Κοσμᾶς Ἰνδικοπλεύστης - Χριστιανικὴ Τοπογραφία

[pro.t] ΠΡΟΛΟΓΟΣ
[pro.1] Πρῶτον μὲν πάντων παρακαλῶ τοὺς μέλλοντας ἐντυγχά-
νειν τῇδε τῇ βίβλῳ, ἵνα μετὰ πάσης προσοχῆς καὶ ἐπιμελείας
τὴν ἀνάγνωσιν ποιήσωνται, καὶ μὴ παρέργως αὐτὴν διαδρα-
μεῖν, ἀλλὰ καὶ τοὺς τόπους καὶ τὰ σχήματα καὶ τὰς ἐγκειμένας
ἱστορίας μετὰ πάσης σπουδῆς φιλοπόνως ἀπομάξοιντο, καὶ
μετὰ τὸ τέλος δὲ τῆς βίβλου ἐγκυψάτωσαν καὶ τῷ τόμῳ τῷ
παρ' ἡμῶν γενομένῳ πρὸς τὸν φιλόχριστον Κωνσταντῖνον, ἐν
ᾧπερ καταγέγραπται πλατυτέρως πᾶσα ἡ γῆ, ἥ τε πέραν τοῦ
Ὠκεανοῦ καὶ αὕτη, καὶ πᾶσαι αἱ χῶραι, ἔτι τε καὶ τὰ νότια
μέρη τὰ ἀπὸ Ἀλεξανδρείας ἕως τοῦ νοτιαίου Ὠκεανοῦ, λέγω
δὴ ὁ Νεῖλος ποταμὸς καὶ αἱ παρακείμεναι χῶραι καὶ τὰ ἔθνη
τῆς τε Αἰγύπτου πάσης καὶ Αἰθιοπίας, ἔτι τε καὶ ὁ Ἀράβιος
κόλπος καὶ αἱ παρακείμεναι χῶραι καὶ ἔθνη ἕως πάλιν τοῦ
αὐτοῦ Ὠκεανοῦ, ὁμοίως καὶ ἡ μέση γῆ τοῦ τε ποταμοῦ καὶ
τοῦ κόλπου καὶ αἱ πόλεις καὶ αἱ χῶραι καὶ τὰ ἔθνη τὰ ἐν
αὐτῇ, πρὸς τὸ δεῖξαι τὰ παρ' ἡμῶν μὲν λεγόμενα ἀληθῆ, τὰ
δὲ τῶν ἐναντίων ψευδῆ, δι' οὓς καὶ ἡ βίβλος καὶ αἱ καταγραφαὶ
γεγόνασιν αἱ ἐγκείμεναι, περί τε μεγέθους ἡλίου λέγω καὶ τῆς
διακεκαυμένης καὶ διαβοωμένης αὐτῶν ἀοικήτου γῆς, ὡς
πλάσματα καὶ μύθους ἐρευγομένων.
[pro.2] Ζητησάτωσαν δὲ
πάλιν τὸν σκάριφον τοῦ παντὸς καὶ τῆς ἀστρῴας κινήσεως,
τὸν παρ' ἡμῶν γενόμενον κατὰ μίμησιν τῆς ὀργανικῆς τῶν
ἔξωθεν σφαίρας, καὶ τὸν περὶ αὐτοῦ λόγον πρὸς τὸν θεοφι-
λέστατον διάκονον Ὁμόλογον ἀποσταλέντα, καὶ ἐγκυψάτω-
σαν, ὅστις τε σὺν Θεῷ ἱκανὸς ὑπάρχει, μάλιστα σὺν ταύτῃ τῇ
βίβλῳ καὶ τῷ τόμῳ ἐκ βάθρων ἀνελεῖν τῶν ἑλληνικῶν
ὑποθέσεων τὴν πλάνην. Ταῦτα γάρ τις τὰ τρία χριστιανὸς
ὑπάρχων καὶ κτώμενος καὶ τῇ θείᾳ χάριτι περὶ τὴν θείαν
Γραφὴν ἐπιμελῶς κινούμενος ῥᾳδίως ἐλέγχει τῶν μυθολόγων
τὴν ἄνοιαν. Συνίστησι γὰρ δι' αὐτοῦ τοῦ σχήματος καὶ τῆς
τοῦ κόσμου κατασκευῆς καὶ αὐτῆς τῆς φύσεως τῶν πραγμά-
των τὴν θείαν Γραφὴν ἀληθεστάτην οὖσαν καὶ τῶν χριστια-
νῶν τὸ κήρυγμα. Ἔρρωσθε, χριστιανοὶ ἐν Κυρίῳ.
[pinax.t] ΠΙΝΑΞ ΣΥΝ ΘΕΩ ΤΑΥΤΗΣ ΤΗΣ ΔΕΛΤΟΥ
[pinax.3] Χριστιανοῦ λόγος αʹ
 Πρὸς τοὺς χριστιανίζειν μὲν ἐθέλοντας, κατὰ τοὺς ἔξωθεν
δὲ σφαιροειδῆ τὸν οὐρανὸν νομίζοντας εἶναι καὶ δοξάζοντας.
Λόγος βʹ
 Ὑποθέσεις χριστιανικαὶ περὶ σχημάτων καὶ τοποθεσίας
παντὸς τοῦ κόσμου ἐκ τῆς θείας Γραφῆς τὰς ἀποδείξεις
ἔχουσαι.
Λόγος γʹ
 Ὅτι βεβαία ἐστὶ καὶ ἀξιόπιστος ἡ θεία Γραφὴ καὶ συμφώ-
νως αὐτὴ ἑαυτῇ καθ' ἑαυτὴν διηγουμένη, Παλαιά τε καὶ
Καινὴ Διαθήκη, σημαίνουσα καὶ τὸ χρήσιμον τῶν σχημάτων
τοῦ παντὸς κόσμου.
Λόγος δʹ
 Ἀνακεφαλαίωσις σύντομος καὶ διαγραφὴ σχημάτων τοῦ
κόσμου κατὰ τὴν θείαν Γραφήν, καὶ τῆς σφαίρας ἀνατροπή.
Λόγος εʹ
 Ἐν ᾧ ἐστι τῆς σκηνῆς ἡ διαγραφή, καὶ τῶν προφητῶν καὶ
ἀποστόλων ἡ συμφωνία.
 Ἔστι τοίνυν αὕτη ἡ βίβλος ΧΡΙΣΤΙΑΝΙΚΗ ΤΟΠΟΓΡΑΦΙΑ
ΠΕΡΙΕΚΤΙΚΗ ΠΑΝΤΟΣ ΤΟΥ ΚΟΣΜΟΥ παρ' ἡμῶν ὠνο-
μασμένη.
Λόγος Ϛʹ συνημμένος.
 Περὶ μεγέθους ἡλίου.
Λόγος ζʹ
 Πρὸς Ἀναστάσιον ὅτι ἀκατάλυτοί εἰσιν οἱ οὐρανοί.
Λόγος ηʹ
 Εἰς τὴν ᾠδὴν Ἐζεκίου, καὶ εἰς τὸν ἀναποδισμὸν τοῦ ἡλίου.
Λόγος θʹ
 Καταγραφὴ δρόμου ἄστρων.
Λόγος ιʹ
 Χρήσεις πατέρων συνᾴδουσαι τῷ ὅλῳ συγγράμματι.
Ἔτι ἔξωθεν τῆς βίβλου· Λόγος ιαʹ
 Καταγραφὴ ζῴων ἰνδικῶν καὶ περὶ αὐτῶν διήγησις· ἔτι καὶ
περὶ δένδρων καὶ τῆς Ταπροβάνης.
Ἔτι ἕτερος λόγος ιβʹ
 Σημαίνων ὅτι πολλοὶ τῶν ἔξωθεν ἀρχαίων συγγραφέων
μαρτυροῦσι τῇ ἀρχαιότητι τῶν θείων Γραφῶν τῶν διὰ
Μωϋσέως καὶ τῶν προφητῶν εἰρημένων, καὶ ὅτι ὕστερον
πάντων οἱ Ἕλληνες φαίνονται μεμαθηκότες καὶ γράμματα καὶ
περὶ τῶν θείων Γραφῶν, ἐρριζωμένην ἔχοντες τὴν ἀπιστίαν.
[hypo.t] ΥΠΟΘΕΣΙΣ
[hypo.4] Τινὲς χριστιανίζειν νομιζόμενοι καὶ τὴν θείαν Γραφὴν
μηδὲν λογιζόμενοι, ἀλλὰ περιφρονοῦντες καὶ ὑπερφρονοῦντες
κατὰ τοὺς ἔξωθεν φιλοσόφους, σφαιρικὸν εἶναι τὸ σχῆμα τοῦ
οὐρανοῦ ὑπολαμβάνουσιν ἐκ τῶν ἡλιακῶν καὶ σεληνιακῶν
ἐκλείψεων πλανώμενοι. Πᾶσαν τοίνυν τῆς βίβλου τὴν ὑπό-
θεσιν εἰς πέντε μέρη ἁρμοδίως διειλόμην. Πρῶτον πάντων
πρὸς τοὺς εἰρημένους καὶ πλανωμένους ὁ πρῶτος λόγος
ἐγένετο, ὡς οὐ δυνατὸν τὸν χριστιανίζειν ἐθέλοντα ἀπά-
γεσθαι τῇ πιθανῇ τῶν ἔξωθεν πλάνῃ, ἕτερα τῆς θείας Γραφῆς
ὑποτιθεμένης· καὶ γὰρ ἐάν τις θελήσειε βασανίσαι τὰς ἑλλη-
νικὰς ὑποθέσεις, πλάσματα πάντως εὑρήσει καὶ μυθώδη
σοφίσματα καὶ ἀδύνατα παντελῶς.
[hypo.5] Εἶτα λοιπὸν πρὸς τὸν
αἰτησάμενον χριστιανὸν ὀφείλοντα λέγειν· Τούτων ἀναιρου-
μένων, ποίας χρὴ ἀντεισάγειν ὑποθέσεις ἀληθεῖς; ὁ δεύτερος
λόγος ἐγένετο ἐξηγούμενος τὰς χριστιανικὰς ὑποθέσεις ἐκ τῆς
θείας Γραφῆς προερχόμενος, καὶ δηλῶν παντὸς τοῦ κόσμου
τὸ σχῆμα, καὶ ὅτι τινὲς τῶν ἔξωθεν παλαιῶν τοιαύτης δόξης
ἐγένοντο. Εἶτα πάλιν ὡσανεὶ τινὸς ἀποροῦντος καὶ λέγοντος·
Πόθεν δῆλον εἰ ἀληθεύει Μωϋσῆς καὶ οἱ προφῆται τοιαῦτα
λέγοντες; ὁ τρίτος λόγος τὸ ἀξιόπιστον ἀποδείκνυσι Μωϋ-
σέως καὶ τῶν προφητῶν, καὶ ὅτι οὐκ ἀφ' ἑαυτῶν ἐλάλη-
σαν, ἀλλ' ἐκ θείας ἀποκαλύψεως ἐμπνευσθέντες καὶ δοκιμα-
σθέντες ἔργῳ καὶ πράγματι, προθεωρήσαντες αὐτὰ οὕτως
ἐξεῖπον καὶ οἱ ἐν τῇ Παλαιᾷ καὶ οἱ ἐν τῇ Νέᾳ, καὶ τί τὸ
χρήσιμον τῶν σχημάτων τοῦ κόσμου, καὶ πόθεν ἀφορμὴν καὶ
ἀρχὴν ἔσχε τῆς σφαίρας ἡ ὑπόνοια. Εἶτα πάλιν περὶ τῶν
ποθούντων ὄψει παραλαβεῖν τὰ σχήματα ὁ τέταρτος λόγος
ἐγένετο, σύντομος ἀνακεφαλαίωσις καὶ διαγραφὴ τῶν προει-
ρημένων ὑπάρχων, καὶ τῆς σφαίρας καὶ τῶν ἀντιπόδων ἡ
ἀνατροπή.
[hypo.6] Εἶτα πάλιν πρὸς τὸν αἰτησάμενον τὰς χρι-
στιανικὰς ὑποθέσεις ὁ πέμπτος λόγος ἐγένετο, δηλῶν ὡς
οὐχ ἑαυτοῖς πλασάμενοι, οὔτε νέους μύθους ἐφευρηκότες
εἰρήκαμεν ἢ διεγράψαμεν, ἀλλ' ἐξ ἀποκαλύψεως καὶ προστά-
ξεως Θεοῦ τοῦ τὸν κόσμον δημιουργήσαντος, θεωρήσαντες τὸ
ἐκμαγεῖον τοῦ παντὸς κόσμου, τὴν σκηνὴν λέγω τὴν ὑπὸ
Μωϋσέως κατασκευασθεῖσαν, ἣν καὶ ἡ Νέα συμφώνως ἐκτύ-
πωμα παντὸς τοῦ κόσμου αὐτὴν ἔφησεν εἶναι, ἣν καὶ διελὼν
ὁ Μωϋσῆς διὰ τοῦ καταπετάσματος τὴν μίαν εἰς δύο πεποίηκε,
καθάπερ καὶ ὁ Θεὸς ἐξ ἀρχῆς τὸν χῶρον τὸν ἕνα, τὸν ἀπὸ τῆς
γῆς ἕως τοῦ οὐρανοῦ, διὰ τοῦ στερεώματος διεῖλεν εἰς δύο
χώρους· ἐν τῇ σκηνῇ ἡ ἐξωτέρα καὶ ἐσωτέρα, ἐνταῦθα κατώ-
τερος καὶ ἀνώτερος χῶρος· ὁ κατώτερος μέν ἐστιν ὁ κόσμος
οὗτος, ὁ ἀνώτερος δὲ ὁ μέλλων κόσμος, ἔνθα καὶ ὁ Δεσπότης
Χριστὸς κατὰ σάρκα ἐκ νεκρῶν ἀναστὰς πρῶτος πάντων
ἀνελήλυθε, καὶ οἱ δίκαιοι μετὰ ταῦτα πάλιν ἀνελεύσονται.
[hypo.7] Καὶ ὅτι ἀπὸ τοῦ Ἀδὰμ μέχρι Μωϋσέως, καὶ ἀπὸ Μωϋσέως
ἕως Ἰωάννου, καὶ ἀπὸ Ἰωάννου πάντες οἱ ἀπόστολοι καὶ
εὐαγγελισταί, συμφώνως πάντες καὶ διὰ λόγων καὶ διὰ τύπων
ἐξεῖπον περὶ τῶν δύο τούτων καταστάσεων, καὶ ὅτι οὐδεὶς
αὐτῶν διεφώνησεν, οὔτε πρὸ ταύτης εἰπὼν ἑτέραν, οὔτε μετὰ
τὴν δευτέραν τρίτην ὑποθέμενος, ἀλλὰ πάντες ὡς ἐξ ἑνὸς θείου
Πνεύματος ἐμπνευσθέντες τὰς δύο μόνας καταστάσεις ἐξεῖπον.
[hypo.8] Ὅθεν θαρρήσαντες τῇ θείᾳ ὄντως Γραφῇ κατεγράψα-
μεν καὶ τὰ σχήματα τοῦ παντὸς κόσμου καὶ αὐτοὺς τοὺς
τόπους, ἐν οἶς εὑρήσεις καὶ τὴν ἔξοδον αὐτῶν τῶν Ἰσραη-
λιτῶν καὶ τὸ ὄρος, ἐν ᾧ τὸν νόμον ἐγγράφως ἐδέξαντο καὶ
τῶν γραμμάτων τὴν πεῖραν ἐδιδάχθησαν, καὶ τῆς σκηνῆς
[hypo.8.6] τὴν διαγραφὴν καὶ τὴν κατάσχεσιν αὐτῶν τὴν ἐν τῇ γῇ τῆς
ἐπαγγελίας, ἄχρις ἂν ὁ προσδοκώμενος ἐξ αὐτῶν καὶ προκη-
ρυττόμενος διὰ πάντων τῶν ἀρχαίων ἀνθρώπων καὶ προφητῶν
παρεγένετο ἀναδεικνύων τὴν μέλλουσαν δευτέραν κατάστασιν,
ἣν καὶ παραγενόμενος ἐν ἑαυτῷ ἔδειξε πᾶσιν ἡμῖν, εἰσελθὼν
εἰς τὴν ἐσωτέραν σκηνήν, εἰς τὸν ἀνώτερον οὐράνιον χῶρον,
εἰς ὃν προσκαλεῖται τοὺς δικαίους ἐν τῇ δευτέρᾳ παρουσίᾳ
λέγων· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονο-
μήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς
κόσμου.» Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
[hypo.9] Αἱ παραγραφαὶ τοίνυν αἱ ἐγκείμεναι ἐν τῇδε τῇ βίβλῳ
πρὸς σαφεστέραν διήγησιν τοῦ κειμένου ἔγκεινται. Ὁ ἀνα-
γινώσκων οὖν πρῶτον τὸ κείμενον ἀναγνῷ καὶ οὕτως τὴν
παραγραφήν.
[1.t] ΛΟΓΟΣ Αʹ
 Πρὸς τοὺς χριστιανίζειν μὲν ἐθέλοντας, κατὰ τοὺς ἔξωθεν
δὲ σφαιροειδῆ τὸν οὐρανὸν νομίζοντας καὶ δοξάζοντας.

[1.1] Ὅσοι πόθῳ τῆς ἀληθοῦς γνώσεως ἐφίενται καὶ ἐρα-
σταὶ φωτὸς ἀληθινοῦ ὑπάρχουσι καὶ τοῦ μέλλοντος αἰῶνος
συνπολῖται τῶν ἁγίων σπεύδουσιν εἶναι, οἱ τὴν Παλαιὰν καὶ
Καινὴν Διαθήκην θείαν ὄντως Γραφὴν ἡγούμενοι, οἱ Μωϋσῇ
καὶ τῷ Χριστῷ πειθόμενοι, οἱ ταῖς ἀρχαῖς ἑαυτῶν μέχρι
τέλους ἀκολουθοῦντες, οἱ ἐκ τοῦ μηδαμῆ μηδαμῶς τὸν κόσμον
ὑπὸ Θεοῦ παρῆχθαι ὁμολογοῦντες, καὶ πιστεύοντες ἀνάστασιν
γίνεσθαι ἀνθρώπων καὶ κρίσιν καὶ κληρονομεῖν τοὺς δικαίους
βασιλείαν οὐρανῶν, περισκοποῦσι πᾶσαν τὴν θείαν Γραφήν,
εἰ γεγραμμένοι τυγχάνουσι παρὰ Μωϋσῇ τῷ συγγραψαμένῳ
τὴν κτίσιν, ἢ παρ' ἑτέροις προφήταις, τόποι καὶ σχήματα τῆς
κτίσεως ἁπάσης, ἐν οἷς ἐστι σημαινόμενος καὶ ὁ τόπος ἔνθα
ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἥνπερ ἐπαγγέλλεται ὁ Δεσπό-
της Χριστὸς δωρεῖσθαι τὸν Θεὸν τοῖς δικαίοις ἀνθρώποις.
Εὑρίσκοντες δὲ Παλαιάν τε καὶ Καινὴν Διαθήκην σύμφωνον
μὲν ἑαυτῇ μένουσιν ἐν αὐτῇ ἐπιστηριζόμενοι καὶ ἀσάλευτοι,
ἐν μηδενὶ ὑπὸ τῶν ἐναντίων περιτρεπόμενοι.
[1.2] Οἱ δὲ τῇ τοῦ κόσμου τούτου σοφίᾳ κοσμούμενοι, καὶ
ἑαυτοῖς θαρροῦντες λόγοις στοχαστικοῖς καταλαμβάνειν τὸ
σχῆμα καὶ τὴν θέσιν αὐτοῦ, πᾶσαν τὴν θείαν Γραφὴν ὥσπερ
μύθους καταχλευάζουσι, Μωϋσέα τε καὶ τοὺς προφήτας, τὸν
Δεσπότην Χριστὸν καὶ τοὺς ἀποστόλους σπερμολόγους καὶ
φαντασιοκόπους ἀποκαλοῦντες, καὶ τὰς ὀφρῦς ἐπηρκότες, ὥς
τι μέγα κατασοφιζόμενοι τοὺς λοιποὺς ἀνθρώπους, σφαι-
ρικὸν σχῆμα καὶ κυκλοφορικὴν κίνησιν τῷ οὐρανῷ δωροῦνται,
καὶ γεωμετρικαῖς μεθόδοις καὶ ψήφοις ἄστρων καὶ κυβείᾳ
λόγων καὶ πανουργίᾳ κοσμικῇ καταλαμβάνειν ἐπιχειροῦσι
τὴν θέσιν καὶ τὸ σχῆμα τοῦ κόσμου ἐκ τῶν ἡλιακῶν καὶ
σεληνιακῶν ἐκλείψεων, πλανῶντες καὶ πλανώμενοι, ἐν ἀλλοίῳ
σχήματι τὰ τοιαῦτα μὴ δύνασθαι γίνεσθαι ἰσχυριζόμενοι.
Καὶ περὶ μὲν τῶν τοιούτων οὐδεὶς ἡμῖν λόγος, ἀρκετῶς ἀλλή-
λους ἀνατρεπόντων.
[1.3] Οἱ δὲ χριστιανίζειν μὲν ἐθέλοντες, τοῖς λόγοις δὲ καὶ τῇ
σοφίᾳ καὶ τῇ ποικιλίᾳ τῆς πλάνης τοῦ κόσμου τούτου πάλιν
θέλοντες κοσμεῖσθαι, καὶ ταῦτα κἀκεῖνα δέχεσθαι φιλονει-
κοῦντες, ἐοίκασι σκιᾶς μηδὲν διαλλάττειν, τῆς μεσιτεύοντος
μὲν σώματος ἐν φωτὶ γενέσθαι πεφυκυίας, μὴ μεσιτεύοντος
δὲ σώματος ἐν φωτὶ μὴ πεφυκυίας γενέσθαι, ἀλλὰ καὶ περι-
λαμπομένου τοῦ σώματος πάντοθεν ἐκ τοῦ φωτὸς ἐξαφανιζο-
μένης.
[1.4] Πρὸς τοὺς τοιούτους γάρ μοι ὁ λόγος, περὶ ὧν
ποτε ὁμοίων γενομένων ἐν τῇ Σαμαρείᾳ παροίκων καταβοᾷ ἡ
θεία Γραφὴ ὅτι· «Τὸν Θεὸν ἐφοβοῦντο καὶ τοῖς ὑψηλοῖς
ἐθυμίων καὶ ἐλάτρευον.» Οὕστινας διμόρφους τις καλέσας
οὐκ ἂν ἁμάρτοι· καὶ μεθ' ἡμῶν γὰρ θέλουσιν εἶναι καὶ μετ'
ἐκείνων, τὴν ἀποταγὴν τοῦ Σατανᾶ, ἣν ἀπετάξαντο ἐν τῷ
βαπτίσματι, νῦν ἀθετοῦντες καὶ ἐπ' αὐτὸν παλινδρομοῦντες.
Οὐ δύνανται γὰρ καθόλου μεθ' ἡμῶν εἶναι οἱ τοιοῦτοι, ἀλλὰ
μέσοι τινὲς ὑπάρχουσιν, οἶκοι κενοὶ μεταρσίως πως ἱστάμενοι,
θεμέλια κατὰ γῆς μὴ ἔχοντες, μήτε μὴν ἐξ ὕψους τὸ κατέχον.
Σχεδὸν γὰρ μήπω ἀρξάμενοι τὰς ἑαυτῶν ἀρχὰς καταλύουσι
καὶ μήπω καταλύοντες τὰ ἑαυτῶν τέλη ἀτελῆ δεικνύουσι,
μήτε εἰς τοῦτο βεβαίως ἔχοντες, μήτε εἰς ἐκεῖνο, ἀλλὰ
μᾶλλον τοὺς πάντας διαπαίζουσι καὶ ὑπὸ πάντων διαπαίζονται.
Πρῶτον μὲν οὖν βασανίσαντες μετ' αὐτῶν περὶ τοῦ σφαιρικοῦ
σχήματος, ὡς οὐ δυνατὸν τοῦτο εἶναι, οὔτε μὴν τῇ φύσει τῶν
πραγμάτων συμβαῖνον, ἐς ὕστερον ἀποδείξομεν τὰ ἡμέτερα
δυνατὰ καὶ τῇ φύσει τῶν πραγμάτων συμβαίνοντα.
[1.5] Τινὲς μὲν οὖν ἐξ αὐτῶν λέγουσι τὸν οὐρανὸν σῶμα ἐκ
τεσσάρων στοιχείων ὄντα, ἔνιοι δὲ τὰς ὀφρῦς ἀνατείνοντες ἐξ
ἑτέρου πέμπτου νέου στοιχείου τὸν οὐρανὸν ὕστερον ἀνέκτισαν,
τὸ πρὶν ἐκ τῶν τεσσάρων ἔχοντα τὴν οὐσιώδη σύστασιν·
συνεῖδον γὰρ ὡς οὐ δυνατὸν κύκλῳ φέρεσθαι αὐτὸν ἐκ τούτων
ἔχοντα τὴν οὐσίαν. Ἀλλὰ πάλιν ἐν αὐτῷ τυφλώττοντες
ἁλίσκονται καὶ τοὺς ὀξὺ βλέποντας οὐχ ὁρᾶν οἰόμενοι.
Διαφόρων γὰρ καὶ ποικίλων ἐναργῶς ἐν αὐτῷ χρωμάτων
ὁρωμένων, ἐξ ὧν ἡ τοῦ θερμαίνειν τε καὶ ψύχειν ἐνυπάρχουσα
δύναμις αὐτοῖς ἀναφαίνεται, τὴν ὄψιν ἁπάντων ἠπατῆσθαί
φασι διὰ τὴν ἄγαν ἀπόστασιν.
[1.6] Εἰπάτω τοίνυν παρελθὼν
εἰς μέσον ὁ βουλόμενος· Οἱ τῇ ἀπλανεῖ καθ' ὑμᾶς ἐγκείμενοι
σφαίρᾳ ἀστέρες δηλονότι, πῶς οὐκ ἀνίσῳ διαστήματι τῆς
ὄψεως ἡμῶν ἀπέχοντες, ὡς ἀπὸ κέντρου τῆς γῆς ἀφιεμένης
τῆς ὀπτικῆς ἐνεργείας, ἀλλοῖοι ταῖς χροιαῖς τε καὶ τοῖς
μεγέθεσι φαίνονται; Πῶς δὲ τῷ καλουμένῳ πρὸς ὑμῶν Ἄρεϊ
κατωτέρω τάξιν ἔχοντι πολλοὶ τῶν ἀπλανῶν ὑπάρχουσιν ἴσοι
τε καὶ ὅμοιοι, καὶ τῷ τοῦ Διὸς ὡσαύτως παραπλησίους
ὁρῶμεν οὐκ ὀλίγους;
[1.7] Ἀλλ' οὐδὲ τὸν οὐρανὸν αὐτὸν
ὁμόχρουν ἑαυτῷ θεώμεθα· τὰς γὰρ ἐν αὐτῷ νεφελοειδεῖς
συστροφάς, αἷς ὄνομα τεθείκατε γαλαξίαν-οὐκ ἄλλοθεν ἢ ἐκ
τοῦ διαφόρου χρώματος ἐπιθέμενοι τὴν κλῆσιν αὐταῖς-πόθεν
ἂν ὑποτοπήσαιμεν οὕτω φαίνεσθαι μιᾶς οὔσης τῆς ἐπιφανείας,
ᾗ προσβάλλει τὸ πνεῦμα τῆς ὄψεως; Οἶμαί γε φάσκοντί μοι
ταῦτα τεκμήρια διαφόρων εἶναι συγκρίσεώς τε καὶ μίξεως
οὐδένα τολμᾶν ἀντιφθέγγεσθαι, κἂν εἴη τοῦ ψεύδους ἐραστής,
μήτοι γε τῶν ἐν προεδρίᾳ ταττόντων ἀεὶ τὴν ἀλήθειαν.
[1.8] Εἰ
δὲ οὐκ ἐξ ἑνὸς ἰδίαν ἔχοντος κίνησιν τὴν κυκλοφορουμένην,
ἀλλ' ἐκ τῆς τῶν τεσσάρων ἐδημιουργήθη μίξεως, οὐ περιφέρε-
ται καλῶς. Εἴρηται γὰρ ὡς ἢ κάτω κινηθήσεται πλεονάζοντος
ἐν αὐτῷ τοῦ βαρέως, ἢ τὴν ἄνω φορὰν ἀρθήσεται τοῦ ἐναντίου
κατακρατοῦντος, ἢ στήσεται, εἰ μηδὲν ἐν αὐτῷ πλεονεκτοίη·
τοῦτο δὴ καὶ παντὶ φανερόν. Οὐδὲ γὰρ ἄνω φερόμενον, οὐδὲ
κάτω τις ὁμολογήσειεν ἑωρακέναι πώποτε. Λείπεται φάσκειν
αὐτὸν ἐρηρεισμένον εἶναι.
[1.9] Λεγόντων δὲ πόθεν ἐν ἁπλῷ καὶ ἀποίῳ στοιχείῳ διά-
φοροι κινήσεις; Εἴ γέ φασι τὴν ἐναντίαν ἑλίττεσθαι τῷ
παντὶ τοὺς οὓς πλανήτας ὀνομάζουσιν, οὐ ψευσθέντες· ὡσαύ-
τως εἴ γε κατά τινας, οὓς ὁ δημιουργὸς ὥρισε χρόνους,
ἐμφανῶς ὡς μηδ' αὐτοὺς ἀρνεῖσθαι τὴν ἀπὸ ἀνατολῶν ἐπὶ
δύσιν ὁρῶνται ποιούμενοι πορείαν. Εἶτα πάλιν ἰλιγγιῶντες
ἀπορούμενοι, ὅπερ εἴωθε παρέπεσθαι τοῖς τ' ἀληθὲς ἀποφυγ-
γάνουσι, καὶ μηδεμίαν διέξοδον εὑρίσκοντες ἀναποδισμοὺς
καὶ στηριγμοὺς ποιεῖσθαί φασι τοὺς ἀστέρας.
[1.10] Ἀλλ',
ὦ τὰ πάντα δεινοὶ τοῦ πλέκειν τε καὶ λύειν, εἰ κατὰ φύσιν
αὐτοῖς τὸ κινεῖσθαι, πόθεν ἡ στάσις; Οὐ γάρ ἐστιν αὐτοῖς
ἐναντίον, ὃ τῆς φυσικῆς αὐτοὺς ὁρμῆς ἐφέξει. Τίς δὲ τούτους
[1.10.5] ἐπὶ τὸν ἐναντίον δρόμον ἀνάγκη βιάζεται μετιέναι; Μή μοι
δέ τις ἀπάτην εἶναι λεγέτω τῆς ὄψεως· οὐ γάρ ἐστι μικρὸν ὃ
προτρέχουσι μῆκος· ἐξ ἑπομένου δὲ ζωδίου πολλάκις ὁρῶνται
μεθιστάμενοι εἰς προηγούμενον.
[1.11] Τί δὲ δεῖ λέγειν, ὅπου
γε αὐτοὶ μεταβάντες ἐπὶ τὰς αὐτῶν τῶν ἀστέρων ἐνεργείας,
ἐν οἷς εἰς ἄκρον ὀκέλλοντες ἀτοπίας, οὐ συνίασι στηρίζοντας
ἤτοι ἀναποδίζοντας αὐτοὺς ἀδρανεῖς τε καὶ φαύλους εἶναι;
Καὶ τὸν ἐν Κριῷ πρώην, ἐν Ἰχθύσι δὲ νῦν ὁρώμενον, οὐκ ἐν
οἴκῳ τις Ἄρεως, ἀλλ' ἐν Διὸς ἂν εἴποι, καὶ ποιεῖν αὐτόν, οὐχ
ἅσπερ εἰώθασι ληρωδεῖν ἐνυπάρχοντος αὐτοῦ τῷ Κριῷ, ἀλλ'
ὅσας αὐτῷ χαρίζονται διατρέχοντι τοὺς Ἰχθύας.
[1.12] Εἰ δ' οὐ συνᾴδουσι τῇ φαινομένῃ κατὰ τὸ ἔμπαλιν
ἀναδρομῇ, πόθεν οὖν ἢ τίνος ἕνεκεν αὐτοῖς ἡ ἐπ' ἀμφότερα
πορεία; Τάχα δὲ πάλιν αἰτιάσονται τούτου τοὺς οὐχ ὁρωμέ-
νους ἐπικύκλους, οὓς ὑπέθηκαν αὐτοῖς ὀχήματα, καὶ ἐπὶ
τούτων αὐτοὺς φέρεσθαι διισχυρίζονται· ἀλλ' οὐδὲν ἔσται
περισσὸν ἔκ γε τούτου τοῦ μηχανήματος· ἀπαιτήσομεν γὰρ
αὐτούς, δι' ἣν αἰτίαν ὀχημάτων ἐδέησεν αὐτοῖς. Ὡς μὴ δυνα-
μένοις ἆρα κινεῖσθαι; Καὶ πῶς ἐψυχωμένους ἂν εἴποιτε καὶ
θειοτέραις ψυχαῖς; Ἀλλ' ὡς δυναμένοις; Καταγέλαστον
οἶμαί γε καὶ τὸ ἐννοεῖν. Διατί δὲ ἡ σελήνη καὶ ὁ ἥλιος ἐπι-
κύκλων οὐκ ἔτυχον; Ὡς οὐκ ἄξιοι διὰ τὴν ὕφεσιν; Ἀλλ' οὐ
νηφόντων ὁ λόγος. Ἀλλὰ σπάνει τῆς ἐπιτηδείας ὕλης οὐκ
ἠδυνήθη τούτοις ὁ δημιουργὸς ὀχήματα πλάσαι; Εἰς κεφαλὴν
ὑμῶν ἡ δυσφημία τράποιτο.
[1.13] Παύσασθε ληρωδοῦντες, ὦ σοφώτατοι, τὰ μηδενὸς
ἄξια. Γνῶτε δὲ κἂν ὀψέ ποτε τοῖς θείοις ἕπεσθαι λογίοις, καὶ
μὴ ταῖς ὑμετέραις αὐτῶν ἀνυποστάτοις ἐπινοίαις. Ἐπεὶ
λέξατε· Πῶς καὶ τῆς ἀπλανοῦς οἴεσθε τοὺς ἀστέρας ἐναν-
τίως τῷ παντὶ κινεῖσθαι; Μόνων αὐτῶν, ἢ τῆς ἐν ᾗ εἰσι
σφαίρας ἐστὶν ἡ τοιάδε φορά; Ἀλλ' εἰ μὲν αὐτῶν, πῶς ἐν
ἴσῳ χρόνῳ τοὺς ἀνίσους διέρχονται κύκλους; Πῶς δὲ οὐδεὶς
τῶν ἐν τῷ γαλαξίᾳ γέγονεν ἐκτὸς αὐτοῦ, οὐδὲ τῶν ἔξωθεν
αὐτοῦ πλησιέστερον αὐτοῦ φαίνεται ἢ ἐν αὐτῷ; Εἰ δὲ τὴν
σφαῖραν ἐναντίως φέρεσθαι λέγοι τις, εὑρεθήσεται κατὰ τὸν
αὐτὸν χρόνον αὐτὴ ἑαυτῇ ἐναντίως κινουμένη. Τούτου δὲ τίς
ἂν ἀτοπώτερον ἐπινοήσειεν;
[1.14] Οὕτως δὲ ἀναιδείας, ἀσεβείας δὲ μᾶλλον, οὐδενὶ κατα-
λιπεῖν ὑπερβολὴν ἁμιλλῶνται, ὡς ἀπερυθριᾶν ὁμολογεῖν τε
τινὰς ὑπὸ γῆν οἰκοῦντας εἶναι. Τί οὖν, ὅταν ἀπορήσειέ τις
αὐτοῖς λέγων· Διακενῆς ὁ ἥλιος ὑπὸ γῆν φέρεται; Παρα-
χρῆμα καταγέλωτος οὐ φροντίζοντες ἐροῦσιν ὡς ἀντίχθονές
εἰσι κάτω κάρα φερόμενοι καὶ ποταμοὶ τοῖς ἐνταῦθα οἱ
τὴν ἐναντίαν θέσιν ἔχοντες, ἅπαντα τὰ ἄνω κάτω μετα-
στρέφειν ἐπιχειροῦντες ἢ τοῖς τῆς ἀληθείας ἕπεσθαι δόγμασιν,
οἷς οὐδέν ἐστι τῶν τῆς ματαιότητος σοφισμάτων, ἅπαντα δὲ
ῥᾴδια καὶ θεοσεβείας ἀνάπλεα καὶ τοῖς προσιοῦσι σωφρόνως
αὐτοῖς προξενεῖ τὴν σωτηρίαν.
[1.15] Ἐπεὶ δὲ πάντων αἰτίας ἴστε λέγειν· Ἕνεκα τίνος οὐκ
ἀπὸ τοῦ βορρᾶ περιφέρεται ἡ σφαῖρα ὑμῶν ἐπὶ τὸν νότον,
ἢ ἀπὸ ἑτέρου ἀνέμου ἐπὶ τὸν ἀντιπνέοντα; Καὶ μή μοι
λέγε· Τοῦτο κρεῖττον ἔδοξε τῷ ποιητῇ τοῦ κόσμου, τὰ ἐμὰ
γὰρ ἄλλως ἐστὲ φθεγγόμενοι. Πῶς δὲ τῇ φύσει τῶν πραγμά-
των ἀκόλουθα δοκεῖτε λέγειν ὅλως κινεῖσθαι καὶ κυκλεύειν
τὸν οὐρανὸν ὑποτιθέμενοι, ἔξωθεν αὐτοῦ ἢ τόπον ἢ σῶμα,
κἂν πεπλασμένως, μὴ ὑποτιθέμενοι; Οὐ γὰρ δυνατόν τι
κινεῖσθαι ἄνευ τῶν τεσσάρων στοιχείων, οἷον ἢ ἐπὶ γῆς ἢ
ἐπὶ ὕδατος ἢ ἐπὶ ἀέρος ἢ ἐπὶ πυρός, ἢ καὶ ἀπὸ τόπου εἰς τόπον
μετέρχεσθαι ἐπ' ἄπειρον, ἢ ἐπὶ τοῦ αὐτοῦ πάντοτε στρέφεσθαι
τόπου.
[1.16] Ἀλλ' εἰ μὲν ἐπ' ἄπειρον μετέρχεται τόπον
κυλιόμενος, ἄπειρον γῆν ὑποτίθεσθε ἔξωθεν, εἰς ἣν κυλίεται,
ἔρημα τοὔπισθεν καταλιμπάνων, εἰ δὲ ἕτερον ἓν τῶν τριῶν
στοιχείων ὑποτίθεσθε, οὐδ' εἰς ὁπότερον αὐτῶν κυλίεσθαι
καὶ στρέφεσθαι πέφυκε σφαῖρα, ἀλλὰ μᾶλλον καὶ ἀκοντι-
ζομένη ῥοιζηδὸν μετέρχεται. Εἰ δὲ πάλιν ἐπὶ τοῦ αὐτοῦ
ἀεὶ τόπου κυλίεται καὶ στρέφεται μὴ μετερχόμενος τόπον ἐκ
τόπου, ἀνάγκη αὐτὸν ὑπὸ κλωτάκων ὡς ὁ τόρνος ἢ ὡς ἡ
ὀργανικὴ σφαῖρα βαστάζεσθαι, ἢ ὑπὸ ἄξονος ὡς ἡ μηχανὴ
ἢ ἡ ἅμαξα. Καὶ εἰ τοῦτο, πάλιν ἀνάγκη ζητεῖν εἰς τί ἐπιστη-
ρίζονται ἢ οἱ κλώτακες ἢ ὁ ἄξων· καὶ τοῦτο ἐπ' ἄπειρον.
Πῶς δὲ καὶ τὸν ἄξονα διήκειν διὰ μέσου τῆς γῆς ὑποθώμεθα;
Ποίου σώματος, εἴπατε; Τούτων οὖν τῇ φύσει τῶν πραγμά-
των ἀπορουμένων, λείπεται, καθὰ καὶ πρώην εἴπαμεν,
ἐρηρεισμένον αὐτὸν εἶναι καὶ μὴ περιφερόμενον.
[1.17] Ἀλλὰ καὶ τὴν γῆν ὡς κέντρον μέσην τοῦ παντὸς
ὑποτιθέμενοι ταχύτατα ἑαυτοὺς καταλύετε τὸ μέσον πάλιν
κάτω λέγοντες εἶναι· τὸ αὐτὸ γὰρ κατὰ τὸ αὐτὸ καὶ μέσον καὶ
κάτω ἀδύνατον εἶναι· τὸ μέσον γὰρ τοῦ ἄνω καὶ κάτω μέσον
ἐστίν, ἢ τοῦ δεξιὰ καὶ ἀριστερά, ἢ τοῦ ἔμπροσθεν καὶ ὄπισθεν.
Πῶς οὖν οὐκ ἀπορίᾳ πολιορκούμενοι ἀνακόλουθα καὶ ἀφύ-
σικα ἀπὸ γνάθων φθέγγεσθε;
[1.18] Δεδιότες γὰρ μή τις ὑμῖν
ἀπορήσειε φάσκων· Τὰ τοσαῦτα ἀμύθητα βάρη τῆς γῆς
πῶς δυνατὸν ὑπὸ ἀέρα κρέμασθαι καὶ ἵστασθαι καὶ μὴ
καταπίπτειν; Οὐκ ἀληθῶν, ἀλλὰ ξένων πλασμάτων μύθους
ἐφευρηκότες ἀντιστρόφως λέγετε τὸ μέσον κάτω εἶναι, ὡς εἴ
γε ἀντὶ τῆς γῆς πῦρ τις ὑπόθοιτο μέσον, τὸ μέσον ἄνω ἂν
εἴπατε ἀντὶ τοῦ κάτω, ἐπειδὴ τὸ πῦρ ἀνωφερές ἐστιν. Ἐμοὶ
γοῦν τὰ πρῶτα δοκοῦσι διὰ τῶν δευτέρων ἀναιρεῖν, καὶ διὰ
τῶν πρώτων τὰ δεύτερα.
[1.19] Εἰ δὲ ἐξ ἴσου ὄντος τοῦ ἀέρος πάντοθεν τῆς γῆς
ὠθεῖσθαι λέγοιεν ὑπὸ τοῦ παντός, καὶ τὴν γῆν ἀκλινῆ διαμέ-
νειν καὶ μὴ κλίνειν ἐν μέρει, πῶς ἄνθρωποι καὶ τὰ λοιπὰ
ἄλογα χερσαῖά τε καὶ πτηνὰ οὐ συνωθοῦνται, ἀκλινῆ διαμέ-
νοντα ὡς ἡ γῆ, ἀλλὰ διατέμνει τὸν ἀέρα πάντα πορευόμενα καὶ
ἀεροποροῦντα καὶ ὑψηλοβατοῦντα; Οὐ μόνον τὰ τοιαῦτα,
ἀλλὰ καὶ ψιλά τινα ἄψυχα πράγματα, οἷον βραχύτατον
πτεροῦ ἢ σμικρότατον ἄχυρον, περικρατῆσαι ἢ βαστάσαι τὸν
ἀέρα ἀδύνατον, ἀλλὰ τέμνει αὐτὸν λεπτὸν ὄντα καὶ ἁπαλὸν καὶ
παρέρχεται, ὅσον ἡ ὁρμὴ τοῦ ἄγοντος φέρεται; Πῶς οὖν
δεκτέον τὰς τοιαύτας ψευδεστάτας ὑποθέσεις;
[1.20] Εἰ δὲ καὶ περὶ τῶν ἀντιπόδων ἐπεξεργαστικώτερον
θελήσειέ τις ζητῆσαι, ῥᾳδίως τοὺς γραώδεις μύθους αὐτῶν
ἀνακαλύψει. Πόδες γὰρ ἀνθρώπου ἑτέροις ποσὶν ἀνθρώπου
ἀντισυναπτόμενοι, ἀμφοτέρους δὲ στήσωσιν ἢ ἐν γῇ, ἢ ἐν
ὕδατι, ἢ ἐν ἀέρι, ἢ ἐν πυρί, ἢ ἐν οἱῳδηποτοῦν σώματι βούλον-
ται, πῶς εὑρεθήσονται ἀμφότεροι ὄρθιοι; Πῶς οὐχ ὁ μὲν
αὐτῶν κατὰ φύσιν ὄρθιος, ὁ δ' ἕτερος παρὰ φύσιν κατα-
κέφαλα εὑρεθήσεται; Ἀλόγιστά τε καὶ ξένα τῆς ἡμετέρας
φύσεως καὶ τάξεώς εἰσι τὰ τοιαῦτα. Πῶς δὲ πάλιν ὑετοῦ
γινομένου ἐπ' ἀμφοτέρους δυνατὸν λέγειν καταφέρεσθαι ἐπὶ
τοὺς δύο τὸν ὑετόν; Καὶ οὐχὶ τὸ μὲν καταφέρεσθαι, τὸ δὲ
ἀναφέρεσθαι, ἢ ἀντιφέρεσθαι, ἢ εἰσφέρεσθαι καὶ ἐκφέρεσθαι;
Τὸ γὰρ ἀντίποδας νοεῖν καὶ ἀντιβρέχειν ἐπ' αὐτοὺς ἀναγκάζει
νοεῖν· καὶ εὐλόγως ἐπεγγελάσεταί τις ταῖς καταγελάστοις
ταύταις ὑποθέσεσιν, ἀνάρμοστα καὶ ἄτακτα καὶ ἀφύσικα
φθεγγομέναις.
[1.21] Εἰ δέ τις κατανοήσειε καὶ τὸ ἄλλο αὐτῶν σόφισμα,
λέγω δὴ τὸ ἐμπνευματοῦσθαι τὴν γῆν καὶ τοὺς σεισμοὺς
γίνεσθαι, ἡνίκα τὸ πνεῦμα συγκλειόμενον τὴν γῆν δῆθεν
βιαίως σαλεύει, θαυμάσειε τὴν ἀπάτην καὶ τῶν ἰδίων λόγων
τὴν ἐναντιότητα. Εἰ γὰρ ἐξ ἴσου τοῦ παντὸς πνεύματος
[1.21.6] ὠθουμένη ἡ γῆ ἵσταται ἀσάλευτος καὶ ἀκλινής, ἐμπνευματου-
μένη μᾶλλον βαρεῖσθαι ὤφειλε κατὰ τὸ μέρος ἐκεῖνο καὶ
κλίνειν, ὥσπερ καὶ παραδείγματι χρῶνται τῷ κατὰ τὸν ἄνθρω-
πον. Ὁ γάρ τοι ἄνθρωπος οὐ μόνον ἐμπνευματούμενος σαλεύε-
ται καὶ τρέμει, ἀλλὰ καὶ φόβῳ ληφθεὶς τρέμει καὶ μέθῃ οἴνου
καὶ ψύχει πιεζόμενος καὶ αἵματι ὑπερζέων καὶ θυμούμενος
καὶ ἀπὸ γήρως καὶ ἀπὸ ἀδυναμίας· ἡνίκα δὲ καὶ ἐμπνευμα-
τούμενος σαλεύεται, καὶ πίπτει πολλάκις εἰς ἀρρωστίαν καὶ
τελευτᾷ. Πῶς οὖν καὶ ἡ γῆ, κατ' αὐτοὺς ἐμπνευματουμένη,
οὐ καταπίπτει καὶ ἀπόλλυσι τὸν ἴδιον τόπον;
[1.22] Πῶς δὲ
καὶ τὴν γῆν τῆς Αἰγύπτου κρείττονα σεισμῶν λέγουσιν εἶναι,
ὡς διὰ τὸ χαύνην εἶναι καὶ πνέειν, τοὺς αὔλακας ἐκείνους
ποιοῦσα τοὺς μεγάλους, πολλάκις σεισμῶν γεναμένων ἐν
Αἰγύπτῳ, ὥστε καὶ πόλεις πεσεῖν καὶ ἐδαφισθῆναι. Οὐ μόνον
δὲ τοῦτο, ἀλλὰ καὶ ἐπὶ τῶν καιρῶν τῶν Ἑλλήνων, ἡνίκα κατε-
κράτουν καὶ ἐβασίλευον, ἐπὶ Ἀλεξάνδρου καὶ Σελεύκου καὶ
Ἀντιόχου καὶ Πτολεμαίου, καὶ φιλοσόφους ἄνδρας ἐπήγοντο,
Ἀριστοτέλην τε καὶ τοὺς ὁμοίους, καὶ βουλῇ αὐτῶν ἐποίουν τὰ
πολλά, πῶς κτιζομένης Ἀντιοχείας ὑπὸ Σελεύκου καὶ Ἀντιό-
χου οὐκ ἐγένοντο δυνατοὶ εἰπεῖν περὶ τῆς γῆς τῶν αὐτόθι ὅτι
αὕτη οὐκ ἔστι κρείττων σεισμῶν, ἀλλὰ μᾶλλον καὶ φίλη;
Ὥσπερ οὖν καὶ ἑωράκαμεν πολλάκις αὐτὴν πεσοῦσαν ἀπὸ
σεισμῶν. Οὐ μόνον δὲ Ἀντιόχειαν, ἀλλὰ καὶ Κόρινθον ἔνθα
ὁ δῆμος τῶν φιλοσόφων ἐγειτνία.
[1.23] Εἰ δὲ καὶ τὴν ἑτέραν αὐτῶν δόξαν τις θεάσοιτο, ὥς
φασι τὸν ὑετὸν ἐκ τῆς ὑγρότητος τῆς ἀνιμωμένης ὑπὸ τῆς
θερμότητος ἀποτελεῖσθαι, καὶ παραδείγμασι πείθειν ἐπιχει-
ροῦσιν ὅτι ὥσπερ τὸ βαλανεῖον, φησίν, ἐκ τῆς θερμότητος
ἀνιμᾶται τὸ ὑγρὸν καὶ ἀποστάζει, καὶ ὥσπερ τὸ πῶμα τοῦ
χαλκείου ἐκ τῆς θερμότητος ἀνιμᾶται τὸ ὑγρὸν καὶ ἀποστάζει,
καὶ ὥσπερ ἡ σικύα καὶ διὰ τοῦ στυππείου καὶ πυρὸς ἀνιμᾶται
τὸ ὑγρόν, οὕτω καὶ τὸ ὑγρὸν ἀνιμώμενος ὁ ἥλιος ἐν καιρῷ
ἀποστάζει αὐτό-ὅθεν γίνεται ὁ ὑετός-, θαυμάσειε δ' ἄν τις
αὐτῶν τὴν τοσαύτην σοφίαν τὴν τῇ πιθανότητι ἀπατῶσαν
τοὺς πολλούς.
[1.24] Εἰ γὰρ τὸ βαλανεῖον τὴν θερμότητα οὐκ
ἄνωθεν, ἀλλὰ κάτωθεν ἔχει, πῶς ἀνιμᾶται, οὐχὶ δὲ μᾶλλον
ὠθεῖ; Ὁμοίως καὶ ἐπὶ τοῦ χαλκείου, οὐκ ἄνωθεν ἔχει τὴν
θερμότητα, ἀλλὰ κάτωθεν, καὶ ἀμφότερα ὑπὸ τῆς θερμότητος
ὠθοῦνται καὶ τῇ ἀνακλάσει, τὸ μὲν ἐκ τῆς στέγης ἀποστάζει,
τὸ δὲ ἐκ τοῦ πώματος. Ὁμοίως καὶ ἡ σικύα, εἰ μὴ δι' αὐτοῦ
τοῦ ὀργάνου βιαζομένου τὴν φύσιν καὶ ἕλκοντος, οὐκ ἂν
εἷλκεν ὑγρότητα, μυριάκις ἐπὶ μυρίοις πῦρ καὶ στυππεῖον
ἐμβαλών. Ἀλλὰ καὶ ξύλον ὑγρόν τινος ἐμβαλόντος πυρί,
τοσοῦτον ὠθεῖται ἡ ὑγρότης ἐκ τῆς θερμότητος, ὡς ἐκ τοῦ
ἑτέρου μέρους τοῦ ξύλου τὴν ὑγρότητα καὶ τὸν καπνὸν
ἐκβάλλεσθαι. Καὶ πῦρ τις ἀνάψας εἰς γῆν τὴν ὑγρότητα, τὴν
ἐν τοῖς ξύλοις, διὰ τοῦ καπνοῦ ἐκπεμπομένην ἐπὶ τὰ ἄνω
θεωρεῖ, οὐχὶ ἀπὸ τῶν ἄνω ἀνιμωμένην, ἀλλ' ὠθουμένην ἀπὸ
τῆς θερμότητος τοῦ πυρός.
[1.25] Οὐ μὴν ἀλλὰ καὶ πλύνων τις
ἱμάτιον καὶ ἁπλώσας ἐν τῇ γῇ, ἐπειδὰν ξηρανθῇ ἐκ τοῦ ἡλίου,
ἐπάρας τὸ ἱμάτιον τὴν ὑγρότητα ἐκπεμφθεῖσαν ὑπὸ τῆς
θερμότητος ἐν τῇ γῇ εὑρήσει τυπωθεῖσαν κατὰ τὸ σχῆμα τοῦ
ἱματίου. Ὁμοίως καὶ εἰς πινάκιόν τις ἐμβαλὼν θερμὸν ὄψον
δι' ἑκατέρου ἐκπεμπομένην τὴν ὑγρότητα θεωρήσει ἄνωθεν
καὶ κάτωθεν, ἐπειδὴ μέση τυγχάνει ἡ θερμότης· ἄνωθεν γὰρ
θεωρεῖ καπνὸν ἀνιόντα καὶ κάτωθεν ἱδροῦντα τὸν πίνακα καὶ
τὴν ὑγρότητα τυπουμένην κατὰ τὸν τύπον τοῦ δίφρου τοῦ
πίνακος· ὥστε οὐκ ἀνιμᾶται, κατὰ τοὺς σοφούς, ἀλλὰ μᾶλλον
ὠθεῖ ἡ θερμότης.
[1.26] Ἐπαπορούντων δὲ ἡμῶν πρὸς αὐτοὺς ὅτι· Διατί ἐν
Θηβαΐδι καυματουμένης τῆς χώρας οὐκ ἀνιμᾶται τὸ ὑγρὸν
καὶ γίνεται ὁ ὑετὸς ἐν τοῖς αὐτόθι; Ἀπολογούμενοι φάσκου-
σιν ὅτι ἡ μετρία καὶ οὐχ ἡ ἄγαν μᾶλλον θερμότης εἴωθεν
ἀνιμᾶσθαι. Πρὸς οὓς συντομώτατα ἐροῦμεν ὅτι· Καὶ πῶς
ἐνδοτέρω τῆς Θηβαΐδος εἰς τὴν Αἰθιοπίαν, ἔνθα πολὺ πλέον
θερμότης ὑπάρχει, πολλοὶ ὑετοὶ γίνονται;
[1.27] Πῶς δὲ δύνανται λέγειν τὸν ἥλιον ἀνιμᾶσθαι οἱ πολλοὶ
καὶ ἀκρότατοι σοφοί, ἐκ τῆς περιφορᾶς συντρίβεσθαι καὶ
θερμαίνειν διισχυριζόμενοι, καὶ οὐχὶ ἐνυπάρχειν αὐτῷ κατὰ
φύσιν τὸ θερμὸν ὑποτιθέμενοι; Οὐδὲ μὴν ἀλλὰ καὶ τὸν ἀέρα
ὑγρὸν καὶ θερμὸν λέγοντες εἶναι, τίς ἔτι χρεία σοφίζεσθαι τοὺς
σοφοὺς καὶ λέγειν ἑτέρωθεν ἀνιμᾶσθαι τὸ ὑγρόν, αὐτόθεν
ἄνωθεν ἔχοντες τὸ θερμὸν καὶ τὸ ὑγρόν;
[1.28] Εἰ δέ τις ἀπαιτήσειεν αὐτοὺς στοιχεῖον ἓν καθ' ἑαυτὸ
ἤγουν τὴν αὐτοῦ ποιότητα δεῖξαι, εὐθέως ἀποροῦντες τῷ ἑνὶ
στοιχείῳ δύο ποιότητας χαρίζονται καί φησιν· Ἡ γῆ, ξηρὸν
καὶ ψυχρόν, τὸ ὕδωρ, ψυχρὸν καὶ ὑγρόν, ὁ ἀήρ, ὑγρὸς καὶ
θερμός, τὸ πῦρ, θερμὸν καὶ ξηρόν, ὥστε ἀπορίᾳ πολιορκού-
μενοι ὀκτὼ ποιότητας λέγουσι τῶν τεσσάρων στοιχείων.
Ποτὲ δὲ τὰς ποιότητας πάσας ἐν ἑκάστῳ στοιχείῳ λέγουσιν
εἶναι. Πάλιν οὖν ἀντίκεινται τοῖς ἑαυτῶν λόγοις ἕκαστον τῶν
τεσσάρων στοιχείων τετραχῶς μὴ ὀνομάζοντες, ἀλλὰ διχῶς
μόνον.
[1.29] Θαυμάζω τοίνυν τοὺς βελτίστους τούτους ψυχρὸν
καὶ ὑγρὸν τὸ ὕδωρ παρέχοντας καὶ τὸν ἀέρα ὑγρὸν καὶ θερμόν.
