[103] ΙΩΑΝΝΟΥ ΣΚΥΛΙΤΣΗ ΧΡΟΝΟΓΡΑΦΙΑΣ ΣΥΝΕΧΕΙΑ
[103] Τὸν μὲν οὖν τρόπον ὃν εἴρηται τὴν βασιλείαν ὁ Κομνηνὸς ἀναζω-
σάμενος δόξαν τε παρεσχηκὼς ἀνδρείας καὶ πεῖραν πολεμικῆς γενναιότη-
τος, αὐτίκα τῷ βασιλικῷ νομίσματι σπαθηφόρος διαχαράττεται, μὴ τῷ
Θεῷ τὸ πᾶν ἐπιγράψας, ἀλλὰ τῇ ἰδίᾳ ἰσχύι καὶ τῇ περὶ πολέμους ἐμπειρίᾳ,
καὶ οἷα αὐτοκράτωρ τῶν τῆς βασιλείας ἀπάρχεται πράξεων, φιλοτίμοις
πρότερον τοὺς συναραμένους αὐτῷ πρὸς τὸ σπούδασμα κοσμήσας τιμαῖς
τό τε δημοτικὸν τῆς προσηκούσης ἀξιώσας προνοίας· καὶ φροντιστὰς
δὲ πολλοὺς τῶν δημοσίων ἀπέδειξε συλλόγων. Τῷ δὲ πατριάρχῃ πολύ τι
νέμων αἰδοῦς ἴσα καὶ πατέρα ἐτίμα, διὸ καὶ τοὺς αὐτοῦ ἀνεψιοὺς ταῖς
πρώταις ἀξίαις καὶ πράξεσι περιβλέπτους ἀποδέδειχε. Τῇ τε Μεγάλῃ Ἐκ-
κλησίᾳ τὸ οἰκονομεῖσθαι δι' αὑτῆς τὰ πράγματα ἀφιεροῖ, ἀλλοτριώσας
τούτων παντάπασι τὴν βασιλείαν, ὥστε μηδ' ἐπὶ τῆς οἰκονομίας μήτ'
ἐπὶ τῆς τῶν ἱερῶν κειμηλίων προνοίας καὶ προστασίας παρὰ βασιλέως
τινὰ προχειρίζεσθαι, ἀλλὰ τῆς τοῦ πατριάρχου ἐξουσίας ἠρτῆσθαι τὸ πᾶν,
καὶ τὴν τῶν προσώπων προχείρισιν καὶ τὴν τῶν πραγμάτων διοίκησιν.
Ἀγαγόμενος δὲ καὶ τὴν γυναῖκα ἀπὸ τοῦ φρουρίου Πημολίσσης αὐγοῦ-
σταν ἀναγορεύει σεβαστήν. Ἰωάννην δὲ τὸν ἀδελφὸν καὶ Κατακαλὼν τὸν
Κεκαυμένον κουροπαλάτας καὶ ἀμφοτέρους τιμᾷ, μέγαν δομέστικον τὸν
ἑαυτοῦ ἀδελφὸν προβαλλόμενος. Σκοπήσας δὲ τὸ τῶν χρημάτων ἀναγ-
καῖον, ὧν οὐδὲν ἄνευ κατὰ τὸν ῥήτορα περαίνεται, διὰ τὸ τὰ στρατιωτικὰ
[104] ἠσθενηκέναι καὶ τέλεον τεταπεινῶσθαι ἐκ τῆς κατεχούσης ἐνδείας τὴν
βασιλείαν καὶ τὸ πανταχόθεν τῶν Ῥωμαίων ἅπαντας κατεπαίρεσθαι, ὁ
πρὸς ἀδοξίας αὐτῷ ἦν καὶ πάντων βαρύτερον ἐλογίζετο, βαρὺς ἐχρημά-
τισε φορολόγος τοῖς χρεωστοῦσι δημόσια. Καὶ τὰς τῶν ὀφφικίων δὲ δό-
σεις αὐτὸς πρῶτος περιέτεμεν. Ἐμέλησε δ' αὐτῷ καὶ φειδωλίας καὶ τοῦ
προσθήκην ἀγρῶν τῇ βασιλείᾳ περιποιήσασθαι. Διὸ καὶ πολλὰ μὲν ἰδιω-
τικὰ πρόσωπα πολλῶν ἀπεστέρησε κτήσεων τὰς χρυσοβούλλους αὐτῶν
γραφὰς παριδών, ἐνέσκηψε δὲ καί τισι τῶν φροντιστηρίων καὶ πολλὰς
αὐτῶν κτήσεις ἀφελόμενος διὰ λογοποιίας τὸ ἀρκοῦν ἐγκαταλιπὼν τοῖς
μονάζουσι, τῷ δημοσίῳ τὸ περισσὸν προσαφώρισε· πρᾶγμα τοῖς μὲν
ἀκρίτως σκοποῦσιν ἐκ τοῦ προχείρου ἀσεβείας καὶ παρανομίας εἰσάγον
καὶ πρὸς ἱεροσυλίαν ἀναφερόμενον, ἀποτέλεσμα δὲ μηδὲν ἄτοπον φέρον
τοῖς ἐμβριθῶς σκοποῦσι καὶ πνευματικῶς, ἅτε <μὴ> ἀκτημοσύνης ἀπάγον
τοὺς ταύτην ἐπαγγειλαμένους καὶ τὴν συβαριτικὴν καὶ χλιδῶσαν περι-
κόπτον τρυφὴν καὶ μηδὲ τῶν πρὸς τὴν χρείαν ἐπιτηδείων καὶ ἀναγκαίων
ἀποστεροῦν καὶ τοὺς ἀγρογείτονας τῆς ἐκ τῶν μοναχῶν κακότητος καὶ
πλεονεξίας ἐλευθεροῦν. Ὃ καὶ εἴθε αὐτῷ εἰς τέλος κατώρθωτο οὐκ ἐπὶ
τοῖς σεμνείοις μόνοις, ἀλλ' ἐπὶ τοῖς ἐκκλησιαστικοῖς πᾶσιν ἁπλῶς. Οὕτω
μὲν οὖν ταῦτα τῷ βασιλεῖ ᾠκονόμητο καὶ ἡ βασιλὶς τοῦτον εἶχε τῶν πό-
λεων.
Ὁ δὲ πατριάρχης τῇ τοῦ βασιλέως ἀπλήστῳ εὐνοίᾳ θαρρήσας ἐ-
φρονηματίσατο καὶ κατ' αὐτοῦ, οὐκ αἰτήσεσι καὶ παραινέσεσι χρώμενος,
εἴ ποτέ τινος δέοιτο καὶ ὑπέρ τινος, ἀλλὰ πολλάκις ἀποτυγχάνων διὰ τὸ
τῶν αἰτήσεων συνεχὲς καὶ φορτικὸν ἀπειλαῖς ἐχρῆτο καὶ ἐπιτιμίοις ἀπο-
τόμοις, καὶ εἴγε μὴ πείθοιτο καὶ τῆς βασιλείας ἔκπτωσιν ἀπειλούμενος,
τὸ δημῶδες τοῦτο καὶ κατημαξευμένον ἐπιλέγων: «Ἐγὼ σὲ ἔκτισα, φοῦρ-
[105] νε, καὶ ἐγὼ νὰ σὲ χαλάσω». Ἐπεβάλετο δὲ καὶ κοκκοβαφῆ περιβαλέσθαι
πέδιλα τῆς παλαιᾶς ἱερωσύνης φάσκων εἶναι τὸ τοιοῦτον ἔθος καὶ δεῖν
τούτοις κἀν τῇ νέᾳ κεχρῆσθαι τὸν ἀρχιερέα. Ἱερωσύνης γὰρ καὶ βασι-
λείας τὸ διαφέρον οὐδὲν ἢ καὶ ὀλίγον ἔλεγεν εἶναι· ἐν δέ γε τοῖς τιμιωτέ-
ροις καὶ πλέον ἔχειν καὶ μᾶλλον εἶναι ἐρίτιμον. Ταῦτα δὲ ὁ βασιλεὺς ἐνω-
τιζόμενος ὑπ' ὀδόντα λαλούμενα ἔσπευσε μᾶλλον δρᾶσαι ἢ παθεῖν. Ὅθεν
καὶ τῆς τῶν Ἀρχαγγέλων ἐφισταμένης ἑορτῆς ἄπεισι μὲν ὁ πατριάρχης
εἰς τὸ πρὸ τῆς πόλεως <παρ' αὐτοῦ συστὰν φροντιστήριον>, φιλοτίμως τὰ
τῆς ἑορτῆς ἐκτελέσαι φροντίζων. Ὁ δὲ βασιλεὺς τὸν καιρὸν ὡς ἕρμαιον
ἁρπάσας, ἵνα μὴ θόρυβος καὶ τάραχος γένηται ὑπειδόμενος, στῖφος στρα-
τιωτικὸν ἀποστείλας-Βαράγγους αὐτοὺς ἡ κοινὴ ὀνομάζει διάλεκτος-
ἀνάρπαστον ἐκ τοῦ θρόνου ἀτίμως ἐπαίρουσι, καὶ ἡμιόνῳ καθίσαντες συν-
ήλαυνον ἄχρι τῆς ἐν Βλαχέρναις ἀκτῆς αὐτόν τε καὶ τοὺς ἀνεψιοὺς αὐτοῦ,
ἐκεῖθέν τε λέμβῳ ἐμβληθέντας εἰς τὴν νῆσον Προικόννησον περιορίζουσι.
Κοινολογησάμενος δέ τισι τῶν μητροπολιτῶν καὶ περὶ τῆς αὐτοῦ καθαιρέ-
σεως συνδιασκεψάμενος, τοὺς λογιωτέρους αὐτῶν ἐπιλεξάμενος δηλοῖ δι'
αὐτῶν ἀποθέσθαι τὴν ἀρχιερωσύνην, πρὶν ἂν ἀτίμως αὐτὴν ἀποβάληται
συνόδῳ καὶ συλλόγῳ τῶν κατ' αὐτὸν δημοσιευθέντων. Ἀνάλωτος δὲ τού-
τοις ὀφθεὶς καὶ ἀταπείνωτος τά γε ἐπ' αὐτῷ, ἀπέγνωστο αὐτῷ ἡ καθαί-
ρεσις. Φροντίζοντος δὲ τοῦ βασιλέως περὶ ταύτης διηνεκῶς ἐν τῷ μέσῳ
μεταλλάττει τὸν βίον ὁ πατριάρχης εἰρηνικῶς. Ὁ δὲ βασιλεὺς μετανοίᾳ
βληθεὶς τὸ σῶμα αὐτοῦ εἰσάγει ἐντίμως καὶ τῇ μονῇ αὐτοῦ ἀποτίθεται,
ἐκπλαγεὶς ἐπὶ τῷ συμβάντι θαύματι αὐτός τε καὶ οἱ σὺν αὐτῷ. Ἡ γὰρ
χεὶρ ἡ δεξιὰ τοῦ πατριάρχου σταυροειδῶς σχηματισθεῖσα, ᾗ ἔθος εὐ-
[106] λογεῖν ἐπιφωνοῦντας τῷ λαῷ τὴν εἰρήνην, μεμένηκεν ἄτρεπτος μὴ συν-
αλλοιωθεῖσα τῇ νεκρώσει τοῦ σώματος.
Προχειρίζεται δὲ ἀντ' αὐτοῦ πατριάρχης Κωνσταντῖνος πρόεδρος
καὶ πρωτοβεστιάριος ὁ Λειχούδης, πρότερον ψήφου προβάσης ἐπ' αὐτῷ
παρὰ τῶν μητροπολιτῶν καὶ τοῦ κλήρου καὶ τοῦ λαοῦ παντός, ἀνὴρ μέ-
γιστον διαλάμψας τοῖς βασιλικοῖς καὶ πολιτικοῖς πράγμασιν ἀπό τε τῆς
τοῦ Μονομάχου ἀναρρήσεως καὶ μέχρι τοῦ τηνικάδε καιροῦ, καὶ μέγα
κλέος ἐπὶ τῷ μεσασμῷ τῆς τῶν ὅλων διοικήσεως ἀπενεγκάμενος καὶ τῆς
τῶν Μαγγάνων προνοίας καὶ τῶν δικαιωμάτων φύλαξ παρὰ τοῦ εἰρημέ-
νου βασιλέως καταλειφθείς. Εἰ καὶ προβέβλητο γοῦν καὶ οὐκ ἐνδοιάσι-
μον τὴν ἀρχιερωσύνην καὶ πατριαρχίαν ἐκέκτητο καὶ ἀναμφήριστον, ἀλλ'
ὁ βασιλεὺς φροντίζων ὅπως τῶν τοιούτων δικαιωμάτων ἐγκρατὴς γένηται,
τοῦτον εἶναι καιρὸν ἐπιτήδειον οἰηθείς, πρεσβυτέρῳ χειροτονηθέντι ἐπέσχε
τὴν ἐντελῆ χρῖσιν τῆς ἀρχιερωσύνης, «ἄχρις ἂν» φησὶ «τὰ ὑποτονθορυζό-
μενα κατὰ σοῦ σκοπηθῇ συνοδικῶς τε καὶ κανονικῶς». Ὁ δὲ Κωνσταντῖ-
νος μὴ ἀγνοήσας δι' ὃν ταῦτα τρόπον τυρεύεται κατ' αὐτοῦ, τὸ τῆς αἰ-
σχύνης ἀδόκητον λογιζόμενος, φέρων τὰ ζητούμενα τῷ βασιλεῖ ἐπιδίδωσι.
Καὶ ἔκτοτε ἀδιστάκτως καὶ δίχα τινὸς προφάσεως πάντα τελεῖται ἐπ'
αὐτῷ ὅσα ἔθος τελεῖν ἐπὶ τοῖς χειροτονουμένοις. Γέγονε δὲ δωρηματικὸς
καὶ προνοητικὸς οὐ τῶν τῆς Ἐκκλησίας μόνον, ἀλλὰ καὶ πάντων ἁπλῶς,
ὡς μηδένα ὑπολειφθῆναι τῆς αὐτοῦ προνοίας ἀμέτοχον, τὸν μὴ τῆς αὐτοῦ
χειρὸς ἀπολαύσαντα.
Τῶν Οὔγγρων δὲ τὴν πρὸς Ῥωμαίους εἰρήνην διαλυσάντων καὶ τῶν
Πατζινάκων δὲ ἐξερπυσάντων τῶν φωλεῶν οἷς ἐνεκρύβησαν καὶ τὴν
παρακειμένην χώραν σινόντων, τὰ πρὸς τὴν ἐκστρατείαν ἐξαρτύσας ὁ
βασιλεὺς ἔξεισι πασίρρωμος εἰς Τριάδιτζαν. Ἐκεῖσέ τε πρέσβεις πρὸς
τῶν Οὔγγρων δεξάμενος, τὴν μετ' αὐτῶν εἰρήνην κυρώσας καὶ ἐμπεδώσας
[107] ὡς ἐνῆν, ἐπὶ τοὺς Πατζινάκους ἐξώρμησε. Διῃρημένων δὲ αὐτῶν κατὰ
γενεὰς καὶ φατρίας, οἱ μὲν λοιποὶ ἡγεμόνες τῷ βασιλεῖ ὑποκλιθέντες
εἰρηνικά τε καὶ φίλια ἐφρόνησαν, μόνος δὲ ὁ Σελτὲ χεῖρας δοῦναι τῷ βα-
[107.4] σιλεῖ οὐκ ἠθέλησε, τοῖς ἕλεσι τοῦ Ἴστρου οἷς συνέφυγε καὶ τῇ ἐκεῖσε
ἀποκρήμνῳ πέτρᾳ ἐπερειδόμενος, οἷς καὶ θαρρήσας εἰς τὸ πεδίον ἐξῆλθε
συρράξαι τῷ βασιλεῖ προθυμούμενος. Οὐκ εἰς μακρὰν δὲ τῆς οἰκείας ἀπο-
νοίας ἀποίσατο τὰ ἐπίχειρα· βραχείας γὰρ μερίδος τῶν βασιλικῶν ἀντι-
ταχθείσης αὐτῷ φυγὰς ᾤχετο, καὶ τὸ κρησφύγετον αὐτοῦ ληφθὲν κατη-
ρειπώθη ἐκ βάθρων αὐτῶν. Ὁ δὲ βασιλεὺς μετὰ τὸ τοῦτον τροπώσασθαι
καὶ ἀφανίσαι ἄρδην, ἀναζεύξας ἐσκήνωσεν ἐν τῷ Λοβιτζῷ περὶ τοὺς
αὐτοῦ πρόποδας. Ῥαγδαῖος δὲ ὄμβρος τῇ παρεμβολῇ ἐπικαταρραγεὶς
καὶ νιφετὸς ἔξωρος-Σεπτέμβριος γὰρ ἦν μὴν ἡμέραν ἄγων κδʹ, καθ' ἣν
ἡ τῆς ἁγίας καὶ πρωτομάρτυρος Θέκλας ἑορτὴ τελεῖται χριστιανοῖς-
πολλῆς κακώσεως καὶ λύμης ἐνέπλησε τὸ στρατιωτικόν· ἥ τε γὰρ ἵπ-
πος σχεδὸν ἅπασα καὶ τῶν παρόντων οἱ πλείους τῷ κρύει καὶ τῷ ὄμβρῳ,
γυμνοὶ καὶ ἀπαράσκευοι τυγχάνοντες, τὸ ζῆν ἐναπέρρηξαν. Ἐπιλελοί-
πασι δὲ παρὰ πᾶσαν ἐλπίδα καὶ τὰ ἐπιτήδεια ποταμίων ῥευμάτων φορᾶς
καὶ χειμῶνος γενόμενα πάρεργον. Ἀναστολῆς δὲ μετρίας γενομένης καὶ
τῶν νιφετῶν ἀνακωχὴν λαβόντων ἐξῄει ὁ βασιλεύς, πλείστους δὲ τῷ πο-
ταμῷ ἀποβαλὼν ὑπὸ σκιὰν ἔστη δένδρου τινὸς ἅμα τῶν ὑπερεχόντων
τισί. Μετ' ὀλίγον δὲ ἠχῆς γενομένης ἐκ τῆς δρυὸς πρόεισι μικρὸν ὁ βασι-
λεύς, ὅσον μὴ τῷ μήκει ταύτης καταλαμβάνεσθαι, ῥιζόθεν δ' αὕτη ἀνα-
σπασθεῖσα ὑπτία τῇ γῇ προσήρεισε. Γέγονε δὲ ἐνεὸς ὁ βασιλεὺς λογισά-
μενος οἵας τελευτῆς ἐπωδύνου παρὰ μικρὸν τυχεῖν ἔμελλεν. Ἦν δὲ
οὐκ ἀγαθὸς οἰωνὸς τὸ συμβάν, ἀλλὰ προοίμιον τῆς μελλούσης αὐτὸν
καταλαβεῖν τύχης καὶ τῶν ἤδη γεγενημένων εἴσπραξις καὶ τιμωρία.
Εὐχαριστῶν δὲ ἐπὶ τῷ συμβεβηκότι τῷ Θεῷ ναὸν ἐν τῷ παλατίῳ τῶν
Βλαχερνῶν ἐπὶ τῷ ὀνόματι τῆς πρωτομάρτυρος Θέκλας ἀνήγειρε κάλ-
[108] λιστον. Προβιβάζων δὲ τὸν στρατὸν ἀπῄει ταχέως ἐπὶ τὴν βασιλεύουσαν,
λογοποιουμένην ἀποστασίαν ἐν τῇ ἀνατολῇ ἐνωτιζόμενος. Καταλαβὼν
δὲ καὶ πάντα ψευδῆ εὑρηκὼς κυνηγεσίοις ἑαυτὸν ἐψυχαγώγει καὶ τῇ ἄλ-
λῃ ἀνέσει κατὰ τὸν τῇ βασιλίδι προκείμενον πορθμὸν ἀνιών. Περὶ δὲ
ὥραν ἀρίστου φῶς ἀστραπηβόλον τοῖς τόποις ἐκείνοις ἐνέσκηψε, Νεά-
πολις τούτοις τὸ γνώρισμα, χοῖρός τέ ποθεν ἐπιφανεὶς ἐφ' ἑαυτὸν τὸν
βασιλέα ἐξεκαλέσατο, ὃν ἐπιδιώκων ὁ βασιλεὺς ἄχρι καὶ θαλάσσης ἐξή-
λασεν. Ὡς δὲ ὁ χοῖρος τὴν θάλασσαν εἰσδὺς ἀφανὴς ἐγένετο, ὁ βασιλεὺς
ἐξαίφνης πληγεὶς τῷ ἀστραπηβόλῳ φωτὶ τοῦ ἵππου τε ἀπεσφαιρίσθη
καὶ πρὸς τῇ γῇ ἀφρίζων ἐκυλίετο. Ἀκατίῳ δὲ ἐμβληθεὶς πρὸς τὰ βασί-
λεια διασῴζεται παρακεκομμένος καὶ ἑαυτοῦ μηδόλως ἐπαισθανόμενος.
Νοσημαχήσας δὲ ἐφ' ἡμέρας τινὰς τὸν μόρον ἐκαραδόκει καὶ διὰ τοῦτο
πρὸς ἐξιλέωσιν τοῦ θείου ἀσπάζεται τὴν μετάνοιαν καὶ τὴν βασιλικὴν
ἐξουσίαν, ἧς παρανόμως ἐδράξατο, ἑκοντὶ μεθίησι, τοῦτό γε καλῶς ποιη-
σάμενος, καὶ τὸν μοναδικὸν ἀσπάζεται βίον, τὴν πρὶν εὐδοξίαν καὶ τρυ-
φὴν ὑποπτώσει ἑκουσίᾳ καὶ μετριότητι διορθούμενος. Ὃ δὲ μᾶλλον δεί-
κνυσιν ὡς εἰλικρινῶς καὶ ψυχῆς ἐξ ὅλης μεταμεμέληται ἐφ' οἷς ἔπραξε,
βασιλέα προχειρίζεται οὐ τὸν ὁμαίμονα αὑτοῦ Ἰωάννην, οὐ τὸν ἀδελ-
φιδοῦν ἑαυτοῦ Θεόδωρον τὸν Δοκειανόν, οὐκ ἄνδρα προσζεύξας τῇ θυγα-
τρὶ οὔτ' ἄλλον τινὰ τῶν πρὸς αἷμα ᾠκειωμένων αὐτῷ, ἀλλὰ τὸν πρόε-
δρον Κωνσταντῖνον, ᾧ Δούκας τὸ πατρωνυμικὸν ἀνέκαθεν ἦν, ὡς συνί-
στορα καὶ συναγωνιστὴν καὶ χρημάτων ποριστὴν ἀφθονώτατον εἰς τὴν
τῆς βασιλείας κατάσχεσιν. Ὁ δὲ Κομνηνὸς ῥάκια μοναχικὰ περιβαλλό-
μενος, ἐπ' ὀλίγον γνωσιμαχήσας εἴ πως ἀνεθείη τῆς νόσου, ἐπείπερ ἔγνω
κατ' ἄκρας ταύτῃ ἁλούς, ἔτι τῇ νόσῳ τρυχόμενος τὴν τοῦ Στουδίου
καταλαμβάνει μονήν, πολλὰ καὶ τῆς αὐγούστης Αἰκατερίνης συμβαλλομένης
[109] αὐτῷ πρὸς τὸ προκείμενον καὶ τῇ τῆς ἐπιγείου βασιλείας ἀποβολῇ τὴν
ἐν οὐρανοῖς ἀπόλαυσιν ἐπαγγελλομένης αὐτῷ, βασιλεύσας μὲν ἔτη δύο
καὶ μῆνας τρεῖς, ἐπιζήσας δὲ τούτων ἐλάττονα τῷ μοναχικῷ, πᾶσαν ὑπα-
κοὴν πρὸς τὸν ἐν τῇ μονῇ ἡγουμενεύοντα ἐνδεικνύμενος, ὡς καὶ θυρωρὸς
γενέσθαι καὶ ταῖς ἄλλαις ὑπηρετῆσαι διακονίαις διὰ πολλὴν ἐπιείκειαν
καὶ μετριοφροσύνην καταδεξάμενος. Σωφρονέστατος δὲ εἰσάγαν γενέσθαι
λέγεται. Στρατοπεδάρχῃ γὰρ ὄντι αὐτῷ νόσον ἐνσκῆψαι νεφριτικὴν φασίν,
ὥστε καὶ ἀπογνῶναι αὐτὸν τῆς ζωῆς διὰ τὸ παρέσει παντελεῖ καὶ ἀκινησίᾳ
κατασχεθῆναι. Τῶν δὲ ἰατρῶν, μετὰ τὸ τοῖς ἄλλοις ἅπασι χρήσασθαι
καὶ ἐλεγχθῆναι ἀνηνύτοις ἐπιχειρεῖν, συμβουλευόντων μιγῆναι γυναικὶ
αὐτὸς οὐχ ὑπήκουσεν. Εἰπόντων δέ, εἰ μὴ τούτῳ ἐπιχειρήσειε, πρὸς ἀνάγ-
κης ἔχειν καυτῆρι χρήσασθαι, ἐκ τούτου δὲ ἀπαιδίᾳ κατασχεθῆναι δεινῇ
καὶ ἀγονίᾳ, αὐτὸς «ἀρκοῦσί μοι» ἔφη «ὁ Μανουὴλ καὶ ἡ Μαρία, οἳ ἤδη
μοι χάριτι Θεοῦ παῖδες γενόμενοι. Τούτων μὲν γὰρ ἄνευ ἔνεστι τυχεῖν
τῆς βασιλείας τοῦ Θεοῦ, σωφροσύνης δὲ χωρὶς οὐδεὶς τὸν Κύριον ὄψεται».
Ἀλλὰ καὶ ἡ βασιλὶς Αἰκατερῖνα καὶ ἡ ταύτης θυγάτηρ Μαρία τὴν τρίχα
κειράμεναι διῆγον ἐν τοῖς παλατίοις τοῦ Μυρελαίου, πᾶσαν ἄσκησιν μονα-
δικὴν μετερχόμεναι.
Τελευτήσαντος δὲ τοῦ βασιλέως, ὑγρότητος μεστὴ θεαθεῖσα ἡ τοῦτον
κατέχουσα σορὸς ὑπόνοιαν παρέσχε πολλοῖς τιμωρίαν εἶναι τὸ γεγονὸς
καὶ κολάσεως ἔνδειγμα τοῦ ἐμφυλίου πολέμου καὶ τῆς σφαγῆς καὶ τῶν
μετὰ τὸ βασιλεῦσαι πεπραγμένων αὐτῷ εἴς τε τὰς τῆς συγκλήτου στε-
ρήσεις τῶν ἔκπαλαι διδομένων αὐτῇ, καὶ τὴν τῶν θείων ναῶν καὶ τῶν
ἱερῶν σεμνείων ἀποστέρησιν ἥν, ὡς ἔφημεν, ἐποιήσατο, τὸ ἀπέριττον
μὲν καὶ τὴν αὐτάρκειαν αὐτοῖς προνοούμενος, τῷ δημοσίῳ δὲ εἰσφέρων
[110] μετρίαν παράκλησιν. Ἄλλοι δὲ τὸ ῥεῦσαν ἁγιωσύνης ἔργον ἐτίθεντο ὡς
καθαρῶς καὶ ἀδιστάκτως μεταγνόντος αὐτοῦ ἐφ' οἷς ἔπραξε· μὴ γὰρ εἶναι
ἁμαρτίαν νικῶσαν τὴν φιλανθρωπίαν τοῦ Θεοῦ. Ἀμφοτέρων δὲ τὴν γνώ-
μην ἐπαινῶ καὶ ἀποδέχομαι, τῷ τὴν μὲν κωλυτικὴν εἶναι τῶν μελλόντων
κακῶν, τὴν δὲ προτρεπτικὴν ἀπὸ τοῦ χείρονος πρὸς τὸ βέλτιον.
Τῆς δὲ βασιλίσσης Αἰκατερίνης, ἐν τῷ μοναχικῷ Ξένης μετονομα-
σθείσης, ἐπετείως τελούσης τὰ τοῦ βασιλέως μνημόσυνα συγκαλούσης
τε ἄλλους τέ τινας μοναχοὺς καὶ δὴ καὶ τοὺς ἐν τῇ τοῦ Στουδίου μονῇ
ἀσκουμένους σύμπαντας, ἐπειδὴ ἔμελλε τελευτᾶν, ἐτέλει μὲν συνήθως
καὶ κατὰ τὸ ἔθος τὰ τοῦ βασιλέως ἐτήσια, διπλᾶ δὲ πάντα τούτοις τὰ
ἐκ τύπου διδόμενα παραθέσθαι προσέταξε. Τοῦ δὲ καθηγουμένου δια-
πορήσαντος καὶ τὸν λόγον τοῦ διπλασιασμοῦ ἡσυχῇ προσελθόντος καὶ
ἀπαιτήσαντος, «ὅτι τοι» ἔφη «ὦ τιμιώτατε, οὐκ οἶδα εἰ καὶ κατὰ τὸ
ἐπιὸν ἔτος ὑμῖν συνέσομαι, τοῦ Θεοῦ τὰ καθ' ἡμᾶς ἴσως ἄλλως καὶ ὡς
αὐτῷ βουλητὸν οἰκονομήσαντος». Ὃ δὴ καὶ γέγονε· τετελευτήκει γὰρ
ἐν τῷ μέσῳ ἀξιώσασα ταφῆναι σὺν τοῖς ἀδελφοῖς ἐν τῷ κοιμητηρίῳ
τῆς τοῦ Στουδίου μονῆς. Κατεκόσμησαν δὲ καὶ ἀμφότεροι, αὐτή τε καὶ
ὁ βασιλεύς, τὸν πάνσεπτον τοῦ Προδρόμου ναόν, ἃ καταλέγειν καὶ κατὰ
λεπτὸν διεξιέναι ἆθλος Ἡράκλειος.
Ἦν δὲ ὁ βασιλεὺς τὸ ἦθος στάσιμος, τὴν ψυχὴν ἐπιεικής, τὴν γνώμην
ὀξύς, τὴν χεῖρα δραστήριος, τὴν σύνεσιν ἕτοιμος, στρατηγικώτατος τὰ
πολέμια, τοῖς ἐχθροῖς φοβερός, τοῖς περὶ αὐτὸν εὐμενής, λόγοις προσκά-
μενος, καὶ ταῦτα μὴ τούτων ἐξ ἀρχῆς ἐθὰς ὤν. Ἔλεγε δὲ δεῖν τὸν βασιλέα
[111] φοβερὸν μὲν εἶναι τοῖς ἔξω, εὐπρόσιτον δὲ τοῖς ἰδίοις. Πάλιν ἔλεγε τοὺς
[111.2] τυραννιῶντας τῶν βασιλέων ἀπελευθέρους εἶναι σπεύδειν. Αἰτιώμενος
δὲ ὅτι τετυράννηκε κατὰ τοῦ Μιχαήλ, «ὤκνουν» ἔλεγε «τῷ συνδούλῳ δου-
λεύειν καὶ τῶν εἰκότων μὴ τυγχάνειν». Ἐπισκώπτων δὲ τῇ γυναικὶ
ἔλεγε δούλην μὲν εἶναι πρότερον, νῦν δὲ ἠλευθερῶσθαι ὑπ' αὐτοῦ. Πάλιν
ἔλεγε τοῖς μὲν ἄλλοις τοὺς συγγενεῖς τυγχάνειν σκόλοπα, τῷ δὲ τυραν-
νοῦντι ὠφέλειαν. Ἔλεγε δὲ καὶ ἡ βασιλὶς Αἰκατερῖνα μηδὲν ξένον ἐπ' αὐτῇ
γεγενῆσθαι βασιλείαν βασιλείας ἀλλαξαμένη.
Μετὰ δὲ τὸν Κομνηνὸν Κωνσταντῖνος πρόεδρος ὁ Δούκας τῶν
σκήπτρων ἐπιλαβόμενος ἀναιμωτὶ καὶ δίχα πραγμάτων καὶ ταραχῆς,
λόγους ἐπιεικείας γέμοντας ἐδημηγόρησε πρὸς τὴν σύγκλητον καὶ πρὸς
ἅπαν τὸ δημοτικόν τε τῆς πόλεως καὶ κοινόν. Καὶ τὸ ἀπ' ἐκείνου τῆς τῶν
πραγμάτων ἐνήρξατο ἀντιλήψεως τοῦ ἐπιεικοῦς καὶ μετρίου κατ' οὐδὲν
ἀφιστάμενος, ἀλλὰ πᾶσι τρόποις αὐτοῦ ἐξεχόμενος. Ἐτίμησε δὲ τῶν
τε τῆς συγκλήτου καὶ τοῦ δήμου πολλούς. Ἀνώρθωσε δὲ καὶ τοὺς ἤδη
ἐπὶ τοῦ Κομνηνοῦ ἐκπεπτωκότας τῶν οἰκείων τιμῶν· πολλοὺς γὰρ ἐκεῖ-
νος παγανώσας ἀδόξους ἐξ ἐνδόξων καὶ ἀτίμους ἐξ ἐντίμων ἀπέδειξεν.
Ἐπιστάσης δὲ τῆς τοῦ ἁγίου μεγαλομάρτυρος Γεωργίου μνήμης κατὰ
τὸ ἔθος ἄπεισιν ὁ βασιλεὺς εἰς τὰ Μάγγανα αἰδοῖ τοῦ μάρτυρος. Μετὰ δὲ
τὸ τελεσθῆναι τὴν ἑορτὴν τινὲς τῶν κακοήθων καὶ δολερῶν βουλὴν πονη-
ρὰν ἐξαρτύσαντες τῷ βασιλεῖ ἐπεβούλευσαν μέν, ἤνυσαν δὲ οὐδέν, Θεοῦ
τὸν σύλλογον καὶ τὸ πονηρὸν καὶ ἄθεον διαλυσαμένου σκαιώρημα. Ἦν
γὰρ αὐτοῖς γνώμη τῷ βυθῷ παραδοθῆναι αὐτὸν παγγενεὶ ἅτε διὰ θαλάσ-
σης πρὸς τὸ παλάτιον ἀποπλεῖν μέλλοντα. Ζητήσεως δὲ καὶ ἐρεύνης γε-
νομένης περὶ τοῦ συμβάντος πολλῆς πολλοὶ τῶν μεγιστάνων καὶ αὐτὸς
ὁ τηνικαῦτα ἔπαρχος ἑάλωσαν ὡς ἐπίβουλοι καὶ καθοσιώσεως αἰτίᾳ ὑπέ-
πεσον, τῶν οἰκείων στερηθέντες κτήσεων καὶ πάσης τῆς περιουσίας αὐτῶν.
[112] Ἐπόθησε δὲ καὶ ἠγάπησε διαφερόντως τῶν ἄλλων ἁπάντων ὁ βασι-
λεὺς τήν τε τῶν δημοσίων χρημάτων ἐπαύξησιν καὶ τῶν ἰδιωτικῶν δι-
κῶν τὴν ἀκρόασιν, κἀν τούτοις τὴν μείζονα φροντίδα κατεκένου τῆς βα-
σιλείας τῶν ἄλλων ἧττον ἐχόμενος, στρατηγικῶν φημι πλεονεκτημάτων
καὶ στρατιωτικῶν ἀνδραγαθημάτων. Διὰ δὴ ταῦτα καὶ συκοφαντικαῖς
ἐπηρείαις καὶ σοφιστικαῖς μεθόδοις καὶ δικανικῶν προβλημάτων ἑσμῷ
καὶ σεκρετικῶν ζητημάτων ἐπιπλοκαῖς τὸ ῥωμαϊκὸν ἐκλονεῖτο καὶ
ἐκραδαίνετο, ὡς καὶ αὐτοὺς τοὺς στρατευομένους τὰ ὅπλα καὶ τὴν στρατείαν
μεταθέντας συνηγόρους καὶ νομικῶν προβλημάτων καὶ ζητημάτων γενέσθαι
ἐραστάς, μακρὰν χαίρειν εἰπόντας ἐνυαλίῳ τε ἠχῇ καὶ πολεμικῇ ὀρχήσει
καὶ περιδινήσει ἀγχιστρόφῳ. Εὐσεβὴς δὲ ὤν, εἴπερ τις ἕτερος, καὶ φιλο-
μόναχος φιλόπτωχός τε καὶ περὶ τὸ σῶμα ἧττον κολαστικός, πρὸς ἄλλο
τι ἀμβλὺς ἐτύγχανε καὶ νωθρός, φειδωλὸς δὲ εἰσάγαν καὶ ποριστικὸς
καὶ τῶν δημοσίων χρημάτων αὐξητικός. Ἐνεξουσίαζε δὲ καὶ ταῖς κρί-
σεσι καὶ πολλάκις αὐτὰς ὑπήλλαττε διὰ τὴν τῶν προσώπων ποιότητα,
βαρὺς δεικνύμενος τοῖς δυνατοῖς καὶ ἀφόρητος.
Προσκειμένου δὲ αὐτοῦ τοῖς τοιούτοις διηνεκῶς, τῶν δὲ στρατιω-
τικῶν ἠμεληκότος καὶ καταρραθυμήσαντος, τὰ τῆς ἀνατολῆς καὶ μᾶλλον
τὰ ἐν τοῖς τέρμασι τῶν μερῶν τῶν ῥωμαϊκῶν ὑπὸ τῶν πολεμίων ἐφέ-
ροντό τε καὶ ἤγοντο καὶ ἐληίζοντο, καὶ διεφθείροντο ἅπαντα τῇ τε τῶν
Τούρκων ἐπιδρομῇ καὶ κατισχύσει καὶ τῇ βιαίᾳ ὑποχωρήσει καὶ δειματώ-
σει τῶν ἠμελημένων στρατιωτῶν· συνεχεῖς γὰρ ὑπῆρχον ἐκδρομαὶ καὶ
λεηλασίαι συχναί, ἀφανιζομένου τοῦ προστυχόντος παντός. Διὸ καὶ ἡ εὐ-
δαίμων χώρα τῆς Ἰβηρίας ἠπείρωτο παντελῶς καὶ ἠδάφιστο, ἤδη προκα-
τειργασμένη καὶ ἠσθενηκυῖα καὶ κατὰ μικρὸν ἐκλείπουσά τε καὶ φθίνουσα.
Συμμετελάμβανον δὲ τοῦ δεινοῦ καὶ ὅσαι ταύτῃ παρέκειντο, Μεσοποταμία
[113] τε καὶ Χαλδία, πρὸς δὲ Μελιτηνὴ καὶ Κολώνεια καὶ τὰ τῷ Εὐφράτῃ συγκεί-
μενα ποταμῷ, ἀλλὰ μὴν τό τε Ἀρμενιακὸν καὶ τὸ Βαασπρακάν. Καὶ εἰ μὴ
πολλάκις στρατεύμασιν, ἐνίοτε δὲ καὶ φήμαις μόναις δυνάμεων, ἀνείργοντο
τὰ τῶν βαρβάρων, καί τινες ἀρχηγοὶ τούτων, Χωροσάν τις σελάριος καὶ
Σαμούχ, ἀγαθῇ τινι τύχῃ τὴν ἧτταν συμβαλόντες ἐκληρώσαντο, κἂν μέχρι
Γαλατίας καὶ Ὁνωριάδος καὶ αὐτῆς Φρυγίας τὸ ἀντίπαλον περιέδραμεν.
Ἐστέλλετο μὲν γὰρ στρατιωτικόν, ψιλὸν δὲ καὶ ἄοπλον καὶ γυμνόν, τῶν
κρειττόνων ἀπελαυνομένων ἑκάστοτε τῆς στρατείας τοῦ πλήθους τῶν
ὀψωνίων ἕνεκα καὶ τῶν μειζόνων βαθμῶν. Ἃ καὶ καταγνώσεως ἐκτὸς
οὐκ ἦν, μηδενὸς γενναίου καὶ ἀξιολόγου πραττομένου διὰ τοῦτο. Συνέ-
βαινε δὲ ἐκ τούτου τοὺς μὲν Ῥωμαίους ταπεινοῦσθαι καὶ κατεπτηχέναι,
τοὺς βαρβάρους δὲ φυσᾶσθαί τε καὶ ἐπαίρεσθαι καὶ μετὰ πολλῆς προσρή-
γνυσθαι πεποιθήσεως. Ὅτε δὴ καὶ εἰς τὸ Ἀνίον ἀποστέλλεται δοὺξ Ἀρμέ-
νιός τις, Παγκράτιος τοὔνομα, ἐκ τῶν ἐνόντων ὑποσχόμενος τὰ ἐκεῖσε στρα-
τεύματα διοικεῖν. Τοῦ δὲ σουλτάνου παριόντος, μὴ μέντοι γε πημαινομέ-
νου τὴν χώραν τὴν ῥωμαϊκήν, τῶν περὶ τὸν Παγκράτιον ἐξιόντες τινὲς
τὴν οὐραγίαν τοῦ σουλτανικοῦ στρατοπέδου ἐσίνοντο καὶ κατέκαινον. Ἐφ'
οἷς δὴ καὶ δυσθυμήσας ὁ σουλτάνος ἀφίησι τοῦ πρόσω ἰέναι. Πρὸς τὸ
Ἀνίον δὲ ἀνθυπέστρεψε καὶ δι' ὀλίγων ἡμερῶν αὐτό τε τὸ Ἀνίον καὶ τὰ
περὶ αὐτὸ πάντα περιποιησάμενος στρατῷ τε ὀχυρώσας καὶ στρατηγοῖς
ἀξιολόγοις τὰ ἐκεῖσε παραδούς, τὴν τῶν Ῥωμαίων ἐπικράτειαν αὐτοῦ
τε καὶ τῆς περὶ αὐτὸ χώρας ἀπεστέρησεν. Εἶχε μὲν οὖν οὕτω ταῦτα καὶ
εἰς τοσοῦτον σκυλμὸν τὰ ῥωμαϊκὰ περιήγοντο κατά τε τὴν Ἀσίαν καὶ
τὴν ἄλλην πᾶσαν ἀνατολήν.
Ἐν δὲ τῇ δύσει κατὰ τὴν τρίτην ἰνδικτιῶνα, ἀρχόντων τῶν περὶ
τὸν Ἴστρον πόλεων τοῦ μαγίστρου Βασιλείου τοῦ Ἀποκάπη καὶ τοῦ
[114] μαγίστρου Νικηφόρου τοῦ Βοτανειάτου, τὸ τῶν Οὔζων ἔθνος, γένος
δὲ καὶ οὗτοι σκυθικὸν καὶ τῶν Πατζινάκων εὐγενέστερον καὶ πολυπλη-
θέστερον, παγγενεὶ μετὰ τῆς ἰδίας ἀποσκευῆς τὸν Ἴστρον περαιωθὲν
ξύλοις μακροῖς καὶ λέμβοις αὐτοπρέμνοις καὶ βύρσαις, τοὺς διακωλύον-
τας τὴν αὐτῶν περαίωσιν στρατιώτας, Βουλγάρους τέ φημι καὶ Ῥω-
μαίους καὶ λοιποὺς τοὺς ὄντας σὺν αὐτοῖς, κατηγωνίσαντο αἰφνιδίως
καὶ τοὺς ἡγεμόνας αὐτῶν, τόν τε Ἀποκάπην Βασίλειον καὶ τὸν Βο-
τανειάτην Νικηφόρον, αἰχμαλώτους ἀπήγαγον καὶ τὴν περὶ τὸν Ἴστρον
πᾶσαν ἐπλήρωσαν ὕπαιθρον. Συνεποσοῦτο γὰρ τὸ ἔθνος, ὡς οἱ εἰδότες
διεβεβαιοῦντο, εἰς ἑξήκοντα μυριάδας μαχίμων ἀνδρῶν καὶ πολεμι-
στῶν. Μοῖρα δέ τις αὐτῶν οὐκ ἐλαχίστη, τούτων ἀποτμηθεῖσα, ἄχρι
Θεσσαλονίκης καὶ αὐτῆς Ἑλλάδος εἰσήρρεισε καὶ πᾶν τὸ προστυχὸν κα-
τελυμήνατο καὶ ἐκεράισε καὶ λείαν ἤλασεν οὐκ ἀριθμητήν. Χειμῶνι δὲ
περιπεπτωκότες πολλῷ ὅτε πρὸς τοὺς σφετέρους ὑπέστρεφον, οὐ μόνον
τὰ ἀλλότρια, ἀλλὰ καὶ τὰ ἑαυτῶν σχεδὸν ἀπέβαλον ἅπαντα καὶ δυστυχῶς
εἰς τὴν παρεμβολὴν ἐπανέζευξαν. Ὁ δὲ βασιλεὺς πυνθανόμενος περὶ τοῦ
πληθυσμοῦ ἤσχαλλε μὲν καὶ ἠδημόνει, στρατιὰν δὲ ἀθροῖσαι καὶ δυνά-
μεις ἀξιομάχους ἀφεῖναι κατ' αὐτῶν ὀκνηρότερος ἦν, ὡς μέν τινες ἔλεγον
τῶν ἀναλωμάτων φειδοῖ-ἦν γάρ, ὡς ἔφημεν, φιλοχρήματος καὶ τὸν ὀβο-
λὸν παντὸς προτιμῶν-ὡς δ' ἔνιοι, μὴ ἀποθαρρῶν πρὸς τοσαύτην ἰσχὺν
ἀντιπαρατάξασθαι· ἅπαντες γὰρ ἀπρόσμαχον τῶν ἐναντίων τὸ πλῆθος
διισχυρίζοντο, καὶ ἀμήχανος ἐδόκει πᾶσιν ἡ λύτρωσις καὶ μετοικίαν ἤδη
οἱ πλείους ἐβουλεύοντο. Ὁ δὲ βασιλεὺς πρεσβείαν πρὸς τοὺς ἐθνάρχας
[115] αὐτῶν ἐσταλκὼς ἐπειρᾶτο ὡς οἷόν τε παρενεγκεῖν αὐτοὺς καὶ καταστεῖλαι,
[115.2] πολλὰ τούτοις ἀποστείλας ἐπαγωγὰ καὶ θελκτήρια· χαρίσμασι γὰρ ἐνί-
ους αὐτῶν ἁδροῖς ἐδεξιώσατο. Μέγιστον δὲ τὸ ἔθνος ὂν καὶ διὰ τοῦτο
πρὸς πορισμὸν τῶν ἀναγκαίων ὁσημέραι ἐπιρρηγνύμενον ἐν πολλοῖς
μέρεσι τὴν Βουλγαρίαν, ἤδη δὲ τήν τε Θρᾴκην καὶ τὴν Μακεδονίαν συν-
έθλιβε. Μὴ φέρων δὲ ὁ βασιλεὺς τὸ λεγόμενον-ἀνέδην γὰρ παρὰ πάντων
ὡς φειδωλὸς καὶ γλίσχρος διεσύρετο καὶ διεβάλλετο-ἔξεισι τῆς βασιλί-
δος καὶ περὶ τὸν τόπον ὃς Χοιροβάκχοι καλεῖται τὴν σκηνὴν πήγνυσιν,
οὐ πλείους τῶν ἑκατὸν πεντήκοντα στρατιωτῶν ἐπαγόμενος μεθ' ἑαυτοῦ.
Ὅθεν καὶ πολλοῖς θαυμάζειν ἐπῄει ὅπως μετὰ τοσούτων ἀνδραρίων πρὸς
τοσαύτην πληθὺν ἀπεδειλίασεν. Ἐν τοιαύτῃ δὲ παρασκευῇ ὄντος αὐτοῦ
καὶ περὶ συναγωγῆς βουλευομένου στρατοῦ δρομαῖοι προσελθόντες τινὲς
ἐδήλουν τῷ βασιλεῖ τήν τε τῶν ἡγεμόνων λύτρωσιν καὶ τοῦ ἔθνους παντὸς
τὴν ἀπώλειαν, φράζοντες ὡς οἱ μὲν ἡγεμόνες αὐτῶν ἐμβάντες σκάφεσι
τὸν Ἴστρον διαβεβήκασι, τὸ δὲ περιλειφθὲν πλῆθος λιμῷ τε καὶ λοιμῷ
τοῖς τε παρακειμένοις Βουλγάροις καὶ Πατζινάκοις καταπολεμηθέντες
ἄρδην ἀπώλοντο, Θεοῦ τὸ πᾶν ἐργασαμένου. Λέγεται γὰρ ὡς ἀπογνοὺς
ὁ βασιλεὺς ἐκ πάντων, νηστείαν παραγγείλας τῷ τε πλήθει καὶ ἑαυτῷ,
λιτανείαν ἐκτενῆ ἐποιήσατο, αὐτὸς πεζὸς συμπορευόμενος μετὰ δακρύων
καὶ συντετριμμένης καρδίας, καθ' ἣν ἡμέραν ἐφάνη τοῖς ἐν Τζουρουλῷ
ἐσκηνωμένοις τῶν Οὔζων πλῆθος στρατιωτικὸν ἐπιστὰν ἐναέριον καὶ
διᾷττον σὺν σπουδῇ βέλη ἀφιέναι κατ' αὐτῶν συνεχῆ, ὥστε μηδένα ἐξ
αὐτῶν ἀπομεῖναι ἄτρωτον. Ὁ δὲ βασιλεὺς τῷ Θεῷ τε καὶ τῇ Θεοτόκῳ
θύσας τὰ χαριστήρια εὐθὺ τῆς βασιλίδος πεπόρευτο. Εὗρε δὲ καὶ ταύτην
[116] ἐκπλήξεως γέμουσαν καὶ σῶστρα τῷ Θεῷ ἐπιθύουσαν. Ἀλλὰ καὶ πάντες
ἁπλῶς θεοσημίαν τὸ γεγονὸς ἐλογίζοντο καὶ τῇ τοῦ βασιλέως περὶ τὸ
θεῖον εὐσεβείᾳ τὸ πᾶν ἀνετίθεσαν, ἀρετῇ καὶ τῇ τοῦ ἄρχοντος ῥοπῇ καὶ
περὶ τὸ θεῖον εὐλαβείᾳ τὸ θεῖον ἐπικλινόμενον.
Προσῆλθον δὲ τούτων τινὲς μετὰ τὸν τοιοῦτον ὄλεθρον τῷ βασιλεῖ,
καὶ χώραν λαβόντες δημοσίαν ἀπὸ τῆς μακεδονικῆς τὰ Ῥωμαίων ἐφρό-
νησαν καὶ σύμμαχοι καὶ ὑπήκοοι τούτων μέχρι τοῦ δεῦρο γεγόνασι καὶ
ἀξιωμάτων συγκλητικῶν καὶ λαμπρῶν ἠξιώθησαν. Ἦν δὲ τὸ τηνικαῦτα
ἔτος μὲν ἕκτον βασιλεύοντι τῷ Δούκᾳ, ἰνδικτιὼν γʹ, ἐν τῷ ͵Ϛφογʹ ἔτει
τῆς κοσμικῆς κτίσεως.
Πρὸ δὲ τούτου τοῦ ἔτους κατὰ τὸν Σεπτέμβριον μῆνα τῆς δευτέρας
ἐπινεμήσεως, εἰκοστὴν τρίτην ἄγοντος τοῦ αὐτοῦ μηνός, περὶ δευτέραν
νυκτὸς φυλακὴν σεισμὸς ἐξαίσιος γέγονε τῶν πώποτε γενομένων ἐκπλη-
κτικώτερος ἐκ τῶν ἑσπερίων μερῶν ἀρξάμενος. Τοσοῦτος δὲ ἦν τὸ μέ-
γεθος, ὡς καὶ οἰκίας ἀνατρέψαι πολλὰς καὶ ναοὺς καὶ κίονας. Τὰ ὅμοια
δὲ τοῖς εἰρημένοις πεπόνθασι Ῥαιδεστός τε καὶ Πάνιον καὶ τὸ Μυριόφυτον,
ὡς καὶ μέρη τειχῶν ἀνατραπῆναι ἄχρις ὑποβάθρας αὐτῆς καὶ πλείστας
οἰκίας καὶ φόνον γενέσθαι πολύν. Ἀλλὰ μὴν καὶ ἡ Κύζικος, ὁπότε καὶ
τὸ ἐν αὐτῇ ἑλληνικὸν ἱερὸν κατεσείσθη καὶ τῷ πλείστῳ μέρει κατέπεσε,
μέγιστον ὂν χρῆμα πρὸς θέαν δι' ὀχυρότητα καὶ λίθου τοῦ καλλίστου
τε καὶ μεγίστου ἁρμονίαν καὶ ἀνοικοδομὴν καὶ ὕψους καὶ μεγέθους διάρκει-
αν. Καὶ μέχρι δὲ δύο ἐνιαυτῶν ἔκτοτε σποράδες ἐπεφοίτων σεισμοὶ μηδα-
μῇ τοῖς ἐξωροτέροις μνημονευόμενοι. Τὰ αὐτὰ δὲ καὶ ἡ Νίκαια πέπονθε·
κατεσείσθησαν γὰρ καὶ ταύτης ὅ τε ἐπ' ὀνόματι τῆς ἁγίας Σοφίας ναὸς
καὶ ὁ λεγόμενος τῶν ἁγίων Πατέρων σηκός, καὶ τὰ τείχη δὲ σὺν τοῖς
[117] πολιτικοῖς οἰκήμασι καταπεπτώκασιν, ὅτε δὴ καὶ τὰ τοῦ τρόμου κα-
τέληξε τέλεον. Ἦσαν δὲ ταῦτα καὶ εἴσπραξις μὲν ἁμαρτημάτων καὶ
χόλος θεῖος ἐξ ἅπαντος, ᾐνίττοντο δὲ καὶ τὴν τοῦ ῥηθέντος ἔθνους ἐπέ-
λευσιν καὶ κατάλυσιν. Ἐν γὰρ ταῖς θεοσημίαις οὐ τὸ ἐνεστὸς μόνον, ἀλλὰ
καί τι μέλλον προτεθεώρηται καὶ προσημαίνεται.
Καὶ Μαΐῳ δὲ μηνὶ τῆς δʹ ἰνδικτιῶνος ἐφάνη κομήτης κατόπιν τοῦ
ἡλίου δύνοντος τὸ μέγεθος σεληναῖον φέρων, ὅταν ἥδε πλησιφαὴς γένη-
ται. Καὶ ἐῴκει μὲν τηνικαῦτα ἐκπέμπειν καπνὸν καὶ ὀμίχλην, ἐν δὲ τῇ
ἐπιούσῃ ἤρξατο παραδεικνύειν βοστρύχους τινάς, καὶ ὅσον οὗτοι προε-
πετάννυντο τὸ μέγεθος τοῦ ἀστέρος ὑπέληγεν. Ἀπέτεινε δὲ τὰς ἀκτῖ-
νας ὡς πρὸς ἑῴαν καὶ πρὸς ἐκείνην προήρχετο καὶ ἦν ἐπικρατῶν ἄχρις
ἡμερῶν τεσσαράκοντα.
Κωνσταντίνου δὲ τοῦ πατριάρχου θανόντος Ἰωάννης μοναχὸς ὁ
ἐπίκλην Ξιφιλῖνος προχειρίζεται, ἐκ Τραπεζοῦντος μὲν ὡρμημένος, ἀνὴρ
δὲ σοφὸς καὶ παιδεύσεως εἰς ἄκρον ἐληλακὼς κἀν τοῖς πολιτικοῖς περί-
βλεπτος γεγονὼς καὶ ἀρετῆς εὐφρόνως ἐπιμελούμενος, ὥστε ἐν ἀκμῇ
τῆς εὐημερίας καὶ τῆς ἡλικίας τὴν μοναχικὴν πολιτείαν ἀσπάσασθαι καὶ
τὸν ἀναχωρητικὸν ἑλέσθαι βίον χρόνον οὐκ ἐπὶ μικρὸν παρὰ τὸ τοῦ Ὀλύμ-
που ὄρος. Ὅθεν οὐδεὶς ἄξιος πλὴν αὐτοῦ ἐνομίσθη πρὸς τὸν ὑψηλὸν τῆς
πατριαρχίας βαθμόν, εἰ καὶ ἀπαναινόμενος καὶ φεύγων ἐδιώχθη πρὸς
τῆς τιμῆς. Ἀλλὰ μὴν καὶ Θεοδούλου τοῦ Βουλγαρίας ἀρχιερέως κοιμη-
θέντος προχειρίζεται ὁ βασιλεὺς Ἰωάννην τινὰ μοναχὸν ἐκ τῆς Λάμπης
μὲν ὡρμημένον, συνασκητὴν δὲ καὶ σύμπονον τοῦ Ξιφιλίνου.
Ἀπὸ δὲ μηνὸς Ὀκτωβρίου νόσος ἐνσκήψασα τῷ βασιλεῖ κατέτρυ-
[118] χεν αὐτὸν δεινῶς ἄχρι τοῦ ἐπιόντος Μαΐου μηνός· ἐν αὐτῷ δὲ κατειργά-
σατο τοῦτον καὶ τῆς ἐνταῦθα ζωῆς ἀπήγαγεν. Ἡ δὲ ὁσία τούτου οὐκ
ἔνθα προσεδόκησε γέγονεν, ἀλλὰ διαπόντιος ἀχθεὶς ἐν τῇ μονῇ τοῦ ἁγί-
ου Νικολάου, ἣ καλεῖται Μολυβωτόν, ἐναπετέθη. Ἔζησε δὲ ἐν τῇ βασι-
λείᾳ χρόνους ἑπτὰ καὶ μῆνας ἕξ. Ἦσαν δὲ αὐτῷ παῖδες ἐξ Εὐδοκίας τῆς
βασιλίδος, ἣν ἔτι ἰδιωτεύων ἠγάγετο, ἄρρενες μὲν τρεῖς, Μιχαὴλ, Ἀν-
δρόνικος καὶ Κωνστάντιος-τούτων πορφυρογέννητος ἦν ὁ Κωνστάντιος,
πάντας δὲ βασιλεῖς ἀνηγόρευσε-θήλειαι δὲ τρεῖς, Ἄννα, Θεοδώ-
ρα καὶ Ζωή. Καίσαρα δὲ τὸν αὑτοῦ ἀδελφὸν προχειρισάμενος κοινωνὸν
βουλευμάτων μυστηριωδῶν καὶ σκεμμάτων ἐτίθετο. Μέλλων δὲ τελευ-
τᾶν ἔγγραφον ἀπῄτησεν ἐκ πάντων ὡς οὐκ ἄν ποτε παρὰ τοὺς αὐτοῦ
παῖδας βασιλέα ἕτερον δέξαιντο· ἐν ᾧ καθυπέγραψαν ἅπαντες, ἀλλὰ μὴν
καὶ ἡ βασιλὶς Εὐδοκία ὡς οὐκ ἂν οὐδὲ αὐτὴ πρὸς δεύτερον ἐλεύσοιτο
συνοικέσιον· καὶ ἀπαρτισθὲν τῷ πατριάρχῃ φυλάττειν δεδώκασιν. Ὅθεν
καὶ παρὰ τῇ γυναικὶ καὶ βασιλίδι τὰ πάντα πεποίηκε, σωφρονεστάτῃ τε
νομιζομένῃ τἀνδρὶ καὶ παιδοτροφῆσαι ἀκριβεστάτῃ καὶ πρὸς τὸ τὰ κοι-
νὰ διοικεῖν ἱκανωτάτῃ. Τελευτᾷ δὲ ὁ βασιλεὺς ἐτῶν ὢν ἑξήκοντα καὶ μικρόν
τι πρός. Εἴθιστο δὲ λέγειν περὶ τῶν ἐπιβουλευόντων αὐτῷ ὡς τιμῆς μὲν
καὶ χρημάτων οὐκ ἀποστερήσοι τούτους, ἀντ' ἐλευθέρων δὲ ὡς ἀργυ-
ρωνήτοις χρήσαιτο· «ἀφειλόμην δὲ οὐκ ἐγὼ τὴν ἐλευθερίαν αὐτούς, ἀλλ'
οἱ νόμοι ἐκπτώτους αὐτοὺς τῆς πολιτείας ποιήσαντες». Τοῖς δὲ λόγοις
ἐξόχως προσκείμενος «ὤφελον» ἔλεγεν «ἐκ τούτων ἢ τῆς βασιλείας ἐγνω-
ριζόμην». Γενναῖος δὲ ὢν τὴν ψυχὴν πρός τινα εἰρηκότα ὡς αὐτὸς ἂν ἡδέως
[119] μαχόμενος ἐκείνου τὸ ἴδιον σῶμα προβάλλοιτο, «εὐφήμει» εἶπε «καὶ εἰ βού-
λοιό γε πεσόντι ἐπένεγκε πληγὴν καὶ αὐτός». Πρὸς δὲ τὸν τοὺς νόμους
ἐξακριβούμενον ἐπὶ τῷ βούλεσθαι ἀδικεῖν, «οὗτοι» ἔφησεν «οἱ νόμοι
ἡμᾶς ἀπολωλέκασι».
Κατέσχον δὲ τὰ σκῆπτρα τῆς βασιλείας ἥ τε σύζυγος αὐτοῦ καὶ οἱ
παῖδες. Οἱ δὲ τὴν ἑῴαν κατατρέχοντες Τοῦρκοι πάλιν τοῖς περὶ Μεσοπο-
ταμίαν ἐφήδρευον καὶ μάλιστα τοῖς περὶ τὴν Μελιτηνὴν ἐστρατοπεδευ-
[119.8] μένοις ῥωμαϊκοῖς στρατεύμασιν, οἵπερ τοῦ ὀψωνιασμοῦ ἐνδεήσαντες
καὶ τῶν συνήθως παρεχομένων αὐτοῖς σιτηρεσίων στερούμενοι ἐνδεῶς
εἶχον καὶ ταπεινῶς, πρὸς τούτοις δὲ καὶ ὀργίλως διὰ τὴν ἔνδειαν, ὡς μὴ
τοῖς ἰθαγενέσι στρατιώταις βούλεσθαι συνελθεῖν καὶ τὸν Εὐφράτην σὺν
αὐτοῖς περαιώσασθαι. Ἐπερχομένων οὖν τῶν Τούρκων μόνοι οἱ Μελιτη-
νοὶ ἀντιστάντες ἄτερ αὐτῶν εὐμαρῶς ὑπὸ τῶν βαρβάρων ὡς ἑκηβόλων
ἐλυμαίνοντο καὶ κατετιτρώσκοντο, αὐτοὶ δ' ἀπαθεῖς διέμενον, ἕως ἀναγ-
κασθέντες εἰς τὸν ποταμόν τε ἔφυγον καὶ πρὸς μάχην καὶ ἄκοντες ἔστη-
σαν καὶ νῶτα δοῦναι παρεβιάσθησαν. Καὶ τροπῆς γενομένης ἔπεσον συ-
χνοὶ ἐξ αὐτῶν, τινὲς δὲ καὶ ζωγρίαι ὑπὸ τῶν βαρβάρων ἐλήφθησαν, οἱ
δὲ λοιποὶ τῷ ἄστει τῆς Μελιτηνῆς ἀνεσώθησαν. Περιφρονήσαντες δὲ
τούτους οἱ βάρβαροι ὡς ἤδη καταστραφέντας καὶ ἀσθενεῖς, ἐκτρέχουσιν
ἄχρι Καισαρείας, καταληιζόμενοι πάντα καὶ καταστρέφοντες καὶ πῦρ
αὐτοῖς ὑπανάπτοντες. Καὶ τῷ σηκῷ τοῦ Μεγάλου καὶ περιωνύμου Βασι-
λείου εἰσπηδήσαντες δῃοῦσι μὲν ἅπαντα καὶ τὰ ἱερὰ διαρπάζουσι, προσ-
ραγέντες δὲ καὶ τῇ τοῦ ἁγίου σορῷ τῷ ἁγίῳ αὐτοῦ λειψάνῳ δρᾶσαί τι
πονηρὸν οὐδαμῶς ἠδυνήθησαν· προκατησφάλιστο γὰρ καὶ περιεδεδό-
μητο κτίσμασιν ὀχυροῖς καὶ χρόνου δεομένοις πολλοῦ πρὸς καθαίρεσιν.
[120] Τὰ δὲ τὰς ὀπὰς περιστέλλοντα θύρια, χρυσῷ καὶ μαργάροις ἐξειργασμένα
καὶ λίθοις, ἐξαίρουσι καὶ τὸν ὅλον κόσμον ὁμοῦ συμφορήσαντες αἴρου-
σιν ἐκεῖθεν, παραδόντες πολλοὺς τῶν Καισαρέων σφαγῇ καὶ τὸν ναὸν
καταχράναντες. Κἀκεῖθεν ὑποστρέψαντες διέρχονται τοὺς εἰς Κιλικίαν
ἄγοντας στενωπούς, μηδενὸς προγνόντος τὴν τούτων ἔφοδον, καὶ τοῖς
Κίλιξιν ἐπιφανέντες ἐκπλήκτως ἐμφόβους εἰργάσαντο, φόνον πολὺν ποι-
οῦντες τῶν παρεμπιπτόντων αὐτοῖς. Χρονίσαντες δὲ τῇ χώρᾳ καὶ ταύ-
την λυμηνάμενοι καὶ λαφύρων ἑαυτοὺς ἐμπλήσαντες καὶ λείας καὶ αἰ-
χμαλωσίας πολλῆς ἀπίασι πρὸς τὸ Χάλεπ, παρά τινος αὐτομόλου Ἀμερ-
τικῆ λεγομένου ὁδηγηθέντες ἐκεῖσε, δυσμενῶς τοῖς Ῥωμαίοις διακει-
μένου, ἐπὶ τοῦ γέροντος μὲν Μιχαὴλ αὐτομολήσαντος καὶ τυχόντος με-
γάλων δωρεῶν καὶ τιμῶν καὶ δεξιώσεων, κατηγορηθέντος δὲ παρὰ τῷ
βασιλεῖ Κωνσταντίνῳ τῷ Δούκᾳ ὡς μέλλοντος αὐτὸν μαχαίρᾳ διαχει-
ρίσασθαι καὶ διὰ τοῦτο κατακριθέντος φυγὴν διηνεκῆ, πάλιν δέ γε τυ-
χόντος ἀνακλήσεως καὶ ἀποσταλέντος κατὰ τῶν Τούρκων, τηνικαῦτα
δὲ διὰ σπάνιν τῶν ἀναγκαίων προσθεμένου τε τοῖς Τούρκοις καὶ τὴν χώραν
διατιθέντος κάκιστα. Γενόμενοι γοῦν ἓν οἵ τε Τοῦρκοι καὶ οἱ Χαλεπῖται,
καὶ ὁμολογίαν δόντες ἀλλήλοις, τὴν ἐν Συρίᾳ Ἀντιόχειαν καὶ τὰ περὶ
αὐτὴν κακῶς διετίθεσαν σφάττοντες, πυρπολοῦντες, ἀνδραποδίζοντες,
λεηλατοῦντες, αἰχμαλωτίζοντες καὶ πᾶν, εἴ τι χείριστον, διαπραττόμενοι.
Συνηθροίσθη μὲν γὰρ στράτευμα ἐπ' αὐτοὺς ἀξιόλογον, Νικηφόρου ὄν-
τος τοῦ Βοτανειάτου ἐν ταύτῃ δουκός, ἡ δὲ φειδωλία καὶ ἡ γλισχρότης
ἄπρακτα πάλιν τὰ πάντα ἀπέδειξεν. Οὐ γὰρ ὁλόκληρον τὸ ὀψώνιον, ἀλλὰ
μερικὸν αὐτοῖς καὶ μέτριον δοθὲν ναρκῆσαι τοὺς στρατιώτας ἐποίησε·
λαβόντες γὰρ τὸ δοθὲν εἰς τὰ οἰκεῖα διεσκεδάσθησαν, καὶ πάλιν ἦσαν οἱ
βάρβαροι τὴν χώραν δῃούμενοι καὶ ἀδεῶς κατατρέχοντες. Νεολαίαν δέ
τινα βραχεῖαν, ἄρτι τῶν οἰκημάτων οἷς ἐνετρέφοντο ἐκπεπηδηκυῖαν,
μικροῖς καὶ ἐλαχίστοις ἀθροίσαντες ἀναλώμασι τῷ τῆς Ἀντιοχείας
[121] ἡγεμόνι ἐνεχείρισαν. Οἳ δρᾶσαι μέν τι προεθυμοῦντο ἀπονοίᾳ νεωτερικῆς
θρασύτητος στρατηγούμενοι, ἀπειροπόλεμοι δὲ ὄντες καὶ ἄφιπποι καὶ
σχεδὸν ἄοπλοι καὶ γυμνοὶ καὶ μηδὲ τὸν ἡμερήσιον ἄρτον ἔχοντες, πολλὰ
παθόντες ἀνήκεστα εἰς τὴν σφῶν δυσκλεῶς ἐπανέστρεψαν γῆν, τοῦ δου-
κὸς Βοτανειάτου μετὰ τῶν οἰκείων ὑπασπιστῶν καί τινων ξενικῶν δυ-
νάμεων μετρίως αὐτοὺς ἀποσοβῆσαι ἰσχύσαντος. Παραλυθέντος δὲ τῆς
ἀρχῆς ἐκείνου τὰ τῶν βαρβάρων ἐπὶ πλέον ἐθρασύνθη, σιτοδείας πιεζού-
σης τὰς πόλεις καὶ τῶν ἄλλων ἐπιτηδείων ἐνδείας.
Ἀλλ' ἐπειδήπερ ἐξ ἀνάγκης βασιλέως ἐδεήθη τὰ πράγματα δυνα-
μένου αὐτὰ ποσῶς καταστῆσαί τε καὶ ὁμαλίσαι ἐν οὕτως ἐναντίοις και-
ροῖς, ἐψηφίζετο μὲν ἀξιολογώτατος ὁ Βοτανειάτης καὶ ἄλλοι πολλοί, νικᾷ
δὲ ὅμως ἡ θεία βουλή· διὸ καὶ ἀνάγεται ἐπὶ ταύτην ὁ βεστάρχης Ῥωμα-
νὸς ὁ Κωνσταντίνου τοῦ Διογένους υἱός. Ὃν δὲ τρόπον ἀνήχθη, ἔνθεν ἐρῶ.
Ἦν μὲν προβεβλημένος δοὺξ Σαρδικῆς ὁ Διογένης, πατρίκιος δὲ τυγχά-
νων ἐζήτησε τὸν βασιλέα Κωνσταντῖνον τὸν Δούκαν τιμηθῆναι βεστάρ-
χης. Ὁ δὲ βασιλεὺς ὑπειπὼν αὐτῷ: «δεικνύων ἔργα ἀπαίτει μισθούς», κε-
νὸν αὐτὸν καὶ ἄπρακτον ἀπεπέμψατο μὴ προσσχὼν τῇ αἰτήσει αὐτοῦ.
Ἐξελθὼν οὖν ὁ Διογένης καὶ τὴν Σαρδικὴν καταλαβών, περιτυχὼν Πα-
τζινάκοις ἐξελθοῦσι καὶ λεηλατοῦσι τὴν χώραν τρόπαιον μέγιστον ἐστήσατο
κατ' αὐτῶν, καὶ τῶν ἑαλωκότων ζῶντας μὲν πολλούς, κεφαλὰς δὲ τῶν ἀνῃ-
ρημένων τῷ βασιλεῖ πεπομφὼς ἐτιμήθη βεστάρχης, γράψαντος αὐτῷ τοῦ
βασιλέως ὡς οὐκ ἐμὸν δῶρον, ὦ Διόγενες, τοῦτο ἀλλὰ τῆς οἰκείας ἀρε-
τῆς καὶ ἀνδραγαθίας. Διατρίβων δὲ ἐκεῖσε ἠβουλήθη μὲν ἀντᾶραι τῷ
βασιλεῖ, ἐπέσχε δὲ τὸ μελετώμενον δεδιὼς εἰς φῶς ἀγαγεῖν. Ὅμως, ἐπει-
δὴ ὁ βασιλεὺς ἀπῆν καὶ τὰ τῆς βασιλείας ἐχήρευον, κοινολογεῖταί τινι
τῶν πιστικωτάτων τὸ πρᾶγμα καὶ δι' αὐτοῦ τοῖς παρακειμένοις ἔθνεσιν
[122] ὁμιλήσας περὶ τοῦ αὐτοῦ πράγματος, φιλίως αὐτῷ διακειμένοις ἐξ ὅτου
τῶν παρ' ἐκείνοις ἦρξε μερῶν καὶ τῆς αὐτοῦ γενναιότητος πεῖραν ἔχου-
σι δαψιλῆ. Καταμηνύεται παρά του Ἀρμενίου τὸ γένος, καὶ δὴ συλλη-
φθεὶς δεσμώτης πρὸς τὴν βασιλίδα ἀπάγεται. Ἐλεγχθεὶς δὲ καὶ καταθέ-
μενος καὶ διὰ τοῦτο κατακριθεὶς θάνατον ὡς ἐπίβουλος ὑπερορίζεται
καὶ τῆς πόλεως ἐκβάλλεται, πᾶσιν ἀνίαν ἐνθέμενος ὅσοι τῆς αὐτοῦ γεν-
ναιότητος καὶ ἀνδρείας ἐν πείρᾳ καθίσταντο. Οἱ δ' ἀγνοοῦντες ἐκ τῶν
εἰδότων ταύτην παραλαμβάνοντες ὑπῆρχον ἐξ ἀκοῆς ἐρασταί. Καὶ διὰ
τοῦτο δι' εὐχῆς ἦν τοῖς ὅλοις ἀνώτερον τὸν ἄνδρα γενέσθαι κολαστηρίων
καὶ χαρισθῆναι τῇ Ῥωμαίων τοῦτον ἀρχῇ. Ἐπεὶ δὲ ὁ σκοπὸς ζήλου
θείου ἦν καὶ οὐ φιλαυτίας, περιαλγοῦντος τῆς τῶν χριστιανῶν πληθύος
πασχούσης κακῶς καὶ κεραϊζομένης ὁσημέραι πρὸς τῶν Ἀγαρηνῶν,
ἐνηργήθη λοιπὸν τοῖς εὐχομένοις τὰ τῆς εὐχῆς. Παραστάντος γὰρ αὖθις
αὐτοῦ τῷ βασιλικῷ βήματι περιέσχεν ἔλεος ἄσχετος τὴν αὐγοῦσταν Εὐ-
δοκίαν· ἦν γὰρ ὁ ἀνὴρ μετὰ τῶν ἄλλων καὶ θεαθῆναι ἀγαθός, ἐπιμήκης
τε τὴν ἡλικίαν ὢν καὶ στέρνων καὶ νώτων ἐν καλῷ καθορώμενος, εὐόφθαλ-
μός τε, εἴπερ τις ἄλλος, καὶ τοῦ πάθους αὐτόθεν παράκλησιν ἐκκαλού-
μενος, μήτ' ἀκριβὲς τὸ λευκὸν μήτε τὸ μέλαν ἀποσῴζων, ἀλλ' οἷον συγ-
κεκραμένα κατ' ἴσον ἀμφότερα. Ὡς οὖν καὶ ἡ παρεστῶσα γερουσία συν-
έπαθεν, εὐθὺς ἐπηκολούθησεν ἡ συμπάθεια. Καὶ περισωθεὶς τοῦ κινδύνου
παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν βασιλικῆς ἀξιώσεως ἔτυχε. Διὸ καὶ
ἀπολυθεὶς παρὰ πάντων ἠσπάζετο. Ἐξιὼν οὖν εἰς τὴν Καππαδοκῶν, ἐξ
ἧς καὶ τὴν γέννησιν ἔσχηκε, πάλιν μεταπεμφθεὶς εἰς τὴν βασιλεύουσαν
εἰσελήλυθε, κἀν τοῖς γενεθλίοις τοῦ σωτῆρος Χριστοῦ μάγιστρος τιμᾶται
καὶ στρατηλάτης προβέβληται παρὰ τῆς βασιλίδος, προελθούσης βασιλι-
κῶς μετὰ τῶν ἰδίων παίδων εἰς τὸν μέγιστον καὶ περίπυστον τῆς τοῦ Θεοῦ
Σοφίας σηκόν.
[123] Δεδοικυίας δὲ τῆς βασιλίδος τήν τε σύγκλητον καὶ τὸν πατριάρ-
χην καὶ τοὺς ὑπογράψαντας καὶ ὀμόσαντας, καὶ διὰ ταῦτα μὴ τολ-
[123.3] μώσης ζευχθῆναί τινι τῶν ἐπιφανῶν καὶ βασιλέα ἀναγορεῦσαι αὐτόν,
ἔγνω δεῖν ὑπὲρ γυναῖκα μὲν φρονῆσαι, πανουργίᾳ δὲ καὶ δόλῳ τὸν πα-
τριάρχην ὑπελθεῖν καὶ οὕτως αὑτῇ τε τὸ ἐφετὸν καταπράξασθαι καὶ τὴν
τῶν ἐθνῶν ποσῶς ἀναχαιτίσαι ὁρμήν. Κοινοῦται τοίνυν τὸ πρᾶγμά τινι
τῶν ἐκ τῆς γυναικωνίτιδος ὡς ἐπιτηδείῳ πρὸς τοῦτο. Ὁ δὲ ὑπισχνεῖται
παντὶ τρόπῳ συμπράξειν αὐτῇ πρὸς τὸ σπουδαζόμενον, ξυρὸς εἰς ἀκόνην,
τὸ τοῦ λόγου, ὢν πρὸς τὰ τοιαῦτα. Ἀδελφὸς ἦν τῷ πατριάρχῃ Βάρδας
ὄνομα, λαγνίστατός τε καὶ πρὸς ἡδονὰς ἐπτοημένος καὶ μηδὲν ἄλλο διὰ
βίου ἔχων προτέρημα. Πρόσεισι γοῦν τῷ πατριάρχῃ ὁ τομίας, ἀπαγγέλλει
αὐτῷ μυστικῶς τὰ τοῦ πράγματος, καὶ ὡς, εἰ θελήσειε, μᾶλλον δὲ συν-
επινεύσειε μόνον μηδένα κίνδυνον ὑφορᾶσθαι ἐκ τῆς φρικτῆς ἐκείνης χει-
ρογραφίας, ζευχθήσεται μὲν τῇ βασιλίδι ὁ τούτου αὐτάδελφος, παραυ-
τίκα δὲ βασιλεὺς ἀναγορευθήσεται. Ὡς δ' ἔσχεν ὅλον τὸν πατριάρχην
θύννον καταπιόντα τὸ δέλεαρ καὶ ἤδη μονονουχὶ τὴν συναρμογὴν ἐπισπεύ-
δοντα, γίνεται γνώμης πυθέσθαι περὶ τούτου καὶ τὴν σύγκλητον. Ἕνα
καθένα γοῦν πρὸς ἑαυτὸν ὁ πατριάρχης προσκαλούμενος τὸ ἀναγκαῖον
τοῦ πράγματος κατεσκεύαζε, διασύρων τὸ ἔγγραφον ὡς ἔκνομόν τε καὶ
ἄθεσμον καὶ διὰ ζηλοτυπίαν ἑνὸς ἀνδρὸς γεγονὸς καὶ μὴ πρὸς κοινὴν
λυσιτέλειαν ἀφορῶν, ὅπερ ἔσται πάντως, εἰ ζευχθήσεται ἡ βασιλὶς ἀνδρὶ
γενναίῳ τε καὶ θυμοειδεῖ· ἀναθηλήσουσι γὰρ τὰ Ῥωμαίων ἐσαῦθις, ἤδη
μαρανθῆναι καὶ ἀποσβεσθῆναι ἐλπιζόμενα. Ὡς δ' ἔσχε πάντας συμψή-
φους, τοὺς μὲν πειθοῖ καὶ κολακείᾳ, τοὺς δὲ καὶ χρημάτων παροχαῖς
καὶ μειλίγμασιν ἁδροτέροις, καὶ τῷ πραχθησομένῳ δέος οὐχ ὑπῆν, ἄγε-
ται μὲν ὁ Διογένης νυκτὸς εἰς τὰ βασίλεια ἔνοπλος καὶ τῇ βασιλίδι προσ-
[124] ζεύγνυται· ἀναγορεύεται δὲ βασιλεὺς κατὰ τὴν πρώτην τοῦ Ἰανουαρίου
μηνὸς τῆς ἕκτης ἐπινεμήσεως, ἔτει ͵ϚφοϚʹ, λαθὼν πάντας τοὺς τῆς βα-
σιλίδος υἱεῖς. Γίνεται παραυτίκα τάραχος παρὰ τῶν Βαράγγων πολὺς
μὴ ἀνεχομένων εὐφημῆσαι αὐτὸν παρὰ τὰ κοινῇ δόξαντα. Ἐπιφανεὶς
δὲ αὐτοῖς ὁ ταύτης υἱὸς Μιχαὴλ σὺν τοῖς ἀδελφοῖς γνώμῃ αὐτῶν ἀπαγ-
γέλλουσι γενέσθαι τὸ γεγονός, καὶ αὐτίκα μετατραπέντες μεγάλαις καὶ
διατόροις φωναῖς αὐτὸν καὶ αὐτοὶ ἀνηγόρευσαν. Ὡς δ' οὖν ἐφάνη ἐκ
τούτου, {ὡς} οὐ μάτην ἠλπίκασιν ἐπ' αὐτῷ οἱ πολλοί. Ἐκράτησε δὲ ἡ
βασιλὶς σὺν τοῖς υἱέσι μῆνας ἑπτὰ καὶ μικρόν τι πρός.
Ῥωμανὸς δὲ ὁ Διογένης οὕτω τῶν σκήπτρων ἐπιτυχών, οὐκ ἔλαττον
τῶν ἐν ποσὶ πραγμάτων, τῆς στρατιωτικῆς εὐταξίας ἐφρόντισε καὶ συ-
στάσεως, κἂν ὅ τι μάλιστα συνέδρους εἶχε τοὺς προγονούς, ἐφέδρους δὲ
μᾶλλον εἰπεῖν ἀληθέστερον, καὶ τὸν τοῦ προβεβασιλευκότος ἀδελφὸν
Ἰωάννην τὸν καίσαρα, οἳ καὶ ἐμποδὼν αὐτῷ ἀπ' ἀρχῆς ἄχρι τέλους κα-
τέστησαν καὶ τὰ ῥωμαϊκὰ κακῶς διέθεσαν πράγματα, καὶ εἰς ὃ νῦν
ὁρᾶται ἔχοντα. Ἤρξατο γὰρ τούς τε ἀξιολογωτέρους δεξιοῦσθαι καὶ τοῖς
ἐχέφροσι καὶ πεπειραμένοις ὁμιλεῖν τῶν στρατιωτῶν καὶ πολεμικῶν
ἔργων ἀντέχεσθαι πρεσβευτάς τε ἑτοιμάζειν καὶ πανταχόθεν τοῖς ἐναν-
τίοις ἀποτειχίζειν τὴν πάροδον. Διὰ ταῦτά τοι καὶ μετὰ δύο μηνῶν πα-
ρολκὴν ἡ τῆς ἑῴας αὐτὸν δέχεται Προποντίς, καὶ ὁ ζῆλος τῆς ἐκδικίας ἐνί-
κησε τὴν ἐν τῇ βασιλίδι τρυφήν τε καὶ θυμηδίαν. Ὃ καὶ πάντας κατέπληξεν,
ἡ ταχεῖα δηλαδὴ ἑτοιμασία καὶ διάταξις καὶ παρασκευὴ πρὸς ἀνάγκης
αὐτῷ γενομένη πολλῆς.
