Ἄθλησις τῶν ἁγίων μαρτύρων Βίκτωρος καὶ Στεφανίδος

Συγγραφεὶς ὑπὸ Συμεὼν τοῦ Μεταφραστοῦ, ληφθὲν ἐκ τῆς
Patrologia Graeca τοῦ J. P. Migne, vol. 115, col. 257-267
ἐπιμέλεια: Βίκτωρ Βαφειάδης

Ἡ μνήμη τους τιμᾶται στὶς 11 Νοεμβρίου

α´. Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐν αἷς ἐδιώκοντο οἱ Χριστιανοί, ὑπὸ τοῦ τότε βασιλέως τῶν Ῥωμαίων Ἀντωνίνου, ἐθνικοῦ τυγχάνοντος, καὶ Σεβαστιανοῦ τούτου τε δουκός, ἦν ἀνὴρ ἀπὸ Ἰταλίας στρατιώτης Χριστιανός, εὐλαβὴς πάνυ καὶ φοβούμενος τὸν Θεόν, ὀνόματι Βίκτωρ. Τοὐτῳ ὁ δοὺξ εἶπεν· Γράμματά μοι ἠνέχθησαν τοῦ βασιλέως κελεύοντα τοὺς Χριστιανοὺς θύειν τοῖς θεοῖς ἀνυπερθέτως, τοὺς δὲ ἀπειθοῦντας τιμωρίαις δειναῖς ὑποβάλλεσθαι· ἐπίθυσον οὖν καὶ σύ, Βίκτωρ. Ἔφη πρὸς αὐτὸν ὁ ἅγιος Βίκτωρ· Ἐγὼ στρατιώτης εἰμὶ τοῦ μεγάλου βασιλέως Ἰησοῦ Χριστοῦ, τοῦ ἀθανάτου Θεοῦ καὶ οὺχ ὑπακούω θνητῷ βασιλεῖ· ἡ γὰρ τοῦτου βασιλεία πρόσκαιρός ἐστι καὶ παρερχομένη· ἡ δὲ τοῦ Θεοῦ καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ βασιλεία ἀθάνατός ἐστι καὶ αἰωνία· καὶ ὁ μένων ἐν αὐτῇ κληρονομεῖ ζωὴν αἰώνιον. Ὁ δοὺξ λέγει· Τοῦ βασιλέως ἡμῶν τυγχάνεις στρατιώτης· πείσθητι οὖν καὶ ὑπάκουσον τοῦ προστάγματος αὐτοῦ καὶ ἐπίθυσον. Ὁ ἅγιος Βίκτωρ εἶπεν· Καὶ ὅτε αὐτῷ ἐστρατευόμην καὶ τὰ αὐτοῦ ἐφρόνουν, Κυρίῳ τῷ Θεῷ μου ἐν τῷ κρυπτῷ ἐλάτρευον, καὶ νῦν οὐ δύναμαι καταλεῖψαι αὐτὸν καὶ εἰδώλοις ἐπιθῦσαι· ποίει οὖν ὃ θέλεις εἰς ἐμέ· τοῦ μὲν γὰρ σώματός μου ἐξουσίαν ἔχεις, τῆς δὲ ψυχῆς ὁ Θεὸς μόνος, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι.

