάνει τὸν στέφανον ἐν οὐρανοῖς ἄφθαρτον τέλος τετυχηκυῖα Χριστοῦ ἐπειδὴ δὲ τῆς κατ᾿ αὐτὴν τελευτῆς ἐμνήσθην, καλὸν εἴη καὶ τῶν τότε συνεπιμνησθῆναι διηγημάτων, ὅσους τε αὐτὴ λόγους τοῖς παισὶ προετείνετο καὶ ὅσους πρὸς τοὺς οἰκέτας ἐν αὐτῷ τῷ καιρῷ τῆς ἐξόδου, διδασκαλίας ἕνεκα, κατεβάλλετο. καὶ πρῶτον μὲν πρὸς τὰ τέκνα ἔφη· «ἰδού» φησίν «ὦ τέκνα ἐμὰ καὶ γαστρὸς τῆς ἐμῆς κυήματα εὐκλεῆ, ὁ τῆς ἀναλύσεώς μου καιρὸς ἐφεστήκει καί με τὰς ἀκοὰς ἐπιστήσατε καὶ τελευταῖον λοιπὸν ἀκούσατε λόγον. ὁ μὲν γὰρ τάφος ηὐτρέπισται καὶ τὰ ἐντάφια ἐν χερσὶ τῶν κηδεύειν μελλόντων καὶ συμπαθὲς δάκρυον συνελαύνεται πρὸ προσώπου χεόμενον, φίλων τε καὶ χορεῖαι κύκλωθεν περιῒστανται ἐκτραγῳδοῦσαι τὴν τελευτὴν καὶ οἶκος ὅλος τῇ κλίνῃ ὑποκαθήμενος οἰμώζει πικρῶς καὶ κόπτεται τὴν μετὰ μικρὸν ἐσομένην ἀποδημίαν. Μέμνησθέ μου, τέκνα φίλτατα, τῶν πολλῶν κόπων καὶ πόνων καὶ τῶν καθ᾿ ἑκάστην διδασκαλιῶν, μεθ᾿ ὧν ἐξεθρεψάμην ὑμᾶς· μέμνησθε τῶν στεναγμῶν τῆς ἐμῆς πολυωδύνου καρδίας, ὅσοις τε δάκρυσι τὸν Θεὸν ἐξευμένισα καὶ ὅσαις προσεκαρτέρησα παννυχίοις λιταῖς τῆς ὑμῶν κατὰ θεὸν προκοπῆς ἕνεκα, καὶ πόδας μὲν ἁγίων κατησπασάμην, πανταχοῦ δὲ πρεσβείας ἐναποστέλλουσα οὐ
[p. 270] διέλιπον, ἵνα ὑμεῖς πρεσβείας τῶν ἐκλεκτῶν τύχητε καὶ ὥσπερ μοι ἔτι περιούσῃ ἐν τῷδε τῷ βίῳ εἰς ὑπακοὴν ἐξεγγίνεσθε, οὕτω δὴ δυσωπῶ καὶ μετὰ τὴν ἐμὴν ἀνάλυσιν τοῖς ἐμοῖς λόγοις ἐμ<μ>είνατε καὶ διδάγμασι· μὴ ἀμελήσητε τῆς πρὸς Θεὸν ἀγάπης, καὶ τῶν συνήθων εὐχῶν μὴ ἐνδώσητε μηδὲ τῆς πρὸς τὸν πλησίον ἐπιλάθησθε σχέσεως, μὴ χεῖρας ἀδίκους ἢ λοίδορον γλῶσσαν κατὰ τοῦ πλησίον ἐπανατείνητε, εἰ καὶ παντὸς ἀγαθοῦ ἐκορέσθητε καὶ βασιλείας μὲν ἀπηλαύσατε, χρυσῷ δὲ περιελάμφθητε, καὶ λίθοις πολυτελέσι κατεκοσμήθητε καὶ πλῆθος ὑμῖν χρημάτων καὶ ἀνδραπόδων εἰς ὑπηρεσίαν δεδώρηται, εἰδυῖαι ὡς πέρας ἑκάστῳ ἐπακολουθεῖ τῆς παρούσης ζωῆς, αἰωνία δὲ τῶν ἀγγέλων ἐπαγγέλλεται ἡ ἀπόλαυσις, εἴ γε τὰ τῷ θεῷ δόξαντα ἐκτελέσωμεν. Διὰ τοῦτο πρὸς τὰ ἄνω σκοπεῖτε, τὴν βασιλείαν τῶν οὐρανῶν ζητεῖτε, σκορπίζουσαι τοῖς ἐνδεέσι τὸν πλοῦτον, ἵν᾿ αὐτὸν ἕξοιτε [λεγε· ἕξητε] ἐν οὐρανοῖς συναγόμενον· οὐδεμίαν γὰρ ὠφέλειαν ἡμῖν ἡ πρὸ ὀλίγου συνεισήνεγκε βασιλεία καὶ ἡ κενὴ δόξα καὶ ὁ λαμπρὸς πλοῦτος, εἰ μὴ καὶ μᾶλλον ἡμᾶς ἐτυράννησεν καὶ πρὸς τὴν θείαν μελέτην τὸν νοῦν διετάραξε καί που καὶ συμφορὰς πολλάκις ἐπήγαγεν· καὶ μάρτυρες τούτων ὑμεῖς. ἃ δὲ καὶ πρότερον λέγειν οὐκ ἐπαυσάμην, καὶ νῦν