Τὰ μὲν οὖν κατὰ τὴν Ἀντιόχειαν καὶ Κιλικίαν ταῖς προειρημέναις
ἐκδρομαῖς ἀπειρηκότα ἐν ἐσχάτοις ἦσαν κινδύνοις. Ἐν δὲ τοῖς βορειοτέ-
ροις αὐτὸς ὁ σουλτάνος πανστρατιᾷ ἐξελήλυθε δυνάμεις ἄγων ἀνυποίστους
[125] καὶ βαρείας καὶ τοῖς ὁρίοις τῶν Ῥωμαίων τῷ καιρῷ τοῦ φθινοπώρου
προσήνωτο, βουλόμενος παραχειμάσαι ἐκεῖσε καὶ ἀρχομένου τοῦ ἔαρος
προσεχῶς προσβαλεῖν καὶ ἄρδην ἀνατρέψαι τὴν Ῥωμαίων καὶ καθελεῖν.
Ὁ δὲ βασιλεὺς στρατὸν ἐπαγόμενος-οὐχ οἷον εἰκὸς ἦν τὸν βασιλέα Ῥω-
μαίων, ἀλλ' οἷον παρεῖχεν ὁ καιρὸς-ἔκ τε Μακεδόνων καὶ Βουλγάρων
καὶ Καππαδοκῶν καὶ Οὔζων καὶ τῶν ἄλλως παρατυχόντων ἐθνικῶν, πρὸς
δὲ καὶ Φράγκων καὶ Βαράγγων, τῆς ὁδοῦ σπουδαίως ἐφήψατο. Συν-
ήχθησαν δὲ οἱ πάντες κελεύσματι βασιλικῷ ἐν τῇ Φρυγίᾳ, ἤτοι τῷ θέματι
τῶν Ἀνατολικῶν. Ἔνθα καὶ ἦν ἰδεῖν τι παράδοξον, τοὺς διαβοήτους
προμάχους τῶν Ῥωμαίων, τῶν πᾶσαν τὴν ἑσπέραν καὶ τὴν ἀνατολὴν
καταδουλωσαμένων, καὶ τὴν αὐτῶν στρατιὰν ἐξ ὀλίγων συγκειμένην
ἀνδρῶν καὶ τούτων συγκεκυφότων τῇ πενίᾳ καὶ κακουχίᾳ καὶ πανοπλίας
ἐστερημένων, ἀντὶ μαχαιρῶν καὶ ἄλλων ὀργάνων πολεμικῶν, τὸ τῆς
Γραφῆς ἐρεῖν, ζιβύνας καὶ δρέπανα οὐκ ἐν καιρῷ εἰρήνης ἐπαγομένους,
ἵππου τε πολεμικῆς καὶ τῆς ἄλλης παρασκευῆς ἐνδεῶς ἔχοντας, ἅτε μὴ
στρατευσαμένου βασιλέως ἐκ πολλοῦ, καὶ διὰ τοῦτο ὡς ἀχρήστων καὶ
ἀσυντελῶν καὶ τὸν ὀψωνιασμὸν αὐτῶν παρεικότος καὶ τὸ ἀνέκαθεν σι-
τηρέσιον. Δειλοὶ γὰρ καὶ ἀνάλκιδες καὶ πρὸς οὐδὲν γενναῖον χρησιμεύον-
τες κατεφαίνοντο, ὡς καὶ αὐτὰς τὰς σημαίας τοῦτο σιωπηρῶς ἀποφθέγ-
γεσθαι πιναρὰς ὁρωμένας ὥσπερ ἀπὸ λιγνύος ἐζοφωμένας καπνοῦ, καὶ
ὀπαδοὺς ἐχούσας εὐαριθμήτους καὶ πενιχρούς. Ταῦτα τοῖς παροῦσιν ὁρώ-
μενα πολλὴν ἀθυμίαν προσῆγον καὶ ἐνεποίουν, ἀναλογιζομένοις ἐξ οἵων
ποῖ κατηντήκασι τὰ Ῥωμαίων στρατόπεδα καὶ αὖθις τίνα τρόπον κἀκ
ποίων χρημάτων καὶ διὰ πόσου τοῦ χρόνου εἰς τὸ ἀρχαῖον ἐπανελεύσον-
ται, τῶν μὲν γηραιοτέρων καὶ πεπειραμένων ἀφίππων ὄντων καὶ ψιλῶν,
τῆς δὲ νεαλοῦς στρατιᾶς ἀπειροπολέμου καθεστηκυίας καὶ τῶν πολεμικῶν
οὐκ ἐθάδος ἀγώνων, καὶ αὖθις τὸ τῶν ἀντιτεταγμένων φιλοκινδυνότατον
[126] καὶ ἐν πολέμοις ἐπίμονον καὶ ἔμπειρον καὶ ἐπιτήδειον. Πάντοθεν οὖν ὁ
βασιλεὺς ἐξαπορούμενος καὶ μὴ βουλόμενος ἡσυχίαν ἄγειν διὰ τὴν κοινὴν
λυσιτέλειαν ἔκρινεν, ὡς ἐνῆν, τοῖς ἐχθροῖς ἀντιπαρατάξασθαι καὶ τῆς πολ-
λῆς αὐτοὺς ποσῶς ἀναχαιτίσαι καὶ ἀναστεῖλαι ὁρμῆς. Τοὺς γὰρ ἐναντίους,
ἀγνοοῦντας τὰ οἴκοι τὸν βασιλέα πιέζοντά τε καὶ θλίβοντα, ἡ ἀθρόα τούτου
ὁρμή τε καὶ ἔφοδος μᾶλλον ἐξέπληξεν, οἰηθέντας, ὥσπερ ὕστερον μεμαθή-
καμεν, ὅτι κινδύνων οὗτος ὁ ἄνθρωπος οὐδένα λόγον πεποίηται, ἀλλ' Ἄρε-
ως ὢν φοιτητὴς καινοποιήσει καὶ ἀνηβήσει τὰ Ῥωμαίων πράγματα καὶ
ἀντισηκώσει τοῖς ἐχθροῖς τὰ ἐπίχειρα. <Διὰ> ταῦτά τοι ὁ μὲν σουλτάνος
ὀπισθόρμητος γέγονε, μοῖραν δέ τινα μεγάλην ἀποτεμόμενος καὶ ταύτην
διχῇ διελών, τὴν μὲν εἰς τὴν Ἀσίαν τὴν ἄνω νοτιωτέραν ἐκπέμπει, τὴν
δὲ βορειοτέραν παραγγέλλει γενέσθαι. Ὁ δὲ βασιλεύς, ὡς ἐνῆν, τοὺς σὺν
αὐτῷ ἐπιρρώσας ὅλῃ χειρὶ καὶ ἀξιώμασι καὶ δώροις ἀναθαρρῆσαι πε-
ποιηκώς, καὶ λοχαγοὺς καὶ ταξιάρχας ἀρίστους ἑκάστῳ τάγματι ἐπι-
μελῶς προστησάμενος ἐν ὀλίγῳ χρόνῳ στρατιὰν ἀξιόλογον κατεστήσατο
καὶ μετ' αὐτῆς ἐπὶ Πέρσας προθυμότερον ἤλαυνεν. Ὡς δὲ τὸ βορειότερον
στρατόπεδον τῶν Περσῶν ἐκδρομήν τινα πρότερον φαντάσαν δόξαν
ὑποχωρήσεως ἐκ τῆς τοῦ βασιλέως προόδου παρέσχετο, ἔγνω λοιπὸν
ὁ Διογένης τοῖς νοτίοις ἐπεισπεσεῖν, οἳ τὰ περὶ Κοίλην Συρίαν καὶ Κιλι-
κίαν καὶ αὐτὴν Ἀντιόχειαν καταληίζοντες ἦσαν. Καὶ καταλιπὼν τὸ εὐθὺ
Κολωνείας καὶ Σεβαστείας φέρεσθαι τῷ τοῦ Λυκανδοῦ ἐπεχωρίασε θέ-
ματι κατὰ τὸν καιρὸν τοῦ θέρους· ἐν γὰρ τῷ φθινοπώρῳ τοῖς συριακοῖς
παραβαλεῖν ἐμελέτα μέρεσιν, ὡς ἂν μὴ τῷ καύσωνι κακουχηθὲν τὸ στρα-
[126.24] τόπεδον δυσπραγήσῃ καὶ διαλωβηθῇ. Ἐν τοσούτῳ δὲ οἱ Τοῦρκοι τὴν Νεο-
καισάρειαν ἐξ ἀπροόπτου ἐπελθόντες καταστρέφουσι καὶ πολλῶν χρη-
μάτων καὶ σωμάτων ἐγένοντο κύριοι, βάρος ἐπαγόμενοι λαφυραγωγίας
[127] οὐκ ἐλάχιστον. Ὃ καὶ εἰς ὦτα τοῦ βασιλέως πεσὸν πολλὴν αὐτῷ τὴν
ἀνίαν ἐνέσταξεν, ὅτι, καίτοι ἐκστρατευσαμένου, οὐδὲν ἧττον οἱ πολέμιοι
τὴν χώραν αὐτοῦ ἐνώπιον αὐτοῦ κατεσθίουσιν. Ἀμέλει τοι καὶ τὰς δυ-
νάμεις ἀνειλφὼς δι' ἀτραπῶν δυσβάτων ἀπὸ ῥυτῆρος κατόπιν ἤλαυνε.
Πλησιάσας δὲ τῇ Σεβαστείᾳ τὴν μὲν στρατιωτικὴν ἀποσκευὴν καὶ τὸ πε-
ζὸν ἅπαν αὐτοῦ που ἀφίησι μετὰ τοῦ ἰδίου προγονοῦ Ἀνδρονίκου συνόντος
αὐτῷ, ὃν αὐτὸς βασιλέα χειροτονήσας ὡς ἐνέχυρον εἶχεν ἢ συστράτηγον, εἴ
πῃ πολλάκις παρήκων ἐκ τοῦ αἰφνιδίου πολυτρόπως τῷ χρεὼν λειτουρ-
γήσειεν. Αὐτὸς δὲ μετὰ τῶν εὐζωνοτέρων ὄπισθεν ἐδίωκε τῶν ἐχθρῶν
διὰ πολλῶν ὑψηλοτάτων βουνῶν τῆς Τεφρικῆς καὶ τῆς Ἀργαοῦ καὶ τοῖς
ἐχθροῖς ἐπιτεθῆναι ἐκ τοῦ ἐγκαρσίου ἠπείγετο. Ὅθεν καὶ ἀδόκητος αὐ-
τοῖς ἐπεισπεσὼν καὶ τῇ φήμῃ τῆς αὑτοῦ παρουσίας πάντας ἐκδειματώσας
αὐτίκα νῶτα δεδωκέναι ποιεῖ καὶ πρὸς φυγὴν ὁρμῆσαι. Φόνος μὲν οὖν
αὐτῶν οὐκ ἐγένετο πολὺς προκατειργασμένων τῶν τοῦ βασιλέως ταῖς
ἀνοδίαις, ζωγρίαι δὲ πολλοὶ ἑάλωσαν· τῆς δὲ ἰδίας ζωῆς οὐκ ἀπώναντο
μαχαίρας ἔργον γενόμενοι. Ἡ λεία μέντοι πᾶσα ἀπὸ ἀνθρώπου ἕως κτή-
νους ἐλευθερωθεῖσα τὸν βασιλέα καὶ γλώσσῃ καὶ θαύματι ἐπευφήμησαν·
θαυμαστὸν γὰρ καὶ αὐτοῖς τοῖς ἐναντίοις τὸ πραχθὲν ἐλογίζετο, πῶς ὁ
βασιλεὺς Ῥωμαίων ἀκρατῶς κατ' αὐτῶν ἤλασε τρόπον εὐζώνου καὶ μο-
νοζώνου στρατιώτου. Τρισὶ δὲ μόναις ἡμέραις ἐν Σεβαστείᾳ διαναπαύ-
σας τὸ στράτευμα τῆς πρὸς Συρίαν ἀγούσης ἥψατο καὶ διὰ τῶν τῆς Κου-
κουσοῦ αὐλώνων εἰς Γερμανίκειαν καταστὰς εἰς τὸ θέμα τὸ καλούμενον
Τελοὺχ εἰσβάλλει, πρότερον ἀποτεμόμενος φάλαγγα οὐκ ὀλίγην μετὰ
συνταγματάρχου καὶ εἰς Μελιτηνὴν ἐκπέμψας ἐπὶ φυλακῇ τε τῆς ἑῴας
[128] καὶ ἀντιπτώσει τῶν ἐκεῖσε προσεδρευόντων ἐχθρῶν, ὧν ἦρχεν ἀνὴρ
πανοῦργος καὶ μάχιμος ὀνόματι Ἀψινάλιος· διὰ τοῦτο γὰρ καὶ ὁ βασιλεὺς
τοὺς κρείττονας τοῦ οἰκείου στρατοῦ τουτωὶ παραδέδωκε καὶ Φράγκους
αὐτούς, ἄνδρας αἱμοχαρεῖς καὶ πολεμικούς. Μὴ χρησαμένου δὲ τοῦ προ-
άγοντος φιλοτίμως τοῖς πράγμασι δέει τῆς ἀποτυχίας-ἦν γὰρ διαφέρων
φρονήσει καὶ εὐλαβῶς ἔχων περὶ τοῦ μέλλοντος-διπλοῦς μικροῦ ὁ πό-
λεμος τῷ βασιλεῖ ἐπεγένετο στερισκομένῳ τοιαύτης δυνάμεως. Πολλάκις
γὰρ προσκαλουμένων τῶν ἐχθρῶν ἐξιέναι τοῦ τῶν Μελιτηνῶν ἄστεως, ὡς
εἶδον μηδ' ἐπαισθανομένους αὐτῶν, ἀλλ' ἠρεμοῦντας καὶ οἷον ὑπνώττοντας,
διὰ τόπων ἀδήλων βαδίσαντες ἀσυμφανῶς τοῦ βασιλικοῦ κατατολμῶσι
στρατεύματος. Ἐντυχόντες δὲ μοίρᾳ τινὶ ἐλαχίστῃ, δι' ἀγορὰν σιτίων
ἐξιούσῃ, ὥρμησαν κατ' αὐτῆς. Ἐκεῖνοι δὲ μὴ ὑποστάντες ἔφυγον ἀ-
μεταστρεπτί. Καὶ τάχα ἂν ἀπώλετο μέρος στρατιωτῶν οὐκ ἐλάχιστον οὐδ'
εὐκαταφρόνητον, εἰ μὴ ταχὺς αὐτοῖς ὁ βασιλεὺς ἐπιφανεὶς ἐπεβοήθησε
καὶ τῆς αὐτῶν ἐφόδου ἐξείλετο. Εἴ τις τοίνυν τοῖς στρατηγοῖς ἐπιγρά-
φει ὡς ἐπίπαν τὰ τῶν ἐκβάσεων, εἴτ' ἐπὶ τὸ κρεῖττον εἴτ' ἐπὶ τὸ χεῖρον
συνάγοιντο, οὐ διαμαρτάνει πάντῃ τοῦ ὀρθοῦ καὶ τῆς ἀληθοῦς διαγνώσεως·
καὶ καλῶς τοῖς παλαιοῖς ἐγνωμολόγηται βέλτιον λέοντα ἄρχειν ἐλάφων
ἤπερ λεόντων ἔλαφον. Ἀλλ' ὁ μὲν βασιλεὺς οὕτω διασωθεὶς καὶ διασώ-
σας τὸ στρατόπεδον πρὸ τῆς τοῦ Χάλεπ χώρας πανστρατιᾷ κατεσκήνωσε.
Πρὸ τοῦ καταβῆναι δὲ τοῦ ἵππου τούς τε Σκύθας καὶ τῶν Ῥωμαίων οὐκ
ὀλίγους εἰς προνομὴν τῆς χώρας ἀφίησιν. Ὃ δὴ καὶ γέγονε· καὶ ἤχθη
πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν καὶ ζῴων πολλῶν. Ἐκεῖθεν δὲ διὰ τῆς
πολεμίας ἰὼν τριταῖος ἀφικνεῖται εἰς τὴν Ἱεράπολιν. Δόκησιν δὲ παρα-
σχὸν τὸ ἐκεῖσε στρατιωτικὸν ἐπιθέσεως εἰς χεῖρας ἐλθεῖν Ῥωμαίοις
[129] οὐκ ἐθάρρησεν, ἀκροβολισμοῖς δέ τισι καὶ προπηδήσεσι τὸν πόλεμον
ἀφωσιώσαντο, οἵ τε Ἄραβες δηλαδὴ καὶ οἱ Τοῦρκοι καὶ ὁ τούτων ἔξαρ-
χος Ἀμερτικῆς, εἰς γένος βασιλικὸν ἐν τῇ Περσίδι ἀναφερόμενος. Κατα-
σχὼν μὲν τὴν Ἱεράπολιν χώμασι καὶ τειχομαχίαις καὶ στρατιωτικαῖς ἐπεξ-
ελεύσεσι, τὸ ἐπείσακτον δὲ τῶν στρατιωτικῶν δυνάμεων ἐπὶ συμφώ-
νοις γυμνοὺς καὶ ἀόπλους ἀφείς, μεσάζοντος ἐν πᾶσι τοῦ μαγίστρου Πέ-
τρου τοῦ Λιβελλισίου, ἀνδρὸς τήν τε τῶν Ἀσσυρίων καὶ τὴν τῶν Ἑλλήνων
παιδείαν ἄκρως ἐξησκημένου, θρέμματος καὶ γεννήματος ὄντος τῆς Ἀντιο-
χέων πόλεως καὶ τῶν τὰ πρῶτα ἐν αὐτῇ διενεγκόντων ἑνὸς <...>. Ὁ δὲ ἀμη-
ρᾶς τοῦ Χάλεπ, ἤτοι τῆς Βερροίας, συνάψας τοῖς τε Ἄραψι καὶ τοῖς Τούρ-
κοις καὶ δύναμιν ἁδρὰν συστησάμενος εἰς χεῖρας ἐλθεῖν τῷ βασιλεῖ καὶ μα-
χέσασθαι διεσκέπτετο. Τοῦ δὲ βασιλέως ἔνδον ὄντος τῆς ἑαλωκυίας πόλεως
πυργομαχοῦντός τε ἔτι ἐν μέρει κατὰ τὸ ὑπόλοιπον λείψανον τῆς πυργοκρα-
τείας παρατάξεις δύο, διατειχίζουσαι τοὺς ἐναντίους, εἰς φυλακὴν κατετά-
χθησαν. Εἰσὶ δὲ περὶ τὴν Ἱεράπολιν πεδία μέγιστα, ἐν οἷς τινες τῶν Σα-
ρακηνῶν διεφάνησαν ἱππαζόμενοι, καὶ πλὴν γηλόφων οὐδέν ἐστι τὸ ὑπερ-
ανεστηκὸς εἰς ὄρος μέγα, καυσώδης δὲ ὁ τόπος καὶ τὸ ὕδωρ χλιαρόν,
μεταλαμβάνον τῆς τοῦ ἀέρος φλεγμονῆς τε καὶ καύσεως. Οἱ δὲ πολέμιοι
κατὰ μικρὸν ταῖς ἱσταμέναις πλησιάζοντες παρατάξεσιν αὖθις ἀνθυπέ-
στρεφον-ἀπῆν γὰρ ἔτι ὁ ἀμηρᾶς Μαχμούτιος-ἀκροβολισμοὺς δὲ ποιη-
σάμενοι παρελάσαι μέν τινας τῶν Ῥωμαίων κατηνάγκασαν καὶ δὶς τοῦτο
καὶ τρὶς πεποιήκασιν. Ἐν ἑτέρᾳ δὲ συμβολῇ οὐκέτι τοὺς Ῥωμαίους μι-
κρὸν ἐπεδίωξαν καὶ ἔστησαν, ἀλλὰ παρελάσαντες αὐτοὺς τῷ τάγματι τῶν
στρατηλατῶν εἰς χεῖρας συνερράγησαν, καὶ παρελθόντες τὸ τῶν σχολῶν
τάγμα πολλοὺς μὲν ἀνεῖλον, τοὺς δὲ λοιποὺς φυγεῖν αἰσχρῶς κατηνάγ-
κασαν, ἐν δεξιᾷ καταλιπόντες τὸ τῶν σχολῶν σύνταγμα. Ὅπερ τὴν τῶν
[130] Ῥωμαίων ἧτταν ὁρῶν οὐδόλως μετεκινήθη τῆς στάσεως, ἀλλ' ὡς μηδε-
νὸς καινοῦ γεγονότος ἀτρεμοῦν ἵστατο, ὡσανεὶ ἐδεδοίκει μὴ φωραθείη
ἐκεῖσε ἱστάμενον, καὶ παντὶ τρόπῳ λαθεῖν μηχανώμενον. Ὑποστρέψαν-
τες δὲ οἱ πολέμιοι ταχὺ καὶ τοῦτο κατηγωνίσαντο, ἀνῃρηκότες μὲν πολ-
λούς, τοὺς δὲ λοιποὺς εἰς τὴν παρεμβολὴν κατακλείσαντες καὶ τὰ σημεῖα
τούτων στρατηγικῶς ἀφελόμενοι. Πολλοὺς δὲ καὶ τῶν στρατιωτῶν τρα-
χηλοκοπήσαντες εἰς ἔνδειγμα τοῖς Χαλεπίταις ἀπέστειλαν. Θαυμάζειν
δὲ ἄξιον ἦν, ὅτι τοσαύτης καταφορᾶς καὶ ἥττης γενομένης ῥωμαϊκῆς
οὐδεὶς τῶν λοιπῶν λόχων τε καὶ λοχαγῶν εἰς ἄμυναν διηρέθιστο, ἀλλὰ
πάντες ἔνδον καθήμενοι, ὡς διὰ φιλίας γῆς ἐνσκηνούμενοι, ἰδιοπραγεῖν
ἐσπούδαζον, καὶ κίνησις ψυχῆς καὶ προθυμία καὶ ἀγωνία τούτοις τὸ πα-
ράπαν οὐδεμία ἦν. Ἀλλ' ὁ βασιλεὺς ἔνδον ὢν τῆς πόλεως, τοῦτο πυθόμενος
ἠνιάθη μὲν οὐ μετρίως, ἐπανελθὼν δὲ συντόμως μετὰ τῶν συνόντων Καπ-
παδοκῶν ἴασιν εὑρεῖν τῷ πταίσματι ἐμηχανᾶτο. Ἡ γὰρ νὺξ ἐκείνη πάν-
τας εἶχεν ἐν ἐλπίσιν οὐκ ἀγαθαῖς, καθότι καὶ τὸ ἐξ Ἀρμενίων πεζόν, περὶ
τὴν τάφρον διανυκτερεύειν ἐπιταχθέν, ἀποστασίαν ἐμελέτησεν. Οὔπω δ'
ἡμέρα προῄει καὶ οἱ πολέμιοι τὸν χάρακα περιέζωσαν. Τὸ γὰρ συμβὰν
ὁ τοῦ Χάλεπ ἄρχων ἀναμαθὼν μεθ' ὅλης ἧκε τῆς ἑαυτοῦ δυνάμεως ὡς
αὐτοβοεὶ αἱρήσων τὸν βασιλέα. Ὁ δὲ βασιλεὺς ἔνδον τῆς σκηνῆς διαγρά-
φων τὸν πόλεμον περὶ τρίτην ὥραν ἀθρόον ἐξελήλυθεν ἔφιππος. Εἰκο-
στὴν ἤνυε τηνικαῦτα ὁ Νοέμβριος μὴν τῆς ζʹ ἰνδικτιῶνος. Βοῆς βυκίνων
[130.22] ἢ σαλπίγγων ἢ ἄλλου τινὸς σημείου μὴ δοθέντος τρανῶς, τῶν δὲ σημαιῶν
τοῦ στρατοῦ ἐξαρθεισῶν καὶ τῆς στρατιᾶς ἐξιούσης συντεταγμένης ἤρξαν-
το οἱ πολέμιοι περὶ μέρος ἓν ἀθροίζεσθαι, οὗ τοὺς Ῥωμαίους εἶδον ἐπε-
λαύνοντας, καὶ ὁ ἀγὼν ὅσος καὶ ἡ τοῦ μέλλοντος ἔκβασις οἵα ταῖς ψυχαῖς
ἐναπέστακτο. Τῶν δὲ κατὰ μέτωπον τὸ ἐνυάλιον ἀλαλαξάντων πολλοὺς
[131] τῶν ἐναντίων οἱ Ῥωμαῖοι κατηγωνίσαντο καὶ διεχειρίσαντο. Ἐξορμή-
σαντος δὲ καὶ τοῦ λοιποῦ πλήθους φυγὴ τούτων ἀνυπόστατος γίνεται.
Οἱ δὲ κατόπιν τούτων ἐλαύνοντες πολλοὺς μὲν ἀνεῖλον, οὐκ ὀλίγους δὲ
ζωγρήσαντες ἔλαβον. Τῆς δὲ διώξεως μὴ γενομένης μέχρι πολλοῦ με-
γάλης εὐκληρίας οἱ Ῥωμαῖοι διήμαρτον καὶ νίκης καλλίστης ἐξεστερή-
θησαν καὶ αὐχήματος μεγίστου ἐξηστόχησαν. Τῶν γὰρ ἀραβικῶν ἵππων
ταχυδρομούντων μέν, μὴ εὐψυχούντων δὲ μηδ' ἐγκαρτερούντων τῷ δρόμῳ
οὐκ ἠθέλησαν οἱ Ῥωμαῖοι τὴν ἐκείνων ἀτονίαν οἰκείαν εὐτονίαν ποιή-
σασθαι. Ἐπιστρέψαντες δὲ τοὺς ῥυτῆρας ἐξ ἐπιτάγματος βασιλικοῦ ἀμ-
βλεῖαν ἑαυτοῖς τὴν νίκην ἀπειργάσαντο, κορεσθέντες μόνῃ τῇ τῶν ἐναν-
τίων ἀποτροπῇ, μεγάλην εὐτυχίαν καὶ τοῦτο τοῦ βασιλέως λογιζομένου,
ὅτι τέως οἱ ἀνάλκιδες ἀνερρώσθησαν καὶ οἱ νεκροί, ὡς εἰπεῖν, ἐζωώθησαν.
Ὁ δὲ βασιλεὺς ἐπανελθὼν εἰς τὸν χάρακα μετὰ τὴν τῶν ἐχθρῶν ἀποσό-
βησιν ἔγνω τὴν ἀκρόπολιν τῆς Ἱεραπόλεως ἐνοικίσαι. Καταστήσας οὖν
τὸν Φαρασμάνην ἐκεῖνον βέστην τὸν Ἀποκάπην, ἐξ Ἰβήρων τὸ γένος ἕλκον-
τα, χώραν δέδωκε τοῖς ἐναντίοις ἀνακαλέσασθαί τε τὴν ἧτταν καὶ ἀντίπα-
λα φέρεσθαι. Καὶ ἕως μὲν ἐστρατοπεδευμένος ὁ τῶν Ῥωμαίων στρατὸς
διεδείκνυτο, κατὰ χώραν ἐδόκουν μένειν οἱ Ἄραβες· ὡς δ' ἀναστήσας τὴν
στρατιὰν εὐθὺ τοῦ φρουρίου τοῦ Ἀζᾶς ἤλαυνεν, ἤρξαντο σποράδες ἐκ
διαστήματος κατὰ τὸ εἰθισμένον αὐτοῖς ἐπιφαίνεσθαι, καὶ περὶ τὴν οὐ-
ραγίαν πολλάκις ἐπιτιθέμενοι τοὺς τὰ σιτία μετακομίζοντας κακοῦν-
τες ἐλύπουν τοὺς Ῥωμαίους, ὡς ἂν ἐξ ἐπιδρομῆς καὶ λόχου τὰς ἐπιθέ-
σεις ἐν τῷ λεληθότι ποιούμενοι. Καταφραξάμενος δὲ ἑκηβόλοις καὶ πελ-
τασταῖς ὁ βασιλεὺς τὸ στρατόπεδον τεθωρακισμένος τῷ φρουρίῳ προσ-
[132] βάλλει Ἀζᾶς μεθ' ὅλης τῆς στρατιᾶς, εἰς ὑποδοχὴν στρατοῦ μαθὼν εἶναι
τὸν τόπον ἐπιτήδειον. Ὡς δὲ προσεγγίσας αὐτῷ ἐρυμνότατον εἶδε καὶ
ὀχυρώτατον, ἐπ' ἀκρωρείας λόφου ἱστάμενον, τείχεσι διπλοῖς περι-
εζωσμένον καὶ πέτραις ὥσπερ γεγομφωμένον καὶ λιθίνην τὴν ἄνοδον πρὸς
τὴν πύλην ἀποφερόμενον, μικρόν τε ὕδωρ ἀπορρέον καὶ μὴ ἐξαρκοῦν
πρὸς ὑποδοχὴν τοσούτου στρατοῦ, ἀναζεύξας εἰς τόπον ἐπήξατο τὴν
παρεμβολὴν ἔνθα τὸ ὕδωρ ἀφθονώτερον ἔρρεεν. Ἀναστὰς δὲ ἐκεῖθεν ὥρ-
μησε πρὸς τὰ τῆς Αὐσονίτιδος ὅρια καὶ πυρπολήσας χωρίον μέγιστον,
Κάτμα λεγόμενον, τῷ ἀμηρᾷ τοῦ Χάλεπ ἀφωρισμένον ἐκ παλαιοῦ, εἰς
ἕτερον χωρίον κατέλυσε, Τερχολὰ κατονομαζόμενον. Κοπτομένου δὲ τοῦ
χάρακος καὶ τοῦ βασιλέως ἱσταμένου κατὰ τὸ δεξιὸν μέρος, Ἄραβες δύο
λαθόντες κατόπιν τῆς ἀκρωρείας καὶ τοὺς ἵππους ἀπὸ ῥυτήρων ἐλάσαν-
τες δύο τῶν πεζῶν ταῖς λόγχαις ἀναιροῦσιν. Ὁ βασιλεὺς δὲ τούτους
θεασάμενος πρῶτος διανέστησε τοὺς στρατιώτας εἰς δίωξιν. Οἱ δὲ φθά-
σαντες ἐξαισίῳ δρόμῳ τῶν ἵππων εἰς τὸ οἰκεῖον στρατόπεδον διεσώθησαν.
Ἐκεῖθεν δὲ ἀναστάντες εὐθὺ τοῦ Ἀρτὰχ ἐβάδισαν, κατεῖχον δὲ τοῦτο
Σαρακηνοὶ τὸν αὐτῶν στρατηγὸν ἐξελάσαντες. Πλὴν ἀλλὰ καὶ πάλιν
φεύγουσιν οἱ τοῦτο φυλάσσοντες καὶ τῷ βασιλεῖ τὸ οἰκεῖον ἀνασῴζεται
πόλισμα. Φρουρὰν δ' ἐν αὐτῷ βαλὼν καὶ σιτήσεις ἀποχρώσας ἐναπο-
θέμενος, πάντα τὰ τῷ καιρῷ πρόσφορα διετάξατο. Ἐπ' αὐτοῦ τοίνυν
τοῦ βασιλέως ἤρξαντο Ῥωμαῖοι πολεμίοις ἀντοφθαλμίζειν καὶ πρὸς
γενναιότητος ἀναφέρειν λόγον καὶ συνίστασθαι πρὸς ἀντίθεσιν, ἐπεὶ τά
γε κατὰ τοὺς προσεχῶς βασιλεύσαντας, πλὴν ἐπιδείξεως μόνης καὶ πλή-
θους συναγωγῆς, ἐν οὐδενὶ καρτερῶς πρὸς μάχην συνέρραξαν, ὡς εἶναι
δῆλον ὅτι τοῦ ἡγεμόνος ἐστὶν ὡς ἐπίπαν τὸ κατορθούμενον ἐν πᾶσι τοῖς
[133] πράγμασι. Κἀκεῖθεν μὴ δυνηθεὶς ὁ βασιλεὺς εἰς Ἀντιόχειαν ἀπελθεῖν-
προκατείργαστο γὰρ λιμῷ τε καὶ κακώσει πολλῇ-ὑπερβὰς αὐλῶνας καὶ
κλεισούρας τινὰς ἀδιεξοδεύτους εἰς πόλιν τῆς Κιλικίας λεγομένην Ἀ-
λέξανδρον καταντᾷ κἀκεῖσε τὸν χάρακα πήγνυσι· καὶ τὸν Ταῦρον τὸ
ὄρος ὑπερβὰς πανστρατιᾷ εἰσβάλλει τῇ Ῥωμαίων. Ἐντυχόντες δ' ἀθρόον
τόποις ψυχροῖς ἐξ ἄγαν ἀλεεινῶν καὶ θερμῶν πολλῆς μεταβολῆς ᾔσθον-
το· διὸ καὶ ἄνθρωποι πολλοὶ ἀπέθανον καὶ ζῷα πολλὰ ἐναπέψυξαν. Ἐξ-
ιόντος δὲ τοῦ βασιλέως εἴς τι χωρίον τῆς τοῦ Ποδανδοῦ κλεισούρας,
Γυτάριον κατονομαζόμενον, ἤκουσεν ὁ βασιλεὺς τὴν τοῦ Ἀμορίου λα-
φυραγωγίαν καὶ φόνον ἀνδρῶν ἀμύθητον. Κατεσκηνωκυίας δὲ τῆς πα-
ρεμβολῆς ἐν τῷ τοῦ Χαλκέως σταθμῷ ὁ ἐν Μελιτηνῇ κρατῶν τοῦ στρατοῦ
οὐδόλως αὐτῷ προσβαλεῖν ἠθέλησεν, ἔχων καὶ ταῦτα τὴν στρατιὰν ἐν
τῷ τοῦ Τζαμανδοῦ συνηθροισμένην πολίσματι. Ἐφ' οἷς καὶ ἀνιαθεὶς καὶ
μὴ δυνηθεὶς βοηθῆσαι τῷ πράγματι, τὰ κατὰ τὸν στρατόν, ὡς ἐνῆν, δε-
ξιῶς διαθέμενος, εἰς παραχειμασίαν τὸ πλεῖον αὐτῶν ἀποστείλας, αὐτὸς
ἐπὶ τὸ Βυζάντιον ἵετο, πρὸς τῷ τέλει τοῦ Ἰανουαρίου μηνὸς καταλαβὼν
ἐν αὐτῷ.
Διαγαγὼν τοίνυν ἐν αὐτῷ χρόνον τινὰ καὶ τὰς πολιτικὰς διοική-
σεις, ὡς ἐνόν, διοικησάμενος καὶ τιμὰς καὶ δεξιώσεις εἴς τινας τῶν
συγκλητικῶν ποιησάμενος καὶ τὰς ἐτησίους δωρεὰς διανειμάμενος καὶ
οὐδὲ τὰς πασχαλίους ἡμέρας περιμείνας εἰς τὸν ἀντίπερα τῆς πόλεως
[134] οἶκον τῶν Ἠρίων ἀπέπλευσεν. Ἐπισυνέβη γάρ τι καὶ ἕτερον πρὸς ἐκ-
στρατείαν ἀναγκαίως καλοῦν αὐτόν. Ἀνὴρ γάρ τις Λατῖνος, Κρισπῖνος
τὴν κλῆσιν, ἐξ Ἰταλίας τῷ βασιλεῖ προσελθὼν πρὸς τὴν ἑῴαν ἀπεστάλη
χειμάσων ἐκεῖσε. Δόξας δὲ μὴ τιμηθῆναι ἀξίως ὧν ἤλπιζεν, ἀποστασίαν
ἐσκόπησε καὶ αὐτίκα τοὺς συναντῶντας φορολόγους τε καὶ λοιποὺς σκυ-
λεύει καὶ διαρπάζει, φόνον δὲ Ῥωμαίων οὐδένα εἰργάσατο. Πολλοὶ δὲ
τούτῳ πρὸς μάχην συστάντες ἡττήθησαν. Ἐν δὲ τῷ θέματι τῶν Ἀρμε-
νιακῶν παραχειμάζων ὁ βεστάρχης Σαμουὴλ ὁ Ἀλουσιάνος, ὁ Βούλγα-
ρος, ἀδελφὸς ὢν τῆς τοῦ βασιλέως γυναικός, ἣν ἔτι ἰδιωτεύων ἠγάγετο,
μετὰ τῶν ἑσπερίων πέντε ταγμάτων προσβάλλει τῷ Κρισπίνῳ ἐξ ἐφό-
δου κατ' αὐτὴν τὴν μεγάλην ἡμέραν τῆς Ἀναστάσεως, τοῦ Πάσχα φημί.