β´. Λέγει αὐτῷ ὁ δούξ· ὁρῶ σε ἐν τῇ ἁπολογίᾳ σου πολλὴν σοφίαν περικείμενον· σκέψαι οὖν τὸ συμφέρον. Ὁ ἅγιος Βίκτωρ λέγει· Ἡ ἐμὴ σοφία, ὦ δικαστά, οὐκ ἔστιν ἐξ ἐμοῦ, ἀλλ᾽ ὁ Θεός μου ἐδωρήσατό μοι αὐτήν. Ὁ δοὺξ λέγει· Ῥύσαι σεαυτὸν ἀπὸ πολλῶν βασάνων, καὶ προσελθὼν θῦσον τοῖς θεοῖς. Ὁ ἅγιος Βίκτωρ εἶπεν· Ἐγὼ ὑπὲρ τοῦ μὴ θῦσαι ἡδέως βασανίζομαι καὶ πλέον διισχυρίζομαι διαγωνιζόμενος, ὅτι κατηξιώθην ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ βασανισθῆναι καὶ εἰς τὴν ἀγαθὴν ἐλπίδα ἐλθεῖν τοῦ Βασιλέως τῶν οὐρανῶν. Λέγει αὐτῷ ὁ δούξ· Μὴ ἱερεὺς εἶ τῶν Χριστιανῶν, ὅτι οὕτως συνετῶς ἀποκρίνῃ; Ὁ ἅγιος Βίκτωρ εἶπεν· Ἐγὼ ταύτης τῆς μεγίστης χάριτος καὶ δωρεᾶς ἀνάξιός εἰμι· ἡ δὲ τοῦ Χριστοῦ μου χάρις ἤγαγέ με εἰς τοῦτο· αὕτη γάρ ἐστιν ἡ παρέχουσα τοῖς εὐθέσι τῇ καρδίᾳ καὶ τοῖς φυλάσσουσι τὰς ἐντολὰς τοῦ Χριστοῦ σοφίαν καὶ σύνεσιν μετέχειν παντὸς ἀγαθοῦ· ὥσπερ γὰρ γεωργὸς καλλιεργῶν αὐτοῦ τὴν γῆν ἑτοιμάζει αὐτὴν εἰς καρποφορίαν, οὕτως καὶ ἡ τοῦ Θεοῦ σοφία τοὺς ἐλπίζοντας εἰς αὐτὴν ἐνδυναμεῖ καὶ σοφίζει καὶ ποιεῖ καρποφορεῖν τῷ Θεῷ, μὴ συγχωροῦσα τῷ ἐχθρῷ περιγενέσθαι αὐτῶν.

γ´. Σεβαστιανὸς ὁ δοὺξ εἶπεν· Ἔκρινας μᾶλλον τὸν θάνατον ἑλέσθαι ἢ τὴν ζωήν; Ὁ ἅγιος Βίκτωρ εἶπεν· Οὗτος ὁ θάνατος ζωὴν αἰώνιον προξενεῖ τοῖς μέχρι τέλους ὑπομένουσι τὰς προσκαίρους ταύτας βασάνους. Λέγει αὐτῷ ὁ δούξ· Καὶ ὅλως ταύτης ἐπεκράτησας τῆς γνώμης; Ὁ ἅγιος Βίκτωρ εἶπεν· Ναί. Τότε ὁ δοὺξ ἐκέλευσε συγκλασθῆναι τὰς ἁρμονίας τῶν δακτύλων αὐτοῦ, ἕως ἂν ἐκ τῆς δορᾶς ἐξέλθωσιν. Ὁ ἅγιος Βίκτωρ εἶπεν· Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε, ὅτι ἤγγισεν ἡ χάρις αὐτοῦ εἰς ἐμέ. Λέγει αὐτῷ ὁ δούξ· Διὰ τί τὴν ἄνοιάν σου οὐ λαμβάνεις; Ὁ ἅγιος Βίκτωρ εἶπεν· Ὅτι βιαίως καὶ ἀδίκως ἀπαιτεῖται, καὶ οὔτε λαμβάνειν οὔτε ἐσθίειν βούλομαι ἐξ αὐτῆς· ἔχω δὲ πνευματικὴν τροφὴν καὶ οὐ μὴ πεινάσω εἰς τὸν αἰῶνα. Ταῦτα ἀκούσας ὁ δοὺξ ἐκέλευσεν ἐκκαῆναι κάμινον καὶ ἐμβληθῆναι αὐτὸν ἐν αὐτῇ ἄχρις ἡμερῶν τριῶν, καὶ ἐγένετο οὕτως. Μετὰ τὰς τρεῖς ἡμέρας, νομίσας ὁ δοὺξ ἀνηλῶσθαι αὐτὸν ὑπὸ τοῦ πυρός, ἐκέλευσεν ἀνοιγῆναι τὴν κάμινον καὶ ῥιφῆναι τὰ ὁστᾶ αὐτοῦ εἰς τὸν ποταμόν· καὶ ἀνοίξαντες αὐτήν, εὗρον αὐτὸν ζῶντα καὶ δοξάζοντα τὸν Θεόν, δι᾽ ὅτι οὐδ᾽ ὅλως ἤψατο αὐτοῦ τὸ πῦρ. Τότε ἐκέλευσεν ὁ δοὺξ φάρμακα ἀναιρετικὰ δοθῆναι αὐτῷ φαγεῖν μετὰ κρεῶν· καὶ ἐπιδοθέντων αὐτῷ τῶν φαρμάκων ὑπὸ τοῦ μάγου, ἔφη ὁ ἅγιος Βίκτωρ· Οὐκ ἐξόν μοι ἦν κρεῶν ἄψασθαι· ἵνα δὲ γνῷς ὅτι οὐδέν εἰσιν αἱ μαγεῖαί σου καὶ καταφρονῶ αὐτάς, ἐσθίω ἀνυπερθέτως. Καὶ δεξάμενος ἐκ τῶν χειρῶν τοῦ μάγου, προσευξάμενος τῷ Χριστῷ, ἤρξατο ἐσθίειν· καὶ φαγὼν οὐδὲν ἔπαθεν κακόν. Ὁ δὲ μάγος ἐπὶ τῇ οἰκείᾳ μαγείᾳ καταισχυνθεὶς προσήγαγεν αὐτῷ πάλιν ἕτερα φάρμακα, τῶν προτέρων δεινότερα, καὶ λέγει αὐτῷ· Καὶ νῦν δέξαι καὶ φάγε· καὶ ἐὰν φαγὼν μηδὲν πάθῃς κακόν, καταλιμπάνω μου τὰς μαγείας καὶ πιστεύω κἀγὼ τῷ Θεῷ ᾧ λατρεύεις. Λαβόντος δὲ τοῦ μακαρίου Βίκτωρος καὶ φαγόντος καὶ μηδὲν κακὸν παθόντος, ἀνεβόησεν μετὰ φωνῆς ὁ μάγος καὶ εἶπεν· Ἐνίκησας, ψυχὴν ἀπολλυμένην ἐξ ᾅδου ἀναγαγών· ὥσπερ γὰρ ἀνδριὰς χαλκοῦς παλαιωθεὶς καὶ ὑπὸ τεχνίτου σμηχθεὶς ἀνακαινοῦται, οὕτως καὶ ὁ ἄνθρωπος ὁ ἐν κακοῖς παλαιωθείς, ἐὰν ἐπιστρέψῃ, σῴζει αὐτὸν ὁ Θεός τῇ αὐτοῦ χάριτι. Τότε ὁ μάγος παραχρῆμα κατέκαυσε πυρὶ πάσας τὰς μαγικὰς αὐτοῦ βίβλους, καὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ ἀποταξάμενος, γέγονεν Χριστιανός.