Πόθεν λέγουσι τὸ ὕδωρ, τουτέστι τὸ ψυχρὸν καὶ ὑγρόν, πήγνυ-
σθαι καὶ κρυσταλλοῦσθαι ἐν καιρῷ χειμῶνος; Πόθεν ἐπέρ-
χεται ἡ ἄκρα ψυχρότης, ἵνα καὶ κρύσταλλον αὐτὸ ἀπεργά-
σηται; Καὶ εἰ μὲν ἐροῦσιν ὅτι ἡ ἀπόστασις τοῦ ἡλίου εἰς τὸ
κατὰ φύσιν αὐτὸ ἀποδείκνυσι, πῶς τὸν ἀέρα κατὰ φύσιν ὄντα
θερμὸν καὶ ὑγρὸν οὐκ ἀποδείκνυσιν, ἀλλὰ τοὐναντίον ψυχρό-
τατον; Πῶς δὲ αὐτὸ τὸ ψυχρόν, τουτέστι τὸ ὕδωρ, οὐ
πήγνυσι τὸν ἀέρα, τουτέστι τὸ ὑγρόν, ἀλλὰ τοὐναντίον ἐκεῖνο
τοῦτο πήγνυσι, καθὼς ὁρῶμεν; Πολλὰ μὲν οὖν ἔχων εἰπεῖν
περὶ τούτου καὶ περὶ ὧν πάλιν πλανώμενοι φέρουσι παρα-
δείγματα ἐπ' αὐτοῦ, χαλινοῦμαι τῇ ματαιότητι τῶν ὑπ' αὐτῶν
λεγομένων ἐντρεπόμενος, ἀρκετὰ ἡγησάμενος τὰ προλεχθέντα
περὶ τούτου, περὶ ἕτερον δὲ μᾶλλον ἐπειγόμενος τῶν σοφῶν
ἀσχολεῖσθαι σόφισμα, ὅπερ εὐθέως ἐρῶ.
[1.30] Τὸν οὐρανὸν σῶμα λέγοντες εἶναι περιέχειν λέγουσι
τὸν πάντα κόσμον, μηδὲν δὲ ἔξωθεν αὐτοῦ ὑπάρχειν διισχυ-
ριζόμενοι, ἀγγέλους καὶ δαίμονας καὶ ψυχάς, μέρος ὄντας
τοῦ κόσμου, ἀπεριγράφους πάλιν ὁρίζονται, μήτε περιέ-
χοντας τὸν οὐρανόν, μήτε περιεχομένους ὑπὸ τοῦ οὐρανοῦ,
οὐ συνιέντες τὸ λεγόμενον, ὅτι τὸ μήτε περιέχον μήτε
περιεχόμενον ἐν τοῖς οὖσιν ὅλως οὐ θεωρεῖται. Εἰ τοίνυν
ταῦθ' οὕτως ἔχει, εἰπάτωσαν περὶ τῆς ἰδίας αὐτῶν ψυχῆς
πότερον ἔστιν ἢ οὐκ ἔστι. Καὶ εἰ μέν· Οὐκ ἔστιν, ἐροῦσι
-λίαν ἀναιδές-καὶ ἀψύχους ἑαυτοὺς ὑποτίθενται. Εἰ δέ·
Ἔστι, πάλιν λεγέτωσαν· Ἐν αὐτοῖς ἐστιν, ἢ οὐκ ἔστιν ἐν
αὐτοῖς; Εἰ μὲν τὸ ὕστερον, πάλιν ἀναιδές τε καὶ μωρὸν οὐκ
ἔλαττον τοῦ προτέρου. Εἰ δὲ τὸ πρῶτον, πάλιν ἐρωτητέον
αὐτούς· Τοῦ σώματος περιγραφομένου ὑπὸ τοῦ οὐρανοῦ, πῶς
οὐ συμπεριγράφεται καὶ ἡ ψυχή;
[1.31] Εἰ δέ, καθά φασιν,
ἐλλάμπει τῷ σώματι μὴ συμπεριγραφομένη αὐτῷ, ζητητέον
ποῦ ὑπάρχουσα ἐλλάμπει τῷ σώματι· ἀδύνατον γὰρ κτιστὴν
αὐτὴν οὖσαν μὴ σὺν τοῖς κτίσμασιν ὑπάρχειν. Καὶ εἰ μὲν
ἔσωθέν που τοῦ οὐρανοῦ ἐροῦσι, πάλιν ὑπ' αὐτοῦ τοῦ σώματος
τοῦ οὐρανοῦ περιγράφεται ἡ σκιαγραφουμένη παρ' ὑμῖν
ἀπερίγραφος. Εἰ δὲ ἔξωθεν δώσουσι, πρῶτον μὲν ἑαυτοὺς
[1.31.8] κατέλυσαν, ἔπειτα· Ἐν μέρει τοῦ οὐρανοῦ ἐστιν ἢ ἐν ὅλῳ; Καὶ
εἰ μὲν ἐν μέρει, πάλιν περιγραπτή ἐστιν, ὡς ἐν μέρει βραχυ-
τάτῳ οὖσα· εἰ δὲ ὅλῳ, περιγράφει μὲν τὸν οὐρανόν, ὑπὸ
σχῆμα δὲ εὑρεθήσεται σφαιροειδὴς τυγχάνουσα, κατὰ τὰ
ἐντεῦθεν πέρατα συμπεριειληφυῖα τὴν σφαῖραν.
[1.32] Εἰ δὲ
πάλιν καὶ ἔσωθεν καὶ ἔξωθεν αὐτὴν εἴπωσι διήκουσαν διὰ
πάντων ὡς ἀπερίγραφον, μὴ λανθανέτωσαν ἑαυτοὺς πολυ-
θεΐαν εἰσάγοντας καὶ ἰσοθεΐαν φανταζομένους. Τοῦτο γὰρ τὸ
ἰδίωμα, εἰ μὴ τοῦ ἀκτίστου Θεοῦ τοῦ κτίσαντος καὶ δημιουρ-
γήσαντος τὰ πάντα, οὐκ ἔστι. Φάσκοντες οὖν εἶναι σοφοὶ
μωραίνουσι κατὰ τὸν μακάριον Παῦλον τὸν ἀπόστολον, ἐναλ-
λάξαντες τὴν δόξαν τοῦ ἀπεριγράφου Θεοῦ εἰς τὰς κτιστὰς
ἑαυτῶν ψυχάς, σφετεριζόμενοι τὴν δόξαν τὴν θείαν. Διὰ
τοῦτο μᾶλλον αὐτοὺς φευκτέον. «Τούτους γάρ, φησὶν ὁ
Ἀπόστολος, ἀποτρέπου, τοὺς ἔχοντας μὲν μόρφωσιν εὐσε-
βείας, τὴν δὲ δύναμιν αὐτῆς ἀρνουμένους.»
[2.t] ΛΟΓΟΣ Βʹ
 Ὑποθέσεις χριστιανικαὶ περὶ σχημάτων καὶ τοποθεσίας
παντὸς τοῦ κόσμου ἐκ τῆς θείας Γραφῆς τὰς ἀποδείξεις
ἔχουσαι.

[2.1] Ὅσην μὲν ἀναβολὴν ἐποιησάμην περὶ τὴν τῶν σχημάτων
τοῦ κόσμου συγγραφήν, πολλάκις καὶ ἑτέρων ἡμᾶς εἰς τοῦτο
προτρεψαμένων ἀνδρῶν θαυμασίων, αὐτὸς πάντων ἄμεινον
οἶσθα, ὦ τὰ πάντα φίλε θεόφιλέ τε καὶ χριστόφιλε καὶ πάντων
ἁγίων ἀνδρῶν φερώνυμε Πάμφιλε, ἐπιγείου μὲν Ἱερουσαλὴμ
πάροικος τυγχάνων, οὐρανίου δὲ σὺν πρωτοτόκοις πολίτης
ἀπογεγραμμένος. Ἄνωθεν μὲν ἐξ ἀκοῆς θερμοτάτῃ συνδεδε-
μένος φιλίᾳ, τῆς δὲ κατὰ πρόσωπον θέας νυνὶ ἀπολαύσας τῆς
σῆς, ὅτε τῇ τοῦ Θεοῦ βουλῇ ἐξ Ἱεροσολύμων πρὸς ἡμᾶς
ἐνταῦθα, τῇ μεγίστῃ Ἀλεξάνδρου πόλει, παρεγένου, ἐνοχλῶν
ἡμῖν περὶ τούτου οὐ διέλειπες, ἀσθενῶν ἡμῶν τυγχανόντων
τῷ σώματι, ταῖς τε ὄψεσι καὶ τῇ ξηρότητι τῆς γαστρὸς
πιεζομένων, καὶ συνεχῶς λοιπὸν ἐκ τούτου ἀσθενείαις συχναῖς
περιπιπτόντων, ἄλλως τε δὲ καὶ τῆς ἔξωθεν ἐγκυκλίου παι-
δείας λειπομένων καὶ ῥητορικῆς τέχνης ἀμοιρούντων καὶ
στωμυλίᾳ λόγων ἢ κομπῷ χαρακτῆρι συνθεῖναι λόγον οὐκ
εἰδότων, καὶ ταῖς τοῦ βίου πλοκαῖς ἀσχολουμένων.
[2.2] Αὐτὸς οὐδὲν ἧττον ἐνοχλῶν ἡμῖν οὐ διέλειπες, ὡς λόγον
ἡμᾶς ἔγγραφον ἐκθεῖναι περὶ τῆς σκηνῆς τῆς ἐν τῇ ἐρήμῳ
διὰ Μωϋσέως κατασκευασθείσης, ἣ τύπος ἦν καὶ ὑπογραφὴ
παντὸς τοῦ κόσμου, καθὰ καὶ παρόντι διὰ ζώσης φωνῆς
ἐξηγησάμην, οὐκ οἴκοθεν ὁρμηθείς, οὐδ' ἐξ ἐμαυτοῦ πλασά-
μενος ἢ στοχασάμενος, ἀλλ' ἐκ τῶν θείων Γραφῶν παιδευθείς,
καὶ διὰ ζώσης δὲ φωνῆς παραλαβὼν ὑπὸ τοῦ θειοτάτου
ἀνδρὸς καὶ μεγάλου διδασκάλου Πατρικίου, ὃς τάξιν ἀβρα-
μιαίαν πληρῶν ἐκ Χαλδαίων παραγεγονὼς ἅμα τῷ ἐν ἁγίοις
τότε μαθητῇ Θωμᾷ τῷ ἐξ Ἐδέσσης αὐτῷ πανταχοῦ ἀκολουθή-
σαντι, νυνὶ δὲ ἐν τῷ Βυζαντίῳ βουλήσει Θεοῦ τὸν βίον
μεταλλάξαντι, μετέδωκε θεοσεβείας καὶ γνώσεως ἀληθεστά-
της, ὃς καὶ αὐτὸς νυνὶ ἐκ θείας χάριτος ἐπὶ τοὺς ὑψηλοὺς καὶ
ἀρχιερατικοὺς θρόνους ἀνήχθη τῆς ὅλης Περσίδος, καθολικὸς
ἐπίσκοπος τῶν αὐτόθι κατασταθείς.
[2.3] Ἐμοῦ δὲ λίαν εἰς τοῦτο ἀποροῦντος, μάλιστα διὰ τοὺς
φιλεγκλήμονας, ὧν εὔπορος ἡ διαβολὴ καὶ πολλὰς ὕλας τοῦ
σκώπτειν ἔχουσα, ὄκνος οὐχ ὁ τυχών με κατεῖχεν. Αὐτὸς δὲ
πάλιν προὔτρεπες κατακρίμασι βαρῶν ἐπὶ τὸ συγγράφειν,
φάσκων τῷ βίῳ χρήσιμον εἶναι τὸ σύνταγμα πρὸς μάθησιν
καὶ κατανόησιν θείων δογμάτων καὶ ἀνατροπὴν ἑλληνικῶν
προλήψεων, καὶ ὅπως ἅπας ὁ σκοπὸς τῆς θείας Γραφῆς εἰς
τὴν μέλλουσαν κατάστασιν ἀφορᾷ, μάλιστα τοῦ Ἀποστόλου
λέγοντος· «Οἴδαμεν γάρ, φησίν, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία
τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἔχομεν ἐκ Θεοῦ ἀχειρο-
ποίητον, οἰκίαν αἰώνιον ἐν τοῖς οὐρανοῖς.»
[2.4] Ταῦτα καὶ
τὰ τοιαῦτα ὑμῶν φασκόντων, καὶ ταῖς τῆς σῆς θεοσεβείας
κελεύσεσι μὴ δυνάμενος ἀντειπεῖν καθῆκα ἐμαυτὸν εἰς τοῦτο,
τὰς σὰς εὐχὰς συλλαβέσθαι μοι θαρρῶν, τήν τε θείαν χάριν
ἡμῖν προσγενέσθαι δεόμενος ἐν ἀνοίξει τοῦ στόματος, ἧς ἄνευ
οὐδὲν δυνάμεθα κατορθῶσαι, ὅπως δυνηθείημεν ἄνευ κεκομ-
ψευμένου καὶ τεχνικοῦ λόγου, ἐν ἰδιωτικοῖς τε καὶ ἀπλάστοις
ῥήμασι, τὴν ἰδίαν ἰσχὺν τῆς χάριτος δεικνυούσης, διδάσκειν
τε τοὺς αὐτῆς τροφίμους καὶ δογμάτων θείων εἴδησιν καὶ
βίους ἀνδρῶν εὐαρέστων, καὶ σχήματα γενέσεως κόσμου
λέγειν ἀδιστάκτως, καὶ συγγράφειν προθύμως καὶ μεταδιδόναι
ἀφθόνως, ἅπερ καὶ ἡμεῖς παρὰ τοῦ Θεοῦ δωρεὰν ἐλάβομεν.
[2.5] Τελέσαντες τοίνυν, ὦ θεόφιλε, τὸν πρῶτον λόγον περὶ
τῶν πεπλασμένων χριστιανῶν, καὶ ἐλέγξαντες ὡς ἀδυνάτοις
ἐπιχειροῦσιν, ὅσον ἐνῆν, ὡς ἔγωγε οἶμαι, οὐ τὴν κοσμιότητα
τῶν λόγων ἀνατρέπειν ἐπιχειροῦντες-μὴ γένοιτο-, ἀλλὰ τὰ
πλάσματα καὶ τοὺς μύθους τῶν ἑλληνικῶν ὑποθέσεων ἀπωθού-
μενοι καὶ πέρας ἐπιτεθεικότες τῷ λόγῳ ἐφαπτόμεθα νυνὶ τῆς
ὑμετέρας κελεύσεως ὑποθέσεις χριστιανικὰς ἐν τούτῳ πρῶτον
τῷ δευτέρῳ λόγῳ διηγούμενοι περὶ σχημάτων καὶ τοποθεσίας
τοῦ κόσμου· εἶθ' οὕτως ἐν τῷ τρίτῳ, ὅτι βεβαία ἐστὶ καὶ
ἀξιόπιστος ἡ θεία Γραφή, Παλαιά τε καὶ Καινὴ Διαθήκη, αὐτὴ
καθ' ἑαυτήν, διηγουμένη καὶ ἀποφαινομένη καὶ τὸ χρήσιμον
τῶν σχημάτων· ἔτι τε πάλιν ἐν τῷ τετάρτῳ ἀνακεφαλαίωσιν
καὶ διαγραφὴν τῶν τοῦ κόσμου σχημάτων· ὁμοίως ἐν τῷ
πέμπτῳ διαγραφὴν τῆς σκηνῆς τῆς ἐν τῇ ἐρήμῳ κατασκευα-
σθείσης, καὶ τῶν προφητῶν καὶ ἀποστόλων τὴν συμφωνίαν.
Ἔστω τοίνυν αὕτη ἡ βίβλος Χριστιανικὴ Τοπογραφία
περιεκτικὴ παντὸς τοῦ κόσμου παρ' ἡμῶν ὠνομασμένη,
ἀποδείξεις ἔχουσα ἐκ τῆς θείας ὄντως Γραφῆς, περὶ ἧς
ἀμφισβητεῖν χριστιανοὺς οὐ δέον. Τῆς οὖν ἄνωθεν, ὡς
εἴρηται, ῥοπῆς συνεργούσης ἡμῖν διὰ τῶν ὑμετέρων προ-
σευχῶν, ἀρχόμεθα λέγειν τὰς ἡμετέρας ὑποθέσεις.
[2.6] Λέγει τοίνυν ὁ θεῖος κοσμογράφος Μωϋσῆς· «Ἐν ἀρχῇ
ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ὑποτιθέμεθα
τοίνυν οὐρανὸν ἅμα καὶ γῆν περιεκτικὰ τοῦ παντὸς ὑπάρχειν,
ὡς περιέχοντα τὸ πᾶν ἔνδον ἑαυτῶν. Ὅτι δὲ ταῦθ' οὕτως
ἔχει, αὐτὸς πάλιν βοᾷ· «Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς
τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς.» Ὁμοίως
πάλιν λέγει· «Καὶ συνετελέσθη ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς
ὁ κόσμος αὐτῶν.» Ἀνακεφαλαιούμενος δὲ πάλιν καὶ τὴν
βίβλον ὀνομάζων φησὶν οὕτως· «Αὕτη ἡ βίβλος γενέσεως
οὐρανοῦ καὶ γῆς», ὡσανεὶ περιεκτικῶν αὐτῶν ὄντων καὶ
συσσημαίνεσθαι ὀφειλόντων πάντων τῶν ἐν αὐτοῖς.
[2.7] Εἰ γὰρ κατὰ τοὺς πεπλασμένους χριστιανοὺς ὁ οὐρανὸς
μόνος περιέχει τὸ πᾶν, οὐκ ἂν ἔλεγε τὴν γῆν σὺν τῷ οὐρανῷ,
ἀλλ'· «Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ.» Ἀλλὰ μὴν τοῦτο
οὐ φαίνεται πεποιηκώς, οὔτε ἕτερός τις τῶν προφητῶν·
εὔδηλον ὡς ἀμφότερα οἶδε τοῦ παντὸς περιεκτικὰ τυγχάνειν,
καὶ πᾶς δὲ ὁ χορὸς τῶν δικαίων καὶ προφητῶν τὸν οὐρανὸν
ἀεὶ σὺν τῇ γῇ συσσημαίνουσι. Καὶ ἄκουσον ἑκάστου λέγοντος.
Μελχισεδὲκ πρῶτος εὐλογῶν τὸν Ἀβραάμ φησιν οὕτως·
«Εὐλογημένος Ἀβρὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν
οὐρανὸν καὶ τὴν γῆν.» Δεύτερος Ἀβραάμ φησιν· «Ἐκτενῶ
τὴν χεῖρά μου πρὸς Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν
καὶ τὴν γῆν.» Καὶ πάλιν· «Ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν
μηρόν μου καὶ ἐξορκίζω σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ
τὸν Θεὸν τῆς γῆς.» Καὶ πάλιν· «Κύριος ὁ Θεὸς τοῦ
οὐρανοῦ καὶ τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός
μου.»
[2.8] Ἔτι ὁ Δαυΐδ· «Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ
ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.» Καὶ πάλιν· «Πάντα
ὅσα ἠθέλησεν, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ.» Καὶ
πάλιν· «Σὺ κατ' ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας καὶ
ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί.» Ὁμοίως Ὠσηὲ
οὕτως φησίν· «Ἐγὼ Κύριος ὁ Θεός σου ὁ στερεῶν τὸν
οὐρανὸν καὶ κτίζων γῆν, οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν
στρατιὰν τοῦ οὐρανοῦ.» Ζαχαρίας· «Ἐκτείνων τὸν οὐρανὸν
καὶ θεμελιῶν τὴν γῆν καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν
αὐτῷ.»
[2.9] Ἡσαΐας οὕτως λέγει· «Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν
οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ
καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς
πατοῦσιν αὐτήν.» Καὶ πάλιν· «Ἐγὼ Κύριος συντελῶν πάντα,
ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν.» Καὶ
πάλιν· «Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς. Ἐγὼ τῇ
χειρί μου ἐστερέωσα τὸν οὐρανόν.» Καὶ πάλιν· «Οὕτως
λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανόν, οὗτος ὁ Θεὸς ὁ κατα-
δείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, οὗτος διώρισεν αὐτήν, οὐκ
εἰς κενὸν ἐποίησεν αὐτήν, ἀλλὰ κατοικεῖσθαι.» Καὶ πάλιν·
«Ἐγώ εἰμι πρῶτος καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου
ἐθεμελίωσε τὴν γῆν καὶ ἡ δεξιά μου ἐθεμελίωσε τὸν οὐρα-
νόν.» Καὶ πάλιν· «Ἐπελάθου Θεὸν τὸν ποιήσαντά σε τὸν
ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν.» Καὶ
πάλιν· «Οὕτως λέγει Κύριος, ὁ οὐρανός μοι θρόνος, ἡ δὲ
γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ
μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Οὐχὶ
ἡ χείρ μου ἐποίησε ταῦτα πάντα;» Καὶ πάλιν· «Θήσω
τοὺς λόγους μου εἰς τὸ στόμα σου καὶ ὑπὸ τὴν σκιὰν τῆς
χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν καὶ τὴν γῆν
ἐθεμελίωσα.» Καὶ πάλιν· «Ὁ κατέχων τὸν γύρον τῆς γῆς,
καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡσεὶ ἀκρίδες, ὁ στήσας ὡς καμάραν
τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν, ὁ διδοὺς
ἄρχοντας εἰς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν.»
[2.10] Ὁμοίως καὶ Ἱερεμίας λέγει οὕτως· «Οἳ τὸν οὐρανὸν
καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ τῆς γῆς καὶ
ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου. Κύριος ὁ ποιήσας τὴν γῆν ἐν
τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ
αὐτοῦ, καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν καὶ
πλῆθος ὕδατος ἐν οὐρανῷ, καὶ ἀνάγων νεφέλας ἐξ ἐσχάτου
τῆς γῆς ἀστραπὰς εἰς ὑετὸν ἐποίησε καὶ ἐξήγαγεν ἀνέμους ἐκ
θησαυρῶν αὐτῶν. Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως.»
Ὁμοίως καὶ Δανιὴλ οὕτως λέγει ἐκ προσώπου τῶν τριῶν
παίδων· «Εὐλογεῖτε, οὐρανοί, τὸν Κύριον· εὐλογείτω ἡ γῆ
τὸν Κύριον.»
[2.11] Ὁ δὲ Ἀπόστολος διδάσκων τοὺς ἐν Ἀθήναις δεισιδαί-
μονας Ἀρεοπαγίτας οὕτως ἐβόα· «Ὁ Θεὸς ποιήσας τὸν
κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς
ὑπάρχων Κύριος.» Καὶ πάλιν ἐν τῇ Λυκαονίᾳ ἐβόα τοῖς
πλανωμένοις καὶ θύειν αὐτοῖς βουλομένοις· «Καὶ ἡμεῖς
ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ
τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ Θεὸν ζῶντα, ὃς ἐποίησε
τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ
ἐν αὐτοῖς.» Ἀλλὰ καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις φησίν·
«Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς
γῆς.» Πάσης οὖν τῆς θείας Γραφῆς, Παλαιᾶς τε καὶ
Καινῆς Διαθήκης, σημαινούσης-καὶ οὕτως συνήθως
κατακεχρημένης-ὡς οὐρανοῦ καὶ γῆς ἔνδον ὑπάρχουσι
πάντα, πῶς οἷόν τε χριστιανὸν εἶναι τὸν τούτοις πᾶσιν
ἀπιστοῦντα καὶ ἔνδον λέγοντα τοῦ οὐρανοῦ μόνου πάντα;
[2.12] Περιεκτικῶν τοίνυν τοῦ παντὸς ὑπαρχόντων τοῦ τε
οὐρανοῦ καὶ τῆς γῆς, θεμελιοῦσθαι λέγομεν τὴν γῆν ἐπὶ τὴν
ἑαυτῆς ἀσφάλειαν παρὰ τοῦ δημιουργοῦ πάλιν κατὰ τὴν
θείαν Γραφὴν ἐπ' οὐδενὶ σώματι. Λέγει γὰρ ἐν τῷ Ἰώβ·
«Ὁ κρεμνῶν τὴν γῆν ἐπ' οὐδενός.» Καὶ πάλιν· «Ποῦ ἦς ἐν
τῷ θεμελιοῦν με τὴν γῆν; Ἀπάγγειλον δέ μοι, εἰ ἐπίστασαι
σύνεσιν. Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; Ἢ τίς ὁ ἐπαγαγὼν
σπαρτίον ἐπ' αὐτῆς; Ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασι;
Τίς δέ ἐστιν ὁ βαλὼν λίθον ἀκρογωνιαῖον ἐπ' αὐτήν;»
Ὁμοίως καὶ ὁ Δαυΐδ φησιν· «Ἐθεμελίωσε τὴν γῆν ἐπὶ τὴν
ἀσφάλειαν αὐτῆς.»
[2.13] Τῇ οὖν δυνάμει τοῦ τὰ πάντα
γενεσιουργήσαντος Θεοῦ λέγομεν αὐτὴν θεμελιοῦσθαι καὶ
περικρατεῖσθαι. «Φέρων τε τὰ πάντα», φησὶν ὁ Ἀπόστο-
λος, «τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ.» Εἰ γὰρ ἦν ὑποκάτω
αὐτῆς ἢ ἔξωθεν αὐτῆς οἱονδήποτε σῶμα, οὐχ ἵστατο, ἀλλὰ
κατέπιπτε, τοῦτο φυσικώτερον ἐν πᾶσι θεωρούμενον. Εἰ γὰρ
ἀέρα τις ὑπόθοιτο ἢ ὕδωρ ἢ πῦρ, πάντως ἐν τούτοις κατέ-
πιπτε βαρυτέρα τούτων ὑπάρχουσα. Ὡς βαρυτέραν τοίνυν τῶν
ὅλων σωμάτων, ὁ Θεὸς αὐτὴν θεμέλιον τοῦ παντὸς ἔθηκεν,
ἑδράσας τῇ ἰδίᾳ ἀσφαλείᾳ.
[2.14] Ὥσπερ γὰρ εἴ τις ὑπόθοιτο χῶρον ἕνα ἔχοντα βάθος
πηχῶν ἑκατόν, γέμει δὲ ὁ χῶρος ἐκεῖνος σώματος παχυτέρου
οἷον ὕδατος, κρατήσας δέ τις λίθον τῇ χειρὶ ἄνωθεν ἀπολύσει,
πόσῳ διαστήματι χρόνου τὸ βάθος καταλήψεται; Ἐρεῖ τις
πάλιν καθ' ὑπόθεσιν ὡρῶν τεσσάρων. Ἔτι δὲ λεπτοτέρου
σώματος ὑποθέμενος γέμειν τὸν χῶρον, οἷον ἀέρος, πόσῳ
πάλιν διαστήματι χρόνου τὸ βάθος καταλήψεται; Δῆλον ὅτι
βραχυτέρῳ, ὡσανεὶ ὡρῶν δύο. Πάλιν ἔτι λεπτοτέρου σώματος
ὑποθέμενος, μιᾶς ὥρας εὑρήσει, καὶ ἔτι πάλιν λεπτοτέρου
σώματος ὑποθέμενος, ἡμιωρίου. Καὶ ἔτι πάλιν λεπτοτάτου,
πάλιν βραχυτέρου εὑρήσει, μέχρι καὶ τοῦ σώματος λεπτυνο-
μένου καὶ εἰς ἀσώματον καταντήσαντος ἐξ ἀνάγκης καὶ ὁ
χρόνος εἰς ἄχρονον λήξει.
[2.15] Οὕτως καὶ ἐνταῦθα ἐν οὐδενὶ
σώματι παντελῶς, ἀλλ' ἀσωμάτῳ, ἀνάγκη ἀχρόνως κατα-
λαμβάνειν τὸ βαρὺ σῶμα τοῦ παντὸς χώρου τὸ βάθος καὶ
ἵστασθαι. Οὕτως οὖν ὁ Θεὸς φυσικῶς ἐπ' οὐδενί, κατὰ τὴν
Γραφήν, τὴν γῆν κρεμάσας καὶ ἑδράσας κατειληφυῖαν τὸ
βάθος τοῦ χώρου, ἐθεμελίωσεν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς· οὐ
κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
[2.16] Εἰ δὲ καὶ πάλιν ἐξ ἀναιδείας τις φιλονεικῶν ἔξωθεν
γῆς καὶ οὐρανοῦ τόπον ὑπόθοιτο ἐξ ἑτέρου ἀοράτου καὶ
πεπλασμένου σώματος, ἄπειρον μὲν καὶ ἐπ' ἄπειρον ἐπί τινος
κἀκεῖνο ἵσταται. Ὅμως σὺν Θεῷ καὶ εἰς τοῦτο ἀπαντῶμεν
φυσικώτερον, εἰ καὶ χάος τις ὑπόθοιτο τὸν χῶρον ἐκεῖνον,
ὅτι τοῦ μὲν οὐρανοῦ κούφου καὶ ἀνωφεροῦς ὑπάρχοντος, τῆς δὲ
γῆς βαρείας καὶ κατωφεροῦς, ἄκρα δὲ ἄκροις συνδεδεμένα, τοῦ
μὲν ἀνωφεροῦς, τῆς δὲ κατωφεροῦς, ἄλληλα ἀντιπερισπώ-
μενα, συμβαστάζουσι καὶ ἀκίνητα διαμένουσι.
[2.17] Θεμελιώσας τοίνυν ὁ Θεὸς τὴν γῆν ἐπὶ τὴν αὐτῆς
ἀσφάλειαν, ἐπιμήκη οὖσαν, τὸν οὐρανὸν κατ' ἄκρα τοῖς ἄκροις
τῆς γῆς συνέδησε· στήσας μὲν κάτωθεν τὰ ἄκρα τοῦ οὐρανοῦ
ἐκ τεσσάρων μερῶν, ἄνωθεν δὲ ὑψηλότατα πάνυ ἐπὶ τὸ
μῆκος τῆς γῆς καμαρώσας, εἰς δὲ πλάτος τῆς γῆς τὰ ἄκρα τοῦ
οὐρανοῦ ἀπὸ κάτωθεν ἕως ἄνω τειχίσας καὶ ἀποκλείσας τὸν
χῶρον, οἶκον, ὡς ἄν τις εἴποι, παμμεγέθη ὡς ἐν τάξει θόλου
καμαροειδοῦς ἐπιμήκους ἐποίησεν. «Ὁ στήσας» γὰρ «τὸν
οὐρανὸν ὡς καμάραν» φησὶν ὁ προφήτης Ἡσαΐας.
[2.18] Περὶ
δὲ τοῦ κεκολλῆσθαι τὸν οὐρανὸν τῇ γῇ ἐν τῷ Ἰὼβ γέγραπται
οὕτως· «Οὐρανὸν δὲ εἰς γῆν ἔκλινε, κέχυται δὲ ὥσπερ γῆ
κονία· κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθον κύβον.» Τὸ εἰς γῆν
[2.18.5] αὐτὸν κλῖναι καὶ τὸ κολλῆσαι αὐτὸν πῶς οὐ φανερῶς δηλοῖ
ὅτι ἄκρα ἄκροις τῇ γῇ συνδέδεται ἱστάμενος ὡς καμάρα; Τὸ
γὰρ κλῖναι αὐτὸν καὶ κολλῆσαι αὐτὸν τῇ γῇ ἐπὶ σφαίρας
οὐ δύναται νοεῖσθαι.
[2.19] Καὶ ὁ Μωϋσῆς δὲ διαγράφων ἐν τῇ σκηνῇ τὴν τράπεζαν,
τύπον ὑπάρχουσαν τῆς γῆς, τὸ μῆκος αὐτῆς δύο πήχεων
προσέταξε γενέσθαι, καὶ τὸ πλάτος πήχεως ἑνός. Οὕτως οὖν,
καθὼς εἶπεν Ἡσαΐας, τὸ σχῆμα τοῦ οὐρανοῦ τοῦ πρώτου, τοῦ
γεγονότος ἐν τῇ πρώτῃ ἡμέρᾳ, τοῦ σὺν τῇ γῇ γεγονότος, τοῦ
περιέχοντος τὸ πᾶν σὺν τῇ γῇ, τοῦ καμαροειδοῦς, καὶ ἡμεῖς
λέγομεν. Καὶ ὡς ἐν τῷ Ἰὼβ λέλεκται κεκολλῆσθαι τῇ γῇ τὸν
οὐρανόν, πάλιν οὕτως λέγομεν. Ἀλλὰ καὶ ἐκ τοῦ Μωϋσέως
μεμαθηκότες ὅτι ἐπὶ τὸ μῆκος πλέον ἡ γῆ ἐκτέταται, λέγομεν
πάλιν μεμαθηκότες πείθεσθαι τῇ θείᾳ ὄντως Γραφῇ.
[2.20] Εἶτα λοιπὸν ἐπειδὴ καὶ τὰ ὕδατα καὶ ἀγγέλους καί τινα
ἕτερα σὺν τῇ γῇ καὶ αὐτῷ τῷ πρώτῳ οὐρανῷ ὁ Θεὸς ἀθρόως
παρήγαγε, ποιεῖ ἐπ' ὄψεσιν αὐτῶν τῇ δευτέρᾳ ἡμέρᾳ, ὥσπερ
ἰδίοις κτίσμασι κεχρημένος-ἐκ τῶν ὑδάτων πήξας ὥσπερ ἐξ
ὕλης-, τὸν δεύτερον τοῦτον οὐρανὸν καὶ ὁρώμενον, καθ'
ὁμοιότητα τῷ εἴδει, οὐ τῷ σχήματι τοῦ πρώτου οὐρανοῦ, καὶ
μεσάζει τὸ ὕψος τὸ ἀπὸ τῆς γῆς ἕως τοῦ προτέρου οὐρανοῦ.
Κἀκεῖ ἁπλώσας ἐκτείνει δι' ὅλου τοῦ χώρου κατὰ τὸ εὖρος,
ὥσπερ ἐπὶ στέγης μέσης, καὶ συνδεσμεῖ τὸ στερέωμα τῷ
πρώτῳ οὐρανῷ, διελὼν καὶ μερίσας τὰ λοιπὰ ὕδατα, τὰ μὲν
ἐπάνω τοῦ στερεώματος, τὰ δὲ εἰς τὴν γῆν ἐάσας ὑποκάτω
τοῦ στερεώματος, καθὰ διηγεῖται ὁ θεῖος Μωϋσῆς, καὶ ποιεῖ
τὸν ἕνα χῶρον, ἤτοι οἶκον, δύο οἴκους, τουτέστιν ἀνάγαιον
καὶ κατάγαιον. Πάλιν γὰρ λέγει ἡ θεία Γραφὴ περὶ τοῦ
δευτέρου οὐρανοῦ οὕτως, παρὰ μὲν τῷ Μωϋσῇ· «Καὶ
ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν», παρὰ δὲ τῷ
θεσπεσίῳ Δαυΐδ· «Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν».
Ἐπάγει γάρ· «Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ»,
σαφῶς περὶ αὐτοῦ τοῦ στερεώματος ἐξειπών.
[2.21] Πολλάκις δὲ καὶ τοὺς δύο συμπεριλαμβάνουσα ἡ
Γραφὴ ὡς ἐφ' ἑνὸς ἑνικῶς ἐκφωνεῖ λέγουσα διὰ Ἡσαΐου·
«Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν καὶ διατείνας αὐτὸν
ὡς σκηνὴν κατοικεῖν», τὸ μὲν «ὡς καμάραν» ἐπὶ τοῦ
πρώτου οὐρανοῦ, τὸ δὲ «διατείνας ὡς σκηνὴν» περὶ τοῦ
στερεώματος εἰποῦσα, ὡς συνδεδεμένους καὶ ὁμοίους τῷ εἴδει
ἀμφοτέρους ἑνικῶς ἐκφωνήσασα. Ὁ δὲ Δαυῒδ οὕτως λέγει·
«Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν
αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα», δυϊκῶς μὲν ἀρξάμενος,
ἑνικῶς δὲ καταλήξας. Ἐπειδὴ γὰρ κατὰ τὸ τῆς ἑβραΐδος
γλώττης ἰδίωμα οὐρανοὶ καὶ οὐρανὸς ὁμοίως ἐκφωνεῖται,
συνδέδενται δὲ καὶ ἀμφότεροι ὡς εἷς καὶ ὅμοιοί εἰσι κατ' αὐτὸ
τὸ εἶδος καὶ τὴν πρόσοψιν, ἀδιαφόρως ἡ θεία Γραφὴ καὶ
πληθυντικῶς καὶ ἑνικῶς καλεῖ ἐπὶ τοῦ οὐρανοῦ.
[2.22] Τούτῳ
γὰρ τῷ ἰδιώματι κεχρημένος ὁ μακάριος Δαυῒδ βοᾷ· «Αἰνεῖτε
αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν», ἵνα εἴπῃ ἑνικώτερον «ὁ
οὐρανὸς τοῦ οὐρανοῦ», ἐπιφέρει γάρ· «Καὶ τὸ ὕδωρ τὸ
ὑπεράνω τῶν οὐρανῶν», σαφῶς καὶ ἐνταῦθα πληθυντικῶς
μὲν εἰπὼν «οὐρανῶν», περὶ δὲ τοῦ στερεώματος δηλώσας
τοῦ ἔχοντος ἐπάνω τὰ ὕδατα. Ἑπόμενος γὰρ τῷ ἰδιώματι,
ἀντὶ τοῦ εἰπεῖν «ὁ οὐρανὸς τοῦ οὐρανοῦ», εἶπεν «οἱ οὐρανοὶ
τῶν οὐρανῶν.» Αὐτὸς γὰρ πάλιν καὶ ἑτέρωθί φησιν· «Ὁ
οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς
τῶν ἀνθρώπων», «οὐρανὸν οὐρανοῦ» καλέσας τὸν πρῶτον
τὸν καμαροειδῆ, ὃς οὐρανός ἐστι τοῦ στερεώματος, ὡς ἀνώτε-
ρος καὶ ὑψηλότερος αὐτοῦ ὑπάρχων.
[2.23] Καὶ ὁ ἱεροφάντης
δὲ Μωϋσῆς ἐν τῷ Δευτερονομίῳ φησὶν οὕτως· «Ἰδοὺ Κυρίου
τοῦ Θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ καὶ
πάντα ὅσα ἐστὶν ἐν αὐτῇ.» Ἀλλὰ καὶ ὁ μέγας Ἀπόστολος
κέχρηται τούτῳ τῷ ἰδιώματι βοῶν· «Ἡμῶν δὲ τὸ πολί-
τευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχό-
μεθα», ἀρξάμενος μὲν πληθυντικῶς, ἐπὶ τὸ ἑνικὸν δὲ λήξας
«ἐξ οὗ» ἑνικῶς εἰπών. Πολλάκις δὲ καὶ ὁ Δαυῒδ κατακέχρη-
ται τῷ τοιούτῳ ἰδιώματι βοῶν· «Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν
οὐρανῶν», καὶ μετὰ τὸ εἰπεῖν ὅτι καὶ «Ἐκ τῆς γῆς αἰνεῖτε
αὐτόν», συντελῶν λέγει· «Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς
καὶ οὐρανοῦ», ἀλλὰ καί· «Τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν
συνέσει», καὶ ὅσα κατὰ τὸ μέρος τοῦτο διηγεῖται.
[2.24] Τὸ δὲ σχῆμα τῆς γῆς εἴπαμεν ἐπίμηκες ἀπὸ ἀνατολῶν
ἐπὶ δυσμάς, καὶ εὖρος ἀπὸ ἄρκτου ἐπὶ μεσημβρίαν· διαι-
ρεῖσθαι δὲ ταύτην εἰς δύο, μεσαζούσης κυκλόθεν τῆς θαλάσσης,
τοῦ λεγομένου παρὰ τοῖς ἔξω Ὠκεανοῦ, καὶ κυκλούσης
ταύτην τὴν γῆν, ἣν νῦν οἰκοῦμεν οἱ ἄνθρωποι, κἀκείνην, ἧς τὰ
ἄκρα τοῦ οὐρανοῦ τοῖς ἄκροις αὐτῆς συνδέδενται, ἣ καὶ κυκλοῖ
τὸν Ὠκεανόν, ἥν ποτε ᾠκοῦμεν οἱ ἄνθρωποι κατὰ ἀνατολάς,
πρὶν γενέσθαι ἐπὶ Νῶε τὸν κατακλυσμόν, ἔνθα καὶ ὁ παρά-
δεισός ἐστι.
[2.25] Περάσαντες ἐπὶ τοῦ κατακλυσμοῦ εἰς ταύτην τὴν γῆν
διὰ τῆς κιβωτοῦ παραδόξως τὸν Ὠκεανὸν ἐπὶ τὰ μέρη τῆς
Περσίδος, ἔνθα καὶ ἐκάθισεν ἡ κιβωτὸς εἰς τὰ ὄρη Ἀραρὰτ
διασώσασα τόν τε Νῶε καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ σὺν ταῖς
γυναιξὶν αὐτῶν, ὡς εἶναι ζυγὰς τέσσαρας, καὶ τὰ ἄλογα
πάντα, τὰ μὲν καθαρὰ ἀπὸ ζυγῶν τριῶν, τὰ δὲ θηριώδη ἀπὸ
ἑνὸς ζευγαρίου, ἐπειδὴ τὸ περισσὸν ἓν ἀπὸ πάντων τῶν
καθαρῶν θυσίαν τῷ Θεῷ ἀνενέγκας φαίνεται ὁ Νῶε· ὥστε οἱ
μὲν ἄνθρωποι ζυγαὶ τέσσαρες ἦσαν, τὰ δὲ καθαρὰ ἄλογα ἀπὸ
ζυγῶν τριῶν καὶ τὰ ἄγρια ἀπὸ ἑνὸς ζευγαρίου.
[2.26] Καὶ περάσασα εἰς τὴν γῆν ταύτην, εἰς ἣν νῦν ἐκ τότε
οἰκοῦμεν, διαμεμερισμένοι τὴν γῆν υἱοὶ τοῦ Νῶε οἱ τρεῖς, ὅ τε
Σὴμ καὶ οἱ ἐκ τούτου ἀπὸ Ἀσίας ἕως ἔσω ἀνατολῶν τοῦ Ὠκεα-
νοῦ, καὶ ὁ Χὰμ καὶ οἱ ἐκ τούτου ἀπὸ τῆς δύσεως τῶν λεγομέ-
νων Γαδείρων ἕως τοῦ Ὠκεανοῦ τῆς Αἰθιοπίας τῆς καλουμένης
Βαρβαρίας, πέραν τι πέρα τοῦ Ἀραβίου κόλπου, παρατεί-
νοντες ἕως τῆς ἡμετέρας θαλάσσης, Παλαιστίνης λέγω καὶ
Φοινίκης, πάντα τὰ νότια μέρη, καὶ πᾶσαν τὴν Ἀραβίαν, τὴν
καθ' ἡμᾶς καὶ τὴν καλουμένην Εὐδαίμονα, καὶ ὁ Ἰάφετ καὶ οἱ
ἐκ τούτου ἀπὸ τῶν βορειοτέρων μερῶν, τῶν Μηδικῶν λέγω
καὶ Σκυθῶν, μέχρι τοῦ Ὠκεανοῦ κατὰ τὴν δύσιν, ἕως ἔξω
Γαδείρων, καθὰ καὶ ἐν τῇ Γενέσει γέγραπται παρὰ τοῦ
θεσπεσίου Μωϋσέως περὶ τῶν τριῶν τούτων ἐν τῷ διαμε-
ρισμῷ τῆς γῆς οὕτως· «Υἱοὶ Ἰάφετ, Γάμερ καὶ Μαγὼγ καὶ
Μαδαῒ καὶ Ὑωουὰν καὶ Ἐλισά», ἵνα εἴπῃ τὰ ὑπερβόρεια
ἔθνη τῶν Σκυθῶν καὶ Μήδων, εἶθ' οὕτως Ἴωνας καὶ Ἑλλα-
δικούς, ὁμοίως καὶ «Θοβὲλ καὶ Μωσὼχ καὶ Θήρας», ἵνα
τὰ πλησίον αὐτῶν δηλώσῃ.
[2.27] «Θήρας» γὰρ τοὺς Θρᾷκας
καλεῖ καὶ ἐκ τούτων λέγει ἀφωρίσθαι εἰς τὰς νήσους τῶν
ἐθνῶν καὶ τὰ παραθαλάσσια· τοῦτο γὰρ δηλοῖ «Θαρσεῖς».
«Κητίους» δὲ τοὺς τῆς Κύπρου καλεῖ καὶ «Ῥοδίους» τοὺς
τῆς Ῥόδου. «Υἱοὶ δὲ Χάμ, Χοὺς καὶ Μεσραείμ», ἵνα εἴπῃ
Αἰθίοπας καὶ Αἰγυπτίους· λοιπὸν «Φοὺθ καὶ Χαναάν», ἵνα
εἴπῃ Λίβυας καὶ τὰ πλησίον ἔθνη· «υἱοὶ δὲ Χούς, Σαβὰ καὶ
Εὐηλᾶ», ἵνα εἴπῃ Ὁμηρίτας καὶ τοὺς πλησίον, ὁμοίως καὶ τὰ
καθεξῆς ὅλα τὰ εἰς τὰ νότια μέρη ὄντα ἔθνη. Καὶ τοὺς Χανα-
ναίους ἐκ τοῦ Μεσραεὶμ λέγει εἶναι, τουτέστι τοὺς Αἰγυπτίους
[2.27.11] καὶ τοὺς Σιδονίους καὶ πάντα τὰ ἔθνη τὰ πλησίον. «Υἱοὶ δὲ
Σήμ, Ἐλὰμ καὶ Ἀσούρ», τουτέστιν Ἐλαμίτας καὶ Ἀσσυ-
ρίους καὶ τὰ λοιπὰ ἔθνη καὶ ὅσα ἐξ αὐτῶν ἐπεκτάθησαν
ἕως Ἀσίας καὶ ἐπὶ ἀνατολήν, Περσῶν, Οὔννων, Βάκτρων,
Ἰνδῶν ἕως τοῦ Ὠκεανοῦ.
[2.28] Ἔνθεν οὖν λαβόντες καὶ οἱ ἔξωθεν εἰς τρία μέρη διαι-
ροῦσι πᾶσαν τὴν γῆν, Ἀσίαν καὶ Λιβύην καὶ Εὐρώπην,
Ἀσίαν μὲν τὴν ἀνατολὴν καλοῦντες, Λιβύην δὲ τὸν νότον
ἕως τῆς δύσεως, Εὐρώπην δὲ τὸν βορρᾶν, ἕως πάλιν τῆς
δύσεως ὅλης.
[2.29] Εἰσὶ δὲ ἐν ταύτῃ τῇ γῇ εἰσβάλλοντες ἐκ τοῦ Ὠκεανοῦ,
καθὼς καὶ οἱ ἔξωθεν ἐν τούτῳ ἱστοροῦντες ἀληθεύουσι, κόλποι
τέσσαρες, οὗτος ὁ παρ' ἡμῖν ὁ κατὰ τὴν Ῥωμανίαν ἀπὸ τῶν
Γαδείρων, κατὰ τὸ δυτικὸν μέρος τῆς γῆς εἰσβάλλων, καὶ
ὁ Ἀράβιος ὁ καλούμενος Ἐρυθραῖος καὶ ὁ Περσικός, εἰσβάλ-
λοντες ἀμφότεροι ἐκ τοῦ λεγομένου Ζιγγίου, ἐπὶ τὸ νότιον καὶ
ἀνατολικώτερον μέρος τῆς γῆς ἀπὸ τῆς λεγομένης Βαρβαρίας,
ἔνθα καὶ ἡ γῆ τῆς Αἰθιοπίας τέλος ἔχει. Ἴσασι δὲ τὸ λεγόμε-
νον Ζίγγιον οἱ τὴν Ἰνδικὴν θάλατταν διαπερῶντες, περαιτέρω
τυγχάνον τῆς λιβανωτοφόρου γῆς τῆς καλουμένης Βαρβαρίας,
ἣν καὶ κυκλοῖ ὁ Ὠκεανὸς εἰσβάλλων ἐκεῖθεν εἰς ἀμφοτέρους
τοὺς κόλπους. Καὶ ὁ τέταρτος ἐκ τοῦ βορείου μέρους τῆς γῆς
εἰσβάλλων ἀνατολικώτερος, ὁ καλούμενος Κασπία θάλασσα,
ἤτοι Ὑρκανία. Οὗτοι γὰρ μόνοι οἱ κόλποι πλέονται, ἀδυνάτου
ὑπάρχοντος τοῦ Ὠκεανοῦ πλέεσθαι διὰ τὸ πλῆθος τῶν
ῥευμάτων καὶ τῶν ἀναδιδομένων ἀτμῶν καὶ ἀμβλυνόντων τὰς
ἀκτῖνας τοῦ ἡλίου, καὶ τὸ πολλὰ διαστήματα ἔχειν. Ταῦτα δὲ
παραλαβὼν ἐκ τοῦ θείου, ὡς εἴρηται, ἀνδρός, ἤτοι καὶ αὐτῆς
τῆς πείρας, ἐσήμανα· ἐμπορίας γὰρ χάριν ἔπλευσα τοὺς τρεῖς
κόλπους, τόν τε κατὰ τὴν Ῥωμανίαν καὶ τὸν Ἀράβιον καὶ τὸν
Περσικόν, καὶ ἀπὸ τῶν οἰκούντων δὲ ἢ καὶ πλεόντων τοὺς
κόλπους ἀκριβῶς μεμαθηκώς.
[2.30] Ἐν οἷς ποτε πλεύσαντες ἐπὶ τὴν ἐσωτέραν Ἰνδίαν καὶ
ὑπερβάντες μικρῷ πρὸς τὴν Βαρβαρίαν, ἔνθα περαιτέρω τὸ
Ζίγγιον τυγχάνει-οὕτω γὰρ καλοῦσι τὸ στόμα τοῦ Ὠκεα-
νοῦ-, ἐκεῖ ἐθεωροῦμεν εἰς τὰ δεξιὰ εἰσερχομένων ἡμῶν πλῆ-
θος πετεινῶν πετομένων, ἃ καλοῦσι σοῦσφα· εἰσὶ δὲ ὡς διπλοῖ
ἰκτῖνες, καὶ μείζους μικρόν· καὶ δυσαερίαν πολλὴν ἐν τῷ τόπῳ,
ὡς καὶ δειλιᾶν πάντας. Ἔλεγον γὰρ πάντες οἱ ἐν τῷ πλοίῳ
ἐμπείρως ἔχοντες, ναῦταί τε καὶ ἐπιβάται, ὅτι ἐγγύς ἐσμεν
τοῦ Ὠκεανοῦ, καὶ ἔλεγον τῷ κυβερνήτῃ· Ἄπωσαι τὴν ναῦν
ἐπὶ τὰ ἀριστερὰ εἰς τὸν κόλπον, μὴ ἐκσύρωμεν τοῖς ῥεύμασι
καὶ ἐμπέσωμεν εἰς τὸν Ὠκεανὸν καὶ ἀπολώμεθα. Ὁ γὰρ
Ὠκεανὸς εἰς τὸν κόλπον εἰσβάλλων κῦμα μέγα καὶ ἐξαίσιον
ἐποίει, ἐκ τοῦ δὲ κόλπου ῥεύματα εἷλκον ἐπὶ τὸν Ὠκεανόν, καὶ
ἦν φρικτὸν ἡμῖν πάνυ τὸ θέαμα καὶ δειλία πολλὴ κατεῖχεν
ἡμᾶς. Ἐκ τῶν δὲ πετεινῶν ἐκείνων τῶν καλουμένων σοῦσφα
ἠκολούθουν ἡμῖν ἐπὶ πολὺ πετόμενα κατὰ τὸ ὕψος, ἅτινα
ἐσήμαινον ἐγγὺς εἶναι τὸν Ὠκεανόν.
[2.31] Τῆς δὲ γῆς ταύτης, ἧς οἰκοῦμεν, τὰ μὲν βόρεια μέρη
καὶ δυτικὰ ὑψηλότατα πάνυ εἰσί, τὰ δὲ ἀνατολικὰ καὶ νότια
χθαμαλὰ κατὰ ἀναλογίαν. Ὅσον πλάτος ἔχει ἡ γῆ ἀνεπαισθή-
τως χθαμαλῶς κειμένη, τοσοῦτον εὑρίσκεται ἔχουσα ὕψος εἰς
τὰ βόρεια καὶ δυτικά, περαιτέρω τὸν Ὠκεανὸν ἔχουσα εἰς
βάθος κείμενον, τὰ δὲ ἀνατολικὰ καὶ νότια μέρη περαιτέρω
τὸν Ὠκεανὸν ἔχουσα οὐκ εἰς βάθος, ἀλλ' ἴσον. Καὶ ἐξ αὐτῶν
δὲ τῶν πραγμάτων ἔνεστιν ἰδεῖν ὅτι οἱ πλέοντες τὰ βόρεια καὶ
δυτικὰ μέρη «ἀναβολεῖς» καλοῦνται, ὡς ἄνω που ἀνερχό-
μενοι καὶ βραδυπλοοῦντες ἐν τῷ ἀνέρχεσθαι, ἐν δὲ τῷ
ὑποστρέφειν, ὡς ἐξ ὕψους ἐπὶ τὰ κάτω ἐρχόμενοι, ταχυ-
πλοοῦντες καὶ δι' ὀλίγων ἡμερῶν τὸν πλοῦν ἀνύοντες.
[2.32] Καὶ οἱ δύο δὲ ποταμοί, Τίγρης καὶ Εὐφράτης, ἀπὸ
τῶν βορείων, τουτέστι Περσαρμενίας, ἐπὶ τὰ νότια κατερχό-
μενοι πολλὰ πάνυ ῥεύματα ἔχουσι, πλείω πολὺ τοῦ παρ'
ἡμῖν Νείλου ποταμοῦ, τουτέστι τοῦ Γηῶν. Ὁ γὰρ Νεῖλος
οὗτος ποταμὸς ἀπὸ τῶν χθαμαλῶν καὶ νοτίων τόπων ἐπὶ τὰ
ὑψηλότερα καὶ βόρεια μέρη ὠθούμενος καὶ ἄνω που τρέχων
ὁμαλώτερα πάνυ ῥεύματα ἔχει.
[2.33] Τὰ δὲ ἀνατολικὰ καὶ νότια μέρη, ὡς χθαμαλὰ καὶ ἐκ
τοῦ ἡλίου περιθαλπόμενα, θερμότερα τυγχάνει, ὅθεν καὶ τὰ
σώματα τῶν οἰκούντων τοὺς τόπους μελανώτερα τυγχάνει. Τὰ
δὲ βόρεια καὶ δυτικά, ὡς ὑψηλότερα καὶ μακρὰν τοῦ ἡλίου
τυγχάνοντα, ψυχρότερα τυγχάνει, ὅθεν καὶ τὰ σώματα τῶν
οἰκούντων λευκότερα τυγχάνει, ἑαυτοὺς περιθάλποντες διὰ τὸ
κρύος. Οὔτε δὲ πᾶσα ἡ γῆ αὕτη οἰκεῖται· τὰ ὑπερβόρεια γὰρ
μέρη εἰς ἄκρον ψυχόμενα ἀοίκητα διαμένει, καὶ τὰ ὑπερνότια
ἐκ τῆς ἄγαν θέρμης ἀοίκητα διαμένει· οὕτως γὰρ λέγει ὁ
Δαυΐδ· «Ὅτι οὔτε ἐξ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ
ἐρήμων ὀρέων», ἐξόδους καλῶν τὴν ἀνατολήν, δυσμὰς δὲ
τὰς δυσμάς, ἐρήμους τὰ λοιπὰ δύο κλίματα, ὡσανεὶ τὰ
ὑπερβόρεια καὶ τὰ ὑπερνότια. Ταῦτα δὲ καὶ οἱ ἔξωθεν
ἱστοροῦντες ἀληθεύουσιν.