Συναισθήσεως δὲ γενομένης τοῖς Φράγκοις φεύγουσιν οἱ Ῥωμαῖοι καὶ
φόνος τούτων γίνεται πολὺς καὶ ζωγρία ἀμύθητος. Ὅμως δὴ οὖν φιλαν-
θρώπως αὐτοῖς διατεθεὶς πάντας ἀφῆκε, μᾶλλον μὲν οὖν καὶ τοὺς πλη-
γέντας νοσοκομεῖσθαι παρέδωκεν. Ἐν τῷ Δορυλαίῳ δὲ γενόμενος ὁ
βασιλεὺς πρεσβείαν τοῦ Κρισπίνου ἐδέξατο, ὁμολογίαν τε τῆς δουλώσεως
καὶ τὴν ἀπολογίαν τῆς ἀντιστάσεως φέρουσαν καὶ ἁπλῶς ἀμνηστίαν αἰ-
τουμένην κακῶν τῶν παρ' αὐτοῦ πεπραγμένων εἴτε ἑκόντος εἴτε καὶ
ἄκοντος. Ἧς ὑπήκουσεν ὁ βασιλεὺς καὶ πάντα, ὅσα ἐξῃτήσατο, κατεπρά-
ξατο τὸ τοῦ ἀνδρὸς γενναῖον καὶ πρὸς τοὺς πολέμους ἐπίδοξον καται-
δούμενος. Καὶ γὰρ ἐν τῷ τῆς ἀποστασίας καιρῷ Τούρκων ἐντυχὼν πλη-
θύι πολλῇ μεγάλας ἀνδραγαθίας ἐκ χειρὸς ἀπειργάσατο. Καὶ προϊόντι
τῷ βασιλεῖ δουλοπρεπῶς ἀπαντᾷ καὶ αὖθις ὡς εὔνους συνείπετο ὀλί-
γους τινὰς στρατιώτας ἐπαγόμενος· εἰάκει γὰρ τοὺς ἄλλους ἐν τῷ τοῦ
Μαυροκάστρου πολίσματι, οὗ τὴν κατάσχεσιν ἐποιήσατο, ἐν τῷ Ἀρμε-
νιακῷ ἐπὶ λόφου κειμένῳ ὑψηλοῦ. Μετ' ὀλίγον δὲ ὑπονοηθεὶς ὠμόν τι
[135] διαπράξασθαι κατὰ τὴν οἰκείαν φυλήν, μὴ συναιρομένην αὐτῷ ἐν τοῖς
βουλομένοις-καὶ γὰρ ἄπιστον καὶ ἄπληστον τὸ γένος τῶν Φράγκων, μᾶλ-
λον δὲ καὶ ἀχάριστον καὶ μικροῖς πταίσμασι μεγάλας ἐπεγεῖρον αἰτίας καὶ
ταραχὰς καὶ ἀποστασίας, αἷς ὡς ἐντρυφήματι γάννυται-ἀπεπέμφθη τοῦ
στρατοπέδου μὴ καθαρῶς μὲν ἐλεγχθεὶς, ἀλλ' ἢ μόνον παρὰ Νεμίτζου τινὸς
ἐπισήμου κατηγορηθείς. Οἱ δὲ ἑταῖροι τούτου ἐπὶ τῷ γεγονότι δεινοπα-
θήσαντες, ἄραντες ἐκ τοῦ φρουρίου τὴν Μεσοποταμίαν καταλαμβά-
νουσι καὶ πολλὰ κακὰ τοῖς ἐκεῖσε εἰργάσαντο. Ἐπεὶ δ' ὁ βασιλεὺς μετὰ
πλήθους ἧκεν εἰς Καισάρειαν Τούρκων πλῆθος πολὺ μαθὼν λεηλατεῖν
τὴν χώραν, ἀπέστειλε μέρος τι τῆς στρατιᾶς κατ' αὐτῶν. Μηδὲν δὲ ἀνύ-
σαν, ἀλλὰ φεῦγον ὑποδεξάμενος συντεταγμένως τῆς πρόσω φερούσης
εἴχετο. Μήπω δὲ μήτε τάφρου μήτε τῆς σκηνώσεως γενομένης ἐφάνησαν
οἱ πολέμιοι τὰ ἐρυμνότατα τῶν τόπων κατέχοντες καὶ τὰς λοφιάς. Βοῆς
δὲ γενομένης, μὴ ἐκδεδωκότος τοῦ βασιλέως ἑαυτὸν ἀναπαύσει, ἀλλὰ τὸ
ἐνυάλιον σαλπίσαντος προῄεσαν κατὰ τάξιν αἱ φάλαγγες. Ἀρθέντων
δὲ τῶν σημείων προέκυψαν μὲν τῶν ἐναντίων πολλοί, προλαβόντα δὲ
τῶν ταγμάτων ἓν μὲν τῶν Λυκαόνων λεγόμενον, ἕτερον δὲ τῶν ἑσπερίων
ἀριθμῶν καὶ τοῦ συνήθους θρασύτερον κατὰ τῶν ἐναντίων ἐλάσαντα πρὸς
φυγὴν εὐθὺς ἀπιδεῖν κατηνάγκασαν. Προβιβάζοντος δὲ τοῦ βασιλέως
τὴν λοιπὴν στρατιὰν καὶ τὸ λοιπὸν πλῆθος τῶν πολεμίων τοῖς φεύγουσι
συνδιέφυγε. Παριόντων δὲ τῶν στρατιωτῶν καὶ τοῦ μισθοφορικοῦ τῶν
Σκυθῶν, τῶν Οὔζων φημί, λόχος τουρκικὸς οὐκ ὀλίγος τοῖς Ῥωμαί-
οις προσεπέλασεν· οὓς δεξάμενοι οἱ περιλειφθέντες εἰς φυλακὴν στρατιῶ-
ται, πρὸ πάντων δ' οἱ Φράγκοι, καὶ ἀγχεμάχως συμπλακέντες καὶ ἱκα-
νῶς ἀνθαμιλληθέντες ἐτρέψαντο, μηδενὸς τῶν ἱσταμένων ταγμάτων ῥω-
[136] μαϊκῶν τοῖς Φράγκοις μέχρι καὶ ἁπλῆς ὁρμῆς παραβοηθήσαντος. Ἐν
τούτῳ δ' ὑπέστρεψε καὶ ὁ βασιλεὺς τῆς διώξεως πρὸς ἑσπέραν· περὶ δεί-
λην γὰρ συνέστη ὁ πόλεμος. Τῇ δ' ἐπαύριον δημοσίᾳ καθίσας τοὺς ἑα-
λωκότας τῶν πολεμίων τῇ τελευταίᾳ ψήφῳ παρέδωκε, μηδενὸς τὸ πα-
ράπαν φεισάμενος μήτ' αὐτοῦ τοῦ ἡγεμόνος αὐτῶν, εἰ καὶ πολλῶν λύ-
τρων ἑαυτὸν ὤνιον ποιήσασθαι ἐπηγγέλλετο. Τριημερεύσας δὲ ὁ βασιλεὺς
ἐν τῇ παρεμβολῇ, τῷ προτερήματι τούτῳ κόρον λαβὼν πολλοῖς ἄδειαν
δέδωκε τῶν ἐναντίων ἀποφυγῆς, ὡς μηδὲ τῆς λείας ἀποσχέσθαι. Καὶ
ἀναστὰς ἐκεῖθεν κατόπιν αὐτῶν ἐβάδιζε. Στρατοπεδευσάμενος δὲ ὡς
ἀπὸ διαστήματος ἡμερῶν δύο τῆς Μελιτηνῆς ἐβουλεύετο μοῖράν τινα
τοῦ στρατοῦ μερισάμενος ἀφεῖναι τοῖς ἐναντίοις ἐπιτείχισμα, αὐτὸς δὲ
ἅμα παντὶ τῷ στρατῷ ὑποστρέψαι πρὸς τὰ βασίλεια. Ἀγεννοῦς δὲ τῆς
βουλῆς δοξάσης καὶ ἀσυμφόρου μεταθέμενος εὐθὺ τοῦ Εὐφράτου ἐβάδισεν·
ἦσαν γὰρ περὶ τὰς ὄχθας αὐτοῦ ἐσκηνωμένοι οἱ πολέμιοι, οἳ καὶ αὐτίκα
πυθόμενοι τὴν τοῦ βασιλέως κατ' αὐτῶν κίνησιν ἀνεχώρησαν. Ὁ δὲ
βασιλεὺς εὐθὺ Ῥωμανοπόλεως ἐλαύνων κἀκεῖθεν πρὸς τὸ Χλίατ παραγε-
νέσθαι βουλόμενος ἔν τινι τόπῳ κατασκηνοῖ, καὶ τὸν Φιλάρετον-ἦν δὲ
τοῦ τῶν Βραχαμίων γένους-στρατηγὸν αὐτοκράτορα ἀναδείκνυσι· διε-
λὼν γὰρ διχῇ τὸν στρατὸν τὸ ἰσχυρότερον αὐτῷ ἐπιδίδωσιν, ἀνδρὶ στρα-
τιωτικὴν μὲν αὐχοῦντι περιωπήν, αἰσχροῦ δὲ βίου καὶ ἐπιρρήτου τυγχά-
νοντι καὶ αἰσχίστως τὴν ἑαυτοῦ βιοτὴν διανύοντι καὶ μαχεσαμένῳ μὲν
τοῖς Τούρκοις διαφόρως, ἐν τοῖς μεγίστοις δὲ καταπολεμηθέντι καὶ διὰ
τοῦτο καταφρονηθέντι, οὐ μὴν ἀπεχομένῳ τούτων, ἀλλ' ἐπιτρέχοντι τῇ
ἡγεμονίᾳ διὰ φιλοκερδείας καὶ φιλοδοξίας ὑπόθεσιν. Τῶν δὲ βορειοτέ-
ρων μερῶν ὁ βασιλεὺς ἐπελάβετο δι' εὕρεσιν χιόνος καὶ ὑδάτων ψυχρῶν·
ἀκρατῶς γὰρ εἶχε τούτων τὸ σῶμα κατὰ πολὺ διαθερμαινόμενος. Διελ-
θὼν δὲ διὰ τραχεινῶν καὶ δυσβάτων τόπων εἴς τινα τόπον λεγόμενον
[137] Ἀνθίας κατήντησε· ποηφόρος δὲ ὁ τόπος καὶ σιτοφόρος καὶ ψυχαγωγία οὐ
μικρὰ τοῖς ἐν τούτῳ καταίρουσι καὶ οἷον ὀμφαλὸς ἐκεῖνος τῆς γῆς. Ἐ-
κεῖθεν δὲ τὸν Ταῦρον τὸ ὄρος, τὸ ἐπιχωρίως καλούμενον Μούνζαρον,
ὑπερβὰς εἰς τὴν Κελτζηνὴν λεγομένην χώραν κατήντησε, τὸ δεύτερον
διαβὰς τὸν Εὐφράτην ποταμόν, παραρρέοντα καὶ διαιροῦντα τό τε ὄρος καὶ
τὴν Κελτζηνὴν ὥσπερ μεθόριον. Οἱ δὲ μετὰ τοῦ Φιλαρέτου καταλει-
φθέντες στρατιῶται, ἐξ ἐπιφανείας τῶν ἐναντίων πτοίας πλησθέντες καὶ
τὰς ψυχὰς κατασεισθέντες, κατόπιν τοῦ βασιλέως ἐβάδιζον τοὺς τόπους
ἀφέντες ὧν τὴν φυλακὴν ἐπετράπησαν, ἕως εἰς τοὺς εἰρημένους Ἀνθίας
κατήντησαν. Κἀνταῦθα δὲ τῶν πολεμίων φανέντων ἐξ οὐραγίας αἰσχρῶς
τὴν φυγὴν καὶ πρὸ τοῦ ἀγωνίσματος εἵλοντο καὶ πρὸς τὸν βασιλέα εἰς
τὴν Κελτζηνὴν κατέλαβον ἐκ ποδός. Τῆς δέ γε τούτων ἀποσκευῆς οἱ
ἐναντίοι ἐγένοντο κύριοι. Ταῦθ' οὕτως ἀγγελθέντα πολὺν ἐνῆκε τῷ βα-
σιλεῖ τὸν ἐναγώνιον θόρυβον, ἐπί τε τῇ τῶν οἰκείων ἥττῃ καὶ τῇ τῶν ἐναν-
τίων νίκῃ οὐ φορητῶς σκυθρωπάσαντι. Καὶ εἰ μὴ ἡ τοῦ βασιλέως φήμη
αὐτοὺς περιδεεῖς κατειργάζετο καὶ τὴν ὁρμὴν αὐτῶν ποσῶς διεκώλυεν,
οὐδὲν ἦν τὸ κωλῦον σύμπασαν αὐτοὺς τὴν γῆν ἐκείνην καταληίσασθαι
καὶ ἐξολοθρεῦσαι. Ὀπισθόρμητοι δὲ γενόμενοι εὐθὺ τοῦ θέματος τῶν
Καππαδοκῶν κατὰ τὸ εἰθισμένον ἀκρατῶς ἤλαυνον, καταληιζόμενοι μὲν
τὸ προστυχὸν ἐξ ἐφόδου, ἐφορμῶντες δὲ πανστρατιᾷ κατὰ τῆς τοῦ Ἰκο-
νίου πολιτείας· ἦν γὰρ πλήθει τε ἀνδρῶν καὶ οἰκιῶν καὶ τῶν ἄλλων
χρηστῶν καὶ ζηλωτῶν διαφέρουσα. Ὁ δὲ βασιλεὺς ἐν Κελτζηνῇ τοὺς
ἀποφυγόντας σποράδας ὑποδεξάμενος, ὡς ἂν μὴ ὑπὸ τῶν Ἀρμενίων
ἐξ ἐρήμης ἀπόλωνται, κατόπιν τῶν ἐναντίων ὑποστρέφων ἐγένετο. Καὶ
κρίσιν δὲ μεταξὺ τοῦ τε ἡγεμόνος καὶ τῶν σὺν αὐτῷ καθίσας οὐδενὶ μέ-
ρει τὴν νικῶσαν ἀπέδοτο, διαγνωσθέντος τούτου μόνου ἀκριβῶς ὅτι
πλὴν τοῦ βασιλέως οὐδέν ἐστι τὸ συνιστῶν τοῖς Ῥωμαίοις τὸν πόλεμον
διά τε τὸ προκατειργάσθαι τὸ πλεῖον τοῦ στρατοῦ καὶ διὰ τὸ τοὺς ἡγε-
μόνας ἐθέλειν καὶ ἐπὶ μικραῖς καὶ ταῖς τυχούσαις εὐτυχίαις ἑαυτοῖς καὶ
συγγενέσι μνᾶσθαι τὰ μέγιστα τῶν ἀξιωμάτων καὶ φιλοτιμιῶν, δι' ἃ
[138] καὶ τοὺς ἄλλους ἀπροθύμους εἶναι πρὸς τὸ γενναῖόν τι καὶ ἀνδρικὸν δια-
πράξασθαι· ὃ παρόντος τοῦ βασιλέως οὐκ ἂν ἔχοι χώραν γίνεσθαι, αὐτοῦ δι'
ἑαυτοῦ ἐπιστατοῦντος τοῖς γινομένοις καὶ πάντα καθορῶντος ὁσημέραι καὶ
τοὺς πονοῦντας ἀναλόγως ἀμειβομένου τῶν καμάτων. Ὁ δὲ βασιλεὺς διά
τε Κολωνείας καὶ τῶν Ἀρμενιακῶν θεμάτων μέχρι Σεβαστείας σὺν τῷ
στρατεύματι διελήλυθεν. Ἐκεῖσε δὲ μαθὼν ὡς οἱ Τοῦρκοι ἐπὶ Πισιδίαν
καὶ Λυκαονίαν ἐλαύνοντες ὡς εἰς σκοπὸν ἀποτείνουσι τὸ Ἰκόνιον, ὥρμη-
σε καὶ αὐτὸς κατ' οὐρὰν ἐλαύνειν αὐτῶν μέχρι τῆς λεγομένης Ἡρακλέ-
ους κωμοπόλεως. Ἐν ᾗ καὶ μαθὼν ἤδη καταστρεψαμένους αὐτοὺς τὸ
Ἰκόνιον ἀπᾶραι, δεδιότας τὴν αὐτοῦ ἐπιδίωξιν, ἀπόμοιραν μέν τινα τῶν
ταγμάτων ἐπὶ Κιλικίαν ἐξέπεμψεν ἑνωθησομένην Χατατουρίῳ τῷ τῆς
Ἀντιοχείας δουκί, ἀνδρὶ γενναίῳ καὶ πολλὰ ἐπιδειξαμένῳ τὰ τῆς ἀρετῆς
προτερήματα πρότερον δεξαμένῳ τε εἰς Μοψουεστίαν ἀπαντῆσαι τὸ
τάχος-ἐκεῖσε γὰρ προσεδοκῶντο οἱ Τοῦρκοι διελθεῖν-κἀκεῖ προσμένειν
αὐτοὺς καὶ παντὶ τρόπῳ λυμήνασθαι. Διελθόντες τοίνυν διὰ τῶν τῆς Σε-
λευκείας ὀρέων εἰς τὴν τῆς Ταρσοῦ πεδιάδα κατηκοντίσθησαν, ἔνθα παρὰ
τῶν Ἀρμενίων συγκυρηθέντες πᾶσαν σχεδὸν τὴν λείαν ἀπέβαλον. Οἱ
δὲ πολέμιοι μαθόντες τὴν τῶν Ῥωμαίων ἐν Μοψουεστίᾳ παρεμβολήν,
μηδὲ μικρὸν χρονίσαντες, διαναπαύσαντες δὲ ἑαυτοὺς ἐν τῇ Βαλτολι-
[138.20] βάδι ὡς ἐνόν, ᾤχοντο διὰ τῆς νυκτὸς ὑπερβάντες τὸ Σαρβανδικὸν ὄρος
καὶ εἰς τὰ τοῦ Χάλεπ σὺν σπουδῇ ἐπελάσαντες ὅρια καὶ τὸν κίνδυνον
μόλις ὑπαλύξαντες. Ἀνία δὲ κατέσχε τὸν βασιλέα ἀπρακτησάντων τῶν
ἐν Μοψουεστίᾳ· καταστὰς γὰρ καὶ αὐτὸς εὐθὺ τῆς ἐν Σελευκείᾳ Κλαυδιου-
πόλεως, ἐπεὶ περὶ τῆς τούτων ἐμεμαθήκει φυγῆς, ἀπογνοὺς ὀπισθόρμητος
γέγονεν ἐπὶ τὸ Βυζάντιον ἐπειγόμενος ὡς ἤδη λοιπὸν καὶ τοῦ μετοπώ-
ρου ἐπιστάντος, καταλιπὼν ἕτερον λαὸν ὄπισθεν διὰ τὸ καὶ ἑτέρους Τούρ-
κους καταληίζεσθαι τὴν ῥωμαϊκὴν γῆν κατὰ φατρίας καὶ μοίρας διαι-
ρουμένους καὶ κατατρέχοντας λωποδυτῶν τρόπον καὶ κλεπτῶν καὶ τὸ
[139] προστυχὸν ἅπαν ἀφανίζοντας καὶ ληίζοντας. Δι' ἃ καὶ δυσχερὴς ἦν ἡ τού-
των κώλυσις πάσαις ταῖς ὁδοῖς ἐφεδρευόντων, τῶν στρατευμάτων αὐτῶν
καθ' αὑτὰ μεμονωμένων καὶ μὴ δυναμένων ἀντιστῆναι αὐτοῖς, τοῦ δὲ
βασιλέως αὖθις μὴ οἵου τε ὄντος μερίζεσθαι, ἀλλ' ἐν ἑνὶ παρόντος τόπῳ.
Εἰσιόντος δὲ αὐτοῦ εἰς τὴν βασιλίδα ἐπ' οἴκου καὶ τὸ λοιπὸν στράτευμα
γέγονεν, ἰνδικτιῶνος ὀγδόης ἐνισταμένης τοῦ ͵Ϛφοηʹ ἔτους, ὅτε καὶ τὸ
μέγιστον ἱερὸν ἐπυρπολήθη τῶν Βλαχερνῶν ἕως ἐδάφους.
Ἐπεὶ δὲ τὸ ἔαρ ὑποφαίνεσθαι ἤρξατο, ἐσκέψατο παρεῖναι τῇ βασι-
λίδι ὁ βασιλεύς. Προκρίνας δὲ Μανουὴλ πρωτοπρόεδρον τὸν Κομνηνὸν καὶ
τοῦτον τιμήσας τῷ τοῦ κουροπαλάτου ἀξιώματι στρατηγὸν καὶ ἀρχηγὸν
τοῦ στρατεύματος ἀποδείκνυσι. Τὸ δ' ἐντεῦθεν τὰ προσάντη καὶ δυσχερῆ
καὶ λυπηρὰ τῇ βασιλείᾳ Ῥωμαίων συνεκύρησεν. Ἐξιὼν οὖν ὁ προβεβλη-
μένος εἰς τοῦτο, εἰ καὶ νέος τὴν ἡλικίαν ἐτύγχανεν, ἀλλά γε πεπλανη-
μένον οὐδὲν ἢ μειρακιῶδες ἐνεργῶν κατεφαίνετο, πολὺν δὲ τῶν εἰκότων
λόγον ποιούμενος· τὰς γὰρ δυνάμεις συνηθροικὼς πασίρρωμος τῇ Και-
σαρείᾳ ἐπεφοίτησεν, οὐ τῆς εὐνομίας μόνον, ἀλλὰ καὶ τοῦ στρατοῦ φρον-
τίζων προσηκόντως καὶ τοὺς ἀδικοῦντας τῶν στρατιωτῶν ἐκτίσεων προσ-
τίμοις κατάγχων. Πολέμοις δέ τισιν ἐντυχὼν νικητὴς ἀνεφάνη καὶ τὴν πε-
ρὶ αὑτοῦ εὐδοξίαν ἤδη πλατύνειν καὶ μεγαλύνειν διηγωνίζετο. Πυνθανόμε-
νος δὲ ταυτὶ ὁ κρατῶν εὐθυμεῖν μὲν ἐῴκει κρύψας δ' ἐν ἑαυτῷ τὸν φθόνον.
Ὅμως δ' οὖν ἵνα τὴν τῆς Ἱεροπόλεως τάχα λύσῃ πολιορκίαν καὶ τὴν σι-
τοδείαν παραμυθήσηται, μοῖραν οὐκ ἐλαχίστην ἀποτεμόμενος τοῦ στρα-
τοῦ κατὰ Συρίαν ἀπελθεῖν διωρίσατο καὶ τοῦτον τὸν τρόπον τῆς ἐκ τούτων
ἰσχύος τὸν στρατηγὸν ἀπεστέρησεν. Εἰς δὲ Σεβάστειαν παραγενομένου με-
τὰ τῶν ὑπολελειμμένων δυνάμεων καὶ περὶ τὸ ἄστυ στρατοπεδεύσαντος
[140] ἐπῆλθέ τις πληθὺς τουρκική. Ἐξῄει γοῦν κατ' αὐτῶν ὁ κουροπαλάτης.
Φαντασίαν δὲ φυγῆς παρεσχημένων τῶν πολεμίων ἐκ συνθήματος, ἐπεὶ
διασκεδασθέντες οἱ Ῥωμαῖοι ἐδίωκον, ἐπιστροφὴν αἰφνίδιον ποιησάμενοι
παλίντροπον τὴν νίκην εἰργάσαντο· διὸ καὶ πολλοὶ μὲν ἑάλωσαν, πλείους
δὲ καὶ μαχαίρας ἔργον γεγόνασι. Συναλίσκεται δὲ τοῖς ἄλλοις καὶ αὐτὸς
ὁ κουροπαλάτης καὶ τῆς παρεμβολῆς ἁπάσης παράστασις καὶ ἁρπαγὴ καὶ
διασκύλευσις γέγονε. Καὶ εἰ μὴ τὸ ἄστυ πλησίον ὂν τοὺς πλείστους διέ-
σωσεν, ἐκινδύνευσεν ἂν πανστρατιᾷ ἡ τῶν Ῥωμαίων ἡλικία, ὅση πρὸς
τὴν ἐνταῦθα ἐκστρατείαν συνέδραμε. Τῆς φήμης δὲ καταλαβούσης τὸν
βασιλέα πολλή τις ἀνία κατέσχεν αὐτόν. Μήπω δὲ σχεδὸν ταύτης ἠκου-
σμένης ἑτέρα ἐπῆλθεν ὀξυτέρα φήμη καὶ τομωτέρα πολλῷ, τοὺς Τούρ-
κους ἀπαγγέλλουσα τὴν ἐν Χώναις πολιτείαν καὶ αὐτὸν τὸν περιβόητον
ἐν θαύμασι καὶ ἀναθήμασι τοῦ Ἀρχιστρατήγου ναὸν καταλαβεῖν ἐν μα-
χαίρᾳ, καὶ φόνου μὲν ἅπαντα τὰ ἐκεῖσε πληρῶσαι καὶ λύθρου, πολλὰς δὲ
ὕβρεις τῷ ἱερῷ ἐμπαροινηθῆναι, ἱππῶνα τὸν πάνσεπτον ἐργασαμένους
ναόν, καὶ τὸ δὴ σχετλιώτερον μηδὲ τὰς τοῦ χάσματος σήραγγας, ἐν ᾧπερ
οἱ παραρρέοντες ποταμοὶ ἐκεῖσε χωνευόμενοι διὰ τῆς τοῦ Ἀρχιστρατή-
γου παλαιᾶς ἐπιδημίας καὶ θεοσημίας ὡς διὰ πρανοῦς ἀστατοῦν τὸ ῥεῦμα
καὶ λίαν εὐδρομοῦν ἔχουσι, τοὺς καταφυγόντας διατηρῆσαι καὶ ὑπαλύξαι
τὸν κίνδυνον ἰσχῦσαι, ἀλλ', ὅπερ οὐ γέγονέ ποτε, πλημμυρῆσαι τὸ ὕδωρ
καὶ οἷον ἀναρροιβδῆσαι καὶ ἀνερεύξασθαι καὶ πάντας ἄρδην τοὺς κατα-
πεφευγότας κατακλύσαι καὶ διὰ ξηρᾶς ὑποβρυχίους ποιήσασθαι. Ταῦτα
τοιγαροῦν ἐπιδιηγηθέντα πολλὴν ἐνῆκαν τὴν ἀθυμίαν ἡμῖν λογιζομένοις
θεοσημίαν εἶναι τὸ γεγονὸς καὶ μῆνιν καὶ χόλον Θεοῦ, ὡς μὴ μόνον τῶν
πολεμίων, ἀλλὰ καὶ τῶν στοιχείων ἀντιμαχομένων ἡμῖν. Πρότερον μὲν
γὰρ ἡ τοσαύτη τῶν ἐθνῶν ὁρμὴ καὶ ἔπαρσις καὶ τῶν ὑπὸ Ῥωμαίους τε-
[141] λούντων κατακοπὴ ὀργὴ τοῦ Θεοῦ ἐδόκει, κατὰ τῶν αἱρετικῶν δὲ οἳ
τὴν Ἰβηρίαν καὶ Μεσοποταμίαν ἄχρι Λυκανδοῦ καὶ Μελιτηνῆς καὶ τὴν
παρακειμένην οἰκοῦσιν Ἀρμενίαν καὶ οἳ τὴν ἰουδαϊκὴν τοῦ Νεστορίου
καὶ τὴν τῶν Ἀκεφάλων θρησκεύουσιν αἵρεσιν· καὶ γὰρ πλήθουσιν αἵδε
αἱ χῶραι τῆς τοιαύτης κακοδοξίας. Ἐπὰν δὲ καὶ τῶν ὀρθοδόξων ἥψατο
τὸ δεινόν, ἐν ἀμηχάνοις ἦσαν πάντες οἱ τὰ Ῥωμαίων θρησκεύοντες,
πεπληρῶσθαι καὶ τὸ αὐτῶν μέτρον, οἷα καὶ τὸ τῶν Ἀμορραίων, λογιζό-
μενοι καὶ πιστεύοντες τηνικαῦτα ὡς ἄρα οὐ μόνον πίστις ἀπαιτεῖται
ὀρθή, ἀλλὰ καὶ βίος τῇ πίστει μὴ ἀνθιστάμενος. Διὸ καὶ ἀμφότεροι, ὅ τε
περὶ τὴν πίστιν σφαλλόμενος δηλαδὴ καὶ ὁ περὶ τὸν βίον ὑποσκάζων καὶ
χωλεύων, ἐν ἴσῃ τιμωρίᾳ καθίστανται· ὁ δὲ ποιήσας καὶ διδάξας ἐπαι-
νεῖται καὶ μακαρίζεται. Ταῦτα ἐνωτισάμενος ὁ βασιλεὺς προθυμίαν μὲν
εἶχεν ὡς αὐτίκα ἐξορμῆσαι καὶ τῇ ἑαυτοῦ χώρᾳ βοηθῆσαι, ἀπείργετο
δὲ τοῖς τε συμβούλοις καὶ τῇ ἀγνοίᾳ τοῦ πλήθους τῶν ἐναντίων. Ἦσαν
δὲ ὅ τε Παλαιολόγος Νικηφόρος, ὁ ὑπέρτιμος καὶ τῶν φιλοσόφων ὕπα-
τος Κωνσταντῖνος ὁ Ψελλὸς καὶ ἐπὶ πᾶσιν ὁ καῖσαρ, ὁ τοῦ προβεβασι-
λευκότος σύναιμος, οἳ τὸ ὅσον μὲν ἐπ' αὐτοῖς οὐδὲ ζῆν ᾑροῦντο αὐτόν·
βαρὺς γὰρ ἦν αὐτοῖς καὶ βλεπόμενος λίαν, αὐτῷ ἀπεχθανομένοις ὡς ἀνδρὶ
γενναίῳ καὶ θυμοειδεῖ καὶ τοὺς ἐφέδρους τῆς βασιλείας ἔχοντι, τοὺς παῖ-
δάς φημι τοῦ Δούκα. Ὅμως δ' οὖν ἐκ τοῦ προφανοῦς ᾐδοῦντο συμβου-
λεύειν αὐτῷ τὰ ἀσύμφορα. Μεθ' ἡμέρας δέ τινας ἧκε καὶ ὁ κουροπαλά-
της Μανουὴλ ἐπαγόμενος μεθ' ἑαυτοῦ τὸν κατασχόντα αὐτὸν Τοῦρκον
οὐκ ἄκοντα, ἀλλ' ἑκόντα τὴν ὑπὸ τὸν βασιλέα δουλείαν αἱρετισάμενον.
Δυσμενῶς γὰρ ἔχοντος τοῦ σουλτάνου πρὸς αὐτὸν διά τινα συμβάντα
αἰτιάματα στρατιὰν κατ' αὐτοῦ μετά τινος στρατάρχου ἐξαπέστειλε
παντὶ τρόπῳ ἑλεῖν αὐτὸν μηχανώμενος, οὗ τῷ φόβῳ κατασεισθεὶς τῷ
βασιλεῖ προσπέφευγε καὶ πρόεδρος παραυτίκα τετίμηται. Ἦν δὲ τὸ μὲν
φαινόμενον νέος, πυγμαῖος δὲ σχεδὸν τὴν ἡλικίαν καὶ τὴν ὄψιν Σκύθης
[142] καὶ ἄχαρις. Διεῖπε δὲ αὐτὸν ὁ βασιλεὺς συμβαλέσθαι αὐτῷ κατὰ τῶν
Τούρκων ἐλπίζων ἐν τῇ προκειμένῃ στρατείᾳ.
Κατάλογον δὲ τῶν στρατιωτῶν ποιησάμενος, ἄρτι τοῦ ἔαρος ὑπα-
νοίγοντος διαπεραιωθεὶς εἰς τὰ τῶν Ἠρίων παλάτια κατάγεται καὶ
περὶ αὐτὴν τὴν ἡμέραν τῆς Ὀρθοδοξίας, τῇ πρὸ αὐτῆς ἡμέρᾳ τὴν ἐτη-
σίαν ῥόγαν τῷ τε στρατῷ καὶ τῇ συγκλήτῳ διανειμάμενος, οὐ διὰ
χρυσίου πᾶσαν, ἀλλὰ τὸ ἐνδέον σηρικοῖς ὑφάσμασιν ἀναπληρωσάμενος.
Διαπεραιουμένου δ' αὐτοῦ περιστερά τις οὐ πάνυ λευκή, πρὸς τὸ μέλαν
δὲ τὸ πλεῖστον αὑτῆς ὑποφαίνουσα, ποθὲν ἱπταμένη τὴν φέρουσαν τὸν
βασιλέα τριήρη περιεπέτετο, ἕως εἰς αὐτὸν ἐκεῖνον καθεσθεῖσα χερσὶ ταῖς
αὐτοῦ προσερρύη. Κἀκεῖνος ταύτην τῇ βασιλίδι ἀνέπεμψεν ἐν τοῖς ἀνα-
κτόροις παρὰ τὸ εἰωθὸς ἀπομεινάσῃ διά τινας θρύψεις γυναικείας καὶ
[142.13] ἀκκισμούς. Ἔδοξεν οὖν ἡ περιστερὰ σύμβολον οὐ χρηστῆς ἀποβάσεως
αὐτῷ τε τῷ λαβόντι καὶ πρὸς ἣν ἔσταλτο. Ἀλλ' ἐκείνη περιπετῶς σχοῦ-
σα τῆς θρύψεως, μεταμεληθεῖσα πρὸς τὸν βασιλέα ἀφίκετο τὸν συντα-
κτήριον ἀποδώσουσα καὶ αὐτὸν ἐπὶ τὴν ἐκστρατείαν προπέμψουσα. Ἐ-
κεῖθεν οὖν ἀπάρας ὁ βασιλεὺς οὐκ ἐν Νεακώμῃ οὐδὲ ἐν ὑπατίοις χωρίοις
τισὶ <ἢ> βασιλικοῖς προσωρμίσατο, ἀλλ' ἐν Ἑλενοπόλει, ἣν οἱ ἐγχώριοι
ἀγροικικώτερον κικλήσκουσιν Ἐλεεινόπολιν, ὃ καὶ αὐτὸ οἰωνὸς οὐ χρη-
στὸς ἔδοξε. Συνέβη δὲ καί τι ἕτερον· τὸ γὰρ συνέχον τὴν βασιλικὴν σκη-
νὴν μέγιστον ξύλον κατεαγὲν πεσεῖν αὐτὴν αἰφνηδὸν παρεσκεύασεν.
Ὅμως δ' οὖν οὐδὲ πρὸς ἓν τούτων ἡ τῶν ἀνθρώπων ἀβελτηρία καὶ οἷον
εἰπεῖν καχεξία καὶ τὸ ἐν τῇ δοκούσῃ πίστει ἄπιστον καὶ ἀσύμβλητον
διαβλέψαι ἠθέλησε, τοῦ χρεὼν ἐμποδίζοντος πανταχοῦ καὶ μηδ' αὐτῷ
παρεχομένου συναίσθησιν πρὸς ὃν ἀποσκήπτειν ἔμελλον. Προῄει τοίνυν
ὁ βασιλεὺς καὶ τῆς ἑῴας προσωτέρω προήρχετο, ἕως τῇ τῶν Ἀνατολι-
κῶν ἐπαρχίᾳ προσέβαλε φειδωλίᾳ παρὰ τὸ εἰκὸς πρὸς πάντας συνεχό-
[143] μενος. Συνεὶς δέ, ὡς ἔοικε, τὸ συνεχὲς τῶν προγεγονότων σημείων εἰς
αὐτὸν ἀποσκῆψον, οὐκ ἐν σκηνῇ οὐδ' ἐν πεδίοις, ἀλλ' ἐν γηλόφοις καὶ δω-
ματίοις τὴν κατασκήνωσιν ἐποιήσατο. Ἔνθα δή τι καὶ συνέβη οὐκ ἔλατ-
τον εἰς κακοδαιμονίαν οἰώνισμα. Πῦρ γάρ ποθεν ἐνεχθὲν τοὺς δόμους,
ἐν οἷς ὁ βασιλεὺς ἐσκήνωτο, κατενεμήσατο, οἷς καὶ συγκατεκαύθησαν
ἵπποι τε καὶ ἐφεστρίδες βασιλικαὶ καὶ χαλινὰ τῶν ἄλλων πολὺ διαφέ-
ροντα καὶ τοῦ πυρὸς δι' ὀλίγου γεγόνασι παρανάλωμα. Οἱ δὲ ἵπποι ἡμί-
φλεκτοι καθορώμενοι τῷ στρατοπέδῳ ἐλεεινὸν διεφαίνοντο θέαμα. Τὸν
δὲ Σαγγάριον διαπεραιωθείς, παρ' ᾧ ταῦτα γέγονε, διὰ τῆς τοῦ Τζούμ-
που λεγομένης γεφύρας τὰς οἰκείας δυνάμεις ἀθροίζειν ἤρξατο, διασκε-
δασθείσας διὰ τὴν τῶν βαρβάρων ἐπίθεσιν. Καταλέξας δ' οὖν ἐκ τούτων
ὅσον ἠβούλετο, τὸ λοιπὸν ἀπεπέμψατο στρατιωτῶν τε καὶ λοχαγῶν, τοὺς
μὲν στρατιώτας ὡς προκατειργασμένους ταῖς προβεβηκυίαις ἥτταις,
τοὺς δὲ λοχαγοὺς αὐτὸς δειλιῶν ἐπάγεσθαι σὺν αὑτῷ ὡς τῷ μέρει τῶν
ἐφέδρων προσανέχοντας. Εἴθε μὲν οὖν αὐτὸ εἰς πάντας ἐπέπρακτο· καὶ
εἰ μὴ δυνατὸν ἦν τὸν θεῖον ὅρον παρελθεῖν καὶ τὸ κεκερασμένον ποτήριον
ἐκφυγεῖν, τέως δ' οὖν ἀσφαλῶς πράξας ἐφάνη ἄν. Τὸν Βοτανειάτην δὲ
Νικηφόρον καὶ τοιούτους τινὰς ὡς ὑπόπτους διωσάμενος, τοὺς δόλου καὶ
κακοηθείας μεστοὺς συνεπήγετο, ὡς προϊὼν ὁ λόγος δηλώσει. Αὐτὸς δὲ
οὕτως ἰών, τῶν καταληψόντων αὐτὸν κακῶν ἀνεπαίσθητος, ἐπεραιώθη τὸν
Ἅλυν λεγόμενον ποταμόν, εἰ καὶ αὐτὸς ὑπομείνας εἴς τι νεοπαγὲς φρού-
ριον, πρὸς αὐτοῦ τὴν οἰκοδομίαν λαχόν, ἐσκηνώσατο. Μετὰ ταῦτα δὲ
περαιωθεὶς τὴν διαίρεσιν εἰς οἰκείας κτήσεις συνδιεγράψατο. Τὴν δὲ Και-
σαρέων παρελθὼν εἰς τὴν λεγομένην κατήντησε Κρύαν Πηγήν· ἦν γὰρ
ὁ τόπος πρὸς ὑποδοχὴν στρατοῦ εὔθετος πᾶσι βρίθων τοῖς χρησίμοις,
ἀστυκώμη καὶ ἀγρόπολις διὰ τῆς συμμιγοῦς ποριμότητος γνωριζόμενος.
Κειρομένης δὲ τῆς χώρας καὶ ἐρημουμένης παρὰ τῶν στρατιωτῶν ἀπη-
[144] νέστερον προσηνέχθη τισὶ τῶν ἐκ τοῦ τάγματος τῶν Νεμίτζων. Ἀλλ'
οἵ γε δηχθέντες ἀποστατοῦσι. Γνωσθέντος δὲ τούτου ἵππου ἐπιβὰς ὁ
βασιλεὺς καὶ τὸ στρατιωτικὸν συγκαλεσάμενος τοὺς ἰδιοξένους τούτους
κατέπληξε καὶ αὖθις ὑποσπόνδους κατέστησεν, ἐν τούτῳ μόνῳ τὸ πρόσ-
τιμον ὁρίσας αὐτοῖς, ἐν τῷ ἐσχάτοις τετάχθαι ἀντὶ τῆς πρώην ἐγγύτητος
καὶ σωματοφυλακίας. Ἐκεῖθεν χωρεῖ εἰς Σεβάστειαν τὴν Ἰβηρίαν
καταλαβεῖν ἐπειγόμενος, ὅτε καὶ τῶν σὺν τῷ κουροπαλάτῃ Μανουὴλ τῷ
Κομνηνῷ πεσόντων θεατὴς τῶν πτωμάτων ἐγένετο. Κἀκεῖθεν σχολῇ καὶ βά-
δην ἰὼν καταλαμβάνει τὴν Θεοδοσιούπολιν, πρώην μὲν ἀμεληθεῖσαν, ἐξ ὅτου
δὲ ἐπολιορκήθη τὸ Ἄρτζε ἀνοικοδομηθεῖσαν καὶ κατοχυρωθεῖσαν. Ἐν-
τεῦθεν διμήνου τροφὴν ἑκάστῳ φέρειν ἐπικηρυκευσάμενος, ὡς δι' ἀοι-
κήτου καὶ ἠρημωμένης χώρας βαδίζειν μέλλουσι, πάντων δὲ τὸ προστα-
χθὲν ποιησαμένων τὸ μισθοφορικὸν τῶν Οὔζων καὶ τοὺς Φράγκους σὺν
Ῥουσελίῳ, ἀνδρὶ γενναίῳ καὶ πολεμικῷ, διαφίησι κατὰ τοῦ Χλίατ εἰς προ-
νομήν. Τοῦτο δὲ καὶ πρότερον ἐποιήσατο. Ἐκεῖνος δὲ κατόπιν ἐλαύνων
εἰς τὸ Μαντζικίερτ παρεγένετο, πόλιν ῥωμαϊκὴν μέν, χειρωθεῖσαν δὲ
πρό του τῷ σουλτάνῳ καὶ Τούρκους ἐγκαθημένους ἔχουσαν. Καταφρο-
νήσας δὲ τούτων ὡς ὀλιγοστῶν, ἑτέραν μοῖραν οὐκ ἐλαχίστην ἀποτε-
μόμενος τοῦ στρατοῦ Ἰωσὴφ μαγίστρῳ τῷ Τραχανειώτῃ παραδίδωσι,
προσεπιδοὺς καὶ στῖφος πεζῶν οὐκ εὐκαταφρόνητον, μᾶλλον δὲ τῶν
ἱπποτῶν τὸ ἔκκριτόν τε καὶ μαχιμώτατον κἀν τοῖς πολέμοις προκινδυ-
νεῦον ἀεὶ καὶ προμαχόμενον. Ἄρας δὲ ὁ Τραχανειώτης ἄπεισιν εἰς τὸ
Χλίατ βοηθήσων τοῖς Οὔζοις καὶ τοῖς Φράγκοις καὶ παντὶ τῷ μισθο-
φορικῷ· ἠκηκόει γὰρ ὁ βασιλεὺς πλῆθος μυρίανδρον κατ' αὐτῶν φέρε-
σθαι. Διεῖλε γὰρ ὁ βασιλεὺς τὸν στρατὸν ἐλπίζων αὐτὸς ταχὺ τὸ Μαν-
τζικίερτ παραστήσασθαι-ὃ δὴ καὶ γέγονε-καὶ ἐπιδημῆσαι τοῖς ἐν τῷ
Χλίατ· εἰ δέ τις ἀνάγκη κατεπείξει, ταχέως αὐτοὺς προσκαλέσασθαι,
[145] πλησίον ἐσκηνωμένων τῶν στρατευμάτων· ἤκουε γὰρ τὸν σουλτάνον
ἐπείγεσθαι κατ' αὐτοῦ. Καί γε ἦν οὐκ ἄλογος ἡ διαίρεσις τῶν στρατευ-
μάτων καὶ λογισμῶν οὐκ ἄπο στρατηγικωτάτων, εἰ μὴ πεπρωμένη· μᾶλλον
δὲ θεῖος χόλος ἢ λόγος ἡμῖν ἀπορρητότερος τὴν ἔκβασιν εἰς τοὐναντίον
περιέτρεψε καὶ πρὸς τῷ τέλει τοῦ ἔργου καὶ τῇ αὐθημερινῇ τῶν στρα-
τευμάτων ἑνώσει καὶ τὸν σουλτάνον ἀκηρυκτὶ τοῖς Τούρκοις ἐπέστησε
καὶ τὰ δοκηθέντα τελεσθῆναι διακεκώλυκε. Παραλαβὼν γὰρ ὁ βασιλεὺς
τὸ Μαντζικίερτ, καταπλαγέντων καὶ ὀρρωδησάντων τῶν Τούρκων τὴν
αὐτοῦ ἐπέλευσιν καὶ πίστιν αἰτησαμένων καὶ λαβόντων, οὗ καὶ συνέβη ῥινο-
τμηθῆναι Ῥωμαῖόν τινα εὐορκίας χάριν ἧς ὀμωμόκει τούτοις ὁ βασιλεύς,
ὀνάριον τουρκικὸν ὑφελόμενον, τὴν Θεοτόκον καὶ τὸν Χριστὸν καὶ τοὺς
ἁγίους πάντας μεσίτας προβαλλόμενον. Ἐν ὅσῳ δὲ ταυτὶ τῷ βασιλεῖ
διετάττετο, τοῖς εἰς τὴν λείαν ἐξελθοῦσι στρατιώταις Ῥωμαίοις πληθὺς
τουρκικὴ ἐπιτίθεται. Οἰηθεὶς οὖν ὁ βασιλεὺς ἡγεμόνα τινὰ τοῦ σουλτά-
νου μετά τινος ἀφῖχθαι δυνάμεως καὶ διακλονεῖν τοὺς σποράδας τοῦ βα-
σιλικοῦ στρατοῦ, ἀπέστειλεν ἐπ' αὐτοὺς Νικηφόρον μάγιστρον τὸν Βρυέν-
νιον μετὰ τῆς ἀρκούσης δυνάμεως, ὃς καὶ συμβαλὼν αὐτοῖς οὐκ ἐνέδωκε
μέν, ἐτραυματίσθησαν δὲ πολλοὶ τῶν σὺν αὐτῷ, οὐκ ὀλίγοι δὲ τούτων καὶ
ἔπεσον, ῥωμαλεωτέρων φανέντων ἐκ τῆς συγκρίσεως τῶν πρώην ἐθάδων·
θρασύτερον γὰρ προσρηγνύμενοι ἀγχεμάχοις ὅπλοις ἀντικαθίσαντο.
Ὅθεν καὶ φόβῳ κατασεισθεὶς δύναμιν ἐζήτει παρὰ τοῦ βασιλέως. Ὁ
δὲ καταγνοὺς αὐτοῦ δειλίαν-ἠγνόει γὰρ τὸ ἀληθές-ἐκκλησίαν συστη-
σάμενος ἐδημηγόρησε τὰ περὶ τοῦ πολέμου, ἐν δὲ τῷ μέσῳ καὶ τραχυ-
τέρων ἥψατο λόγων. Καὶ ἐν τοσούτῳ ὁ ἱερεὺς ἐπεφώνησε τὴν τοῦ Εὐαγ-
γελίου ἀνάγνωσιν. Εἶχε δὲ τὸ Εὐαγγέλιον, ἵνα τἆλλα παρῶ, «εἰ ἐμὲ ἐδί-
ωξαν καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον
τηρήσουσιν», ἕως τοῦ «δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ»· ὃ καὶ ἐπι-
σημηνάμενοι οἱ συνετώτεροι ἔδοξαν ἀψευδὲς τοῦτο καὶ θεοπρόπιον. Ζέον-
[146] τος δὲ τοῦ πολέμου ἐπαπέστειλεν ὁ βασιλεὺς καὶ Νικηφόρον μάγιστρον
καὶ δοῦκα Θεοδοσιουπόλεως, τὸν Βασιλάκιον, μετὰ τῶν ἰθαγενῶν στρα-
τιωτῶν. Προστεθέντος οὖν τῷ Βρυεννίῳ μέχρι τινὸς ἀκροβολισμοῖς
[146.4] ἰσοπαλὴς καὶ ἀμφήριστος ἦν ἡ μάχη. Συνθεμένων δὲ τῶν στρατιωτῶν
ἀκολουθεῖν ὄπισθεν τῶν στρατηγῶν πρωταγωνιστεῖν αὐτὸς καθυπέσχετο,
καὶ εὐθὺς ἐξορμήσας, νῶτα δεδωκότων τῶν ἐναντίων, ἐδίωκε. Τοῦ δὲ
Βρυεννίου τοὺς ῥυτῆρας ἀνασχεῖν τοῖς περὶ αὐτὸν ἐγκελευσαμένου μόνος
διώκων ὁ Βασιλάκιος ἦν ἀγνοίᾳ τοῦ πραχθέντος. Ἐπεὶ δὲ τῷ χάρακι
τῶν ἐναντίων προσέμειξε, περιπαρέντος αὐτοῦ τοῦ ἵππου προσέσχε τῇ
γῇ βάρος τῶν ὅπλων ἐπιφερόμενος. Διὸ καὶ περιχυθέντες οἱ πολέμιοι αἴ-
ρουσιν αὐτὸν ζωγρίαν καὶ πρὸς τὸν σουλτάνον ἀπάγουσι δέσμιον. Ὧ καὶ
εἰς ὄψιν παραστὰς οὔτε ὡς δοῦλος ἤδη γεγονὼς οὔτε ὡς αἰχμάλωτος ἀπα-
χθεὶς τῷ σουλτάνῳ καθυπετάγη. Ἀλλ' οὔτε ὁ σουλτάνος εἴτε ὡς δούλῳ εἴτε
ὡς αἰχμαλώτῳ προσηνέχθη αὐτῷ, συνεχῶς δὲ παριστῶν περὶ τοῦ βασιλέως
τε ἐπηρώτα καὶ τὴν ἑαυτοῦ ἰσχὺν ἐπεδείκνυε καὶ εἰς ὀρρωδίαν καὶ πτοίαν
ἐνέβαλλεν. Ὁ δὲ πάντα ἐπαινῶν καὶ μεγαλύνων τὰ αὐτοῦ τὸ ἀντιπαρατά-
ξασθαι τῷ βασιλεῖ Ῥωμαίων ἀσύμφορον αὐτῷ συνεβούλευεν. Ἀλλ' οὕ-
τω μὲν οὗτος· ὁ δὲ βασιλεὺς ἀναγκασθεὶς ἐξῄει μετὰ τῆς λοιπῆς πληθύος
εἰς τὴν τῶν πραγμάτων θέαν. Μέχρι δὲ ἑσπέρας ἐπί τινων λόφων ἑστώς,
ἐπείπερ οὐκ εἶδε τὸν ἀντικαθιστάμενον, ὑπέστρεψεν εἰς τὴν παρεμβολήν.
Καὶ αὐτίκα περιχυθέντες οἱ Τοῦρκοι τόξων βολαῖς καὶ περιιππεύσεσι φό-
βον οὐ μικρὸν τῇ στρατιᾷ ἐνεποίησαν, ἐντὸς γενέσθαι τοῦ χάρακος βιαζό-
μενοι. Νὺξ ἦν ἀσέληνος, ὅτε ταῦτα ἐγίνετο, καὶ διάκρισις ὀθνείων τε καὶ
γνωστῶν, φευγόντων τε καὶ διωκόντων οὐκ ἦν. Διὰ πάσης δὲ τῆς νυκτὸς
περιηχοῦντες ἦσαν ὑλαγμοῖς ἀσήμοις τὸ στρατόπεδον, ὡς ἅπαντας δια-
νυκτερεῦσαι ἠνεῳγμένοις καὶ ἀγρύπνοις τοῖς ὄμμασι. Πρωίας δὲ γενο-
[147] μένης μοῖρά τις οὐζικὴ ἔξαρχον ἔχουσα Ταμῆν τινα Σκύθην-οὕτως
ὀνομαζόμενον, ὑπὸ Τορνικίῳ τῷ Κοτέρτζῃ ταττόμενον-τοῖς ἐναντίοις
προσερρύη· ὅπερ οὐκ εἰς μικρὰν ἀγωνίαν τοὺς Ῥωμαίους ἐνέβαλεν ὑπο-
πτεύοντας καὶ τὸ λοιπὸν ἔθνος ὡς πολέμιον. Τινὲς δὲ τῶν πεζῶν ἐξιόντες
Τούρκων ἀνεῖλον πολλοὺς βέλεσιν ἑκηβόλοις καὶ ἀγχεμάχοις ἀμυντη-
ρίοις ὅπλοις, καὶ τῆς παρεμβολῆς ἐκστῆναι παρέπεισαν. Ὁ δὲ βασιλεὺς
ταχυδρόμους ἀποστείλας εἰς τὸ Χλίατ τοὺς ἐκεῖσε ἡγεμόνας ἐκάλει μετὰ
τῶν ὑπ' αὐτοῖς δυνάμεων, παραυτίκα θέλων ἀγχεμάχῳ πολέμῳ διακρῖ-
ναι τὰ πράγματα, καὶ ἀναμένων τὴν ἐξ αὐτῶν βοήθειαν τὸν καιρὸν τηνάλ-
λως ἔτριβεν· ἦσαν γὰρ οἱ τῶν ἄλλων μάλιστα τὴν πυρρίχιον ἐκμεμελε-
τηκότες ὄρχησιν. Ὡς δ' ἀπεγνώκει τὴν ἀπὸ τούτων βοήθειαν, κώλυμά
τι εἶναι ὑποπτεύσας ἐσκέψατο μετὰ τῶν συνόντων εἰς τὴν ὑστεραίαν
διαγωνίσασθαι. Ἠγνόει δὲ ἄρα ὡς ὁ Τραχανειώτης παραπείσας καὶ τὸν
Ῥουσέλιον συνελθεῖν τῷ βασιλεῖ προθυμούμενον, μαθὼν τὴν τοῦ σουλ-
τάνου ἄφιξιν καὶ τὴν αὐτοῦ κατὰ τοῦ βασιλέως ἐπέλευσιν, ἄρας τοὺς
ἀμφ' αὐτὸν ἅπαντας διὰ τῆς Μεσοποταμίας φυγὰς ἀγεννῶς εἰς τὴν Ῥω-
μαίων ἐνέβαλε, μηδένα λόγον τοῦ δεσπότου μήτε μὴν τοῦ εἰκότος ὁ δεί-
λαιος θέμενος. Ὁ γοῦν βασιλεὺς κατὰ τὸ συγκείμενον τὴν εἰς τὸν πόλεμον
παρασκευὴν ἐς τὴν αὔριον ἐξαρτύσας τὰ κατ' αὐτὸν διετάττετο ἔτι τῆς
βασιλείου σκηνῆς ἐντὸς καθιστάμενος, ὁπότε καὶ τὸ ἐκ τῶν συνόντων
Σκυθῶν, τῶν Οὔζων φημί, δέος ἀφαιρούμενος ὅρκῳ συνήθει τῆς αὐτῶν
θρησκείας αὐτοὺς κατησφαλίσατο. Ἐν ὅσῳ δὲ τὰ τοιαῦτα ἐπράττετο
καὶ οἱ στρατιῶται κατὰ τάξεις καὶ λόχους ἐπὶ τῶν ἵππων ἐφίσταντο ἔν-
οπλοι, πρέσβεις ἧκον ἐκ τοῦ σουλτάνου τὴν εἰρήνην ἀμφοτέροις ἐπικηρυ-
κευόμενοι. Ὁ δὲ βασιλεὺς ἐδέξατο μὲν αὐτοὺς καὶ λόγων αὐτοῖς κατὰ
νόμον τῶν πρέσβεων μετέδωκεν, οὐ πάνυ δὲ τούτους φιλανθρώπως ἐδέ-
ξατο. Ὅμως δ' οὖν συνεπινεύσας καὶ σταυρὸν αὐτοῖς ἐπιδέδωκεν, ἵνα
[148] τῇ ἐπιδείξει τούτου ἀβλαβεῖς πρὸς αὐτὸν ὑποστρέψωσι κομίζοντες ἀγ-
γελίας, ἃς ἂν ἐκ τοῦ σουλτάνου πύθοιντο. Δεδήλωκε γὰρ τῷ ἀνελπίστῳ
τοῦ μηνύματος ἐπαρθείς, ἵν' ὁ σουλτάνος καταλιπὼν τὸν τόπον τῆς ἰδίας
παρεμβολῆς πορρωτέρω στρατοπεδεύσηται· ὁ δὲ βασιλεὺς ἐν ἐκείνῳ
τῷ τόπῳ, ὃς τὸν σουλτάνον εἶχε πρότερον, ἐπικαταπήξει τὸν χάρακα καὶ
τηνικαῦτα πρὸς συμβιβάσεις αὐτῷ χωρήσει. Ἔλαθε δὲ τὴν νίκην ὑπὸ
ὑψηλοφροσύνης τοῖς ἐναντίοις καταπροέμενος, καθὼς οἱ τὰ τοιαῦτα δια-
κριβοῦντες συμβάλλουσι, τὸ νικητικώτατον σύμβολον, τὸν σταυρόν, ἀπο-
στείλας αὐτῷ. Οὔπω τέλος ἔσχεν οὐδ' ἀναμονὴν ἡ τῶν πρέσβεων ἄφιξις,
καί τινες τῶν ἐγγυτάτων τῷ βασιλεῖ πείθουσιν αὐτὸν ἀποβαλέσθαι τὴν
εἰρήνην ὡς ψευδομένην τὸ ἔργον καὶ ἀπατῶσαν μᾶλλον ἢ τὸ συμφέρον
ἐθέλουσαν· δεδιέναι γὰρ ὑπελάμβανον τὸν σουλτάνον διὰ τὸ μὴ ἀξιόλογον
ἔχειν δύναμιν καὶ περιμένειν τοὺς κατόπιν ἀφιξομένους καὶ τῷ προσχή-
ματι τῆς εἰρήνης μετεωρίζειν τὸν χρόνον. Οἱ μὲν οὖν περὶ τὸν σουλτά-
νον κατὰ σφᾶς αὐτούς, ἐπανελθόντων τῶν πρέσβεων, τὰ περὶ τῆς εἰρήνης
ὡμίλουν καὶ ταύτην ὁλοσχερῶς ἐπραγματεύοντο, ὁ δὲ βασιλεὺς ἀκηρυ-
κτὶ σαλπίσας τὸ ἐνυάλιον τὸν μόθον παραλόγως ἐκρότησε. Καταλαβοῦσα
δ' ἡ φήμη τοὺς ἐναντίους ἐξέπληξε. Τέως δ' οὖν καθοπλισάμενοι καὶ αὐτοὶ
τὸ ἄχρηστον πλῆθος εἰς τοὐπίσω προσήλαυνον, αὐτοὶ δὲ κατόπιν ἐδίδουν
φαντασίαν πολεμικῆς παρατάξεως· τὸ δὲ πλεῖον φυγή τις κατεῖχεν
αὐτοὺς συντεταγμένας ἰδόντας τῶν Ῥωμαίων τὰς φάλαγγας ἐν τάξει
καὶ κόσμῳ πολεμικῆς παρατάξεως. Καὶ οἱ μὲν προῄεσαν εἰς τοὐπίσω,
ὁ δὲ βασιλεὺς πανστρατιᾷ κατόπιν αὐτῶν ἐπεδίωκεν, ἕως ἄρα καιρὸς
δείλης ὀψίας κατέλαβεν. Ἐπεὶ δ' ὁ βασιλεὺς τοὺς ἀντιτεταγμένους οὐκ εἶχε
καὶ ἀντιπολεμοῦντας, τὴν δὲ παρεμβολὴν ἐψιλωμένην στρατιωτῶν καὶ
πεζοφυλάκων ἐγίνωσκε διὰ τὸ μηδ' εὐπορεῖν ἱκανοῦ πλήθους, ὥστε καὶ
[149] παρατάξεις ἐν ταύτῃ καταλιπεῖν-ἤδη προεξαντληθέντων τῶν ταγμάτων
ὡς προδιείληπται-ἔγνω μὴ πλεῖον ἐπιτεῖναι τὴν δίωξιν, ἵνα μὴ ταύτῃ
ἀφυλάκτῳ οἱ Τοῦρκοι ἐπίθωνται, καὶ ἅμα διασκοπῶν ὡς, εἰ ἐπὶ πλεῖον
ἐκμακρυνθείη, καταλήψεται αὐτὸν ἡ νύξ, καὶ τηνικαῦτα οἱ Τοῦρκοι
παλίντροπον θήσουσι τὴν φυγὴν ἑκηβόλοι τυγχάνοντες. Διὰ δὴ ταῦτα καὶ
τὴν βασιλικὴν σημαίαν ἐπιστρέψας νόστου ἐπιμνησθῆναι παρήγγειλεν. Οἱ
δὲ πόρρω τὰς φάλαγγας ἔχοντες στρατιῶται, τὰς σημαίας ἰδόντες ὀπι-
σθορμήτους ἧτταν εἶναι τὸ πρᾶγμα βασιλικὴν ὑπετόπασαν. Μᾶλλον δέ
τις τῶν ἐφεδρευόντων αὐτῷ, Ἀνδρόνικος ὁ τοῦ καίσαρος μὲν υἱός, τῶν δὲ
βασιλέων ἐξάδελφος, προβεβουλευμένην ἔχων τὴν ἐπιβουλὴν αὐτὸς δι'
ἑαυτοῦ τὸν τοιοῦτον λόγον ὑπέσπειρε καὶ τοὺς περὶ αὐτὸν στρατιώτας
ἀναλαβὼν ταχὺ τῇ παρεμβολῇ ἐπεφοίτησεν. Ὃν καὶ οἱ λοιποὶ μιμησά-
μενοι εἷς καθεὶς τὴν φυγὴν ἀμαχητὶ ἠσπάσαντο. Ὁ δὲ βασιλεὺς ἰδὼν
τὸ παράλογον ἔστη τὴν τῶν οἰκείων φυγήν, ὡς ἔθος, ἀνακαλούμενος.
Ἦν δὲ ὁ ἐπακούων οὐδείς. Τῶν δ' ἐναντίων οἱ ἐπὶ λόφων ἱστάμενοι τὸ
παράλογον ἰδόντες ἐξαίφνης τῶν Ῥωμαίων ἀτύχημα τῷ σουλτάνῳ σπουδῇ
ἀπαγγέλλουσι τὸ ὁρώμενον καὶ τὴν ἐπιστροφὴν αὐτῷ κατεπείγουσι, φεύ-
γοντι καὶ αὐτῷ ἤδη καὶ μακρὰν τῆς οἰκείας γενομένῳ ἐπαύλεως. Εὐθὺς
οὖν ἐπανελθόντος αὐτοῦ μάχη τις ἀθρόα τῷ βασιλεῖ προσρήγνυται. Κε-
λεύσας δὲ τοὺς ἀμφ' αὐτὸν μὴ ἐνδοῦναι μηδὲ μαλακόν τι παθεῖν, ἀλλ'
ἄνδρας ἀγαθοὺς φανῆναι, ἠμύνατο μὲν ἐρρωμένως μέχρι πολλοῦ Ἐν
τοσούτῳ δὲ τῆς τῶν ἄλλων φυγῆς περιαντλησάσης ἔξω τὸν χάρακα λό-
γος σαφὴς οὐκ ἠκούετο, ἄλλων ἄλλοτε ἄλλα ἀφηγουμένων, τῶν μὲν τρο-
[149.24] πήν, τῶν δὲ νίκην ἀπαγγελλόντων καὶ καταλεγόντων ἄσημά τε καὶ ἀδιά-
γνωστα, ἕως καὶ τῶν Καππαδοκῶν τινες ἤρξαντο αὐτοῦ καὶ αὐτοὶ
ἀποφοιτᾶν κατὰ φατρίας καὶ συμμορίας. Πολλοὶ δὲ καὶ τῶν βασιλικῶν
[150] ἱπποκόμων σὺν τοῖς ἵπποις ὑπέστρεφον, μὴ ἰδεῖν τὸν βασιλέα διενιστά-
μενοι. Καὶ ἦν σεισμὸς οἷον καὶ ὀδυρμὸς καὶ φόβος ἀκίχητος, καὶ οἱ Τοῦρ-
κοι πανταχόθεν ἐπιρρέοντες. Ὅθεν καὶ ἕκαστος, ὡς εἶχεν ὁρμῆς, ἑαυτῷ
τὴν σωτηρίαν ἐπραγματεύετο. Ἐπιδιώκοντες δὲ οἱ ἐναντίοι οὓς μὲν ἀνῄ-
ρουν, οὓς δὲ ζωγρίᾳ εἷλον, ἑτέρους δὲ συνεπάτουν. Καὶ ἦν τὸ πρᾶγμα λίαν
ἐπώδυνον καὶ πάντα θρῆνον ὑπερβάλλον καὶ κοπετόν. Τὸν δὲ βασιλέα
περιστοιχίσαντες οἱ πολέμιοι οὐκ εὐχείρωτον ἔσχον εὐθύς, ἀλλ' ἅτε στρα-
τιωτικῶν καὶ πολεμικῶν εἰδήμων καὶ κινδύνοις προσομιλήσας πολλοῖς
καρτερῶς ἠμύνατο, καὶ πολλοὺς ἀνελὼν τέλος ἐπλήγη φασγάνῳ τὴν χεῖρα,
τοῦ τε ἵππου κατακοντισθέντος ἐκ ποδὸς ἱστάμενος διεμάχετο. Καμὼν δ'
ὅμως πρὸς ἑσπέραν ἁλώσιμος-φεῦ τοῦ πάθους-καὶ αἰχμάλωτος ὁ περιώνυ-
μος βασιλεὺς Ῥωμαίων γίνεται. Καὶ τῇ μὲν νυκτὶ ἐκείνῃ ἐπ' ἴσης τοῖς πολ-
λοῖς ἐπὶ γῆς ἀτίμως καὶ περιωδύνως κατέδαρθε, μυρίοις περικλυζόμενος
λυπηρῶν κύμασι. Τῇ δ' ἐπαύριον ἀγγελθείσης τῷ σουλτάνῳ καὶ τῆς τοῦ βα-
σιλέως ἁλώσεως χαρά τις ἄπληστος καὶ ἀπιστία κατέσχεν αὐτὸν οἰόμενον
<ὡς ἀληθῶς μέγα τι καὶ ὑπερμέγεθες εἶναι>, ὥσπερ καὶ ἦν, μετὰ νίκην
τοσούτου καὶ τηλικούτου στρατοῦ καὶ αὐτὸν τὸν βασιλέα ἁλώσιμον λα-
βεῖν καὶ ὑποχείριον. Ἀνθρωπίνως δὲ ὅμως τὸ γεγονὸς λογισάμενος καὶ
τὴν νίκην μετριοφρόνως ἐνεγκὼν καὶ τὸ γεγονὸς εὐτύχημα συστολὴν
μᾶλλον καὶ ψυχῆς ἀγαθῆς ἔνδειξιν καὶ τρόπων καλοκαγαθίας μεστῶν
θέμενος, Θεῷ τὸ πᾶν ἀνετίθει, ὡς μεῖζον ἢ κατὰ τὴν ἑαυτοῦ ἰσχὺν ἀποτε-
λέσας τρόπαιον. Διὰ τοῦτο καὶ προσαχθέντος τῷ σουλτάνῳ Ἀξὰν τοῦ βα-
σιλέως Ῥωμαίων ἐν εὐτελεῖ καὶ στρατιωτικῇ ἀμπεχόνῃ διαπορῶν ἦν καὶ
περὶ τούτου μαρτυρίαν ζητῶν. Ὡς δ' ἐπληροφορήθη παρὰ τῶν πρέσβεων
καὶ τοῦ Βασιλακίου, πεσόντος μὲν πρὸ τῶν ποδῶν αὐτοῦ, οἰκτρὸν δέ τι καὶ
γοερὸν ἀνοιμώξαντος, εὐθὺς ὥσπερ ἐμμανὴς ἀνέθορε τοῦ θρόνου καὶ ἔστη
[151] ὀρθός. Τεθέντα τοῦν ὅμως πρὸ τῶν ποδῶν αὐτοῦ, πατήσας, ὥσπερ ἔθος,
καὶ ἀναστήσας καὶ περιπτυξάμενος «μὴ δέδιθι» ἔφη «ὦ βασιλεῦ, ἀλλ'
εὔελπις ἔσο πρὸ πάντων, ὡς οὐδενὶ προσομιλήσεις κινδύνῳ σωματικῷ,
τιμηθήσῃ δ' ἀξίως τῆς τοῦ κράτους ὑπεροχῆς. Ἄφρων γὰρ ἐμοὶ λογί-
ζεται ἐκεῖνος, ὁ μὴ τὰς ἀπροόπτους τύχας ἐξ ἀντεπιφορᾶς λογιζόμενός
τε καὶ εὐλαβούμενος». Ἐπιτάξας οὖν αὐτῷ σκηνὴν ἀποταχθῆναι καὶ θε-
ραπείαν ἁρμόζουσαν, σύνδειπνον αὐτὸν τηνικαῦτα καὶ ὁμοδίαιτον ἀ-
πειργάσατο, μὴ παρὰ μέρος καθίσας, ἀλλὰ σύνθρονον ἐν εὐθύτητι τῆς ἐκ-
κρίτου τάξεως καὶ ὁμόδοξον κατὰ τὴν τιμὴν ποιησάμενος. Δὶς τῆς ἡμέ-
ρας συνερχόμενος αὐτῷ καὶ συλλαλῶν καὶ παρακλήσεσιν ἀνακτώμενος,
μέχρις ἡμερῶν ὀκτὼ τῶν ὁμοίων ἐκοινώνει αὐτῷ λόγων τε καὶ ἁλῶν
μηδ' ἄχρι καὶ βραχυτάτου λόγου πρὸς τοῦτον πεπαρῳνηκώς, περί τινων
δὲ δοκούντων σφαλμάτων ἐν τῇ ἐλάσει τῆς στρατιᾶς ὑπομνήσας. Διερω-
τήσαντος δὲ μιᾷ τῶν ἡμερῶν τοῦ σουλτάνου τὸν βασιλέα «τί ἂν ἔδρασας,
εἰ ἔσχες ἐμὲ ὑποχείριον;» ἀνυποκρίτως καὶ ἀθωπεύτως ὁ βασιλεὺς ἀπεκρί-
νατο «ὅτι πολλαῖς ταῖς πληγαῖς κατεδαπάνησα ἄν σου τὸ σῶμα γίνω-
σκε». «Ἀλλ' ἐγὼ» φησὶν ὁ σουλτάνος «οὐ μιμήσομαί σου τὸ αὐστηρὸν
καὶ ἀπότομον. Πλὴν ἀκούω ὅτι καὶ ὁ ὑμέτερος Χριστὸς εἰρήνην ὑμῖν
νομοθετεῖ καὶ ἀμνηστίαν κακῶν καὶ τοῖς ὑπερηφάνοις ἀντικαθίσταται,
τοῖς ταπεινοῖς δὲ δίδωσι χάριν». Μετὰ τοῦτο γοῦν σπονδὰς ποιησάμενοι
καὶ συνθήκας εἰρηνικὰς διηνεκεῖς καὶ κῆδος ἐπὶ τοῖς παισὶ συστησάμενοι
καὶ τὰ δίκαια ἑκάστης ἐπικρατείας, ἃ ἦν ἐξ ἀρχῆς, θέμενοι, φιλίως τε ἀλ-
λήλοις <ὡμολόγησαν> προσμίγνυσθαι, μηκέτι δὲ λεηλασίας τῆς τῶν Ῥω-
μαίων ἐπικρατείας παρ' οὑτινοσοῦν τῶν Τούρκων γίνεσθαι ὑποστραφῆναί
τε πάντας τοὺς ὅσοι ποτὲ κατὰ Ῥωμαίων ἐστάλησαν καὶ τὴν αἰχμαλωσίαν
ἅπασαν καὶ μάλιστα τὸ προέχον τῶν Ῥωμαίων καὶ ἔκκριτον, δεξίωσιν ἁ-
δρὰν τοῦ βασιλέως προσομολογήσαντος τῷ σουλτάνῳ. Ἐσφάγησαν δὲ τηνι-
[152] καῦτα Λέων ὁ ἐπὶ τῶν δεήσεων καὶ ὁ μάγιστρος Εὐστράτιος καὶ πρωταση-
κρῆτις ὁ Χοιροσφάκτης, ἑάλω δὲ καὶ ὁ πρωτοβεστιάριος Βασίλειος ὁ
Μαλέσης.
Μετὰ δὲ τὸ ταῦτα οὕτω πραχθῆναί τε καὶ συμφωνηθῆναι ἀπέλυσεν
ὁ σουλτάνος τὸν βασιλέα σὺν πολλῇ περιπλοκῇ καὶ συντακτηρίῳ τιμῇ
προσεπιδοὺς καὶ τῶν οἰκείων πρέσβεις. Κατείχετο δὲ τὸ Μαντζικίερτ
ὑπὸ Ῥωμαίων. Ὡς δ' ὁ βασιλεὺς ἀπολυθεὶς ἐπανῆλθε, δι' ἄλλης ὁδοῦ
ἀφέντες ἐκεῖνοι νυκτὸς ἔφυγον, περιτυχόντες δὲ πολεμίοις ἐκινδύνευ-
σαν. Ὁ δὲ βασιλεὺς κατηντηκὼς εἰς Θεοδοσιούπολιν μετὰ τουρκικῆς
σουλτανικῆς στολῆς ὑπεδέχθη φιλοτίμως. Ἡμέρας δέ τινας ἐκεῖσε διε-
καρτέρησε τὴν χεῖρα θεραπευόμενος καὶ ἑαυτὸν ἀνακτώμενος καὶ πάλιν
μεθαρμόζων πρὸς τὸ ῥωμαϊκώτερον, ὡς ἐνῆν. Ἄρας δ' ἐκεῖθεν διῄει τὰς
ἰβηρικὰς κώμας· συνῆσαν δ' αὐτῷ καὶ οἱ ἐκ τοῦ σουλτάνου πρέσβεις.
Κἀκεῖθεν προσελαύνει μέχρι Κολωνείας αὐτῆς. Γενομένου δὲ ἐν τῷ Με-
λισσοπετρίῳ Παῦλος πρόεδρος, ὁ τῆς Ἐδέσσης κατεπάνω, νύκτωρ αὐτὸν
καταλιπὼν εἰς Κωνσταντινούπολιν ἀπέδρα, προμαθὼν τὰ ἐκεῖσε κατ-
τυόμενα. Ἰωάννης γὰρ ὁ καῖσαρ καὶ οἱ τούτου υἱεῖς καὶ τῆς συγκλήτου
ὅσοι τὰ αὐτὰ ἐφρόνουν, τὴν μὲν βασιλίδα ὑπερόριον τίθενται εἰς τὸ
παρ' αὐτῆς συστὰν φροντιστήριον, Πιπερούδιον οὕτω καλούμενον, ἀπο-
κείραντες καὶ μὴ βουλομένην, τὸν δὲ Μιχαὴλ μόναρχον ἀναγορεύσαντες
αὐτοκράτορα ἔγραψαν ἁπανταχοῦ ἐπανιόντα τὸν βασιλέα μὴ ὑποδέξασθαι
μήτε ὡς βασιλέα τιμῆσαι. Ἤρξατο δὲ τῆς ἀποκηρύξεως πρῶτος ὁ τῶν
φιλοσόφων ὕπατος, ὁ Ψελλός, καθὼς καὶ αὐτὸς ἔν τινι τῶν ἰδίων συγγραμ-
μάτων μεγαλαυχεῖ. Λέγεται δὲ ὅτι καὶ αὐτὴ ἡ βασιλὶς τοῦ αὐτοῦ σκοποῦ
ἦν, ὥστε μὴ προσδέξασθαι τὸν Διογένην ἐπανιόντα. Ἀπτέρῳ δὲ τάχει
μαθὼν τοῦτο ὁ Διογένης, καὶ πληροφορηθεὶς ὅτι κοινῶς ἀποκεκήρυκται,
φρούριόν τι κατασχών, Δόκειαν ὀνομαζόμενον, ἐκεῖσε ἐστρατοπεδεύσα-
το.
Ὁ δὲ καῖσαρ τὰ τῆς βασιλείας, ὡς ἐδόκει, ἄριστα κρατυνόμενος,
[153] τὸν πρόεδρον Κωνσταντῖνον, τὸν βραχύτερον τῶν υἱέων, μετὰ δυνάμεως
ἁδρᾶς κατὰ τοῦ Διογένους ἀφίησιν, ὃς καὶ ἑνωθεὶς αὐτῷ ἐν τῇ Δοκείᾳ
ἀπεδειλία τὸν πόλεμον. Ὁρῶν δὲ ὁ Διογένης ὑπερτεροῦντα τοῦ Κωνσταν-
τίνου ἑαυτόν, ἄρας ἐκεῖθεν ἀφικνεῖται εἰς Καππαδοκίαν. Ἐν τοσούτῳ δὲ
πλῆθος Φράγκων τῷ Κωνσταντίνῳ προσγίνεται, καὶ Κρισπῖνος αὐτὸς
μετὰ τῶν ὁμογενῶν, ὃν ἀνιὼν ὁ Διογένης ἐν Ἀβύδῳ περιώρισε πρότερον.
Θεόδωρον οὖν πρόεδρον τὸν Ἀλυάτην, ἄνδρα γενναῖον καὶ ἐπιφανῆ,
μεγέθει τε καὶ θέᾳ θαυμασιώτατον, στέλλει κατ' αὐτῶν. Ἐρρωμένως δ'
ἀντιταξαμένων τῶν περὶ τὸν Κωνσταντῖνον ἡττῶνται οἱ περὶ τὸν Ἀλυά-
την, ἁλίσκεται δὲ καὶ αὐτὸς καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττεται σκηνικοῖς
σιδήροις. Περιώδυνος δὲ ὁ Διογένης ἐπὶ τοῖς συμβεβηκόσι γεγονὼς εἰς
τὴν Καππαδοκίαν ἐνέβαλε, πανταχόθεν τὸ στρατιωτικὸν προσκαλού-
μενος. Αὐτὸς δὲ διῆγεν ἐν τῷ Τυροποιῷ, φρούριον δὲ τοῦτο λίαν ἰσχυρὸν
καὶ ἀπόκρημνον. Προσκαλεσάμενος οὖν ὁ Κωνσταντῖνος καὶ τὸν Ἀντιο-
χείας δοῦκα, τὸν Χατατούριον, σύμμαχον κατὰ τοῦ Διογένους οὐκ ἔσχεν
ὑπακούοντα· προσέθετο γὰρ τῷ Διογένει. Καὶ τοῦτον παραλαβὼν παραγίνε-
[153.17] ται εἰς Κιλικίαν, ἔνθα καὶ προσεκαρτέρει τὴν ἀπὸ τοῦ σουλτάνου ἀναμένων
βοήθειαν, ὁμοῦ δὲ καὶ διὰ τὸν χειμῶνα διάγων ἐκεῖσε, ἀλεεινοτέραν τὴν
Κιλικίαν ἐπιστάμενος, καὶ πάλιν πρὸς συλλογὴν στρατοῦ ἑαυτὸν ἀπησχό-
λει. Ὁ δέ γε Κωνσταντῖνος μετὰ τὸ τὸν Διογένην ὑποχωρῆσαι ὑπέστρε-
ψεν εἰς τὸ Βυζάντιον. Ἀντ' ἐκείνου δὲ στέλλεται κατὰ τοῦ Διογένους ὁ
πρόεδρος Ἀνδρόνικος, ὁ τοῦ καίσαρος υἱός. Διανείμας δὲ τοῖς στρατιώταις
σιτηρέσια, διὰ τῆς κλεισούρας τοῦ Ποδανδοῦ ἀφικνεῖται εἰς Κιλικίαν,
ἔνθα συναντᾷ αὐτῷ ὁ Χατατούριος, ὃν καὶ πρὸς βραχὺ μαχεσάμενον ἀναι-
ροῦσιν οἱ τοῦ Ἀνδρονίκου. Τῶν δὲ ἄλλων συμφυγόντων εἰς Ἄδαναν,
ἔνθα καὶ ὁ Διογένης διέτριβε, πολιορκίᾳ τὴν πόλιν διέλαβεν ὁ Ἀνδρόνι-
κος. Συνθηκῶν δὲ γενομένων ἐφ' ᾧ τὸν Διογένην ἀποθέσθαι τὴν βασιλείαν
τὴν τρίχα τε καρέντα διάγειν ἰδιωτικῶς, ἔξεισι τοῦ κάστρου μελανειμο-
[154] νῶν καὶ τὰ καθ' ἑαυτὸν ἀποκλαιόμενος. Νόστου δὲ εὐθὺς μιμνήσκεται ὁ
Ἀνδρόνικος καὶ τὸν Διογένην μεθ' ἑαυτοῦ ἐφελκόμενος μελανειμονοῦν-
τα, ἐν εὐτελεῖ ὑποζυγίῳ ὀχούμενον δι' ἐκείνων τῶν κωμῶν καὶ τῶν χω-
ρῶν αἷς τὸ πρὶν ἰσόθεος ἐγνωρίζετο. Μέχρι δὲ τοῦ Κοτυαείου τὴν ὁδοιπο-
ρίαν ὀδυνηρῶς ποιησάμενος-ἦν γὰρ νοσηλευόμενος ἀπὸ κοιλιακῆς διαθέ-
σεως ἐκ κωνείου προποθέντος αὐτῷ ἐξ ἐπιβουλῆς ἐπιγενομένης-ἐκεῖσε
κατεσχέθη, ἄχρις ἂν ἐκ βασιλέως τὸ ποιητέον αὐτῷ ὁρισθῇ. Ἀλλ' ἧκεν
ἡμέραις ὕστερον ἡ κατὰ τοῦ μάτην δυστυχοῦντος ἀπόφασις διοριζομένη
τοὺς ὀφθαλμοὺς αὐτοῦ διορυγῆναι. Οὓς καὶ παραυτίκα ἐξορύττεται τῶν
ἀρχιερέων, τῶν ἐπὶ τῷ δοῦναι λόγον συμπαθείας ἐσταλμένων, μηδόλως ἐπα-
ρηξάντων αὐτῷ· οἵτινες ἦσαν ὅ τε Χαλκηδόνος, ὁ Ἡρακλείας καὶ ὁ Κο-
λωνείας Θεόφιλος, οὓς καὶ τῶν ὅρκων ὑπεμίμνησκε καὶ τῶν ἐκ τοῦ θείου
νεμέσεων. Οἱ δέ, καίπερ βοηθῆσαι προαιρούμενοι, ἀσθενῶς εἶχον καὶ ἀ-
δυνάτως ἀνδρῶν ὠμηστῶν καὶ ἀπηνῶν ἀναρπασάντων αὐτὸν καὶ τοὺς
ὀφθαλμοὺς αὐτοῦ ἐξορυξάντων ἀνηλεῶς καὶ ἀφιλανθρώπως. Προσενε-
χθεὶς δὲ ἐν εὐτελεῖ τῷ ὑποζυγίῳ μέχρι τῆς Προποντίδος ὥσπερ πτῶμα
σεσηπός, τοὺς ὀφθαλμοὺς ἔχων ἐξορωρυγμένους, τὴν δὲ κεφαλὴν καὶ τὸ
πρόσωπον ἐξῳδηκός, σκωλήκων βρύον καὶ δυσωδίας, ἡμέρας ὀλίγας ἐπι-
βιοὺς ἐπωδύνως καὶ πρὸ τῆς τελευτῆς ὀδωδώς, ἀπολείπει τὸν βίον τῇ
νήσῳ τῇ Πρώτῃ τὸν χοῦν ἀποθέμενος, ἔνθα νέον ἐκεῖνος ἐδείματο φρον-
τιστήριον, κηδευθεὶς πολυτελῶς παρὰ τῆς ὁμευνέτιδος καὶ βασιλίδος
Εὐδοκίας, μνήμην καταλιπὼν πειρασμῶν καὶ δυστυχημάτων ὑπερβαι-
νόντων ἀκρόασιν. Ἐπὶ δὲ τοῖς τοσούτοις καὶ τηλικούτοις κακοῖς οὐδὲν
βλάσφημον ἢ ἀπόφημον ἐφθέγξατο, εὐχαριστῶν δὲ διετέλει, φέρων εὐ-
μαρῶς τὰ προσπίπτοντα. Λέγεται δὲ τὰ εἰς αὐτὸν πραχθέντα γνώμης
[155] ἄτερ τοῦ βασιλέως γενέσθαι Μιχαήλ, ὡς ὕστερον αὐτὸς ἐνωμότως διι-
σχυρίζετο, τοῦ καίσαρος ὑπὸ σκότῳ καὶ ἀφανείᾳ ταῦτα τελεσιουργοῦν-
τος καὶ διαταττομένου. Οὗτος ὁ βασιλεὺς καὶ τὴν ἐπισκοπὴν Ναζιανζοῦ
εἰς μητροπόλεως ἀνεβίβασε δίκαιον. Ἐβασίλευσε δὲ ἄχρι τῆς αἰχμαλω-
σίας αὐτοῦ ἔτη τρία καὶ μῆνας ὀκτώ.
Τοῦτον δὲ τὸν τρόπον ὁ Μιχαὴλ τὴν βασιλείαν διαδεξάμενος ἐπιει-
κής τε ἐδόκει καὶ γέρων ἐν νέοις διὰ τὸ παρειμένον καὶ ἀναπεπτωκὸς
καὶ ἁπαλόν. Προσελάβετο δὲ διὰ τοῦτο Ἰωάννην τὸν τῆς Σίδης μητροπο-
λίτην εἰς τὸ τὰ κοινὰ διοικεῖν, εὐνοῦχον μὲν τὴν φύσιν, δραστήριον δὲ
καὶ ἀμφιδέξιον, πρωτοπρόεδρον τῶν πρωτοσυγκέλλων τυγχάνοντα, ἄνδρα
πᾶσι τοῖς ἀγαθοῖς σεμνυνόμενον. Ὅθεν τὸ τοῦ βασιλέως ἔκλυτον καὶ περὶ
τὸ διοικεῖν τὰ κοινά, ὡς εἰπεῖν, θῆλυ καὶ ἀναπεπτωκὸς καὶ ἀδέξιον ὁ τούτου
τρόπος καὶ ἡ περὶ ταῦτα ἐντρέχεια καὶ σπουδὴ ἐπεκόσμει τε καὶ κατήρτυε.
Παρεμίγη δὲ τῷ σίτῳ τούτῳ καὶ ζιζάνιον. Ἦν γάρ τις εὐνοῦχος Νικηφό-
ρος ὄνομα, ὃν ὑποκορίζοντες Νικηφορίτζην ὠνόμαζον, ἐκ Βουκελλαρίων
ἕλκων τὸ γένος, δεινὸς ἐπινοῆσαι συγχύσεις καὶ ῥάψαι πράγματα καὶ τρι-
κυμίας ἐγεῖραι καὶ ἀκαταστασίας ἐν γαλήνῃ καὶ καταστάσει ἐπενεγκεῖν.