δ´. Τούτων δὲ πάντων οὕτως γενομένων, ἔφη ὁ δοὺξ τῷ μακαρίῳ Βίκτωρι· Ἐπίθυσον τοῖς μεγίστοις θεοῖς, καὶ γενοῦ λοιπὸν συνετὸς καὶ φρόνιμος. Ὁ ἅγιος Βίκτωρ εἶπεν· Ἐγὼ πάντοτε συνετός εἰμι τὸν Θεὸν ἐπιγιγνώσκων. Ὁ δοὺξ εἶπεν· Τοῦτο οὐκ ἔστι σύνεσις, ἀλλὰ μωρία, τὸ μὴ βούλεσθαι θύειν τοῖς θεοῖς. Ὁ ἅγιος Βίκτωρ εἶπεν· Τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵνα τοὺς σοφοὺς καταισχύνῃ. Ἔφη πρὸς αὐτὸν ὁ δούξ· Ποῦ γέγραπται ταῦτα; Ὁ ἅγιος Βίκτωρ εἶπεν· Παῦλος ὁ ἀπόστολος ἐδίδαξεν ἡμᾶς. Ὁ δοὺξ εἶπεν· Οὐκοὺν Θεὸς ἦν ὁ Παῦλος; Ὁ ἅγιος Βίκτωρ εἶπεν· Παῦλος Θεὸς οὐκ ἔστιν, ἀλλὰ Θεοῦ ἀπόστολος καὶ σοφὸς ἀρχιτέκτων· ἐπὶ γὰρ τῷ θεμελίῳ τῷ τεθέντι ᾠκοδόμησε καὶ ἐπλήρωσε τὴν οἰκουμένην τῆς διδαχῆς αὐτοῦ· καὶ λαβὼν σοφίαν παρὰ Θεοῦ, ἔσχεν ἐν ἑαυτῷ τὸ πλήρωμα τῶν Γραφῶν καὶ ἔδειξεν ὁδὸν τοῖς σωθῆναι βουλομένοις. Ὁ δοὺξ εἶπεν· Παῦσαι λοιπὸν τῆς μωρίας σου ταύτης, καὶ θῦσον τοῖς θεοῖς, ἐπεὶ οὐκ ὠφελήσουσί σε τὰ ῥήματα ταῦτα. Ὁ ἅγιος Βίκτωρ εἶπεν· Οὐκ εἰμὶ μωρός, ἀλλὰ πάνυ φρόνιμος τὸν Θεόν μου μὴ ἀρνούμενος· μωροὶ δέ εἰσι καὶ ἄφρονες οἱ ἀκούοντές σου καὶ δαίμοσι θύοντες· καὶ γὰρ ὁ πατὴρ ὑμῶν ὁ διάβολος ἀπ᾽ ἀρχῆς ψεύστης ἐστὶν καὶ τὴν ἀλήθειαν οὐκ ἔγνω, ὡς καὶ ὑμεῖς οἱ διάκονοι αὐτοῦ· ἀλλὰ καὶ αἱ καρδίαι ὑμῶν πεπήρωνται, τὴν γνῶσιν τῆς ἀληθείας μὴ ἔχουσαι.

ε´. Τότε θυμωθεὶς ὁ δοὺξ ἐκέλευσε τὰ νεῦρα ὅλου τοῦ σώματος αὐτοῦ ἀποκοπῆναι· καὶ τούτου γενομένου, εἶπεν ὁ ἅγιος Βίκτωρ· Ταῦτα πάντα πάσχων ὑπὸ σοῦ, οὐδ᾽ ὅλως ᾐσθόμην ἀλγηδόνος, διὰ τὴν χάριν τοῦ Θεοῦ τὴν ἐνδυναμοῦσάν με· ὥσπερ γὰρ κέντρον ἀπὸ ποδὸς ἐκφερόμενον συνεκφέρει ἑαυτῷ τὴν κακουχίαν καὶ πᾶσαν τὴν ἀλγηδόνα καὶ ἀνάπαυσιν παρέχει τῷ σώματι, οὕτως κἀγώ, τῶν νευρῶν μου ἀποσπασθέντων, πάνυ ἀνεπαυσάμην διὰ τὴν ἐν Χριστῷ πίστιν καὶ τὴν ἐνισχύουσάν με χάριν. Τότε πάλιν ὁ δοὺξ ἐπὶ πλεῖον ὀργισθεὶς ἐκέλευσε