[2.34] Τούτων οὖν οὕτως ἐχόντων, ἐροῦμεν, λαμβάνοντες μὲν
κατὰ τὴν θείαν Γραφήν, ἐξ ἀνατολῶν τὸν ἥλιον πορευόμενον
διὰ τοῦ ἀέρος τὰ νότια μέρη, ὑψούμενον καὶ φαίνοντα ἐπὶ τὸν
βορρᾶν πάσῃ τῇ οἰκουμένῃ. Τὸ δὲ ὕψος τῆς γῆς τὸ βόρειον καὶ
δυτικὸν μεσολαβοῦν, ποιεῖ νύκτα περαιτέρω τῆς γῆς ταύτης,
κατὰ τὸν Ὠκεανὸν καὶ τὴν γῆν τὴν πέραν τοῦ Ὠκεανοῦ κατ'
αὐτὰ τὰ μέρη· εἶτα λοιπὸν περὶ δυσμὰς γινόμενος ὁ ἥλιος ὑπὸ
τὸ ὕψος τῆς γῆς καὶ διατρέχων ἐπάνω τοῦ Ὠκεανοῦ διὰ τῶν
βορείων μερῶν, ποιεῖ ἐνταῦθα νύκτα, ἄχρι κυκλῶν ἔλθῃ πάλιν
εἰς ἀνατολὰς καὶ ὑψούμενος πάλιν κατὰ τὸ νότιον μέρος
καταλάμψει ταύτην τὴν οἰκουμένην, καθὰ καὶ ἡ θεία Γραφὴ
λέγει διὰ τοῦ σοφοῦ Σολομῶντος· «Ἀνατέλλει ὁ ἥλιος καὶ
δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει· ἀνατέλλων αὐτὸς
ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ
κυκλῶν, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα.» Τὸ
«πνεῦμα» ἐνταῦθα τὸν ἀέρα καλεῖ, ὅτι ἐν τῷ ἀέρι κυκλῶν,
φησίν, ἀπὸ ἀνατολῶν ἐπὶ νότον καὶ ἀπὸ νότου εἰς δυσμὰς καὶ
ἀπὸ δυσμῶν ἐπὶ βορρᾶν καὶ ἀπὸ βορρᾶ πάλιν ἐπὶ ἀνατολάς,
νύκτας καὶ ἡμέρας ἀπεργάζεται καὶ τὰς τροπάς. Τῷ γὰρ
«κυκλοῖ κυκλῶν, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει» μετὰ
τοῦ δρόμου καὶ τὰς τροπὰς ἐσήμανε, πληθυντικῶς αὐτὰ
ἐξειπών· οὐ γὰρ τὸ πνεῦμα «κυκλοῦν» λέγει, ἀλλὰ τὸν ἥλιον
διὰ τοῦ πνεύματος, τουτέστι τοῦ ἀέρος.
[2.35] Ἀλλὰ καὶ ὁ μακάριος Μωϋσῆς κελευσθεὶς ποιῆσαι τὴν
σκηνὴν ἐν τῷ ὄρει τῷ Σιναίῳ κατὰ τὸν τύπον, ὃν ἑωράκει,
θεόθεν τὴν ἐξωτέραν σκηνὴν τύπον τούτου τοῦ ὁρωμένου
κόσμου γενέσθαι ἔφησεν. Ἑρμηνεύων ὁ θεῖος Ἀπόστολος ἐν
τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ καὶ τὴν ἐσωτέραν τοῦ κατα-
πετάσματος σκηνὴν τύπον τῶν οὐρανίων, τουτέστι τῆς βασι-
λείας τῶν οὐρανῶν, ὡσανεὶ τῆς μελλούσης καταστάσεως, τὸ
καταπέτασμα ἀντὶ τοῦ στερεώματος λαβών, ὃ καὶ μεσάζει τὴν
σκηνὴν εἰς δύο σκηνάς, ὥσπερ καὶ τῷ οὐρανῷ καὶ τῇ γῇ
μεσολαβοῦν τὸ στερέωμα ἐποίησε δύο κόσμους, τοῦτον καὶ
τὸν μέλλοντα, ἐν ᾧ μέλλοντι κόσμῳ εἰσῆλθε πρῶτος πρό-
δρομος ὑπὲρ ἡμῶν Χριστὸς ἐγκαινίσας ἡμῖν ὁδὸν πρόσφα-
τον καὶ ζῶσαν.
[2.36] Εἰς δὲ τὴν πρώτην σκηνὴν διαγράφει ἐν μὲν τῷ
νότῳ τὴν λυχνίαν ἑπτὰ λύχνους ἔχουσαν κατὰ τὸν ἀρι-
θμὸν τῆς ἑβδομάδος, τύπον ὑπάρχουσαν τῶν φωστήρων,
[2.36.4] φαίνοντας κατὰ τὴν τράπεζαν τὴν κειμένην ἐν τῷ βορρᾷ,
τουτέστι τῆς γῆς, ἐν ᾗ κελεύει δώδεκα ἄρτους προθέσεως
ἐφημερινοὺς τίθεσθαι κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα μηνῶν,
εἰς ἑκάστην γωνίαν τῆς τραπέζης τρεῖς ἄρτους, ὃ γίνεται
τροπαὶ τέσσαρες ἀπὸ μηνῶν τριῶν. Προστάττει δὲ καὶ πέριξ
τῆς τραπέζης κυμάτιον στρεπτὸν κύκλῳ, ὡσανεὶ πλῆθος
ὑδάτων, τουτέστι τὸν Ὠκεανόν, καὶ πάλιν κύκλῳ τοῦ κυμα-
τίου στεφάνην παλαιστοῦ κύκλῳ, τουτέστι τὴν πέραν καὶ
κύκλῳ τοῦ Ὠκεανοῦ γῆν, ἔνθα κατὰ ἀνατολὰς κεῖται καὶ ὁ
παράδεισος, ἔνθα καὶ τὰ ἄκρα τοῦ οὐρανοῦ τοῖς ἄκροις
συνδέδενται τῆς γῆς.
[2.37] Οὐ μόνον δὲ ἐκ ταύτης τῆς διαγραφῆς διδασκόμεθα
περὶ τῶν φωστήρων καὶ τῶν ἄστρων ὅτι τὸν νότον διατρέχου-
σιν οἱ πλείους ἀνατέλλοντες, ἀλλ' ἐν ταὐτῷ καὶ περὶ τῆς γῆς
διδάσκει ὅτι ἔξωθεν ἑαυτῆς τὸν Ὠκεανὸν ἔχει κυκλοῦντα, καὶ
πάλιν ὅτι πέραν τοῦ Ὠκεανοῦ γῆ ὑπάρχει κυκλοῦσα τὸν
Ὠκεανόν. Ἀλλὰ καὶ ἐκ τῆς προρρήσεως τοῦ πατρὸς Νῶε,
Λάμεχ, διδασκόμεθα περὶ τούτου, ὡς ὅτι Νῶε διὰ τῆς
κοσμοφόρου κιβωτοῦ μέλλει ἀγαγεῖν τοὺς ἀνθρώπους καὶ τὰ
ἄλογα εἰς τὴν γῆν ταύτην, φάσκοντος ὧδέ που· «Οὗτος
διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν
τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο
Κύριος ὁ Θεός.» Διὰ τοῦτο καὶ Νῶε αὐτὸν ὠνόμασε,
τουτέστι ἀνάπαυσις.
[2.38] Ἡμαρτηκότος γὰρ τοῦ πρώτου ἀνθρώπου καὶ ἐκβλη-
θέντος ὑπὸ τοῦ Θεοῦ ἐκ τοῦ παραδείσου εἰς γῆν ἀκανθώδη καὶ
σαπράν, πάνυ ἤχθοντο παιδευόμεναι αἱ δέκα γενεαὶ ἐκεῖναι,
μὴ κελευσθεῖσαι κατὰ τὸ Γράμμα τὸ ἱερὸν ἔτι ἀπὸ ξύλου
καρπίμου φαγεῖν διὰ τὸ ἐν βρώσει ξύλου παραβῆναι τὸν
ἄνθρωπον. Καὶ πάνυ ξηρὰ ὑπῆρχεν ἡ δίαιτα τῶν δέκα γενεῶν
ἐκείνων ἀπὸ Ἀδὰμ μέχρι Νῶε, μήτε ἔλαιον ἐσθιόντων, μήτε
οἴνου ἀπογευομένων, μήτε δὲ κρεῶν, μόνον δὲ ἀπὸ σπερμάτων
κελευσθέντων ἐσθίειν, καὶ τοῦτο τῆς γῆς ἐκείνης μὴ πάνυ
καρποφορούσης, ἀλλὰ μοχθούντων διαπαντός· οὕτω γὰρ λέγει
ἡ Γραφή· «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἐν
λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας
καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ·
ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου.»
[2.38.? Παραγραφή
[2.39] Φανερόν ἐστι περὶ τοῦ οἴνου ὅτι μετὰ τὸν κατακλυσμόν,
ὡς γέγραπται, ἐπιμελησάμενος τῆς ἀμπέλου καὶ θλίψας ἐκ
τοῦ καρποῦ καὶ πιὼν περισσὸν ἐκ τοῦ γλεύκους, μήπω πεῖραν
ἔχων τῶν τοιούτων, ἐμεθύσθη. Ἔτι φανερώτερον καὶ περὶ
τῶν κρεῶν, ὅτι διδάσκει αὐτὸν ὁ Θεὸς λέγων· «Ἰδοὺ δέδωκα
ὑμῖν πάντα ὡς λάχανα χόρτου ἔδεσθαι· πλὴν κρέας ἐν
αἵματι μὴ φάγεσθε ἀπ' αὐτοῦ», ἵνα εἴπῃ· Πρώην μὲν
ἐκώλυσα ἀπὸ τῶν πολλῶν ὑμᾶς φαγεῖν, νυνὶ δὲ κελεύω ἀπὸ
πάντων ὑμᾶς ἐσθίειν καὶ κρεοφαγεῖν. Θῦσον οὖν καὶ ἔκχεε
τὸ αἷμα, καὶ οὕτως ὡς λάχανα τὸ κρέας φάγεσθε. Περὶ δὲ
τοῦ ἐλαίου, ὅτι καὶ αὐτὸ ἀπὸ ξύλου ἐστίν, ἐξ οὗ οὐκ ἔλαβον
ἐξουσίαν πρὸ τοῦ κατακλυσμοῦ φαγεῖν.
[2.40] Ἴσως δὲ πάλιν ἐρεῖ τις· Εἰ ἀληθές ἐστι τὸ μὴ κρεοφα-
γεῖν αὐτοὺς πρὸ τοῦ κατακλυσμοῦ, πῶς γέγραπται· «Καὶ ἦν
ὁ Ἄβελ ποιμὴν προβάτων καὶ προσήνεγκεν ἀπὸ τῶν πρωτο-
τόκων καὶ ἀπὸ τῶν στεάτων αὐτῶν»; Μὴ κρεοφαγοῦντες,
διατί ἐπεμελοῦντο ποίμνης; Πῶς δὲ καὶ εἰς θυσίαν προσφέ-
ρων οὐκ ἔθυεν; Ἀκούσεται φιλαλήθως ὁ τοιοῦτος ὅτι ἐν
τῇ μὲν προσφορᾷ ζῶντα προσέφερεν ὁλοκαυτώματα. Τοῦτο
γὰρ σημαίνει καὶ μία τῶν ἐκδόσεων λέγουσα· «Ἐπὶ δὲ Καῒν
καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐκ ἐνεπύρισεν», ὡς δῆλον ὅτι
τὰ προσφερόμενα πυρὶ θείῳ καταναλίσκετο. Περιεποιοῦντο
δὲ ποίμνιον εἰς γάλα καὶ ἔρια προνοούμενοι ἑαυτῶν. Πάλιν
ἀντίθεσις· Πόθεν αὐτοῖς ἔννοια μὴ κρεοφαγούντων πιμελῆ
ἐπιλέγεσθαι εἰς θυσίαν τῷ Θεῷ; Ἀπάντησις· Ὅτι πλέον τὰ
πιμελῆ ἐξάπτει τὴν φλόγα ἐν τῷ κατακαίεσθαι πυρί.
[2.40.? Τὸ κείμενον
[2.41] Ταύτης τῆς διαίτης καὶ τῶν μόχθων τούτων φιλαν-
θρώπως ὁ Θεὸς παῦσαι βουλόμενος τὸ ἀνθρώπειον γένος,
λοιπὸν καὶ ἀσθενεστέρων τῶν ἀνθρώπων ὑπαρχόντων-οἱ
πρῶτοι γὰρ ὡς νεόκτιστοι ἀντεῖχον τῇ παιδεύσει ἐκείνῃ-,
ἀφορμῆς δραξάμενος τῶν ἁμαρτιῶν αὐτῶν, τὸν Νῶε δὲ
μόνον εὑρηκὼς δίκαιον, ἐπάγει κατακλυσμὸν διὰ δύο ἢ καὶ
πλείους προφάσεις, ἵνα τοὺς μὲν ἁμαρτωλοὺς ἀποκτείνῃ καὶ
τὸν δίκαιον διασώσῃ πρὸς παιδείαν καὶ τῶν μετὰ ταῦτα
γενεῶν, ἀπαλλάξῃ δὲ κἀκείνους θνητοὺς ὄντας καὶ μέλλοντας
ὁπωσδήποτε ἅπαξ ἀποθανεῖν διὰ τῆς ἀωρίας μᾶλλον μὴ
προστιθέναι ἁμαρτίας, ἐνέγκῃ δὲ τοὺς ἀνθρώπους καὶ τὰ
ἄλογα τὰ διὰ τὸν ἄνθρωπον ἐν τῇ γῇ ταύτῃ, κρείττονι ὑπαρ-
χούσῃ καὶ σχεδὸν ἴσῃ τοῦ παραδείσου, ὅπερ καὶ πεποίηκε,
κελεύσας τῷ Νῶε μετὰ τὸν κατακλυσμὸν ἐν τῇ γῇ ταύτῃ
ὑπάρχοντι πάντων ἀπογεύσασθαι, καὶ ξύλων καὶ σπερμά-
των, καὶ διδάξας κρεοφαγεῖν.
[2.42] Ὅτι δὲ οὐ διὰ τὸ ἀποκτεῖναι ἐκείνους μόνον ἐπήγαγε
τὸν κατακλυσμὸν δῆλον ἐκ τοῦ ἐπικρατῆσαι τὸ ὕδωρ ἐπὶ
πλείονα χρόνον-ἤρκει γὰρ καὶ μία ἡμέρα ἢ καὶ δύο πάντας
ἀπολέσαι-, ἀλλ' ἵνα καὶ τὴν κιβωτὸν διαπεράσῃ τὸν Ὠκεανὸν
καὶ ἐνέγκῃ ἐν τῇ γῇ ταύτῃ. Ἑκατὸν γὰρ πεντήκοντα ἡμέρας
ἐπεκράτησε τὸ ὕδωρ μὴ ἐλαττούμενον, ἕως ὅτε περάσῃ
παραδόξως ἡ κιβωτὸς ἐν τῇ γῇ ταύτῃ. Ἀλλὰ καὶ τὸ ὑψωθῆναι
τὸ ὕδωρ ἐπάνω τῶν ὑψηλῶν ὀρέων πήχεις δεκαπέντε, εὔδηλόν
ἐστιν ὡς διὰ τὸ μέτρον τοῦ μέρους τῆς κιβωτοῦ τοῦ
ὑποβρυχίου, ἵνα ἐπικαθίσῃ ἡ κιβωτὸς ἐπάνω τῶν ὀρέων,
ᾠκονόμησεν οὕτως γενέσθαι. Τὸ ἥμισυ γὰρ τοῦ ὕψους τῆς
κιβωτοῦ ὑποβρύχιον ἦν, τουτέστι πήχεις δεκαπέντε· ἦν γὰρ
ὕψος ἔχουσα πᾶσα πηχῶν τριάκοντα.
[2.43] Ἔστιν οὖν καὶ ἐκ τούτου καὶ ἐκ τῆς προφητείας τοῦ
Λάμεχ καὶ ἐκ τῆς κατασκευῆς τῆς τραπέζης τῆς ἐν τῇ σκηνῇ
μαθεῖν ὅτι πέραν τοῦ Ὠκεανοῦ γῆ ὑπάρχει κυκλοῦσα τὸν
Ὠκεανόν. Ἀλλὰ καὶ ὁ ἱεροφάντης Μωϋσῆς ἐν τῷ Δευτερο-
νομίῳ φησὶν οὕτως· «Καὶ σύ, Ἰσραήλ, ἄκουσον τὴν ἐντολήν,
ἣν δίδωμί σοι σήμερον. Μὴ εἵπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀνα-
βήσεται εἰς τὸν οὐρανὸν καταγαγεῖν ἡμῖν αὐτήν; Ἢ τίς
περάσει εἰς τὸ πέραν τῆς θαλάσσης ἀγαγεῖν ἡμῖν αὐτήν;
Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου», τοῦτο λέγων
ὅτι· Μὴ εἴπῃς ἀνελθεῖν εἰς τὸν οὐρανὸν καταγαγεῖν τὰ θεῖα
προστάγματα, ἢ περάσαι εἰς τὸ πέραν τῆς θαλάσσης ἀγαγεῖν
αὐτά, ὅτι ἰδοὺ ἐγγύς σού εἰσιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ
καρδίᾳ σου, ἐν ταὐτῷ ἀμφότερα διδάξας ὅτι καὶ πέραν
τοῦ Ὠκεανοῦ γῆ ἤτοι τόπος ὑπάρχει, καὶ ἀδύνατόν ἐστι
διαπορθμεῦσαι τὸν Ὠκεανόν, ὥσπερ οὖν καὶ εἰς τὸν οὐρανὸν
ἀνελθεῖν θνητοὺς ἔτι ἡμᾶς ὑπάρχοντας.
[2.44] Ἀλλὰ καὶ Βα-
ρούχ, ὁ γραμματεὺς Ἱερεμίου τοῦ προφήτου, ἐν τῇ ἐπιστολῇ
ἑαυτοῦ περὶ φρονήσεως συμβουλεύων, διδαχθεὶς δὲ καὶ
νόμιμα Μωϋσέως, τὰ αὐτὰ Μωϋσῇ φθέγγεται καί φησι· «Τίς
ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν καὶ κατεβίβασεν
αὐτὴν ἐκ τῶν νεφελῶν; Τίς διέβη πέραν τῆς θαλάσσης καὶ
εὗρεν αὐτήν;» ὡς ἀδυνάτων καὶ τῶν δύο ὄντων. Οὔτε γὰρ
περὶ τῶν κόλπων τῶν πλεομένων λέγει τὸ «πέραν τῆς θαλάσ-
σης» -δυνατὸν γὰρ περάσαι τούτους-, ἀλλὰ περὶ αὐτοῦ
τοῦ Ὠκεανοῦ.
[2.45] Οὐ μὴν ἀλλὰ καὶ οἱ ἄνθρωποι ποθοῦντες τὰ πολλὰ
μανθάνειν καὶ περιεργάζεσθαι, εἴπερ ἦν ὁ παράδεισος ἐν
ταύτῃ τῇ γῇ, οὐκ ὤκνουν οἱ πολλοὶ φθάσαι μέχρι τῶν αὐτόθι.
Εἰ γὰρ διὰ μέταξιν εἰς τὰ ἔσχατα τῆς γῆς τινες ἐμπορίας
[2.45.5] οἰκτρᾶς χάριν οὐκ ὀκνοῦσι διελθεῖν, πῶς ἂν περὶ τῆς θέας
αὐτοῦ τοῦ παραδείσου ὤκνησαν πορεύεσθαι; Αὕτη δὲ ἡ
χώρα τοῦ μεταξίου ἐστὶν ἐν τῇ ἐσωτέρᾳ πάντων Ἰνδίᾳ, κατὰ
τὸ ἀριστερὸν μέρος εἰσιόντων τοῦ Ἰνδικοῦ πελάγους, περαι-
τέρω πολὺ τοῦ Περσικοῦ κόλπου καὶ τῆς νήσου τῆς καλου-
μένης παρὰ μὲν Ἰνδοῖς, Σελεδίβα, παρὰ δὲ τοῖς Ἕλλησι,
Ταπροβάνη, Τζίνιστα οὕτω καλουμένη, κυκλουμένη πάλιν ἐξ
ἀριστερῶν ὑπὸ τοῦ Ὠκεανοῦ, ὥσπερ καὶ ἡ Βαρβαρία κυκλοῦ-
ται ἐκ δεξιῶν ὑπ' αὐτοῦ. Καί φασιν οἱ Ἰνδοί, οἱ φιλόσοφοι, οἱ
καλούμενοι Βραχμάνες, ὅτι ἐὰν βάλῃς ἀπὸ Τζίνιστα σπαρτίον
διελθεῖν διὰ Περσίδος ἕως Ῥωμανίας ὡς ἀπὸ κανόνος τὸ
μεσαίτατον τοῦ κόσμου ἐστί, καὶ τάχα ἀληθεύουσιν.
[2.46] Πολὺ γὰρ ἀριστερά ἐστιν, ὡς δι' ὀλίγου χρόνου
βασταγὰς μεταξίου γίνεσθαι ἐκ τῶν ἐκεῖ, ἐκ διαδοχῆς ἑτέρων
ἐθνῶν, ἐν Περσίδι διὰ τῆς γῆς, διὰ δὲ τῆς θαλάσσης πάνυ
πολλὰ διαστήματα ἀπέχουσα ἀπὸ τῆς Περσίδος. Ὅσον γὰρ
διάστημα ἔχει ὁ κόλπος ὁ Περσικὸς εἰσερχόμενος ἐν Περσίδι,
τοσοῦτο διάστημα πάλιν ἀπὸ τῆς Ταπροβάνης καὶ περαιτέρω
ποιεῖ ἐπὶ τὰ ἀριστερὰ εἰσερχόμενός τις ἐν αὐτῇ τῇ Τζίνιστα,
μετὰ τὸ καὶ διαστήματα πάλιν ἱκανὰ ἔχειν ἀπὸ τῆς ἀρχῆς ἐξ
αὐτοῦ τοῦ Περσικοῦ κόλπου, ὅλον τὸ Ἰνδικὸν πέλαγος ἕως
Ταπροβάνης καὶ ἐπέκεινα. Διατέμνει οὖν πολλὰ διαστήματα
ὁ διὰ τῆς ὁδοῦ ἐρχόμενος ἀπὸ Τζίνιστα ἐπὶ Περσίδα, ὅθεν καὶ
πλῆθος μεταξίου ἀεὶ ἐπὶ τὴν Περσίδα εὑρίσκεται. Περαιτέρω
δὲ τῆς Τζίνιστα οὔτε πλέεται οὔτε οἰκεῖται.
[2.47] Ἀπὸ τῆς οὖν Τζίνιστα, ὡς ἀπὸ σπαρτίου, ὀρθῶς ἐπὶ
τὴν δύσιν τις μετρῶν τὰ διαστήματα τοῦ μήκους τῆς γῆς
εὑρήσει πλέον ἔλαττον μονῶν υʹ ἀπὸ μιλίων λʹ. Μετρητέον δὲ
οὕτως· ἀπὸ τῆς Τζίνιστα ἕως τῆς ἀρχῆς τῆς Περσίδος πᾶσα ἡ
Οὔννια καὶ Ἰνδία καὶ ἡ Βάκτρων χώρα εἰσὶ περί που μοναὶ ρνʹ,
εἰ μή τι πλείους, οὐκ ἔλαττον· καὶ πᾶσα ἡ Περσῶν χώρα μο-
ναὶ πʹ· καὶ ἀπὸ τοῦ Νίσιβι εἰς Σελεύκειαν μοναὶ ιγʹ· καὶ ἀπὸ
Σελευκείας εἰς Ῥώμην καὶ Γάλλους καὶ Ἰβηρίαν, τοὺς νῦν
λεγομένους Ἱσπανούς, ἕως Γαδείρων ἔξω εἰς τὸν Ὠκεανόν,
μοναὶ ρνʹ καὶ πλέον, ὡς γίνεσθαι τὸ πᾶν μοναὶ υʹ πλέον
ἔλαττον.
[2.48] Τὸ δὲ πλάτος αὐτῆς, ἀπὸ τῶν ὑπερβορείων τόπων ἕως
τοῦ Βυζαντίου, οὐ πλείους εἰσὶ μονῶν νʹ· ἐκ τῆς γὰρ Κασπίας
θαλάσσης τῆς εἰσβαλλούσης ἐκ τοῦ Ὠκεανοῦ δυνατὸν
στοχάσασθαι καὶ τὰ ἀοίκητα καὶ τὰ οἰκούμενα τῶν μερῶν
ἐκείνων· καὶ ἀπὸ τοῦ Βυζαντίου πάλιν ἕως Ἀλεξανδρείας
μοναὶ νʹ· καὶ ἀπὸ Ἀλεξανδρείας ἕως τῶν Καταρακτῶν
μοναὶ λʹ· καὶ ἀπὸ τῶν Καταρακτῶν ἕως Ἀξώμεως μοναὶ λʹ·
καὶ ἀπὸ Ἀξώμεως ἕως τῶν ἄκρων τῆς Αἰθιοπίας, τῆς
λιβανωτοφόρου γῆς τῆς καλουμένης Βαρβαρίας, ἥτις καὶ
παράκειται τῷ Ὠκεανῷ, οὐ πλησίον, ἀλλὰ μακρὰν ἔχουσα τὴν
Σάσου χώραν ὑστάτην οὖσαν τῶν Αἰθιόπων γῆν, μοναὶ μʹ
πλέον ἔλαττον, ὡς εἶναι ὁμοῦ μονὰς Ϛ´ πλέον ἔλαττον, ὥστε
καὶ κατὰ τοῦτο ἀληθεύειν τὴν θείαν Γραφὴν διπλοῦν τοῦ
πλάτους τὸ μῆκος τῆς γῆς ὑποτιθεμένην· «Ποιήσεις γάρ,
φησί, τὴν τράπεζαν ὡσανεὶ τὴν ὑπογραφὴν τῆς γῆς μῆκος
πηχῶν δύο καὶ πλάτος πήχεως μιᾶς.»
[2.49] Ἔστι δὲ ἡ χώρα ἡ λιβανωτοφόρος εἰς τὰ ἄκρα τῆς
Αἰθιοπίας, μεσόγειος μὲν οὖσα, τὸν δὲ Ὠκεανὸν ἐπέκεινα
ἔχουσα, ὅθεν καὶ οἱ τὴν Βαρβαρίαν οἰκοῦντες, ὡς ἐγγύθεν
ὄντες, ἀνερχόμενοι εἰς τὰ μεσόγεια καὶ πραγματευόμενοι
κομίζουσιν ἐξ αὐτῶν τὰ πλεῖστα τῶν ἡδυσμάτων, λίβανον,
κασίαν, κάλαμον καὶ ἕτερα πολλά, καὶ αὐτὰ πάλιν διὰ θαλάσ-
σης κομίζουσιν ἐν τῇ Ἀδούλῃ καὶ ἐν τῷ Ὁμηρίτῃ καὶ ἐν τῇ
ἐσωτέρᾳ Ἰνδίᾳ καὶ ἐν τῇ Περσίδι.
[2.50] Καὶ ἐν ταῖς Βασιλείαις εὑρήσεις γεγραμμένον ὅτι ἡ
βασίλισσα Σαβᾶ, τουτέστι τοῦ Ὁμηρίτου, ἣν πάλιν καλεῖ ὁ
Κύριος ἐν Εὐαγγελίοις «βασίλισσαν νότου», τῷ Σολομῶντι
ἡδύσματα ἔφερε τὰ ἀπὸ αὐτῆς τῆς Βαρβαρίας, ὡς γειτνιῶσα
εἰς τὸ πέραν, καὶ ῥάβδους ἐβεννίνους καὶ πιθήκους καὶ
χρυσίον ἐκ τῆς Αἰθιοπίας, ὡς γειτνιῶσα πάσῃ τῇ Αἰθιοπίᾳ
κατὰ τὸ πέραν τοῦ Ἀραβικοῦ κόλπου. Ἔστιν οὖν πάλιν καὶ ἐκ
τῶν λόγων τοῦ Κυρίου κατιδεῖν ὡς ὅτι πέρατα γῆς καλεῖ
αὐτοὺς τοὺς τόπους, οὕτως λέγων· «Βασίλισσα νότου
ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατα-
κρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν
σοφίαν Σολομῶντος.» Οὐκ ἀπέχει γὰρ τῆς Βαρβαρίας
ὁ Ὁμηρίτης, τῆς θαλάσσης μεσαζούσης πορείας ἡμερῶν διὰ
θαλάσσης δύο, ἧς λοιπὸν ἐπέκεινα ὁ Ὠκεανός ἐστι, τὸ καλού-
μενον Ζίγγιον.
[2.51] Ἡ δὲ λεγομένη Σάσου καὶ αὐτὴ πλησίον ὑπάρχει τοῦ
Ὠκεανοῦ, ὡς καὶ τῆς λιβανωτοφόρου γῆς πλησίον ὁ Ὠκεανὸς
ὑπάρχει, μέταλλα χρυσίου πολλὰ ἔχουσα. Ἕνα δὲ παρ' ἕνα
ἐνιαυτὸν ὁ βασιλεὺς τῶν Ἀξωμιτῶν διὰ τοῦ ἄρχοντος τῆς
Ἀγαῦ ἀποστέλλει ἐκεῖ ἀνθρώπους ἰδίους ἕνεκεν πραγματείας
χρυσίου. Συνεξέρχονται δὲ αὐτοῖς καὶ ἕτεροι πολλοὶ συμπραγ-
ματευόμενοι, ὡς εἶναι ἐπάνω πεντακοσίων ἀνθρώπων.
Ἀποφέρουσι δὲ ἐκεῖ βόας καὶ ἅλας καὶ σίδηρον. Ὡς δὲ ἐγγὺς
τῆς χώρας γίνονται, ποιοῦσι κατὰ τόπον παῦσαν. Φέροντες δὲ
ἀκανθῶν πλῆθος ποιοῦσι μέγα φραγμὸν καὶ ἔσωθεν διάγουσι,
καὶ θύουσι βόας καὶ μελίζουσι καὶ προβάλλουσιν ἐπάνω τῶν
ἀκανθῶν αὐτὰ καὶ τοὺς ἅλας καὶ τὸν σίδηρον.
[2.52] Ἔρχονται
δὲ ἐκεῖνοι οἱ ἐγχώριοι φέροντες χρυσίον ὡς θέρμια, τὸν λεγό-
μενον ταγχάραν, καὶ τίθησιν ἕνα θέρμιον ἢ δύο ἢ πλέον ἐπάνω
οὗ ἀρέσκεται μέλους, ἢ εἰς τοὺς ἅλας, ἢ εἰς τὸ σιδήριον, καὶ
εἱστήκει παρέξω. Ἐγγίζει δὲ ὁ κύριος τοῦ βοὸς καί, ἐὰν
ἤρεσεν αὐτῷ, ἔλαβε τὸ χρυσίον, κἀκεῖνος ἐλθὼν ἔλαβε τὸ
κρέας, ἢ τοὺς ἅλας, ἢ τὸ σιδήριον· εἰ δὲ οὐκ ἤρεσεν αὐτῷ,
ἀφίησι τὸ χρυσίον, καὶ ἦλθε κἀκεῖνος θεωρῶν ὅτι οὐκ ἔλαβε
καὶ ἢ προστίθησιν ἢ ἔλαβε τὸ χρυσίον ἑαυτοῦ καὶ ἀπέρχεται.
Τοιαύτη ἐστὶν ἡ συναλλαγὴ τῶν ἐκεῖσε, ἐπειδὴ καὶ ἀλλόγλωσ-
σοί εἰσι καὶ ἑρμηνέων μάλιστα πολλῶν ἀποροῦσι. Ποιοῦσι δὲ
κατὰ τόπον εἰς ἐκείνην τὴν χώραν ἡμέρας πέντε πλέον ἔλαττον
κατὰ πρόσβασιν εἰσερχόμενοι καὶ πραγματευόμενοι, μέχρις οὗ
ἀποπραγματεύσονται.
[2.53] Ἐν δὲ τῷ ὑποστρέψαι πάλιν ὁμοθυμαδὸν ἔνοπλοι
ὑποστρέφουσι διὰ τὸ εἶναί τινας μεταξὺ τῆς χώρας ἐκείνης
ἐπηρεάζοντας αὐτοὺς καὶ ἀφελεῖν βουλομένους ἀπ' αὐτῶν τὸ
χρυσίον. Οὕτως οὖν ποιοῦντες ἑξαμήνου ποιοῦσι τὴν ἐμπορίαν
ἐν τῷ ὑπάγειν καὶ ὑποστρέφειν αὐτούς, βραδύτερον περιπα-
τοῦντες ἐν τῷ ὑπάγειν, μάλιστα διὰ τὰ ἄλογα, ὑποστρέφοντες
δὲ σπουδαιότερον, ἵνα μὴ οἱ χειμῶνες καὶ οἱ ὑετοὶ καταλά-
βωσιν αὐτοὺς ἐν τῇ ὁδῷ. Περὶ γὰρ τὰ ἐκεῖ ἐστιν ἡ κορυφὴ τοῦ
Νείλου ποταμοῦ καὶ κατὰ χειμῶνα ἐκ τῶν πολλῶν ὑετῶν
πολλοὶ ποταμοὶ ἐξ αὐτοῦ εἰς τὴν ὁδὸν γίνονται. Ἔστι δὲ ὁ
χειμὼν τῶν αὐτόθι κατὰ τὸ παρ' ἡμῖν θέρος, ἀπὸ τοῦ κατ'
Αἰγυπτίους Ἔπιφι μηνὸς ἀρχὴ ἕως τέλους τοῦ Θώθ, σφοδρῶς
πάνυ βρέχων τοὺς τρεῖς μῆνας, ὥστε πλῆθος ποταμῶν ποιεῖν,
πάντες δὲ ἐπὶ τὸν Νεῖλον ἐκχέουσι. Ταῦτα δὲ τὰ μὲν ὄψει
παραλαβών, τὰ δὲ ἀκηκοὼς ἐξ αὐτῶν τῶν ἐκεῖσε ἀκριβῶς
πραγματευομένων γέγραφα.
[2.54] Βούλομαι δὲ καὶ ἑτέραν ἱστορίαν διηγήσασθαι τῇ σῇ
εὐλαβείᾳ συντελοῦσαν πρὸς τὴν παροῦσαν ὑπόθεσιν. Ἐν τῇ
Ἀδούλῃ-τῇ καλουμένῃ τῶν Αἰθιόπων πόλει, παραλίῳ τυγ-
χανούσῃ ὡς ἀπὸ μιλίων δύο, λιμένι ὑπαρχούσῃ τοῦ Ἀξωμιτῶν
[2.54.5] ἔθνους, ἔνθα καὶ τὴν ἐμπορίαν ποιούμεθα οἱ ἀπὸ Ἀλεξανδρείας
καὶ ἀπὸ Ἐλᾶ ἐμπορευόμενοι-δίφρος ἐστὶ κείμενος ἐν τῇ
ἀρχῇ τῆς πόλεως κατὰ τὸ δυτικὸν μέρος, προσέχων ἐπὶ τὴν
ὁδὸν Ἀξώμεως, μαρμάρινος, ἑνὸς τῶν βασιλευσάντων ἐνταῦθα
Πτολεμαίου, ἀπὸ δοκιμασίου μαρμάρου λευκοῦ, οἷά εἰσι τὰ
τραπέζια τὰ λευκά, οὐ μέν τοι προκοννήσιος, ἔχων βάσιν
τετράγωνον καὶ τέσσαρα κιόνια λεπτὰ μικρὰ εἰς τὰς τέσσαρας
γωνίας καὶ ἕνα παχύτερον μέσον γεγλυμμένον σχοινωτὸν καὶ
ἐπάνω τῶν κιονίων τὸ κάθισμα καὶ τὸ ἀνακλιτὸν τὸ ὄπισθεν
τοῦ θρόνου καὶ τὰ παρ' ἑκάτερα πλευρὰ δεξιὰ καὶ ἀριστερά,
ὅλος ὁ δίφρος καὶ ἡ βάσις καὶ τὰ πέντε κιόνια καὶ τὸ κάθισμα
καὶ τὸ ἀνακλιτὸν καὶ τὰ παρ' ἑκάτερα πλευρὰ ὅλα εἷς λίθος
γεγλυμμένος, ἔχων ὅλος ὡς πήχεις δύο ἥμισυ, ὡς αἱ παρ'
ἡμῖν καλούμεναι καθέδραι.
[2.55] Ὄπισθεν δὲ αὐτοῦ τοῦ δίφρου
ἄλλο μάρμαρον ἀπὸ βασανίτου λίθου ἐστὶν ἱστάμενον, ὡσεὶ
πηχῶν τριῶν, τετράγωνον, ὡς εἰκών, ἧς ἡ κεφαλὴ τὸ μέσον
μὲν ὀξὺ ἄνω, τὰ παρ' ἑκάτερα δὲ μικρὸν χαμηλότερα, ὡς
τύπον τοῦ στοιχείου τοῦ λάμβδα, ὅλον δὲ τὸ σῶμα τετρά-
γωνον. Νυνὶ δὲ αὐτὴ ἡ εἰκὼν πεπτωκυῖά ἐστιν ὄπισθεν τοῦ
δίφρου, τὸ κάτω πάνυ μέρος αὐτῆς κλασθὲν καὶ ἀπολεσθέν,
ὅλον δὲ τὸ μάρμαρον, καὶ ὁ δίφρος, πεπληρωμένον γραμ-
μάτων ἑλληνικῶν.
[2.56] Παρόντι οὖν μοι ἐν τοῖς τόποις ἐκείνοις, πρὸ τούτων
τῶν ἐνιαυτῶν εἴκοσι πέντε πλέον ἔλαττον, ἐν τῇ ἀρχῇ τῆς
βασιλείας Ἰουστίνου τοῦ Ῥωμαίων βασιλέως, ὁ τηνικαῦτα
βασιλεὺς τῶν Ἀξωμιτῶν, Ἐλλατζβάας, μέλλων ἐξιέναι εἰς
πόλεμον πρὸς τοὺς Ὁμηρίτας τοὺς πέραν γράφει τῷ ἄρχοντι
Ἀδούλεως ἀναλαβεῖν τὰ ἴσα τῶν γεγραμμένων ἐν τῷ δίφρῳ
τῷ πτολεμαϊκῷ καὶ τῇ εἰκόνι καὶ ἀποστεῖλαι αὐτῷ. Καλέσας
δέ με ὁ τότε ἄρχων ὀνόματι Ἀσβᾶς καὶ ἄλλον ἕνα πραγμα-
τευτὴν ὀνόματι Μηνᾶν, ὃς γενόμενος μονάζων ἐν τῇ Ῥαϊθοῦ
οὐ πρὸ πολλοῦ τὸν βίον μετήλλαξε, κελεύει ἡμῖν ἀπελθεῖν καὶ
ἀναλαβεῖν τὰ γεγραμμένα. Λαβόντες δὲ δεδώκαμεν τῷ
ἄρχοντι, κατασχόντες ἑαυτοῖς τὰ ἴσα, ἃ καὶ νῦν θήσω ἐν
ταύτῃ τῇ συγγραφῇ, συμβαλλόμενα ἡμῖν πρὸς τὴν τῶν
τόπων καὶ τῶν οἰκούντων καὶ τῶν διαστημάτων εἴδησιν.
[2.57] Εὕραμεν δὲ καὶ ἐν τοῖς ὀπισθίοις τοῦ δίφρου γεγλυμ-
μένους τόν τε Ἡρακλέα καὶ Ἑρμέα, οὓς ὁ μετ' ἐμοῦ μακα-
ρίτης Μηνᾶς ἔλεγε τὸν μὲν Ἡρακλέα σύμβολον εἶναι δυνά-
μεως, τὸν δὲ Ἑρμέα, πλούτου. Κἀγὼ δὲ μνησθεὶς τῶν
Πράξεων τῶν ἀποστόλων ἀντέλεγον αὐτῷ εἰς τὸ ἓν λέγων ὅτι
τὸν Ἑρμέα μᾶλλον σύμβολον λόγου ἐστὶ λαβεῖν· οὕτως γὰρ
γέγραπται ἐν ταῖς Πράξεσιν ὅτι· «Ἐκάλουν τὸν μὲν Βαρνά-
βαν, Δία, τὸν δὲ Παῦλον, Ἑρμῆν, ὅτι αὐτὸς ἡγούμενος ἦν τοῦ
λόγου.»
[2.58] Εἰσὶν οὖν τὰ γεγραμμένα ἐν τῇ εἰκόνι ταῦτα·
Βασιλεὺς μέγας Πτολεμαῖος, υἱὸς βασιλέως Πτολεμαίου
καὶ βασιλίσσης Ἀρσινόης θεῶν ἀδελφῶν, τῶν βασιλέως
Πτολεμαίου καὶ βασιλίσσης Βερενίκης θεῶν σωτήρων ἀπό-
γονος, τὰ μὲν ἀπὸ πατρὸς Ἡρακλέος τοῦ Διός, τὰ δὲ ἀπὸ
μητρὸς Διονύσου τοῦ Διός, παραλαβὼν παρὰ τοῦ πατρὸς τὴν
βασιλείαν Αἰγύπτου καὶ Λιβύης καὶ Συρίας καὶ Φοινίκης καὶ
Κύπρου καὶ Λυκίας καὶ Καρίας καὶ τῶν Κυκλάδων νήσων
ἐξεστράτευσεν εἰς τὴν Ἀσίαν μετὰ δυνάμεως πεζικῶν καὶ
ἱππικῶν καὶ ναυτικοῦ στόλου καὶ ἐλεφάντων τρωγλοδυτικῶν
καὶ αἰθιοπικῶν, οὓς ὅ τε πατὴρ αὐτοῦ καὶ αὐτὸς πρῶτος ἐκ
τῶν χώρων τούτων ἐθήρευσαν καὶ καταγαγόντες εἰς Αἴγυπτον
κατεσκεύασαν πολεμικὴν χρείαν.
[2.59] Κυριεύσας δὲ τῆς τε
ἐντὸς Εὐφράτου χώρας πάσης, καὶ Κιλικίας καὶ Παμφυλίας
καὶ Ἰωνίας καὶ τοῦ Ἑλλησπόντου καὶ Θρᾴκης καὶ τῶν
δυνάμεων τῶν ἐν ταῖς χώραις ταύταις πασῶν καὶ ἐλεφάντων
ἰνδικῶν, καὶ τοὺς μονάρχους τοὺς ἐν τοῖς τόποις πάντας
ὑπηκόους καταστήσας, διέβη τὸν Εὐφράτην ποταμὸν καί,
τὴν Μεσοποταμίαν καὶ Βαβυλωνίαν καὶ Σουσιάνην καὶ
Περσίδα καὶ Μηδείαν καὶ τὴν λοιπὴν πᾶσαν ἕως Βακτριανῆς
ὑφ' ἑαυτῷ ποιησάμενος καὶ ἀναζητήσας ὅσα ὑπὸ τῶν Περσῶν
ἱερὰ ἐξ Αἰγύπτου ἐξήχθη καὶ ἀνακομίσας μετὰ τῆς ἄλλης
γάζης τῆς ἀπὸ τῶν τόπων εἰς Αἴγυπτον, δυνάμεις ἀπέστειλε
διὰ τῶν ὀρυχθέντων ποταμῶν ...
 Καὶ ταῦτα μὲν ἐν τῇ εἰκόνι ἐγέγραπτο, ἃ καὶ εὕραμεν
σῶσαι· ὀλίγα δὲ ἦσαν τὰ ἀπολλόμενα, οὐδὲ γὰρ πολὺ ἦν τὸ
κεκλασμένον μέρος αὐτῆς. Εἶτα ὡς ἐξ ἀκολουθίας καὶ εἰς τὸν
δίφρον ἐγέγραπτο οὕτως·
[2.60] ...μεθ' ἃ ἀνδρειώσας τὰ μὲν ἔγγιστα τοῦ βασιλείου
ἔθνη εἰρηνεύεσθαι κελεύσας, ἐπολέμησα καὶ ὑπέταξα μάχαις
τὰ ὑπογεγραμμένα ἔθνη· Γάζη ἔθνος ἐπολέμησα, ἔπειτα
Ἄγαμε καὶ Σιγύηνε νικήσας τὴν ἡμίσειαν πάντων τῶν παρ'
αὐτοῖς καὶ αὐτῶν ἐμερισάμην. Αὔα καὶ Ζινγαβηνὲ καὶ Ἀγγαβὲ
καὶ Τιάμαα καὶ Ἀθαγαοὺς καὶ Καλαὰ καὶ Σαμῆνε ἔθνος πέραν
τοῦ Νείλου ἐν δυσβάτοις καὶ χιονώδεσι ὄρεσιν οἰκοῦντας,
ἐν οἷς διὰ παντὸς νιφετοὶ καὶ κρύη καὶ χιόνες βαθεῖαι,
ὡς μέχρι γονάτων καταδύειν τὸν ἄνδρα, τὸν ποταμὸν διαβὰς
ὑπέταξα, ἔπειτα Λασινὲ καὶ Ζαὰ καὶ Γαβαλὰ οἰκοῦντας παρ'
ὄρεει θερμῶν ὑδάτων βλύοντι καὶ καταρρύτῳ. Ἀταλμῶ καὶ
Βεγὰ καὶ τὰ σὺν αὐτοῖς ἔθνη πάντα Ταγγαϊτῶν, τὰ μέχρι τῶν
τῆς Αἰγύπτου ὁρίων οἰκοῦντα, ὑποτάξας πεζεύεσθαι ἐποίησα
τὴν ὁδὸν ἀπὸ τῶν τῆς ἐμῆς βασιλείας τόπων μέχρι Αἰγύπτου,
ἔπειτα Ἀννήνε καὶ Μετίνε ἐν ἀποκρήμνοις οἰκοῦντας ὄρεσι.
[2.61] Σεσέα ἔθνος ἐπολέμησα, οὓς καὶ μέγιστον καὶ δυσβα-
τώτατον ὄρος ἀνελθόντας περιφρουρήσας κατήγαγον, καὶ
ἀπελεξάμην ἐμαυτῷ τούς τε νέους αὐτῶν καὶ γυναῖκας καὶ
παῖδας καὶ παρθένους καὶ πᾶσαν τὴν ὑπάρχουσαν αὐτοῖς
κτῆσιν. Ῥαυσῶ ἔθνη μεσόγεια λιβανωτοφόρων βαρβάρων
οἰκοῦντα ἐντὸς πεδίων μεγάλων ἀνύδρων, καὶ Σολάτε ἔθνος
ὑπέταξα, οἷς καὶ τοὺς αἰγιαλοὺς τῆς θαλάσσης φυλάσσειν
ἐκέλευσα.
[2.62] Ταῦτα δὲ πάντα τὰ ἔθνη ὄρεσιν ἰσχυροῖς
πεφρουρημένα αὐτὸς ἐγὼ ἐν ταῖς μάχαις παρὼν νικήσας καὶ
ὑποτάξας, ἐχαρισάμην αὐτοῖς πάσας τὰς χώρας ἐπὶ φόροις.
Ἄλλα δὲ πλεῖστα ἔθνη ἑκόντα ὑπετάγη μοι ἐπὶ φόροις. Καὶ
πέραν δὲ τῆς Ἐρυθρᾶς θαλάσσης οἰκοῦντας Ἀραβίτας καὶ
Κιναιδοκολπίτας, στράτευμα ναυτικὸν καὶ πεζικὸν διαπεμψά-
μενος, καὶ ὑποτάξας αὐτῶν τοὺς βασιλέας, φόρους τῆς γῆς
τελεῖν ἐκέλευσα καὶ ὁδεύεσθαι μετ' εἰρήνης καὶ πλέεσθαι, ἀπό
τε Λευκῆς κώμης ἕως τῶν Σαβαίων χώρας ἐπολέμησα.
[2.63] Πάντα δὲ ταῦτα τὰ ἔθνη πρῶτος καὶ μόνος βασιλέων τῶν
πρὸ ἐμοῦ ὑπέταξα, δι' ἣν ἔχω πρὸς τὸν μέγιστον θεόν μου
Ἄρην εὐχαριστίαν, ὅς με καὶ ἐγέννησε, δι' οὗ πάντα τὰ ἔθνη
τὰ ὁμοροῦντα τῇ ἐμῇ γῇ ἀπὸ μὲν ἀνατολῆς μέχρι τῆς λιβανω-
τοφόρου, ἀπὸ δὲ δύσεως μέχρι τῶν τῆς Αἰθιοπίας καὶ Σάσου
τόπων, ὑπ' ἐμαυτὸν ἐποίησα, ἃ μὲν αὐτὸς ἐγὼ ἐλθὼν καὶ
νικήσας, ἃ δὲ διαπεμπόμενος, καὶ ἐν εἰρήνῃ καταστήσας
πάντα τὸν ὑπ' ἐμοὶ κόσμον κατῆλθον εἰς τὴν Ἀδούλι τῷ Διὶ
καὶ τῷ Ἄρεει καὶ τῷ Ποσειδῶνι θυσιάσαι ὑπὲρ τῶν πλοϊζο-
μένων· ἀθροίσας δέ μου τὰ στρατεύματα καὶ ἐφ' ἓν ποιήσας,
ἐπὶ τούτῳ τῷ τόπῳ καθίσας τόνδε τὸν δίφρον παραθήκην τῷ
Ἄρεει ἐποίησα ἔτει τῆς ἐμῆς βασιλείας εἰκοστῷ ἑβδόμῳ.
[2.64] Καὶ ταῦτα μὲν τὰ ἐν τῷ δίφρῳ γεγραμμένα. Ἕως δὲ
τῆς σήμερον ἡμέρας ἐν ἐκείνῳ τῷ τόπῳ ἔνθα κεῖται ὁ δίφρος
ἔμπροσθεν αὐτοῦ τοὺς καταδίκους φονεύουσιν. Εἰ ἐκ τοῦ
παλαιοῦ τοῦ κατὰ τὸν Πτολεμαῖον ἔθους τοῦτο κεκρατηκός,
εἰπεῖν οὐκ ἔχω. Ταῦτα δὲ τέθεικα δεῖξαι βουλόμενος ὡς καὶ
[2.64.6] αὐτὸς τέλος τῆς Αἰθιοπίας τὴν Σάσου καὶ τὴν Βαρβαρίαν
ἀκριβῶς ἐπίσταται, πάντα τὰ ἔθνη ἐκεῖνα ὑποτάξας καὶ τὰς
χώρας, ἃ καὶ πλεῖστα ἐξ αὐτῶν ἐθεασάμεθα, τὰ λοιπὰ δὲ καὶ
ὡς ἐγγύθεν ὄντες τῶν τόπων ἀκριβῶς μεμαθήκαμεν. Τὰ γὰρ
πλεῖστα τῶν ἀνδραπόδων τῶν ἐρχομένων ἐξ αὐτῶν τῶν ἐθνῶν
εἰσιν, ἃ καὶ νῦν εὑρίσκονται παρὰ τοῖς ἐμπορευομένοις
ἐκεῖσε. Ἀλλὰ καὶ Σαμῆνε, ἔνθα λέγει τὰς χιόνας καὶ τὰ κρύη γίνε-
σθαι, ἐκεῖ ἐξορίζει ὁ βασιλεὺς τῶν Ἀξωμιτῶν, ἡνίκα τινὰ καταδικάσῃ
πεμφθῆναι ἐν ἐξορίᾳ. Τοὺς δὲ πέραν Ἀραβίτας καὶ Κιναιδοκολπίτας
καὶ τὴν Σαβαίων χώραν, τοὺς Ὁμηρίτας λέγει.
Ἔστιν οὖν καὶ ἐκ
ταύτης τῆς ἱστορίας ἀκριβῶς στοχάσασθαι τὸ πλάτος τῆς
γῆς ἀπὸ τῶν ὑπερβορείων τόπων ἕως τῆς Σάσου καὶ τῆς
λιβανωτοφόρου Βαρβαρίας οὐ πλείω τῶν διακοσίων μονῶν
εἶναι.
[2.65] Ἀκριβῶς γὰρ ἐπιστάμενοι καὶ οὐ πολὺ διαμαρτά-
νοντες τῆς ἀληθείας, τὰ μὲν πλεύσαντες καὶ ὁδεύσαντες, τὰ δὲ
ἀκριβῶς μεμαθηκότες, κατεγράψαμεν, ὥστε καὶ κατὰ τοῦτο
τὴν μὲν θείαν Γραφὴν ἀληθεύειν, τοὺς δὲ ἔξωθεν ψεύδεσθαι,
στοχαζομένους μᾶλλον καὶ σοφιζομένους ψευδῆ, καὶ γραώδεις
μύθους διηγουμένους πρὸς σύστασιν τῆς αὐτῶν ματαιότητος,
καὶ ἀναπλαττομένους ἑτέραν ζώνην νοτιωτέραν τῆς κεκαυ-
μένης ὁμοίαν τῆς ὑφ' ἡμῶν οἰκουμένης· ταύτην δὲ οὐδεὶς
ἑώρακε πώποτε οὔτε ἀκήκοε. Πῶς γὰρ ὁραθείη ἢ ἀκουσθείη
τὸ μὴ τῇ ἀληθείᾳ αἰσθητῶς ὑφιστάμενον; Διὸ οὐ παραδεκτέον
τοὺς αὐτῶν φληνάφους· νέων γάρ τινων σοφιζομένων τὰ
τοιαῦτα τυγχάνει, καὶ οὐ παλαιῶν, οἵτινες σοφίσμασι πιθα-
νοῖς ἔδοξαν ἀνατρέπειν τοὺς παλαιοὺς τοὺς πρὸ αὐτῶν γεγο-
νότας, ἀδυνάτοις ἐπιχειροῦντες, καθάπερ ἐν τῷ πρὸ τούτου
λόγῳ τὸν ἔλεγχον ὡς ἐν βραχέσιν ἐποιησάμεθα.
[2.65.? Παραγραφὴ εἰς τὸν Πτολεμαῖον
[2.66] Οὗτος ὁ Πτολεμαῖος εἷς ἐστι τῶν βασιλευσάντων
μετὰ Ἀλέξανδρον τὸν Μακεδόνα Πτολεμαίων, περὶ ὧν ὁ
προφήτης Δανιὴλ προφητεύει διαφόρως μέν, ἐξαιρέτως δὲ ἐν
τῷ ἐνυπνίῳ τῆς εἰκόνος τοῦ Ναβουχοδονόσορ καὶ τῷ ὁράματι
τῶν τεσσάρων θηρίων τῶν ἀναβαινόντων ἀπὸ τῆς θαλάσσης,
ὧν εἶδεν αὐτὸς ὁ Δανιήλ, ἐν μὲν τῇ εἰκόνι κεφαλὴν χρυσῆν,
ἐν δὲ τῷ ὁράματι λέαιναν, σημαίνων τὴν τῶν Βαβυλωνίων
ἀρχήν, τουτέστι τὸν Ναβουχοδονόσορ. Εἶτα ἐν μὲν τῇ εἰκόνι
στῆθος καὶ βραχίονας ἀργυροῦς, ἐν δὲ τῷ ὁράματι ἄρκον, τὴν
τῶν Μήδων ἀρχὴν ἥττονα οὖσαν τῶν Βαβυλωνίων, τουτέστι
Δαρεῖον τὸν Μῆδον λέγει. Εἶτα ἐφεξῆς ἐν μὲν τῇ εἰκόνι
κοιλίαν καὶ μηροὺς χαλκοῦς, ἐν δὲ τῷ ὁράματι πάρδαλιν, τὴν
τῶν Περσῶν ἀρχήν, τουτέστι Κῦρον, σημαίνει, ἥτις ἐγένετο
λαμπρὰ καὶ περιφανής, οὐκ ἔλαττον τῶν Βαβυλωνίων.
[2.67] Εἶτα πάλιν ἐν μὲν τῇ εἰκόνι κνήμας σιδηρᾶς, ἐν δὲ τῷ
ὁράματι θηρίον ἔκθαμβον καὶ φοβερόν, ὄνυχας χαλκοῦς καὶ
ὀδόντας σιδηροῦς ἔχον, τὴν μακεδονικὴν ἀρχὴν δηλοῖ, του-
τέστιν Ἀλέξανδρον, λεπτῦνον καὶ δαμάζον τὰς βασιλείας.
Εἶτα πάλιν ἐν μὲν τῇ εἰκόνι πόδες καὶ δάκτυλοι, «μέρος μέν
τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον», ἐν δὲ τῷ ὁράματι δέκα
κέρατα ἰσάριθμα τῶν δακτύλων, βασιλείαν διῃρημένην λέγει,
τὴν μετὰ Ἀλέξανδρον, ἣν καὶ ἐν τῷ ὁράματι τοῦ κριοῦ καὶ
τοῦ τράγου διαιρεθεῖσαν εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ
οὐρανοῦ δηλοῖ.
[2.68] Τοῦ γὰρ Ἀλεξάνδρου τελευτῶντος τοῖς τέσσαρσι
φίλοις αὐτοῦ διεῖλε τὴν βασιλείαν αὐτοῦ· καὶ ὁ μὲν εἷς τῆς
Εὐρώπης, ἤτοι τῆς Ἑλλάδος, ἐβασίλευσεν, ὁ δὲ ἕτερος τῆς
Ἀσίας, ὁ δὲ ἄλλος Συρίας καὶ Βαβυλωνίας, καὶ ὁ τέταρτος
Αἰγύπτου καὶ Λιβύης καὶ τῶν νοτίων μερῶν. Ἐκ τούτων οὖν
τῶν τεσσάρων, μετ' αὐτοὺς οἱ υἱοὶ αὐτῶν πλείους γενόμενοι
ἐβασίλευσαν καὶ «ἐπλήθυναν κακὰ τῇ γῇ», καθὰ καὶ ἐν
τοῖς Μακκαβαϊκοῖς ἀναγέγραπται. Τὸ δὲ κέρας τὸ μικρὸν τὸ
λαλοῦν μεγάλα, τὸ ἀναμέσον τῶν δέκα κεράτων, Ἀντίοχον
σημαίνει τὸν Ἐπιφανῆ, τὸν πολεμήσαντα τοὺς Ἰουδαίους ἐπὶ
τῶν Μακκαβαίων. Τούτους οὖν πάντας λέγει «μέρος μέν τι
σιδηροῦν, μέρος δέ τι ὀστράκινον», ὡς νικῶντας καὶ ἡττω-
μένους ὑπ' ἀλλήλων καὶ μὴ μιγνυμένους, ὃν τρόπον ὁ σίδηρος
οὐ μίγνυται τῷ ὀστράκῳ.