παραινῶ· εἰρήνην μεθ᾿ ἑαυτῶν καὶ πάντων ἄγετε, εἰρήνην, ἣν ὁ θεὸς δίδωσιν καὶ ἣν ἐγὼ πρὸ τῶν ἄλλων περιεπτυξάμην, ἀλλήλας στηρίζουσαι, ἀλλήλας πρὸς τὰ καλὰ διεγείρουσαι, ἀλλήλων τὰ βάρη βαστάζουσαι, μὴ δόξης ἐπιθυμία τὴν ἕνωσιν ὑμῶν διαλύσῃ. ἔστω δὲ δι᾿ εἰρήνην ὁ ἔσχατος τῶν πρὸ αὐτοῦ ὑψηλότερος καὶ ὁ πρῶτος δι᾿ ἀγάπην τῶν μετ᾿ αὐτὸν ταπεινότερος. εἷς νόμος ὑμῖν ἔστω, τὸ τοῦ θεοῦ θέλημα καὶ φόβος, τὸ μηδὲν παριδεῖν τῶν αὐτοῦ ἀχράντων προσταγμάτων, ἵνα θεῷ καρποφορήσεσθε, οἷόν τι δῶρον αὐτῷ προσφορότατον καὶ ἀπαρχαὶ λογικαὶ τῆς ἐμῆς πολυτόκου γαστρὸς προσαγόμεναι. οὕτω δὲ τοῖς ἐμοῖς λόγοις πεισθεῖσαι καὶ παραινέσεσι καὶ οὕτω βιώσασαι τύχοιτε τέλος Χριστοῦ καὶ τῆς ἐκεῖθεν μακαριότητος κληρονόμοι γενήσεσθε [λεγε· γενήσοισθε], εἰς κλέος μὲν ἐμοὶ τῇ τεκούσῃ καὶ θρεψαμένῃ μητρί, δόξαν δὲ θεοῦ τοῦ παρασχόντος ὑμᾶς ταῖς ἐμαῖς ἀγκάλαις.» τούτοις τοῖς λόγοις ἅμα καὶ πλείοσιν τὰ τέκνα ἡ μακαρῖτις στηρίξασα, «δώῃ» ἔφη «καὶ ὑμᾶς ὁ θεὸς πρὸς τὸν οἰκεῖον λαὸν τὸν τῆς εὐπειθείας μισθόν, ἀνθ᾿ ὧν ἡμῖν εἰς υἱῶν καὶ θυγατέρων γεγόνατε τάξιν, ἐπεὶ καὶ ἡμεῖς εἰς μητρός, καλῶς τὰ παρόντα διαθέσθαι καὶ τῶν ἐκεῖθεν ἐλπιζομένων τυχεῖν.» ἤδη δὲ καὶ αὐτοῦ Μιχαὴλ τοῦ υἱοῦ αὐτῆς καὶ βασιλέως ἅμα τῇ
[p. 271] δεσποίνῃ τῷ συμπαθεῖ<ν> τοῦ θανάτου τὴν ἐπίσκεψιν ποιουμένων, δίδωσι καὶ αὐτοῖς τὴν ἐπιθανάτιον δωρεάν, κυβερνῆσαί τε τοὺς ὑπ᾿ αὐτοὺς ἄριστα εὐξαμένης καὶ τῆς ἐν οὐρανοῖς τυχεῖν βασιλείας. Εἶτα πρὸς ἕκαστον τούτων τὸν λόγον ποιησαμένη, πρὸς τὰ τέκνα, πρὸς τὸν βασιλέα, πρὸς τοὺς οἰκέτας, δίδωσιν ἐν χερσὶ τοῦ πεποιηκότος θεοῦ τὴν ἑαυτῆς ἁγίαν ψυχὴν μηνὶ Φεβρουαρίῳ ια´, τελευταίαν ταύτην ἀφεῖσα φωνήν· «κύριε, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμα μου.»

ὢ καλῆς γεννήσεως καὶ ἀνατροφῆς βλάστημα, ὢ γάμου ἐπαινετοῦ καὶ χηρ<ε>ίας θαυμαζομένης, ὢ χρηστῆς παραινέσεως καὶ λόγων σοφῶν διδάγματα· παρθενίαν ἐτίμησε, γάμον ἐδόξασε, τὸν ἄνδρα διεσώσατο, ἀνθρώπων πλήθη εἰς φῶς καθωδήγησεν, ἐπέβη πρὸς οὐρανούς, ἀπέλαβε διὰ τῆς ἐλπίδος τὰ ἐλπιζόμενα, περιελάμφθη τῷ φωτὶ τῆς ἄνω λαμπρότητος, ὅλη φῶς Θεῷ ἐχρημάτισεν, ἔτυχεν θεοῦ παρρησίας, πρεσβεύει ὑπὲρ τῶν κάτω θεῷ κεκαθαρμένη, θεῷ τετελειωμένη, θεῷ εὐχαριστοῦσα, τῷ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι ὑμνολογοῦσα καὶ δοξάζουσα, ὅτι αὐτῷ πρέπει δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

**********************************************************