ἔλαιον σφοδρῶς πυρωθῆναι καὶ ἐπιχεθῆναι αὐτῷ κατὰ τῶν κρυπτῶν μελῶν. Καὶ τούτου γενομένου εἶπεν ὁ μακάριος Βίκτωρ· Οὕτως μου τὸ ἐκπυρωθὲν τοῦτο ἔλαιόν ἐστιν, ὥσπερ ὕδωρ δοθὲν ἐλθόντι ἀπὸ καύσωνός τινι διψῶντι καὶ πιόντι καὶ ἀναψύξαντι. Ὁ δὲ δοὺξ θυμῷ ἀκατασχέτῳ συσχεθεὶς ἐκέλευσεν πάλιν κρεμασθῆναι αὐτὸν ἐν ξύλῳ καὶ λαμπάδας πυρὸς προσενεχθῆναι τῷ σώματι αὐτοῦ. Ὁ δὲ μακάριος Βίκτωρ ταῦτα πάσχων οὐδ᾽ ὅλως ᾐσθάνετο τῶν λαμπάδων, ἀλλ᾽ ἐνεδυναμοῦτο πλέον ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ. Μετὰ δὲ ταῦτα εἶπεν αὐτῷ ὁ δούξ· Ἐπίθυσον λοιπόν· πολλὰ γάρ σου ἠνεσχόμην. Ὁ ἅγιος Βίκτωρ εἶπεν· Οὐ τὸ σὸν θέλημα ποιῶ, ἀλλὰ τὸ τοῦ Θεοῦ μου, καὶ εὔχομαι προσαγαγεῖν αὐτῷ θυσίαν καθαρὰν καὶ ἁγνὴν ἐμαυτῷ, ὅτι αὐτὸς καὶ ψυχῆς καὶ σώματος ἐξουσιάζει.

στ´. Καὶ ἐκέλευσεν πάλιν ὁ δοὺξ κονίαν μετὰ ὄξους εἰς τὰ βραγχεῖα αὐτοῦ ἐμβληθῆναι· καὶ τοῦτου γενομένου ὁ ἅγιος Βίκτωρ εἶπεν· Τὸ ὄξος καὶ ἡ κονία ἐμοὶ ὥσπερ μέλι καὶ κηρίον εἰσὶ διὰ τὸν Χριστόν. Τότε μὴ φέρων τὴν παῤῥησίαν αὐτοῦ ὁ δοὺξ ἐκέλευσε τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐκκεντηθῆναι καὶ λέγει αὐτῷ ὁ ἅγιος Βίκτωρ· Ὅτ᾽ ἂν τῆν τοῦ σώματος πηρώσῃς ὄρασιν, τότε διὰ τῆς ἔνδον ὁράσεως πλέον ὁρῶ τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς, ὡς εἶπεν Πέτρος ὁ ἅγιος ἀπόστολος, ὄτι «Ἐὰν κατανοήσητε τὸν τῆς ψυχῆς ὀφθαλμόν, οὐ χρείαν ἔχετε τῶν ὀφθαλμῶν τοῦ σώματος· οἱ γὰρ ὀφθαλμοὶ τοῦ σώματος βλέπουσι τᾶ μάταια τοῦ κόσμου τούτου, οἱ δὲ ὀφθαλμοὶ τῆς καρδίας τὸ φῶς τὸ ἀληθινὸν ὁρῶσιν.» Ὁ δοὺξ εἶπεν· Ἀναγκάζεις με πολλὰς καὶ μεγάλας σοι ἐπιθεῖναι κολάσεις. Ὁ ἅγιος Βίκτωρ εἶπεν· Εὐχαριστῶ τῷ Θεῷ μου τῷ ἐνισχύσαντί με ὑπομένειν τὰς βασάνους σου· ὡς οὖν θέλεις, κόλαζέ με καὶ μὴ φείδου· ἕτοιμος γάρ εἰμι πάντα πόνον ὑπὸ σοῦ ἐπαγόμενόν μοι ὑπομεῖναι, τοῦ Θεοῦ μοι παρέχοντος δύναμιν καὶ ὑπομονήν.