[2.69] Εἶτα πάλιν λέγει ἐν μὲν τῇ εἰκόνι· «Λίθον τμηθέντα ἐξ
ὄρους ἄνευ χειρῶν», ἐν δὲ τῷ ὁράματι· «Υἱὸν ἀνθρώπου
ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.» Τὸν Δεσπότην
Χριστὸν ἐνταῦθα σημαίνει ἐν ἑκατέρῳ μέρει ἐκ τοῦ Ἀβραὰμ
καὶ τῆς Παρθένου ἄνευ σπέρματος ἀνδρὸς ἐρχόμενον. Καὶ
ἐνταῦθα γὰρ «ἄνευ χειρῶν» εἶπεν, ἵνα εἴπῃ· ἄνευ σπέρματος
ἀνδρός, κἀκεῖ «ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ», αἵτινες ἄνευ
χειρῶν ἀνθρωπίνων ὡς ἀπὸ γαστρὸς τοὺς ὑετοὺς βαστάζου-
σαι ἀποτίκτουσιν.
[2.70] Εἶτα πάλιν ἐπὶ τῆς εἰκόνος· «Καὶ
ἐπάταξε τὸ ὄστρακον, τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον,
τὸν χρυσόν, καὶ ἐγένετο ὡσεὶ κονιορτὸς ἀπὸ ἅλωνος θερινῆς,
καὶ ἐξῆρεν αὐτὰ τὸ πλῆθος τοῦ πνεύματος καὶ τόπος οὐχ
εὑρέθη ἐν αὐτοῖς», ἐν δὲ τῷ ὁράματι· «Ἐθεώρουν ἕως ὅτε
ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς
καῦσιν πυρός, καὶ τῶν λοιπῶν θηρίων ἡ ἀρχὴ μετεστάθη
καὶ μακρότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιροῦ», τὸ αὐτὸ
ἐφ' ἑκατέρου σημαίνων, ὅτι παραγινομένου τοῦ Δεσπότου
Χριστοῦ πᾶσαι αἱ βασιλεῖαι αὗται ἀναιρεθήσονται, καὶ ἡ τῶν
Βαβυλωνίων καὶ ἡ τῶν Μήδων καὶ ἡ τῶν Περσῶν καὶ ἡ τῶν
Μακεδόνων καὶ ὅσαι ἐξ αὐτῆς ἐκ διαιρέσεως ἐγένοντο, καὶ εἰς
οὐδὲν ἔτι λογισθήσονται, ὅπερ καὶ οὕτως ἐγένετο ἐπὶ τοῦ
καιροῦ τοῦ Χριστοῦ· οὔτε γὰρ ἡ τῶν Βαβυλωνίων ἵστατο,
οὐδὲ ἡ τῶν Μήδων, οὔτε ἡ τῶν Περσῶν, οὐδὲ ἡ τῶν Μακε-
δόνων, ἀλλὰ πᾶσαι κατελύθησαν.
[2.71] Εἶτα πάλιν ἐν μὲν τῇ
εἰκόνι φησί· «Καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων
ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς
αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ
οὐχ ὑπολειφθήσεται», καὶ ἀναστήσεται εἰς τοὺς αἰῶνας.
Ἐν δὲ τῷ ὁράματί φησι· «Καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν
ἔφθασε καὶ προσηνέχθη αὐτῷ. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ
ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι
δουλεύσουσιν αὐτῷ. Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις
οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται»,
πάλιν τὸ αὐτὸ ἐφ' ἑκατέρου λέγων, ὅτι ἐρχομένου τοῦ Δεσπό-
του Χριστοῦ ἐκεῖναι μὲν αἱ βασιλεῖαι παρελεύσονται καὶ κατα-
λυθήσονται, ἡ δὲ τούτου βασιλεία ἀκατάλυτος ἔσται καὶ
αἰώνιος.
[2.72] Εἷς οὖν ἐστι καὶ οὗτος ὁ Πτολεμαῖος τῶν βασι-
λευσάντων ἐν Ἀλεξανδρείᾳ, ἢ ὁ Φιλομήτωρ, ἢ ὁ νεώτερος
Εὐεργέτης, ἢ ὁ πρὸ Κλεοπάτρας τῆς ὑστάτης, ὁ καλούμενος
Διονύσου· οὗτοι γὰρ ὑπερέβησαν βασιλεύοντες τὰ εἰκοσιεπτὰ
ἔτη καὶ αὐτοὶ ἀπόγονοί εἰσι τῶν πρώτων βασιλευσάντων
Πτολεμαίων, καθὰ καὶ ἐν τῇ εἰκόνι τῇ μαρμαρίνῃ, ᾗ ἐτάξαμεν,
ἀναγέγραπται.
[2.73] Περὶ γὰρ τῶν νῦν βασιλέων οὐδὲν ἐν τῷ προφήτῃ ἀνα-
γέγραπται, καθὰ καὶ αὐτὸς ὁ Κύριος λέγει ὅτι· «Ὁ νόμος καὶ
οἱ προφῆται ἕως Ἰωάννου προεκήρυξαν». Τοῦ γὰρ Ναβουχο-
δονόσορ διαλογιζομένου, εἰ ἔχει διαδοχὴν ἡ βασιλεία αὐτοῦ,
καὶ τοῦ Δανιὴλ διαλογιζομένου, εἰ ἔχει διαδοχὴν τὰ ἔθη τὰ
ἰουδαϊκά, ἀμφοτέροις ἐκ παραλλήλου τὸ αὐτὸ ἀπεκαλύφθη
ὅτι· Ἐν ἑνὶ χρόνῳ καὶ πᾶσα ἡ διαδοχὴ τῆς βασιλείας σου
ἐκλείψει, ἐν ταὐτῷ καὶ τὰ ἰουδαϊκὰ ἔθη καὶ νόμιμα κατα-
λυθήσονται, καὶ ἑτέρα τις κατάστασις ἐπεισαχθήσεται κρείτ-
[2.73.10] των, ἥτις αἰώνιος καὶ ἀτελεύτητος ἔσται, ἥτις καὶ ἀρχὴν
λήψεται, παυομένων μὲν γὰρ τῶν πρώτων βασιλειῶν καὶ τῶν
νομικῶν ἐθῶν, ἀναδεικνυμένης δὲ ὅταν ὁ ταύτης ἀρχηγὸς
παραγένηται.
[2.74] Περὶ γὰρ τῆς Ῥωμαίων βασιλείας ἐν μὲν τῷ προφήτῃ
οὐ φανερῶς γέγραπται· οὐδὲ γὰρ ἐκ διαδοχῆς ἐστι τοῦ
Ναβουχοδονόσορ, οὐδὲ ἁρμοδία τῇ τῶν Ἰουδαίων πολιτείᾳ,
ἤγουν εὐνομίᾳ, ἀλλὰ μᾶλλον καὶ καθαιρετική, οὐδὲ ἐκ δια-
δοχῆς ἐστι τῶν Μακεδόνων. Ἀλλά φησιν· «Ἀναστήσει
ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τὸν αἰῶνα οὐ διαφθα-
ρήσεται.» Ἐνταῦθα μὲν λέγων περὶ τοῦ Δεσπότου Χριστοῦ,
αἰνιγματωδῶς δὲ συμπεριλαμβάνει καὶ τὸ τῶν Ῥωμαίων
βασίλειον συνανατεῖλαν τῷ Δεσπότῃ Χριστῷ. Τοῦ γὰρ
Χριστοῦ ἔτι κυοφορουμένου, κράτος ἐδέξατο παρὰ Θεοῦ ἡ
τῶν Ῥωμαίων βασιλεία, ὡς ὑπηρέτις οὖσα τῶν τοῦ Χριστοῦ
οἰκονομιῶν· ἐν αὐτῷ γὰρ τῷ καιρῷ καὶ αἰώνιοι Αὔγουστοι
προσηγορεύθησαν καὶ εἰς πᾶσαν τὴν γῆν ἀπογραφὴν ὡς
κρατοῦντες ἐποιήσαντο. Ἀμέλει ἐπισημαίνεται ὁ Εὐαγγε-
λιστὴς ὅτι αὕτη πρώτη ἀπογραφὴ ἐγένετο ἐπὶ Αὐγούστου
Καίσαρος, ὅτε καὶ ὁ Δεσπότης Χριστὸς ἐγεννήθη καὶ εἰς
τὴν τῶν Ῥωμαίων γῆν καὶ βασιλείαν ἠξίωσεν ἀπογραφῆναι
καὶ τέλη δοῦναι.
[2.75] Μετέχει οὖν ἡ βασιλεία τῶν Ῥωμαίων τῶν ἀξιωμάτων
τῆς βασιλείας τοῦ Δεσπότου Χριστοῦ, πάσας ὑπεραίρουσα
ὅσον ἐνδέχεται κατὰ τὸν βίον τοῦτον, ἀήττητος διαμένουσα
μέχρι τῆς συντελείας. «Εἰς τὸν αἰῶνα γάρ, φησίν, οὐ
διαφθαρήσεται.» Καὶ ἐπὶ μὲν τοῦ Δεσπότου Χριστοῦ «εἰς
τὸν αἰῶνα» τὸ ἀτελεύτητον σημαίνει, καθὰ καὶ ὁ Γαβριὴλ τῇ
Παρθένῳ λέγει· «Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς
τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος», ἐπὶ
δὲ τῆς Ῥωμαίων βασιλείας ὡς συνανατειλάσης τῷ Χριστῷ,
εἰς τὸν αἰῶνα τοῦτον οὐ διαφθαρήσεται. Θαρρῶν γὰρ ἀποφαί-
νομαι ὅτι, εἰ καὶ διὰ τὰς ἡμετέρας ἁμαρτίας πρὸς παιδείαν
ὀλίγον ἐχθροὶ βάρβαροι τῇ Ῥωμανίᾳ ἐπανίστανται, ἀλλὰ τῇ
δυνάμει τοῦ διακρατοῦντος ἀήττητος διαμένει ἡ βασιλεία, ἐπὶ
τὸ μὴ στενοῦσθαι τὰ τῶν χριστιανῶν, ἀλλὰ πλατύνεσθαι. Καὶ
γὰρ καὶ πρῶτον βασίλειον ἐπίστευσε Χριστῷ παρὰ τὰ λοιπὰ
καὶ αὕτη ἡ βασιλεία ὑπηρέτις ἐστὶ τῶν τοῦ Χριστοῦ οἰκονο-
μιῶν, ἣν διὰ ταῦτα φυλάττει ὁ τῶν ὅλων Δεσπότης Θεὸς
ἀήττητον μέχρι τῆς συντελείας.
[2.76] Τὸ δὲ τῶν Περσῶν βασίλειον οὐκ ἔστιν ἐκ τῶν Περσῶν,
οὔτε ἐκ διαδοχῆς τῶν προτέρων, ἀλλ' ἐξ ἄλλης ἀρχῆς νῦν
ἀναστάν, τουτέστιν ἐκ τῶν Μάγων. Ἐπὶ γὰρ τῶν καιρῶν τοῦ
Χριστοῦ ἡ βασιλεία τῶν Περσῶν καταλυθεῖσα ἦν ἀπὸ τοῦ
Μακεδόνος Ἀλεξάνδρου κατὰ τὴν προφητείαν καὶ οἱ διάδοχοι
τῆς μακεδονικῆς ἀρχῆς κατεκράτουν τῆς χώρας ἄχρι Ἀντιό-
χου. Λοιπὸν ἔκτοτε Πάρθοι κατὰ μικρὸν ἐτοποκράτουν·
ἀμέλει ἐπιρρίψαντες ἐν Ἱεροσολύμοις Ὑρκανὸν τὸν τῶν
Ἰουδαίων ἄρχοντα αἰχμάλωτον ἔλαβον πρὸ ὀλίγου χρόνου τοῦ
παραγένεσθαι τὸν Δεσπότην Χριστόν. Νῦν γὰρ ὡς πρὸ
τετρακοσίων ἐτῶν ἐξηγέρθη αὕτη ἡ βασιλεία τῶν Μάγων,
ὡς οἶμαι, καὶ αὕτη δευτερεύουσα μετὰ τοὺς Ῥωμαίους διὰ
τὸ τοὺς Μάγους ἀξιώματά τινα λαβεῖν ἐπὶ τοῦ Δεσπότου
Χριστοῦ διὰ τὴν πρὸς αὐτὸν προσκύνησιν καὶ τιμήν.
[2.77] Ἐν τῇ γὰρ Ῥωμαίων γῇ πρῶτον ἐπὶ τῶν ἀποστόλων
διέδραμε τὸ χριστιανικὸν κήρυγμα καὶ εὐθέως πάλιν ἐν
Περσίδι διὰ Θαδδαίου τοῦ ἀποστόλου. Ἀμέλει καὶ ἐν ταῖς
Καθολικαῖς γέγραπται· «Ἀσπάζεταί σε ἡ ἐν Βαβυλῶνι
Ἐκκλησία.» Ἀλλὰ μὴν τὸ τῶν Ῥωμαίων βασίλειον πολλὰ
προλήμματα ἔχει ἐν τούτῳ, ὡς καὶ πρῶτον ὂν καὶ πρῶτον
πιστεῦσαν εἰς Χριστὸν καὶ ὑπηρετοῦν ἐν πάσῃ τῇ κατὰ
Χριστὸν οἰκονομίᾳ. Ἕτερον δὲ σημεῖον δυναστείας τῶν
Ῥωμαίων ὃ αὐτοῖς κεχάρισται ὁ Θεός, λέγω δὴ ὅτι ἐν τῷ
νομίσματι αὐτῶν ἐμπορεύονται πάντα τὰ ἔθνη καὶ ἐν παντὶ
τόπῳ ἀπ' ἄκρου γῆς ἕως ἄκρου γῆς δεκτόν ἐστι, θαυμαζό-
μενον παρὰ παντὸς ἀνθρώπου καὶ πάσης βασιλείας, ὅπερ
ἑτέρᾳ βασιλείᾳ οὐχ ὑπάρχει τὸ τοιοῦτο. Λοιπὸν ἐπὶ τὸ προκεί-
μενον ἐπανέλθωμεν.
[2.77.? Τὸ κείμενον
[2.78] Τινὲς γὰρ τῶν παλαιῶν φιλοσόφων σχεδὸν τὴν οἰκου-
μένην περινοστήσαντες καὶ ἱστοριογραφήσαντες παραπλη-
σίως τῇ θείᾳ Γραφῇ ἔφασαν καὶ αὐτοὶ τὴν θέσιν τῆς γῆς εἶναι
καὶ τῶν ἄστρων τὴν περιφορὰν γίνεσθαι. Παρίτω δὲ εἰς
μέσον ἐξ αὐτῶν τις φάσκων οὕτως.
[2.78.? Ἐφόρου ἐκ τῆς δʹ Ἱστορίας
[2.79] Τὸν μὲν γὰρ Ἀπηλιώτην καὶ τὸν ἐγγὺς ἀνατολῶν
τόπον Ἰνδοὶ κατοικοῦσι, τὸν δὲ πρὸς Νότον καὶ μεσημβρίαν
Αἰθίοπες νέμονται, τὸν δὲ ἀπὸ Ζεφύρου καὶ δυσμῶν Κελτοὶ
κατέχουσι, τὸν δὲ κατὰ Βορρᾶν καὶ τὰς ἄρκτους Σκῦθαι
κατοικοῦσιν. Ἔστι μὲν οὖν οὐκ ἴσον ἕκαστον τούτων τῶν
μερῶν, ἀλλὰ τὸ μὲν τῶν Σκυθῶν καὶ τῶν Αἰθιόπων μεῖζον, τὸ
δὲ τῶν Ἰνδῶν καὶ τῶν Κελτῶν ἔλαττον. Καὶ παραπλήσιον
ἑκατέρων ἀλλήλοις ἔχει τοῦ τόπου τὸ μέγεθος. Οἱ μὲν γὰρ
Ἰνδοί εἰσι μεταξὺ θερινῶν καὶ χειμερινῶν ἀνατολῶν, Κελτοὶ
δὲ τὴν ἀπὸ θερινῶν μέχρι χειμερινῶν δυσμῶν χώραν κατέ-
χουσι. Καὶ τοῦτο μὲν ἴσον ἐστὶν ἐκείνῳ τὸ διάστημα καὶ
μάλιστά πως ἀντικείμενον. Ἡ δὲ τῶν Σκυθῶν κατοίκησις τοῦ
μὲν ἡλίου τῆς περιφορᾶς τὸν διαλείποντα κατέχει τόπον,
ἀντίκειται δὲ πρὸς τὸ τῶν Αἰθιόπων ἔθνος, ὃ δοκεῖ παρα-
τείνειν ἀπὸ ἀνατολῶν χειμερινῶν μέχρι δυσμῶν τῶν βραχυ-
τάτων.
[2.79.? Παραγραφή
[2.80] Οὗτος ὁ Ἔφορος παλαιός ἐστι συγγραφεύς, φιλόσοφος
καὶ ἱστοριογράφος.
 Ἀκριβῶς ὁ Ἔφορος καὶ λόγῳ καὶ τῇ καταγραφῇ, ὡς ἡ θεία
Γραφή, διηγεῖται τὴν θέσιν τῆς γῆς καὶ τῶν ἄστρων τὴν
περιφοράν.
 Πυθέας δὲ ὁ Μασαλιώτης φησὶν ἐν τοῖς περὶ Ὠκεανοῦ ὅτι
παραγενομένῳ αὐτῷ ἐν τοῖς βορειοτάτοις τόποις ἐδείκνυον οἱ
αὐτόθι βάρβαροι τὴν ἡλίου κοίτην, ὡς ἐκεῖ τῶν νυκτῶν ἀεὶ
γινομένου παρ' αὐτοῖς.
 Ξενοφάνης δὲ ὁ Κολοφώνιος, ἄπειρον ὑποτιθέμενος εἶναι
τὴν γῆν, πρόδηλός ἐστι μὴ δεχόμενος τὴν σφαῖραν. Καὶ
ταῦτα μὲν οἱ ἔξωθεν συμφωνοῦντες τῇ θείᾳ Γραφῇ εὑρίσκονται
εἰρηκότες.
[2.80.? Τὸ κείμενον
[2.81] Ἡμεῖς δὲ τῇ ἀκολουθίᾳ χρώμενοι πάλιν ὑποτιθέμεθα
λέγοντες τοὺς τέσσαρας ποταμούς, οὓς ἡ θεία λέγει Γραφὴ
ἐξέρχεσθαι τοῦ παραδείσου, τὸν Ὠκεανὸν διατέμνουσι καὶ ἀνα-
δίδονται ἐν τῇ γῇ ταύτῃ. Ὁ μὲν Φεισὼν ἐν τῇ Ἰνδικῇ χώρᾳ,
ὃν καλοῦσί τινες Ἰνδὸν ἢ Γάγγην, ἐκ τῶν μεσογείων που
κατερχόμενος πολλὰς ἐκροίας ἔχει ἐν τῷ Ἰνδικῷ πελάγει.
Καὶ οὗτος δὲ ὁ ποταμὸς καὶ κιβώρια ἔχει καὶ τὰ καλούμενα
νειλαγαθία καὶ φύλλα καὶ λωτάρια καὶ κροκοδείλους καὶ
ἕτερα, ἃ ἔχει ὁ Νεῖλος. Ὁ δὲ Γηὼν ἀπὸ τῶν μερῶν τῆς
Αἰθιοπίας διερχόμενος πᾶσαν τὴν Αἰθιοπίαν καὶ Αἴγυπτον
τὰς ἐκροίας ἐπὶ τὸν παρ' ἡμῖν κόλπον ἐκπέμπει, ὁ δὲ Τίγρις
καὶ Εὐφράτης ἀπὸ τῶν μερῶν τῆς Περσαρμενίας διερχόμενοι
μέχρι τοῦ Περσικοῦ κόλπου. Καὶ ταῦτα μὲν ἡμεῖς περὶ τούτων.
[2.81.? Παραγραφή
[2.82] Σημᾶναι βουλομένη ἡ θεία Γραφὴ τὴν διάμετρον τοῦ
παραδείσου, ὡς μεγάλη ἐστὶ καὶ ἐκτεταμένη ἐν γῇ ἀνατολῶν,
ἐμνήσθη τῶν τεσσάρων τούτων ποταμῶν μόνων, ὡς ἐκ τῆς
πηγῆς τῆς ἐν Ἐδὲμ ἀναδιδομένης καὶ ποτιζούσης τὸν παρά-
δεισον τὸ ὑπόλοιπον ὕδωρ εἰς τοὺς τέσσαρας τούτους ποταμοὺς
ἀφορίζεται· καὶ διαπεροῦντες ἐν τῇ γῇ ταύτῃ πολλὴν γῆν
πάλιν ποτίζουσιν.
[2.82.? Τὸ κείμενον
[2.83] Τούτῳ οὖν τῷ τρόπῳ διατρεχόντων τῶν φωστήρων
καὶ ποιούντων νύκτας καὶ ἡμέρας καὶ καιροὺς καὶ χρόνους,
καὶ εἰς σημεῖα τοῖς πλέουσι πελάγη ἢ ὁδοιποροῦσιν ἔρημον
ὄντων, καὶ φαινόντων ἐπὶ τῆς γῆς, οὐ τῇ περιφορᾷ τοῦ
οὐρανοῦ αὐτὰ φήσομεν κινεῖσθαι, ἀλλὰ μᾶλλον διὰ Δυνάμεων
λογικῶν καθάπερ λαμπαδηφόρων τινῶν, ὡς δείξομεν τὴν
θείαν Γραφὴν δηλοῦσαν. Φησὶ γὰρ περὶ τοῦ Ἀντικειμένου
διδάσκων ὁ θεῖος Ἀπόστολος, τί ἦν αὐτοῦ τὸ ἔργον ἐξ ἀρχῆς,
οὕτως· «Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ
πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας»,
σαφῶς ἄρχοντα τῆς ἐξουσίας τοῦ κινεῖν τὸν ἀέρα καὶ μετα-
βάλλειν αὐτὸν εἶναι πρώην διδάξας, νυνὶ δὲ ἐκριφέντα μηκέτι
ταύτην ἔχειν τὴν ἀξίαν, ἀλλὰ μᾶλλον ἐνεργεῖν ἐκ κακίας ἐπὶ
τοὺς ἁμαρτωλούς, ὡς δῆλον ἐκ τούτου ὅτι οὐ μόνος τοῦτο
ποιεῖν ἐξίσχυεν, ἀλλὰ καὶ ἄλλοι πολλοὶ σὺν αὐτῷ.
[2.84] Οἱ μὲν γὰρ τῶν ἀγγέλων τὸν ἀέρα κινεῖν ἐπετρέποντο,
οἱ δὲ τὸν ἥλιον, οἱ δὲ τὴν σελήνην, ἄλλοι τὰ ἄστρα, ἕτεροι
νέφελας καὶ βροχὰς ἐργαζόμενοι, καὶ ἕτερα πολλά· τοῦτο
γὰρ ἔργον καὶ νόμος τῶν ἀγγελικῶν ταγμάτων τε καὶ Δυνά-
μεών ἐστι, τὸ διακονεῖν πρὸς εὐεργεσίαν καὶ τιμὴν τῆς
εἰκόνος τοῦ Θεοῦ, τουτέστι τοῦ ἀνθρώπου, καὶ κινεῖν πάντα,
ὡς ὑπήκοοι στρατιῶται τοῦ βασιλέως. Τοῦτο γὰρ τὸ ἔργον
τῇ τετάρτῃ ἡμέρᾳ ἐκελεύσθησαν ποιεῖν, ὅτε καὶ τὸν οὐρανὸν
τοῖς ἄστροις κατεκόσμησεν.
[2.85] Ἔργον δὲ τῶν ἀντικειμένων δαιμόνων τὰ πρὸς βλάβην
τῆς εἰκόνος, ὡς ἀνταρτῶν, ποιεῖν· καὶ αὐτοὶ γὰρ τῇ τετάρτῃ
ἡμέρᾳ παραβάντες τὴν κέλευσιν ἐκ τοῦ οὐρανοῦ κατερρίφησαν,
καθὰ καὶ ἑτέρωθι οὕτως λέγει· «Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ
πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας
κληρονομεῖν σωτηρίαν;» διαρρήδην πάντας εἰπὼν εἰς δια-
κονίαν τεταγμένους τῶν ἀνθρώπων. Ἔτι γὰρ πάλιν λέγει·
«Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν
υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις
ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ' ἐλπίδι
ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς
φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ»,
«κτίσιν» καλῶν ἐνταῦθα τοὺς ἀγγέλους, «υἱοὺς δὲ Θεοῦ»,
τοὺς ἀνθρώπους, «ἀποκαραδοκίαν» δέ, τὸ ἀπὸ τοῦ κάρα
ἐκτείνειν καὶ μακρόθεν ὁρᾶν τε καὶ ἐλπίζειν τι χρήσιμον περὶ
τῶν ἀνθρώπων.
[2.86] Ἁμαρτήσαντος γὰρ τοῦ ἀνθρώπου καὶ λαβόντος τὴν
ἀπόφασιν τοῦ θανάτου, πάνυ ἐλελύπηντο οἱ ἄγγελοι ἀφελπι-
στίαν τοῦ παντὸς ἀναλογιζόμενοι, ὡς συνδέσμου ὄντος τοῦ
ἀνθρώπου πάσης τῆς κτίσεως καὶ εἰκόνος Θεοῦ τυγχάνοντος,
καὶ ἐκ τῆς ἀποφάσεως ἀφελπιστίαν καὶ ἑαυτῶν καὶ τοῦ παντὸς
λογιζόμενοι διακονεῖν καὶ ὑπηρετεῖν ἔτι ὑπὲρ αὐτοῦ ματαίως
οὐκ ἠβούλοντο· ἀλλά, φησί, «διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι»,
ὡσανεί· Οὐκ εἴασεν ὁ Θεὸς τὴν βουλὴν αὐτῶν γενέσθαι, ἀλλὰ
δέδωκεν αὐτοῖς ἐλπίδα τινά, ὥστε μὴ ἀπογνῶναι, ἀλλ'
ἐλπίζειν τι χρήσιμον ἔσεσθαι μετὰ καιροῦ τοῖς ἀνθρώποις.
[2.86.? Παραγραφή
[2.87] Τῇ ἕκτῃ ἡμέρᾳ θεωρῶν ὁ μισόκαλος δαίμων τὸν
ἄνθρωπον τιμηθέντα καὶ πολλῆς ἐπιμελείας ἀξιωθέντα,
φθονήσας συγκατασπᾶν ἐπειρᾶτο. Ἀγνοῶν δὲ πόθεν αὐτῷ
προσβάλλει, ἐθεώρει τὰ μὲν ἄλογα εὐθέως εἰς τροφὴν
προσδραμόντα, αὐτὸν δὲ τέως εἰς ὄρεξιν μὴ κινηθέντα, ἀλλὰ
περισκοποῦντα τὰ κάλλη τῶν φυτῶν δένδρων, καὶ ἐλογίσατο
νόμον αὐτὸν εἰληφέναι παρὰ Θεοῦ. Ἐλθὼν δὲ πλησίον διὰ τοῦ
ὄφεως πειρᾶται μαθεῖν τὸν νόμον καὶ τεχναζόμενός φησι· «Τί
ὅτι εἶπεν ὁ Θεός· Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παρα-
δείσου;» Ἡ γυνὴ δέ, ὡς ἀρτιγενὴς οὖσα καὶ πολὺ βραδυ-
τέρα ἐκείνου περὶ τὸ νοεῖν ὑπάρχουσα, ἐξεῖπεν αὐτῷ τὸν νόμον.
[2.88] Τότε δῆθεν ὡς ἤδη εἰδὼς ἤρξατο τὸν Θεὸν διαβάλλειν
ὡς φθονερὸν καὶ γαργαλίζειν τὸν ἄνθρωπον πρὸς τροφὴν καὶ
συμβουλεύειν μᾶλλον ὑπακοῦσαι αὐτοῦ καὶ γενέσθαι δῆθεν ὡς
θεοί, τὴν ἰδίαν αὐτοῖς νόσον προστρίβων. Καὶ δὴ πεισθεὶς τὸ
δειλινὸν αὐτῇ τῇ ἡμέρᾳ ἐκβάλλεται ὁ ἄνθρωπος ἐκ τοῦ παρα-
δείσου, ὥσπερ καὶ αὐτὸς εὐθέως ἁμαρτήσας κατερρίφη ἐκ
τοῦ οὐρανοῦ. Ἐδέξατο δὲ ὁ ἄνθρωπος καὶ τὴν ἀπόφασιν τοῦ
θανάτου ἀκούσας· «Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.»
[2.89] Τοῦτο τοὺς ἀγγέλους πάνυ ἐλύπει· ἠθύμουν μὲν γὰρ
καὶ ἐπὶ τοῖς ἐξ αὐτῶν παραβεβηκόσι, πλὴν ἐξαιρέτως διὰ τὸν
ἄνθρωπον, ὡς συνδουμένης ἐν αὐτῷ πάσης τῆς κτίσεως καὶ
ἐνεχύρου ὄντος φιλίας παντὸς τοῦ κόσμου· τοῦ γὰρ συνδέσμου
τούτου δῆθεν διαλυομένου, ἀνάγκη τὸ πᾶν διαλύεσθαι.
Ἐθρήνουν τοίνυν καὶ ἑαυτῶν καὶ τοῦ παντὸς τὴν διάλυσιν,
ὥστε καὶ διακονεῖν ἔτι ματαίως ὑπὲρ αὐτοῦ οὐκ ἠνείχοντο.
Τοῦ δὲ εὐσπλάγχνου Θεοῦ διὰ τῆς ἐπιμελείας πάλιν τοῦ
ἀνθρώπου καὶ τῆς ὑπερθέσεως τῆς τιμωρίας εὐέλπιδας τού-
τους καταστήσαντος, προθύμως ἐπ' ἐλπίδι διηκόνουν. Καθ'
ἑκάστην δὲ γενεὰν ἐπιδόξους τοὺς δικαίους ἐργαζόμενος ὁ
Θεὸς τούτους προθυμοτέρους καθίστησι καὶ ἐλπίδας ἀνακτί-
σεως καὶ ἀνακλήσεως καὶ ἀνακαινίσεως αὐτοῖς καταβάλλεται.
[2.90] Ἀμέλει ἐπὶ τῇ γενέσει τοῦ Δεσπότου Χριστοῦ κατὰ
σάρκα ἡ πληθὺς πᾶσα τῶν ἀοράτων Δυνάμεων θεωρήσασα
τεχθέντα, δι' οὗ γίνεται τοῦ θανάτου ἡ κατάλυσις καὶ τῆς
ἀνακτίσεως καὶ ἀναστάσεως ἡ ἀρχὴ καὶ αὐτῶν ἡ ἐλευθερία,
τὸν Θεὸν τὸν πάντων αἴτιον ἀνυμνοῦντες ἐβόων· «Δόξα ἐν
ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία»,
τὴν λύπην ἐκείνην καὶ τὴν κατήφειαν τὴν πάλαι διὰ τὸν
ἄνθρωπον τέλεον ἀποβαλλόμενοι, καὶ χαίροντες ἐπὶ τῇ τοῦ
δευτέρου Ἀδὰμ γενέσει. Ὅθεν καὶ ἐν καιρῷ τῶν πειρασμῶν
θεωρήσαντες μὲν ἤδη πρόπαλαι τὴν ἧτταν τοῦ πρώτου Ἀδάμ,
ἐφ' ᾧ καὶ ἐδυσφόρουν, νυνὶ δὲ καὶ τούτου τοῦ δευτέρου τὴν
νίκην, ὡς νομίμως οὐχ ἅπαξ, ἀλλὰ τρίτον παλαίσαντος τῷ
πειράζοντι ἔξω τοῦ σκάμματος αὐτὸν κατηκόντισεν, ἐν πολλῇ
χαρᾷ χαίροντες διηκόνουν προθύμως, ὡς γέγραπται, ὡσανεὶ
οὐκ ἔτι ἐπ' ἐλπίδι τινί, ἀλλ' αὐταῖς ὄψεσι θεασάμενοι τὴν
νίκην τοῦ δευτέρου Ἀδάμ, προθύμως μετὰ χαρᾶς προσελθόν-
τες διηκόνουν αὐτῷ.
[2.91] Ἡ δὲ τῶν ἐναντίων πληθὺς ἀντιστρόφως νῦν ἐπένθει
καὶ ὠδύρετο, αἰσχυνομένη ἐπὶ τῇ νίκῃ τοῦ δευτέρου Ἀδάμ.
Ὅθεν μὴ δυνηθεὶς ὁ αὐτῆς πρωτοστάτης τοῦτον καταβαλεῖν,
ἐπιβουλεύειν ἤρξατο διὰ τῶν Ἰουδαίων, καὶ δὴ τὴν πληθὺν
αὐτῶν διεγείρας καὶ σταυρώσας καὶ θανατώσας ἐδόκει τούτου
ἀπαλλάττεσθαι. Μετ' οὐ πολὺ δὲ τῆς ἀναστάσεως γενομένης,
θαυμαστῆς τε καὶ ἐνδόξου καὶ παραδόξου καὶ δυνατῆς, μηκέτι
θάνατον ὑποδεχόμενος ἢ ἕτερόν τι καθ' ὅλου πάθος, ἀλλὰ σὺν
τῇ ἀφθαρσίᾳ καὶ ἀθανασίᾳ καὶ τὴν ἀτρεπτότητα τῆς ψυχῆς
κομισάμενος καὶ πάλιν εἰς οὐρανὸν ἀναφερόμενος καὶ διὰ τῆς
νεφέλης ἐποχούμενος καὶ ὡς ἐν θριάμβῳ νικηφόρος ἀναφερό-
μενος ἔσωθεν τοῦ στερεώματος εἰσῆλθε, πρῶτος πάντων
ἐγκαινίσας ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν.
[2.92] Καὶ οἱ μὲν
ἄγγελοι λευχειμονοῦντες συνηυφραίνοντο τοῖς ἀνθρώποις,
εὐαγγελιζόμενοι τοὺς μαθητὰς καὶ τὰς γυναῖκας. Οἱ δὲ
ἐναντίοι θεώμενοι ἑαυτῶν τε καὶ πάσης τῆς κτίσεως ἀνωτέραν
γενομένην τὴν ἀνθρωπείαν φύσιν, ἥν ποτε μὲν ὑπεσκέλισαν,
νυνὶ δὲ καταβληθέντες ὑπ' αὐτῆς, ἐννεοὶ μεμενηκότες καὶ
ἀχανεῖς τελείως κατῃσχύνοντο. Διὰ τοῦτο καὶ ὁ Κύριος ἐβόα
τοῖς μαθηταῖς· «Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον», καὶ
[2.92.9] πάλιν· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων
καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ», ἵνα
εἴπῃ· Πάλαι μὲν ἁμαρτήσαντος τοῦ ἀνθρώπου, ἡνίκα ὁ ὄφις
ἐν παραδείσῳ συνέβαλε πρὸς αὐτόν, ἐρρέθη αὐτῷ· «Τηρήσει
σου πτέρναν καὶ σὺ αὐτοῦ κεφαλήν», ὡσανεί· Ἔχθραν
διαιρέσεως πρὸς ἀλλήλους ἔβαλε, τοῦ μὴ πείθεσθαι αὐτῷ τὸν
ἄνθρωπον.
[2.93] Καὶ ἦν ἡ πάλη τότε ἴση, ἀλλήλους δυναμένων
βλάψαι, ὅτι ὁ μὲν ὄφις ἐπιτηρῶν τὴν πτέρναν τοῦ ἀνθρώπου,
ὡσανεὶ τὴν ὁδὸν αὐτοῦ, εἰ εὕροι αὐτὸν ἔξω τῆς ὁδοῦ, βλάψαι
αὐτὸν ὡς ἕρπων περὶ τὴν πτέρναν ἠδύνατο, ὁ δὲ ἄνθρωπος, ὡς
ὄρθιον σχῆμα ἔχων, προσέχων ἑαυτῷ καὶ μὴ πλανώμενος τὴν
ὁδόν, τὴν κεφαλὴν τοῦ ὄφεως ἠδύνατο θλᾶσαι. Νυνὶ δὲ νική-
σαντός μου τὸν ὄφιν καὶ καταισχύναντος εἰς τέλος, καὶ ὑπὲρ
παντὸς τοῦ γένους ἀδίκως δι' αὐτοῦ τὸν θάνατον ὑπομείνας,
καὶ ἐν τῷ σταυρῷ τὸ χειρόγραφον προσηλώσας καὶ ἐξαλεί-
ψας, ἀνέστην τριήμερος τὴν νίκην ἔχων κατὰ τοῦ θανάτου καὶ
πάσῃ τῇ ἀνθρωπείᾳ φύσει πρόξενος τῆς νίκης γεγένημαι, δι'
ἐμοῦ εἰς πᾶσαν τὴν ἀνθρωπότητα τῆς νίκης διαδραμούσης.
Θαρσεῖτε οὖν. «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω
ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.»
Οὐκέτι, φησίν, οὐδὲ τὴν πτέρναν ὑμῶν δύναται βλάψαι,
ὑποκάτω τῶν ποδῶν ὑμῶν καταπατούμενος.
[2.94] Ὥσπερ οὖν ἐν τῇ ἕκτῃ ἡμέρᾳ ἡμαρτηκὼς ὁ Ἀδάμ,
γευσάμενος περὶ μεσημβρίαν τοῦ ξύλου, ἐξεβλήθη τὸ δειλινόν,
οὕτως καὶ τῇ ἕκτῃ ἡμέρᾳ, ὥρᾳ ἕκτῃ, τὸν σωτήριον σταυρὸν
ὁ Δεσπότης Χριστὸς κατὰ σάρκα ὑπὲρ αὐτοῦ ὑπέμεινε. Καὶ
ὥσπερ ἀπὸ τῆς παραβάσεως ἕως τῆς ἐκβολῆς τοῦ παραδείσου
πάντες οἱ ἄγγελοι ἠθύμουν σφόδρα, μηδὲν ἐλπίζοντες ἕτερον
ἢ διάλυσιν τοῦ ἀνθρώπου καὶ ἑαυτῶν καὶ τοῦ παντός, οὕτως
καὶ ἐπὶ τοῦ πάθους ἀπὸ ὥρας ἕκτης ἕως ἐννάτης ἡ κτίσις πᾶσα
ἐμελανειμόνει, τῷ σκότῳ περιβεβλημένη ἐπὶ τῷ γενομένῳ
ἀδίκῳ.
[2.95] Καὶ ὥσπερ ἐννάτην ὥραν οἱ δύο ἐξεβλήθησαν τοῦ
παραδείσου, ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, οὕτως καὶ ὥραν ἐννάτην
ὁ Δεσπότης Χριστὸς κατὰ τὴν ψυχὴν καὶ ὁ λῃστὴς εἰσέβησαν
ἐν τῷ παραδείσῳ. Ἐν αὐτῇ οὖν τῇ ἡμέρᾳ, ἐν ᾗ ἐπλάσθη ὁ
Ἀδάμ, λέγω δὴ τῇ ἕκτῃ, γέγονε καὶ ἡ παράβασις καὶ ἡ λύπη
τῶν ἀγγέλων καὶ ἡ ἀπόφασις τοῦ θανάτου καὶ ἡ ἐκβολὴ τοῦ
παραδείσου. Οὕτως καὶ εἰς τὸ πάθος ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐγένετο
διὰ ξύλου σταυροῦ ὁ σωτήριος θάνατος καὶ τὸ πένθος τῆς
κτίσεως, καὶ τὸ δειλινὸν ἡ ἀπόθεσις τοῦ πένθους καὶ ἡ εἰσβολὴ
τοῦ παραδείσου. «Ἀμὴν γὰρ λέγω σοι», φησὶν ὁ Σωτὴρ τῷ
λῃστῇ, «σήμερον μετ' ἐμοῦ εἶ ἐν τῷ παραδείσῳ». Ἀλλ'
ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
[2.95.? Τὸ κείμενον
[2.96] Ὅθεν οὐκ ἐπαύσαντο τῆς διακονίας, ἧς ἐποίουν διὰ
τοὺς ἀνθρώπους οἱ ἄγγελοι τοὺς φθαρτοὺς καὶ θνητούς· τοῦτο
γὰρ λέγει· «Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ
ἑκοῦσα», ὡσανεί· Ματαίως πονεῖν καὶ διακονεῖν οὐκ
ἐβούλοντο· πλήν, φησί, «διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι».
Ποίᾳ ἐλπίδι; Εὖ δῆλον ὅτι ὁρῶντες μετὰ τὴν παράβασιν τὸν
Θεὸν μὴ πρὸς τὴν ἀπειλὴν τῆς ἀποφάσεως ποιήσαντα, ἀλλὰ
φιλανθρωπευσάμενον καὶ ἐπιμελούμενον τοῦ ἀνθρώπου καὶ
χιτῶνας αὐτῷ κατασκευάζοντα, οὗτοι χρηστοτέρας ἐλπίδας
ἐδέχοντο περὶ τοῦ ἀνθρώπου, ὥστε μὴ ἀπειπεῖν, ἀλλὰ διακο-
νεῖν ὑπὲρ αὐτοῦ. Λοιπὸν πάλιν φησὶν ὅτι «καὶ αὐτὴ ἡ κτίσις
ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν
ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ», ὡσανεί·
Ἐλευθερωθήσονται καὶ αὐτοὶ οἱ ἄγγελοι καὶ μετ' αὐτῶν
πᾶσα ἡ κτίσις, ὅταν οἱ ἄνθρωποι ἐλευθερῶνται τῆς φθορᾶς
καὶ δοξάζωνται ἀθάνατοι καὶ υἱοὶ Θεοῦ καθιστάμενοι ἐν τῇ
συντελείᾳ τοῦ κόσμου, ὅταν τὸ σχῆμα τοῦ κόσμου τούτου
παράγῃ καὶ ἡ ἀνάστασις τῶν νεκρῶν γίνηται καὶ ἡ τροπὴ
ταύτης τῆς καταστάσεως.
[2.97] Τῶν γὰρ ἄστρων πιπτόντων κατὰ τὴν θείαν Γραφὴν
καὶ δρόμου καὶ νυκτὸς καὶ ἡμέρας παυομένου, καὶ ἐλευθερου-
μένων τῶν ἀγγέλων τῶν ταῦτα κινούντων διὰ τὸ τοὺς ἀνθρώ-
πους ἔξω τῆς φθορᾶς γίνεσθαι καὶ τούτων ὅλων μὴ χρῄζειν, τί
φήσαιεν οἱ καινοὶ νομοθέται, οἱ σφαιρικὸν εἶναι νομίζοντες
τὸν οὐρανὸν καὶ κινεῖσθαι καὶ κινεῖν τὰ ἄστρα λέγοντες; Εἰς
τί χρήσιμον, εἰπάτωσαν ἡμῖν, τότε ὁ οὐρανὸς περιστραφή-
σεται, οἵ τε χριστιανοὺς ἑαυτοὺς ὁρίζοντες; Ἀλλ' ἄπαγε
τῶν ματαιοπόνων καὶ τῶν ἀβεβαίων.
[2.98] Ἔτι γὰρ βοᾷ ὁ Ἀπόστολος ὅτι· «Πᾶσα ἡ κτίσις
συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν», διὰ τούτου πάλιν
δηλώσας πᾶσαν μὲν τὴν κτίσιν, ἐξαιρέτως δὲ αὐτοὺς τοὺς
ἀγγέλους, βαρυνομένην ἐν τῷδε τῷ βίῳ, τῇ φθορᾷ δουλευόν-
των καὶ τῇ τροπῇ. Τρεπτοὶ γὰρ ὄντες καὶ αὐτοὶ κάμνουσιν
ἀεὶ τῇ τροπῇ, ἀναλογιζόμενοι καὶ ἐλπίζοντες τὴν ἐλευθερίαν
καὶ ἐπιθυμοῦντες ταύτης τυχεῖν, ἧσπερ καὶ τυγχάνουσιν, ὡς
εἴρηται, ὅταν οἱ ἄνθρωποι ἐκ νεκρῶν ἀναστῶσιν.
[2.99] Οὐκ ἂν γάρ τινες ἐξ αὐτῶν παρέβησαν, εἰ μὴ τοῦτον
τὸν νόμον εἰλήφεισαν παρὰ τοῦ Θεοῦ· ὅθεν οἱ παραβάντες
ἐπὶ τὴν γῆν ἐκ τοῦ ὕψους κατερρίφησαν. «Ἐθεώρουν» γάρ,
φησὶν ὁ Κύριος, «τὸν Σατανᾶν ἐκ τοῦ οὐρανοῦ πεσόντα ὡς
ἀστραπήν». Εἰ γὰρ μὴ ἔλαβον καὶ αὐτοὶ νόμον, τί δεῖ ποιεῖν
καὶ τί μὴ ποιεῖν, οὐκ ἂν ὑπὸ ἁμαρτίαν ἔπιπτον. Χωρὶς γὰρ
νόμου ἀδύνατον παραβῆναι, ὥς φησιν ὁ Ἀπόστολος· «Οὗ δὲ
οὐκ ἔστι νόμος, οὐδὲ παράβασις», καί· «Χωρὶς νόμου
ἁμαρτία νεκρά», ὥστε κατὰ πάντα τρόπον καὶ αὐτοὶ
δέονται τυχεῖν τῆς ἐλευθερίας τοῦ νόμου καὶ τῆς τροπῆς· ἡ δὲ
παρουσία τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ ταύτης αἰτία
γέγονε καὶ ἔτι γενήσεται. «Ἀνακεφαλαιώσασθαι γὰρ τὰ
πάντα ἐν τῷ Χριστῷ», φησὶν ἡ θεία Γραφή, «τά τε ἐν τῷ
οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς», καί· «Εἴ τις ἐν Χριστῷ, καινὴ
κτίσις. Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.»
[2.100] Τῆς οὖν ἐλπίδος ταύτης προκειμένης τοῖς χριστια-
νοῖς, ὥστε καὶ ἀγγέλους καὶ ἀνθρώπους καὶ πᾶσαν τὴν κτίσιν
ἀνακαινίζεσθαι εἰς κρείττονα καὶ μακαρίαν κατάστασιν, τίς
οὕτω βάσκανος καὶ ἀντίθεος ταύτην καταλιπεῖν καὶ τῇ καινῇ
καὶ ἀπατηλῇ τῶν ἔξωθεν ἐπιστηρίζεσθαι ματαιότητι; Ἀκού-
σεται γὰρ παρὰ τοῦ Κριτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· «Ἀμὴν λέγω
ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Ἀποχωρεῖτε ἀπ' ἐμοῦ πάντες οἱ
ἐργαζόμενοι τὴν ἀνομίαν.» Ἀνομία γὰρ ὄντως μεγάλη τὸ
ἀθετεῖν τὰ λόγια τοῦ Θεοῦ καὶ ἄντικρυς αὐτῶν τὸ σφαιρικὸν
σχῆμα τῷ οὐρανῷ δωρεῖσθαι. Οἱ τοιοῦτοι γὰρ οὐ δύνανται
προσδέχεσθαι «τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς
δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,
ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν», οὔτε βούλονται ἀκοῦσαι μετὰ
πιστῶν ἐξ ὕψους προσκαλουμένου τοῦ Δεσπότου Χριστοῦ·
«Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν
ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου»,
ἀλλ' ἀεὶ κατὰ τὴν αὐτῶν ὑποθήκην πλανώμενοι ἀστάτῳ φορᾷ
περιφέρονται σὺν τῇ ἑαυτῶν σφαίρᾳ, παῦλαν τούτων μὴ
ἐλπίζοντες.
[2.100.? Παραγραφή
[2.101] Ἐν τῇ πρώτῃ ἡμέρᾳ, τουτέστι τῇ κυριακῇ, ἡ κατα-
βολὴ τοῦ κόσμου καὶ ἡ ἀρχὴ τῆς κτίσεως ἐγένετο, ἀφ' ἑσπέρας
ἀρξάμενος ὁ Θεὸς κτίζειν τὰ περιεκτικὰ τοῦ παντὸς κόσμου,
λέγω δὴ οὐρανὸν καὶ γῆν, συνδημιουργήσας αὐτοῖς καὶ τὸ
σκότος καὶ τὸ ὕδωρ καὶ τὸν ἀέρα καὶ τὸ πῦρ τὸ ἐν τῇ γῇ
[2.101.6] ἀναμεμιγμένον καὶ τοὺς ἀγγέλους, ὑφ' ἓν ταῦτα πάντα παρα-
γαγών. Διὰ τοῦτο ἐν αὐτῇ τῇ ἡμέρᾳ καὶ ἐν τῇ αὐτῇ νυκτὶ
πάλιν ἡ ἀνάκτισις τοῦ παντὸς κόσμου ἐγένετο. Ὁ πᾶς γὰρ
κόσμος ἐν τῷ ἀνθρώπῳ περιγράφεται, ὅτι σύνδεσμός ἐστιν ὁ
ἄνθρωπος, ὡς πολλάκις εἴρηται, παντὸς τοῦ κόσμου.
[2.102] Ἀναστάντος οὖν τοῦ ἀνθρώπου ἐν αὐτῇ τῇ νυκτὶ τῆς
κυριακῆς ἀφθάρτου καὶ ἀθανάτου καὶ ἀτρέπτου, πᾶσαν τὴν
κτίσιν ἐγγυᾶται, ὁρατὴν καὶ ἀόρατον, τῶν ὁμοίων τυχεῖν. Διὰ
τοῦτο εἶπεν ὁ Ἀπόστολος· «Ἀνακεφαλαιώσασθαι τὰ πάντα
ἐν τῷ Χριστῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς»,
καί· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις ἀνακαινίζεται. Τὰ
ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε πάντα καινά.» «Τὰ πάντα»
εἶπεν, ὅτι ἐν τῷ ἀνθρώπῳ θεωροῦνται ὁρατὰ καὶ ἀόρατα.
 Ὁ ἀθετῶν οὖν τῷ Χριστῷ τὴν ἀνθρωπότητα τελείαν μὴ
ὑπάρχειν, οὗτος βέβλαπται μὴ ἐπιστάμενος τὴν μεγάλην
οἰκονομίαν τοῦ Θεοῦ καὶ τὸ δόγμα τὸ χριστιανικόν· ὁμοίως
καὶ ὁ τὴν θεότητα τελείαν ἀθετῶν, ἔνοχός ἐστι καὶ πάνυ
βέβλαπται.
[2.102.? Τὸ κείμενον
[2.103] Κυκλευόντων τοίνυν τῶν ἄστρων διὰ τῶν ἀοράτων
Δυνάμεων, κατὰ τὴν θείαν Γραφήν, καὶ διὰ τοῦ βορρᾶ διατρε-
χόντων καὶ ὑπὸ τὸ ὕψος τῆς γῆς γινομένων, δυνατὸν τῷ
τοιούτῳ σχήματι τὰς ἐκλείψεις ἀποτελεῖσθαι, τὰς τῆς
σελήνης καὶ τοῦ ἡλίου. Λογικῶς γὰρ καὶ εὐτάκτως καὶ ὀξυτέ-
ρως ἡμῶν αἱ ἀγγελικαὶ Δυνάμεις τὰ σχήματα κινοῦσαι ἀποτε-
λοῦσιν, ἔργον αὐτὸ κεκτημέναι νυκτὸς καὶ ἡμέρας ἀπαύστως.
Ὅνπερ γὰρ τρόπον οἱ ἔξωθεν λέγουσιν ὑποκάτωθεν τῆς γῆς
κυκλεύειν αὐτά, ἀπερισκέπτως, ὡς πρόσθεν ἐδείχθη, μὴ
συμβαῖνον τῇ φύσει τῶν πραγμάτων, ἀλλὰ καὶ τῷ Θεῷ
ἐναντιούμενοι. Ἡμεῖς ἀκολουθοῦντες τῇ θείᾳ Γραφῇ, ὀλίγον
πλαγιάσαντες τῷ νῷ τὴν περιφοράν, ἤτοι τὴν πορείαν τῶν
ἄστρων, διὰ τούτου τοῦ σχήματος ἀποτελεῖσθαι αὐτὰς
λέγομεν. Αἱ αὐταὶ γὰρ ἐκλείψεις ἐξ ἀνάγκης ἐπακολουθοῦσι,
καὶ οὔτε τῷ Θεῷ ἐναντιούμεθα, οὔτε τῇ φύσει τῶν πραγμά-
των. Πιστευτέον γὰρ τῷ Θεῷ ὑπὲρ πᾶσαν ἔννοιαν καὶ
διδασκαλίαν ἀνθρώπων.
[2.104] Πάλιν περὶ τῶν τεσσάρων στοιχείων λέγομεν ὅτι τὴν
γῆν πρῶτον, ξηρὰν οὖσαν, ἑδράσας ὁ Θεὸς θεμέλιον τοῦ
παντὸς ὡς βαρεῖαν τέθεικε· πάλιν τὸ ὕδωρ, τουτέστι τὸ ὑγρόν,
ὡς ῥευστὸν ὄν, ἐπάνω τῆς γῆς ἔταξεν· ὡς δὲ ἐναντία ταῖς
ποιότησιν ὁμοῦ ἐδικαίωσεν εἶναι διὰ τὴν εὐκρασίαν. Πάλιν
ἀνώτερον τούτων τὸν ἀέρα ἔταξε ψυχρόν, καὶ πάλιν ἀνώτερον
τὸ πῦρ, τουτέστι τὸ θερμόν, ἀμφότερα πάλιν ὡς κουφότερα,
ὡς δὲ πάλιν ἐναντία. Ὁμοῦ τὰ δύο οὖν μέσα, τό τε ὕδωρ ὡς
ὑγρὸν καὶ τὸν ἀέρα ὡς ψυχρόν, πολλὴν συγγένειαν ἔχοντα πρὸς
ἄλληλα, τὸ μὲν ῥευστῆς φύσεως ὄν, τὸ δὲ χαύνης, ἀμφότερα
δὲ ἁπαλὰ καὶ εὐχερῶς εἰσδεχόμενα εἰς ἑαυτὰ καὶ ἀλλήλων
καὶ τῶν ἐναντίων τὰς ποιότητας καὶ ἀλλήλοις μεταδιδόντα καὶ
τὸ πᾶν συγκιρνῶντα, τοῖς ἄλλοις δύο μεσάζειν ἐδικαίωσε, τῷ
τε ξηρῷ καὶ θερμῷ, ἵνα μὴ τὸ πᾶν διαφθαρῇ καὶ ἀποτεφρωθῇ.
Ἐκ τοῦ γὰρ εὐχερῶς μεταλαμβάνειν ἀλλήλων τὰ δύο μέσα
στοιχεῖα πλάνην ὑπέμειναν οἱ ἐκτὸς καὶ ἐξ ἀντιστρόφου τὸν
μὲν ἀέρα ὑγρόν, τὸ δὲ ὕδωρ ψυχρὸν προσηγόρευσαν· λοιπὸν
καὶ ἐκ τούτου δύο ποιότητας τῷ ἑνὶ χαρίζονται, πολλάκις δὲ
καὶ τέσσαρας.
[2.105] Τοὺς δὲ ὑετοὺς κατὰ τὸ χρήσιμον ὁ Θεὸς διὰ τῶν
ἀγγελικῶν Δυνάμεων ἔταξε γίνεσθαι, ἐξυπηρετούντων καὶ
ἀπὸ τῆς θαλάττης ἐπὶ τὰς νεφέλας ἀναγόντων· καὶ τῷ
προστάγματι τῷ θείῳ διακονοῦντες ἐκπέμπουσιν ὁπουδὰν τὸ
θεῖον πρόσταγμα κελεύσοι. Λέγει γὰρ ἡ Γραφὴ διὰ Ἀμὼς
τοῦ προφήτου· «Ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης
καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς.» Ὁμοίως καὶ διὰ
Ζαχαρίου οὕτως· «Αἰτεῖσθε ὑετὸν παρὰ Κυρίου καθ' ὥραν
πρώϊμον καὶ ὄψιμον, καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς,
ἑκάστῳ βοτάνην ἐν ἀγρῷ.» Ἐν δὲ ταῖς Βασιλείαις ἐπὶ Ἠλιοὺ
οὕτω φησί· «Καὶ ἐπέστρεψε τὸ παιδάριον ἑπτάκις καὶ ἐγένετο
ἐν τῷ ἑβδόμῳ, καὶ ἰδοὺ νεφέλη μικρά, ὡς ἴχνος ἀνδρός,
ἀνάγουσα ὕδωρ ἀπὸ θαλάσσης.»
[2.106] Τὸ δὲ σαλευθῆναι τὴν γῆν οὐκ ἀπὸ πνεύματος
λέγομεν-οὐ γὰρ ὡς αὐτοὶ μύθους ὑποτιθέμεθα-, ἀλλὰ
προστάγματι θείῳ τοῦτο γίνεσθαι λέγομεν ἀπεριέργως.