Ὃς εἰς τάξιν σεκρετικοῦ τῷ πατρὶ τοῦ Μιχαὴλ ὑπηρετησάμενος, ἐπεὶ σκαι-
ὸς καὶ διαβολεὺς ἐφάνη καὶ σοφιστὴς τῶν κακῶν κερδαλέος καὶ τῷ βασι-
λεῖ κατὰ τῆς βασιλίδος μοιχείας ἔγκλημα ὑποψιθυρίσας φθόνῳ τοῦ συν-
εξυπηρετουμένου, δοὺξ δὲ Ἀντιοχείας ἀναδειχθεὶς καὶ ἅπαξ καὶ δεύτερον
μυρίων ὀχλήσεων καὶ ταραχῶν τῇ Συρίᾳ γέγονεν αἴτιος. Ὅμως δ' οὖν
κατηγορηθείς, συλληφθεὶς ἐκεῖσε τῇ τοῦ αἵματος φρουρᾷ παραδίδοται,
καὶ ἦν ἔμφρουρος ἐπὶ χρόνον τινὰ ὁ πρὶν περίδοξος γνωριζόμενος. Ἀναρ-
ρυσθεὶς δὲ τῇ τοῦ Διογένους ἀναγορεύσει καὶ εἰς νῆσόν τινα ἐξορισθείς,
ὑποσχέσει χρημάτων δικαστὴς Ἑλλάδος καὶ Πελοποννήσου προβέβλη-
[156] ται καὶ τὰ κατ' ἐκείνην ἦν διοικῶν. Τοῦτον ἐπὶ κακῷ τῆς τῶν Ῥωμαίων
ἀρχῆς ὁ βασιλεὺς Μιχαὴλ μεταπεμψάμενος εἰς τὴν τῶν κοινῶν διοίκησιν
κατεστήσατο, λογοθέτην αὐτὸν προβαλλόμενος. Γίνεται οὖν ὁ βασιλεὺς
ἁλώσιμος ταῖς αὐτοῦ τερατείαις καὶ μαγγανείαις, οἷα μὴ εὐμοιρῶν φρο-
νήματος ἀνδρείου καὶ σταθηροῦ. Διὸ καὶ ἐξωθεῖται μὲν ὁ Σίδης, πάντα
δὲ αὐτὸς εἰς ἑαυτὸν ἀναδέχεται ἀθύρμασι τοῦ Μιχαὴλ καὶ παιδιαῖς παι-
δαριώδεσι προσκειμένου, τοῦ ὑπάτου τῶν φιλοσόφων, τοῦ Ψελλοῦ, πρὸς
ἅπαν ἔργον ἀδέξιον καὶ ἄπρακτον αὐτὸν ἀπεργασαμένου. Παραγκωνί-
ζεται δὲ καὶ τὸν τοῦ βασιλεύοντος θεῖον, Ἰωάννην τὸν καίσαρα, καὶ τῷ
ἀνεψιῷ καὶ βασιλεῖ ὕποπτον ἀπεργάζεται. Καὶ πάντας ἁπλῶς τοὺς οἰ-
κειοτάτους ὡς πολεμιωτάτους συκοφαντεῖ καὶ πάντων ἀποξενοῖ τὴν τοῦ
βασιλέως διάθεσιν καὶ ὅλον τὸν μειρακίσκον ὑποποιεῖται ἄνακτα. Κἀ-
κεῖνο πᾶσι βασιλικὸν ἐνομίζετο πρόσταγμα, ὃ τῷ μηχανορράφῳ τούτῳ
ἐδόκει. Ἐντεῦθεν κατηγορίαι καὶ ἀπαιτήσεις ἀθῴων καὶ ἀκατακρίτων
ἀνδρῶν, καὶ τίσεις ἀχρεωστήτων καὶ κρίσεις τῷ δημοσίῳ τὸ πλέον, οὐ
τῷ δικαίῳ, βραβεύουσαι, ἀφ' ὧν δημεύσεις καθολικαί τε καὶ μερικαί,
κατηγορίαι συχναὶ καὶ πίστις εὐθὺς ἀπαραλόγιστος, καὶ τῶν πασχόντων
θρῆνος ἐλεεινὸς καὶ τῶν γυμνουμένων κωκυτὸς ἀφόρητος καὶ πολύδα-
κρυς.
Ἀλλὰ τούτων οὕτω γινομένων, θεήλατος ὀργὴ τὴν ἑῴαν κατειλή-
φει. Τῶν γὰρ πρὸς Διογένην εἰρηνικῶν συμφώνων ἀργῶν μεινάντων καὶ
ἀπράκτων θυμῷ συνεχόμενοι οἱ Τοῦρκοι ἐφ' οἷς, ὃν αὐτοὶ ὡς ἐχθρὸν
εἰληφότες καὶ ὑποχείριον πάσης κομιδῆς καὶ τιμῆς ἠξιώκασι καὶ τῇ ἰδίᾳ
ἐπικρατείᾳ αὖθις ἀποκατέστησαν, τούτῳ οἱ οἰκεῖοι μανιωδῶς ὡς ἐχθρῷ
προσενεχθέντες ἀσπόνδῳ, ἃ παρ' αὐτοῖς ἐχρῆν αὐτὸν παθεῖν, οἱ γνωστοὶ
καὶ συγγενεῖς καὶ τοῖς τῆς εἰρήνης νόμοις ἀγόμενοι διαπεπράχασι καὶ οἰκτί-
στῳ καὶ ἐπωδύνῳ θανάτῳ παραδεδώκασιν-ὑπερήλγουν γὰρ αὐτῷ καὶ οἱ ἀλ-
λότριοι διὰ τὸ πλῆθος τῶν δεινῶν καὶ τὸ τῆς συμφορᾶς ἀπαρηγόρητον-
[157] ἄραντες ἐκ Περσίδος παμπληθεῖ, ὡς μηδενὸς ὄντος τοῦ κωλύοντος, τοῖς
ῥωμαϊκοῖς ἐπιστρατεύουσι θέμασι καὶ ταῦτα κατελυμήναντο, οὐ σποράδες
ἐπιφοιτῶντες ὡς τὸ πρὶν καὶ φυγάδες αὐτόχρημα, μᾶλλον δὲ ὡς δεσπόται
τῶν προστυχόντων κατακυριεύοντες. Ταῦτα διενωτιζόμενος ὁ βασιλεύων,
συναγείρας στρατόπεδον ἱκανὸν στρατηγὸν αὐτῷ ἐφίστησι τὸν Κομνη-
νὸν Ἰσαάκιον. Συνίστησι δ' αὐτῷ καὶ Ῥουσέλιον τὸν Λατῖνον μετὰ φραγ-
κικοῦ συντάγματος εἰς τετρακοσίους Φράγκους ἀναβαίνοντος. Ἐν τῷ
Ἰκονίῳ δὲ τοῦ στρατοπέδου γενομένου παντός, φιλονεικίας συμβάσης
τινός, ἀποστατεῖ τηνικαῦτα ὁ Ῥουσέλιος προφανῶς καὶ τοὺς Φράγκους
[157.10] παραλαβὼν ἑτέραν ἐτράπετο καὶ τὰ καθ' ἑαυτὸν τῷ ἰδίῳ ἐπιτρέπει θε-
λήματι. Ἀνελθὼν δὲ εἰς Μελιτηνήν, Τούρκοις περιτυχὼν ἀριστεύει
ἐξ ἐφόδου τούτοις ἐπεισπεσών. Τὸ δὲ λοιπὸν στράτευμα τῇ Καισαρέων
παραβάλλει. Σκεψάμενος δὲ ὁ Κομνηνὸς τοῖς ἐναντίοις ἐξ ἐφόδου προσ-
βαλεῖν προῄει μὲν διὰ τῆς νυκτός, ὡς ἂν ἀπαρασκεύοις ἐμπέσῃ αὐτοῖς,
τὸ δ' ἐναντίον πάσχει τῆς οἰκείας βουλῆς· ἐμπαρασκεύοις γὰρ καὶ ἡτοι-
μασμένοις ἐντυγχάνει αὐτοῖς. Συρρήγνυσι δὲ τούτοις καὶ μὴ βουλόμενος
καὶ ἡττᾶται εὐθὺς καὶ αἰχμάλωτος αὐτίκα γίνεται. Ἁλίσκεται δὲ καὶ τὰ
ἐν τῷ χάρακι ἅπαντα, πολλῶν μὲν Ῥωμαίων πεσόντων, ζωγρίᾳ δὲ λη-
φθέντων τινῶν, πλειόνων δὲ τὴν σωτηρίαν εὑραμένων φυγῇ. Τῆς δὲ φή-
μης τὸν βασιλέα καταλαβούσης ἔδοξε μέν τι σκυθρωπὸν παθεῖν, οὐ μὴν
δὲ παντάπασι τῶν πολιτικῶν ἀδικημάτων καὶ τῶν κοσμικῶν ἀπέσχετο
ταῖς τοῦ Νικηφόρου ὑποθημοσύναις· μὴ ἔχων γὰρ φύσιν διαγνωστικὴν
καὶ ἕξιν διακριτικὴν καὶ ἐγρηγορυῖαν πᾶν τὸ προσταττόμενον παρὰ τοῦ
Νικηφόρου ἐποίει ὥσπερ ἀνδράποδον. Ἔκτοτε οὖν ἀδείας λαβόμενοι οἱ
τὴν ἑῴαν κατατρέχοντες Ἀγαρηνοὶ οὐκ ἐπαύοντο καθ' ἑκάστην κεραΐ-
[158] ζοντες ταύτην καὶ καταλυμαινόμενοι. Ἀλλαξαμένου δὲ τοῦ Ἰσαακίου
τὴν αἰχμαλωσίαν χρημάτων πολλῶν καὶ βαλαντίου ἁδροῦ, αὖθις στρατηγὸς
αὐτοκράτωρ ὁ καῖσαρ Ἰωάννης προχειρίζεται· ὃς διαπεραιωθεὶς καὶ μέ-
χρι τοῦ Δορυλαίου προϊών, ἄρας ἐκεῖθεν πορρωτέρω πεπόρευται καὶ μέχρι
τῆς γεφύρας τοῦ Τζούμπου κατέλαβε. Πρὸ δὲ τοῦ περαιωθῆναι τὸν Σαγ-
γάριον ἀφικνεῖται ὁ Ῥουσέλιος ἐκ τοῦ Ἀρμενιακοῦ σπουδῇ πολλῇ καὶ
στρατοπεδείαν ἐκεῖσε πήγνυσι. Πέμψας δ' ὁ καῖσαρ ὡσανεὶ προσκρού-
σαντι καὶ ἐξαμαρτόντι, εἰ γνωσιμαχήσειε καὶ τὸν οἰκεῖον ἐπιγνοίη δεσπό-
την, συμπάθειαν καὶ ἀμνηστίαν κακῶν ἐπηγγέλλετο. Φρυαξαμένου δὲ τοῦ
βαρβάρου οἷα ἐπὶ ταῖς ἰδίαις χερσὶ καὶ τῷ πολέμῳ θαρροῦντος καὶ τῷ
πλήθει τῶν σὺν αὐτῷ ἐρειδομένου ἄπρακτος ἡ πρεσβεία ἐδείχθη καὶ κενή·
διὸ καὶ πολέμῳ κριθῆναι τὸ πᾶν ἔδοξε. Διαβὰς οὖν τὸν ποταμὸν ὁ καῖσαρ
καὶ ὁ συστράτηγος αὐτοῦ Νικηφόρος ὁ Βοτανειάτης μετὰ τῆς λοιπῆς
πληθύος αὐτίκα πρὸς πόλεμον τῷ Ῥουσελίῳ προσέβαλε. Μὴ ἐνεγκόντων
δὲ τῶν Ῥωμαίων τὴν τῶν Φράγκων ἐπίθεσιν φυγὴ γίνεται παντὸς τοῦ
στρατοῦ, καὶ ἁλώσιμος ὁ καῖσαρ τῷ Ῥουσελίῳ καθίσταται καὶ ἄλλοι
πολλοί, τοῦ Βοτανειάτου μόνου φυγόντος σὺν ὀλίγοις τισίν. Ἐγεγόνει
τοίνυν ὁ Ῥουσέλιος ἐκ τούτου μέγας καὶ διαβόητος τῷ μεγέθει τοῦ κα-
τορθώματος. Χωρῶν δὲ κατευθὺ τοῦ Βυζαντίου τὸν καίσαρα εἶχε σι-
δηρόδετον καὶ πολλοῖς ἀνιαροῖς περιαντλούμενον καὶ λυπηρῶν κύμασιν
ἀλλεπαλλήλοις βαλλόμενον. Ὡς δὲ προσηγγέλθη καὶ τοῦτο δὴ τὸ οἰκεια-
κὸν ἀτύχημα τῷ βασιλεῖ καὶ ἡ τοῦ Φράγκου ἐπιδημία τοὺς πάντας ἐξ-
έπληξε, πολλή τις ἀθυμία καὶ μέριμνα κατέσχεν αὐτόν τε καὶ τοὺς λοιποὺς
ἅπαντας. Τὴν ἐξ ἐκείνου οὖν ὁδοιπορίαν διηνυκὼς ὁ Ῥουσέλιος, ἐπαγό-
μενος μεθ' ἑαυτοῦ τόν τε καίσαρα καὶ τὸν Μαλέσην Βασίλειον, ἄρτι τῆς
σὺν τῷ Διογένει αἰχμαλωσίας ἀπολυθέντα, κατασκηνοῖ ἐν Χρυσοπόλει
καὶ ταῖς ἐκεῖσε οἰκίαις ἐνῆκε τὸ πῦρ καὶ πολλὴν ἀνήγειρε τοῖς ἐποίκοις
τὴν βοὴν καὶ τὸν κωκυτόν. Καταμαλάξαι δὲ σπεύδων ὁ βασιλεὺς τὴν τοῦ
[159] βαρβάρου θρασύτητα ἀξίωμά τε ὑπισχνεῖται κουροπαλάτου δοῦναι αὐτῷ,
προσεπιπέμπει δὲ καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα. Μεταπέμπεται δὲ καὶ
Τούρκους κατ' αὐτοῦ λαθραίως, πολλαῖς ὑποσχέσεσι πείθων τὸν Ῥουσέλιον
καταγωνίσασθαι. Ὁ δὲ ὁρῶν ἑαυτὸν ἀσθενῆ πρὸς τοσαύτην πληθύν, ἀπο-
λύσας τῶν δεσμῶν τὸν καίσαρα ἀναγορεύει βασιλέα, εὐφημίαις μεγαλο-
πρεπέσι καὶ διατόροις τὸ κράτος αὐτῷ συγκαταστησάμενος. Μήπω δὲ
τῆς φήμης ἁπλωθείσης μηδὲ πλατυνθείσης τῆς τοῦ καίσαρος ἀναρρήσεως,
καὶ διὰ τοῦτο μήτε στρατιωτῶν προσχωρησάντων, ἐξαίφνης περὶ τὸ ὄρος
τὸν Σόφωνα πληθὺς τουρκικὴ παραφαίνεται, πέντε ἢ καὶ ἓξ χιλιάσιν εἰ-
καζομένη. Καὶ αὐτίκα ὁ Ῥουσέλιος ἐξήρτυε τὰ πρὸς τὸν πόλεμον. Ἀνέ-
στελλον δὲ τὴν ὁρμὴν αὐτοῦ ὅ τε καῖσαρ καί τινες τῶν ἐξοχωτέρων, ὡς
ἂν διαγνοῖεν πρότερον τὴν πληθὺν ὁπόση τις εἴη τῶν ἐπιφανέντων. Μὴ
ἐνεγκὼν δέ, ἀλλ' ἀδοξίαν ἄκραν ἡγούμενος εἰ πρὸς ἓξ ἢ δέκα χιλιάδας
ἀμφιγνωμονεῖ ὁ Ῥουσέλιος, σὺν πολλῇ ῥύμῃ τοῖς ἐναντίοις ἐπῆλθε μετὰ
τῶν Φράγκων. Ἔπεσον οὖν τῶν Τούρκων πολλοί, μηδενὸς τῶν Φράγκων
κενὸν τὸ δόρυ ἐσχηκότος, οἱ δὲ λοιποὶ πρὸς φυγὴν ὥρμησαν. Τῆς διώξεως
δὲ ἐπὶ πολὺ γενομένης παρὰ τὸ εἰθισμένον αὐτοῖς, καὶ ταῦτα δι' ὀρέων
ἀβάτων καὶ δυσδιεξιτήτων, ἔλαθε τοὺς πλείστους τῶν σὺν αὐτῷ ἀπολιπὼν
ὀπίσω, αὐτὸς δὲ μετὰ βραχέων τινῶν ἀπολειφθεὶς καὶ τοῦ καίσαρος ἐν
ἵπποις κεκμηκόσι τῷ συνεχεῖ τῆς διώξεως καὶ ἐπιτεταμένῳ. Οὕτω δὲ
ἔχοντι ἀνεφάνη πλῆθος ἕτερον Τούρκων ἄπειρον, εἰς ἑκατὸν χιλιάδας πο-
σοῦσθαι στοχαζόμενον. Περιστοιχηθεὶς οὖν πανταχόθεν, καὶ ἄκων αὐ-
τοῖς προσρήγνυται μετ' ὀλίγων πάνυ τῶν περὶ αὐτόν. Ἀντέσχον μὲν
οὖν οἱ Τοῦρκοι, ἔπεσον δὲ καὶ τότε πολλοί. Ὅμως κυκλωθέντες ὑπὸ το-
[160] σούτου πλήθους ἑκηβόλοις τε βέλεσιν ἀποβαλόντες τοὺς ἵππους καὶ πε-
ζοὶ ὑπολειφθέντες σύμπαντες οὐδ' οὕτως ἐνέδωκαν. Πίπτουσι δ' ὅμως
πολλοὶ καὶ Τοῦρκοι δὲ δεκάκις τοσοῦτοι. Ἁλίσκεται δὲ ὅ τε καῖσαρ καὶ
ὁ Ῥουσέλιος καὶ οἱ σὺν αὐτῷ. Οἱ δ' ὑπολειφθέντες τῶν Φράγκων εἰς τὸ
τῆς Μεταβολῆς φρούριον συμφυγόντες μετὰ τῆς τοῦ Ῥουσελίου γυναικὸς
δι' ἐπιμελείας ἐποιοῦντο τὴν τούτου φυλακὴν καὶ συντήρησιν. Οἱ δὲ Τοῦρ-
κοι τὸν μὲν Ῥουσέλιον ποδοκάκῃ ἀσφαλισάμενοι, τὸν καίσαρα ἄνετον
εἶχον καὶ ἐν τῇ ἰδίᾳ ἦγον τιμῇ. Τοῦ δὲ τιμήματος τῶν ἑαλωκότων ἐπιζη-
τουμένου ἔσπευδε μὲν ὠνήσασθαι τούτους ὁ βασιλεύς· ἐπικατέλαβε γὰρ
καὶ ὁ Μαλέσης, ἄρτι ἀπολυθεὶς παρὰ τοῦ καίσαρος, καὶ αὐτίκα εἰς ὑπερ-
ορίαν στέλλεται καὶ δημεύσει καθυποβάλλεται, αἰχμαλωσίας αἰχμα-
λωσίαν, τῆς σὺν τῷ Διογένει τὴν τοῦ Ῥουσελίου, καὶ δήμευσιν καὶ ἐξ-
ορίαν τούτων ἀνταλλαξάμενος. Ἀλλ' ἡ τοῦ Ῥουσελίου γυνὴ τὸν οἰκεῖον
ἄνδρα σπουδῇ πολλῇ ἐλυτρώσατο. Ὅθεν οἱ παρὰ τοῦ βασιλέως σταλέντες
τὸν καίσαρα μόνον λυτρωσάμενοι ἀνθυπέστρεψαν. Ἐν δὲ τῇ Προποντίδι
γενόμενος, εὐλαβηθεὶς μή πως ὡς ὕποπτος καὶ ἀποστάτης νομισθεὶς
πάθῃ τι φλαῦρον καὶ ἀνήκεστον, τὴν κοσμικὴν ἀποβαλλόμενος ἐσθῆτα τὴν
τρίχα κείρεται καὶ τὰ μοναχῶν ἀμφιέννυται, καὶ οὕτως ἐν εὐτελεῖ τῷ σχή-
ματι τοῖς βασιλείοις παρέβαλεν. Ἐξ ὧν ἁπάντων οἱ εὖ φρονοῦντες τὴν
θεομηνίαν συνελογίζοντο, καὶ ὅπως αὐτοῖς τὸ θεῖον ἐκπεπολέμηται διὰ
τὴν τῶν θείων ἐντολῶν καὶ ἐνταλμάτων παρόρασιν καὶ ἀθέτησιν, ἃς καί-
περ ἑαυτοῖς συνεπιστάμενοι εἰς πολέμους μεγάλους καὶ κινδύνους, μὴ
πρότερον τὸν Θεὸν ἱλεωσάμενοι, τὰς ῥωμαϊκὰς δυνάμεις εἰσάγουσι, καὶ
πάσχοντες κακῶς καὶ ἡττώμενοι ἀφειδῶς αἴσθησιν οὐ λαμβάνουσι τῆς
τοῦ θείου νεμέσεως. Οἱ δὲ πάλαι Ῥωμαῖοι οὐχ οὕτω ποιοῦντες τὰς φο-
βερὰς ἐκείνας καὶ ᾀδομένας στρατηγίας κατώρθουν, ἀρετῆς δὲ καὶ δι-
[161] καιοσύνης καὶ ἀγάπης καὶ ἀληθείας ἀντιποιούμενοι καὶ ἁπλῶς πᾶν καλὸν
καὶ ἀγαθόν, ὡς δυνατόν, μετερχόμενοι· διὸ καὶ τὸ θεῖον συμπαρῆν αὐ-
τοῖς, καὶ παντὶ τρόπῳ τοὺς ἐναντίους κατηγωνίζοντο.
Εἰσελθόντος δὲ τοῦ καίσαρος ἔδοξε μὲν ὁ κρατῶν ἠνυκέναι τὸ πᾶν,
ἠνιᾶτο δὲ τῇ τοῦ Ῥουσελίου ἀστοχίᾳ· τὴν γὰρ τῶν ὁμογενῶν ἀπώλειαν
[161.6] καὶ τὴν ὑφαίρεσιν τῆς ἀρχῆς καὶ τὸ σφάττεσθαι τοὺς χριστιανοὺς καὶ δῃ-
οῦσθαι τὰς κώμας καὶ τὰς χώρας ἀφανίζεσθαι καὶ ἀναστατοῦσθαι ἐν
δευτέρῳ ἐτίθετο. Ὁ δέ γε Ῥουσέλιος ἄρας ἐκ τοῦ τῆς Μεταβολῆς φρου-
ρίου μετὰ τῶν ὑπολελειμμένων Φράγκων στρατιωτῶν καὶ τῆς συνεύνου
καὶ τῶν παίδων καὶ τῶν ὑπαρχόντων αὑτῷ διὰ μέσης τῆς χώρας ἀτρέ-
στως ἐβάδιζε, καὶ τὸ θέμα τῶν Ἀρμενιακῶν καταλαβὼν τοῖς προτέροις
αὑτοῦ κάστροις ἀποκατέστη, κἀκεῖθεν ἐκδρομὰς κατὰ τῶν Τούρκων ποι-
ούμενος ἀπεῖρξεν αὐτοὺς τῶν κατὰ τοῦ τοιούτου θέματος ἐφόδων. Ὁ
δὲ βασιλεὺς ἐνωτιζόμενος ταῦτα μᾶλλον ἐνόμιζε συμφέρον τοὺς Τούρ-
κους ἔχειν τὰ Ῥωμαίων ἢ τὸν Ῥουσέλιον χωρεῖσθαι ἐν τόπῳ ἑνί, παρὰ
τοῦ Νικηφόρου πρὸς τοῦτο νυττόμενος καὶ διεγειρόμενος. Στέλλει τοί-
νυν τινὰ τῶν εὐπατριδῶν, τὴν μὲν ἡλικίαν νέον, δραστήριον δὲ καὶ ἄλλως
ἐχέφρονα, τὸν πρόεδρον Ἀλέξιον τὸν Κομνηνόν, ὃς ἐν τῷ ἄστει τῆς Ἀμα-
σείας γενόμενος ἐκαραδόκει τὸ μέλλον. Ὁ δὲ Ῥουσέλιος συνθήκας καὶ
φιλίας μετὰ τοῦ τῶν Τούρκων ἐξάρχοντος θέμενος συνῆλθε τούτοις ἐψι-
λωμένος στρατιωτῶν ὡς ἤδη συνήθης καὶ ἐθάς. Ἐν μιᾷ δὲ συνδειπνῶν
αὐτοῖς ἁλίσκεται καὶ δεσμώτης ἀποδείκνυται· ἀπατᾶν γὰρ Ῥωμαίους
ἐνωμότως παρὰ τοῖς Τούρκοις καὶ λόγος ἐνδόσιμος καὶ ἀλογοθέτητος.
Τοῦτον χρημάτων πολλῶν ὁ πρόεδρος Ἀλέξιος ὠνησάμενος εἰς βασιλέα
ἀπάγει δέσμιον. Παραδοὺς οὖν ὁ βασιλεὺς τοῖς βασανισταῖς ξεσμοῖς
ἀνηκέστοις διὰ βουνεύρων ὥς τινα δοῦλον δραπέτην ᾐκίσατο, καὶ εἰς ἕνα
τῶν ζοφωδεστάτων ἐγκλείσας πύργων ἀτημέλητον εἶχεν ἁλύσεσι δέσμιον.
[162] Ὁ δὲ λογοθέτης μεγάλα δυνάμενος, ὡς εἴρηται, παρὰ τῷ βασιλεῖ,
ἄγων τε καὶ φέρων τὰ πάντα οὗπερ ἐβούλετο, τὴν τοῦ Ἑβδόμου μονὴν
διὰ δωρεᾶς ἐξαιτησάμενος πάντα τὰ κτήματα καὶ πᾶσαν σχεδὸν ὅσην
ὁ ἥλιος ἐφορᾷ ἔσπευδε προσκυρῶσαι αὐτῇ καὶ προσόδοις ἀφθόνοις ἐμπλα-
τῦναι, σκεπτόμενος ἐκ μοχθηρίας οἰκειοῦσθαι τὸν βασιλέα καὶ παρακερ-
δαίνειν τὰ μέγιστα τῆς ἀβελτηρίας αὐτοῦ καὶ τῷ ὀνόματι τῆς μονῆς πλοῦ-
τον ἐπικτᾶσθαι ὑπερφυῆ. Ποριμώτατος δὲ ὢν εἰς κακίαν, εἴπερ τις ἕτε-
ρος, καὶ τοῦ κερδαλέου χάριν μηδενὸς δυσφήμου ὀνόματος ἀπεχόμενος
φούνδακα ἐν τῇ Ῥαιδεστῷ καὶ μονοπώλιον συνεστήσατο, κωλύσας καὶ
ἀπείρξας τοὺς πωλοῦντας ἅπαντας, τὸ βασιλικὸν δὲ μόνον πρατήριον
ἐμηχανήσατο, παρ' ὃ καὶ λιμὸν ἐπραγματεύσατο μέγιστον καὶ τῶν πώ-
ποτε μνημονευομένων ἀπανθρωπότατον, ὡς καὶ τῷ βασιλεῖ ἀντ' ἐπωνυ-
μίας γενέσθαι αὐτὸν καὶ ἀπὸ τούτου μᾶλλον καὶ μὴ ἀπὸ τοῦ πατρῴου
ἢ ἀπὸ τοῦ προγονικοῦ γινώσκεσθαι τοῖς μετέπειτα. Τὸν γὰρ Μιχαὴλ
εἰπών τις, εἰ μὴ προσθείη καὶ τὸν Παραπινάκιον, οὐκ ἂν θεῖτο συντόμως
γνώριμον τὸν δηλούμενον, διὰ τὸ τηνικαῦτα τὸν μόδιον παρὰ πινάκιον
πιπράσκεσθαι τοῦ νομίσματος.
Τῷ δὲ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, ἰνδικτιῶνος ιαʹ, τὸ τῶν Σέρ-
βων ἔθνος, οὓς δὴ καὶ Χροβάτους καλοῦσι, τὴν Βουλγαρίαν ἐξῆλθε κατα-
δουλωσόμενον. Τὸν δὲ τρόπον ἄνωθεν ἀναλαβὼν διηγήσομαι. Βασιλείου
γὰρ τοῦ βασιλέως, ὁπηνίκα τὴν Βουλγαρίαν ὑπηγάγετο, μὴ θελήσαντός
τι νεοχμῶσαι τῶν ἐθίμων αὐτούς, ἀλλ' ὑπὸ τοῖς σφετέροις ἄρχουσί τε
καὶ ἔθεσι τὰ καθ' αὑτοὺς ὁρίσαντος διεξάγεσθαι, καθώς που καὶ ἐπὶ τοῦ
Σαμουήλ, ὃς αὐτῶν ἀρχηγὸς ἐγένετο, ἤδη μὲν οὖν καὶ πρότερον τὸ ἔθνος
τετάρακτο τὴν ἀπληστίαν μὴ φέρον τοῦ ὀρφανοτρόφου, ὅτε τὸν Δελεά-
[163] νον ἑαυτῶν βασιλέα ἐπευφήμησαν, περὶ ὧν κατὰ μέρος δεδήλωται ἄνωθεν,
ἀπέβλεψε δὲ καὶ νῦν πρὸς ἀποστασίαν. Τὴν γὰρ τοῦ Νικηφόρου μὴ φέρον
ἀπληστίαν καὶ ἃ κατὰ πάντων αὐτῷ μεμηχάνηται, οὐδενὸς ἐπιστρεφομέ-
νου τοῦ βασιλέως, ταῖς παιδαριώδεσι δὲ παιδιαῖς μόνον προσανέχοντος,
οἱ κατὰ τὴν Βουλγαρίαν προέχοντες ἀξιοῦσι τὸν Μιχαηλᾶν, ἀρχηγὸν
ὄντα τηνικαῦτα τῶν εἰρημένων Χροβάτων τὴν οἴκησίν τε ἐν Δεκατέροις
καὶ Πραπράτοις ποιούμενον καὶ χώραν οὐκ ὀλίγην ὑφ' ἑαυτὸν ἔχοντα,
ἐπαρῆξαι αὐτοῖς καὶ συνεργῆσαι δοῦναί τε αὐτοῖς τὸν υἱὸν αὑτοῦ, ὡς ἂν
αὐτὸν βασιλέα Βουλγαρίας ἀνακηρύξωσι καὶ τῆς ἐκ τῶν Ῥωμαίων ἐλευθε-
ρωθεῖεν καταδυναστείας καὶ βαρύτητος. Ὁ δὲ ἀσμένως ὑπακούει αὐτῶν,
τριακοσίους τε τῶν αὑτοῦ ἀπολεξάμενος καὶ τῷ οἰκείῳ αὐτοῦ υἱῷ Κωνσταν-
τίνῳ, τῷ καὶ Βοδίνῳ ὀνομαζομένῳ, παραδοὺς εἰς Βουλγαρίαν ἐξαποστέλ-
λει. Ἔξεισι γοῦν εἰς τὰ Πρισδρίανα, ἔνθα καὶ συναθροισθέντες οἱ ἐν τοῖς
Σκοπίοις προέχοντες, ὧν ἔξαρχος ἦν Γεώργιος ὁ Βοϊτάχος, τοῦ τῶν Κοπ-
χάνων γένους καταγόμενος, βασιλέα Βουλγάρων αὐτὸν ἀνεκήρυξαν, Πέτρον
ἀντὶ Κωνσταντίνου μετονομάσαντες. Ὅπερ ἀκούσας ὁ ἐν Σκοπίοις διέ-
πων τὴν ἀρχὴν τοῦ δουκὸς Νικηφόρος ὁ Καραντηνός, τοὺς ὑφ' ἑαυτὸν
στρατηγοὺς παραλαβὼν ἄπεισιν εἰς τὰ Πρισδρίανα μετὰ τῶν βουλγαρικῶν
δυνάμεων. Ἐν ὅσῳ δὲ οὗτος τὰ πρὸς τὸν πόλεμον ἐξήρτυεν, ἐπικατέλαβε
διάδοχος αὐτοῦ Δαμιανὸς ὁ Δαλασσηνός. Ἑνωθεὶς τοίνυν μετὰ τοῦ Καραν-
τηνοῦ πολλά τε κερτομήσας αὐτὸν καὶ ἐς ἕκαστον δὲ τῶν σὺν αὐτῷ στρα-
τηγῶν ἐμπαροινήσας οὐκ ὀλίγα καὶ ὡς ἀνάνδρους μυκτηρίσας αὐτούς, συν-
ταξάμενος συμβάλλει τοῖς Σέρβοις εὐθέως. Καὶ γίνεται μάχη φρικτὴ καὶ
τροπὴ τῶν Ῥωμαίων φρικωδεστέρα. Πίπτουσι γὰρ πολλοὶ ἔκ τε Ῥωμαίων
καὶ Βουλγάρων, ζωγροῦνται δὲ πλεῖστοι καὶ αὐτὸς ὁ δοὺξ Δαμιανὸς ὁ Δα-
λασσηνὸς ὅ τε λεγόμενος Προβατᾶς καὶ ὁ Λογγιβαρδόπουλος καὶ ἕτεροι
συχνοὶ σὺν αὐτοῖς. Ἐλήφθη δὲ καὶ ἡ παρεμβολὴ ἅπασα καὶ τῶν ἐν αὐτῇ
πάντων διασκύλευσις γίνεται. Ἐντεῦθεν ἀνέδην οἱ Βούλγαροι τὸν Βοδῖνον
[164] βασιλέα ἀναγορεύουσιν, ὡς εἴρηται, Πέτρον μετονομάσαντες διχῇ τε διαι-
ρεθέντες, οἱ μὲν μετὰ τοῦ Βοδίνου εἰς τὸν Νίσον ἀπῄεσαν, οἱ δὲ Πετρίλον
τινά, τὰ πρῶτα παρὰ τῷ Βοδίνῳ φέροντα, παραλαβόντες κατὰ τῶν ἐν
Καστορίᾳ Ῥωμαίων ἀπίασιν· ἐκεῖσε γὰρ διὰ τὸ τετειχίσθαι τὴν πόλιν
οἱ τὰ Ῥωμαίων φρονοῦντες ἠθροίζοντο. Ὁ μὲν οὖν Πετρίλος τῇ Ἀχρίδι
παραβαλὼν καὶ ταύτην ἐξ ἐφόδου ἑλών-οὔπω γὰρ τετείχιστο, ἀλλ' ἐρεί-
πιον ἔκειτο ἐξ ὅτου Βασίλειος ὁ βασιλεὺς κατηρείπωσε ταύτην, μέγα κέν-
τρον ὑπειδόμενος πρὸς ἀποστασίαν τὰ ἐν αὐτῷ τῶν Βουλγάρων βασίλεια-
ἔνθα καὶ ὑποδεχθεὶς φιλοτίμως τὸν ἑαυτοῦ τε κύριον ἀναγορεῦσαι πα-
ρεσκεύασε τοὺς ἐγχωρίους κἀν τῇ Διαβόλει δὲ ταὐτὸ πεποιηκὼς ἐπὶ
Καστορίαν ἀπῄει σὺν πάσῃ σπουδῇ· ἐκεῖσε γὰρ ἠθροίζοντο οἱ τὰ Ῥω-
μαίων φρονοῦντες, ὡς εἴρηται, ὅ τε Ἀχρίδος στρατηγὸς Μαριανὸς καὶ
ὁ τῆς Διαβόλεως, ὁ πατρίκιος καὶ ἀνθύπατος Θεόγνωστος ὁ Βούρτζης,
σὺν αὐτοῖς δὲ καὶ ὁ ἐν Καστορίᾳ στρατηγῶν, μεθ' ὧν καὶ ὁ Βορίσης
Δαβὶδ καὶ ἄλλοι πολλοί, οἵτινες δεδιότες τὴν ἐκ τῶν ἰθαγενῶν Βουλγά-
ρων ἀπειλὴν ὡς εἰς κρησφύγετον τὴν Καστορίαν συνέφυγον. Καταλαβὼν
οὖν ὁ Πετρίλος τὴν Καστορίαν μετὰ πλήθους στρατιωτῶν Βουλγάρων
ἀμυθήτου τὰ πρὸς τὸν πόλεμον συνεσκευάζετο. Οἱ δὲ Ῥωμαῖοι καὶ αὐτοὶ
συνταξάμενοι ἐξῆλθον κατ' αὐτῶν, καὶ μετὰ ῥύμης σφοδρᾶς συμβαλόντες
αὐτοῖς τρέπουσι τὸν Πετρίλον καὶ φυγεῖν καταναγκάζουσι, δι' ὀρέων
ἀβάτων πρὸς τὸν ἑαυτοῦ κύριον τὸν Μιχαηλᾶν ἀφικόμενον. Κτείνουσι
δὲ καὶ τῶν Βουλγάρων πολλούς, αἱροῦσι δὲ καὶ τὸν μετὰ τὸν Πετρίλον
ἐν Χροβάτοις τεταγμένον καὶ πρὸς τὸν βασιλέα δεσμώτην ἀπάγουσιν.
Ὁ δὲ Βοδῖνος τὸν Νίσον καταλαβὼν ὡς ἤδη βασιλεὺς τῶν βουλγαρικῶν
πραγμάτων ἀντείχετο, πᾶν τὸ προστυχὸν ληιζόμενος καὶ τοὺς μὴ δεχο-
[164.26] μένους μηδὲ δουλουμένους αὐτῷ κεραΐζων καὶ λυμαινόμενος. Ὅπερ ἀκη-
κοὼς ὁ βασιλεύς, τήν τε τοῦ δουκὸς ἧτταν δηλαδὴ καὶ τὴν αὐτοῦ ἀναγό-
[165] ρευσιν, τὸν Σαρωνίτην κατ' αὐτοῦ ἐξαπέστειλε, πρὶν ἐξαφθῇ τὸ κακὸν
καὶ εἰς μεγάλην ἐξαρθῇ φλόγα κατασβέσαι τοῦτο κατεπειγόμενος. Συν-
εξαπέστειλε δ' αὐτῷ καὶ στράτευμα ἀξιόλογον, συγκείμενον ἔκ τε Μα-
κεδόνων καὶ Ῥωμαίων καὶ Φράγκων. Ἀλλ' οὗτος μὲν πρὸς τὴν τῶν
Σκοπίων πόλιν τὴν ὁρμὴν ποιούμενος τῶν ἐν τῷ Νίσῳ οὐδεμίαν φροντί-
δα ἐτίθετο. Παραγενόμενος οὖν καὶ τῷ πεπιστευμένῳ ταύτην Γεωργίῳ
τῷ Βοϊτάχῳ λόγον δεδωκὼς ὡς οὐδὲν φλαῦρον ὑποστήσεται, τὴν πόλιν
τῶν Σκοπίων αἱρεῖ κἀν ταύτῃ τὴν στρατοπεδείαν πήγνυσι καὶ περὶ τῶν
ἐν τῷ Νίσῳ τὸ ποιητέον ἐσκόπει καὶ ἐμελέτα. Ἀλλ' ὁ Βοϊτάχος μετα-
μεληθεὶς ὅτι δὴ ποσῶς ἀγαθὸς γέγονε καὶ τὰ Ῥωμαίων ἐφρόνησε, λα-
θραίως τοῖς ἐν τῷ Νίσῳ ἐδήλου ἀφικέσθαι μὲν ἐν τάχει πρὸς αὐτόν, καὶ
τοὺς περὶ τὸν Σαρωνίτην ῥαθυμότερον διάγοντας καὶ ἀμελέστερον ἀνοί-
κτως καὶ ὠμῶς ἡβηδὸν ἀποσφάξαι. Οἳ δὴ τὴν ἀγγελίαν δεξάμενοι, ἄραν-
τες ἐκ τοῦ Νίσου πρὸς τὰ Σκόπια ἵεντο, χιόνι κεκαλυμμένης οὔσης
τῆς γῆς· χειμὼν γὰρ ἦν Δεκεμβρίου ἐνισταμένου μηνός. Συναισθήσεως
δὲ τοῖς περὶ τὸν Σαρωνίτην γενομένης ἔξεισιν ἐκεῖνος κατ' αὐτῶν παμ-
πληθεί, καὶ καταλαβὼν αὐτοὺς κατὰ τὴν ὁδόν, ἐν τόπῳ τινὶ λεγομένῳ
Ταωνίῳ, ἀναιρεῖ σχεδόν τι σύμπαντας· ἁλίσκεται δὲ καὶ ὁ Βοδῖνος, τοῦ
Βαλανέως μάλιστα πάντων κατὰ χεῖρα καὶ θάρσος διενεγκόντος. Ὁ δὲ
Λογγιβαρδόπουλος, ὡς εἴρηται, ἀχθεὶς πρὸς τὸν Μιχαηλᾶν καὶ λόγους
δοὺς καὶ λαβὼν ζεύγνυται τῇ τούτου θυγατρὶ καὶ λαὸν ὅ τι πλεῖστον
πιστεύεται ἀπὸ Λογγιβάρδων καὶ Σέρβων συγκείμενον, μεθ' οὗ καὶ πρὸς
βοήθειαν τοῦ Βοδίνου ἀποσταλεὶς αὖθις τοῖς Ῥωμαίοις ἀποκαθίσταται.
Ὁ δὲ Σαρωνίτης τὸν Βοδῖνον ἐξαπέστειλε πρὸς τὸν βασιλέα δέσμιον.