ζ´. Τότε ὁ δοὺξ ἐκέλευσε κρεμασθῆναι αὐτὸν κατακέφαλα, ἕως ἂν ἐκ τῶν ῥινῶν αὐτοῦ αἷμα ῥεύσῃ ἐπὶ τὴν γῆν· καὶ ἑάσαντες αὐτὸν οἱ στρατιῶται κρεμάμενον, ἀπῆλθον ἀπ᾽ αὐτοῦ ἕως ἡμερῶν τριῶν· μετὰ δὲ τὸ τέλος τῶν τριῶν ἡμερῶν παρεγένοντο πρὸς αὐτόν, νομίζοντες αὐτὸν ἤδη τεθνάναι· καὶ θεασάμενοι αὐτὸν παραχρῆμα ἐτυφλώθησαν. Σπλαχνισθεὶς δὲ ἐπ᾽ αὐτοῖς ὁ ἅγιος Βίκτωρ καὶ προσευξάμενος εἶπεν· Ἐν τῷ ὀνόματι τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ, δι᾽ ὃν ἐγὼ ἐνθάδε κρέμαμαι, ἀναβλέψατε. Οἱ δὲ στρατιῶται ἀναβλέψαντες παραχρῆμα καὶ ἀπελθόντες ἀπήγγειλαν τῷ δουκὶ πάντα τὰ γεγενημένα. Καὶ ὀργισθεὶς ὁ δοὺξ ἐκέλευσεν αὐτὸν ἐκδαρθῆναι καθ᾽ ὅλου τοῦ σώματος. Εἶπεν δὲ αὐτῷ ὁ ἅγιος Βίκτωρ· Εἰ καὶ τὴν τοῦ σώματός μου δορὰν ἀφέλῃς, ἀλλὰ κατὰ τοῦ λογισμοῦ ποιῆσαί τι οὐ δύνασαι. Τότε γυνή τις στρατιῶτου τινὸς ἐκ τῆς αὐτοῦ παρεμβολῆς ὀνόματι Στεφανίς, ἐκεῖσε παρεστῶσα, οὖσα ὡς ἐτῶν ἑξκαίδεκα, ἀνεβόησε λέγουσα· Μακάριος εἶ, Βίκτωρ, καὶ παμμακάρια τᾶ ἔργα σου τὰ ἅγια· προσδεχθείη σου ἡ θυσία ὡς ἡ θυσία τοῦ Ἄβελ, ὅτι προσήνεγκας ἑαυτὸν ἐν εὐθύτητι καρδίας· καὶ ὁ Θεὸς προσεδέξατο ὡς Ἐνὼχ τὸν δίκαιον, ὃς μετετέθη ἵνα μὴ γεύσηται θανάτου τοῦ αἰῶνος τούτου ἕως ἂν ἔλθῃ ὁ ὁρισμένος χρόνος· ἐδικαιώθης ὥσπερ Νῶε πεπληρωμένος καρπῶν ἀγαθῶν· τέλειος εἶ καὶ δίκαιος ὥσπερ ἐκεῖνος ἐν ὅλῃ τῇ γενεᾷ αὐτοῦ· ἐπίστευσας ὥσπερ ὁ Ἀβραάμ· προσήνεγκας ἑαυτὸν τῷ Θεῷ ὡς Ἰσαάκ· ὑπέμεινας πειρασμοὺς ὡς Ἰακώβ, ἡνίκα ἐδιώκετο ὁπὸ Ἡσαῦ· ἐσοφίσθης ὥσπερ Ἰωσήφ, ᾧ ἐγνώσθη τὰ ἀποβησόμενα περὶ τοῦ λιμοῦ· καὶ ἐγένου φρόνιμος καὶ πιστός· ἤθλησας ὡς Ἰώβ, ὃς πολλοὺς πειρασμοὺς ὑπομείνας ἐνίκησε τὸν ἐχθρόν· ἐζήλωσας τὸν Ἠσαΐαν, ὃς μέσον ἐπρίσθη ὑπὸ Μανασσῆ. Οὐχ ἥψατό σου τὸ πῦρ, ὡς οὐδὲ τοῦ Ναβουχοδονόσορ τῶν τριῶν παίδων· ἤλπισας ἐπὶ Κύριον ὡς Δαυῒδ ὁ τοῦ Ἱεσσαί· ἀπέλαβες τὴν σοφίαν Σολομῶντος, ἕως ἂν νικήσῃς τοῦ ἀντιπάλου τὰς μεθοδείας. Προσεδεχθείη σου ἡ θυσία, ὡς ἡ τοῦ Σαμουήλ· ἐγένου εἰς ὁσμὴν εὐοδίας, ὡς Ἐλεάζαρος ἐν τῇ ἱερατείᾳ αὐτοῦ· προσδεχθείη σου τὸ τοῦ διωγμοῦ αἷμα, ὡς τοῦ Δανιὴλ διὰ τῶν ὀνειράτων· εἶδον γὰρ δύο στεφάνους ἀπὸ οὐρανοῦ φερομένους, ἕνα μείζονα καὶ ἕνα ἐλάσσονα· καὶ τὸν μὲν μείζονα σοὶ φερόμενον ὑπ᾽ ἀγγέλων δώδεκα, τὸν δὲ ἐλάσσονά μοι πεμπόμενον. Εἰ γὰρ καὶ σκεῦός εἰμι ἀσθενές, ἀλλ᾽ ὅμως κἀγὼ ἀγωνίζομαι καὶ σπουδάζω τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν.

η´. Ὁ δὲ δοὺξ ἀκούσας ταῦτα, ἐθυμῶθη λίαν καὶ ἐκέλευσε προσαχθῆναι αὐτὴν αὐτῷ καὶ λέγει αὐτῇ· Σὺ τίς εἶ; Ἡ δὲ εἶπεν· Χριστιανή. Ὁ δὲ δοὺξ εἶπεν· Πόσων ἐτῶν εἶ; Ἡ δὲ ἁγία εἶπεν· Δεκαπέντε ἐτῶν καὶ μηνῶν ὀκτῶ. Λέγει αὐτῇ ὁ δούξ· Πότε ἐζεύχθης ἀνδρί; Ἡ ἁγία Στεφανίς εἶπεν· Πρὸ ἐνιαυτοῦ ἑνὸς καὶ μηνῶν τεσσάρων. Ὁ δοὺξ εἶπεν· Καὶ διὰ τί οὕτως ταχέως ἀφῆκας τὸν κόσμον; Ἡ ἁγία Στεφανὶς εἶπεν· Ἐπειδὴ ἵνα μετὰ παῤῥησίας ἀπαντήσω τῷ προσδοκωμένῳ Σωτῆρί μου Ἰησοῦ Χριστῷ, τῷ ἐπουρανίῳ καὶ ἀθανάτῳ Νυμφίῳ· ὁ γὰρ ἐπίγειος νυμφίος πρόσκαιρός ἐστι καὶ θνητός, ὁ δὲ ἐπουράνιος καὶ αἱ τοῦ Χριστοῦ δωρεαὶ ἀθάνατοι καὶ ἀκίνητοι καὶ ἀδιάλυτοι καὶ αἰώνιοί εἰσι. Ὁ δοὺξ εἶπεν· Παυσαμένη τῆς ἀνωφελοῦς ταύτης φλυαρίας, προσελθοῦσα θῦσον τοῖς θεοῖς, μὴ ποικίλαις τιμωρίαις καὶ δειναῖς βασανίσας σε ἀπολέσω. Ἡ ἁγία εἶπεν· Ἐγὼ Στεφανὶς καλοῦμαι, ᾗ καὶ στέφανος ἀπόκειται ἐν τοῖς οὐρανοῖς, καὶ διὰ τοῦτο οὐκ ἐπιθύω, ἵνα κομίσωμαι αὐτὸν παρὰ τοῦ δικαίου καὶ ἀληθινοῦ ἀθλοθέτου Χριστοῦ.