Λέγει γὰρ ἡ Γραφὴ διὰ τοῦ Δαυΐδ· «Ὁ ἐπιβλέπων ἐπὶ τὴν
γῆν καὶ ποιῶν αὐτὴν τρέμειν.» Καὶ ἐπὶ τῶν ἀποστόλων
λέγει εἰς τὰς Πράξεις· «Καὶ ἐσαλεύθη ὁ τόπος, ἐν ᾧ ἦσαν
συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου.»
Καὶ Ἀμὼς δὲ ὁ προφήτης καὶ αὐτὸς οὕτως λέγει· «Κύριος
ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ἐφαπτόμενος τῆς γῆς καὶ σαλεύων
αὐτήν.» Καὶ πάλιν ἕτερος προφήτης, Ἀγγαῖος δὲ οὗτος,
οὕτως λέγει· «Ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν, ἀλλὰ
καὶ τὸν οὐρανόν.» Καὶ πάλιν Ἡσαΐας· «Ἐὰν ἀνοίξῃς τὸν
οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη.»
[2.107] Περὶ δὲ ἀντιπόδων οὔτε εἰπεῖν ἢ ἀκοῦσαι περὶ τούτων
τῶν μύθων ἀνέχεται ἡ θεία Γραφή. «Ἐποίησε γάρ, φησίν,
ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου
τῆς γῆς.» Οὐκ ἐπὶ ἀντιπροσώπου τῆς γῆς εἶπεν, ἀλλ' ἐπὶ
προσώπου. Καταχθονίους δὲ τοὺς νεκροὺς τοὺς τεθαμμένους
ἐν τῇ γῇ καλεῖ, οἷόν ἐστι τό· «Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν
γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων»,
ἵνα εἴπῃ ἀγγέλων ὡς οὐρανίων, ἀνθρώπων ὡς ἐπιγείων, κατα-
χθονίων ὡς ἐν τῇ γῇ τεθαμμένων. Τοῦτο γὰρ ἔφη ἐπὶ τῆς
ἀναστάσεως γίνεσθαι, ὅτε πάντες οἵ τε κατ' οὐρανὸν ἄγγελοι,
οἵ τε κατὰ γῆν ἄνθρωποι καὶ οἱ ἐν τῇ γῇ τεθαμμένοι νεκροί,
ἀνιστάμενοι πάντες, γόνυ κλίνουσιν ἐν τῷ ὀνόματι Ἰησοῦ τοῦ
Υἱοῦ τοῦ Θεοῦ. Πατεῖν γὰρ λεγόμεθα ἐπάνω τῆς γῆς, οἷον
ὡς ὅταν λέγῃ· «Δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω
ὄφεων καὶ σκορπίων.» Τὸ πατεῖν οὖν τὸ ἐπάνω τινὸς λέγεται
πατεῖν· εἰ δὲ ἐπάνω τινὸς πατοῦμεν, τὸ ἀντιπατεῖν ὑποκάτω
ἐστὶν οὗ πατεῖ. Κατὰ τοὺς σοφοὺς δὲ τὸ σφαιροειδὲς οὔτε
ἐπάνω οὔτε ὑποκάτω ἔχει· οὐκοῦν οὔτε πατοῦμεν, οὔτε
ἀντιπατοῦμεν, οὔτε ὅλως βαίνομεν ἐν τῇ γῇ· καὶ πλάσματα
καὶ μῦθοί εἰσι τὰ κατ' αὐτούς.
[2.108] Περὶ δὲ ἀγγέλων καὶ δαιμόνων ἢ ψυχῶν, πάντας
περιγραπτοὺς λέγει ἡ θεία Γραφὴ καὶ ἐν τῷ κόσμῳ τούτῳ
διάγοντας, ὡς ὅταν λέγῃ ὁ Ἀπόστολος· «Θέατρον ἐγενήθημεν
τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις», ὡς εἰς ἕνα κόσμον
διάγοντας. Ἀλλὰ καὶ ἐν τῷ Δανιὴλ λέγει περὶ αὐτῶν οὕτως·
«Καὶ ὁ ἄρχων βασιλείας Περσῶν εἱστήκει ἐξ ἐναντίας μου
εἴκοσι μίαν ἡμέραν, καὶ ἰδοὺ Μιχαὴλ εἷς τῶν ἀρχόντων τῶν
πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ
τοῦ ἄρχοντος βασιλείας Περσῶν, καὶ ἦλθον συνετίσαι σε ὅσα
ἀπαντήσεται τῷ λαῷ σου ἐπ' ἐσχάτων τῶν ἡμερῶν.»
Τὸ οὖν «εἱστήκει ἐξ ἐναντίας μου» καὶ τὸ «ἦλθε» καὶ
«ἀπῆλθε» καὶ «κατέλιπον αὐτὸν ἐκεῖ» καὶ ὅσα τοιαῦτα
περιγραπτῶν εἰσι. Μόνον γὰρ ἀπερίγραφον τὸ θεῖον, πανταχοῦ
καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ὄν. «Ἐὰν γὰρ ἀναβῶ»,
φησὶν ὁ Δαυΐδ, «εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς
τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὄρθρον
καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης», ἵνα εἴπῃ
τῆς δύσεως, «καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με»,
φανερῶς τὸ ἀπερίγραφον τοῦ Θεοῦ ἐνταῦθα σημάνας. Ἐπὶ
δὲ ἀγγέλων οὐ δυνατὸν τοῦτο νοεῖν, καταλειπομένους, ὡς
[2.108.21] ἀνωτέρω γέγραπται, ἐν τόπῳ.
[2.109] Περὶ δὲ ψυχῶν, καὶ αὐτὰς περιγραπτὰς λέγει ἡ θεία
Γραφὴ καὶ ἐν αὐτῷ τῷ σώματι περιγράφεσθαι, οἷον· «Εὐλό-
γει ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου»,
ὡσανεὶ καὶ αὐτῆς ἔνδον τυγχανούσης. Καὶ πάλιν· «Ἡ καρδία
μου καὶ ἡ σάρξ μου», ἵνα εἴπῃ ἡ ψυχή μου καὶ ἡ σάρξ μου·
κέχρηται δὲ ἀντὶ ψυχῆς τῇ καρδίᾳ, ὡς ἐκεῖ αὐτῆς ἱδρυμένης
καὶ ἔνδον οὔσης τοῦ σώματος, ὡς ὅταν πάλιν λέγῃ· «Ἐν τῇ
καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου», ἵνα εἴπῃ ἐν τῇ ψυχῇ μου.
Πάλιν· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός», ἵνα
εἴπῃ ψυχήν. Ὁ δὲ Κύριος οὕτω φησίν· «Οὐ τὰ εἰσπορευόμενα
κοινοῖ τὸν ἄνθρωπον· εἰς γὰρ τὴν κοιλίαν χωρεῖ καὶ εἰς
ἀφεδρῶνα ἐκβάλλεται· τὰ δὲ ἐκπορευόμενα ἐκ τῆς καρδίας»,
ὡσανεὶ τῆς ψυχῆς, «ἐκεῖνα κοινοῖ τὸν ἄνθρωπον», οἶον
«πονηροὶ διαλογισμοὶ» καὶ ὅσα καταλέγει ἰδιώματα τῆς
ψυχῆς.
[2.110] Ἑτέρωθι δὲ πάλιν λέγει ἐντρεπτικώτερον τοῖς ἀποστό-
λοις· «Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν», ἀντὶ τοῦ
εἰπεῖν ὅτι· Ὀφείλετε κατὰ ψυχὴν ἀεὶ ἔχειν ἐντὸς ὑμῶν τὴν
βασιλείαν τοῦ Θεοῦ. Καὶ πάλιν τῷ πιστεύσαντι λῃστῇ ἐπαγ-
γέλλεται λέγων· «Ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν
τῷ παραδείσῳ». Τὸ «ἐν τῷ παραδείσῳ» τέως φανερώτατα
ἐν τόπῳ λέγει· ὅτι δὲ κατὰ ψυχὴν λέγει καὶ οὐ κατὰ τὸ σῶμα,
δῆλον ἐκ τοῦ τεθάφθαι τὸ σῶμα τοῦ Κυρίου ὑπὸ Ἰωσὴφ ἐν
Ἱεροσολύμοις, ἀλλὰ καὶ τὸ τοῦ λῃστοῦ ἐν τοῖς αὐτόθι
ἐτέθαπτο· προδηλότατα οὖν κατὰ τὴν ψυχὴν λέγει τὸ «μετ'
ἐμοῦ εἶ σήμερον ἐν τῷ παραδείσῳ». Ἔτι δὲ καὶ οἱ πλείους
τῶν εὐαγγελιστῶν ἐπὶ τοῦ θανάτου τοῦ Κυρίου «ἐξέπνευσεν»
εἶπον, ὡσανεὶ ἔσωθεν ὄντος τοῦ πνεύματος, τουτέστι τῆς
ψυχῆς, ἐξῆλθεν ἀπὸ τοῦ σώματος. Ὁ γὰρ ἄλλος «κλίνας τὴν
κεφαλήν, λέγει, ἀφῆκε τὸ πνεῦμα».
[2.111] Καὶ ταῦτα μὲν ἡμῖν εἴρηται ὡς ἐν τάξει ὑποθήκης
χριστιανικῆς, ἐκ τῆς θείας Γραφῆς κινουμένοις, οὐχ ἑαυτοῖς
πλασαμένοις ἢ στοχασαμένοις, ἀλλ' ἀκριβῶς πειθομένοις τῷ
Θεῷ τῷ διὰ τῶν προφητῶν καὶ ἀποστόλων καὶ αὐτοῦ τοῦ Υἱοῦ
λαλήσαντι. Πάντων γὰρ τῶν θελόντων ἀπὸ λογισμῶν ἰδίων
ἢ ἐκ στοχασμῶν εἰπεῖν τι τοιοῦτον, καὶ ἀπορούντων τὰ
πλεῖστα καὶ σφαλλομένων καὶ μὴ ἐξισχυόντων τὸ ἀκριβὲς
εἰπεῖν, πρὸς τὸν Θεὸν τὸν κτίστην τοῦ παντὸς καταφυγεῖν
χρὴ τὸν ὄντως χριστιανόν, τὸν εἰδότα τὸ πῶς καὶ τὸ διατί, ἵνα
μὴ πλανώμενοι «καὶ περιφερόμενοι παντὶ ἀνέμῳ ἐν τῇ διδα-
σκαλίᾳ» τῶν ἀνθρώπων, καθὰ καὶ ὁ Ἀπόστολος βοᾷ, ἐν τῇ
κυβείᾳ τῶν λόγων καὶ τῇ πανουργίᾳ τῆς ἀπάτης, εὑρεθῶμεν
καὶ ἡμεῖς «σὺν τῷ κόσμῳ κατακρινόμενοι».
[2.112] Ταῦτα δὲ
αὐτὰ καὶ ἐν τῇ Παλαιᾷ ὁ Μωϋσῆς ἐν τοῖς Ἀριθμοῖς καταλέγει
καί φησι· «Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν· Λάλησον τοῖς
υἱοῖς Ἰσραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς, καὶ ποιησάτωσαν
ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων αὐτῶν εἰς
τὰς γενεὰς αὐτῶν, καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν
πτερυγίων κλῶσμα ὑακίνθινον. Καὶ ἔσται ὑμῖν ἐν τοῖς
κρασπέδοις, καὶ ὄψεσθε καὶ μνήσθητε πάντων τῶν ἐντολῶν
Κυρίου καὶ ποιήσετε αὐτάς, καὶ οὐ διαστραφήσεσθε ὀπίσω
τῶν διανοιῶν ὑμῶν καὶ ὀπίσω τῶν ὀφθαλμῶν ὑμῶν, ἐν οἷς
ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν, ὅπως ἂν μνησθῆτε καὶ
ποιήσητε πάσας τὰς ἐντολάς μου, καὶ ἔσεσθε ἅγιοι τῷ Θεῷ
ὑμῶν. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς
Αἰγύπτου εἶναι ὑμῶν Θεός, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν»,
σαφέστερον καὶ αὐτὸς διδάξας, ὅπερ καὶ ὁ Ἀπόστολος
ἐδίδαξε, μὴ κατακολουθεῖν ταῖς ἰδίαις ἐννοίαις, ἀλλὰ μᾶλλον
τοῖς θείοις προστάγμασι. Γένοιτο δὲ ἡμᾶς, ὦ τιμία κεφαλή,
τούτων μὲν ἀπέχεσθαι, τῶν θείων δὲ ἀντέχεσθαι, εὐχαῖς τῆς
σῆς ἁγιωσύνης, χριστιανικώτατε πάτερ, ὅπως εὕροιμεν
ἔλεος καὶ χάριν ἐνώπιον τοῦ θρόνου τῆς χάριτος εἰς τοὺς
αἰῶνας. Ἀμήν.
[3.t] ΛΟΓΟΣ Γʹ
 Ὅτι βεβαία ἐστὶ καὶ ἀξιόπιστος ἡ θεία Γραφὴ καὶ σύμφω-
νος αὐτὴ ἑαυτῇ καὶ καθ' ἑαυτὴν διηγουμένη, Παλαιά τε καὶ
Καινὴ Διαθήκη, σημαίνουσα καὶ τὸ χρήσιμον τῶν σχημάτων
τοῦ παντὸς κόσμου.

[3.1] Πρῶτον οἱ ἄνθρωποι μετὰ τὸν κατακλυσμὸν ἐπὶ τῆς
θεομάχου πυργοποιΐας ἐφ' ὑψηλοῦ γενόμενοι, κατανοοῦντες
συνεχῶς τοῖς ἄστροις, ὑπώπτευσαν πλανώμενοι ταύτην τὴν
δόξαν, εἶναι τουτέστι σφαιροειδῆ τὸν οὐρανόν. Βαβυλωνίων
γὰρ οὔσης τῆς πόλεως ἔνθα τὸν πύργον ᾠκοδόμουν, Χαλδαίων
ἀνάγκη πρῶτον ἐφεύρεμα τὸ τοιοῦτο, ὅθεν καὶ βαρβαρικὴν
σφαῖραν ἐξειργάσαντο. Οἱ ἐκ τοῦ γένους τοίνυν τοῦ Ἀβραάμ,
Χαλδαῖοι ὑπάρχοντες, κατελθόντες εἰς Αἴγυπτον αὐτοὶ
μετέδωκαν τοῖς Αἰγυπτίοις ταύτης τῆς δόξης. Πολυπραγμο-
νικώτερον πάλιν ἀφορμῆς δραξάμενοι οἱ Αἰγύπτιοι ἐπέτειναν
καὶ αὐτοὶ ταύτην τὴν δόξαν, ἕως ὅτου καὶ οἱ Ἕλληνες
παροικήσαντες ἐν Αἰγύπτῳ, Πυθαγόρας Πλάτων τε καὶ
Εὔδοξος ὁ Κνίδιος, οἱ φιλόσοφοι, καὶ αὐτοὶ ταύτης μεταλα-
βόντες πλέον τι καὶ αὐτοὶ ἐπεξειργάσαντο ἐκ τῶν πρώτων
λαβόντες τὰς ἀφορμάς.
[3.1.? Παραγραφή
[3.2] Μετὰ τὸν κατακλυσμὸν τῶν ἀνθρώπων λοιπὸν πληθυν-
θέντων ἔσω ἐν τῇ ἀνατολῇ, ἔνθα ἡ κιβωτὸς ἐκαθέσθη, καθὼς
γέγραπται, κινήσαντες μικρῷ πρὸς ἐπὶ τὰ ἔξω εὗραν πεδίον
ἐν γῇ Σενναάρ. Μιᾶς δὲ γλώττης ὄντες οἱ πάντες ὁμοθυμαδὸν
διελογίζοντο λέγοντες ὅτι· Τοὺς πρὸ ἡμῶν ἀνθρώπους ὁ Θεὸς
κατακλυσμῷ διέφθειρεν· εἰ δοκήσει αὐτῷ πάλιν ὀργισθῆναι
καὶ ἡμῖν καὶ κατακλυσμῷ διαφθεῖραι, ἀπολλόμεθα πάντες.
Ἀλλὰ δεῦτε, πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς
πυρί, ἵνα τοῖς ὕδασιν ἀντέχωσι, καὶ ἀσφάλτῳ οἰκοδομήσαντες
ποιήσωμεν πύργον ὑψηλόν, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρα-
νοῦ, ἵνα τοῦ μὲν κατακλυσμοῦ ῥυσθέντες σωθῶμεν ἐν τῷ
πύργῳ. Εὐχερῶς δὲ πρὸς αὐτὸν παραταξώμεθα εἰς πόλεμον,
ἐγγύτατοι αὐτοῦ ὄντες, ἕως ἐσμὲν ὁμοῦ πάντες, πρὶν
ἢ διασκορπισθῶμεν. Τοῦτο γὰρ δηλοῖ τὸ λέγειν· «Καὶ
ποιήσωμεν ἑαυτῶν ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ
προσώπου πάσης τῆς γῆς.»
[3.3] Ἀρξάμενοι τοίνυν οἰκοδο-
μεῖν καὶ τυραννικῷ τρόπῳ βουλόμενοι εἰς τὸν οὐρανὸν ἀνελ-
θεῖν, ὁ φιλάνθρωπος καὶ εὔσπλαγχνος Θεός, εἰδὼς καὶ προει-
δὼς ὃν ἔκτισεν αὐθαίρετον καὶ αὐτεξούσιον ἄνθρωπον, τὴν
δύναμιν μὲν τοῦ ἐν αὐτῷ λογικοῦ, τὴν ἀσθένειαν δὲ τῆς αὐτοῦ
σαρκός, σπλαγχνισθεὶς μᾶλλον ἤπερ ὀργισθείς, πεποίηκε
πάλιν οἰκονομίαν μεγάλην, μὴ ἐάσας αὐτοὺς ἀνόνητα κάμνειν
καὶ μοχθεῖν. Μετὰ τοῦ γὰρ συντρίβεσθαι τῷ καμάτῳ διεφθεί-
ροντο παντελῶς ἐφ' ὕψους γινόμενοι ἔκ τε τῆς σφοδρότητος
τῶν ἀνέμων ἄνωθεν καταβαλλόμενοι καὶ τῇ ἐγγύτητι τοῦ
ἡλίου κατακαυματούμενοι καὶ τῇ ἐκπλήξει τοῦ ὕψους σκοτού-
μενοι πάλιν καὶ καταφερόμενοι. Διαιρεῖ οὖν αὐτῶν καὶ συγχεῖ
τὴν γλῶτταν εἰς πολλὰς καὶ παύει μὲν τῆς ἀθέου μανίας,
διασκορπίζει δὲ αὐτοὺς καὶ κατοικίζει εἰς πᾶσαν τὴν γῆν.
Αὕτη ἡ αἰτία τοῦ διαμερισμοῦ τῶν ἐθνῶν καὶ τῆς κατοικίας
τῆς ἐπὶ τῆς γῆς.
[3.4] Ἐπ' ἐσχάτων οὖν τῶν ἡμερῶν εὐδοκήσας ὁ Θεὸς ἐν τοῖς
ἀνθρώποις, καθὰ γέγραπται· «Ἐν ἀνθρώποις εὐδοκία»,
ἰδίᾳ βουλῇ καὶ ἀγαθότητι ἀναγαγεῖν αὐτοὺς εἰς τὸν οὐρανόν,
τὴν ἡμετέραν ἀπαρχὴν μετὰ τεσσαράκοντα ἡμέρας τῆς
ἀναστάσεως ἀνήγαγεν εἰς τὸν οὐρανόν. Προμηνύων δὲ πάλιν
καὶ τῶν λοιπῶν ἀνθρώπων τὴν ἄνοδον, ἐν τῇ ἡμέρᾳ τῆς
Πεντηκοστῆς διὰ Πνεύματος ἁγίου συνάξας, ἅς ποτε διεῖλε
γλώσσας, οὐρανόθεν τοῖς ἀποστόλοις δίδωσι, καὶ ἐλάλουν
[3.4.9] γλώσσαις «τὰ μεγαλεῖα τοῦ Θεοῦ», «καθὼς τὸ Πνεῦμα
ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι», ὥστε τοὺς παρισταμένους
πάντας ἐκ πάντων τῶν ἐθνῶν συνηγμένους ἀκούειν ἕκαστον
τῇ ἰδίᾳ διαλέκτῳ «τὰ μεγαλεῖα τοῦ Θεοῦ» καὶ γνῶναι τὴν
εὐδοκίαν τοῦ Θεοῦ, ἣν ηὐδόκησεν ἐν τοῖς ἀνθρώποις, ὅτι
ποτὲ οἱ τυραννοῦντες καὶ βουλόμενοι ἄνθρωποι εἰς τὸν οὐρα-
νὸν ἀνελθεῖν ἄπρακτοι μεμενήκασιν, εὐδοκίᾳ δὲ Θεοῦ νῦν
εἰς οὐρανὸν οἱ πιστοὶ ἀναφέρονται.
[3.4.? Παραγραφή
[3.5] Ἐνταῦθα ἐφ' ὑψηλοῦ γενόμενοι οἱ πρῶτοι ἄνθρωποι τὸν
πύργον ᾠκοδόμουν, καὶ συχνῶς τοῖς ἄστροις ὑπονοοῦντες καὶ
ὁρῶντες τὰ μὲν τῶν ἄστρων ἀνερχόμενα, τὰ δὲ κατερχόμενα,
τρόπον τινὰ ὡς ἐπὶ μηχανῆς στρεφόμενον ὑπώπτευσαν πρὸς
τὸ σφαιροειδῆ εἶναι τὸν οὐρανόν. Ἠγνόησαν γὰρ καὶ τὸ
σχῆμα τῆς γῆς καὶ ὅτι ὑπὸ ἀγγέλων κινοῦνται ἐν τῷ ἀέρι. Διὰ
τοῦτο τὴν ὑπόνοιαν ταύτην ἔσχον.
 Τὰς πύλας ταύτας τὰς διαπερώσας τὸν πύργον ἐποίησαν,
μηχανώμενοι πάντοθεν, ἵνα μὴ δῆθεν ἐκ τῶν ὑδάτων τοῦ
κατακλυσμοῦ καταβληθῇ ὁ πύργος· ὁμοίως καὶ τὴν πλίνθον
ᾠκοδόμουν, ἵνα τοῖς ὕδασι δῆθεν ἀντέχῃ. Οὗτος γάρ ἐστιν ὁ
πύργος οἰκοδομούμενος. Φασὶ δὲ κατέχειν τοῦ πλάτους τὸ διά-
στημα τῶν θεμελίων τρία ἐπὶ τρία μίλια. Λέγουσι δὲ καὶ τὴν
ἄνοδον ἔξωθεν αὐτὸν κύκλῳ ἔχειν, ἵνα διὰ τῶν θυρίδων φῶτα
δέχηται ἡ ἄνοδος.
[3.5.? Τὸ κείμενον
[3.6] Ἔτι δὲ διατριβόντων τῶν Ἰσραηλιτῶν ἐν τῇ Αἰγύπτῳ,
γεννηθεὶς ὁ Μωϋσῆς καὶ ἀνατραφεὶς ἐν τοῖς βασιλείοις
Αἰγύπτου ἐπεπαίδευτο πᾶσαν τὴν σοφίαν τῶν Αἰγυπτίων,
παραλαβὼν διὰ τῆς ὄψεως καὶ αὐτὸς τὴν σφαῖραν καὶ τὴν
ἀστρονομίαν, ἢ καὶ μαγείαν, καὶ τὰ ἱερογλυφικὰ γράμματα,
μᾶλλον δὲ σύμβολα γραμμάτων-γράμματα γὰρ οὔπω ἦν-,
καὶ ἁπλῶς εἰπεῖν, πάσης αὐτῶν τῆς σοφίας μέτοχος γεγονώς.
Καθὰ διηγεῖται ἡ θεία Γραφή, ἀνδρωθεὶς καὶ ζηλωτὴς
ὑπάρχων μᾶλλον τοῦ πατρίου ἔθνους φονεύει τὸν Αἰγύπτιον,
καὶ φοβηθεὶς ἔφυγεν ἐπὶ τὰ μέρη τῆς Μαδιάμ, ἐν ᾗ γήμας
ἐποίησε παῖδας δύο.
[3.7] Ποιμαίνων δὲ τὰ πρόβατα τοῦ ἰδίου πενθεροῦ ἀπήγαγεν
ἐπὶ τὸ Σίναιον ὄρος καὶ θεωρεῖ τὴν ὀπτασίαν ἐκείνης τῆς
βάτου, ὡς πυρὶ κατεφλέγετο ἡ βάτος καὶ οὐ κατεκαίετο.
Εἶτα προσδραμόντα ἰδεῖν τὸ μέγα θαῦμα προσκαλεῖται αὐτὸν
ἄγγελος Θεοῦ ἐπ' ὀνόματι τοῦ Θεοῦ καὶ προτρέπεται ἀπελθεῖν
πρὸς βασιλέα Φαραὼ ἐν Αἰγύπτῳ ἐπὶ τῷ ἐξαγαγεῖν τοὺς
υἱοὺς Ἰσραὴλ ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων. Τοῦ δὲ παραι-
τουμένου διὰ τὸ ἀδύνατον τοῦ πράγματος-ἐθεώρει γὰρ ὡς
μόνος ἄνθρωπος μάχεσθαι πρὸς τοιοῦτον μέγαν βασιλέα οὐ
δύναται-, θαρραλεώτερον ὁ Θεὸς διὰ τοῦ ἀγγέλου ἀπεργάζε-
ται ὑπομιμνήσκων αὐτὸν τῶν προπατόρων αὐτοῦ, ὅτι ἐκ στεί-
ρας καὶ γεγηρακότων παραδόξως συνεστήσατο ἔθνος μέγα καὶ
πολύ. Καὶ προπαρασκευάζει διὰ τῆς ῥάβδου τῆς ἐν τῇ χειρὶ
αὐτοῦ θαυματουργεῖν· ἐν οἷς καταπλαγεὶς ὁ Μωϋσῆς τοῖς
θαύμασι, πείθεται ἀπελθεῖν εἰς Αἴγυπτον.
[3.8] Ἀπελθόντα δὲ καὶ ποιήσαντα συντυχίας πρὸς Φαραώ,
ἐπειδήπερ ἤμελλε δεικνύειν αὐτῷ πῶς τὴν κτίσιν ἅπασαν
παρήγαγεν ὁ Θεός, ποῖά τε πρῶτα καὶ ποῖα δεύτερα καὶ
καθεξῆς, παρασκευάζει αὐτὸν θαυματουργεῖν καὶ μεταβάλλειν
τὰ στοιχεῖα ἐπὶ ὀνόματι τοῦ Θεοῦ καὶ δεικνύειν πᾶσι τοῖς
Αἰγυπτίοις καὶ τοῖς Ἰσραηλίταις, δι' αὐτῶν δὲ καὶ πᾶσιν
ὁμοῦ τοῖς ἀνθρώποις, ὅτι πιστὸς ἦν τῷ Θεῷ ἐπὶ πᾶσιν, οἷς
λέγει καὶ ποιεῖ, προομαλίζων αὐτοὺς καὶ προπαρασκευάζων
εἰς τὸ εὐπαράδεκτος αὐτοῖς εἶναι. Συγχωροῦνται δὲ καὶ οἱ
ἐπαοιδοὶ συμβαλεῖν αὐτῷ, ἐξ ὧν καὶ αὐτὸς ἐπεπαίδευτο, καὶ
τῇ θείᾳ δυνάμει ἀντιπαρατάττεται αὐτοῖς, διδασκόμενος τῶν
τοιούτων καταφρονεῖν, ὥστε παραιτεῖσθαι ἐκείνους καὶ λέγειν
ὅτι· «Δάκτυλος Θεοῦ ἐστιν οὗτος.»
[3.9] Μεταβαλὼν οὖν τὴν φύσιν τῶν ὑδάτων εἰς αἷμα καὶ
ἀποκτείνας τοὺς ἰχθύας καὶ πάλιν τὸ αἷμα εἰς ὕδωρ ζῶν καὶ
γόνιμον, καὶ σχίσας πάλιν τὴν Ἐρυθρὰν θάλασσαν καὶ
τειχίσας ἔνθεν κἀκεῖθεν ἔμπροσθεν τῶν Ἰσραηλιτῶν καὶ τῶν
Αἰγυπτίων, εὐπαράδεκτος ἦν αὐτοῖς μετὰ ταῦτα λέγων·
«Εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ
ἔσται διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος, καὶ ἐγένετο
οὕτως.»
[3.10] Πάλιν ποιήσας σκότος ἐφεξῆς τρεῖς ἡμέρας
παρὰ τοῖς Αἰγυπτίοις, ἐν δὲ τοῖς Ἰσραηλίταις φῶς, πάλιν
εὐπαράδεκτος ἦν λέγων· «Καὶ σκότος ἦν ἐπάνω τῆς ἀβύσσου.
Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶς. Καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ
μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους.» Καὶ ὑπέθετο
πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἄνευ δρόμου ἡλίου
καὶ σελήνης καὶ ἄστρων λέγων· «Διεχώρισεν ὁ Θεὸς ἀνὰ
μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους.»
[3.11] Εἶτα
πάλιν ἐξάγει τοὺς βατράχους ἐκ τοῦ ποταμοῦ καὶ τοὺς
σκνίπας ἐκ τῆς γῆς, καὶ πιστὸς ἦν λέγων· «Εἶπεν ὁ Θεός·
Ἐξαγαγέτω τὰ ὕδατα ψυχὰς ζώσας, καὶ ἐγένετο οὕτως»,
καὶ πάλιν· «Εἶπεν ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ τόδε καὶ τόδε,
καὶ ἐγένετο οὕτως», ὁμοίως καὶ τὰ λοιπὰ παράδοξα πάντα.
Ὕστερον πάντων τὰ πρωτότοκα ἀποκτείνας πιστὸς ἦν λέγων
ὕστερον πάντων· «Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον.» Καὶ
καθάπερ ἔφημεν, προπαρασκευάζει αὐτὸν πιστὸν τοῖς Ἰσραη-
λίταις, ἐφ' οἷς ἔλεγέ τε καὶ ἔπραττεν, ὄψεσιν ὁρῶσι τὰ
γενόμενα.
[3.12] Εἶτα ἐξαγαγόντος αὐτοὺς ἐκ τῆς Αἰγύπτου καὶ
περαιώσαντος διὰ ξηρᾶς τὴν Ἐρυθρὰν θάλασσαν καὶ ἀγαγόν-
τος ἐπὶ τὸ Σινᾶ ὄρος, ἐν ᾧ ἦν ἑωρακὼς τὴν ὀπτασίαν τὴν
θείαν, ἔτι θαυματουργῶν ὁ Θεὸς ἔμπροσθεν τοῦ λαοῦ ἐμπυ-
ρίζει τὸ ὄρος καὶ ἐκάπνιζεν αὐτό· καὶ φωναὶ σαλπίγγων
οὐρανόθεν ἠχουσῶν ἐγίνοντο καὶ προβαινόντων εἰς μεῖζον
ἠκούοντο· καὶ θυέλλῃ καὶ σκότῳ καὶ γνόφῳ ἐκφοβήσας αὐτοὺς
οὕτως φοβερώτατα τῷ Μωϋσῇ ἔμπροσθεν τοῦ λαοῦ διελέ-
γετο ἐπὶ τῆς νεφέλης.
[3.13] Καὶ τότε ἀνενέγκας ἐπὶ τὸ ὄρος
τεσσαράκοντα ἡμέρας παρασκευάζει ἄσιτον διαμεῖναι, κρύψας
ἐν τῇ νεφέλῃ τρόπον τινὰ ἐξίστησιν αὐτὸν πάντων τῶν
γηΐνων καὶ ποιεῖ αὐτὸν πάντων ἐπιλαθέσθαι καὶ ὧν ἦν μαθὼν
ἐκ τῶν Αἰγυπτίων, ἀναγεννῶν ὥσπερ βρέφος ἐν μήτρᾳ, μετά
τε τεσσαράκοντα ἡμέρας διαμορφῶν καὶ ψυχῶν αὐτόν, καὶ
μετὰ ταῦτα ἀποκαλύπτει αὐτῷ ὅσα τε πεποίηκεν ἔν τε τῆς
κοσμοποιΐας ἓξ ἡμέραις, ἐπὶ ἑτέραις ἓξ ἡμέραις δεικνύων δι'
ὀπτασιῶν αὐτὴν ἐκείνην τὴν κοσμοποιΐαν, κατὰ πρόσωπον
ἐργαζόμενος τὸ καθ' ἡμέραν, οἷον ἐν τῇ πρώτῃ ἡμέρᾳ
οὐρανὸν τὸν πρῶτον καὶ γῆν, οἶκον παμμεγέθη, καὶ ἔσωθεν
αὐτοῦ ὕδωρ, ἀέρα, πῦρ τὸ ἀναμεμιγμένον ἐν τῇ γῇ, σκότος,
ἀγγέλους, ὑφ' ἓν ἀθρόως ἐκ τοῦ μηδαμῆ μηδαμῶς ὄντος
πάντα παραγαγών. Τότε φωνῇ χρησάμενος πρὸς παιδείαν
τῶν ἀγγέλων παράγει καὶ τὸ φῶς εἰς αὐτὸν τὸν οἶκον,
φωτίσας πάντα ὡς ἐπὶ λύχνου.
[3.14] Εἶτα τῇ δευτέρᾳ ἡμέρᾳ ἐκ τοῦ ὕδατος κατασκευάζει τὸ
στερέωμα, ὃ συνδεῖ καταμέσοθεν τοῦ ὕψους τοῦ οὐρανοῦ,
μερίζον τὰ ὕδατα ἄνωθεν καὶ κάτωθεν μεσολαβοῦν. Γίνονται
οὖν χῶροι δύο ὡσανεὶ ἀνάγαιον καὶ κατάγαιον, ὧν τὸ μὲν
κατάγαιον ἥρμοσεν εἰς δίαιταν εἶναι τῷ θνητῷ καὶ τρεπτῷ
βίῳ τούτῳ, τὸ δὲ ἀνάγαιον τῷ μέλλοντι ἀθανάτῳ καὶ ἀτρέπτῳ
βίῳ προητοίμασεν.
[3.14.? Παραγραφή
[3.15] Μετὰ τὸ γενέσθαι παρὰ Θεοῦ τῇ δευτέρᾳ ἡμέρᾳ τὸ
στερέωμα τὸ μεσάσαν τὸν ἕνα χῶρον καὶ ποιῆσαν αὐτὸν δύο
χώρους, οὐδὲν ἔτι περὶ τῆς μελλούσης καταστάσεως, τουτέστι
τοῦ ἀνωτέρου χώρου, ὁ μέγας Μωϋσῆς ἐξηγήσατο, ἀλλὰ
[3.15.5] πάντα τὸν λόγον ἔτρεψε περὶ ταύτην τὴν κατάστασιν, τουτέστι
τὸν κατώτερον χῶρον, λέγων ὡς συνήγαγε τὰ ὕδατα καὶ
ἐξήγαγεν ἐκ τῆς γῆς τὰ χλωρὰ καὶ τὰ ξύλα, ὁμοίως τὸν
οὐρανὸν ἄστροις κατεκόσμησε καὶ πάλιν ἐκ τῶν ὑδάτων
ἐξήγαγε τὰ πτηνὰ καὶ τὰ ἔνυδρα ζῷα, ὁμοίως πάλιν ἐκ τῆς
γῆς ζῷα ἔμψυχα ἄλογα καὶ τὸν ἄνθρωπον.
[3.16] Εἶτα πάλιν κελευσθεὶς τὴν σκηνὴν ποιῆσαι κατὰ
μίμησιν τοῦ κόσμου, τὴν μίαν σκηνὴν διελὼν διὰ τοῦ κατα-
πετάσματος εἰς δύο πεποίηκεν, ἐσωτέραν καὶ ἐξωτέραν· καὶ
εἰς μὲν τὴν ἐξωτέραν διαπαντὸς οἱ ἱερεῖς τὰς λατρείας ἐπετέ-
λουν, ὡσανεὶ ἐν τῷ κόσμῳ τούτῳ, εἰς δὲ τὴν ἐσωτέραν, εἰ μὴ
ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐκ εἰσήρχετο, ὡσανεὶ
ἐν τῷ ἀνωτέρῳ χώρῳ ἐν τοῖς οὐρανοῖς· διὰ τοῦτο καὶ ἄβατος
αὐτοῖς ἦν διαπαντὸς ἡ ἐσωτέρα σκηνή, ὡς τύπον ἐπέχουσα
τῶν οὐρανίων.
[3.17] Νόμους δὲ καὶ βάρη καὶ κολαστήρια καὶ παιδείας
τοῖς παραβαίνουσιν ἐξηγησάμενος, καταλλήλως ὁ Θεὸς ὧν
ἐπιστεύθη ἐξηγήσασθαι, εἰς παιδείαν συντείνοντα, παρα-
σκευάσας καὶ θαυματουργεῖν, οἱονεὶ τοὺς Αἰγυπτίους διαφό-
ροις πληγαῖς καὶ τιμωρίαις περιβαλών, ὁμοίως καὶ ὅσα
πεποίηκεν ἐν τῇ ἐρήμῳ ἐπὶ ταῖς ἁμαρτίαις καὶ παραβάσεσι
τῶν Ἰσραηλιτῶν, ὡς πάντας ἀπώλεσε τοὺς τῆς γενεᾶς ἐκείνης,
μὴ καταλείψας ἐξ αὐτῶν εἰ μὴ δύο καὶ μόνους, τέλος ἐσχη-
κὼς καὶ αὐτὸς σὺν τῇ γενεᾷ ἐκείνῃ.
[3.18] Τοῦ δὲ Δεσπότου Χριστοῦ παραγενομένου ἐπὶ σωτηρίᾳ
παντὸς τοῦ κόσμου παῦσαι μὲν τὴν παροῦσαν κατάστασιν,
ἀναδεῖξαι δὲ τὴν μέλλουσαν, καὶ διαρρήδην αὐτοῦ κηρύττον-
τος ἠγγικέναι τὴν βασιλείαν τῶν οὐρανῶν καταλλήλως τῷ
κηρύγματι καὶ τὰ θαύματα πεποίηκεν ἐπὶ εὐεργεσίᾳ τῶν
ἀνθρώπων, μήτε ἓν τὸ σύνολον ἐπὶ τιμωρίᾳ ἀνθρώπου πεποιη-
κώς, δαιμονῶντας ἐλευθερῶν, νοσοῦντας ἰώμενος, παρειμένους
ῥωννύς, χωλοὺς ἀνορθῶν, τυφλῶν ἀναπλάττων ὀφθαλμούς,
κωφῶν διανοίγων ἀκοάς, μογιλάλων ἀπολύων τὰς γλώσσας,
λεπροὺς καθαίρων, ξηροὺς εἰς εὔκρατον μεταβάλλων βίον,
πηγὰς αἱμορραγεῖς τῶν ἀνθρώπων ἀποφράττων δυνάμει,
νεκροὺς διαφθαρέντας καὶ ὄζοντας ἀναχαλκεύων καὶ ζῶντας
δρόμον ἐκτελεῖν παρασκευάζων, ἀσύλους θησαυροὺς πτωχοῖς
εὐαγγελιζόμενος, πνευμάτων βίας καὶ θαλάττης θυμὸν ἐπιτι-
μήσει καταπαύων, καὶ τἄλλα πάντα ἅπερ ἁρμόδια τυγχάνει
τοῦ εὐαγγελικοῦ κηρύγματος καὶ τῆς μελλούσης καταστά-
σεως. Ἐν αὐτῇ γὰρ τῇ καταστάσει δαίμων οὐκ ἐνοχλεῖ,
ἀσθένεια οὐ πάρεστι, μαλακία φυγαδεύεται, μελῶν βλάβη καὶ
ἀκρασία καὶ ἔνδεια, καὶ αἱμάτων πηγαὶ καὶ στοιχείων κινή-
σεις, καὶ ἔσχατος ἐχθρὸς ὁ θάνατος ἀναιρεῖται.
[3.19] Ταῦτα πάντα θεωρούντων τῶν Ἰουδαίων, ἐπειδὴ οὔτε
ἓν σημεῖον εἶδον αὐτὸν πεποιηκότα ἐπὶ τιμωρίᾳ ἀνθρώπων,
εἰ μὴ δύο μόνον, οὐκ ἐπὶ ἄνθρωπον δέ, ἀλλ' ἐπὶ τοὺς χοίρους
καὶ τὴν συκῆν, εἰς ἄλογα καὶ ἄψυχον, πρὸς ἔνδειξιν καὶ αὐτὰ
γενόμενα τῆς αὐτοῦ δυνάμεως, ἐπεχείρουν ἐγκαλεῖν αὐτῷ
λέγοντες· «Θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν», τουτέστιν
ὅμοιον Μωϋσέως ἐπὶ τιμωρίᾳ ἀνθρώπων γινόμενον. Ὁ δὲ
Κύριος γνοὺς αὐτῶν τὰς ἐνθυμήσεις ἀπεκρίνατο πρὸς αὐτοὺς
λέγων· «Ὦ γενεὰ πονηρὰ καὶ μοιχαλίς, σημεῖον ἐπιζητεῖ καὶ
σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ
προφήτου.» Ὥσπερ γὰρ ἔμεινεν Ἰωνᾶς ἐνδομυχῶν ἐν τῇ
κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ μετὰ ταῦτα ζῶν ἀδιάφθο-
ρος ἐξῆλθεν, οὕτως κἀγὼ τελευτῶν καὶ μένων ἐν τῇ γῇ τρεῖς
ἡμέρας μετὰ ταῦτα ζῶν ἄφθαρτος ἐκ νεκρῶν ἀνίσταμαι.
[3.20] Ἄλλοτε δὲ πάλιν, ὅτε τὸ φραγέλλιον ἐκ σχοινίων
ἐποίησε καὶ ἐξέβαλε πάντας ἐκ τοῦ ἱεροῦ, ἔλεγον αὐτῷ· «Τί
δεικνύεις σημεῖον, ὅτι ταῦτα ποιεῖς;» καίτοι πολλῶν
σημείων γενομένων παρ' αὐτοῦ. Ὁ δὲ πάλιν ἔλεγεν αὐτοῖς·
«Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ
αὐτόν», ἐπ' ἀμφοτέρων τὰ αὐτὰ ἀποκρινάμενος-λέγω δὴ
τὴν τοῦ σώματος ἑαυτοῦ ἀνάστασιν-, ἵνα εἴπῃ· Ὅταν ἴδητέ
με ἐκ νεκρῶν ἀνιστάμενον καὶ ἐπὶ ὀνόματί μου τὰ θαύματα
γινόμενα, τότε γνώσεσθε τὴν ἡμετέραν δύναμιν καὶ τὸν
ἡμέτερον εὐαγγελισμόν, ὅτι ἡ ἐμὴ παρουσία οὐκ ἐπὶ τιμωρίᾳ
τῶν ἀνθρώπων γίνεται, ἀλλ' ἐπὶ τῇ ἀναστάσει καὶ τῇ ἀθανασίᾳ
καὶ τῇ ἀφθαρσίᾳ καὶ τῇ ἀτρεπτότητι καὶ τῇ μακαριότητι τῇ
παρεχομένῃ τοῖς ἀνθρώποις. Καταλλήλως οὖν ὧν ἐδίδασκε
καὶ τὰ σημεῖα εἰργάζετο.
[3.21] Τοῦτο δὲ αὐτὸ καὶ ὁ Ματθαῖος
δηλοῖ λέγων οὕτως· «Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις καὶ
τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων
τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ
πᾶσαν μαλακίαν», ἵνα εἴπῃ· Ἀνάλογα ὧν ἐκήρυττε θαύματα
ἐργαζόμενος. Ὁ δὲ Ἰωάννης ὁ εὐαγγελιστὴς οὕτως φησὶν ὅτι·
«Πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ
οὐκέτι μετ' αὐτοῦ περιεπάτουν. Ἔλεγεν οὖν καὶ αὐτὸς τοῖς
δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ἀπελθεῖν;» Ὁ δὲ Πέτρος
ταχύτατα ἐκ προσώπου πάντων ἀποκρινόμενος ἔφη· «Κύριε,
πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις, καὶ
ἡμεῖς πεπιστεύκαμεν ὅτι σὺ εἶ ὁ ἅγιος τοῦ Θεοῦ», τοῦτο
λέγων καὶ αὐτός· Ἅπερ ἡμᾶς διδάσκεις, ὁρῶμεν καὶ δι'
ἔργων παρὰ σοῦ γινόμενα· ἐπαγγέλλῃ γὰρ ἡμῖν ζωὴν καὶ
βασιλείαν αἰώνιον, καὶ πάντα τὰ γινόμενα παρὰ σοῦ εἰς ζωὴν
τῶν ἀνθρώπων ὁρῶμεν συντείνοντα. Πῶς οὖν ἔχομέν σε κατα-
λείπειν καὶ ἑτέρῳ προσκολλᾶσθαι; Ἡ μερὶς οὖν ἡμῶν μετὰ
σοῦ ἐστι, Κύριε Ἰησοῦ Χριστέ. Ἀμήν.
[3.22] Ἀπορήσειε δ' ἄν τις λέγων· Πῶς μηδὲ ἓν αὐτοῦ
σημεῖον πεποιηκότος πρὸς τιμωρίαν ἀνθρώπων, καθάπερ
ἔφης, τὸ φραγέλλιον λαβὼν ἐτύπτησεν τοὺς ἐν τῷ ναῷ πωλοῦν-
τας καὶ ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ;
 Ἀπόκρισις· ψεῦδος τὸ λεγόμενον· οὐκ ἐτύπτησε γὰρ ὅλως
ἄνθρωπον, ἀλλὰ θαυμαστῇ καὶ πρεπούσῃ καὶ ἀκολούθῳ τάξει
ἐχρήσατο· τὰ γὰρ ἄλογα μόνα ἐτύπτησεν, ὡς γέγραπται·
«Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων ἐξέβαλε πάντας ἐκ τοῦ
ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας», ἵνα εἴπῃ ὅτι ταῦτα ὡς
ἔμψυχα μέν, ἄλογα δέ, ἐτύπτησεν, ἀπελαύνων πάντα ἐκ τοῦ
ἱεροῦ τὰ καὶ προσφερόμενα εἰς θυσίαν κατὰ νόμον, δηλῶν καὶ
διὰ τούτου παύεσθαι τὴν ἰουδαϊκὴν κατάστασιν.
[3.23] Τὰ δὲ ἄψυχα καὶ ἀναίσθητα ὤθησε καὶ κατέστρεψεν, ὡς
γέγραπται· «Καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὰ κέρματα καὶ
τὰς τραπέζας κατέστρεψε.» Τοὺς δὲ λογικοὺς οὐδὲ ἐτύπτη-
σεν, οὔτε ὤθησεν, ἀλλὰ λόγῳ ἐπαίδευσεν, ὡς γέγραπται, καὶ
τοῖς πωλοῦσιν τὰς περιστερὰς εἶπεν· «Ἄρατε ταῦτα ἐντεῦθεν
καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου»,
διὰ πάντων δηλώσας ὅτι τὰ προσφερόμενα ἐν τῇ πρώτῃ σκηνῇ
κατὰ νόμον εἰς θυσίαν παυθήσονται, ἑτέρα δέ τις κατά-
στασις ἀντεισαχθήσεται ἁρμόζουσα τῇ ἐσωτέρᾳ σκηνῇ, ἥτις
καὶ τύπος ἦν τῶν οὐρανίων, τουτέστι τῆς μελλούσης κατα-
στάσεως.
[3.24] Ἐκείνων δὲ τῶν Ἰουδαίων αἰσθομένων ὡς τὴν παῦλαν
τῆς ἰουδαϊκῆς καταστάσεως αὐτοῖς ᾐνίττετο, ἐπεζήτουν
αὐτὸν λέγοντες· «Τί δεικνύεις σημεῖον, ὅτι ταῦτα ποιεῖς;»
Ὁ δὲ πρὸς αὐτοὺς ἁρμοδίως ἐξ αὐτοῦ τοῦ προκειμένου
αἰνιγματωδῶς ποιήσειν ἐπηγγείλατο, λέγω δὴ τὴν κατάλυσιν
τοῦ ναοῦ καὶ τὴν ἀνακαίνισιν αὐτοῦ, ὅτι ἡ μὲν κατάλυσις τοῦ
ναοῦ, ἤγουν τοῦ σώματος αὐτοῦ, κατάλυσίς ἐστι τοῦ κόσμου
τούτου· ἡ δὲ ἀνακαίνισις καὶ ἀλλαγὴ τοῦ ναοῦ, ἤγουν τοῦ
σώματος αὐτοῦ, ἀνάδειξις τῆς μελλούσης καταστάσεως.
Ἀποσῴζεται οὖν μοι ὁ λόγος, ὦ οὗτος, ὡς ὅτι τίποτε οὐ
[3.24.11] πεποίηκεν ἐπὶ τιμωρίᾳ ἀνθρώπου, ἀλλ' ἐπὶ εὐεργεσίᾳ, καθὰ
καὶ αὐτὸς ἑτέρωθι βοᾷ· «Οὐ γὰρ ἀπέστειλεν ὁ Πατὴρ τὸν
Υἱόν, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι'
αὐτοῦ.»
[3.24.? Τὸ κείμενον
[3.25] Εἶτα συνάγει τὸ ὕδωρ εἰς μίαν συναγωγὴν καὶ φανεροῖ
τὴν ξηράν, γῆν αὐτὴν ὀνομάσας, καλυπτομένην πρώην ὑπὸ
τῶν ὑδάτων. Καὶ ποιεῖ τὰς θαλάσσας, τουτέστι ταύτης μὲν
τῆς γῆς κυκλόθεν, τῆς δὲ πέραν ἔσωθεν, τὸν λεγόμενον
Ὠκεανόν, καὶ τοὺς ἐξ αὐτοῦ εἰσβάλλοντας ἐν τῇ γῇ ταύτῃ
τέσσαρας κόλπους πρὸς τὸ τὸν μὲν Ὠκεανὸν μεσάζοντα μὲν
τὴν ἐνταῦθα καὶ τὴν πέραν γῆν εὐαερίαν καὶ τοῖς πέραν ποτὲ
οἰκοῦσι καὶ τοῖς ἐνταῦθα νῦν παρέχειν, τοὺς δὲ κόλπους πρὸς
τὸ πλώϊμον καὶ διαβατικὸν κατασκευάσαι τοῦτον τὸν κόσμον,
συνάπτων ἀεὶ τὰ ἔθνη τὰ διεσκορπισμένα εἰς φιλίαν τῷ τὰ
ἐπιτήδεια εὐχερῶς μετακομίζειν ἐξ ἔθνους εἰς ἔθνος. Ἀνα-
φύεσθαί τε κελεύει παντοδαποὺς καρποὺς καὶ ξύλα καὶ χόρτον
χλωρὸν ἐκ τῆς γῆς.
[3.26] Καὶ πάλιν τῇ τετάρτῃ ἐργάζεται ἐκ τοῦ φωτὸς κατα-
κερματίζων τὸ μὲν αὐτοῦ καθαρώτερον εἰς ἥλιον, τὸ δὲ λοιπὸν
εἰς σελήνην καὶ ἀστέρας, κοσμῶν τὰ κατ' οὐρανὸν κατὰ τὴν
παναρμόνιον κόσμησιν καὶ διδοὺς τάξιν καὶ ἁρμονίαν τῷ
παντὶ καὶ ἔργον καὶ νόμον ταῖς ἀοράτοις Δυνάμεσι διακονεῖν
καὶ λειτουργεῖν καὶ προευτρεπίζειν εἰς λόγον τῆς τοῦ Θεοῦ
εἰκόνος, τουτέστι τοῦ ἀνθρώπου καὶ πάντων τῶν δι' αὐτὸν
γεγονότων, ἐν ταὐτῷ κἀκείνους παιδεύων καὶ ἐθίζων ὑπὸ
νόμον εἶναι, καὶ τὴν εὔνοιαν ἢ κακόνοιαν τοῦ λογικοῦ αὐτῶν
γυμνάζων.
[3.27] Ὅθεν καί τινες παραβεβηκότες κατερρίφησαν
ἐκ τοῦ οὐρανοῦ καὶ τῆς ἀξίας ἐξέπεσον. «Ἐθεώρουν γάρ»,
φησὶν ὁ Κύριος, «τὸν Σατανᾶν πεσόντα ὡς ἀστραπὴν ἐκ
τοῦ οὐρανοῦ». Τυφωθεὶς γὰρ ἐπὶ τῇ πεπιστευμένῃ αὐτῷ
παρὰ Θεοῦ διακονίᾳ, εἰς ὠφέλειαν τῶν ἀνθρώπων καὶ τῶν
διὰ τὸν ἄνθρωπον, κινεῖν τὸν ἀέρα καὶ ῥυθμίζειν ἐπὶ χρησίμῳ,
καὶ νομίσας ἑαυτὸν αὐτομάτως εἰς τοῦτο προελθεῖν, τὴν
ὀφειλομένην προσκύνησιν τῷ Θεῷ εἰς ἑαυτὸν ἁρπάσας εὐθέως
κατερρίφη. Φησὶ γὰρ πάλιν ὁ Ἀπόστολος παραγγέλλων Τιμο-
θέῳ μὴ παρέχειν ταχέως ἀξίαν νεοφύτῳ, ὡσανεὶ νεωστὶ
προσελθόντι τῇ πίστει, οὕτως ἐπέστειλε· «Μὴ νεόφυτον, ἵνα
μὴ τυφωθεὶς εἰς κρῖμα καὶ παγίδα ἐμπέσῃ τοῦ διαβόλου»,
ὅπερ, φησίν, ἔπαθεν ὁ διάβολος τυφωθείς, ἵνα μὴ πάθῃ.
Σαφῶς οὖν ἐδήλωσεν ὁ Ἀπόστολος διατί κατερρίφη, ὡσανεὶ
ὅτι ἐτυφώθη, Θεὸν ἑαυτὸν νομίσας εἶναι· ὅθεν καὶ τὴν ἰδίαν
νόσον τῷ ἀνθρώπῳ εὐθέως προστρίψαι ἠβούλετο λέγων·
«Ἔσεσθε ὡς θεοί.»
[3.27.? Παραγραφή
[3.28] Τοῦ παντοδυνάμου Θεοῦ παραγαγόντος τοὺς ἀγγέλους
πάντας σὺν τῷ οὐρανῷ καὶ τῇ γῇ, οὔπω τὸ πρότερον ὄντας,
ἵσταντο πάντες ἐννεοί, διακρινόμενοι ὡς λογικοὶ ἅμα τε καὶ
ξενιζόμενοι καὶ διαλογιζόμενοι τίς ἆρα ἐστὶν ὁ αὐτῶν τε καὶ
τῶν ἅμα αὐτοῖς δημιουργὸς καὶ παραγωγεύς-ἐθεώρουν γὰρ
ἑαυτοὺς τούτων ἔνδον ὄντας καὶ οὐ προϋπάρχοντας-, ἔτι τε
πάλιν εἰ εἷς ἐστιν ἆρα ὁ δημιουργὸς αὐτῶν τε κἀκείνων, ἢ
ἕτερος καὶ ἕτερος, ἢ πάλιν ἐξ αὐτομάτου παρήχθησαν ἅπαντα,
ἢ τίς ἆρα μείζων ἐστὶ τοῦ ἑτέρου. Ὡς δὲ ἐν τούτοις ἦσαν
ἀνακυκλοῦντες τὸν λογισμὸν ἐπὶ τῷ διαστήματι τῆς νυκτὸς
ἐκείνης- «τὸ» γὰρ «σκότος» ἐκεῖνο, καθὼς γέγραπται, «ὁ
Θεὸς ἐκάλεσε νύκτα»-, ἐμβατεύων ὁ Θεὸς ταῖς αὐτῶν δια-
νοίαις ἀθρόον φωνὴν ἀοράτως ἐκτυποῖ λέγων· «Γενηθήτω
φῶς.»
[3.29] Ἅμα δὲ τῷ λόγῳ τὸ ἔργον ἐκ τοῦ μὴ ὄντος
ἐπακολουθῆσαν τοὺς πάντας ἐξέπληξεν, ἅμα δὲ καὶ ἐδίδασκεν
ὡς ὁ τοῦτο ἐκ τοῦ μὴ ὄντος παραγαγὼν καὶ αὐτοὺς καὶ τὰ
μετ' αὐτῶν ἐκ τοῦ μὴ ὄντος παρήγαγε. Κύπτοντες δὲ πάντες
ἀοράτως τῷ Θεῷ προσεκύνουν, τῷ καὶ αὐτοὺς καὶ πάντα ἐκ
τοῦ μὴ ὄντος παραγαγόντι. Δηλοῖ δὲ τοῦτο ἡ θεία Γραφὴ ἐν
τῷ Ἰὼβ ἐκ προσώπου τοῦ Θεοῦ λέγουσα· «Ὅτε ἐποίουν
ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου» καὶ
ὕμνησαν, ἀπὸ τοῦ ἑνὸς καὶ περὶ πάντων τῶν ἐφεξῆς σημαί-
νουσα.