Περιορισθεὶς δὲ ἐν τῇ τοῦ ἁγίου Σεργίου μονῇ, μετὰ βραχὺ παραδοθεὶς
τῷ Κομνηνῷ Ἰσαακίῳ, ἤδη προβεβλημένῳ Ἀντιοχείας δουκί, ἀπήχθη
εἰς Ἀντιόχειαν. Ὅπερ ἀκούσας Μιχαηλᾶς ὁ τούτου πατήρ, μισθωσά-
μενος Βενετίκους τινὰς βαλαντίου ἁδροῦ, οἷς ἔργον θαλαττοπορεῖν, ἀπέ-
[166] κλεψε τοῦτον ἐκεῖθεν καὶ τῇ ἰδίᾳ ἀρχῇ ἀποκατέστησεν· ὃς καὶ μετὰ
θάνατον τοῦ πατρὸς τὴν ἀρχὴν κἀν τοῖς ἡμετέροις χρόνοις διήνυσεν. Ὁ
δὲ Βοϊτάχος ἐτασθεὶς σφοδρῶς ἐν τῷ ἀπάγεσθαι πρὸς τὸν βασιλέα τελευ-
τᾷ, μὴ ἐξαρκέσας ταῖς ἐκ τῶν πληγῶν ὀδύναις. Οἵ γε μὴν Ἀλαμάνοι καὶ
Βάραγγοι, γένη δὲ οὗτοι δυτικά, κατὰ τῆς χώρας ἀφεθέντες καθαιροῦσι
μὲν τὰ ἐν τῇ Πρέσπᾳ τῶν Βουλγάρων ὑπολελειμμένα βασίλεια, σκυλεύ-
ουσι δὲ καὶ τὸν ἐκεῖσε ναόν, ὃς ἐπ' ὀνόματι τοῦ ἁγίου Ἀχιλλείου ἵδρυται,
μηδενὸς τῶν ἐν ἐκείνῳ φεισάμενοι ἱερῶν, ὧν τινα μὲν αὖθις ἀνεσώθησαν,
τὰ δὲ λοιπὰ ὁ στρατὸς διανειμάμενοι εἰς χρῆσιν ἰδίαν μετεσκεύασαν. Τῶν
τις οὖν στρατιωτῶν, τῆς μακεδονικῆς φάλαγγος ὤν, ἀξιούμενος ἀποδοῦ-
ναι ὅπερ εἰλήφει ἱερόν, ἐπεὶ μὴ ἐπείσθη, ἀνθρακιάσας τοὺς ὤμους τελευτᾷ,
τῆς δίκης μὴ ἀνασχομένης, ὡς ἔθος, ἀλλὰ μετελθούσης αὐτὸν εἰς ὑπόδει-
γμα τοῖς ὀψιγόνοις.
Ἐν δὲ ταῖς παρακειμέναις τῇ ὄχθῃ τοῦ Ἴστρου πόλεσι τῶν στρατιω-
τῶν ἠμελημένων οἷα δὴ μηδὲν εἰς διοίκησιν λαμβανόντων, στέλλεται ὁ βε-
στάρχης Νέστωρ, δοῦλος γεγονὼς τοῦ πατρὸς τοῦ βασιλέως, δοὺξ τῶν
Παριστρίων ὀνομασθείς, καὶ συμφωνήσας τῷ Τατοὺς ὡς ὁμογνώμονι,
Πατζινάκοις πλείοσιν ὁπλισθέντες εἰς τὴν βασιλεύουσαν παραγίνονται.
Καταθεῖναι δὲ τὰ ὅπλα ἐγκελευόμενος μὴ ἂν ἄλλως τοῦτο ποιῆσαι ἔλεγεν,
εἰ μὴ τὸν λογοθέτην Νικηφόρον ἐκ μέσου ποιήσοιεν ὡς κοινὸν ἐχθρὸν
καὶ πολέμιον κοσμικὸν καὶ αὐτὸν οὐκ ὀλίγα λυπήσαντα καὶ τὴν αὐτοῦ
περιουσίαν δημεύσαντα. Ἀλλ' ὁ βασιλεὺς οὐκ ἐπείθετο ἅπαξ ἑαυτὸν ταῖς
αὐτοῦ γοητείαις καὶ ἀπάταις ἐκδεδωκώς. Ὁ δὲ Νέστωρ ἐπιβουλευθεὶς
ὑπὸ τῶν οἰκείων ἀπανίσταται μὲν ἐκεῖθεν, ληίζεται δὲ τήν τε Μακεδονίαν
καὶ Θρᾴκην καὶ τὰ παρακείμενα τῆς Βουλγαρίας καὶ εἰς τὴν τῶν Πατζι-
νάκων ὑποχωρεῖ.
Μοῖρα δὲ στρατιωτῶν, <τῶν> μακεδονικῶν, στερουμένη προσῆλθε
τῷ βασιλεῖ τὴν στέρησιν ἀποκλαιομένη. Προστάξει οὖν βασιλικῇ τυ-
φθέντες καὶ ὑβρισθέντες ἐδιώχθησαν, μηδεμιᾶς ἐπιστροφῆς αὐτῶν γενο-
[167] μένης. Ἀλλ' οἵ γε πρὸς τὰ οἰκεῖα λύπης οὐ μικρᾶς ὑποστραφέντες ἀνά-
μεστοι οὐκ ἤθελον μένειν ἔτι ἐπὶ τοῦ αὐτοῦ φρονήματος, ἀλλὰ τοὺς πολε-
μίους πᾶσι τρόποις ἀμύνασθαι διεσκέπτοντο.
Ἀποστείλας δὲ τὸν Στραβορωμανὸν πρὸς τὸν τὴν Λογγιβαρδίαν
κατέχοντα Φράγκον, Ῥουμπέρτον καλούμενον, τὴν αὐτοῦ θυγατέρα τῷ
υἱῷ Κωνσταντίνῳ γυναῖκα ἠγάγετο, Ἑλένην μετονομασθεῖσαν. Κατε-
σχέθη δὲ ἡ Λογγιβαρδία πρὸς τοῦ Ῥουμπέρτου τοῦτον τὸν τρόπον. Γεώρ-
γιος ὁ Μανιάκης ἐπὶ καταστάσει τῶν ἐν Ἰταλίᾳ πραγμάτων ἀποσταλείς,
παρὰ τῆς αὐγούστης Ζωῆς μάγιστρος τιμηθείς, προσηταιρίσατο μὲν
Φράγκους πολλούς, καθημέρωσε δὲ καὶ τοὺς παρὰ τοῦ Δοκειανοῦ κακω-
θέντας καὶ ἡσυχίαν ἄγειν ἔν τισι θέμασι τῆς Ἰταλίας παρεσκεύασεν· ἐδε-
δίεσαν γὰρ αὐτὸν πεῖραν τῆς αὐτοῦ ἐν πολέμοις γενναιότητος ἔχοντες.
Ἀντάραντος δὲ τῷ Μονομάχῳ καὶ κατηγωνισμένου, οἱ μὲν σὺν αὐτῷ
περαιωθέντες τῷ βασιλεῖ δουλωθέντες Μανιακάτοι τε ἐπωνομάσθησαν
καὶ τῇ Ῥωμαίων πολλοὶ ἐναπέμειναν, οἱ δὲ λοιποὶ ἐν Ἰταλίᾳ ὑπελείφθη-
σαν. Ἦν δέ τις ἐν αὐτοῖς Ῥουμπέρτος τοὔνομα, ἀνεψιὸς Ἀρδουίνου τοῦ
ὑπὸ τοῦ Δοκειανοῦ μαστιχθέντος, δεινὸς καὶ θυμοειδής, τυραννικὸν ἔχων
τὸ φρόνημα, ὅστις φανερῶς μὲν ἐξελάσαι τῆς Ἰταλίας τοὺς Ῥωμαίους
ἐμελέτα, ὤκνει δὲ ὅμως τὴν ἐγχείρησιν καὶ ἀνεβάλλετο ἀσθενῆ ἑαυτὸν
ὁρῶν, καὶ πρὸς τὴν τοῦ βασιλέως ἰσχὺν ὠρρώδει ἑαυτὸν ἀντεξαγαγεῖν.
Τῆς δὲ γυναικὸς αὐτοῦ, ἣν ἀπὸ Φραγκίας ἠγάγετο, τελευτησάσης ἑτέ-
ραν ἄγεται γυναῖκα, Γαΐταν μὲν καλουμένην, θυγατέρα δὲ οὖσαν τοῦ πρίγ-
κιπος χώραν οὐκ ὀλίγην τὴν ὑφ' ἑαυτὸν ἔχοντος. Ἀγαγόμενος οὖν ταύτην
κατῴκησεν ἐν ταῖς πόλεσι ταῖς διαφερούσαις τῇ αὑτοῦ γυναικί, ὧν ἡ
πρώτη καὶ μεγίστη Σαλερνὸς ὀνομάζεται. Ἐκεῖθεν ὡς οἷα κλέπτης
καὶ λῃστὴς ἐξιὼν τὰ τῇ Ῥωμανίᾳ ὑποκείμενα ἐληίζετο, τοῦτο μὲν Κα-
λαβρίαν αἰχμαλωτίζων, τοῦτο δὲ τὴν Ἰταλίαν δουλούμενος. Τῶν δ' ἁλι-
[168] σκομένων αἰχμαλώτων ὧν μὲν χεῖρας ἀφῄρει, ὧν δὲ πόδας ἠκρωτηρία-
ζεν, ἄλλων δὲ ἀπέκοπτε καὶ ἀμφότερα, τινὰς δὲ καὶ ἀπημπόλει χρημάτων
πολλῶν, δεδιττόμενος ὡς, εἰ μὴ προδοῖεν τὰς πόλεις καὶ ὑποκλιθεῖεν αὐτῷ,
οὐ τοιαῦτα μόνον ἀλλὰ καὶ χείρονα πείσονται. Νοσούντων δὲ ἐν τοῖς βα-
σιλείοις τῶν οἰκείων οὐδεμία τῶν γινομένων ἐν Ἰταλίᾳ ἐγίνετο ἐπιστρο-
φή. Τοῦ γὰρ Μονομάχου μετὰ βραχὺ τελευτήσαντος, Θεοδώρας δὲ τῆς
αὐγούστης ἐφ' ἕνα χρόνον τὴν βασιλείαν κατασχούσης, τοῦ τε Μιχαὴλ
ἀναρρηθέντος καὶ τοῦ Κομνηνοῦ ἐπαναστάντος αὐτῷ καὶ τῶν στρατευ-
μάτων ἀσχολουμένων τοῖς ἐμφυλίοις πολέμοις, μηδενός τε ὄντος τοῦ τὴν
ὁρμὴν τοῦ Ῥουμπέρτου κωλύσαντος μέγας ἐκ τούτου καὶ περιβόητος
γέγονε. Στρατόν τε γὰρ ἀξιόλογον συνεστήσατο καὶ ἵππων καὶ χρημάτων
καὶ ἀρμάτων ἐγένετο κύριος, τῶν ἐν ταῖς πόλεσι στρατηγεῖν τεταγμένων
πρὸς βασιλέως μὴ δυναμένων ἀντεξιέναι ὀλιγανδρίᾳ καὶ κακότητι τῶν
σὺν αὐτοῖς. Τοῦ δὲ Κομνηνοῦ τῆς βασιλείας ἐγκρατοῦς γενομένου τὰ μὲν
τῶν Τούρκων τὴν ἀνατολὴν ἔθλιβεν, οἱ δὲ Πατζινάκοι τὴν δύσιν ἐπίε-
[168.16] ζον. Ὑποχωρεῖ γοῦν τῆς Καλαβρίας ὁ Θρυμβός, ὃς ἐκεῖσε στρατηγῶν ἐτύγ-
χανε, τὸ κατὰ τοὺς Σκρίβωνας ἄγος ἀνέδην τετολμηκώς· μὴ ἀρέσκον γὰρ τοῖς
ἐγχωρίοις ὁρῶν τὸ πεπραγμένον φυγὰς εἰς βασιλέα γίνεται. Στέλλεται
γοῦν δοὺξ Ἰταλίας ὁ Ἀμβουλχαρέ. Ὁ δὲ Ῥουμπέρτος τῇ τῶν Σκρι-
βώνων ἀναιρέσει δεινοπαθοῦν τὸ γένος ὁρῶν τῶν Καλαβρῶν ἅμα κἀκ
τῆς αἰτίας ταύτης ἀποστασίαν μελετῶν, οὐκέτι μὲν ὡς ὑποστρέψων ἔξει-
σι, σπουδῇ δὲ ἐλάσας αἱρεῖ τὸ Ῥήγιον, πόλιν μεγάλην καὶ ἐπιφανῆ, ἐν ᾧ
συνήθως ὁ δοὺξ Ἰταλίας διέτριβεν· ἦσαν γὰρ ἐν τούτῳ οἰκήματά τε δια-
πρεπῆ καὶ τῶν ἐπιτηδείων ἀφθονία πολλή. Ὁ δ' Ἀμβουλχαρὲ τὸ Δυρ-
ράχιον καταλαβὼν ἐξ ἐκείνου τε εἰς τὴν Βάριν περαιωθείς, πυθόμενος
ὅτι τὸ Ῥήγιον ἑάλω, ἔμεινεν αὐτὸς ἐν τῇ Βάρει κἀκεῖθεν, ὡς ἦν δυνατόν,
τῶν ἔτι τὰ Ῥωμαίων φρονουσῶν ἀντείχετο πόλεων, στρατηγούς τε ἐφιστῶν
καὶ στρατὸν ἐπιπέμπων εἰς φυλακήν· ἔτι γὰρ ἐφρόνουν τὰ Ῥωμαίων
ἥ τε Βάρις καὶ ἡ Ὑδροῦς, ἡ Καλλίπολις, ὁ Τάρας, τὸ Βρενδήσιον καὶ αἱ
[169] Ὧραι καὶ ἄλλα πολίχνια ἱκανὰ καὶ πᾶσα ἡ χώρα ἁπλῶς. Ἐν τῷ μεταξὺ
δὲ προεβλήθη δοὺξ τῆς Ἰταλίας ὁ Περηνός, στρατηγὸς δὲ Βρενδησίου
Νικηφόρος ὁ Καραντηνός. Ὁ μὲν οὖν Περηνὸς μὴ δυνηθεὶς εἰς Λογ-
γιβαρδίαν περαιωθῆναι διὰ τὴν τοῦ Ῥουμπέρτου καταδυναστείαν, ἔμει-
νεν ἐν Δυρραχίῳ ὀνομασθεὶς τοῦ Δυρραχίου δούξ. Νικηφόρος δὲ ὁ Κα-
ραντηνὸς ἐκδρομὰς ποιουμένου τοῦ Ῥουμπέρτου καὶ κακώσεσι μυρίαις τοὺς
Ἰταλοὺς κατατρύχοντος ἐδειλία μέν, ἔμενε δ' ὅμως τὴν ἐκ βασιλέως ἀνα-
μένων ἐπικουρίαν. Πᾶσαι μὲν οὖν αἱ ἰταλικαὶ πόλεις προσεχώρησαν
καὶ φρουρὰν παρεδέξαντο· τινὲς δὲ φρουρὰν μὴ παραδεξάμεναι ὑπόφοροι
κατέστησαν. Τούτων δὲ οὕτω τελουμένων φυγεῖν μὲν ἔγνω καὶ ὁ Κα-
ραντηνὸς αὐξανομένους καθ' ἑκάστην ὁρῶν τοὺς Φράγκους, τὸ δὲ τῆς
αἰσχύνης ἄδοξον λογιζόμενος ἔμενεν ἐπὶ χώρας, τὸ Βρενδήσιον συντηρῶν
ἐν τῇ πρὸς τὸν βασιλέα πίστει τε καὶ δουλώσει. Ἀπάτῃ δὲ καὶ δόλῳ τοὺς
προσοίκους Φράγκους ὑπέρχεται. Λαθραίως οὖν αὐτοῖς ἐντυχὼν καὶ περὶ
τοῦ προδοῦναι τὴν πόλιν λόγους καὶ δοὺς καὶ λαβών, ἥκοντας τοὺς Φράγ-
κους ἐδέξατο ἀνιόντας διὰ κλίμακος. Ἕνα καθένα γοῦν τῶν ἀνιόντων
ἀποσφάξας, εἰς ἑκατὸν ἀριθμουμένους, τὰς κεφαλὰς αὐτῶν πλοίῳ ἐμ-
βαλὼν περαιοῦται εἰς τὸ Δυρράχιον ἐκεῖθέν τε εἰς βασιλέα τῶν συμβε-
βηκότων ἄπεισιν ἄγγελος. Ὁ μὲν οὖν Περηνὸς ἐν τῷ Δυρραχίῳ ἔμενε, τὴν
δὲ βασιλείαν τὰ οἴκοι ἀνιαρὰ ἔθλιβε, καὶ τὴν ἀνατολὴν τὰ ἐκ τῶν Τούρ-
κων δεινὰ ἐπίεζον, αὐξανόμενα καθ' ἑκάστην καὶ μηδεμίαν λαμβάνον-
τα ἄνεσιν καὶ ἀνακωχήν. Τελευτήσαντος δὲ τοῦ Δούκα Κωνσταντίνου
τοῦ βασιλέως, τῆς βασιλίδος δὲ Εὐδοκίας πρὸς βραχὺ τῆς βασιλείας ἀντι-
σχούσης, ἐπεὶ εἰς Διογένην τὰ σκῆπτρα τῆς βασιλείας περιῆλθε, τῷ
μὲν Ῥουμπέρτῳ καὶ τοῖς περὶ αὐτὸν δέος οὐ τὸ τυχὸν ἦν, μὴ καὶ τῶν οἰ-
κείων ἐκπέσωσι πεῖραν τῆς αὐτοῦ γενναιότητος ἔχουσι, τῶν δέ γε τῇ
Ῥωμανίᾳ διαφερόντων, χωρῶν τε καὶ πόλεων, πᾶσι τρόποις ἀπῆγον
[170] ἑαυτοὺς καὶ ὑπέστελλον. Ταῖς δὲ κατὰ τῶν Τούρκων ἐκστρατείαις προσ-
έχοντος καὶ αὐτοῦ καὶ τῷ πλέον θλίβοντι τὴν πᾶσαν σπουδὴν νέμοντος
οὐκέτι μὲν ὡς δεσπόται, τρόπον δὲ κλεπτῶν καὶ λῃστῶν ἐπιόντες ὑπό-
φορα ἑαυτοῖς τὰ τῆς Ἰταλίας ἐποιήσαντο. Τῶν δὲ κατὰ τὸν Διογένην,
ᾗπερ ἀνωτέρω διείληπται, οἰκονομηθέντων καὶ πραχθέντων, καὶ τοῦ Μι-
χαὴλ τὴν βασιλείαν ἀμελῶς καὶ παιδαριωδῶς διιθύνοντος ὡς δεσπόται
βέβαιοι ἀπὸ θαλάσσης ἕως θαλάσσης τήν τε Λογγιβαρδίαν καὶ τὴν Κα-
λαβρίαν ἑαυτοῖς ὑπεποιήσαντο, καὶ ταύτην διανειμάμενοι καὶ τὰ κάστρα
διαμερισάμενοι ἑαυτοὺς μὲν κόμητας, τὸν δὲ Ῥουμπέρτον δοῦκα προσ-
ωνομάκασιν. Ὁ δὲ Μιχαὴλ οὐ μόνον οὐκ ἀντεποιήσατο τῆς διαφερούσης
αὑτῷ χώρας, ὡς εἴρηται, ἀλλ' ὡς ἂν τοὺς Τούρκους τῆς ἀνατολῆς ἐξ-
ελάσειε, δέον ἐνόμισε σπείσασθαι αὐτῷ καὶ δι' αὐτῶν ἢ σὺν αὐτοῖς ἀποσο-
βῆσαι αὐτῶν τὴν ἄλογον κατὰ τῆς Ῥωμανίας ἐπέλευσιν. Ὅθεν καὶ κῆδος
πρὸς τὸν Ῥουμπέρτον ποιεῖται καὶ τὴν αὐτοῦ θυγατέρα Ἑλένην κατα-
μνᾶται τῷ ἑαυτοῦ υἱῷ Κωνσταντίνῳ. Ἠβούλετο μὲν ταῦτα ὁ βασιλεύς,
πέρατι δὲ δοθῆναι παρὰ Θεοῦ κεκώλυται πάλαι καταψηφισαμένου τῆς
ἀνατολῆς πανωλεθρίαν καὶ ἀναστάτωσιν.
Ἐπὶ τούτοις ἐτέχθη ἐν Κωνσταντινουπόλει τρίπους ὄρνις καὶ παι-
δίον ἔχον κατὰ τὸ μέτωπον ἕνα ὀφθαλμόν, τραγοσκελὲς δὲ τοὺς πόδας.
Δύο δὲ τῶν ἀθανάτων στρατιωτῶν γεγόνασι κεραυνόβλητοι. Τὸ δὲ τερα-
τῶδες παιδίον <προτεθὲν> ἐν τῇ τῶν Διακονίσσης δημοσίᾳ παρόδῳ κλαυ-
θμὸν ἠφίει παιδικῷ προσεοικότα. Οὐ μὴν δὲ ἀλλὰ καὶ κομῆται παρετεί-
νοντο πλεῖστοι καὶ συχνοί.
[171] Ἐπεὶ δὲ καὶ οἱ βάρβαροι τὰ τῆς ἑῴας ἐληίζοντο, καὶ τὸ πλῆθος τὸ
μὲν ἀνῃρεῖτο, τὸ δὲ φεῦγον τῇ Κωνσταντίνου προσέφευγεν, ἐδεῖτο μὲν
ὁ καιρὸς οἰκονομικῆς καὶ πρεσβυτικῆς μεγαλοψύχου φρενός, ὁ δὲ το-
σοῦτον ἦν φειδωλὸς καὶ μικρολόγος, ὥστε μηδ' ὀβολὸν προέσθαι θέλειν
μηδὲ παρέχειν τινὶ τὸ οἱονοῦν ἢ πρόνοιαν γοῦν τροφῶν καὶ διὰ μετα-
κομιδῆς γεννημάτων διὰ σιτηγῶν πλοίων ποιήσασθαι, ἀλλὰ τῇ ματαίᾳ
καὶ ἀνονήτῳ περὶ λόγους σπουδῇ καὶ τῷ ἰαμβίζειν καὶ ἀναπαίστους συν-
τιθέναι προσέχων διηνεκῶς, καίτοι μηδ' ἐν χρῷ τῆς τέχνης γευσάμενος,
ἀλλ' ὑπὸ τοῦ τῶν φιλοσόφων ὑπάτου ἐξαπατώμενος καὶ ἀποβουκολούμενος
τὸν κόσμον ὅλον διέφθειρεν, ὡς εἰπεῖν. Γίνεται γὰρ λιμὸς ἰσχυρός, ᾧ δὴ
καὶ λοιμὸς ἐπακολουθεῖ καὶ θάνατοι, τὰ σύντροφα ταῦτα καὶ πρὸς ὄλε-
θρον ἀνθρώπων ἀδελφὰ καὶ ὁμότιμα. Καὶ ἔθνῃσκον καθ' ἑκάστην συχνοί,
ὥστε μὴ δύνασθαι τοὺς ζῶντας ἐκφέρειν τοὺς νεκρούς, κἀν τοῖς λεγομέ-
νοις ἐμβόλοις κεῖσθαι ἀτημελήτους καὶ φοράδην κομίζεσθαι πολλούς,
πολλάκις ἐν μιᾷ κλίνῃ πέντε καὶ ἓξ τιθεμένων νεκρῶν, καὶ πάντο-
θεν ἐπιρρέειν τὰ σκυθρωπὰ καὶ πάσης κατηφείας πληροῦσθαι τὴν βα-
σιλεύουσαν. Τῶν δὲ καθημερινῶν ἀδικημάτων καὶ τῶν παρανόμων κρι-
μάτων καὶ εἰσπράξεων οὐδεμία τις ἀναστολὴ τοῖς κρατοῦσιν ἐπενοεῖτο,
ἀλλ', ὥσπερ μηδενὸς τὸ παράπαν ἐνοχλοῦντος τοῖς Ῥωμαίοις ἀλλοφύ-
λου πολέμου ἢ θείας ὀργῆς ἢ τοὺς ἀνθρώπους κατατρυχούσης ἐνδείας
καὶ βίας βιοτικῆς, οὕτως ἀδεῶς ἔπραττον τὰ θεομισῆ καὶ τυραννικά.
Καὶ πᾶν προβούλευμα βασιλικὸν καὶ ἐννόημα εἰς τὸ τοὺς οἰκείους ἀδι-
κεῖν καὶ κατασοφίζεσθαι καὶ θηρεύειν τοὺς βίους αὐτῶν καὶ τὴν ἀφορμὴν
τῆς ζωῆς κατεγίνετο, ὡς καὶ ἄχρι τῶν θείων σηκῶν ἐπεκταθῆναι τὴν πλεο-
νεξίαν αὐτῶν καὶ τὰ ἱερὰ τούτων κειμήλια καὶ ἔπιπλα ἀφελέσθαι.
Οὕτω δὲ τῶν πραγμάτων διοικουμένων καὶ οὕτω τῶν τε ἐκτὸς καὶ
τῶν ἐντὸς λεηλατουμένων καὶ κεραϊζομένων δυσβουλίᾳ καὶ κακότητι τῶν
[172] κρατούντων, οἱ ἐν τῇ ἀνατολῇ προέχοντες, Ἀλέξανδρός τε ὁ Καβάσιλας,
ὁ Στραβορωμανός, οἱ Συναδηνοί, ὁ Γουδέλιος καὶ ἡ λοιπὴ τῶν συγκλη-
τικῶν ἀρχόντων λογάς, ἣν ἐκ πολλοῦ ἀποστασίαν ὠδίνησαν εἰς ἔργον
ἐξάγουσι νῦν καὶ τὸν κουροπαλάτην Νικηφόρον τὸν Βοτανειάτην συν-
ελθόντες βασιλέα ἀναγορεύουσιν, Ὀκτωβρίου μηνὸς ἱσταμένου τῆς πρώ-
της ἐπινεμήσεως. Ὅπερ εἰς ὦτα τῷ βασιλεῖ πεσὸν οὐ μετρίως αὐτὸν
διετάραξεν· ἦν γὰρ ὑπὸ πολλῶν προλεγόμενον ὡς ἔσται ποτὲ ὅτε ὑπερ-
τερήσει τὸ Ν τοῦ Μ. Καὶ αὐτίκα τοῖς Τούρκοις ὡς οἰκείοις καὶ γνησί-
οις ἔγραψεν ὑπισχνούμενος καὶ δῶρα δοῦναι, εἰ μόνον συλλαβόντες αὐ-
τόν τε καὶ τοὺς περὶ αὐτὸν πρὸς αὐτὸν ἐξαποστείλωσιν. Ἦν δὲ ὁ Βοτα-
[172.11] νειάτης τῶν εὐπατριδῶν, ἐκ τοῦ Φωκᾶ τὸ γένος πολυπλόκως μὲν ἀλλ'
ὅμως κατάγων καὶ τῶν περιωνύμων Φλαβίων, οἳ τὸ γένος ἀπὸ τῆς
περιδόξου καὶ πρεσβυτέρας Ῥώμης κατῆγον, καθὼς ἡ ἀνέκαθεν παράδοσις
κρατεῖ περὶ αὐτοῦ. Τρίτην δὲ ἄγοντος τοῦ Ὀκτωβρίου μηνός, μέλλον-
τος ἤδη τὴν βασιλικὴν πήξασθαι σκηνὴν φῶς ἀθρόον περὶ τὸν ἀέρα διε-
φάνη περὶ πρώτας νυκτὸς φυλακὰς μέχρι Χαλκηδόνος καὶ Χρυσοπόλεως
καὶ τῶν ἐν Βλαχέρναις ἀνακτόρων· ὃ καὶ οἰωνὸς ἀγαθὸς πᾶσιν ἔδοξεν,
ὡς ἐπιφοιβάζειν τινὰς ἀπὸ Λάμπης λαμπτῆρα φωσφόρον ἐπιδημῆσαι
τοῖς βασιλείοις.
Ὡρμημένου δὲ ἤδη πρὸς τὸ Βυζάντιον ἀποστατικὴ ἑτέρα κα-
κόνοια τὴν δύσιν περιεκλόνησε. Νικηφόρος γὰρ πρόεδρος ὁ Βρυέν-
νιος τὴν τοῦ Δυρραχίου δουκικὴν διέπων ἀρχὴν καὶ ταύτης παραλυθεὶς
βασιλέως ἑαυτῷ περιέθηκεν ὄνομα, καὶ τοῖς ἐκεῖσε στρατιώταις ὀπα-
δοῖς καὶ συνεργοῖς χρησάμενος ἔξεισι μὲν ἐκεῖθεν, ἐπείγεται δὲ πρὸς
Ἀδριανούπολιν. Ὁ γὰρ αὐτάδελφος αὐτοῦ Ἰωάννης τινὰς τῶν ἑσπερίων
δυνάμεων εἰς τὴν προσδοκωμένην ἐπιβουλὴν καταρτύσας, μετὰ Βαράγ-
γων καὶ Φράγκων πλήθους πολλοῦ, τῷ ἀδελφῷ συνθέσθαι παρεσκεύασε,
[173] σὺν αὐτοῖς δὲ καὶ τὸν κατεπάνω τῆς αὐτῆς πόλεως, συγγενέα τούτου
τυγχάνοντα. Καὶ πρὸ τοῦ καταλαβεῖν δὲ εἰς Ἀδριανούπολιν τὴν εὐφη-
μίαν αὐτοῦ καὶ τὴν ἀνάρρησιν προδιεγράψαντο. Ὁ δὲ βασιλεὺς μαλθα-
κώτερον πρὸς τὰ πράγματα διακείμενος ἦν· εἰ μὴ γὰρ ἦν τούτου, εὐκό-
λως ἂν τὸν Βρυέννιον κατηγωνίσατο, στρατόν τε ἰδιαίτατον ἔχων, οὓς
ὀνομάζουσιν ἀθανάτους, καὶ ἕτερον οὐκ ἀγεννῆ ἀπὸ συγκλύδων ἀνδρῶν
συγκείμενον, καὶ διὰ πάντων εὐχερῶς εἶχεν ἐπιθέσθαι τοῖς ἐν Ἀδρια-
νουπόλει μὲν πρότερον, εἶτα δὲ καὶ τῷ Βρυεννίῳ αὐτῷ. Ἀλλ', ὡς εἴρηται,
ῥαθυμότερον σχὼν ἐκεῖνόν τε ὕψωσε καὶ ἐκ μικροῦ μέγαν ἐποίησε καὶ
ἑαυτῷ παρέσχε πράγματα. Καὶ Νικηφόρος γὰρ πρόεδρος ὁ Βασιλάκιος
διάδοχος αὐτοῦ σταλείς, ἐν Θεσσαλονίκῃ συναντήσας αὐτῷ εἴ γε δεξιῶς
ἐχρήσατο τοῖς πράγμασιν, εὐκόλως ἂν αὐτὸν ἐν ἀρχῇ τῆς ἀποστασίας
κατηγωνίσατο. Καταλαβὼν δὲ εἰς Τραϊανούπολιν ἐκεῖσε τῷ τε ἀδελφῷ
συνήντησεν Ἰωάννῃ καὶ τοῖς ἐξ Ἀδριανουπόλεως Φράγκοις τε καὶ Μα-
κεδόσι καὶ τῷ λοιπῷ τὰ αὐτοῦ φρονοῦντι στρατεύματι· ἔνθα καὶ τὰ βα-
σιλικὰ παράσημα περιβάλλεται. Κατασφαλισάμενός τε πάντας ὅρκοις καὶ
συνθήκαις φρικταῖς οὕτω τὴν εὐφημίαν ἀπειλήφει μετ' εὐφημίας καὶ
δορυφορίας πολλῆς, καὶ οἷα βασιλεὺς τῶν πραγμάτων ἀπάρχεται καὶ τῆς
Ἀδριανουπόλεως ἐπιβαίνει σὺν πολλῇ τιμῇ καὶ σεβάσματι, ἐξαισίαν
ὑπάντησιν ποιησαμένων αὐτῷ τῶν πολιτῶν διὰ τὸ οἰκείως ἔχειν πρὸς
αὐτὸν καὶ θεραπευτικῶς. Ἀντεπεξελθὼν δέ τισιν ὁ πρόεδρος Κωνσταν-
τῖνος ὁ Θεοδωροκάνος τῶν τοῦ Βρυεννίου ἁλίσκεται καὶ πρὸς αὐτὸν αἰ-
χμάλωτος ἄγεται, ἀνὴρ ἔνδοξος καὶ γένους ἐπισημότητι καὶ βίου λαμπρό-
τητι καταφανὴς γινωσκόμενος. Παρωράθη δὲ ὡς εἷς τῶν ἀτίμων καὶ ἀ-
γεννῶν· οὐ μὴν δὲ σωματικὴν τιμωρίαν ὑπέστη, καίτοι γε ἐπίδοξος ἦν
ταύτην παθεῖν διὰ προηγησαμένας ἔχθρας καὶ μάχας κεφαλικάς· φυγα-
[174] δευθεὶς δὲ πρός τινα τῶν μακεδονικῶν πόλεων, μετ' οὐ πολὺ τῷ χρεὼν
ἐλειτούργησε. Τὸ δὲ τὰ βασιλικὰ παράσημα ἐν Τραϊανουπόλει περιβα-
λέσθαι τὸν Βρυέννιον καὶ τὴν εὐφημίαν καὶ τὴν ἀνάρρησιν δέξασθαι οὐκ
ἀγαθὸν οἰωνὸν οἱ συνετώτεροι καὶ ἐχέφρονες ἐλογίζοντο. Ἡ γὰρ Τραϊα-
νούπολις αὕτη οὐκ ἐπὶ τῷ ὀνόματι τοῦ βασιλέως Τραϊανοῦ ᾠκοδομήθη-ὑπ'
ἐκείνου μὲν γὰρ ἐκ καινῆς ᾠκοδόμηται-ἐπ' ὀνόματι δὲ τῶν μεγιστάνων
τινὸς Γότθου, Τραϊανοῦ καλουμένου, γενναίου τὸ τηνικαῦτα κατά τε χεῖ-
ρα καὶ κατὰ ψυχήν, ὃν διά τι πταῖσμα τῶν ὀφθαλμῶν ἐστέρησεν ὁ καῖ-
σαρ Τραϊανός. Ἐπὶ Πέρσας δὲ διιὼν ἐνταῦθα τοῦτον ἐθεάσατο πρῶτον,
καὶ περιώδυνος ἐπὶ τῇ θέᾳ γενόμενος, τῶν στρατηγημάτων καὶ τῆς ἀν-
δρείας ἀναμνησθείς, ἐν αὐτῷ τῷ τόπῳ πόλιν ἐκέλευσε πολίσαι εἰς μνήμην
ἄληστον τοῦ ἀνδρός. Διὰ ταῦτα γοῦν οὐκ ἀγαθὸν οἰωνὸν τὸ γεγονὸς οἱ
ἐχέφρονες ἐλογίζοντο. Ὅμως γοῦν τὸ ἀποτέλεσμα ὁ Βρυέννιος ἀγνοῶν
-τυφλὸν γὰρ τοῦ μέλλοντος ἄνθρωπος-τῶν πραγμάτων ἀντείχετο. Ἐ-
φρόνησε δὲ τὰ αὐτὰ καὶ ἡ Ῥαιδεστὸς συνεργίᾳ τῆς συγγενοῦς αὐτοῦ Βα-
τατζίνης. Οἱ δὲ Ῥαιδεστηνοὶ καὶ κατὰ τοῦ Πανίου ἐξωρμηκότες ἐβιά-
σαντο καὶ αὐτοὺς ἀναγορεῦσαι τὸν Βρυέννιον. Τιμήσας δὲ τὸν ἑαυτοῦ
ἀδελφὸν κουροπαλάτην καὶ τοὺς ἄλλους ἅπαντας ἀναλόγως καὶ ἀξίως τῆς
ἰδίας καταστάσεως, φοβερὸς πρὸς τὴν βασιλίδα δι' ἀποστολῆς τοῦ ἰδίου
ἀδελφοῦ φανῆναι ἐνόμισε. Παραδοὺς γὰρ αὐτῷ στρατὸν οὐκ ὀλίγον ἐν
ἐλπίσιν ἦν ὡς, ἐπείπερ οἱ πολῖται τὸν βασιλέα καὶ τὸν λογοθέτην δι'
ὀργῆς καὶ μίσους οὐκ ἀγεννῶς ἔχουσι, προσέξουσί τε αὐτῷ καὶ προσ-
δέξονται σὺν ὁμολογίαις ἐντός, καὶ οὕτως ἀδεῶς ἐπιφοιτήσει καὶ αὐτὸς
ἐν ἑτοιμασίᾳ βασιλικῇ. Ἀλλὰ πολὺ διήμαρτε τοῦ σκοποῦ. Εἰ γὰρ καὶ
τὴν Ἡράκλειαν ἐδῄωσε καὶ πολλοὺς ἀνεῖλε τῶν ἐν αὐτῇ ὑποχωρήσαντος
[175] ἔναγχος τοῦ προέδρου Ἀλεξίου τοῦ Κομνηνοῦ, ὃς ἐν Σηλυβρίᾳ ἐφήδρευεν,
ἀλλ' ὅμως οἱ τὴν βασιλίδα οἰκοῦντες οὐδαμῶς πρὸς τὴν ἐπιφοίτησιν
τῆς τοῦ Βρυεννίου στρατιᾶς κατεπλάγησαν· παραγενόμενοι γὰρ ἠκρο-
βολίσαντο κατὰ τὸ τεῖχος τῶν Βλαχερνῶν, καὶ ἀποκρουσθέντες ἐπεραιώ-
θησαν τὴν τοῦ ἁγίου Παντελεήμονος γέφυραν καὶ τὰ ἐκεῖσε πάντα πυρὶ
κατελυμήναντο, καὶ οὐδὲν ἄξιον λόγου πεπραχότες ὑπέστρεψαν ἐκεῖθεν.
Αὐτὸς δὲ δύο τάγματα λαβὼν τῷ Ἀθύρᾳ ἐπιφοιτᾷ, τὴν δὲ λοιπὴν στρατιὰν
εἰς παραχειμασίαν ἀπέστειλεν. Ἐν τοσούτῳ δὲ κακῶν γενόμενος ὁ βα-
σιλεὺς μόλις εἰς μνήμην ἧκε τοῦ Ῥουσελίου, φυλακῇ καὶ δεσμοῖς καὶ ἔτι
συνεχομένου καὶ τῷ Βοτανειάτῃ αὐτομολῆσαι ἐπιχειρήσαντος. Ἐξ-
αγαγὼν οὖν αὐτὸν τῆς φυλακῆς καὶ πάσης ἀξιώσας τιμῆς καὶ ἀνέσεως,
καὶ πολλοῖς ἐπαγωγοῖς καὶ θελκτηρίοις πρὸς αὐτὸν χρησάμενος ῥήμα-
σιν, εἰς τὴν κατὰ τοῦ Βρυεννίου παράταξιν διηρέθισε καὶ ἀπὸ τῶν τει-
χῶν τοῖς σὺν τῷ Βρυεννίῳ Φράγκοις διαλεχθῆναι παρέπεισεν. Ὡς δ'
οὐκ ἔπεισεν, ὁ Ῥουσέλιος ἐπιστρατεύει τῷ ἀδελφῷ τοῦ Βρυεννίου ἐν
τῷ Ἀθύρᾳ διατρίβοντι-στρατηγοῦντος τοῦ προέδρου Ἀλεξίου τοῦ
Κομνηνοῦ μετὰ τῶν ἐν τῇ βασιλίδι στρατιωτῶν-ὅρκοις ἀσφαλέσι πρό-
τερον τὰ πιστὰ δεδωκώς, συναποσταλέντων διὰ θαλάσσης καὶ ῥωσικῶν
πλοίων κατ' αὐτῶν, αὐτῶν δὲ πεζῇ κατεπειξάντων πρὸς τὸν Ἀθύραν.
Ἀλλ' ἔφθασαν προγνόντες διαφυγεῖν. Ἐπιδιῶξαι δὲ οἱ περὶ τὸν Ῥουσέ-
λιον καὶ τὸν Κομνηνὸν βουλόμενοι καὶ τῶν ἐναντίων σφῆλαι πολλούς,
οὐκ ἔσχον πειθομένους τοὺς στρατιώτας, δεδιότας τὸ ἐκβησόμενον.
Ἔπεσον δὲ τῶν Μακεδόνων πολλοὶ καὶ ζῶντες οὐκ ὀλίγοι ἑάλωσαν, καὶ
λαφυραγωγία ἐλήφθη πολλὴ καὶ τὰ πράσινα τοῦ κουροπαλάτου ὀχήμα-
τα, ὃς καὶ φεύγων ἀφικνεῖται εἰς Ῥαιδεστόν. Οἱ δὲ Πατζινάκοι μετὰ πλή-
θους οὐκ ἐλαχίστου τῇ Ἀδριανουπόλει ἐπεφάνησαν, καὶ ταύτην περι-
καθίσαντες τινὰς κατὰ τῆς χώρας ἀπέστειλαν καὶ τὰ ταύτης κάλλιστα
ἐλωβήσαντο, φόνον μὲν ἀνδρῶν ποιησάμενοι, ζῴων δὲ ἀγέλας ἀπείρους
ἐλάσαντες καὶ οὐδὲ ἓν εἶδος παραλιπόντες κακώσεως. Ὁ δὲ Βρυέννιος
ἐπὶ συνθήκαις καὶ δόσει χρυσοῦ πρὸς δὲ καὶ ὑφασμάτων ὑποχωρῆσαι
[176] παρασκευάσας αὐτοὺς ἠργυρολόγει τοὺς ἰδίους, παντὶ τρόπῳ τοῦ κατὰ
σκοπὸν μὴ διαμαρτεῖν προθυμούμενος. Ἀποσταλεὶς δὲ ὁ ἀδελφὸς αὐτοῦ
Ἰωάννης εἰς τὴν τῆς Κυζίκου χερρόνησον ἐπειρᾶτο τοὺς ἐγχωρίους ὑπα-
[176.4] γαγέσθαι. Ἐντυχὼν δὲ αὐτῷ ὁ Ῥουσέλιος κατὰ κράτος αὐτὸν ἐτροπώ-
σατο, ἐνισταμένου Μαρτίου μηνὸς τῆς πρώτης ἰνδικτιῶνος.