θ´. Ταῦτα ἀκούσας ὁ δοὺξ καὶ σφόδρα θυμωθείς, ἐκέλευσε δύο δένδρα φοινίκων καμφθέντα ἀλλήλαις κολληθῆναι ταῖς κορυφαῖς κἀκεῖσε δεθῆναι τὴν μακαρίαν ἐκ τῶν δύο ποδῶν καὶ ἀπολυθῆναι αὐτὰ ἀθρόως ἀπ᾽ ἀλλήλων. Τούτου δὲ μετὰ πολλοῦ τάχους γενομένου, διεσχίσθη μέσον ἡ ἁγία ἀθληφόρος τοῦ Χριστοῦ Στεφανίς, καὶ ἐγένετο εἰς μέρη δύο ἐν τοῖς δυσὶ φοίνιξι καὶ οὕτως ἐτελειώθη ἐν εἰρήνῃ καὶ τὴν μαρτυρίαν αὐτῆς ἐπλήρωσεν πιστῶς, ἀπολαβοῦσα τὸν στέφανον τῆς νίκης παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τὸν δὲ ἅγιον Βίκτωρα ἐκέλευσεν ὁ δοὺξ τραχηλοκοπηθῆναι. Ὁ δὲ καλλίνικος μάρτυς τοῦ Χριστοῦ ἀκούσας τῆς ἀποφάσεως ταύτης εἶπεν· Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε, τῷ χαρισαμένῳ μοι τὴν νίκην ταύτην καὶ δωρεὰν μέχρι τέλους, Μέλλων δὲ τελειοῦσθαι ὁ μακάριος Βίκτωρ λέγει τοῖς κυαιστωναρίοις· Γνωστὸν ἔστω ὑμῖν, ὅτι μεθ᾽ ἡμέρας ἑπτὰ οἱ ῥήτορες τελευτήσωσι, καὶ ὑμεῖς αὐτοὶ τελευτᾶτε μεθ᾽ ἡμέρας δώδεκα, καὶ ὁ δοὺξ μεθ᾽ ἡμέρας εἴκοσι τέσσαρας ἁρπαγήσεται ὑπὸ τῶν ἐναντίων· καὶ μετὰ τρία ἔτη ἐλεύσονται οἱ ἡμέτεροι ἐπὶ τὸ ἆραι τὸ σῶμά μου· ἔχω γὰρ καὶ τὴν σορὸν ἔκπαλαι ἑτοίμην· μὴ οὖν εἰς ἀλλοτρίαν τεθῶ, παρακαλῶ, μηδὲ κωλύσητε ἀρθῆναι τὸ λείψανόν μου, ἵνα εἰς τὰ ἴδια ἀποκομισθῇ ἐν εἰρήνῃ. Ταύτα εἰπόντος αὐτοῦ καὶ εὐξαμένου, ἐκρούσθη τῷ ξίφει καὶ ἐξῆλθεν αἷμα καὶ γάλα, ὥστε πάντας θαυμάσαι τοὺς περιεστῶτας. Πολλοὶ δὲ τῶν Ἑλλήνων θεωρήσαντες τὴν καρτερίαν καὶ ὑπομονὴν τῆς ἀκλινοῦς αὐτοῦ πίστεως, μεταβαλλόμενοι τὸν τρόπον, γεγόνασι χριστιανοί. Ἀκούσαντες δὲ καὶ περὶ ὧν προείρηκεν, πλέον ἐστηρίχθησαν· πάντα γὰρ ὅσα προεῖπεν ἐγένοντο, ὡς ἐκ τούτου πολλοὺς πιστεῦσαι τῷ Χριστῷ. Ἐτελειώθη δὲ ὁ ἅγιος καὶ καλλίνικος μάρτυς τοῦ Χριστοῦ Βίκτωρ σὺν τῇ μακαρίᾳ Στεφανίδι μηνὶ Νοεμβρίου ἑνδεκάτῃ, ἐν πόλει Δαμασκῷ τῆς Ἰταλίας, ἐπὶ βασιλέως Ἀντωνίνου καὶ Σεβαστιανοῦ δουκός, εἰς δόξαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.