[3.30] Ἐπισημαντέον δὲ ὅτι ἐπ' ὄψεσι τῶν ἀγγέλων πρῶτον πάντων
καὶ ὕστερον πάντων δύο οὐσίας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε,
μίαν μὲν τὴν πρώτην, τὸ φῶς, καὶ τὴν ἑτέραν, τὴν ἡμετέραν ψυχήν,
τὴν μίαν ὁρατὴν καὶ αἰσθητὴν καὶ ἄλογον, καὶ τὴν ἄλλην ἀόρατον καὶ
νοερὰν καὶ λογικήν. Τὰ δὲ ἄλλα πάντα ἐκ τῶν ὄντων παρήγαγε, διὰ
τούτου πάλιν διδάξαι αὐτοὺς προθέμενος ὡς αὐτὸς εἴη πάντων τῶν
κτισμάτων ἀλόγων τε καὶ λογικῶν, αἰσθητῶν καὶ νοητῶν, ὁρατῶν καὶ
ἀοράτων ποιητής, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὰ παραγαγών.

[3.31] Οὐκ ἀπεικὸς ἦν αὐτοὺς πάλιν ἐν τῷ νυχθημέρῳ ὡς
λογικοὺς διαλογίζεσθαι, εἰ ὁ τοῦτο τὸ φῶς παραγαγὼν ἆρα
καὶ τὸν οὐρανὸν παρήγαγε. Φωνῇ πάλιν χρησάμενος ποιεῖ
τὸν δεύτερον οὐρανὸν ἐπ' ὄψεσιν αὐτῶν, πήξας ἐκ τῶν ὑδάτων
καθ' ὁμοιότητα τῷ εἴδει τοῦ πρώτου οὐρανοῦ. Καὶ πάλιν διὰ
τούτου ἐδιδάσκοντο ὡς αὐτός ἐστιν ὁ τούτου καὶ τοῦ προτέρου
οὐρανοῦ ποιητής. Καὶ τελειοῖ τὰ τῆς δευτέρας ἡμέρας.
 Εἶτα πάλιν διαλογιζομένων αὐτῶν καὶ περὶ τῆς γῆς
σκοπούντων, ὁμοίως συνάξας τὸ ὕδωρ φανεροῖ αὐτήν, γῆν
τὴν ξηρὰν ὀνομάσας, ὡς δεσπότης ὄνομα αὐτῇ τεθεικώς,
ὥσπερ καὶ τὸ στερέωμα ἐκάλεσεν οὐρανόν. Εἶτα ἐξάγει ἐκ
τῆς γῆς σπέρματα καὶ βοτάνας καὶ πᾶν χλωρὸν καὶ ξύλα,
διδάσκων ὡς ἰδίοις κτίσμασι κέχρηται, ἑκάστῳ πρὸς ὃ
βούλεται.
[3.32] Εἶτα, ἐπειδὴ τῇ τρίτῃ ἡμέρᾳ ἐξήγαγε τὰ φυτὰ καὶ τὰ
σπέρματα, τῇ ἐφεξῆς λοιπόν, λέγω δὴ τῇ τετάρτῃ ἡμέρᾳ, ὡς
χρῃζόντων τῶν τοιούτων κράσεως καὶ τάξεως, ποιεῖ ἐκ τοῦ
φωτός, οὗ πρώην παρήγαγε, τοὺς φωστῆρας καὶ τὰ ἄστρα,
καὶ θεὶς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ τὴν πληθὺν τῶν
ἀοράτων Δυνάμεων κινεῖν αὐτὰ κατὰ τάξιν λογικῶς ἐκέλευ-
σεν, ἅμα καὶ τὸν ἀέρα, καὶ ἀνατέλλειν αὐτὰ καὶ δύνειν καὶ
περιφέρειν πρὸς εὐκρασίαν τῶν φυτῶν καὶ πάντων τῶν
μελλόντων κεχρῆσθαι αὐτοῖς, ἵνα δυνόντων μὲν αὐτῶν τῇ
ψύξει καὶ κινήσει τοῦ ἀέρος ψύχωνται, τῇ δὲ παρουσίᾳ τῶν
φωστήρων θέρμης ἀπολαύωσιν.
[3.33] Τινὲς οὖν ἐκ τῶν ἀοράτων Δυνάμεων ἀμφίβολοι τῇ
γνώμῃ ἐξ ἀρχῆς ἕως τοῦ νῦν μεμενηκότες, καὶ ἀγνώμονες
περὶ τὸν πεποιηκότα ἐπὶ τῇ πεπιστευμένῃ αὐτοῖς παρὰ τοῦ
Θεοῦ τάξει ἀμνημόνως προελθόντες, τῇ τῆς φύσεως ὀξύτητι
καὶ τῇ προσούσῃ δυνάμει καὶ λόγῳ φυσώμενοι τὴν προερχο-
μένην φωνήν τε καὶ πρόσταξιν τοῦ Θεοῦ εἰς οὐδὲν λογιζό-
μενοι, ἀλλὰ περιφρονοῦντες, οὔτε μὴν συνιέντες ὡς ἅμα τῷ
σκότῳ ὡς κτίσματα παρήχθησαν, ἐτόλμησαν τῇ παραφρο-
σύνῃ ὀγκούμενοι ὑποπτεῦσαι ἑαυτοὺς εἰς τοῦτο αὐτομάτως
προελθεῖν, λέγω δὴ ὁ διάβολος ὁ τὴν ἐξουσίαν τοῦ ἀέρος
πιστευθεὶς καὶ ἕτεροι σὺν αὐτῷ ἕτερα πεπιστευμένοι, καὶ
τὴν ὀφειλομένην τῷ Θεῷ τιμήν τε καὶ προσκύνησιν εἰς
ἑαυτοὺς ἁρπάσαντες καὶ τυφωθέντες καὶ ἀνυπότακτοι γεγο-
νότες ταχέως, ἵνα μὴ καὶ ἑτέρους βλάψωσιν, ἐκ τοῦ ὕψους καὶ
τῆς ἀξίας κατερρίφησαν περὶ τὴν γῆν. Ὅθεν καὶ τῇ ἕκτῃ
ἡμέρᾳ, μετὰ τὸ διαπλασθῆναι τὸν ἄνθρωπον, περὶ τὴν γῆν
εὑρεθεὶς καὶ φθονήσας τῇ τοσαύτῃ ἐπιμελείᾳ τοῦ Θεοῦ τῇ
πρὸς τὸν ἄνθρωπον ἠβουλήθη περὶ τὴν ἰδίαν νόσον συγκατα-
σπᾶσαι τὸν ἄνθρωπον.
Τὸ κείμενον
[3.34] Πάλιν τῇ πέμπτῃ ἐκ τῶν ὑδάτων κελεύει ἔμψυχα ζῷα
διάφορα ἀναδίδοσθαι κατὰ γένος, ἔνυδρα κήτη τε καὶ τὰ
λοιπά, ἅμα καὶ πτηνὰ πάντα ἀεροπόρα· εἶτα πάλιν τῇ ἕκτῃ
[3.34.4] ἐκ τῆς γῆς τὰ κτήνη πάντα καὶ τὰ θηρία καὶ ἑρπετὰ κατὰ
γένος. Καὶ μετὰ τὸ κατασκευάσαι πάντα τὸν οἶκον, πληρέσ-
τατόν τε καὶ εὐάρμοστον, τότε ὡς ἐπὶ βασιλέως κτίσαντος
πόλιν καὶ πληρώσαντος, τὴν ἰδίαν εἰκόνα τίθησι χρώσας καὶ
καλλωπίσας ἐκ διαφόρων χρωμάτων, οὕτως καὶ ὁ πάνσοφος
Θεός, ὥσπερ συνάξας τὰ διάφορα καὶ ποικίλα ἑαυτοῦ ποιή-
ματα, λογικά τε καὶ ἄλογα, θνητὰ καὶ ἀθάνατα, φθαρτὰ καὶ
ἄφθαρτα, αἰσθητά τε καὶ νοητά, ἀποτελεῖ καὶ κατασκευάζει
ἓν ζῷον ἐξ ἁπασῶν συνεστηκὸς τῶν φύσεων, λέγω δὴ τὸν
ἄνθρωπον, καὶ τίθησιν ἐν τῷ ἡτοιμασμένῳ οἴκῳ ὡς ἐν τάξει
ἰδίας εἰκόνος γνωριζούσης ἕνα τινὰ εἶναι τὸν τοῦ παντὸς
δημιουργόν.
[3.35] Ὅθεν θαυμάσαντες ἐπὶ τῇ εἰκόνι οἱ ἄγγελοι εὐνοοῦντες
τῷ Θεῷ περιέπουσι καὶ λειτουργοῦσι τῇ αὐτοῦ εἰκόνι,
ὁμοίως καὶ πᾶσα ἡ κτίσις, ἥλιος ἄνωθεν φαίνων καὶ ἡμέ-
ραν ἀποτελῶν διὰ τὸν ἄνθρωπον, σελήνη καὶ ἀστέρες τὸ
βαθύτατον σκότος ἐκ μέρους καταλάμποντες δρόμον νυκτὸς
ἀποτελοῦσι διὰ τὸν ἄνθρωπον, πάντες δὲ μῆνας καὶ καιροὺς
καὶ τροπὰς καὶ ἐνιαυτούς, καὶ εἰς σημεῖα τοῖς τὰ θαλάττια
πελάγη διαπεροῦσι καὶ τοῖς κατὰ τὴν ἔρημον ὁδοιποροῦσι
δημιουργηθέντες ἀνθρώποις, ἀὴρ δὲ εἰς ἀναπνοὴν καὶ εἰς ἀνά-
ψυξιν καὶ εὐκρασίαν τῇ εἰκόνι δουλεύων, πῦρ πάλιν εἰς ἀρτο-
ποιεῖν καὶ εἰς θέρμην καὶ εἰς φῶτα νυκτὸς καὶ εἰς ἕψησιν
καὶ εἰς διαφόρους χρείας ὑπουργόν, ὕδωρ εἰς πιεῖν, εἰς
πλύνειν, εἰς ζύμην, εἰς ποτίζειν καὶ εἰς ἄλλας πολλὰς χρείας
δουλεῦον, γῆ εἰς κατοικίαν καὶ εἰς ἀνάδοσιν παντοδαπῶν
καρπῶν καὶ ἀκάρπων ξύλων καὶ εἰς ἑτέρας πολλὰς χρείας
λειτουργοῦσα, τετράποδα καθαρὰ εἰς ἀπόλαυσιν καὶ εἰς ἐνδύ-
ματα, κτήνη πρὸς ὑπουργίαν καὶ ἀνάπαυσιν, θηρία εἰς τέρψιν
καὶ εἰς φόβον, ἑρπετὰ ὁμοίως, πάντα δουλεύοντα πρὸς γυμνα-
σίαν τοῦ λογικοῦ καὶ τὸ χρήσιμον παρέχοντα διὰ τὸν ἄνθρωπον
τὸν σύνδεσμον φιλίας ὄντα πάσης τῆς κτίσεως, τὸν χαμαὶ
βαδίζοντα καὶ τῷ νῷ ἱπτάμενον καὶ περισκοποῦντα τὸ πᾶν,
τὸν ὄρθιον τῷ σχήματι καὶ τὸν οὐρανὸν ὡς οἰκητήριον εὐχερῶς
κατοπτεύοντα, τὸν βασιλέα πάντων τῶν κατὰ γῆν καὶ
συμβασιλεύοντα τῷ Δεσπότῃ Χριστῷ ἐν οὐρανοῖς καὶ συμπο-
λίτην τῶν οὐρανίων γινόμενον, ᾧ πᾶσα κτίσις ὡς εἰκόνι Θεοῦ
ἐξυπηρετεῖ ὑποτασσομένη τῷ Θεῷ καὶ εὔνοιαν τῷ κτίστῃ
ἀποσῴζουσα.
[3.35.? Παραγραφή
[3.36] Πάλιν τῇ πέμπτῃ ἀναδιδομένων ἐκ τῶν ὑδάτων
ἐμψύχων ζῴων, διδάσκονται καὶ τούτου τοῦ ὕδατος τοῦ ἅμα
αὐτοῖς παραχθέντος ποιητὴν εἶναι τὸν Θεόν· ὁμοίως πάλιν
ἐντελέστερον, καὶ ἐκ τῆς γῆς ζῴων ἐμψύχων ἀναδιδομένων
τῇ ἕκτῃ ἡμέρᾳ, διδάσκονται τοῦ παντὸς εἶναι τὸν Θεὸν
ποιητήν, ἐμψύχων τε καὶ ἀψύχων. Περιεσκόπουν τοίνυν πάλιν
πάντες οἱ ἄγγελοι ὁρῶντες μὲν πάντα τὰ ποιήματα τοῦ Θεοῦ
τὰ ἐν ταῖς ἓξ ἡμέραις ἐπ' ὄψεσιν αὐτῶν γεγονότα, καὶ διελο-
γίζοντο ὡς πάντα μὲν διάφορα καὶ θαυμαστὰ καὶ μεγάλα καὶ
ἐκπλήξεως ἄξια, ὅμοιον δὲ ἑαυτῶν, λογικόν τε καὶ ἀόρατον
καὶ νοητὸν οὐχ ἑώρων ἐν αὐτοῖς.
[3.37] Καὶ ἐνῆν αὐτοὺς
ὑποπτεῦσαι, μὴ ἆρα ἕτερός τίς ἐστι τῶν λογικῶν καὶ ἀοράτων
καὶ νοητῶν δημιουργὸς καὶ ἕτερος τῶν ἀλόγων καὶ αἰσθητῶν
καὶ ὁρατῶν. Ταύτην αὐτῶν τὴν ὑπόνοιαν ἀφελεῖν βουλόμενος
ὁ Θεὸς ὕστερον πάντων κατασκευάζει ἓν ζῷον ἐξ ἀπασῶν
συνεστηκὸς τῶν φύσεων, λέγω δὴ τὸν ἄνθρωπον, ἔκ τε λογικοῦ
καὶ ἀλόγου, αἰσθητοῦ καὶ νοητοῦ, ὁρατοῦ καὶ ἀοράτου, καὶ
ἵστησιν ὡς ἐν τάξει εἰκόνος ἑαυτοῦ σημαινούσης ἕνα τινὰ
εἶναι τὸν τοῦ παντὸς δημιουργόν.
[3.38] Ὅθεν ὑπερθαυμά-
σαντες οἱ ἄγγελοι ἐδιδάχθησαν αὐταῖς ὄψεσι διὰ τοῦ ἀνθρώπου
τὴν δόξαν καὶ τὴν δύναμιν καὶ τὴν μεγαλωσύνην καὶ τὴν
σοφίαν καὶ τὴν ἀγαθότητα τοῦ ἑνὸς καὶ μόνου Θεοῦ, καὶ ὅτι
πάντα τὰ στοιχεῖα καὶ τὰ μετ' αὐτοὺς γεγονότα διὰ τὸν
ἄνθρωπον προητοίμασται. Προθύμως οὖν διηκόνουν ὡς ὑπ-
ήκοοι καὶ ἐλειτούργουν κινοῦντες πάντα τὰ πρὸς ὠφέλειαν
τῆς εἰκόνος τοῦ Θεοῦ, ὡς μέλη αὐτῆς οἰκεῖα ὑπάρχοντες.
Ὅθεν πάλιν ἐπὶ τῇ εὐπραγίᾳ καὶ δικαιοσύνῃ τῶν ἀνθρώπων
μεγάλως χαίρονται, ἐπὶ δὲ τῇ δυσπραγίᾳ καὶ ἁμαρτίᾳ μεγά-
λως δυσφοροῦσιν, ὥς φησι καὶ αὐτὸς ὁ Κύριος «ὅτι μεγάλη
χαρὰ ἐν οὐρανῷ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι».
[3.39] Ἐπισημαντέον δὲ ἐνταῦθα ὅτι ὥσπερ ἐπ' ὄψεσι τῶν ἀγγέλων
πρῶτον ἐκ τοῦ μὴ ὄντος τὸ αἰσθητὸν καὶ ὁρατὸν καὶ ἄλογον φῶς
παρήγαγε, καὶ ὕστερον τὸ λογικὸν καὶ νοητὸν καὶ ἀόρατον, οὕτως καὶ
ἐπὶ τοῦ ἀνθρώπου πρῶτον τὸ σῶμα, κατὰ τὸν Μωϋσέα, κατεσκεύασε,
καὶ οὕτως τὴν ψυχήν.

[3.40] Ἐνῆν πάλιν τινὰς ὑποπτεύειν ὅτι, εἰ ἦν ἑτέρα ἡμέρα
μετὰ τὰς ἓξ ἡμέρας, πάντως ἂν ἐποίησεν ὁ Θεὸς ἕτερά τινα,
ἐπειδὴ δὲ οὐκ ἔστιν ἑτέρα ἡμέρα μετὰ τὰς ἕξ, ἀδυνάτως
ἤνεγκεν ἕτερα παραγαγεῖν. Ταύτην αὐτῶν τὴν ὑπόνοιαν
ἀναιρῶν ὁ Θεὸς ποιεῖ καὶ τὴν ἑβδόμην ἡμέραν περισσήν,
μηδὲν ἐν αὐτῇ ἐργασάμενος, δηλῶν διὰ τούτου ὡς τέλειός
ἐστιν ὁ κόσμος καὶ λείπει αὐτῷ πρὸς γένεσιν οὐδέν· εἰ γὰρ
ἔλειπεν, ἀνεπλήρωσεν ἂν τῇ ἑβδόμῃ τὰ λείποντα· νυνὶ δὲ
μηδὲν αὐτῷ λείποντος, κατέπαυσε τῇ ἑβδόμῃ ἀπὸ πάντων
τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ποιῆσαι.
[3.41] Ἴσως πάλιν ἐρεῖ τις· Διατί μὴ ἐν μιᾷ ἡμέρᾳ ἢ δύο ἢ
τρισὶν ἢ τέτρασιν ἢ πέντε, ἀλλ' ἐν ἓξ πεποίηκε πᾶσαν τὴν
κτίσιν; Ἀκούσεται φιλαλήθως ὅτι τῶν ἀγγέλων λογικῶν
ὄντων καὶ τρεπτῶν, οὐκ ἂν ἡ μία ἡμέρα ἤρκεσε πρὸς διδα-
σκαλίαν αὐτῶν, εἴπερ ἐν μιᾷ ἡμέρᾳ ἐγεγόνει τὸ πᾶν· ἢ γὰρ ἂν
ἐλογίζοντο χύδην ὡς φάσματά τινα γεγενῆσθαι καὶ ἀτάκτως
πως παρῆχθαι. Ἀλλ' ὁ παντοδύναμος Θεὸς εὐτάκτως κατὰ
μέρος ἑνὸς ἑκάστου ἔργου ἡμέραν ἀφορίσας πρὸς διάκρισιν
καὶ διδασκαλίαν τῶν ἀγγέλων, οὕτως τὸ πᾶν εἰργάσατο·
πρῶτον πάντων ἐν τῇ πρώτῃ ἡμέρᾳ, μετὰ τὸ παραχθῆναι
αὐτοὺς σὺν τῷ οὐρανῷ καὶ τῇ γῇ καὶ τοῖς στοιχείοις, τὸ φῶς
ἐπ' ὄψεσιν αὐτῶν πεποίηκε, τῇ δευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα,
τῇ τρίτῃ συνάξας τὰ ὕδατα ἐξήγαγε τὰ ἐκ τῆς γῆς ξύλα καὶ
χλωρά, τῇ τετάρτῃ τοὺς φωστῆρας, τὸν οὐρανὸν κατακοσμή-
σας, τῇ πέμπτῃ τὰ νηκτὰ καὶ πτηνὰ ἐκ τῶν ὑδάτων, τῇ ἕκτῃ
τὰ ἐκ τῆς γῆς ἔμψυχα ζῷα καὶ τὸν ἄνθρωπον, τὰ ἓξ ταῦτα
καθολικὰ ἔργα ἐν ταῖς ἓξ ἡμέραις ἐργασάμενος. Διὰ τοῦτο
οὖν κατὰ μέρος ἐν ταῖς ἓξ ἡμέραις πεποίηκε πάντα τὸν κόσμον
πρὸς διάκρισιν καὶ διδασκαλίαν τῶν ἀγγέλων, καθὼς ἠδύ-
ναντο διακρῖναι ὡς ὀξύτεροι ἐν ἑκάστῃ τῇ ἡμέρᾳ τοῦ ἔργου
τὴν διάκρισιν καὶ τούτου τὸν ποιητήν.
[3.42] Ἔνεστι δὲ μαθεῖν τῷ βουλομένῳ ὡς σὺν τῷ οὐρανῷ
καὶ τῇ γῇ παρήχθησαν καὶ οἱ ἄγγελοι, ὅτι ὄντων μὲν αὐτῶν
ἐπὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ, ὁ Θεὸς φωνὴν προκατεβάλλετο
ἐπ' ὄψεσιν αὐτῶν πρὸς παιδείαν αὐτῶν λέγων· Γενηθήτω
τόδε καὶ τόδε καὶ ποιήσωμεν τόδε· ἐπὶ δὲ τοῦ οὐρανοῦ καὶ τῆς
γῆς, ἐπειδήπερ οὐ προϋπῆρχον, ὅλως φωνὴν οὐ προκατεβάλετο
λέγων· Γενηθήτω οὐρανὸς καὶ γῆ καὶ τὰ σὺν αὐτοῖς· οὐ γὰρ
ἦσαν οἱ ἀκούοντες καὶ παιδευόμενοι· ἐπὶ δὲ τῶν λοιπῶν
πάντων, ἐπείπερ ἦσαν οἱ παιδευόμενοι, εὐλόγως ἡ φωνὴ
προήρχετο. Ἐπεὶ οὖν σὺν τῷ οὐρανῷ καὶ τῇ γῇ παρήχθησαν
ἅμα, ὁ συγγραφεὺς Μωϋσῆς διὰ Πνεύματος ἁγίου ἐξ αὐτοῦ
τοῦ πράγματος ἤρξατο, ὡς περιεκτικῶν αὐτῶν ὄντων λέγων·
«Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»
[3.43] Ἔτι. Εὖ εἰδὼς ὁ Ἀπόστολος τὰ κατὰ τὸν ἄνθρωπον,
[3.43.2] ἤτοι καὶ τὸ αὐτοῦ σχῆμα, ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ,
ἀνώτερον πάντων ὡς οὐράνιον ἐκ τοῦ μέλλοντος τέθεικε τὸν
ἄνθρωπον· φησὶ γάρ· «Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου
Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν
καὶ τετραπόδων καὶ ἑρπετῶν», ἀνωτέρω πάντων εἰπὼν τὸν
ἄνθρωπον, εἶτα τούτου κατώτερα τὰ πετεινὰ καὶ τούτων
πάλιν τὰ τετράποδα καὶ τούτων τὰ ἑρπετὰ τὰ ἐμφωλεύοντα
μᾶλλον ὑποκάτω τῆς γῆς, ὡς ἐπὶ κλίμακος αὐτὰ ἐξειπών.
[3.44] Ἔτι. Πάντα τὰ ἄλογα ζῷα τὰ τετράποδα τοῖς τέσ-
σαρσι ποσὶ τὸ σῶμα βασταζόμενα καὶ τὰς ὄψεις περὶ τὴν γῆν
νεύοντα, οὔτε ἓν ἐξ αὐτῶν εὐχερῶς δύναται τὸν οὐρανὸν
κατοπτεύειν, ὁμοίως καὶ ἑρπετὰ τὸ πᾶν σῶμα περὶ τὴν γῆν
εἱλούμενα, οὔτε ἓν ἐξ αὐτῶν δύναται τὸν οὐρανὸν κατοπτεύειν.
[3.45] Πάλιν. Τὰ πτηνὰ πάντα δίποδα ὄντα καὶ μέσον τοῦ
σώματος τοὺς πόδας ἀναλόγως ἔχοντα, πετάμενα μὲν κατὰ τὸ
ὕψος περὶ τὴν γῆν ὁρῶσιν, ἱστάμενα δὲ οὔτε αὐτὰ εὐχερῶς τὸν
οὐρανὸν δύναται περιβλέπειν. Μόνος δὲ ὁ ἄνθρωπος τῶν ἐπὶ
γῆς ζῴων, ὡς λογικὸς καὶ οὐράνιος μέλλων εἶναι, ἀναλόγως
τὸ σχῆμα παρὰ τοῦ δημιουργοῦ ἐδέξατο· δίπους μὲν γάρ
ἐστιν, ὡς μέλλων ἵπτασθαι καὶ οὐρανοβατεῖν· ἀνατεταμένον
δὲ τὸ σχῆμα καὶ ὄρθιον ἔχει, ὡς ἕτοιμος ὢν καὶ μέλλων
ἀνιέναι ἐπ' ὕψος· εὐχερῶς δὲ καὶ τὴν γῆν καὶ τὸν οὐρανὸν
κατοπτεύει ταῖς ὄψεσιν, ὡς ἐκ τῆς γῆς εἰς τὸν οὐρανὸν ἐπειγό-
μενος ἀνελθεῖν, ἐπίγεια καὶ οὐράνια δι' αὐτοῦ συναπτόμενα.
[3.46] Ἔτι. Πάντα τὰ ἄλογα ζῷα καθόλου τὴν μίξιν τῆς
συζυγίας ἐκ τῶν ὄπισθεν ἐργαζόμενα καὶ συναπτόμενα,
ἄλληλα μὴ ὁρῶντα κατὰ πρόσωπον, ἀλόγως καὶ ἀναισχύντως
κέχρηνται τῇ μίξει· μόνος δὲ ὁ ἄνθρωπος προσιὼν κατὰ
πρόσωπον ὡς λογικὸς ἐργάζεται, ἵν' ἀλλήλους ὁρῶντες λόγῳ
καὶ αἰδοῖ καὶ τιμῇ τὴν μίξιν ἀπεργάζωνται καὶ τὸν πεποιηκότα
εὐχαρίστως μετὰ λόγου ἀνυμνῶσι, τὸν δώσαντα καὶ τάξαντα
τῇ φύσει ἰδίαν ἔχειν βοήθειαν καὶ κίνησιν εἰς ἑαυτὴν πρὸς
αὔξησιν καὶ πληθυσμὸν τοῦ ἡμετέρου γένους.
[3.47] Ἔτι. Ἐκ τῆς πλευρᾶς τοῦ ἀνδρὸς τὴν γυναῖκα πεποίη-
κεν ὁ Θεός, ὡς τῶν δύο πλευρῶν πᾶν τὸ σῶμα συσφιγγουσῶν·
οὔτε γὰρ ἐκ τῶν ἔμπροσθεν αὐτοῦ πεποίηκεν αὐτήν, ἵνα μὴ
ὑπεραίρηται ἡ γυνὴ τοῦ ἀνδρός, οὔτε ἐκ τῶν ὄπισθεν, ἵνα μὴ
ὁ ἀνὴρ ὑπεραίρηται τῆς γυναικός, ἀλλ' ἐκ τῆς πλευρᾶς, ὡς
ἴσην οὖσαν κατὰ φύσιν· εἰ καὶ προτερεύει ὁ ἀνὴρ ὡς αἴτιος τῷ
χρόνῳ, οὐ μέντοι κατ' αὐτὴν τὴν φύσιν. Ἔτι τε καὶ διὰ τὸ
σκέπειν διαπαντὸς τὴν χεῖρα καὶ φυλάττειν τὴν ἰδίαν πλευράν,
οὕτω τὸ θῆλυ ἐκ τοῦ ἄρρενος ἐργασάμενος καὶ τὸ ἄρρεν ἐκ
τῆς γῆς, μίαν εἶναι σάρκα ἀμφοτέρους προσηγόρευσεν, ἐκ τῆς
κατασκευῆς τῶν δύο πλευρῶν καὶ τῷ ἐκ τῆς συναφείας
βλαστάνοντι καρπῷ. Διὰ τοῦτο ὁ πορνεύων ἁμαρτάνει ἀλλο-
τριῶν τὴν ἰδίαν σάρκα καὶ ἄτακτον καρπὸν σπείρων, ὁ δὲ
μοιχεύων μετὰ τοῦ φονέως τέτακται, ὡς διαιρῶν τὴν μίαν
σάρκα καὶ φόνον ἐργαζόμενος.
[3.48] Ἔτι. Ἴσως ἀπορήσειέ τις πάλιν λέγων· Διατί πάντων
μὲν τῶν ἀλόγων ἄρρεν καὶ θῆλυ ἅμα γενομένων παρὰ τοῦ
Θεοῦ, μόνος ὁ ἄνθρωπος οὐχ ἅμα τοῦ θήλεος γέγονεν, ἀλλὰ
μονώτατος, εἶθ' οὕτω καὶ τὸ θῆλυ ὕστερον ἐγένετο; Ἀκού-
σεται ὁ τοιοῦτος ὅτι πάντων τῶν γενομένων ζῴων παρὰ τοῦ
Θεοῦ ἀλόγων ὄντων καὶ μὴ δυναμένων γνῶναί τι, πάντων δὲ
τῶν ἀγγέλων ὑφ' ἓν γενομένων λογικῶν καὶ γινωσκόντων ἐν
τοῖς κατὰ μέρος γεγονόσι, λέγω δὴ ἐν ταῖς ἓξ ἡμέραις, τὸν
ποιητὴν τοῦ παντός, ἀνάγκη καὶ τὸν ἄνθρωπον λογικὸν
δημιουργηθέντα παρὰ τοῦ Θεοῦ καὶ σύνδεσμον ὄντα πάσης
τῆς κτίσεως διδαχθῆναι καὶ αὐτὸν τοῦ παντὸς τὸν δημιουργόν.
[3.49] Ἐπειδὴ δὲ μὴ ὄντος αὐτοῦ τὸ πρότερον, ἀλλ' ὕστερον
πάντων γενομένου, οὐκ ἠδύνατο οὔτε ἐκ τῶν πρὸ αὐτοῦ γενο-
μένων, οὔτε ἐξ ἑαυτοῦ γνῶναι Θεόν, ηὐδόκησεν ὁ Θεὸς μὴ
ἅμα αὐτῷ, ἀλλ' ὕστερον, τὸ θῆλυ ἐξ αὐτοῦ παραγαγεῖν, ἵνα
γνῷ διὰ τούτου ὅτι ὁ τοῦτο τὸ ὅμοιον ἐξ αὐτοῦ παραγαγὼν
καὶ αὐτὸν παρήγαγε. Διὰ τοῦτο καὶ ἔκστασιν αὐτῷ ἐπέβαλε
καὶ ὕπνωσεν, ἵνα ἀφαιρουμένης τῆς πλευρᾶς αὐτοῦ ἀπόνως
καὶ ἀλύπως ὡς ἐν ὕπνῳ διὰ τῆς χάριτος τοῦ Θεοῦ αἴσθησιν
τοῦ γινομένου δέξηται καὶ τὸν πεποιηκότα ἀνυμνήσειεν
ὁμολογῶν καὶ λέγων· «Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων
μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή,
ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη.» Τῶν ἀγγέλων τοίνυν
λογικῶν γεγονότων καὶ διὰ τῶν ἔργων τῶν ἐν ταῖς ἓξ ἡμέ-
ραις γενομένων παιδευθέντων τὸν αἴτιον, ἀναγκαίως καὶ ὁ
ἄνθρωπος διὰ τοῦ θήλεος ἐπαιδεύθη καὶ ἔμαθεν ἑαυτοῦ
τε καὶ τοῦ παντὸς εἶναι τὸν Θεὸν δημιουργόν, μάλιστα
προακούσας τοῦ Θεοῦ λέγοντος· «Ποιήσωμεν αὐτῷ βοηθὸν
κατ' αὐτόν.»
[3.49.? Τὸ κείμενον
[3.50] Εἶτα πάλιν καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ, μετὰ τὸ ἀποκαλύψαι
τῷ Μωϋσῇ πᾶσαν τὴν κοσμοποιΐαν καὶ τοιούτων ὀπτασιῶν
μυστικῶν ἀξιῶσαι, τότε ὡμίλει αὐτῷ, καὶ δοὺς αὐτῷ τὸν
νόμον ἐν πλαξὶ λιθίναις γεγραμμένον δακτύλῳ Θεοῦ καὶ
σοφίσας αὐτὸν τῶν γραμμάτων τὴν πεῖραν καὶ δοξάσας αὐτοῦ
τὸ πρόσωπον ἀφίησι κατελθεῖν ἐκ τοῦ ὄρους.
[3.51] Εἶτα μετὰ ταῦτα προστάττει αὐτῷ σκηνὴν ἐπιτελέσαι
κατὰ τὸν τύπον, ὃν ἑωράκει ἐν τῷ ὄρει, ὡσανεὶ τύπον οὖσαν
παντὸς τοῦ κόσμου. Ἐποίησεν οὖν τὴν σκηνὴν κατὰ τὸ δυνα-
τὸν μιμήσασθαι θέλων τὸ σχῆμα τοῦ κόσμου οὕτως· τριάκοντα
πηχέων τὸ μῆκος καὶ δέκα τὸ πλάτος, καὶ μεσολαβήσας κατα-
πέτασμα μεσόθεν ποιεῖ αὐτὴν χώρους δύο, καὶ ἐλέγετο ἡ
πρώτη Ἅγια, ἡ δευτέρα ἡ μετὰ τὸ καταπέτασμα Ἅγια ἁγίων.
Τύπος δὲ ἦν ἡ ἐξωτέρα τούτου τοῦ κόσμου τοῦ ὁρωμένου,
κατὰ τὸν θεῖον Ἀπόστολον, ἀπὸ τῆς γῆς ἕως τοῦ στερεώ-
ματος, ἐν ᾗ ὑπῆρχε τράπεζα κατὰ τὸ βόρειον μέρος καὶ ἐπάνω
τῆς τραπέζης δώδεκα ἄρτοι, τύπον ἐπέχουσα τῆς γῆς, καρ-
ποὺς παντοδαποὺς ἔχουσα μηνιαῖον ἕνα, ὡσανεὶ τοῦ ἐνιαυ-
τοῦ δώδεκα.
[3.52] Πέριξ δὲ τῆς τραπέζης κύκλῳ κυμάτιον
στρεπτὸν σημαῖνον τὴν θάλασσαν, τὸν λεγόμενον Ὠκεανόν,
εἶτα καὶ πέριξ τούτου πάλιν κύκλῳ στεφάνην παλαιστοῦ
σημαίνουσαν τὴν πέραν γῆν, ἔνθα ἐστὶ καὶ ὁ παράδεισος κατὰ
ἀνατολάς, ἔνθα καὶ τὰ ἄκρα τοῦ οὐρανοῦ τοῦ πρώτου τοῦ
καμαροειδοῦς τοῖς ἄκροις τῆς γῆς πάντοθεν ἐπερείδεται.
Εἶτα καὶ τὴν λυχνίαν εἰς τὸ νότιον μέρος τέθεικε φαίνουσαν
εἰς βορρᾶν τῇ γῇ ἀπὸ τοῦ νότου· ἑπτὰ δὲ λύχνους ἐπ' αὐτῆς
τέθεικε τὴν ἑβδομάδα σημαίνων· οἱ δὲ λύχνοι τοὺς φωστῆρας
πάντας σημαίνουσι.
[3.53] Μετὰ δὲ τὸ καταπέτασμα ἡ δευτέρα σκηνή, ἡ λεγο-
μένη Ἅγια ἁγίων, καὶ ἡ κιβωτὸς τοῦ μαρτυρίου καὶ τὸ ἱλαστήριον καὶ
ὑπεράνω Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον,
τύπος ἐστὶ
κατὰ τὸν Ἀπόστολον τῶν οὐρανίων ἀπὸ τοῦ στερεώματος
ἐπὶ τὸν ἀνώτερον οὐρανόν, ὥσπερ ἀπὸ τοῦ καταπετάσματος
ἕως τοῦ τοίχου τῆς ἐσωτέρας σκηνῆς ποιοῦσα τὸν ἐσώτερον
χῶρον.
[3.54] Σοφισθεὶς οὖν ὑπὸ τοῦ Θεοῦ γράμματά τε καὶ τῶν
πάντων τὴν γένεσιν αὐταῖς ὄψεσιν ἐξ ἀποκαλύψεως δεξάμενος
καὶ δοξασθεὶς τὸ πρόσωπον, μὴ δυνάμενος ὁραθῆναι τοῖς
συγγενεῦσιν ἄνευ καλύμματος, τότε πρῶτος ἀνθρώπων ὡς
ἀξιόπιστος καὶ δεδοξασμένος ὑπὸ Θεοῦ συγγράφει τὴν βίβλον
τῆς Γενέσεως λέγων· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν
καὶ τὴν γῆν», ἀρχὴν γενέσεως κόσμου παρὰ Θεοῦ γινομένην,
ὡς περιεκτικῶν πάντων ὑπαρχόντων καὶ ἔνδοθεν ὄντων
πάντων τῶν λοιπῶν κτισμάτων, ὧνπερ ἅμα αὐτοῖς καὶ ὧν
[3.54.10] μετὰ ταῦτα κατὰ μέρος πεποίηκεν, ἀποφηνάμενος· εἶτα,
ἀρξάμενος ἀπὸ τῆς πρώτης καὶ ἕως τῆς ἕκτης τελέσας, πάντα
τὰ ἔνδον ὑπάρχοντα οὐρανοῦ καὶ γῆς, καὶ τῇ ἑβδόμῃ καταπαύ-
σαντα τὸν Θεὸν εἰρηκὼς καὶ μηδὲν ἐργασάμενον διὰ τὸ
πεπληρῶσθαι πᾶσαν τὴν κτίσιν καὶ μὴ λείπειν τι τῇ καλλίστῃ
ἁρμονίᾳ τοῦ κόσμου, τότε πάλιν ἐπιφέρει· «Αὕτη ἡ βίβλος
γενέσεως οὐρανοῦ καὶ γῆς», ἀρκετὸν ἡγησάμενος πάντα
συσσημαίνεσθαι ἔσωθεν ὄντα οὐρανοῦ καὶ γῆς.
[3.55] Καὶ πάλιν ἑτέρωθι· «Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν
ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ τῇ
ἑβδομῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο
ὁ Θεὸς ποιῆσαι», διὰ πάντων τὸν αὐτὸν νοῦν εἰρηκὼς ὅτι καὶ
ἔνδον εἰσὶ πάντα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ ὅτι πρὸ τῶν
ἑπτὰ ἡμερῶν ἐκείνων τίποτε τὸ σύνολον οὐ πεποιήκει, ἀλλὰ
καὶ ἤρξατο ἀπὸ τῆς πρώτης ἡμέρας καὶ ἐτέλεσε τῇ ἕκτῃ καὶ
τῇ ἑβδόμῃ κατέπαυσε, μηδὲν ἕτερον ποιήσας, καὶ ὅτι δύο
μόνους οὐρανοὺς πεποίηκε, τὸν πρῶτον ἅμα τῇ γῇ καὶ τὸν
δεύτερον μέσον θέμενος καὶ ποιήσας τὰς δύο καταστάσεις,
ταύτην τε καὶ τὴν μέλλουσαν, καθάπερ καὶ ἐν τῇ σκηνῇ
προσέταξε γενέσθαι δύο χώρους κατὰ μίμησιν τοῦ κόσμου.
«Κατὰ τὸν τύπον» γάρ, λέγει, «τὸν δειχθέντα σοι ἐν τῷ
ὄρει»· ἣν ὁ Ἀπόστολος ἑρμηνεύων, πρὸς Ἑβραίους ἐπιστέλ-
λων, ἔφη τύπον τοῦ κόσμου τούτου τὴν ἐξωτέραν σκηνὴν καὶ
τὴν ἐσωτέραν τῶν οὐρανίων.
[3.56] Τοῦ οὖν τοιούτου μεγάλου καὶ θείου κοσμογράφου
Μωϋσέως μαρτυρουμένου καὶ δοξασθέντος, ἐν μὲν τῇ Παλαιᾷ
ὑπὸ τοῦ Θεοῦ, ἐν δὲ τῇ Νέᾳ ὑπὸ τοῦ Χριστοῦ, καὶ ἑτέρων δὲ
θεοφόρων προφητῶν καὶ ἀποστόλων συμμαρτυρούντων αὐτῷ
περὶ πάντων, περί τε τῶν σχημάτων τῆς κτίσεως ἁπάσης,
καθάπερ ἐν τῷ πρὸ τούτου λόγῳ παρεθήκαμεν, καὶ περὶ
αὐτῆς τῆς κτίσεως, καὶ κατὰ πάντα συμφωνούντων αὐτῷ, τίς
οὕτω σκαιὸς καὶ ἠλίθιος καὶ πεπλασμένος, μάλιστα καὶ
ὀνομάζων ἑαυτὸν χριστιανόν, ἀπιστήσειε τῇ τοσαύτῃ ἀληθείᾳ
καὶ ἱερᾷ μαρτυρίᾳ, καὶ οὐχὶ μᾶλλον κύψας εἰς γῆν ἐντραπή-
σεται τὸν ὄχλον τῶν μαρτυριῶν, τὴν ἐκλογήν, τὰς ἀποκαλύ-
ψεις, τὴν σοφίαν, τὴν δόξαν, τὰς προρρήσεις, τὰ σημεῖα τὰ
παράδοξα, τὰ μεγάλα θαύματα, τὰς ἐκβάσεις τῶν προφη-
τειῶν, αὐτοῦ τοῦ Θεοῦ τὴν μαρτυρίαν ὡς φίλος πρὸς φίλον
κατὰ πρόσωπον ὁμιλοῦντος καὶ ἐνωπίως, καὶ ἐν τῇ Νέᾳ τοῦ
Δεσπότου Χριστοῦ πολλάκις αὐτῷ μαρτυρήσαντος; Ὄντως,
ἵν' οὕτως κἀγὼ θερμότερον εἴπω, εἰ μή τις θεομάχος εἴη,
τούτῳ ἀντειπεῖν οὐ δυνήσεται· μεταμελόμενος γὰρ πάλιν
λέξει· «Δάκτυλος Θεοῦ ἐστιν ἐν αὐτῷ», καὶ τὴν ἧτταν
ὁμολογήσει, καθάπερ οἱ αἰγύπτιοι ἐπαοιδοὶ καὶ φαρμακοί,
Ἰαννῆς καὶ Ἰαμβρῆς, ἔλεγον περὶ αὐτοῦ.
[3.57] Κατὰ τὸν μέγαν οὖν καὶ θεῖον κοσμογράφον Μωϋσέα
καὶ κατὰ τὸν θειότατον καὶ ἐν ἑαυτῷ ἔχοντα λαλοῦντα τὸν
Δεσπότην Χριστόν, τὸν διδάσκαλον τῆς Ἐκκλησίας Παῦλον,
δύο καὶ μόνων οὐρανῶν γεγονότων παρὰ Θεοῦ, καὶ οὐχὶ ἑπτὰ
ἢ ὀκτὼ ἢ ἐννέα, πῶς οἷόν τέ ἐστι τοῖς ἔξω προσέχειν ἐκ
στοχασμῶν καὶ σοφισμάτων καὶ γνάθων διαλεγομένοις καὶ
μύθους ἀναπλαττομένοις, οὐ παλαιοῖς μάλιστα ἀλλὰ νέοις
τισίν, οἳ πρὸς τὰς ἀπορίας τῶν οἰκείων δογμάτων ματαιοτέρας
ἀπολογίας ἐπινενοήκασι; Πῶς δὲ δύνανται οἱ τούτοις προσέ-
χοντες λέγειν ὕδατα εἶναι ἐπάνω τοῦ οὐρανοῦ κατὰ τὴν
Γραφήν, ἢ πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἄνευ
δρόμου ἡλίου καὶ σελήνης καὶ ἄστρων γενέσθαι; Ἢ καὶ τὸν
ἐπὶ τοῦ Νῶε κατακλυσμὸν πῶς ἐκάλυψε πᾶσαν τὴν γῆν καὶ
πάλιν ὑπεχώρησαν τὰ ὕδατα;
[3.58] Ἢ πῶς δύνανται πάλιν
λέγειν συντέλειαν κόσμου, καὶ παύεσθαι τὸν δρόμον τῶν
ἄστρων πιπτόντων, καὶ μηκέτι ἐκ διαδοχῆς ποιεῖν ἡμέρας καὶ
νύκτας, καὶ παύεσθαι μὲν καθόλου ταύτην τὴν κατάστασιν,
ἀναδείκνυσθαι δὲ ἑτέραν ἀπεξενωμένην καὶ ὑπερβαίνουσαν
ταύτην, καὶ εἰσέρχεσθαι τοὺς δικαίους εἰς τὸν ἀνώτερον
οὐρανὸν ἐσώτερον τούτου τοῦ ὁρωμένου οὐρανοῦ, ἔνθα ἐστὶν
ἡ βασιλεία τῶν οὐρανῶν, ἡ δευτέρα σκηνὴ ἡ λεγομένη Ἅγια
ἁγίων, ἧς τύπος ἦν ὁ ἐν τῇ σκηνῇ ἐσώτερος χῶρος, ἔνθα καὶ
εἰσῆλθεν ὁ Δεσπότης Χριστὸς ἀναληφθεὶς εἰς τὸν οὐρανὸν
ὑπεράνω τοῦ στερεώματος, γενόμενος πρόδρομος ὑπὲρ ἡμῶν,
ἐγκαινίσας ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν; Ἢ πῶς δύναν-
ται πάλιν λέγειν μετὰ τὴν συντέλειαν ἑπτὰ ἢ ὀκτὼ ἢ ἐννέα
οὐρανούς, ἢ κυκλεύειν πάλιν τὸν οὐρανόν, τὴν παρ' αὐτῶν
λεγομένην σφαῖραν; Εἰς τί χρήσιμον; Λεγέτωσαν, μὴ φθο-
νησάτωσαν ἡμῖν.
[3.59] Ἢ πῶς δύνανται οἱ τοιοῦτοι πιστεύειν καὶ περὶ τῶν
παραδόξων θαυμάτων τῶν πολλάκις ἡμῖν εἰρημένων, τῶν ἐπὶ
τοῦ μεγάλου Μωϋσέως; Ὁμοίως καὶ ἐπὶ τοῦ Ἰησοῦ τοῦ
Ναυὴ τὸ στῆσαι τὸν ἥλιον καὶ τὴν σελήνην καὶ ποιῆ-
σαι μεγάλην πάνυ ἡμέραν, μέχρις οὗ τροπώσηται τοὺς
ἐναντίους; Ἐπὶ τοῦ Ἐζεκίου τὸν ἀναποδισμὸν τοῦ ἡλίου
ἐπὶ δέκα κλιμάκων ἀναποδίσαντα, ὃ καὶ τὸν Βαβυλώνιον
ἐκπλῆξαν δῶρα παρεσκεύασεν ἐκπέμψαι τῷ Ἐζεκίᾳ; Τὸ
παμφάγον πῦρ ἐπὶ τοῦ Ναβοχοδονόσορ τὰ μὲν δεσμὰ τῶν
τριῶν παίδων καῦσαν, αὐτοὺς δὲ ἕως τριχὸς ἢ ἱματίων μὴ
διαφθεῖραν; Ἠλίαν τὸν τηλικοῦτον ἅρματι πυρίνῳ τὸν οὐρα-
νὸν διατρέχοντα καὶ νεκρὸν ἐγείραντα καὶ τὸν ὑετὸν τῇ γλώσσῃ
ἐπὶ τεσσαράκοντα καὶ δύο μῆνας κατασχόντα; Τὸν τούτου
μαθητὴν Ἐλισσαῖον, τὸν ῥίψαντα εἰς τὸ ὕδωρ τὸ ξύλον καὶ
τὸν σίδηρον ἀνασπάσαντα, οὗ καὶ ἡ κόνις νεκρὸν ἀνέστησεν;
[3.60] Ὁμοίως καὶ τὰ ἐπὶ τοῦ Δεσπότου τῶν ὅλων Χριστοῦ
γενόμενα θαύματα, τὴν παράδοξον ἐκ Παρθένου γένεσιν, τὴν
τοῦ φανέντος ἀστέρος μαρτυρίαν, τῶν μάγων τὴν προσκύ-
νησιν, τῶν ποιμένων τὸν ὑπὸ τοῦ ἀγγέλου μετὰ χαρᾶς
εὐαγγελισμόν, τοῦ πλήθους τῆς στρατιᾶς τῶν ἀγγέλων τὴν
δοξολογίαν, τοῦ Συμεῶνος τὴν μετ' εὐχαριστίας προσευχήν,
τῆς Ἄννης τὴν ἐξομολόγησιν, αὐτοῦ τοῦ Κυρίου τὸ πρῶτον
θαῦμα ἐν Κανᾷ τῆς Γαλιλαίας, ὡς ἐν γάμῳ παράδοξον
οἰνοποσίαν φιλοτίμως ἐχορήγησε, τοῦ ἐκ γενετῆς τυφλοῦ τὸν
ἀπὸ πηλοῦ διὰ πτύσματος ὀφθαλμῶν ἀναπλασμόν, τὴν τοῦ
Λαζάρου τεταρταίαν καὶ πεπορθμευμένην καὶ ὄζουσαν ἤδη
σπλάγχνων ἀναχάλκευσιν, τὸ πλῆθος τῶν ἀντικειμένων δαι-
μόνων τρεμόντων τὴν παρουσίαν καὶ βοώντων· «Ἦλθες πρὸ
καιροῦ βασανίσαι ἡμᾶς», τὴν πρόσταξιν καὶ τὸν φιμὸν τῆς
μαινομένης θαλάσσης, τὴν πορείαν τὴν ἐπὶ νώτου τῶν ὑδάτων,
ὡς καὶ τὸν Πέτρον συμβαδίζειν ἐκέλευσε, κἀκείνου ἀπιστίᾳ
κατασχεθέντος καὶ καταποντουμένου καὶ βοῶντος· «Κύριε,
βοήθει μοι», καὶ τοῦ βυθοῦ ἀνασπάσαντος αὖθις συμβαδίσας
ὑγιῆ ἐπὶ τὸ πλοῖον ἀποκατέστησε; Τὴν γενομένην ἔκλειψιν
ἡλίου ἐπὶ ὥρας τρεῖς ἐν καιρῷ τοῦ πάθους, ἐν τεσσαρεσκαι-
δεκαταίᾳ τῆς σελήνης; Τὸν κλόνον τῆς γῆς καὶ τῶν πετρῶν
καὶ τοῦ ναοῦ τὸ καταπέτασμα διαρραγέν;
[3.61] Καὶ τὰ ἄλλα
πάντα, ἅπερ νῦν καταλέγειν οὐκ εὐχερές, παραλείψας ἐπ'
αὐτὴν τὴν ἀνάστασιν λοιπὸν δραμοῦμαι, τὸν τῶν ἀνθρώπων
καὶ παντὸς τοῦ κόσμου ἀνακαινισμόν, τὴν δωρεὰν τῆς ἀφθαρ-
σίας καὶ τῆς ἀθανασίας καὶ τῆς ἀτρεπτότητος τῆς δωρουμένης
παρὰ τοῦ Θεοῦ παντὶ τῷ κόσμῳ, τὴν ἄνοδον αὐτῶν πάλιν τὴν
εἰς τὸν οὐρανόν, ἔνθα καὶ πρῶτος εἰσελήλυθε κατὰ σάρκα
ὁ Δεσπότης Χριστός, τῶν ἀποστόλων τὰς σκιάς, αἳ τοὺς
ἀρρώστους ἀνερρώννυον, τοῦ ἀποστόλου Παύλου τὴν ἁρπαγὴν
τὴν ἕως τρίτου οὐρανοῦ γενομένην, τουτέστι παρὰ τὸ τρίτον
τοῦ διαστήματος τοῦ ὕψους τοῦ οὐρανοῦ, τοῦ ἀπὸ τῆς γῆς
[3.61.12] ἕως τοῦ στερεώματος, καὶ πάλιν τὴν ἐν τῷ παραδείσῳ, ἔνθα
καὶ τῶν ἀρρήτων ῥημάτων ἠξιώθη ἀκουστὴς γενέσθαι, ἅπερ
οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ἅπερ πάντα παράδοξα τυγχάνει
καὶ τὴν ἡμετέραν φύσιν ἤτοι κατάστασιν ὑπερβαίνει.
[3.62] Καὶ ταῦτα μὲν τοὺς τότε ἀνθρώπους γινόμενα παρε-
σκεύασαν πείθεσθαι καὶ περὶ τῶν προρρήσεων· ἡμᾶς δὲ αἱ
ἐκβάσεις τῶν προφητειῶν παρασκευάζουσι πείθεσθαι περὶ
τῶν σημείων καὶ περὶ πάντων ὧν ἐλάλησαν, οἷον γέγονε καὶ
ἐπὶ τοῦ Δεσπότου Χριστοῦ· κατερχόμενος τότε ἐκ τοῦ ὄρους
τῶν Ἐλαιῶν καὶ προσέχων τῇ Ἱερουσαλὴμ ἀπέναντι,
ταλανίζων αὐτήν φησιν οὕτως· «Ποσάκις ἠθέλησα ἐπισυνα-
γαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τοὺς
νεοσσοὺς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. Ἰδοὺ ἀφίεται
ὁ οἶκος ὑμῶν ἔρημος.»
[3.63] Εἶτα ἀποφηναμένου αὐτοῦ κατὰ
τοῦ ναοῦ, οἱ μαθηταὶ ἐδάκνοντο ἔτι ἰουδαϊκώτερον διακείμενοι
καί, φησὶ μετὰ ταῦτα, «κατελθόντες ἐκ τοῦ ὄρους ὑπέδειξαν
αὐτῷ τὴν οἰκοδομὴν τοῦ ναοῦ», ἵνα δῆθεν εἰς οἶκτον αὐτὸν
κινήσωσι καὶ τὴν φωνὴν τὴν κατὰ τοῦ ναοῦ ἀνακαλέσηται·
ᾔδεσαν γὰρ καὶ ἐπίστευον πάντα τὰ προλαλούμενα παρ' αὐτοῦ
γίνεσθαι. Ὁ δὲ γνοὺς πρὸς αὐτούς φησι· «Βλέπετε πάντα
ταῦτα; Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ λίθος ἐπὶ λίθον, ὃς οὐ
καταλυθήσεται.» Ἐκεῖνοι δὲ φοβηθέντες ἡσύχασαν, μηκέτι
εἰπόντες τι περὶ τούτου. Ἔκτοτε οὖν ἐλθόντες οἱ Ῥωμαῖοι
καὶ τὸν ναὸν καὶ τὴν πόλιν κατέσκαψαν καὶ ἔρημον παντελῶς
εἰργάσαντο, ὥσπερ ἐκ συνθήματος Δεσπότου τὸ προσταχθὲν
ἐκπληρώσαντες· καὶ ὁρῶμεν αὐταῖς ὄψεσι μέχρι τοῦ νῦν, ἰδοὺ
πλέον πεντακοσίων ἐτῶν ἐξότε ἔρημος γέγονε, μὴ δυνάμενος
ἀνανεωθῆναι.
[3.64] Ἔτι εἶπε τοῖς ἰδίοις μαθηταῖς· «Θαρσεῖτε, ἐγὼ νενί-
κηκα τὸν κόσμον», καὶ πάλιν· «Πύλαι ᾅδου οὐ κατισχύ-
σουσι τῆς Ἐκκλησίας», καὶ πάλιν πᾶσαν τὴν οἰκουμένην τῆς
αὐτοῦ πλησθήσεσθαι διδασκαλίας, ὥσπερ ζύμην «λαβοῦσα
γυνὴ κρύψει εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ζυμωθῇ ὅλον»
καὶ γένηται ἕν, καὶ πάλιν «κηρυχθήσεσθαι τὸ Εὐαγγέλιον ἐν
ὅλῳ τῷ κόσμῳ», μεθ' οὗ καὶ γυναῖκα εὔνουν αὐτῷ συγκηρύτ-
τεσθαι. Καὶ ὁρῶμεν τὰς ἐκβάσεις πάντων γενομένας-διωκό-
μενοι γάρ ποτε πάνυ οἱ χριστιανοὶ ἐξ Ἑλλήνων καὶ Ἰουδαίων
νενικήκασι καὶ τοὺς διώκοντας εἰς ἑαυτοὺς εἵλκυσαν-, ὁμοίως
καὶ τὴν Ἐκκλησίαν ποτὲ μὴ καταβαλλομένην, ἀλλὰ πληθυ-
νομένην, καὶ ὁμοίως πᾶσαν τὴν γῆν τῆς διδασκαλίας τοῦ
Δεσπότου Χριστοῦ πληρωθεῖσαν καὶ ἔτι πληρουμένην, καὶ τὸ
Εὐαγγέλιον κηρυττόμενον ἐν ὅλῳ τῷ κόσμῳ· ὅπερ ἐν πλείοσι
τόποις παρὼν εἶδον, καὶ μεμαθηκὼς ὡς ἐπὶ τῆς ἀληθείας
ἀπαγγελῶ.
[3.65] Ἐν Ταπροβάνῃ νήσῳ ἐν τῇ ἐσωτέρᾳ Ἰνδίᾳ, ἔνθα τὸ
Ἰνδικὸν πέλαγός ἐστι, καὶ Ἐκκλησία χριστιανῶν ἐστιν ἐκεῖ
καὶ κληρικοὶ καὶ πιστοί, οὐκ οἶδα δὲ εἰ καὶ περαιτέρω.