Τοῦ δὲ πατριάρχου Ἰωάννου τοῦ Ξιφιλίνου κοιμηθέντος καὶ πρὸς
τὴν ἀγήρω λῆξιν μεταθεμένου ὁ βασιλεὺς ἕτερον προεχειρίσατο, οὐ τῶν
τῆς συγκλήτου τινά, οὐ τῶν τῆς Ἐκκλησίας, οὐκ ἄλλον οὐδένα τῶν Βυ-
ζαντίων τῶν ἔκ τε λόγου καὶ πράξεως ὀνομαστῶν καὶ περιωνύμων,
Κοσμᾶν δέ τινα μοναχὸν τῆς ἁγίας μὲν πόλεως ἀφιγμένον, μεγίστῃ δὲ
τιμῇ παρὰ βασιλέως τιμώμενον διὰ τὴν ἐπιπρέπουσαν αὐτῷ ἀρετήν· εἰ
γὰρ καὶ τῆς θύραθεν σοφίας ἄγευστος ἦν καὶ ἀμύητος, ἀλλ' ἀρεταῖς ποι-
κίλαις ἐνωραΐζετο. Διὸ καὶ πάντων ὑπεριδὼν αὐτὸν ἐπὶ τῶν οἰάκων κα-
θίζει τῆς Ἐκκλησίας.
Ὁ δὲ Βοτανειάτης τὰ καθ' ἑαυτὸν εὖ διαθέμενος καὶ πρὸς τὸ προ-
κείμενον ἔργον, ὃ ἀνερρίψατο, ἑτοιμαζόμενος, πάντας ὅσοι ποτὲ στρα-
τείας μετεποιήσαντο προσκαλεσάμενος, τάγματα ἐκ τούτων συνεστή-
σατο, οἷς καὶ χρημάτων διανομῇ καὶ ἀξιωμάτων περιωπῇ τὸ ἀμέριμνον
περιεποιήσατο καὶ πρὸς τὸ προκείμενον ἐπέρρωσε τὸ πρόθυμον. Ὧν
ἀκούσαντες καὶ οἱ τὴν Νίκαιαν τηρεῖν πρὸς βασιλέως ἐσταλμένοι παμ-
πληθεὶ αὐτῷ προσεφοίτησαν αὐτόμολοι καὶ τὴν πόλιν ἀμαχητὶ προδεδώ-
κασι. Συνεστήσατο δὲ καὶ τουρκικὸν στρατὸν ἀξιόλογον, οὗ καθηγεῖτο
Κουτλουμοὺς ἐκεῖνος ὁ περιβόητος σὺν υἱέσι πέντε τούτους προσεταιρι-
σάμενος, προσγενεῖς μὲν τῷ σουλτάνῳ τυγχάνοντας καὶ ἀντιποιουμένους
τῆς περσικῆς ἁπάσης ἐπικρατείας, ἀδυνατήσαντας δὲ πρὸς ἐκεῖνον
μαχέσασθαι, καὶ διὰ τοῦτο τῇ Ῥωμανίᾳ ἐπιδημήσαντας κράτος ἐκείνῳ ἀν-
τίθετον κατακτήσασθαι, μᾶλλον δέ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, μάχην συστησα-
[177] μένους πρὸς τὸν σουλτάνον καὶ περὶ τῆς ὅλης ζυγομαχοῦντας ἀρχῆς κατὰ
τὸν τόπον ὃς καλεῖται Ῥέ. Καὶ ἤδη συρρήγνυσθαι μελλόντων τῶν στρατευ-
μάτων εἰς ὦτα πίπτει τὸ πρᾶγμα τῷ χαλιφᾷ, ὃς παρ' αὐτοῖς ἐν ἰσοθέῳ
τιμᾶται τιμῇ. Κἀκεῖνος αὐτίκα καταφρονήσας παντὸς ὄγκου καὶ ἔθους-
οὐ γὰρ ἐφεῖται αὐτῷ προβαίνειν τῆς ἰδίας καταγωγῆς ἐκτὸς-ταχὺς ἐλά-
σας εἰς τὸ Ῥὲ παραγίνεται καὶ τὰς παρατάξεις εὗρεν μελλούσας ἤδη συρ-
ρήγνυσθαι. Μέσος στὰς τὰ πρὸς εἰρήνην αὐτοῖς διῄτησεν ἐπὶ συμφέροντι
μὲν τῶν Περσῶν καὶ τῆς αὐτῶν ἀρχῆς, ἐπὶ κακῷ δὲ τῆς τῶν Ῥωμαίων
ἐπικρατείας καὶ ἐξουσίας. Λόγων γὰρ διαφόρων κινηθέντων καὶ λεχθέντων
τελευταῖον κρατεῖ τὸ δόξαν αὐτῷ κοινῇ λυσιτελές, ὥστε τὸν μὲν σουλτάνον
ἄρχειν τῆς Περσίδος, ᾗπερ καὶ ὁ πατὴρ αὐτοῦ, τοὺς δὲ περὶ τὸν Κουτλου-
μοὺς λαβόντας δύναμιν παρὰ τοῦ σουλτάνου καὶ συγχέρειαν τὴν τῶν
Ῥωμαίων χώραν ἑαυτοῖς περιποιήσασθαι καὶ ἔχειν εἰς ἰδίαν ἐξουσίαν
καὶ βασιλείαν, ὥστε μηδόλως ἐπηρεάζειν ἀλλήλοις ἢ ἐνοχλεῖν. Καὶ ἐπὶ
τῇ τοιαύτῃ ὑποθήκῃ καὶ διαιτήσει τοῦ χαλιφᾶ διαλύεται μὲν ἡ μάχη
καὶ ὁ στρατὸς ὑποχωρεῖ καὶ πᾶσα ἡ ἔρις ἀποδιοπομπεῖται, καὶ τὰ τῶν
Ῥωμαίων καταδουλοῦν ἑαυτοῖς ἀπήρξαντο. Τούτους οὖν προσεταιρι-
σάμενος μετὰ στρατιᾶς ἀξιολόγου καὶ ἱκανῆς ἐπὶ συνθήκαις ῥηταῖς
μεθ' ἑαυτοῦ συνεπήγετο, καὶ τῆς ὁδοῦ ἀρξάμενος ἐχώρει ἐπὶ τὴν Νίκαιαν.
Πολὺ δὲ πλῆθος ἐκ τῆς μεγαλοπόλεως ἑκάστοτε συνέρρεον πρὸς αὐτόν·
καὶ τὸ δὴ παράδοξον, ὅτι οὐδὲ οἱ Τοῦρκοι αὐτῷ ἐμποδὼν καθίσταντο,
προέπεμπον δὲ μᾶλλον σὺν αἰδοῖ καὶ σεβάσματι. Καὶ ἡ βασιλὶς δὲ τῶν
πόλεων καὶ πᾶν τὸ ἐν αὐτῇ ἐξαίρετον, ὅσον τε ἐν ἄρχουσι καὶ ὅσον ἐν ἀστι-
κοῖς καὶ δημοτικοῖς, ἀλλὰ μὴν καὶ τὸ τῆς Ἐκκλησίας ἔκκριτον, κοινῇ συν-
ελθόντες εἰς τὸν περίπυστον τῆς τοῦ Θεοῦ Λόγου Σοφίας νεών, ἄρτι τῶν τοῦ
Εὐαγγελισμοῦ τῆς Θεομήτορος ἐπιβατηρίων ἐφισταμένων, ἀναγορεύουσι
[178] τὸν Βοτανειάτην αὐτοκράτορα, προεξάρχοντος τούτων τοῦ πατριάρχου
Θεουπόλεως μεγάλης Ἀντιοχείας, τοῦ ὀνομαζομένου Αἰμιλιανοῦ, καὶ τοῦ
μητροπολίτου Ἰκονίου. Συννεύει τε πᾶς ὁ κλῆρος αὐτῷ καὶ ἡ σύγκλητος
καὶ ἡ πόλις σχεδὸν ἅπασα. Καὶ διαιρεθέντες κατὰ φατρίας οἱ τῆς πολι-
τείας ἐπώνυμοι συνταγματάρχας τε προβάλλονται καὶ λόχους ἐπιφανεῖς
συνεστήσαντο· κυριεύουσι δὲ καὶ τῶν ἀνακτόρων ἐξ ἐφόδου καὶ στρατιώ-
τας ἐφιστῶσι, τοὺς τοῦ βασιλέως Μιχαὴλ ἐκδιώξαντες πολέμῳ τε τὸ
μισθοφορικὸν καταγωνισάμενοι. Καθαιροῦσι δὲ καὶ τὸν βασιλεύοντα Μι-
χαήλ, φυγόντα εἰς τὰ ἐν Βλαχέρναις ἀνάκτορα σὺν τῇ αὐγούστῃ Μαρίᾳ
τῇ ἐξ Ἀλανῶν καὶ τῷ τούτου παιδὶ Κωνσταντίνῳ τῷ πορφυρογεννήτῳ,
καὶ πρὸς τὸν μονήρη μεταλλάττουσι βίον τῇ μονῇ τοῦ Στουδίου μετ'
εὐτελοῦς τοῦ ὑποζυγίου παραπέμψαντες, μοναρχήσαντα χρόνους ἓξ πρὸς
μησὶν ἕξ, ἐν αὐτῷ τῷ Σαββάτῳ καθ' ὃ ἡ ἐπὶ Λαζάρῳ θαυματουργία
παρὰ τῶν πιστῶν ἑορτάζεται· καὶ προϊστῶσιν ἀρχὰς τάς τε ἐπὶ ξηρᾶς,
ἀλλὰ μὴν καὶ τῆς θαλάσσης, δρουγγάριον τοῦ στόλου προβαλλόμενοι.
Οὕτω δὲ τῶν κατὰ τὴν πόλιν πραγμάτων φερομένων παρὰ πᾶσαν
προσδοκίαν τοῦ τε βασιλέως καθαιρεθέντος ὁ Βοτανειάτης πεποιθὼς
ἐχώρει πρὸς τὸ Βυζάντιον, ἀναίμακτον ὥσπερ ἀπολαμβάνων τὴν ἀρχὴν
τῆς αὐτοκρατορίας, εἰ καὶ αὐτὸς πρὸς μάχας καὶ πολέμους διεσκευά-
ζετο καὶ τὸ ὑπ' αὐτὸν συνεκρότει στρατιωτικόν. Ὁ δὲ λογοθέτης Νικη-
φόρος καὶ ὁ τούτου ὁμοιότροπος Δαβὶδ πρὸς ἑσπέραν ἐξώρμησαν, καὶ
καταλαμβάνουσι τὸν Ῥουσέλιον ἐν Ἡρακλείᾳ αὐλιζόμενον καὶ τὰ κατὰ
τῆς τῶν ἀντιπάλων νίκης τῷ Θεῷ χαριστήρια θύοντα. Οἱ δὲ τῆς πό-
λεως, ἐπὶ τρισὶν ἡμέραις τὰ ἀνάκτορα ἄτερ βασιλέως συντηρήσαντες,
[179] γράμμασι τὸν Βοτανειάτην διαναστῆναι καὶ ἐλθεῖν ταχινώτερον ἐπέ-
σπευδον. Σπουδῇ δὲ εἰς Πραίνετον ἀφικόμενος, ἕνα τῶν σὺν αὐτῷ ἄνδρα
γενναῖον καὶ δραστήριον ἀποστείλας, Βορίλον τὸν ἑαυτοῦ δοῦλον, κρα-
τεῖ τὰ ἀνάκτορα. Μετ' ὀλίγον δὲ καὶ αὐτὸς εἴσεισι κατ' αὐτὴν τὴν Μεγά-
λην Τρίτην καὶ ταῖς τοῦ πατριάρχου χερσὶ τῷ βασιλικῷ ταινιοῦται διαδή-
ματι. Φιλοτιμησάμενος δὲ πάντας τοὺς σὺν αὐτῷ ἔν τε δώροις καὶ κτή-
μασι καὶ ἀξιώμασι, καὶ τοὺς Τούρκους δὲ ἐσκηνωμένους κατὰ τὴν Χρυ-
σόπολιν φιλοφρονησάμενος, τῶν ἄλλων πραγμάτων τῆς βασιλείας ἐφή-
ψατο. Πάσας δὲ τὰς δημοσιακὰς ὀφειλὰς ῥιζόθεν ἀπέτεμεν οὐ μετὰ προσ-
διορισμοῦ, ἀλλὰ συλλήβδην πάντων τῶν χρόνων ὁμοῦ, ὡς μηδ' ὄνομα
τούτων ἢ μνήμην εὑρίσκεσθαι.
Ἐπεὶ δὲ ὁ Βρυέννιος ἐκτὸς ὢν τὰ τῆς ἑσπέρας ἐκύκα καὶ συν-
εκλόνει, στέλλεται πρὸς αὐτὸν πρεσβεία βασιλικὴ ἀπαγγέλλουσα μεταθέ-
σθαι μὲν τὴν ἄλογον ὄρεξιν, τὴν δὲ τοῦ καίσαρος λαβόντα τύχην στῆ-
σαι τὴν ἔφεσιν. Ἐπεκύρου δὲ καὶ τὰς τιμὰς τοῖς αὐτῷ συναποστατή-
σασιν. Ὁ δὲ ἄτεγκτος ἦν καὶ ἀτεράμων καὶ ὑπερήφανος καὶ τῆς βα-
σιλείας μὴ ἐξιστάμενος μηδὲ τῶν πρωτείων παραχωρῶν, ὧν οὐκ ἦν
κύριος. Στέλλεται καὶ δευτέρα πρεσβεία πρὸς αὐτὸν καὶ γέγονεν ἄπρα-
κτος. Ἐπὶ ταύτῃ δὲ καὶ τρίτη πρεσβεία φοιτᾷ, σταλέντος Ῥωμανοῦ
πρωτοπροέδρου καὶ μεγάλου ἑταιρειάρχου, τοῦ Στραβορωμανοῦ. Οὐδὲ
κἀκείνην οὖν δέχεται, μᾶλλον μὲν οὖν καὶ τὸν ἄνδρα ἀτίμως προσήκατο
καὶ οὐδ' ὡς ἐκ βασιλέως, ἀλλ' ὡς ἐξ ὑποστρατήγου τινὸς ἀποσταλέντα·
καίτοι ἱερὸν εἶναι σῶμα ὁ πρέσβυς λελόγισται καὶ παρὰ τοῖς ἀπίστοις
αὐτοῖς, ὡς εἰρήνης μεσίτης καὶ τῶν μαχομένων διαλλακτὴς καὶ πολε-
μικὰς περιστάσεις ἀποσοβῶν. Ἔπεσε δὲ τηνικαῦτα αὐτομάτως ἡ τοῦ
[180] Βρυεννίου σκηνή, τοῦ ὀρόφου ταύτης παραλυθέντος ἀοράτοις χερσί. Γέ-
γονε δὲ καὶ ἔκλειψις τῆς σελήνης, ἥτις εἰς αὐτὸν ἀπέσκηψεν, ἐπεὶ καὶ πε-
φύκασιν ὡς ἐπίπαν τὰ τοιαῦτα τυραννούντων καθαίρεσιν δηλοῦν, καθὼς
[180.4] οἱ περὶ τὴν τῶν ἀστέρων ἀδόλεσχον ματαιότητα διαγινόμενοι τερατεύον-
ται. Ἐπανελθόντος οὖν τοῦ Στραβορωμανοῦ καὶ τῆς πρεσβείας ἀπράκτου
μεινάσης ἔργων πολεμικῶν ὁ βασιλεὺς εἴχετο καὶ ἐπ' αὐτὸν συνετάττετο
στράτευμα καὶ θαρσῶν τὴν αὐτοῦ κατάλυσιν προηγόρευε· τὸ γὰρ ᾀδό-
μενον στοιχεῖον τοῦ Ν ἁπλοῦν μόνον καὶ οὐ διπλοῦν τοῖς ταῦτα σκοποῦ-
σιν ἐφοιβάζετο. Καὶ δὴ στρατηγὸν ἐπιστήσας ἕνα τῶν εὐπατριδῶν, τὸν
νωβελίσσιμον Ἀλέξιον τὸν Κομνηνὸν μέγαν αὐτὸν δομέστικον προβαλλό-
μενος, ὃς τὸν Ῥουσέλιον τὸ πρὶν εὐμηχάνως ἐχειρώσατο, κατὰ τοῦ Βρυεν-
νίου ἀφίησι, φρονήσει καὶ διανοίας σταθηρότητι γεραρὸν καὶ πρὸς μά-
χας καὶ κινδύνους πολεμικοὺς ἑδραῖόν τε καὶ ἀπερικτύπητον. Ὃς δὴ τὰς
δυνάμεις ἀνειληφὼς κατὰ τοῦ Βρυεννίου ἐβάδιζε, καὶ πρὸς τόπον Καλα-
βρύην ἐπονομαζόμενον διαναπαύων τὸν στρατὸν ἔμαθε παρὰ τῶν σκο-
πῶν ὡς ὁ Βρυέννιος ἐγγίζει πανστρατιᾷ τῆς Μεσήνης ἀπαναστάς. Καὶ
αὐτίκα ὁ νωβελίσσιμος Τούρκους τῶν ἑαυτοῦ ἀπολεξάμενος ἀφικέσθαι
μὲν ἄχρι τοῦ Βρυεννίου ἐκέλευσεν, ἐπίδειξιν δὲ πολέμου ποιησαμένους
μόνην πάλιν ἐπαναστρέψαι πρὸς αὐτόν. Αὐτὸς δὲ λόχους ἐν ἐπικαίροις
θέμενος καὶ τὰ κατὰ τὸν στρατόν, ὡς ἄριστον ἐδόκει, διαταξάμενος ἔμενε
τὴν τοῦ Βρυεννίου ἐπέλευσιν. Φανέντων δὲ τῶν σημείων τῶν στρατευ-
μάτων ἀμφοῖν καὶ ἀλαλαξάντων ἑκατέρων τὸ ἐνυάλιον πόλεμος συνέστη
καρτερός. Ὡς δὲ ἑώρα ὁ Βρυέννιος τῶν ἑαυτοῦ ταγμάτων τὴν ἧτταν
καὶ τὸ τεθορυβημένον καὶ σφαλερόν, τὰς κρατίστας τῶν σὺν αὐτῷ δυ-
νάμεων συνηλικὼς αὐτὸς δι' ἑαυτοῦ τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα ἐκρό-
τησεν. Ἀπεκρούσαντο δὲ τὴν τούτου ὁρμὴν οἱ τοῦ βασιλέως. Φιλοτιμου-
μένων δὲ ἀμφοτέρων περὶ τῆς νίκης καταπληκτική τις καὶ φόβου πλήρης
[181] ἡ μάχη γέγονεν. Ὁ δὲ Κομνηνὸς σύνθημα δοὺς τοῖς ἐν τοῖς λόχοις δια-
ναστῆναι καὶ τοῖς ἐναντίοις μεθ' ὁρμῆς βιαίας εἰσβαλεῖν τροπὴν τῶν τοῦ
Βρυεννίου εἰργάσαντο καρτεράν. Ἑάλω μὲν οὖν ὁ Βρυέννιος ζῶν, ἔπεσον
δὲ καὶ συχνοὶ τῶν αὐτοῦ, ἑάλωσαν δὲ οὐχ ἥττους καὶ μᾶλλον οἱ τῶν ἄλλων
προέχοντες. Ὁ δὲ Βρυέννιος ληφθεὶς τῆς τοσαύτης ἀπονοίας πρόστιμον
τὴν τῶν ὀφθαλμῶν ὑφίσταται πήρωσιν, πολλὰ μετακλαυσάμενος τῆς
δυσβουλίας ἑαυτόν. Ὁ δὲ βασιλεὺς τὴν ἀγγελίαν δεξάμενος τῷ Θεῷ καὶ τῇ
αὐτοῦ Μητρὶ τὰς εὐχαριστίας ἀνέθετο.
Ἀναιρεῖται δὲ καὶ ὁ ἀδελφὸς αὐτοῦ ἐν τῷ Βυζαντίῳ παρὰ τῶν Βα-
ράγγων. Τοῦ γὰρ Βρυεννίου ἀποστατήσαντος καὶ τῶν ἐκτὸς Βαράγγων
ὁμοφρονησάντων αὐτῷ οἱ ἐν τῷ παλατίῳ Βάραγγοι ἕνα τινὰ ἑαυτῶν ἐπι-
λεξάμενοι πρὸς τοὺς ὁμοέθνους ἀποστέλλουσιν, ἀξιοῦντες ἀφεῖναι μὲν τὸν
ἀποστάτην, φρονῆσαι δὲ τὰ τοῦ βασιλέως. Γνωσθεὶς δὲ καὶ κρατηθεὶς
ἐτασθείς τε σφοδρῶς πᾶσαν ἀνεκάλυψε τῶν μηνυθέντων τὴν δήλωσιν,
στερεῖται δὲ καὶ τῆς ῥινός, παρὰ τοῦ Ἰωάννου ταύτην λωβηθείς. Ὅ-
θεν καὶ μὴ πράως ἐνεγκὼν τὴν ὕβριν ἣν πέπονθεν ὁ βάρβαρος, ἀναι-
ρεῖ τὸν Ἰωάννην ἐξιόντα τοῦ παλατίου, μαχαίραις ἐθνικαῖς κατακόψας
αὐτόν. Ἐπανέστησαν δὲ καὶ τῷ βασιλεῖ οἱ Βάραγγοι καὶ διαχειρίσασθαι
αὐτὸν ἔσπευδον. Ἀντιταξαμένων δὲ τούτοις τῶν τοῦ βασιλέως εἰς
ἱκετείας ἐτράποντο καὶ τὸν βασιλέα ἐξιλεωσάμενοι συγγνώμης ἔτυ-
χον.
Ὁ δὲ βασιλεὺς τῆς γυναικὸς αὐτοῦ τελευτησάσης τῆς Βεβδηνῆς,
ἅμα τῇ ἀναρρήσει ἀναγορευθείσης καὶ αὐτῆς, ἑτέραν ἠγάγετο. Πολλαὶ μὲν
γὰρ αὐτῷ ἐμνηστεύοντο, Ζωή τε γὰρ ἡ τοῦ βασιλέως τοῦ Δούκα θυ-
γάτηρ, παρθένος οὖσα καὶ τῷ εἴδει εὐπρεπής, ἀλλὰ καὶ τῶν συγκλητικῶν
θυγατέρες πολλαὶ ὥραν ἔχουσαι γάμου. Ὁ δὲ μίαν ᾑρεῖτο τῶν δύο, ἢ
τὴν τοῦ Δούκα σύζυγον καὶ αὖθις τοῦ Διογένους Εὐδοκίαν ἢ τὴν τοῦ
ἔναγχος βασιλεύσαντος Μιχαὴλ Μαρίαν τὴν ἐξ Ἀλανῶν. Στέλλει γοῦν
[182] τὴν Εὐδοκίαν ληψόμενος, ἡ δὲ ἠκολούθει περιχαρῶς. Ὅπερ γνοὺς ὁ
τηνικαῦτα ἐπ' ἀρετῇ διαβόητος μοναχός, ὃν δὴ καὶ Πανάρετον ἀντ' ἄλ-
λου παντὸς ἐκάλουν ὀνόματος, παντὶ τρόπῳ διακωλῦσαι ἐσπούδασε τὸ
ἀτόπημα, πολλῶν ὑπομνήσας αὐτὴν τῶν δυναμένων παραλῦσαι τῆς προ-
θυμίας. Ἄγεται τοίνυν τὴν Μαρίαν ἀπηρυθριασμένως ὁ βασιλεὺς καὶ
ἱερολογεῖται αὐτῇ, καὶ παραυτίκα καθαιρεῖται ὁ ἱερεὺς ὡς προφανῶς
μοιχείας τετελεσμένης. Ὁ δὲ Μιχαὴλ τὴν τρίχα κειράμενος, ψήφῳ τοῦ
πατριάρχου καὶ τῶν μητροπολιτῶν χειροτονεῖται Ἐφέσου ἀρχιερεύς.
Ἅπαξ μέντοι ἐν ἐκείνῃ ἐφοίτησε, καὶ ὑποστρέψας ἔμεινεν ἐν τῇ τοῦ Μα-
νουὴλ μονῇ, χερσὶν ἰδίαις ἐργαζόμενος. Ἐτιμήθη δὲ διαφερόντως ὑπὸ τοῦ
μετὰ ταῦτα βασιλεύσαντος Ἀλεξίου τοῦ Κομνηνοῦ, ἐφ' οὗ δὴ καὶ ἐκοιμήθη,
τὴν ἑαυτοῦ σύζυγον Μαρίαν, μετὰ τὴν τοῦ Βοτανειάτου καθαίρεσιν μο-
ναχὴν γεγενημένην, συμπαθείας τῶν εἰς αὑτὸν ἐπταισμένων καταξιώ-
σας ἐν τῇ τελευτῇ.
Ὁ δὲ πρωτοπρόεδρος Νικηφόρος ὁ Βασιλάκιος τὸ Δυρράχιον κατα-
λαβὼν στρατὸν ἤθροιζεν ἐκ πασῶν τῶν ἐκεῖσε χωρῶν, μετεπέμψατο δὲ
καὶ Φράγκους ἐξ Ἰταλίας, διὰ τοῦ ἐπισκόπου Διαβόλεως Θεοδοσίου φι-
λοτίμοις ταῖς δεξιώσεσι, κατὰ τοῦ Βρυεννίου συσκευαζόμενος. Συναγηο-
χὼς δὲ στρατιὰν ἀξιόλογον ἔκ τε Φράγκων καὶ Βαράγγων, Ῥωμαίων
τε καὶ Βουλγάρων καὶ Ἀρβανιτῶν, ἄρας ἐκεῖθεν πρὸς Θεσσαλονίκην
ἠπείγετο. Ἀφιγμένος δὲ εἰς Ἀχρίδα ἠβούλετο μὲν ἐκεῖσε ἀναγορευθῆ-
ναι, σπουδῇ δὲ τοῦ ἐκεῖσε ἀρχιερατεύοντος ἐκωλύθη. Ἐν δὲ Θεσσαλονίκῃ
γενόμενος ἐπληροφορήθη τὴν τοῦ Βοτανειάτου ἀναγόρευσιν καὶ δουλικὰ
πρὸς αὐτὸν ἀπέστειλε γράμματα, ἐν τῷ λεληθότι δὲ τὰ τῆς ἀνταρσίας
διεπράττετο συνεργὸν ἔχων πρὸς τοῦτο τόν τε λεγόμενον Γυμνὸν καὶ
Γρηγόριον τὸν Μεσημέριον καὶ τὸν Τεσσαρακοντάπηχυν. Προσκαλεῖται
δὲ καὶ τοὺς Πατζινάκους εἰς συμμαχίαν. Ὁ βασιλεὺς δ' ὡς ἔγνω τὸν τού-
του σκοπὸν καὶ τὴν προαίρεσιν, χρυσοβούλλῳ γραφῇ τὸ ἀμέριμνον αὐ-
[183] τῷ περιποιησάμενος, τινὰ τῶν οἰκείων πρὸς αὐτὸν ἐξαπέστειλε, παντὸς
μὲν ἀπολύων δέους αὐτὸν καὶ νωβελισσίμου βραβεύων ἀξίωμα. Ὁ δὲ
τὰς ἐν χερσὶν εὐεργεσίας περιφρονήσας ἀνόνητα μετεκλαύσατο ὕστερον.
Διὸ καὶ στέλλεται κατ' αὐτοῦ ὁ νωβελίσσιμος Ἀλέξιος, τιμηθεὶς σεβαστός,
μετὰ στρατιᾶς ἀξιολόγου καὶ ἱκανῆς. Φρουρὰν οὖν ἐν τῷ Περιθεωρίῳ
τοῦ Βασιλακίου καταλαβών, στρατηγὸν ἔχουσαν τὸν Γυμνόν, πολέμῳ
ταύτην ἀνήρπασε. Προβιβάζων δὲ τὴν στρατιὰν μέχρι Θεσσαλονίκης
ἀπαθὴς διεσώθη κακῶν. Ἔκ τινος δὲ διαστήματος τὸν χάρακα θείς, πέραν
τοῦ ποταμοῦ τοῦ λεγομένου Βαρδαρίου, ἐκεῖσε τὸν στρατὸν διαναπαῦσαι
ἐσκόπησεν. Ὁ δὲ Βασιλάκιος τὴν νίκην κλέψαι ἀγωνιζόμενος ἐσκέψατο
νυκτίλοχος ἐπιπεσεῖν αὐτῷ καὶ τοῦτον κατὰ κράτος ἑλεῖν καὶ ἀπωλείᾳ
παραδοῦναι παντελεῖ. Τοῦ δὲ Γεμιστοῦ τὴν ἐπιβουλὴν καταμηνύσαντος
τῷ σεβαστῷ ἐφυλάξατο ταύτην αὐτός τε καὶ οἱ περὶ αὐτόν. Ἐλάσας τοί-
νυν ὁ Βασιλάκιος δι' ὅλης τῆς νυκτὸς ἀπροόπτως τῷ δοκεῖν καὶ ἀδιαγνώ-
στως πολέμῳ χαλεπῷ περιέπεσε. Κατὰ κράτος οὖν ἡττηθεὶς καὶ τῶν
οἰκείων πλείστους ἀποβαλών, καὶ μᾶλλον τῶν Φράγκων, καὶ αὐτὸς δὲ τῷ
δομεστίκῳ ἀντιταχθεὶς καὶ παρ' αὐτοῦ καταπονηθεὶς εἰς τὴν τῆς Θεσ-
σαλονίκης ἀκρόπολιν καταπέφευγεν, οἰόμενος τῷ ὀχυρώματι ἀποσοβῆ-
σαι τὴν τοῦ σεβαστοῦ ἐπέλευσιν. Ὁ δὲ σεβαστὸς μηδὲν μελλήσας τὴν
ἅλωσιν τοῦ φρουρίου τοῖς ἀμφ' αὐτὸν προετρέψατο διὰ τάχους ποιήσα-
σθαι· οἳ καὶ ἐνεργοὺς τὰς προσβολὰς ποιησάμενοι, τῶν Θεσσαλονικέων
συμφρονησάντων αὐτοῖς, ταχὺ τούτου περιγίνονται καὶ τῆς ἀκροπόλεως
ἐκυρίευσαν. Ἁλίσκεται δὲ καὶ αὐτὸς καὶ σιδηροῖς ἐμβάλλεται δεσμοῖς
[183.24] καὶ τῷ βασιλεῖ ἀποστέλλεται δέσμιος. Τῆς δ' ἀγγελίας καταλαβούσης
τὸν βασιλέα προστάξει αὐτοῦ τοὺς ὀφθαλμοὺς ἐξορύττεται ἔγγιστα τῆς
Χριστουπόλεως, καὶ ἔκτοτε ὁ τόπος ὠνόμασται ἡ βρύσις τοῦ Βασιλακίου.
Τούτου δὲ γενομένου ἤχθη ἐφ' ἁμάξης φόρτος ἐλεεινὸς καὶ δυστυχὲς
καταγώγιον.
[184] Ἐν ὅσῳ δὲ τὰ στρατεύματα εἰς τὴν περὶ τὸν Βασιλάκιον ἠσχολοῦν-
το ἐκστρατείαν, Πατζινάκοι ἀναμὶξ Κομάνοις τῇ Ἀδριανουπόλει ἐπῆλ-
θον, ὀργιζόμενοι κατὰ τοῦ Βρυεννίου διὰ τὸ παρ' αὐτοῦ ἀναιρεθῆναί τινας
αὑτῶν. Πυρὰν οὖν ὑφάψαντες πολλὰ τῶν ἐκεῖσε οἰκημάτων κατέπρησαν
καὶ μηδὲν ἄξιον λόγου πεπραχότες ὑπέστρεψαν.
Ὡμολόγησε δὲ τούτῳ τῷ ἔτει καὶ Φιλάρετος κουροπαλάτης ὁ
Βραχάμιος πίστιν τῷ βασιλεῖ καὶ δούλωσιν. Ἔν τισι γὰρ τόποις ὀχυ-
ροῖς, τείχεσι καὶ ξυναγκείαις περιειλημμένοις, τὴν οἴκησιν ποιούμενος,
Ἀρμενίων τε πληθὺν καὶ συγκλύδων ἀνδρῶν συλλεξάμενος τῷ μὲν
προβεβασιλευκότι Μιχαὴλ ἀκαταδούλωτος ἦν καὶ τὴν βασιλικὴν ἐπικρά-
τειαν ἑαυτῷ οἰκειούμενος, τοῦ δὲ Βοτανειάτου περιζωσαμένου τὴν ἀρχὴν
τῆς αὐτοκρατορίας δοῦλος αὐτεπάγγελτος γέγονε.
Λέκας δέ τις ἀπὸ Παυλικιάνων Φιλιππουπόλεως ὡρμημένος ἐξ
ἐπιγαμβρείας ηὐτομόλησε τοῖς Πατζινάκοις καὶ τούτοις συμφρονῶν τῇ
Ῥωμαίων ἠπείλει τὰ φοβερώτατα, ἀλλὰ καὶ Δοβρομηρός τις τὰ ἐν
Μεσημβρίᾳ διακυκῶν. Καὶ τῷ βασιλεῖ ἀντᾶραι μελετῶντες, δείσαντες
καὶ τοῖς τῶν ἄλλων σωφρονισθέντες κακοῖς, πρὸ τῆς πείρας δουλικῷ
ζυγῷ τοὺς αὐχένας ὑπέκλιναν καὶ προσῆλθον ἱκέται αὐτόμολοι. Τότε
δὴ ὁ Λέκας τὸν ἐπίσκοπον Σαρδικῆς Μιχαήλ, τὰ τοῦ βασιλέως φρονοῦν-
τα καὶ τὴν πόλιν αὐτὸ τοῦτο ποιεῖν παραινοῦντα, ἀνεῖλε τὴν θείαν καὶ
ἱερατικὴν στολὴν ἀμπεχόμενον.
Ἠξίωσε δὲ ὁ βασιλεὺς καὶ τὴν πρὸ τοῦ αὐγοῦσταν Εὐδοκίαν καὶ
τοὺς παῖδας αὐτῆς προνοίας τε μεγάλης καὶ τιμῆς, καὶ τριῶν σεκρέ-
των κυρίαν ἀπέδειξεν· οὐ μὴν ἀλλὰ καὶ τὸν Βρυέννιον καὶ τὸν Βασιλά-
κιον προνοίας ἐνδεχομένης ἠξίωσεν.
Ἄρτι δὲ τῶν Τούρκων τὴν ἑῴαν κατατρεχόντων στρατὸν ἀξιό-
[185] χρεων συνηλικὼς στρατηγὸν αὐτῷ ἐφίστησι Κωνστάντιον, τὸν υἱὸν
Κωνσταντίνου τοῦ Δούκα. Καὶ αὐτίκα διαπεράσας νεωτερίζει κατὰ τοῦ
βασιλέως, καὶ βασιλεὺς παραυτίκα ἀναγορεύεται παρὰ τοῦ ἐν Χρυσοπό-
λει συνόντος αὐτῷ στρατιωτικοῦ πλήθους. Ἀξιώσας δὲ περὶ τούτου ὁ
βασιλεὺς καὶ μὴ εἰσακουσθείς, τοὺς μὲν δώροις καὶ ἀξιώμασι μειλιξάμε-
νος, ἄλλους δὲ ἄλλον τρόπον μεταχειρισάμενος λαμβάνει τοῦτον ἀναι-
μωτί, αὐτῶν τῶν ἀναγορευσάντων προδόντων αὐτόν, καὶ ἀποκείρει μο-
ναχὸν καὶ εἴς τινα νῆσον περιορίζει. Λέγεται δὲ ὅτι καὶ εἰς πρεσβυτέρου
ἀνήχθη βαθμόν.
Ὀκτωβρίῳ δὲ μηνί, ἰνδικτιῶνος γʹ, κεραυνὸς ἐνσκήψας ἐν τῷ τοῦ
Μεγάλου Κωνσταντίνου κίονι, οὗ ἄνωθεν ἡ στήλη αὐτοῦ ἵστατο-Ἀπόλ-
λωνος οὖσα ἀφίδρυμα πρότερον, εἰς ὄνομα δὲ αὐτοῦ μετονομασθεῖσα-
μέρος τε τούτου διέτεμε καὶ ζωστῆρας τρεῖς, σιδηροῦς μὲν τὰ ἔνδον, τὰ
δὲ ἔξω χαλκοῦς, κατέκαυσε.
Τοῦ δὲ ἀρχιερέως τῆς Βουλγαρίας Ἰωάννου τελευτήσαντος ἐν τῇ
τοῦ Βασιλακίου διόδῳ ἕτερον ἀντ' αὐτοῦ ὁ βασιλεὺς προεβάλετο, Ἰωάν-
νην καὶ αὐτὸν καλούμενον, Ἄοινον δὲ ὀνομαζόμενον διὰ τὸ μηδόλως
μετέχειν αὐτὸν οἴνου. Ὡσαύτως δὲ καὶ τοῦ πατριάρχου Ἀντιοχείας
κοιμηθέντος προεβάλετο ὁ βασιλεύς τινα Νικηφόρον, Μαῦρον τὴν ἐπω-
νυμίαν φέροντα. Σκοπίων δὲ δοὺξ προεβλήθη Ἀλέξανδρος ὁ Καβά-
σιλας. Λέων δὲ ὁ Διαβατηνὸς εἰς Μεσημβρίαν ἀποσταλεὶς τὰ ἐκεῖσε
ἦν διοικῶν καὶ μετὰ τῶν Πατζινάκων καὶ τῶν Κομάνων συμβιβάσεις
καὶ σπονδὰς ποιησάμενος. Δέδωκε δὲ καὶ τὴν ἀνεψιὰν αὑτοῦ ὁ βασιλεὺς
τὴν Συναδηνήν, θυγατέρα οὖσαν Θεοδούλου τοῦ Συναδηνοῦ, τῷ κράλῃ
Οὐγγρίας εἰς γυναῖκα, οὗ καὶ τελευτήσαντος αὖθις εἰς τὸ Βυζάντιον ὑπέ-
στρεψε. Καὶ χειροτονίαι δὲ πολλαὶ μητροπολιτῶν τε καὶ τῶν ἄλλως ἱε-
ρωμένων γεγόνασιν ἐπὶ τῆς βασιλείας αὐτοῦ μὴ ἔχουσαι τὸ ἀνεπίληπτον.
Ὁ δὲ βασιλεὺς λιτότητι καὶ ἁπλότητι συνειθισμένος κατ' οὐδὲν τοῦ
οἰκείου ἐξέστη τρόπου. Φιλοδωρότατος δὲ ἦν καὶ προετικὸς καὶ πᾶσιν
ἑτοίμως ἐπικλινόμενος. Ἦσαν δὲ αὐτῷ δοῦλοι δύο, Βορίλος τε καὶ Γερ-
[186] μανός, οὐ κατὰ δούλους αὐτῷ ὑπακούοντες, ἀλλὰ πᾶν τὸ αὑτοῖς βουλητὸν
διαπραττόμενοι ἀνενδοιάστως· δι' οὓς καὶ φορτικὸς τοῖς ἐξοχωτέροις τῆς
συγκλήτου ἐνομίζετο, δακνομένοις ἐφ' οἷς εἰς πάντας ἐπεδείκνυντο.
Ἐπεὶ δέ, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ὁ λογοθέτης τῷ Ῥουσελίῳ
προσέδραμε καὶ παρὰ τούτῳ διῆγε κατασχεθείς τε πρὸς αὐτοῦ ἐτηρεῖτο,
τὸν μὲν Ῥουσέλιον φαρμάκῳ ἀναιρεῖ, παρὰ δὲ τῶν ἐπιτηδείων τοῦ Ῥου-
σελίου τῷ Βοτανειάτῃ προσαχθεὶς φρουρεῖται ἐν τῇ νήσῳ Πρώτῃ. Τῶν
δὲ περὶ αὐτὸν εἰδότων ἀκριβῶς ὡς, εἰ μόνον ἴδοι αὐτόν, συμπαθείας τε τεύ-
ξεται καὶ εἰς τὸ τὰ κοινὰ διοικεῖν προσληφθήσεται ὡς πολύπειρος, ἀμ-
βλύτερον πρὸς ταῦτα τοῦ βασιλέως ἔχοντος, ὅπερ μὴ συμφέρον αὑτοῖς οἱ
περὶ τὸν βασιλέα λογιζόμενοι-ἔσεσθαι γὰρ αὐτὸν σκόλοπα ἑαυτοῖς ὑπε-
λάμβανον-ἀποστείλαντες τὸν μέγαν ἑταιρειάρχην τὸν Στραβορωμανὸν
ἀναιροῦσιν αὐτόν, παρὰ μὲν τοῦ βασιλέως προστεταγμένον ὂν περὶ τῶν
τῇ βασιλείᾳ διαφερόντων χρημάτων πυθέσθαι μόνον αὐτοῦ καὶ μὴ πε-
ραιτέρω ἐνοχλῆσαι αὐτόν. Ὁ δὲ ἅμα τῷ ἀφικέσθαι δεσμεῖ τε αὐτὸν καὶ
ἐτάζει σφοδρῶς· ὃς δὴ καὶ ἐν τῷ ἐτάζεσθαι ἀφῆκε τὴν ψυχήν. Καίτοι γε
ὑπισχνεῖτο, εἰ μὴ ἐτασθείη, ὁμολογῆσαι ταῦτα καὶ ἀναδοῦναι· ἀλλ', ὅ-
περ ἔφην, οὐ τοσοῦτον ἔμελεν αὐτοῖς τῶν βασιλικῶν θησαυρῶν, ὅσον
ποιῆσαι αὐτὸν ἐκποδὼν πρὸ τοῦ εἰς ὄψιν ἐλθεῖν καὶ ὁμιλίαν τῷ βασιλεῖ.
Καὶ τὰ μὲν κατὰ τὴν ἀναίρεσιν τοῦ λογοθέτου τοιοῦτον ἔσχε τέλος.