Ὁμοίως καὶ εἰς τὴν λεγομένην Μαλέ, ἔνθα τὸ πέπερι γίνεται,
καὶ ἐν τῇ Καλλιάνᾳ δὲ τῇ καλουμένῃ, καὶ ἐπίσκοπός ἐστιν
ἀπὸ Περσίδος χειροτονούμενος. Ὁμοίως καὶ ἐν τῇ νήσῳ τῇ
καλουμένῃ Διοσκορίδους κατὰ τὸ αὐτὸ Ἰνδικὸν πέλαγος, ἔνθα
καὶ οἱ παροικοῦντες ἑλληνιστὶ λαλοῦσι, πάροικοι τῶν Πτολε-
μαίων τῶν μετὰ Ἀλέξανδρον τὸν Μακεδόνα ὑπάρχοντες, καὶ
κληρικοί εἰσιν ἐκ Περσίδος χειροτονούμενοι καὶ πεμπόμενοι
ἐν τοῖς αὐτόθι καὶ χριστιανοὶ πλῆθος· ἣν νῆσον παρέπλευσα
μέν, οὐ κατῆλθον δὲ ἐν αὐτῇ· συνέτυχον δὲ ἀνδράσι τῶν ἐκεῖ
ἑλληνιστὶ λαλοῦσιν, ἐλθοῦσιν ἐν τῇ Αἰθιοπίᾳ. Ὁμοίως δὲ καὶ
ἐπὶ Βάκτροις καὶ Οὔννοις καὶ Πέρσαις καὶ λοιποῖς Ἰνδοῖς καὶ
Περσαρμενίοις καὶ Μήδοις καὶ Ἐλαμίταις καὶ πάσῃ τῇ χώρᾳ
Περσίδος καὶ ἐκκλησίαι ἄπειροι καὶ ἐπίσκοποι καὶ χριστιανοὶ
λαοὶ πάμπολλοι καὶ μάρτυρες πολλοὶ καὶ μονάζοντες ἡσυ-
χασταί.
[3.66] Ὁμοίως δὲ καὶ ἐπὶ τὴν Αἰθιοπίαν, Ἀξώμην τε
καὶ πᾶσαν τὴν περίχωρον, Ἄραβάς τε τοὺς Εὐδαίμονας, τοὺς
νῦν καλουμένους Ὁμηρίτας, πᾶσαν Ἀραβίαν καὶ Παλαιστί-
νην, Φοινίκην τε καὶ πᾶσαν Συρίαν καὶ Ἀντιόχειαν μέχρι
Μεσοποταμίας, Νοβάτας τε καὶ Γαραμάντας, Αἴγυπτον καὶ
Λιβύην καὶ Πεντάπολιν, Ἀφρικὴν καὶ Μαυριτανίαν ἕως
Γαδείρων τὰ πρὸς νότον. Πανταχοῦ ἐκκλησίαι χριστιανῶν
εἰσι καὶ ἐπίσκοποι, μάρτυρες, μονάζοντες ἡσυχασταὶ δια-
παντὸς ὅπῃ ἐστὶ κηρυττόμενον τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ.
Ὁμοίως πάλιν Κιλικίαν, Ἀσίαν, Καππαδοκίαν, Λαζικὴν καὶ
Πόντον καὶ τὰ ὑπερβόρεια μέρη Σκυθῶν καὶ Ὑρκάνων,
Ἑρούλλων, Βουλγάρων, Ἑλλαδικῶν τε καὶ Ἰλλυρίων, Δαλ-
μάτων, Γότθων, Σπανῶν, Ῥωμαίων, Φράγγων καὶ λοιπῶν
ἐθνῶν μέχρι τῶν Γαδείρων τοῦ Ὠκεανοῦ κατὰ τὸ βόρειον
μέρος, πιστευσάντων καὶ καταγγελλόντων τὸ Εὐαγγέλιον τοῦ
Χριστοῦ καὶ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν ὁμολογούντων.
Καὶ πληρουμένας ὁρῶμεν τὰς προρρήσεις εἰς πάντα τὸν
κόσμον.
[3.67] Ποῖος Σωκράτης ἢ Πυθαγόρας ἢ Πλάτων ἢ Ἀριστο-
τέλης ἢ ἕτερός τις τῶν διαπρεψάντων παρὰ τοῖς ἔξωθεν
φιλοσόφων ἠξιώθη προειπεῖν ἢ κηρύξαι τι τοιοῦτον, ὠφέλιμον
τῷ κόσμῳ, ἀνάστασιν νεκρῶν καὶ βασιλείαν ἀσάλευτον
χαριζομένην τοῖς ἀνθρώποις; Εἰ μὴ μόνον ἐκ ψήφου καὶ
κοσμικῆς μαθήσεως, ὡς εἴ γε καὶ αὐτὸ ἀληθεύσουσι, τὰς
ἐκλείψεις τὰς ἡλιακὰς καὶ τὰς σεληνιακάς, ὅπερ κἂν ἀλη-
θεύσωσι κηρύττοντες, οὐδὲν ἐκ τούτου τῷ κόσμῳ προσγενή-
σεται ὄφελος, ἢ μᾶλλον καὶ τῦφος, σιωπῶντες δὲ οὐδεμίαν
βλάβην προστρῖψαι δυνήσονται.
[3.68] Ποῖον γὰρ παιδίον παρα-
λαβὸν τὴν ψῆφον ἀμοιρήσει τῆς διδαχῆς; Ἢ ποία γραῦς ἢ ἐν
ἀγρῷ τις ἀνατεθραμμένος ἀμοιρήσει φυσικῶν τινων; Ἢ ποῖον
ἔθνος ἢ βάρβαρος οὐκ ἐπίσταται τὰ τοιαῦτα, λέγω δὴ ἀστρο-
νομίαν, γεωμετρίαν καὶ ἐπιστήμας διαφόρους, ἰατρικήν,
τεκτονικήν, λαξευτικήν, ὑφαντικήν, χαλκευτικήν, γεωργικήν,
καὶ ἑτέρας, ἃς οὔτε ἐνθυμεῖσθαι τοὺς Ἕλληνας δυνατόν;
Ἢ ποῖον ἔθνος ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, ἄρκτου τε καὶ
μεσημβρίας, πιστεῦσαν εἰς Χριστόν, οὐ προλέγει ἐκ μεθόδων
καὶ διαφόρων ψήφων πολλῶν ἐτῶν πασχαλίας ἑορτάς; Καὶ
πάντες προλέγοντες ἀληθεύουσιν, ἐν μιᾷ ἡμέρᾳ ἀπ' ἄκρων
γῆς ἕως ἄκρων ἑορτάζοντες συμφώνως κατὰ τὰς διαφόρους
ψήφους καὶ μεθόδους.
[3.69] Σοφίσας γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον καὶ λόγου αὐτῷ
μεταδοὺς ἐφευρίσκειν πεποίηκεν ὅσα δ' ἂν ὁ νοῦς ἐπιβαλεῖν
δυνηθείη, ἢ καὶ ἀπὸ μαθήσεως παραλάβῃ. Τοιοῦτο γὰρ φύσει
ζῷον λογικὸν ὁ ἄνθρωπος. Οἱ πρῶτοι γὰρ ἐπινοοῦντες ἄνθρω-
ποι τέχνην, πολλὰ διασφαλλόμενοι, τῷ χρόνῳ καὶ τῇ πείρᾳ
καὶ τῇ τριβῇ ἢ αὐτοὶ ἢ οἱ μετ' αὐτοὺς ὕστερον κατορθοῦσιν·
ὁμοίως καὶ οἱ ἐξ αὐτῶν παραλαμβάνοντες ἀσφαλῶς τὸ παρα-
διδόμενον παραλαμβάνουσιν.
[3.70] Τὰ δὲ θεῖα μαθήματα οὐχ οὕτως ἐξ ἐπινοίας ἀνθρω-
πίνης κατορθοῦται, ἀλλ' ἀσφαλῶς ἐκ πρώτης παρὰ τοῦ Θεοῦ
διδόμενα, κἄν τε δόγματα, κἂν τέχναι, ἀσφαλῶς τις παραλαμ-
βάνει, ὥσπερ καὶ πεποιήκασιν ἐν τῇ σκηνῇ τῇ ἐπὶ Μωϋσέως
σοφισθέντες παρὰ τοῦ Θεοῦ, αὐτὸς καὶ Βεσελεὴλ ὁ τοῦ
Οὐρίου, υἱοῦ Ὢρ τῆς φυλῆς Ἰούδα, καὶ ὁ Ἐλιὰβ ὁ Ἀχισαμὰχ
ἐκ φυλῆς Δᾶν, καὶ πᾶσιν οἷς δέδωκε σύνεσιν καὶ πνεῦμα θεῖον
ἐνέπλησε καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ διανοεῖσθαι, καὶ
ἀρχιτεκτονεῖν καὶ ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον
καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ
κόκκινον τὸ νηστὸν καὶ τὴν βύσσον τὴν κεκλωσμένην καὶ
τὰ λιθουργικὰ εἰς τὰ ἔργα καὶ τὰ τεκτονικὰ τῶν ξύλων
ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα ὅσα συνέταξε ποιῆσαι ὁ Θεὸς
[3.70.14] εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν κιβωτὸν τῆς διαθήκης
καὶ τὸ ἱλαστήριον τὸ ἐπ' αὐτῆς, καὶ τὴν διασκευὴν τῆς σκηνῆς
καὶ τὰ θυσιαστήρια καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη
αὐτῆς, καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ, καὶ τὰς στολὰς
τὰς λειτουργικὰς Ἀαρὼν καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ εἰς
τὸ ἱερατεύειν τῷ Θεῷ, καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ
θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου, κατὰ πάντα ὅσα ἐνετείλατο
αὐτῷ ποιεῖν. Ἀμέλει ἕως τῆς σήμερον ἡμέρας τὰς πλείστας
τῶν τεχνῶν τούτων παρὰ Ἰουδαίοις ὡς ἐπὶ τὸ πλεῖστον
εὑρήσεις.
[3.70.? Παραγραφή
[3.71] Τοῦ πρώτου ἀνθρώπου ἁμαρτήσαντος καὶ εἰς αἴσθησιν
τοῦ πλημμελήματος ἐλθόντος καὶ παρὰ Θεοῦ συμφερόντως
ἐλεγχόμενος, καὶ αἰσχύνην καὶ αἰδῶ κομισάμενος διελογίζετο
λοιπὸν τὴν ἑαυτοῦ γύμνωσιν σκεπάσαι· τεχναζόμενος δὲ καὶ
παρὰ Θεοῦ ὡς λογικὸς νυττόμενος ἐφεῦρε τὴν ῥαπτικὴν
τέχνην φύλλα συκῆς ἑαυτῷ συρράπτων διὰ σκολόπων δένδρων·
ἐν ταὐτῷ δὲ καὶ χιτῶνας πάλιν ὑπὸ Θεοῦ σοφισθεὶς ἐκ δερμά-
των ξύλων ποιεῖν ἐδιδάχθη. Κάϊν δὲ γηπονίαν καὶ Ἄβελ
ποιμενικὴν τέχνην, ἤτοι ἐπιστήμην, ἐφευρηκότες μαρτυ-
ροῦνται παρὰ τῇ Γραφῇ. Εἶτα πάλιν μετὰ τὴν ἀδελφοκτονίαν
ὁ Κάϊν ὡς παρὰ Θεοῦ ἐκβληθείς, καθὰ γέγραπται, «ἐξῆλθε
δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ κατῴκησεν ἐν γῇ
Ναΐδ», ἵνα εἴπῃ ὅτι ἐξεβλήθη ὁ Κάϊν ἀπὸ τοῦ Θεοῦ καὶ
ἐπέμφθη ἐν ἐξορίᾳ εἰς γῆν μοχθηράν.
[3.72] Κατοικητήριον γὰρ
τοῦ Θεοῦ ὑπενόουν εἶναι τὸν παράδεισον, ὡς ἐκεῖθεν ἐξερχο-
μένου καὶ συχνότερον αὐτοῖς ὀπτανομένου. Οἱ ἐγγύθεν οὖν
τοῦ παραδείσου ὄντες υἱοὶ τοῦ Σήθ, ὡς ὑπὸ τὴν ἐπιμέλειαν τοῦ
Θεοῦ ὄντες καὶ πυκνότερον τῷ Θεῷ ὁμιλοῦντες, διαπαντὸς
υἱοὶ τοῦ Θεοῦ ἐκαλοῦντο· οἱ δὲ περὶ τὸν Κάϊν, ὡς μακράν που
τοῦ παραδείσου ἀπῳκισμένοι καὶ μὴ ὄντες ἀεὶ ὑπὸ τὴν
ἐπιμέλειαν τοῦ Θεοῦ, ἀλλ' ἐν μοχθηρᾷ γῇ πάνυ οἰκοῦντες καὶ
τεθηριωμένῃ καὶ ἑαυτῶν μᾶλλον ἐπιμελούμενοι, ἐκαλοῦντο
υἱοὶ τῶν ἀνθρώπων. Ἐν φόβῳ οὖν διάγοντες ὅ τε Κάϊν καὶ
οἱ ἐξ αὐτοῦ ἐφεῦρον ἑτέρας τέχνας πρὸς ἑαυτῶν ἀσφάλειαν,
οἵας εἰπεῖν τεκτονικήν, λαξευτικήν, χαλκευτικήν, μουσικήν·
τεκτονικὴν μὲν πρὸς τὸ σκηνὰς ποιεῖν καὶ θύρας καὶ στέγας,
ἑαυτοὺς φυλάττοντες καὶ τὰ ἑαυτῶν κτήνη· λαξευτικὴν δὲ
πρὸς τὸ οἴκους καὶ πόλεις κτίζειν, ἀσφάλειαν καὶ φρουρὰν
ἑαυτοῖς προνοούμενοι·
[3.73] χαλκευτικὴν δὲ πρὸς τὸ γηπονεῖν
καὶ τέμνειν τὴν γῆν ἀρότρῳ καὶ θερίζειν τὰ σπέρματα μαχαί-
ραις, καὶ πρὸς τὸ αὐλοὺς καὶ ἕτερά τινα ποιεῖν· μουσικὴν δὲ
πρὸς τὸ αὐλοῖς καὶ κιθάραις καὶ ᾠδαῖς ἀγρυπνεῖν νυκτὸς καὶ
φυλάττειν ἑαυτούς τε καὶ τὰ ἑαυτῶν κτήνη ἀπὸ βλάβης
θηρίων. Ἐν φόβῳ οὖν διάγοντες καὶ ἐν ἐξορίᾳ ὑπάρχοντες
πᾶσαν μηχανὴν ἐπενόουν πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν.
Οὕτως γὰρ γέγραπται περὶ αὐτῶν, περὶ μὲν τοῦ Κάϊν· «Καὶ
ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασε τὸ ὄνομα τῆς πόλεως ἐπὶ
τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ», περὶ δὲ Ἰωβέλ, τοῦ
υἱοῦ Λάμεχ τοῦ ἐκ τῆς Ἀδαᾶς, φησίν· «Οὗτος ἦν πατὴρ
οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων»· περὶ δὲ τοῦ Ἰουβάλ,
τοῦ ἀδελφοῦ Ἰωβέλ, οὕτως φησίν· «Οὗτος ἦν ὁ καταδείξας
ψαλτήριον καὶ κιθάραν»· χαλκευτικὴν δέ, ὡς ὅταν λέγῃ
περὶ Θόβελ τοῦ ἐκ τῆς Σελλᾶς· «Οὗτος ἦν σφυροκόπος,
χαλκεὺς χαλκοῦ τε καὶ σιδήρου.»
[3.74] Οὕτως οὖν ἐξ ἀρχῆς ὁ Θεὸς σοφίσας τὸν ἄνθρωπον
ἐφευρίσκειν πεποίηκε τὰς τέχνας· καὶ οἱ μὲν πρῶτοι ἀρχῇ
ἐφεῦρον αὐτάς, οἱ δὲ μετέπειτα ἐκ τῶν πρώτων τὰς ἀφορμὰς
λαβόντες καὶ πολυπραγμονοῦντες ἐπέτειναν αὐτὰς ἀκριβέ-
στερον. Καλὸν οὖν συνᾶραι λόγον πρὸς τοὺς σοφιζομένους
καὶ λέγοντας ἀΐδιον εἶναι τὸν κόσμον καὶ ἄναρχον καὶ ὑπομνῆ-
σαι ὡς σφάλλονται, μὴ συνιέντες ἐξ αὐτῶν τῶν πραγμάτων,
ἤτοι καὶ τῶν τεχνῶν, ὡς οὐκ ἔστιν ἀΐδιος καὶ ἄναρχος, ἀλλὰ
πρόσφατος.
[3.75] Εἰ γὰρ αἱ τέχναι κατὰ μέρος ἐφευρέθησαν,
πᾶσα δὲ πολιτεία ἀνθρώπων διὰ τέχνης καὶ ἐπιστήμης
λογικῆς συνίσταται, πῶς οἷόν τέ ἐστι κόσμον συνίστασθαι
ἄνευ τεχνῶν καὶ ἐπιστήμης λογικῆς; Μὴ οὔσης γὰρ λαξευ-
τικῆς καὶ τεκτονικῆς, πῶς δυνήσονται οἶκοι καὶ φρούρια καὶ
πόλεις γενέσθαι πρὸς παραφυλακὴν ἀνθρώπων καὶ πολιτείας;
Ὁμοίως ὑφαντικῆς μὴ οὔσης, πόθεν ἀρκετὰ τοῖς ἀνθρώποις
σκεπάσματα εἰς τὰ ψύχη καὶ τὰ κρύη; Ὁμοίως χαλκευτικῆς
μὴ οὔσης, πόθεν τοῖς ἀνθρώποις γηπονεῖν καὶ τέμνειν ἀρό-
τροις τὴν γῆν καὶ μαχαίραις τὰ σπέρματα, ἵνα τροφὰς περι-
ποιήσωνται; Πάλιν ἰατρικῆς μὴ οὔσης, πόθεν τοῖς ἀνθρώ-
ποις τὰ συμβαίνοντα πάθη θεραπεύειν καὶ τὰς νόσους
παραμυθεῖσθαι;
[3.76] Εὖ δῆλον τοίνυν ἐκ πάντων τούτων ὡς οὐκ ἀΐδιος
ὁ κόσμος, ἀλλὰ πρόσφατος, ὥσπερ καὶ αἱ ἐπίνοιαι καὶ αἱ
τέχναι καὶ αἱ ἐπιστῆμαι τῶν ἀνθρώπων. Ποῦ γὰρ καὶ αὐτοὶ
εὑρήσουσιν ἐν ἀστρονόμοις ἴσον ἢ κρείττω Πτολεμαίου, ἢ ἐν
φιλοσόφοις Πλάτωνος καὶ Ἀριστοτέλους, ἢ Εὐκλείδους καὶ
Ἀρχιμήδου, τοῦ μόνου ἐφευρηκότος τὸν τετραγωνισμὸν τοῦ
κύκλου, γεωμέτρας καὶ ἀριθμητικούς; Εἰ δὲ οὗτοι ἀκρι-
βέστεροι τῶν πρὸ αὐτῶν ἐγένοντο, πῶς οὐ πρόδηλον ὅτι κατὰ
μέρος αἱ τέχναι ἐφευρέθησαν διὰ τῆς σοφίας τῆς δεδομένης
παρὰ τοῦ Θεοῦ τοῖς ἀνθρώποις; Διὰ τοῦτο καὶ ἡ Γραφὴ τῷ
Θεῷ τὸ πᾶν ἀνατιθεμένη βοᾷ· «Πᾶσα σοφία παρὰ Κυρίου.»
Ψεύδονται τοίνυν, ἤτοι μωραίνουσιν, οἱ ἀΐδιον τὸν κόσμον
ὑποτιθέμενοι, ἐλεγχόμενοι ἐξ αὐτῶν τῶν πραγμάτων· ἀλη-
θεύει δὲ μᾶλλον ἡ θεία Γραφὴ λέγουσα· «Ἐν ἀρχῇ ἐποίησεν
ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»
[3.77] Ἡδέως ἂν πάλιν ἠρόμην τοὺς σοφούς· Πάσης χαλκευ-
τικῆς τέχνης, σφύρας καὶ ἄκμονος καὶ λαβίδος προηγου-
μένων, τίς ὁ ταῦτα κατασκευάσας; Εἰπάτωσαν, μὴ φθονησά-
τωσαν ἡμῖν. Μὴ συνιέντες δὲ καταφυγεῖν πρὸς τὸν τῶν ὅλων
ποιητὴν Θεόν, τὸν σοφίσαντα τὸ γένος τῶν ἀνθρώπων καὶ
δόντα αὐτοῖς τὴν ἀρχὴν τῆς ἐπινοίας, ἀλλ' ἰδίαις ἐνθυμή-
σεσι θέλοντες ἀνασκευάζειν καὶ κατασκευάζειν τοὺς λόγους,
ἀπορίᾳ πολιορκούμενοι καὶ τρικυμίαις λογισμῶν, ἀλαζονευό-
μενοι λοιπὸν ἀΐδιον τὸν κόσμον λέγουσι καὶ ἀρχὴν μὴ ἔχειν.
[3.78] Τὰ τοιαῦτα γὰρ αὐτοῖς τῆς ἀπορίας ἐγένοντο τεκμήρια,
οἷον πάσχουσι καὶ ἐπὶ τοῦ ἀνθρώπου καὶ ἐπὶ τῶν ὀρνιθίων,
ὅτι ὁ μὲν ἐκ σπέρματος, τὰ δὲ ἐξ ᾠῶν; Καὶ εἰ τοῦτο ἀληθές,
ἅμα τῷ Θεῷ ἄνθρωποι καὶ ὄρνιθες ἐκ σπέρματος καὶ ᾠοῦ
ἦσαν, ἢ οὐκ ἦσαν; Καὶ εἰ μὲν ἦσαν, ἐξ ἀνάγκης εὑρεθήσεται
τὸ σπέρμα καὶ τὰ ᾠὰ προϋπάρχοντα τοῦ τε Θεοῦ καὶ τῶν
ἀνθρώπων καὶ τῶν ὀρνίθων· εἰ δὲ οὐκ ἦσαν, ὑποκύψωσι τῇ
θείᾳ Γραφῇ διδασκόμενοι παρὰ μὲν Μωϋσέως· «Εἶπεν ὁ Θεός·
Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν», παρὰ δὲ τῷ
Ἀποστόλῳ ἐν Ἀθήναις ἐν τῷ Ἀρείῳ πάγῳ· «Οὗτος ὁ Θεὸς
ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ· οὗτος οὐρανοῦ
καὶ γῆς ὑπάρχων Κύριος ἐποίησέ τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώ-
πων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστε-
ταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν,
ζητεῖν τὸν Θεόν, εἰ ἆρα γε ψηλαφήσειεν αὐτόν, εἰ εὕροιεν,
καίτοι οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα· ἐν αὐτῷ
γὰρ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν.»
[3.79] Ὡς προείρηται οὖν, οἱ υἱοὶ τοῦ Σήθ, τουτέστιν οἱ
καλούμενοι υἱοὶ τοῦ Θεοῦ, παρὰ τὴν βουλὴν τοῦ Θεοῦ αὐτο-
νόμως καὶ αὐθαιρέτως ὥρμησαν πρὸς τὰς θυγατέρας τῶν
ἀνθρώπων, τουτέστι τὰς ἐκ τοῦ γένους τοῦ Κάϊν οὔσας, καὶ
[3.79.5] συνήφθησαν αὐταῖς πρὸς γάμον. Πρὸς ταῦτα ἀφορμῆς
αὐτῶν δραξάμενος ὁ Θεὸς πεποίηκε πάλιν οἰκονομίαν· καὶ
τοὺς μὲν ἁμαρτήσαντας κατακλυσμῷ διέφθειρε, διὰ δὲ τῆς
κιβωτοῦ τὸν δίκαιον διασώσας ἐν τῇ γῇ ταύτῃ μετέστησε,
κρείττονι ὑπαρχούσῃ καὶ σχεδὸν ἴσῃ τοῦ παραδείσου.
[3.79.? Τὸ κείμενον
[3.80] Θεῖα δὲ πάλιν δόγματα καὶ κατασκευὴν κόσμου ἢ
προφητείαν ἀμήχανον εἰπεῖν, εἰ μὴ ἐκ θείας ἀποκαλύψεώς τις
μάθῃ, ἢ ἐκ τῶν θεοφόρων ἀνδρῶν, αὐτῶν τῶν προφητῶν καὶ
ἀποστόλων, καὶ πάσης τῆς θεοπνεύστου Γραφῆς παραλάβῃ·
ἀμήχανον γὰρ ἢ ἐκ στοχασμῶν ἢ ἀπὸ γνάθων ἢ ἐκ σοφίας
ἀνθρωπίνης μαθεῖν τι τοιοῦτον. Ὅτι δὲ ἡ κατασκευὴ τοῦ
κόσμου ἁρμόζει τῷ δόγματι τῶν χριστιανῶν, πᾶσα, ὡς
εἴρηται, κηρύττει ἡ θεία Γραφή, Μωϋσῆς τε καὶ οἱ προφῆται,
ὁ Δεσπότης Χριστὸς καὶ οἱ ἀπόστολοι, ὡς πολλάκις ἐμνη-
μονεύσαμεν.
[3.81] Διεῖλε γὰρ ὁ Θεὸς τὸν ἕνα χῶρον ἀπὸ τῆς γῆς ἕως τοῦ
ἀνωτέρου οὐρανοῦ μεσάσας τὸν δεύτερον οὐρανόν, ποιήσας
χώρους δύο· καὶ ἀπένειμε τῇ θνητῇ καὶ τρεπτῇ ταύτῃ κατα-
στάσει τὸν κατάγαιον χῶρον, τῇ δὲ ἀθανάτῳ καὶ ἀτρέπτῳ τὸν
ἀνάγαιον χῶρον, ὃς καὶ βασιλεία οὐρανῶν κέκληται, ὥσπερ
καὶ ὁ Δεσπότης Χριστὸς λέγει περὶ τούτου ἐν τῷ κατὰ
Ματθαῖον Εὐαγγελίῳ οὕτως· «Ἐν γὰρ τῇ ἀναστάσει οὔτε
γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ' ὡς ἄγγελοι Θεοῦ εἰσὶν ἐν
τῷ οὐρανῷ.» Καὶ πάλιν· «Καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν· Δεῦτε,
οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι-
μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου», ὡσανεὶ
ἐκ τότε ἡτοιμασμένην.
[3.82] Καὶ πάλιν· «Ἐὰν ὑψωθῶ ἐκ τῆς
γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ πάλιν· «Εἷς παρα-
λαμβάνεται καὶ εἷς ἀφίεται»· τὸ «εἷς παραλαμβάνεται»,
ἵνα εἴπῃ ἐν τῷ οὐρανῷ, καὶ «εἷς ἀφίεται», ἵνα εἴπῃ ἐν τῇ γῇ.
Καὶ πάλιν· «Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου»,
ὡσανεὶ εἰς τὸν οὐρανόν. Καὶ πάλιν· «Πολλοὶ ἀπὸ ἀνατολῶν
καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ ἐν τῇ
βασιλείᾳ τοῦ Θεοῦ· οἱ δὲ υἱοὶ τῆς Βασιλείας ἐκβληθήσονται
εἰς τὸ σκότος τὸ ἐξώτερον.» Ὁμοίως δὲ καὶ ὁ ἀπόστολος
Παῦλος συμφώνως λέγει· «Σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην
τὴν κατάπαυσιν», ἵνα εἴπῃ ἐν τῷ οὐρανῷ. Καὶ πάλιν·
«Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ
Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματίσει
τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμ-
μορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.» Καὶ πάλιν· «Εἰ συμ-
πάσχομεν, καὶ συμβασιλεύσομεν.» Καὶ πάλιν· «Συνήγειρε
καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ».
[3.83] Καὶ πάλιν· «Κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς
ἄνω κλήσεως.» Καὶ πάλιν· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευ-
θέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν.» Καὶ πάλιν·
«Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι.» Καὶ
πάλιν· «Οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται
τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ.» Καὶ πάλιν· «Πίστει
Ἀβραὰμ παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλο-
τρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν
συγκληρονόμων τῆς αὐτῆς· ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους
ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.» Καὶ
πάλιν· «Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευσαν, ἀφ' ἧς ἐξέβησαν,
εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται,
τουτέστιν ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεός,
Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.»
[3.84] Καὶ πάλιν· «Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει
Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων,
πανηγύρει, καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν
οὐρανοῖς καὶ κριτῇ Θεῷ πάντων καὶ πνεύμασι δικαίων
τετελειωμένων καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ καὶ αἵματι
ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ.» Καὶ πάλιν·
«Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν
ἐπιζητοῦμεν», ἔνθα καὶ αὐτὸς ὁ Δεσπότης Χριστὸς κατὰ
σάρκα εἰσῆλθε, καθὼς καὶ ἐν Εὐαγγελίοις λέγει ἐν τῷ κατὰ
Λουκᾶν οὕτως· «Καὶ ἐξήγαγεν αὐτοὺς ἕως πρὸς Βηθανίαν
καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς· καὶ ἐν τῷ
εὐλογεῖν αὐτοὺς διέστη ἀπ' αὐτῶν» καὶ ἀνεφέρετο εἰς τὸν
οὐρανόν.
[3.85] Καὶ πάλιν ἐν ταῖς Πράξεσί φησι· «Καὶ ὡς
ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανόν, πορευομένου αὐτοῦ, καὶ ἰδοὺ
ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς, οἳ
καὶ εἶπαν· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν
οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν
οὐρανὸν οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευό-
μενον εἰς τὸν οὐρανόν.» Πάλιν γὰρ λέγει ὁ ἀπόστολος
Παῦλος· «Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός,
ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν.» Καὶ
πάλιν· «Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος,
ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος
τῶν οὐρανῶν γενόμενος.» Καὶ πάλιν· «Ἰσχυρὰν παράκλησιν
ἔχομεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος,
ἣν ὡς ἄγκυραν ἔχοντες τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ
εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου
πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελ-
χισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.» Καὶ πάλιν·
«Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν
ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφα-
τον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς
σαρκὸς αὐτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ προ-
σερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως,
ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ
λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ· κατέχωμεν τὴν ὁμολογίαν
τῆς ἐλπίδος ἀκλινῆ· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος.»
[3.86] Πῶς οὖν οὐ τάλας καὶ τρισάθλιος ὁ ἀπιστῶν ταῖς
τοιαύταις ἐπαγγελίαις καὶ ταῖς τοιαύταις ἀληθέσι προρρή-
σεσιν, αἳ καὶ ἐκ τῶν ἐξ ἀρχῆς κτισθέντων καὶ ἡτοιμασμένων,
ὡς εἶπεν, ἀπὸ καταβολῆς κόσμου παρὰ τοῦ Θεοῦ χώρων δύο,
καὶ τῆς τοιαύτης κατασκευῆς δείκνυνται ἀληθιναὶ καὶ συμφω-
νοῦσαι τῷ δόγματι τῶν χριστιανῶν, αἱ ὑποθέσεις καὶ τὰ τέλη;
Ὡς ὅτι ὁ Θεὸς πρῶτον ὁρίσας τὴν νῦν κατάστασιν θνητὴν καὶ
τρεπτὴν πρὸς γυμνασίαν τοῦ λογικοῦ, καὶ διὰ πείρας ἀγαγὼν
εἰς ὕστερον παύει τῶν μόχθων καὶ τῆς παιδείας τὸν κόσμον καὶ
ἀναδείκνυσι τὸν μέλλοντα, χαριζόμενος ἀγαθὰ αἰώνια, ἀνέν-
δειαν, ἀπάθειαν, ἀθανασίαν, ἀφθαρσίαν, ἀτρεπτότητα, γνῶσιν
τελείαν, δικαιοσύνην, ἁγιασμόν, ἀπολύτρωσιν, μακαριότητα
εἰς τοὺς αἰῶνας. Ἀμήν.
[3.87] Οὐ γὰρ καθὼς οἱ ἔξωθεν ληρωδοῦντες λέγουσιν ἀϊδίως
μένειν τὴν νῦν κατάστασιν, χαιρεσίκακον μᾶλλον ἢ ἀδύναμον
ἢ φθονερὸν τὸν Θεὸν ὑποτιθέμενοι, τῶν ἀγώνων τούτων καὶ
τῆς φθορᾶς μὴ δυνάμενόν ποτε παῦλαν δοῦναι τῷ κόσμῳ, ἀλλ'
ὁσημέραι καὶ προστιθέντα φθορὰν καὶ πάθη καὶ θάνατον καὶ
ἀγῶνας, καὶ μὴ ἰσχύοντα ἆθλα τῶν ἀγώνων ἢ στεφάνους
χαρίσασθαι, καταπαῦον τὸ γυμνάσιον. Ὥσπερ γὰρ αὐτὸν
ὑποτίθενται ἧς ηὐπόρησεν ὕλης δημιουργὸν γεγενῆσθαι μόνον,
οὕτως αὐτὸν καὶ νῦν ὑποτίθενται μὴ εὐποροῦντα τούτου βέλ-
τιον ποιῆσαι, ἀπιστοῦντες καὶ τῇ ἀναστάσει τῶν σωμάτων,
ὡς οὐ δυνατοῦ ὄντος, καὶ πάσῃ τῇ θείᾳ Γραφῇ. Διὰ τοῦτο οἱ
τάλανες καὶ τὸ σφαιρικὸν σχῆμα τοῦ οὐρανοῦ ὡς ἀληθὲς
[3.87.13] παραδέχονται, ἀπιστοῦντες καὶ βδελυττόμενοι πᾶσαν τὴν
θείαν Γραφήν, καὶ ὡς γραώδεις μύθους ἀποστρεφόμενοι τὴν
ἀλήθειαν.
[3.88] Ἡμῖν δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν πάσῃ τῇ θείᾳ
Γραφῇ, δι' ἧς κόσμος ὁ ἔξωθεν ἡμῖν ἐσταύρωται καὶ ἡμεῖς
τῷ ἔξωθεν κόσμῳ. Γένοιτο δὲ ἡμᾶς, ὦ θεοφιλέστατε καὶ φιλό-
χριστε πάτερ Πάμφιλε, σὺν εὐζωΐᾳ ἀγαθῇ τὰ θεῖα λόγια
ἀσπάζεσθαι, τὰ δὲ τῶν ἐναντίων ἀποσείεσθαι, βουλήσει τοῦ
Κρείττονος καὶ συνεργείᾳ τοῦ πάντων ἡμῶν Σωτῆρος
Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ καὶ προσκυ-
νητῷ αὐτοῦ Πνεύματι, νῦν καὶ πάντοτε καὶ εἰς τοὺς ἀτελευ-
τήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
[4.t] ΛΟΓΟΣ Δʹ
 Ἀνακεφαλαίωσις σύντομος, καὶ διαγραφὴ σχημάτων τοῦ
κόσμου κατὰ τὴν θείαν Γραφήν, καὶ τῆς σφαίρας ἡ ἀνατροπή.

[4.1] Γέγραπται· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ
τὴν γῆν.» Διαγράφομεν τοίνυν τὸν πρῶτον οὐρανὸν ἅμα τῇ
γῇ, τὸν καμαροειδῆ, ἄκρα ἄκροις συνδεδεμένον.
 Καθὼς δὲ ἐνδέχεται αὐτὸν γραφῇ παραδοῦναι πεποιήκαμεν,
τέως κατὰ τὸ πλάγιον τὸ δυτικὸν ἢ τὸ ἀνατολικόν· τὰ γὰρ
αὐτὰ δύο πλάγια τοῖχοί εἰσιν ἀποκάτωθεν ἕως αὐτῆς ἄνω τῆς
καμάρας.
[4.2] Ἔστι δὲ καὶ τὸ στερέωμα κατὰ μέσου συνδεδεμένον τῷ
πρώτῳ οὐρανῷ, ἐν ᾧ εἰσιν ἐπὶ νώτου τὰ ὕδατα, κατ' αὐτὴν
τὴν θείαν Γραφήν. Ἔστιν οὖν ἡ θέσις καὶ τὸ σχῆμα τοιόνδε.
 Ἀπὸ τῆς γῆς ἕως τοῦ στερεώματος χῶρος πρῶτός ἐστιν,
ὁ κόσμος οὗτος, ἐν ᾧ εἰσιν ἄγγελοι καὶ ἄνθρωποι καὶ πᾶσα
ἡ νῦν κατάστασις· ἀπὸ τοῦ στερεώματος ἕως τῆς καμάρας
ἄνω χῶρος δεύτερός ἐστι, τουτέστιν ἡ βασιλεία τῶν οὐρανῶν,
ἔνθα ὁ Χριστὸς ἀναληφθεὶς πρῶτος πάντων εἰσῆλθεν ἐγκαι-
νίσας ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν.
 Κατὰ μὲν τὸ πλάγιον τὸ δυτικὸν ἢ τὸ ἀνατολικὸν τοιόνδε
σχῆμα ἔχει μακρόν, ὡς ἐπὶ θόλου μεγάλης.
[4.3] Κατὰ δὲ τὰ νότια καὶ βόρεια μέρη τὸ μῆκος ἀποδείκνυ-
σιν. Ἔστιν οὖν τὸ σχῆμα καὶ οὕτως τοιόνδε.
 Εἰς τὰ ἄκρα τῆς γῆς, κατὰ τὰ τέσσαρα μέρη αὐτῆς, ὁ οὐρα-
νὸς αὐτῇ κεκόλληται τοῖς ἑαυτοῦ ἄκροις ποιῶν σχῆμα κύβου
ὡσανεὶ τετράγωνον, ἄνωθεν δὲ ἐφ' ὕψους καμαροειδὴς
ἑλισσόμενος κατὰ τὸ μῆκος, καὶ γίνεται ὡς θόλος μεγάλη·
καταμέσοθεν δὲ συνδέδεται καὶ τὸ στερέωμα, καὶ γίνεται
χῶροι δύο.
[4.3.? Παραγραφή
[4.4] Οὗτος ὁ πρῶτος οὐρανὸς ὁ καμαροειδής, ὁ ἐν τῇ πρώτῃ
ἡμέρᾳ γεγονώς, ὁ ἅμα τῇ γῇ, περὶ οὗ λέγει Ἡσαΐας· «Ὁ
στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν.» Ὁ καταμέσοθεν δὲ
αὐτοῦ συνδεδεμένος, ὁ ἐν τῇ δευτέρᾳ ἡμέρᾳ γεγονώς, ἐστὶ
περὶ οὗ ἐπιφέρει πάλιν Ἡσαΐας λέγων· «Καὶ διατείνας αὐτὸν
ὡς σκηνὴν κατοικεῖν.» Ὁ δὲ Δαυῒδ λέγει περὶ αὐτοῦ·
«Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν» καὶ σαφέστερον
δηλῶν λέγει· «Ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ.»
[4.5] Ἔτι ἄκρα οὐρανοῦ καὶ ἄκρα γῆς τῆς Γραφῆς μνημο-
νευούσης, οὐ δύναται ἐπὶ σφαίρας νοεῖσθαι. Πάλιν λέγει
Ἡσαΐας· «Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν καὶ
πήξας αὐτόν», ὁ δὲ ἀπόστολος Παῦλος ἔφη ὁμοίως· «Καὶ
τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ
ἄνθρωπος», ἀμφότεροι ἱστάμενον λέγοντες καὶ πεπηγότα ἐν
τῇ γῇ καὶ οὐ περιφερόμενον. Τὰ ἄκρα τοῦ οὐρανοῦ τὰ παρ'
ἑκάτερα σὺν τοῖς ἄκροις τῆς γῆς εἰσὶ συνδεδεμένα, περὶ ὧν ἐν
τῷ Ἰὼβ γέγραπται· «Οὐρανὸν δὲ εἰς γῆν ἔκλινε, κέχυται δὲ
ὥσπερ γῆ κονία· κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθον κύβον.»
[4.6] Περὶ δὲ τῆς γῆς γέγραπται πάλιν ἐν τῷ Ἰώβ· «Ὁ
κρεμνῶν τὴν γῆν ἐπ' οὐδενός», ὡσανεὶ μὴ ἔχουσαν ὑποκάτω
τι. Ὁ δὲ Δαυῒδ συμφώνως μὴ εὑρηκὼς ἐπί τινος αὐτὴν
ἡδρασμένην ἔφη· «Ἐθεμελιῶσε τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν
αὐτῆς», ὡσανεὶ αὐτὴν ἐφ' ἑαυτὴν παρὰ Θεοῦ θεμελιωθεῖσαν,
καὶ οὐχὶ ἐπί τινος.
[4.7] Ὡς ἦν μὲν δυνατὸν διαγράψαι πεποιήκαμεν ἔσωθεν
ἔχοντα τὸ στερέωμα καὶ τὰ ὕψη τῆς γῆς τῆς μεσοτάτης, ἧς
νῦν κατοικοῦμεν, καὶ τὸν Ὠκεανὸν πέριξ αὐτῆς, καὶ ἐν αὐτῇ
τοὺς τέσσαρας κόλπους εἰσβάλλοντας τοὺς πλεομένους,
Ῥωμαϊκόν, Ἀράβιον, Περσικόν, Κάσπιον, ἤτοι Ὑρκανόν.
Πέριξ δὲ πάλιν τοῦ Ὠκεανοῦ τὴν γῆν τὴν πέραν, ἔνθα καὶ
ὁ παράδεισος κατὰ ἀνατολὰς κεῖται.
 Διαγράφομεν τοίνυν πάλιν τὸ πλάτος τέως τῆς γῆς καὶ τοῦ
Ὠκεανοῦ καὶ τῶν κόλπων καὶ τῆς πέραν γῆς καὶ τὸν παρά-
δεισον, ἐῶντες τέως τὰ ὕψη αὐτῆς, ὅπως εὐσύνοπτος γένηται
τοῖς θεωμένοις. Ἔστι δὲ τὸ σχῆμα τῆς γῆς πάσης κατ' αὐτὴν
τὴν ἐπιφάνειαν καὶ τὸ πλάτος τοιόνδε.
[4.7.? Τὸ κείμενον
[4.8] Εἰς ταύτην τὴν γῆν τὴν πέραν τοῦ Ὠκεανοῦ πανταχόθεν
ἄκρα τοῖς ἄκροις ὁ οὐρανὸς πρῶτος ὁ καμαροειδὴς συνδέ-
δεται· κατὰ μὲν τὸ δυτικὸν μέρος καὶ ἀνατολικόν, τοῖχος
ὀρθὸς ὡς ἄνω ἐμβαίνων εὑρίσκεται, κατὰ δὲ τὸ νότιον καὶ
βόρειον τοῖχος μὲν ἴσος τὸ κάτωθεν ἕως φανεροῦ κατὰ τὸν
τύπον ὄντος καμάρας, ἄνωθεν δὲ ὑψηλότατος ἑλισσόμενος ὡς
θόλος λουτροῦ μεγάλη, κάτωθεν πέλμα ἔχουσα τὴν γῆν, αὐτὸς
δὲ τοῖχος καὶ καμάρα ὑπάρχων.
[4.9] Εἶτα καθὰ καὶ πρώην ἔφημεν πολλάκις, τὸ στερέωμα
μέσα μέσοις ἐξηπλωμένον κατὰ τὸ ὕψος συνδέδεται αὐτῷ τῷ
οὐρανῷ, ἵνα γένηται δύο χῶροι, ἀνάγαιον καὶ κατάγαιον. Ἔστι
δὲ ὁ χῶρος ὁ εἷς, τουτέστι τὸ κατάγαιον, ἔνθα εἰσὶν ἡ γῆ καὶ
τὸ ὕδωρ καὶ τὰ λοιπὰ στοιχεῖα καὶ ἄστρα, ὁ κόσμος οὗτος
ἀπὸ τῆς γῆς ἕως τοῦ στερεώματος, γῆν μὲν ἔχων ἔδαφος,
τοίχους δὲ ἐκ τοῦ πρώτου οὐρανοῦ, στέγην δὲ τὸ στερέωμα·
καὶ ἀπὸ τοῦ στερεώματος ἕως τῆς καμάρας τοῦ πρώτου
οὐρανοῦ χῶρος δεύτερος, τουτέστιν ἡ βασιλεία τῶν οὐρανῶν,
ἔνθα καὶ ὁ Δεσπότης Χριστὸς ἀναστὰς ἀπὸ τῶν νεκρῶν
ἀνελήλυθε καὶ οἱ δίκαιοι μετὰ ταῦτα μέλλουσιν ἀνιέναι, οὐρα-
νὸν μὲν ἤτοι τὸ στερέωμα ἔχων ἔδαφος καὶ οὐρανὸν τὸν
πρῶτον τοίχους καὶ στέγην καμαροειδῆ.
[4.10] Διαγράφομεν πάλιν καὶ τὸ ὕψος καὶ σχῆμα ταύτης τῆς
γῆς, ἧς νῦν οἰκοῦμεν οἱ ἄνθρωποι, ἥ ἐστιν ἔσωθεν τοῦ Ὠκεα-
νοῦ κυκλευομένη, ἐν ᾗ εἰσι καὶ οἱ τέσσαρες κόλποι οἱ πλεόμενοι.
Ἔστι δὲ τὰ ἀνατολικὰ αὐτῆς μέρη καὶ τὰ νότια χαμηλά,
βόρεια καὶ δυτικὰ ὑψηλότατα, χθαμαλῶς καὶ ἀνεπαισθήτως
κειμένη. Ὅσον οὖν πλάτος ἔχει ἡ γῆ, τοσοῦτον ἔχει καὶ ὕψος
κατὰ τὰ βόρεια καὶ δυτικὰ μέρη. Ἔστιν οὖν κατὰ τὸ ἐνδεχό-
μενον διαγράψαι τὸ σχῆμα τοιόνδε.
[4.10.? Παραγραφή
[4.11] Ἡ γῆ μὲν πᾶσα τετράγωνός ἐστι, καθὰ προεγράφη. Τὸ
ἀνάστημα δὲ αὐτῆς τῆς μεσοτάτης καὶ τὰ ὕψη τὰ κατὰ
βόρεια καὶ δυτικὰ μέρη ἐσημάναμεν ἐνταῦθα διαγράψαντες
ὅπως, μέση τυγχάνουσα καὶ πέριξ ἔχουσα τὸν Ὠκεανὸν καὶ
πάλιν πέριξ τὴν ἄντικρυς γῆν, τῶν ἄστρων κυκλευόντων
αὐτήν, δύναται καὶ κῶνον ἀποτελεῖν τὴν σκιὰν κατὰ τοὺς ἔξω,
καὶ ὅτι καὶ κατὰ τὸ σχῆμα τοῦτο δύνανται καὶ αἱ ἐκλείψεις
τῆς σελήνης ἀποτελεῖσθαι καὶ νύκτες καὶ ἡμέραι, καὶ ἡ θεία
Γραφὴ μᾶλλον ἀληθεύει λέγουσα· «Ἀνατέλλει ὁ ἥλιος καὶ
δύνει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει· ἀνατέλλων αὐτὸς
ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ
κυκλῶν, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα»,
ὡσανεὶ τὸν ἀέρα κυκλεύων πάλιν εἰς τὸν τόπον αὐτοῦ ἐπανήκει.
[4.11.? Τὸ κείμενον
[4.12] Οὕτως οὖν ἐστιν ἐν ταύτῃ τῇ ὄψει τὰ οἰκούμενα αὐτῆς
μέρη. Ἀνατέλλων οὖν ὁ ἥλιος ἐξ ἀνατολῶν καὶ διατρέχων τὸν
νότον κατὰ τὰς τροπάς, πάντοτε πρὸς τὸ ὕψος τῆς γῆς ἤτοι
καὶ πρὸς αὐτὴν τὴν γῆν φαίνων, ποιεῖ νύκτα περαιτέρω τοῦ
[4.12.5] ὕψους τῆς γῆς κατὰ τὸν Ὠκεανὸν καὶ τὴν πέραν γῆν· καὶ
πάλιν πρὸς δυσμὰς καὶ βορρᾶν γινόμενος ὑπὸ τὸ ὕψος τῆς
γῆς ἐνταῦθα ποιεῖ νύκτα, ἄχρις ἂν κυκλεύων ἀναφανῇ κατὰ τὰ
χθαμαλὰ μέρη τῆς ἀνατολῆς καὶ πάλιν ἀνιὼν κατὰ τὸν νότον
καταλάμψῃ τόδε τὸ πᾶν.
[4.13] Αἱ ἐκλείψεις οὖν τῆς σελήνης καὶ κατὰ τὸ σχῆμα τοῦτο,
εἴ γε ἀληθῆ τυγχάνει κατὰ τοὺς ἔξω, δύνανται γενέσθαι ὑπὸ
τὸ ὕψος τῆς γῆς γινομένου τοῦ ἡλίου, ἤγουν τῆς σελήνης. Τὴν
γὰρ ἡλιακὴν ἔκλειψιν οὐκ ἀπὸ τῆς σκιᾶς τῆς γῆς γίνεσθαι
λέγουσιν, ἀλλ' ἀπὸ τοῦ κατὰ κάθετον ὑπὸ κάτω εἶναι τοῦ
ἡλίου τὴν σελήνην φωτιζομένην μᾶλλον τῷ μέρει, ᾧ ὁρᾷ ὁ
ἥλιος, ᾧ δὲ μὴ ὁρᾷ, μὴ φωτίζεσθαι, ἀλλὰ μᾶλλον καὶ ἐμπο-
δίζειν αὐτῷ μὴ φαίνεσθαι διατρέχουσαν ὑποκάτωθεν, ὅτε
νεουμηνία δῆθέν ἐστι σεληνίου, ὅτε καὶ ἀφώτιστος τυγχάνει
κατὰ τὸ μέρος αὐτῆς τὸ φαινόμενον παρ' ἡμῖν.
[4.14] Οὐδὲν οὖν τὰ ἡμέτερα παραβλάψει τὰ τοιαῦτα πλὴν
μόνου τοῦ κινεῖσθαι καὶ κυκλεύειν τὸν οὐρανόν, ὅπερ ἀνατροπή
ἐστι πάσης ὁμοῦ τῆς θείας Γραφῆς, Παλαιᾶς τε καὶ Καινῆς
Διαθήκης καὶ τοῦ δόγματος τοῦ χριστιανικοῦ. Ζητῆσαι δὲ
περαιτέρω τούτων ἡμῖν οὐ σχολή-ἀνωφελὴς γὰρ ἡ τοιαύτη
γνῶσις-, τῆς ἐπωφελοῦς μᾶλλον γινόμενοι γνώσεως, ἥτις
ἐλπίδα χρηστὴν καὶ ὠφελίμην ἐμποιεῖ ταῖς ἡμετέραις ψυχαῖς,
ἣν καὶ ἐπηγγείλατο ὁ Θεὸς διδόναι μᾶλλον τοῖς αὐτῷ
πιστεύουσι, τοῖς δὲ ἀπιστοῦσι δίκην ὀλέθριον.
[4.15] Δείξωμεν δὲ σὺν Θεῷ, διαγράφοντες ἐξ ἀντιστρόφου,
τὸ σχῆμα τῆς γῆς τὸ κατὰ τὸ βόρειον μέρος, ἵνα δυνηθῶμεν ἐκ
μέρους πάλιν διαγράψαι τῶν ἄστρων τὸν κύκλον. Ἔστι δὲ
οὕτως.
[4.15a] Ἡνίκα οὖν ἔνθεν δύ-
νων ὁ ἥλιος διατρέχει κατὰ
τὴν διακονίαν τῶν ἀοράτων
Δυνάμεων, καθὰ τῇ θείᾳ Γρα-
φῇ δοκεῖ, νύκτα κατὰ τὸ
ἕτερον μέρος, τουτέστι τὸ
οἰκούμενον, ποιεῖ· ἡνίκα δὲ
ἐκεῖθεν διατρέχει, ἐνθάδε νύ-
κτα ποιεῖ.
[4.15b] Συλλήβδην δὲ κατὰ
τὸ ἐνδεχόμενον πάλιν δια-
γράψωμεν τὸν οὐρανὸν καὶ
τὴν γῆν. Ἔστι δὲ οὕτως.
[4.15c] Καὶ ταῦτα μέν, ὅσον ἐνεδέχετο διαγραφῆναι, πεποιή-
καμεν ἀκολουθοῦντες τῇ θείᾳ Γραφῇ.
[4.15d] Διαγράψωμεν τοίνυν καὶ κατὰ τοὺς ἔξω τὴν σφαῖ-
ραν καὶ ἴδωμεν εἰ δυνατόν, καθά φασι, κινεῖσθαι.
[4.15d] Παραγραφή
[4.16] Τοῦτο πάλιν τὸ μέρος
τῆς γῆς, τὸ ἐπέκεινα τοῦ
βορρᾶ, ἐστὶ τὸ ἀοίκητον,
ἔνθα διατρέχουσιν ἀπὸ δύ-
σεως διὰ τοῦ βορρᾶ ἐπὶ
ἀνατολάς, ὀρθὸν ὡς ἐπὶ τοί-
χου ὑπάρχον, ἐν ᾧ γινόμενος
ὁ ἥλιος εἰς τὸ ἄλλο μέρος
αὐτῆς, τὸ οἰκούμενον, νύκτα
ἀπεργάζεται. Κατὰ διάμε-
τρον οὖν τοῦ πλάτους τῶν
οἰκουμένων αὐτῆς μερῶν
εὑρίσκεται ὕψος ἔχουσα ἐν
τούτῳ τῷ μέρει, ἀποκάτωθεν
τοῦ Ὠκεανοῦ ἕως ἄνω τοῦ
ὕψους αὐτῆς· ὅθεν μεσάζουσα
τῷ φωτὶ τῶν ἄστρων, αἱ
νύκτες καὶ τὰ ἄλλα πάντα
ἐπακολουθοῦσιν.
[4.16.? Παραγραφή
[4.17] Ἀνάγκη ζητῆσαι τοὺς χριστιανίζειν ἐθέλοντας ἀπὸ
τούτων τῶν ὀκτὼ ἢ ἐννέα οὐρανῶν, εἰς ποῖον αὐτῶν ἀνελήφθη
ὁ Χριστός, ἔνθα καὶ αὐτοὶ ἐλπίζουσιν ἀνελθεῖν, καὶ τί τὸ
χρήσιμον τῶν ἄλλων ἑπτὰ ἢ ὀκτὼ οὐρανῶν. Ἡμεῖς μὲν γὰρ
ὑποτιθέμενοι τὸ πρότερον σχῆμα, καθὰ τῇ Γραφῇ δοκεῖ, δύο
χώρους λέγομεν γεγενῆσθαι, ἕνα ἁρμόζοντα ταύτῃ τῇ κατα-
στάσει καὶ τὸν ἄλλον ἕνα ἁρμόζοντα τῇ μελλούσῃ, ἐπειδὴ καὶ
ἐλπίδα τοιαύτην κεκτήμεθα κρείττονα οὖσαν τῆς ἐνθάδε ζωῆς.
Καὶ ὑμεῖς, ἐὰν τοιαύτην ἐλπίδα ὡς χριστιανοὶ κέκτησθε,
ἀνάγκη ἀπαιτηθήσεσθαι τὸ χρήσιμον τῶν ἄλλων ἑπτὰ ἢ ὀκτὼ
οὐρανῶν. Οἱ γὰρ ἔξωθεν, οἱ δοξάζοντες τὴν σφαῖραν, ἑαυτοῖς
ἀκολουθοῦντες, οὔτε τοιαύτην ἐλπίδα ἐλπίζουσιν, οὔτε ὕδατα
ἐπάνω τοῦ οὐρανοῦ εἶναι λέγουσιν, οὔτε συντέλειαν ἄστρων
καὶ τοῦ κόσμου καταδέχονται ὁμολογεῖν.
[4.18] Ἔτι. Εἰ ἡ ἀπλανὴς σφαῖρα τὰς ἄλλας βίᾳ συμπερι-
φέρει ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς, ἡ ἔμπαλιν ἀναδρομὴ τῶν
ἑπτὰ πλανητῶν πόθεν γίνεται; Τῶν σφαιρῶν τὸ ἔμπαλιν
κινουμένων, ἢ αὐτῶν τῶν ἄστρων; Ἀλλ' εἰ μὲν τῶν σφαιρῶν,
πῶς δυνατὸν κατὰ ταὐτὸν καὶ ἐπὶ δυσμὰς καὶ ἐπὶ ἀνατολὰς
περιφέρεσθαι; Εἰ δὲ τῶν ἄστρων, πῶς οὐράνια σώματα δια-
τέμνουσιν οἱ πλανῆται; Ἆρ' οὐ πρόδηλον ὅτι σῶμα διατεμ-
νόμενον οὐράνιον οὐκ ἔστιν; Εἰ μὴ γὰρ φθαρτὸν εἴη, οὐκ ἂν
τμηθείη. Πῶς οὖν τὰ τοιαῦτα ὑποτίθεσθε;
[4.19] Ἔξωθεν ταύτης μὴ τόπου οἱουδήποτε, μὴ σώματος,
μὴ στοιχείου, μή τινος τῶν τοῦ κόσμου μερῶν ὑπάρχοντος,
πῶς αὐτήν φατε κινεῖσθαι; Εἴπατε, μὴ φθονήσητε ἡμῖν.
Χωρὶς γὰρ τόπου, ἤτοι εὐρυχωρίας, ἀδύνατον κινεῖσθαι αὐτήν.
Δείξατε οὖν ἡμῖν δι' οἱουδήποτε θέλετε ὀργάνου ὅτι δυνατὸν
αὐτὴν κινεῖσθαι ἄνευ τόπου ἢ σώματος ἢ στοιχείου ἢ εὐρυ-
χωρίας. Καὶ μὴ λόγοις κενοῖς μόνον κομπάσητε, ὅτι φυσικοὶ
τυγχάνετε· Ἐπειδὴ δὲ καὶ ἔνιοι ὡς ὁ τόρνος βούλονται ὑπὸ
κλώτακος στρέφεσθαι ἢ ὑπὸ ἄξονος ἢ ὡς ἅμαξα ἢ ὡς
μηχανή, δειξάτωσαν καὶ αὐτοὶ ἐν τίνι ἐρηρεισμένα τυγχάνει
ἢ ὁ κλῶταξ ἢ ὁ ἄξων, κἀκεῖνο πάλιν ἐπὶ τίνος, καὶ ἐπ' ἄπει-
ρον. Πῶς οὖν φυσικὰ διαλέγεσθε; Πῶς δὲ καὶ τὴν γῆν οὐ
διήκει μέσην οὖσαν ὁ ἄξων καὶ περιστρέφει;
[4.20] Πάλιν δὲ λέξατε οἱ τούτοις ἑπόμενοι καὶ χριστιανίζειν
ἐθέλοντες εἰς ποῖον χῶρον τῶν ὀκτὼ σφαιρῶν ἢ τῆς ἐνάτης,
τῆς λεγομένης παρά τισιν ἀνάστρου, εἰσελήλυθεν ὁ Χριστός,
ἢ καὶ ἡμεῖς μέλλομεν εἰσιέναι; Ἢ πῶς ὕδατα δύνανται εἶναι
εἰς σφαῖραν στρεφομένην; Ἢ πῶς ἐν τῇ συντελείᾳ πιπτόν-
των τῶν ἄστρων ἔτι σῴζονται αἱ τοσαῦται ὑμῶν σφαῖραι;
Καὶ τί τὸ χρειῶδες αὐτῶν; Ἆρ' οὐ πρόδηλον ὅτι ἀνέλπιστα
χριστιανικῆς δόξης διαλέγεσθε; Ταῦτα γὰρ εἰ μὴ τοῖς
ἀνελπίστοις Ἕλλησι τοῖς μὴ ἐλπίζουσιν ἑτέραν κρείττονα
κατάστασιν οὐχ ἁρμόζει, οἵτινες ἀκολούθως ἑαυτοῖς τὸν
κόσμον ἀϊδίως ὑποτίθενται, ἵνα σῴζηται αὐτοῖς ἡ τῶν
σφαιρῶν πλουσία πληθύς, ἐν αἷς ἀεὶ οἱ πλάνητες τὸν ἑαυτῶν
δρόμον ἐκτελοῦσιν, ἐν ἄλλῃ δὲ καὶ οἱ ἀπλανεῖς, καὶ ἔχει
πιθανότητα λόγου ἡ παρ' αὐτῶν προφερομένη πλάνη. Ὑμεῖς
δὲ παντελῶς ἀπίθανα διαλέγεσθε, καὶ πλῆθος σφαιρῶν θέλετε,
καὶ συντέλειαν κόσμου θέλετε, τὸ χρειῶδες τούτων οὐ δυνά-
μενοι λέγειν.
[4.21] Ὁμοίως καὶ ὕδατα ἐπάνω σφαιρῶν στρεφομένων
βούλεσθε, ἅπερ καταγέλαστα καὶ πάσης ἀνοίας ἀνάμεστα
βούλεσθαι, καὶ ἐναντία ἑαυτοῖς καὶ τῇ φύσει τῶν πραγμάτων
διαλέγεσθε. Καὶ ἐν ἓξ ἡμέραις θέλετε γεγενῆσθαι τὸ πᾶν καὶ
ποίησιν τρίτου οὐρανοῦ ἐν αὐταῖς μὴ εὑρίσκοντες ὀκτὼ καὶ
ἐννέα τολμᾶτε λέγειν. Πόση παρ' ὑμῖν ἐπιστήμη, πόση παρ'
ὑμῖν σοφία, πόση σύνεσις, πόση ἐναντιότης· «Οὐδεὶς δύναται
δυσὶ κυρίοις δουλεύειν», καλῶς τῷ Κυρίῳ λέλεκται, ἀλλ'
ἢ τῷ Θεῷ, τῷ Θεῷ, ἢ τῷ μαμωνᾷ, τῷ μαμωνᾷ. Καὶ πάλιν
αὐτὸς διὰ Παύλου βοᾷ· «Οὐ δύνασθε τραπέζης Κυρίου μετέ-
χειν καὶ τραπέζης δαιμονίων», καὶ πάλιν· «Μὴ γίνεσθε
ἑτεροζυγοῦντες ἀπίστοις. Τίς γὰρ μετοχὴ δικαιοσύνης καὶ
ἀνομίας; Ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; Τίς δὲ συμ-
φώνησις Χριστοῦ πρὸς Βελιάρ; Ἢ τίς μερὶς πιστοῦ μετὰ
ἀπίστων; Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;»
[4.22] Πῶς γὰρ πάλιν δυνατὸν τὴν γῆν, καθ' ὑμᾶς μεσοτάτην
τοῦ παντὸς οὖσαν, τὸν ἐπὶ τοῦ Νῶε ὑπομεῖναι κατακλυσμόν;
Ἢ πιστεύεσθαι πρώτην καὶ δευτέραν ἡμέραν πάλιν πᾶσαν
καλύπτεσθαι ὑπὸ ὑδάτων καὶ τῇ τρίτῃ μετὰ τὸ συναχθῆναι τὸ
ὕδωρ φανῆναι αὐτήν, καθὰ γέγραπται ἐν τῇ Γενέσει;
[4.23] Ἀλλὰ καὶ τὸ σοφώτερον, ἀντίποδας ὑποτίθεσθε τοὺς
ἀνθρώπους ἐν ὅλῃ τῇ γῇ περιπατοῦντας. Διαγράφομεν τοίνυν
[4.23.3] καθ' ὑμᾶς τὴν γῆν καὶ τοὺς ἀντίποδας· καὶ πᾶς τις ἐν ὑμῖν
ἔχων ὄψεις ὑγιεῖς καὶ λογισμοὺς σώφρονας περιστρέψει ὡς ἂν
βούληται τὴν γῆν καὶ εἰπάτω, εἰ πάντες οἱ ἀντίποδες δύνανται
ὄρθιοι κατὰ ταὐτὸν εἶναι· ἀλλ' οὐκ ἂν δείξωσιν, εἰ καὶ
ἀναισχύντως ἐροῦσιν.
[4.24] Οὕτως οὖν πρὸς τὰς ὑμετέρας πλαστὰς καὶ οὐκ ἀληθεῖς
ὑποθέσεις καὶ τὰ συμπεράσματα τῶν ὑμετέρων λόγων ἀνώ-
μαλα καὶ ἀκατάλληλα καὶ ἀσύστατα καὶ κλόνον οὐ τὸν
τυχόντα ὑπομένοντα καὶ περιφορὰν πλείονα τῆς ἀστάτου καὶ
περιφερομένης παρ' ὑμῖν μυθικῆς σφαίρας.
[4.25] Διό, φιλόχριστε πάτερ, τοῦτο γὰρ τοῦ λόγου τοῦ
τετάρτου τέλος ποιησάμενος ἄρξομαι, μετὰ τὴν διαγραφὴν
τῶν ἀντιπόδων, καὶ τοῦ πέμπτου λόγου, ὡς ἐπήγγελμαι τῇ σῇ
φιλοθέῳ ψυχῇ τῆς σκηνῆς τὴν διαγραφὴν τῆς ἐν τῇ ἐρήμῳ
ὑπὸ Μωϋσέως κατασκευασθείσης ποιήσασθαι, βουλήσει τοῦ
πάντων ἡμῶν Σωτῆρος Θεοῦ.
[5.t] ΛΟΓΟΣ Εʹ
 Ἐν ᾧ ἐστι τῆς σκηνῆς ἡ διαγραφή, καὶ τῶν προφητῶν καὶ
ἀποστόλων ἡ συμφωνία.

[5.1] Περὶ δὲ τῆς σκηνῆς, τῆς ἐν τῇ ἐρήμῳ διὰ Μωϋσέως
κατασκευασθείσης, καιρὸς λοιπὸν καὶ αὐτῆς τὴν διαγραφὴν
ποιήσασθαι, καθὰ καὶ παρελάβομεν ἐκ τοῦ θειοτάτου διδασκά-
λου ἀνδρὸς ἀπὸ τῆς θείας Γραφῆς τὰς ἀφορμὰς καὶ τὰς μαρτυ-
ρίας ποιησαμένου, ἀρξαμένου ἀπὸ τῆς ἐξόδου αὐτῶν τῆς ἐξ
Αἰγύπτου, ἡνίκα τὰ πρωτότοκα τῶν Αἰγυπτίων ἐτελεύτων
τὴν ὑστέραν πληγὴν δεξάμενα διὰ Μωϋσέως, ὅτε καὶ τὸ
Πάσχα ἔφαγον θύσαντες οἱ Ἰσραηλῖται ὄρθιοι, περιεζωσμένοι
τὰς ὀσφύας καὶ τὰς ῥάβδους ἐν ταῖς χερσὶ κατέχοντες, ἕτοιμοι
πρὸς ἔξοδον, τῇ πρώτῃ τοῦ πρώτου μηνὸς ἀφ' ἑσπέρας,
τεσσαρεσκαιδεκάτην ἤδη ἐχούσης τῆς σελήνης, ὅπερ σκιὰν
καὶ τύπον ἐτέλουν τῶν μελλόντων γίνεσθαι ἐπὶ τοῦ Δεσπότου
Χριστοῦ, ἀφέσεως, λέγω, δουλείας τυραννικῆς καὶ ἀνακτί-
σεως κόσμου ἐξ ἀναστάσεως νεκρῶν ἐκτελουμένης καὶ κατα-
παύσεως ἀνθρώπων αἰωνίας.
[5.2] Ἐν αὐτῷ γὰρ τῷ καιρῷ φαίνεται καὶ ὁ κόσμος παρὰ
Θεοῦ παραχθεὶς καὶ ἀρχὴν ἐσχηκὼς ἐν αὐτῷ· ὁμοίως καὶ ἐπὶ
τοῦ Νῶε, μετὰ τὸν κατακλυσμόν, ἀρχὴ πάλιν κόσμου· ἐν
αὐτῷ πάλιν ἐξ Αἰγύπτου ἐλευθερία τῶν Ἰσραηλιτῶν· ἐν αὐτῷ
πάλιν καὶ ἡ σύλληψις τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα ἐκ
τῆς Παρθένου γεγένηται, τοῦ δευτέρου Ἀδάμ, τοῦ ἀρχηγοῦ
τῆς δευτέρας καταστάσεως· καὶ ἐν αὐτῷ ἡ ἀνάστασις ἡ ἀπὸ
νεκρῶν γενομένη τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ
σάρκα· φασὶ δὲ καὶ τὴν καθολικὴν ἀνάστασιν ἐν αὐτῷ πάλιν
γενέσθαι.
[5.3] Μαρτυροῦσι δὲ τῷ καιρῷ καὶ οἱ ἔξωθεν, κλέπται ὑπάρ-
χοντες, ἰδίαν δόξαν ἡγούμενοι, ἀρχὴν κύκλου ζῳδιακοῦ τὸν
Κριὸν ὑποτιθέμενοι, ἐν ᾧπερ ὁ πρῶτος μὴν κατὰ τὴν θείαν
Γραφὴν ὑπάρχει, σαφὴς ἔλεγχος αὐτῶν καὶ ἐν τούτῳ γινό-
μενος, μάλιστα καὶ ἀρχὴν κύκλου παρέχοντες, ὅπερ γελοῖον
κατ' αὐτοὺς ὑπάρχει. Οὐδὲν δὲ αὐτοῖς ἀγαθὸν ἐνυπάρχει, ὃ μὴ
ἔκλεψαν ἐκ τῆς θείας Γραφῆς· τύφῳ δὲ κατεχόμενοι καὶ
ὑπὲρ τοὺς λοιποὺς ἀνθρώπους θέλοντες εἶναι, ὡς ἰδίοις τοῖς
ἀλλοτρίοις κέχρηνται.
[5.4] Ὅτι δὲ σκιᾶς τάξιν ἐπέχει ὁ νόμος μελλόντων τινῶν,
μαρτυρεῖ ὁ Ἀπόστολος βοῶν· «Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν
μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων»,
«σκιὰν» φήσας, ὡς ἂν ὅτε τις σκιαγραφήσει ἄνθρωπον, μὴ
ποιήσει δὲ τὴν εἰκόνα αὐτοῦ, τουτέστιν ὄψεις καὶ μέλη πάντα,
ἵνα γνωρισθῇ ὁποῖος τυγχάνει, ἢ παλαιὸς ἢ νέος ἢ εὐπρεπὴς
ἢ ἀπρεπής, ἀλλὰ μόνον τὸ μέγεθος τοῦ σώματος σκιαγρα-
φήσει· οὕτω καὶ «εἰκόνα» λέγει αὐτὰς τὰς ὄψεις καὶ τοὺς
χαρακτῆρας, τουτέστι τὰ δι' ἡμῶν τῶν χριστιανῶν ἐκτελού-
μενα μυστήρια, ἀναγέννησίν τε λέγω τὴν διὰ τοῦ βαπτίσματος
καὶ μετάληψιν μυστηρίων.
[5.5] Αὐτὰ δὲ πάλιν τὰ «πράγματα»
καλεῖ αὐτὴν τὴν ἐκ νεκρῶν ἀνάστασιν, τὴν μεταστοιχείωσιν
τῶν σωμάτων ἡμῶν, τὴν ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν μετα-
βολήν, τὴν τῆς ψυχῆς ἀντὶ τροπῆς ἀτρεπτότητα καὶ τελείαν
γνῶσιν ἀντὶ μερικῆς, τὸ οἰκητήριον καὶ τὴν κατάπαυσιν καὶ
τὴν εἴσοδον τὴν εἰς τὸν οὐρανόν, ἀντὶ τῶν ἐπιγείων οὐράνια,
ἀντὶ προσκαίρων αἰώνια. Ταῦτα δὲ πάντα διὰ τοῦ Κυρίου
ἡμῶν Ἰησοῦ Χριστοῦ κατωρθώθη τῷ γένει τῶν ἀνθρώπων.
«Σκιὰν» οὖν τούτων τὸν νόμον καλεῖ, «εἰκόνα» δὲ καὶ
χαρακτῆρας τὰ διὰ τῶν χριστιανῶν ἐπιτελούμενα μυστήρια,
οἷόν τι λέγω τὸν ἀμνὸν τὸν θυόμενον ἀντὶ τοῦ πάθους τοῦ
Χριστοῦ, καθάπερ καὶ ὁ ἀπόστολος Παῦλος λέγει· «Καὶ γὰρ
τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός.» Καὶ Ἰωάννης δὲ ὁ Βαπ-
τιστὴς οὕτως λέγει· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν
ἁμαρτίαν τοῦ κόσμου.»
[5.6] Εἶτα τὴν ἐκ τούτου γινομένην ἐπ' ἐκείνοις μὲν τοῖς
Ἰσραηλίταις τότε φυγὴν ἀπὸ τοῦ ὀλοθρευτοῦ ἀγγέλου καὶ
τῆς δουλείας τοῦ Φαραώ, ἡμῖν δὲ ἀπὸ τοῦ διαβόλου καὶ τῆς
δουλείας τοῦ βαρυτάτου νόμου· ἐκείνοις διάβασις θαλάσσης
καὶ ἐρήμου διαγωγὴ καὶ νόμου δόσις καὶ σκηνοπηγία, ἡμῖν
διάβασις βαπτίσματος καὶ διαγωγὴ Ἐκκλησίας καὶ Πνεύ-
ματος ἁγίου δωρεά· ἐκείνοις ἐκ πέτρας ἄφθονον εἰς ζωὴν
ὕδωρ, ἡμῖν μυστήρια ζωοποιά· ἐκείνοις ἡ τῆς ἐπαγγελίας γῆ
κατάπαυσις, ἡμῖν οὐρανὸς ἀχειροποίητος κατάπαυσις· ἐκεί-
νοις πρόσκαιρος ζωή, ἡμῖν αἰωνία ζωή, δικαιοσύνη τε καὶ
ἁγιασμὸς καὶ ἀπολύτρωσις καὶ μακαριότης. Ἐκεῖνα τοίνυν ὡς
ἐν τάξει σκιαγραφίας ὑπάρχουσι, τὰ ἡμέτερα δὲ αὐτῶν τῶν
πραγμάτων εἰκόνες καὶ χαρακτῆρες· αὐτῶν δὲ τῶν πραγμά-
των ἐντὸς οὔπω ἐγενόμεθα, μέλλομεν δὲ ἐκ τῶν νεκρῶν ἀνίστα-
σθαι. Εἰ μὴ γὰρ ὁ Δεσπότης Χριστὸς μόνος κατὰ σάρκα,
ἕτερος ἐντὸς τῶν πραγμάτων οὐκ ἐγένετο, πρῶτος πάντων
αὐτὸς ἀναστὰς ἀπὸ τῶν νεκρῶν.
[5.7] Κατασπευδόντων τῶν Αἰγυπτίων τοὺς Ἰσραηλίτας
ἐξελθεῖν ἐκ τῆς Αἰγύπτου, αὐτὸ τὸ σταὶς αὐτῶν, ὃ ἐφύρασαν
εἰς ἀζύμους, μὴ καταλαβόντες ὀπτῆσαι ἐπ' ὤμων ἔλαβον.
Ἐξελθόντων οὖν αὐτῶν καὶ τῇ Ἐρυθρᾷ θαλάσσῃ προσεγγι-
ζόντων, ὁ αἰγύπτιος Φαραὼ μεταμεληθεὶς καὶ στρατοπεδεύσας
κατεδίωξεν ὄπισθεν, φθάσας δὲ αὐτοὺς πλησίον τῆς θαλάσσης,
ἀπέναντι τῆς ἐπαύλεως, ἀναμέσον Μαγδώλου καὶ ἐξ ἐναντίας
Βεελσεφών. Λοιπὸν ἤδη ἑσπέρας καταλαβούσης, τὴν νύκτα
ἐκείνην ὁ στῦλος τῆς νεφέλης, ἤτοι τοῦ πυρός, ὁ διαπαντὸς
προάγων καὶ καθοδηγῶν αὐτούς, ἐλθὼν ὄπισθεν αὐτῶν ἐκώ-
λυσε τοὺς Αἰγυπτίους συμμῖξαι τοῖς Ἰσραηλίταις. Εἶτα
λοιπὸν ἡμέρας μελλούσης γίνεσθαι, βοησάντων πρὸς Θεὸν
τῶν Ἰσραηλιτῶν, κελεύει ὁ Θεὸς τῷ Μωϋσῇ τύψαι τῇ ῥάβδῳ
τὴν θάλασσαν καὶ διαρρῆξαι αὐτήν. Ποιήσας οὖν τὸ προ-
σταχθὲν καὶ τύψας διαιρεῖ τὸ ὕδωρ ἔνθεν κἀκεῖθεν τεῖχος
γενόμενον, καὶ διαπερῶσιν οἱ Ἰσραηλῖται. Οἱ Αἰγύπτιοι δὲ
μετὰ τῶν ἁρμάτων πάντες, ὅτε κατὰ μέσον ἐγένοντο τῆς
θαλάσσης διώκοντες τοὺς Ἰσραηλίτας, τοῦ ὕδατος ἐπαναστρέ-
ψαντος ἐπ' αὐτοὺς θεηλάτῳ ὀργῇ, ἀπώλοντο καταποντωθέντες.
[5.8] Ἔστι δὲ αὐτὸς ὁ τόπος ἐν τῷ λεγομένῳ Κλύσματι,
ἀπερχομένων δεξιᾷ ἐπὶ τὸ ὄρος· ἔνθα καὶ τὰ ἴχνη τῶν τροχῶν
τῶν ἁρμάτων αὐτῶν φαίνονται, ἕως θαλάσσης ἀπὸ ἱκανοῦ
τόπου φαινόμενα καὶ εἰσέτι καὶ νῦν σῳζόμενα εἰς σημεῖον
τοῖς ἀπίστοις, οὐ τοῖς πιστοῖς.
[5.8.? Παραγραφὴ εἰς τὴν σύλληψιν τοῦ Κυρίου
[5.9] Τοῦ Ζαχαρίου δεκάτῃ τοῦ ἑβδόμου μηνὸς εἰσελθόντος
εἰς τὸν ναὸν κατὰ τὴν τοῦ νόμου παράδοσιν καὶ εὐαγγελισθέν-
τος ποιῆσαι τὸν Ἰωάννην ἐκ τῆς Ἐλισάβετ, τῷ ἕκτῳ μηνὶ
αὐτῆς καὶ ἡ Παρθένος εὐηγγελίσθη, ὡς εἶναι τῷ πρώτῳ μηνὶ
ἀρχήν. Δεκάτῃ γὰρ τοῦ ἑβδόμου μηνὸς εὐαγγελισθεὶς ὁ Ζαχα-
[5.9.6] ρίας καὶ ἐν αὐτῷ τῷ μηνὶ καὶ ἡ Ἐλισάβετ συλλαβοῦσα, δῆλον
ὅτι ἓξ ἦσαν μῆνες παρελθόντες τοῦ ἐνιαυτοῦ καὶ ἓξ ἔτι λοιπα-
ζόμενοι παρὰ τὰς δέκα ἡμέρας ἐκείνας, ἢ καὶ ἄλλας δύο ἢ τρεῖς
ἢ ἑπτά, ἕως ὅτε ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ ὁ Ζαχαρίας, ὡς
εἶναι ἡμέρας ρξηʹ ἢ ρξζʹ ἢ ρξγʹ. Ἡ ἀρχὴ οὖν τῆς συλλήψεως
τοῦ Κυρίου, τουτέστιν ἡ ἀρχὴ τοῦ πρώτου μηνός, ἕκτος μὴν
ἦν πάντως τῇ Ἐλισάβετ, κατὰ τὴν τῶν Εὐαγγελίων παρά-
δοσιν· ἀεὶ γὰρ ὁ Θεὸς ταύτην τὴν τάξιν ἐφύλαξε καὶ φυλάττει.
Ἔνεστι δὲ γνῶναι, ἐπειδὴ καὶ πάντες αὐτὴν τὴν γένναν τοῦ
Χριστοῦ πληρουμένου τοῦ ἐννάτου μηνὸς ἀπὸ τῆς ἀρχῆς τοῦ
πρώτου μηνὸς ποιοῦμεν, τουτέστι Χοιὰκ κηʹ.
[5.10] Οἱ δὲ Ἱεροσολυμῖται, ὡς ἐκ τοῦ μακαρίου Λουκᾶ
λέγοντος περὶ τοῦ βαπτισθῆναι τὸν Κύριον «ἀρχόμενος ὡς
ἐτῶν τριάκοντα», τοῖς Ἐπιφανίοις ποιοῦσι τὴν γένναν. Καὶ
ἀληθεύει μὲν καὶ ὁ εὐαγγελιστὴς καὶ οἱ Ἱεροσολυμῖται· οὐχ
ἡ ἀκρίβεια δὲ οὕτως ἔχει, ἀλλ' ἐν αὐτῇ τῇ γέννᾳ ἐγένετο καὶ
τὸ βάπτισμα, ὥς φασι καὶ ὁ Λουκᾶς καὶ οἱ Ἱεροσολυμῖται.
[5.11] Ἐξ ἀρχαιόθεν δὲ ἡ Ἐκκλησία, ἵνα μὴ τὰς δύο ἑορτὰς
ὁμοῦ ποιοῦσα λήθην ποιήσῃ μιᾶς ἐξ αὐτῶν, ἐνομοθέτησε
μεσάζειν δώδεκα ἡμέρας κατὰ τὸν ἀριθμὸν τῶν ἀποστόλων
καὶ οὕτως γίνεσθαι τὴν ἑορτὴν τῶν Ἐπιφανίων, ὥσπερ ἐνομο-
θέτησε καὶ τὴν τεσσαρακονθήμερον νηστείαν τοῦ Κυρίου, ἣν
πρὸς τὸν διάβολον μέλλων ἀγωνίζεσθαι ἐνήστευσε, συντε-
λεῖσθαι ἐν τῇ τοῦ Κυρίου ἀναστάσει, ἵνα καὶ ἡμεῖς κατὰ τὸν
τύπον, ὅσον ἐνδέχεται, ἀγωνιζόμενοι καὶ μιμούμενοι παραλά-
βωμεν τὸ πάθος καὶ τὴν ἀνάστασιν τοῦ Κυρίου· οὐ μέντοι ταῖς
αὐταῖς ἡμέραις ἐγένετο. Οὕτως οὖν καὶ τὰ Ἐπιφάνια τοῦ
Δεσπότου ἡμῶν Χριστοῦ ἐνομοθέτησε γίνεσθαι μετὰ δεκαδύο
ἡμέρας τῆς γενέσεως αὐτοῦ.
[5.12] Μόνοι δὲ οἱ Ἱεροσολυμῖται
ἐκ στοχασμοῦ πιθανοῦ, οὐκ ἀκριβῶς δέ, ποιοῦσι τοῖς Ἐπιφα-
νίοις· τῇ δὲ γέννᾳ μνήμην ἐπιτελοῦσι τοῦ Δαυῒδ καὶ Ἰακώβου
τοῦ ἀποστόλου, οὐ πάντως τῇ αὐτῇ ἡμέρᾳ καὶ τῶν δύο
τελευτησάντων, ἀλλ', ὥς γε οἶμαι, ἵνα καὶ αὐτοὶ μὴ ἔξωθεν
τῆς ἑορτῆς μείνωσι, τῶν κατὰ σάρκα συγγενῶν τοῦ Χριστοῦ
ἐκτελοῦσι μνήμην, πάντες τὸν Θεὸν διὰ πάντων δοξάζοντες.
Ἀμήν.
[5.12.? Ἡ μετὰ τὴν ἔξοδον ἐν ἐρήμῳ
[5.12.? τῶν Ἰσραηλιτῶν διάβασις

[5.13] Παρελθόντων οὖν τῶν Ἰσραηλιτῶν εἰς τὸ πέραν, εἰς τὸν
λεγόμενον Φοινικῶνα, ἤρξαντο βαδίζειν τὴν ἔρημον Σούρ, τοῦ
Θεοῦ ἡμέρας νεφέλην αὐτοῖς εἰς σκέπην διαπεταννύντος ἀπὸ
τοῦ καύσωνος τοῦ ἡλίου καὶ ὁδηγῶν αὐτοὺς ἐν αὐτῇ καὶ
νυκτὸς ἐν στύλῳ πυρὸς φαίνων καὶ καθοδηγῶν αὐτοὺς πᾶσαν
τὴν ἔρημον, καθὼς γέγραπται· «Διεπέτασε νεφέλην εἰς
σκέπην αὐτοῖς καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα.»
Ἔστιν οὖν καταγράψαι καὶ τοῦτο τοιῶσδε.
[5.14] Εἶτα πάλιν ὁδεύσαντες ἀπὸ τῆς Μερρᾶς ἦλθον εἰς
Ἐλείμ, ἣν νῦν καλοῦμεν Ῥαϊθοῦ, ἔνθα ἦσαν δεκαδύο πηγαὶ καὶ
ἑβδομήκοντα στελέχη φοινίκων· αἱ μὲν πηγαὶ εἰσέτι καὶ νῦν
σῴζονται, οἱ δὲ φοίνικες πολὺ πλείους ἐγένοντο. Ἕως δὲ τῶν
ἐνταῦθα δεξιᾷ τὴν θάλασσαν εἶχον καὶ ἐξ εὐωνύμων τὴν
ἔρημον· ἀπὸ δὲ τῶν ἐνταῦθα τὴν ἄνω ἐπὶ τὸ ὄρος βαδίζουσιν
ὀπίσω λοιπὸν τὴν θάλασσαν ἐάσαντες, τὰ πρόσω δὲ τὴν ἔρημον
βαδίζοντες. Ἔνθα γενομένων ἀνὰ μέσον Ἐλεὶμ καὶ τοῦ Σιναίου
ὄρους, ἐκεῖ κατελήλυθεν ἐπ' αὐτοὺς τὸ μάννα· ἔνθα καὶ πρώτως
ἐσαββάτισαν κατὰ τὰς ἐντολάς, ἃς δέδωκεν ὁ Θεὸς τῷ Μωϋσῇ
ἀγράφως ἐν Μερρᾷ. Ἔστιν οὖν καὶ ταῦτα διαγράψαι οὕτως.
[5.15] Καταντήσαντες ἐνταῦθα εἰς Ἐλεὶμ ἀπὸ τῆς Μερρᾶς καὶ πάλιν
ὁδεύσαντες ἀνὰ μέσον Ἐλεὶμ καὶ τοῦ Σιναίου ὄρους εἰς τὴν ἔρημον,
εἰς ἣν ἐκεῖ καὶ ὀρτυγομήτρα κατῆλθεν ἐπ' αὐτοὺς εἰς ἑσπέραν καὶ
εἰς τὸ πρωῒ τὸ μάννα· ἐκεῖ πάλιν ἤρξαντο πρῶτον σαββατίζειν, τοῦ
μάννα διατηρουμένου ἀπὸ τῆς ἕκτης καὶ τοῦ σαββάτου, ἐν ἄλλῃ δὲ
ἡμέρᾳ μὴ δυναμένου μεῖναι, ἀλλ' ἐπόζοντος καὶ ἀφανιζομένου· καὶ διὰ
τοῦτο διδασκόμενοι σαββατίζειν· ἠθέλησαν γάρ τινες καὶ τῷ σαββάτῳ
συλλέξαι καὶ οὐχ εὗρον, καθὰ γέγραπται.

[5.16] Εἶτα πάλιν παρενέβαλον εἰς Ῥαφιδίν, εἰς τὴν νῦν
λεγομένην Φαράν. Καὶ διψήσαντες, πορεύεται κατὰ πρόσταξιν
Θεοῦ ὁ Μωϋσῆς μετὰ τῶν πρεσβυτέρων-καὶ ἡ ῥάβδος ἐν τῇ
χειρὶ αὐτοῦ-εἰς Χωρὴβ τὸ ὄρος, τουτέστιν ἐν τῷ Σιναίῳ
ἐγγὺς ὄντι τῆς Φαρὰν ὡς ἀπὸ μιλίων ἕξ. Καὶ ἐκεῖ πατάξαντος
τὴν πέτραν, ἐρρύησαν ὕδατα πολλὰ καὶ ἔπιεν ὁ λαός, καθάπερ
καὶ Δαυῒδ ἐν Ψαλμοῖς βοᾷ· «Διέρρηξε πέτραν ἐν ἐρήμῳ καὶ
ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ», καὶ πάλιν· «Διέρ-
ρηξε πέτραν καὶ ἐρρύησαν ὕδατα, ἐπορεύθησαν ἐν ἀνύδροις
ποταμοί», καὶ πάλιν· «Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας καὶ
κατήγαγεν ὡς ποταμοὺς ὕδατα.»
[5.17] Ὁ δὲ ἀπόστολος Παῦλός φησιν· «Ἔπινον γὰρ ἐκ
πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χρι-
στός», ἵνα εἴπῃ· Ὥσπερ ἐκείνους ἐκ τῆς πέτρας δαψιλὲς
ὕδωρ ἀκολουθοῦν ἀφθόνως ἐπότιζεν, οὕτως ἡμῖν ζωοποιὰ
νάματα παρέχεται ὁ Χριστὸς διὰ τῶν μυστηρίων, οὗ τύπος
ἦν ἡ πέτρα.
[5.18] Κἀκεῖ δὲ πάλιν καταπολεμήσαντες τὸν Ἀμαλὴκ ἐτρο-
πώσαντο· ἐκεῖ πάλιν ὑπαντᾷ Ἰοθὼρ τῷ γαμβρῷ αὐτοῦ τῷ
Μωϋσῇ μετὰ τῶν δύο παίδων αὐτοῦ καὶ τῆς γυναικὸς αὐτοῦ·
ἦν γὰρ ὁ Μωϋσῆς ἀποστρέψας τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα,
ἡνίκα εἶδε τὴν ὀπτασίαν τοῦ ἀγγέλου ἐν τῇ ἐρήμῳ καὶ ἐμαλα-
κίσθη· ἔνθα καὶ τὸν ἄλλον υἱὸν ἡ Σεπφώρα ἀκρόβυστον ὄντα
περιέτεμεν.
 Ἔστιν οὖν καὶ ταῦτα διαγράψαι οὕτως.
[5.19] Τρίτῳ δὲ μηνὶ ἦλθον εἰς τὸ ὄρος τὸ Σινᾶ, καὶ διαφόρως
λαλήσας τῷ Μωϋσῇ ἐν στύλῳ νεφέλης, μετὰ ταῦτα δείκνυσιν
ὁ Θεὸς τῷ λαῷ τὴν φοβερὰν ἐκείνην ὀπτασίαν, ὥστε πτοεῖσθαι
τὸν λαὸν καὶ φοβεῖσθαι σφόδρα, τοῦ ὄρους φλεγομένου καὶ
τοῦ καπνοῦ ὡς ἀπὸ καμίνου ἀνίοντος· καὶ σκότος καὶ γνόφος
παρῆν καὶ θύελλα καὶ φωναὶ σαλπίγγων ἠχουσῶν ἐγίνοντο.
Κἀκεῖ ἀναγαγὼν τὸν μέγα Μωϋσέα καὶ κρύψας ἐν τῇ
νεφέλῃ ἄσιτον ἐπὶ τεσσαράκοντα ἡμέρας τότε δείκνυσιν αὐτῷ
δι' ὀπτασιῶν πῶς ἤρξατο ποιῆσαι τὸν κόσμον· καὶ παρέτεινε
τὴν ποίησιν ἐπὶ ἓξ ἡμέραις καὶ τῇ ἑβδόμῃ κατέπαυσε. Καὶ
οὕτως δίδωσι τὸν νόμον ἐγγράφως· ἔστιν οὖν ἡ διαγραφὴ τῶν
προειρημένων οὕτως.
 Λαὸς Ἰσραηλιτῶν ἐπὶ τὸ ὄρος τὸ Σινᾶ ἀπὸ τοῦ
 Ῥαφιδὶν ἀπερχόμενος
 Μωϋσῆς δεχόμενος τὸν νόμον παρὰ Θεοῦ
 1. Μωϋσῆς ἔσωθεν τῆς νεφέλης ἄβρωτος διαμείνας ἡμέρας τεσσαρά-
κοντα καὶ νύκτας τεσσαράκοντα.
 2. Λαὸς Ἰσραηλιτῶν θαυμάζοντες ἐπὶ τῇ φοβερᾷ ὀπτασίᾳ τοῦ ὄρους
φλεγομένου καὶ καπνιζομένου.
 3. Μωϋσῆς τὸν νόμον λαμβάνων παρὰ Θεοῦ.
 4. Ἐνταῦθα ἠξιώθη ὁ μέγας Μωϋσῆς μετὰ τὰς τεσσαράκοντα
ἡμέρας ἐν ἄλλαις ἓξ ἡμέραις ἰδεῖν δι' ὀπτασιῶν, πῶς ἐν ταῖς ἓξ ἡμέραις
ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς· κατὰ
τάξιν μιᾶς ἑκάστης ἡμέρας ὁ Θεὸς κατεθάρρησε καὶ συγγράψαι ταῦτα,
δοξασθεὶς καὶ τὸ πρόσωπον ὑπὸ τοῦ Θεοῦ.

[5.19.? Τὸ κείμενον
[5.20] Λοιπὸν κατεληλυθότος αὐτοῦ ἐκ τοῦ ὄρους προστάτ-
τεται ὑπὸ Θεοῦ ποιεῖν τὴν σκηνήν, ἣ τύπος ἦν ὧν ἑωράκει ἐν
τῷ ὄρει, λέγω δὴ τοῦ παντὸς κόσμου τὸ ἐκμαγεῖον· «Ὅρα
γάρ, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι
ἐν τῷ ὄρει.»
 Ὁ δὲ μακάριος Παῦλος ὁ ἀπόστολος τὴν μὲν πρώτην
[5.20.7] σκηνὴν τύπον τοῦ κόσμου τούτου ἐν τῇ πρὸς Ἑβραίους
Ἐπιστολῇ εἶπεν εἶναι· φησὶ γάρ· «Εἶχε μὲν γὰρ καὶ ἡ πρώτη
δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατε-
σκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρό-
θεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια.» Εἰπὼν μὲν αὐτὴν
«κοσμικόν», ὡσανεὶ τύπον τοῦ κόσμου τούτου, ἐπήνεγκεν·
«Ἐν ᾗ ἥ τε λυχνία», ἵνα εἴπῃ τοὺς φωστῆρας, «καὶ ἡ τρά-
πεζα», τουτέστιν ἡ γῆ, «καὶ ἡ πρόθεσις τῶν ἄρτων», ἵνα
εἴπῃ τοὺς ἐνιαυσίους καρποὺς αὐτῆς, «ἥτις, φησί, λέγεται
Ἅγια», ἵνα δηλώσῃ τὴν πρώτην σκηνήν.
[5.21] Εἶτα καὶ περὶ τῆς δευτέρας φησί· «Τοιοῦτον ἔχομεν
ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν
τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς
ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος», καὶ πάλιν·
«Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγα-
θῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιή-
του, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος
τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ
εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος», καὶ πάλιν· «Οὐ
γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν
ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ
προσώπῳ τοῦ Θεοῦ», «ἀληθινὴν» μὲν σκηνὴν τὸν οὐρανὸν
εἰπών, «ἀντίτυπα» δὲ τὰ διὰ τοῦ Μωϋσέως κατασκευασθέντα·
ὅθεν τὰ Μωϋσέως «χειροποίητα» καλεῖ, τὰ δὲ ἀληθινὰ
«ἀχειροποίητα».
[5.22] Προσταχθεὶς οὖν ποιῆσαι, ποιεῖ, καθὼς ἐδείχθη αὐτῷ
τὸ παράδειγμα τῆς σκηνῆς καὶ τὸ παράδειγμα πάντων τῶν
σκευῶν αὐτῆς, καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου καὶ τὸ ἱλαστή-
ριον τὸ ἐπάνω καὶ τὰ δύο Χερουβὶμ ἐκτείνοντα τὰς πτέρυγας
καὶ συσκιάζοντα ἐπάνωθεν τὸ ἱλαστήριον, ὁμοίως καὶ τὸ
καταπέτασμα καὶ τὴν τράπεζαν καὶ τὴν λυχνίαν καὶ τὰς
αὐλαίας τῆς σκηνῆς, ἵνα εἴπῃ τὰ σκεπάσματα τὰ πρῶτα, καὶ
τὰς δέρρεις τὰς τριχίνας τὰς ἀπὸ ἐρίων αἰγῶν, ἵνα εἴπῃ
στυπτά, πάλιν καὶ αὐτὰ δεύτερα σκεπάσματα τῆς σκηνῆς,
ὁμοίως καὶ τὰ τρίτα ἐκ δερμάτων πυρρῶν καὶ ἀερινῶν, ἃς
ἐκάλουν διφθέρας, ποικίλα πάντα, θαυμαστά. Ἔστι δὲ ἡ
διαγραφὴ τῆς σκηνῆς οὕτως.
 1. Τὰ ὀπίσθια τῆς σκηνῆς· στῦλοι ἓξ ἀπὸ πήχεως μιᾶς ἥμισυ γίνονται
πήχεις ἐννέα καὶ δύο στῦλοι εἰς τὰς γωνίας ἀπὸ πήχεως ἥμισυ γίνονται
τῶν ὀκτὼ στύλων πήχεις δέκα· τοῦτο τὸ πλάτος τῆς σκηνῆς.
 2. Ἔχουσα βῆλον συρτὸν λεγόμενον ἐπίσπαστρον.
 3. Μοχλοὶ διὰ τῶν ψαλίδων διϊκνούμενοι.
 4. Μοχλὸς μέσος διὰ τῶν σανίδων διϊκνούμενος.
 5. Μοχλοὶ διὰ τῶν ψαλίδων διϊκνούμενοι.

[5.23] Οἱ εἴκοσι στῦλοι εἴκοσι σανίδες εἰσὶν ἱστάμεναι, ἀπὸ
πήχεως μιᾶς ἥμισυ τὸ πλάτος ἑκάστης σανίδος· γίνονται τῶν
εἴκοσι στύλων πήχεις τριάκοντα· τοῦτο τὸ μῆκος τῆς σκηνῆς.
Αἱ βάσεις δὲ αὐτῶν διπλαῖ ἦσαν ἔσωθεν καὶ ἔξωθεν περιστῶ-
σαι τὴν σανίδα· ἀργυραῖ δὲ ἦσαν αἱ βάσεις. Αἱ δὲ κεφαλίδες
ἁπλαῖ ἦσαν, χρυσαῖ δέ, ὁμοίως καὶ αἱ ψαλίδες καὶ αἱ σανίδες
καὶ οἱ μοχλοὶ καὶ οἱ ἀγκωνίσκοι. Οἱ δὲ ἀγκωνίσκοι εἰσὶ δύο
ξύλα χρυσέμπαστα καὶ καθηλωμένα εἰς ἑκάστην σανίδα,
στρεφόμενα καὶ ἀντιπίπτοντα ἀλλήλοις, ἵνα συνδεσμεύωσι
πάσας τὰς σανίδας. Αὐτοὶ οἱ ἀγκωνίσκοι καὶ οἱ μοχλοὶ διὰ
τῶν δακτυλίων, ἤτοι τῶν ψαλίδων, διϊκνούμενοι ἐδέσμευον
ἀσφαλῶς πᾶσαν τὴν σκηνήν. Ὁ δὲ πέμπτος μοχλὸς ὁ μέσος
οὐ διὰ τῶν δακτυλίων ᾔρετο, ἀλλὰ διὰ μέσου τῶν σανίδων
διϊκνεῖτο, σκαπτῶν οὐσῶν τῶν σανίδων πρὸς πλείονα ἀσφά-
λειαν τῆς σκηνῆς. Τὸ δὲ ὕψος ἑκάστης σανίδος πήχεων δέκα
ἦν, καὶ τὸ πλάτος τῆς σκηνῆς πήχεων δέκα ἦν, καὶ ὁ ἄλλος
τοῖχος ὅμοιος ἦν τούτῳ τῷ τοίχῳ.
[5.24] Ὅτε τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἐπὶ τοῦ πάθους
τοῦ Κυρίου εἰς δύο, ἐν ταὐτῷ τρία ἐσήμανε· πρῶτον τὴν
τόλμαν τῶν Ἰουδαίων διήλεγχε, τὴν κατὰ τοῦ Κυρίου γενο-
μένην, ὡς πενθοῦντος τοῦ θείου ναοῦ καὶ περισχιζομένου·
δεύτερον ὅτι καταλυθήσονται τὰ ἰουδαϊκὰ καὶ συγχυθήσον-
ται, ἀναιρουμένης τῆς πρώτης σκηνῆς· τρίτον ὅτι ἡ ἐσωτέρα
σκηνή, ἡ ἀφανὴς καὶ ἄβατος πᾶσι καὶ τοῖς ἱερεῦσιν οὖσα,
καταφανὴς καὶ βατὴ τοῖς ἀνθρώποις γέγονε. Δόξα διὰ
πάντα τῷ βασιλεῖ τῶν αἰώνων Θεῷ εἰς τοὺς αἰῶνας. Ἀμήν.
[5.24.? Παραγραφή
[5.25] Ἐπισημαντέον ἐνταῦθα πάλιν ὅτι «πεπηγυῖαν σκηνὴν
παρὰ τοῦ Θεοῦ» λέγει τὴν ἀληθινήν, τουτέστι τὸν οὐρανόν.
 Ἔτι παραγραφή. Καὶ πάλιν «ἀχειροποίητον» καλεῖ αὐτὴν
καὶ «τελείαν» σκηνήν, τουτέστι τὸν οὐρανόν, ὡς παρὰ τοῦ
Θεοῦ γενομένην· «χειροποίητην» γὰρ καλεῖ τὴν σκηνήν, ἣν
Μωϋσῆς κατεσκεύασεν.
 Ἔτι παραγραφή. Κατὰ ἀντιδιαστολὴν δὲ τῆς σκηνῆς τῆς
ὑπὸ Μωϋσέως κατασκευασθείσης «ἀληθινὴν» ταύτην καλεῖ,
ὡς ἀεὶ αὐτῆς διαμενούσης, ἐκείνης δὲ καταλυομένης.
[5.26] Ἔτι. «Αὐλαίας» τὰς κορτίνας καλεῖ· οὕτως δὲ καλοῦ-
σιν αὐτὰς καὶ οἱ ἔξωθεν Ἀττικοὶ λέγοντες «αὐλαία» τὸ
μέγα καὶ ποικίλον παραπέτασμα. Ὑπερίδης ὁ ῥήτωρ ἐν τῷ
κατὰ Πατροκλέους λόγῳ· «Οἱ δὲ ἐννέα ἄρχοντες εἱστιῶντο
ἐν τῇ στοᾷ, φραξάμενοι τὸ μέρος αὐτῆς αὐλαίᾳ», ὁμοίως καὶ
Μένανδρος· «Στυππεῖον, ἐλέφαντα, μύρον, οἶνον, αὐλαίαν.»
[5.26.? Παραγραφή
[5.27] Ἐνταῦθα Μωϋσῆς, μετὰ τὸ ἀξιωθῆναι ἐν τῷ ὄρει τῶν
ὀπτασιῶν ἐκείνων τῶν φοβερῶν, προστάττεται παρὰ τοῦ
Θεοῦ ποιῆσαι σκηνὴν κατὰ τὸν τύπον, ὃν ἑωράκει ἐν τῷ
ὄρει, τύπον οὖσαν παντὸς τοῦ κόσμου. «Ὅρα γάρ, φησί,
ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ
ὄρει.» Ἐπειδὴ οὖν ἐδείχθη αὐτῷ πῶς ἐποίησεν ὁ Θεὸς τὸν
οὐρανὸν καὶ τὴν γῆν καὶ τῇ δευτέρᾳ ἡμέρᾳ καταμέσοθεν
ἐποίησε τὸ στερέωμα καὶ ἐποίησε τὸν ἕνα χῶρον δύο χώρους,
καὶ αὐτὸς ὁμοίως κατὰ τὸν τύπον, ὃν ἑωράκει, ἐποίησε τὴν
σκηνὴν καὶ ἔθηκε καταμέσοθεν καταπέτασμα, καὶ διελὼν
ἐποίησε τὴν μίαν σκηνὴν εἰς δύο, ἐξωτέραν καὶ ἐσωτέραν.
Ὁ Ἀπόστολος οὖν τὴν ἐξωτέραν τοῦ κόσμου τούτου τύπον
ἐξεῖπε λέγων οὕτως· «Εἶχε μὲν γὰρ καὶ ἡ πρώτη δικαιώματα
λατρείας, τό τε ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ
πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν
ἄρτων, ἥτις λέγεται Ἅγια», ὡσανεὶ τύπον ἐπέχει τοῦ
κόσμου τούτου, ἐν ᾧ ἐστιν ἡ γῆ καὶ οἱ καρποὶ καὶ οἱ φωστῆρες.
[5.28] Εἶτα καὶ τὴν δευτέραν ἑρμηνεύων φησὶν οὕτως·
«Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγα-
θῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιή-
του, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος
τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν
ἐφάπαξ εἰς τὰ Ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος»,
ὡσανεί· Ὥσπερ ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσέρχεται εἰς
τὴν ἐσωτέραν σκηνὴν δι' αἵματος τράγων καὶ μόσχων ἐξι-
λεούμενος τὸν λαόν, οὕτως καὶ ὁ Χριστὸς εἰσῆλθεν εἰς τὴν
ἀχειροποίητον σκηνήν, ἵνα εἴπῃ τὸν οὐρανόν, ἐφάπαξ
αἰωνίαν λύτρωσιν εὑράμενος· καὶ πάλιν· «Οὐ γὰρ εἰς χειρο-
ποίητα Ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν,
ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν.»
[5.29] Καὶ πάλιν λέγει· «Σκιὰν
γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν»· ὡς ἐν σκιαγρα-
φίᾳ γὰρ προετύπου διὰ τῆς ἐσωτέρας σκηνῆς τὴν ἄνοδον τοῦ
Δεσπότου Χριστοῦ κατὰ σάρκα καὶ τῶν δικαίων ἀνθρώπων
τὴν εἴσοδον. Ὅθεν πάλιν νουθετῶν ἐπιφέρει· «Ἔχοντες οὖν,
ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων ἐν τῷ
[5.29.7] αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ
ζῶσαν, διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ,
καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ προσερχώμεθα μετὰ
ἀληθινῆς καρδίας.» Καὶ πάλιν δηλῶν ὡς ἔσω εἰς τὸν
οὐρανόν ἐστιν ὁ Χριστὸς λέγει· «Ὃν προέθετο ὁ Θεὸς
ἱλαστήριον ἐν τῷ αὐτοῦ αἵματι», ἐπειδὴ καὶ τὸ ἱλαστήριον
ἔσω εἰς τὴν δευτέραν σκηνὴν ἔκειτο. Καὶ ἄλλα δὲ πολλὰ
τοιαῦτα ἔγκεινται ταῖς Ἐπιστολαῖς τοῦ Ἀποστόλου καὶ
πάσῃ τῇ θείᾳ Γραφῇ.
[5.29.? Τὸ κείμενον
[5.30] Αὕτη ἡ διαγραφὴ τῆς σκηνῆς γυμνῆς. Τὰ δὲ πρῶτα
αὐτῆς σκεπάσματα ἦν ὑφαντὰ ποικίλα ἐξ ὑακίνθου καὶ
πορφύρας καὶ κεκλωσμένης βύσσου καὶ κοκκίνου ὥσπερ καὶ
τὸ καταπέτασμα, ἃ καὶ αὐλαίας καλεῖ ἡ Γραφή. Ἦσαν δὲ
ὡς κορτίναι ἐπιμήκεις· εἴκοσι ὀκτὼ πήχεων ἦν τὸ μῆκος τῆς
μιᾶς καὶ τέσσαρες πήχεις τὸ πλάτος. Πέντε δὲ αὐλαίας ὁμοῦ
κεκολλῆσθαι λέγει καὶ πάλιν ὁμοίως πέντε· λοιπὸν συμβολὴ
τῶν πέντε καὶ πέντε καταμέσοθεν, εἰς τὸ χεῖλος τῆς μιᾶς
κρίκοι, καὶ εἰς τὸ χεῖλος τῆς ἑτέρας ἀγκύλαι. Καὶ ᾖρον τὰς
ἀγκύλας ἐπὶ τοὺς κρίκους καὶ συνεδέσμευον τὰς δέκα ὁμοῦ,
ὡς ἐπὶ τῶν λεγομένων σιγιστροπυλῶν ἢ στρωματοδέσμων ἢ
ὡς καὶ ἐπὶ τῶν δισσακίων. Ὅτε δὲ διῄρουν τὴν σκηνὴν ἐν τῇ
ἀπαρτίᾳ, πέντε ἦσαν καὶ πέντε, καὶ αὐταὶ διαιρούμεναι καὶ
βασταζόμεναι.
[5.31] Τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν δευτέρων σκεπασμάτων
ἐποίουν, τῶν ἀπὸ τῶν αἰγείων ὄντων δὲ στυπτῶν, ἃς καὶ
δέρρεις ἐκάλουν. Ἕνδεκα μὲν ἦσαν· τριάκοντα δὲ πηχῶν ἦν ἡ
μία, τεσσάρων δὲ πηχῶν πάλιν τὸ πλάτος. Ἦσαν δὲ ὁμοῦ
πέντε καὶ ἄλλαι ἓξ ὁμοῦ· καὶ συνήπτοντο πάλιν διὰ τῶν
ἀγκύλων καὶ τῶν κρίκων, καὶ ἐγίνετο πάλιν ἡ πᾶσα μία. Τὸ
μῆκος οὖν τῆς σκηνῆς πηχῶν ἦν τριάκοντα. Εἴκοσι γὰρ
στῦλοι ἦσαν, ἵνα εἴπῃ σανίδες, ἀπὸ πήχεως μιᾶς ἥμισυ τὸ
πλάτος, γίνονται πήχεις τριάκοντα· εἶτα καὶ τὸ πλάτος,
στῦλοι ἓξ ἀπὸ πήχεως μιᾶς ἥμισυ γίνονται πήχεις ἐννέα· καὶ
εἰς τὰς γωνίας στῦλοι δύο ἀπὸ πήχεως τὸ ἥμισυ γίνονται τῶν
ὀκτὼ στύλων πήχεις δέκα, πάντοθεν ἠσφαλισμένοι ἀπὸ τῶν
μοχλῶν.
[5.32] Αἱ αὐλαῖαι οὖν συναπτόμεναι αἱ δέκα ἐποίουν εἰς πλάτος
πήχεις τεσσαράκοντα καὶ ἐκάλυπτον ὅλον τὸ μῆκος τῆς
σκηνῆς καὶ τὸν ὄπισθεν τοῖχον ἔχοντα ὕψος πήχεις δέκα· ὁμοῦ
πήχεις τεσσαράκοντα. Οἱ δὲ εἴκοσι ὀκτὼ πήχεις τὸ μῆκος
τῶν αὐλαίων ἐκάλυπτον τὸ πλάτος τῆς σκηνῆς, τουτέστι
πήχεις δέκα, καὶ δύο τοίχων τῶν παρ' ἑκάτερα τὸ ὕψος ἀπὸ
πηχῶν δέκα, γίνονται ἄλλοι πήχεις εἴκοσι· ὁμοῦ πήχεις
τριάκοντα. Ἦσαν δὲ ἀπὸ εἴκοσι ὀκτώ· εὔδηλον παρὰ ἕνα
πῆχυν ἔσκεπε τὸν ἕνα τοῖχον καὶ τὸν ἕτερον παρὰ πῆχυν ἕνα.
Αἱ δὲ δέρρεις, αἱ ἀπὸ στυπτῶν, καὶ τοὺς ἄλλους δύο πήχεις
ἔσκεπον· ἦσαν γὰρ ἀπὸ πήχεων τριάκοντα τὸ μῆκος ἑκάστης·
ἡ δὲ περισσὴ μία δέρρις εἰς τὴν θύραν τῆς σκηνῆς κατεκεχά-
λαστο. Διαγράφομεν οὖν καὶ αὐτῶν τὸ εἶδος. Ἔστιν οὖν
οὕτως, ἅμα καὶ τὰ τρίτα σκεπάσματα τὰ ἀπὸ δερμάτων.
[5.32.? Ἑπτὰ λύχνοι, λαβίδες, ἐπαρυστρίδες
[5.33] Αὕτη ἡ λυχνία ἑπτὰ λύχνους ἔχουσα, εἰς νότον κειμένη
τῆς σκηνῆς, τύπος ἦν τῶν φωστήρων, ἐπειδήπερ, κατὰ τὸν
σοφὸν Σολομῶντα, ἀνατέλλοντες οἱ φωστῆρες καὶ εἰς νότον
διατρέχοντες ἐπὶ τὸν βορρᾶν τῇ γῇ φαίνουσι. Καὶ πάλιν ἑπτά
εἰσι διὰ τὴν ἑβδομάδα τῶν ἡμερῶν, ἐπειδὴ πᾶς ὁ χρόνος ἀπὸ
ἑβδομάδων ἀρχόμενος καὶ μῆνες ἀποτελοῦνται καὶ ἐνιαυτός.
Ἐκ τοῦ δὲ ἑνὸς μέρους κελεύει ἀνάπτειν αὐτούς, ἐπειδήπερ
ἔκειτο κατὰ τὸν βορρᾶν ἡ τράπεζα, ἵνα ἀπὸ τοῦ νότου ἐπὶ τὸν
βορρᾶν φαίνωσιν. Οὕτως γὰρ καὶ περὶ τῶν φωστήρων ὁ Σολο-
μῶν λέγει· «Ἀνατέλλων αὐτὸς ἐκπορεύεται πρὸς νότον καὶ
κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ κυκλῶν, καὶ ἐπὶ κύκλους αὐτοῦ
ἐπιστρέφει τὸ πνεῦμα.» Ἀπὸ τῶν οὖν καθολικωτέρων καὶ
ὁ Σολομῶν καὶ ὁ Μωϋσῆς ἐξεῖπον περὶ τῶν φωστήρων.
Διαγράψομεν καὶ τὴν λυχνίαν καὶ τὴν τράπεζαν. Ἔστιν οὗν
καὶ αὐτὰ οὕτως.
[5.33.? Παραγραφή
[5.34] Αὕτη δὲ ἡ τράπεζα τύπος ἐστὶ τῆς γῆς. Οἱ δὲ ἄρτοι οἱ
καρποὶ αὐτῆς εἰσι· δώδεκα δὲ σύμβολον τῶν δώδεκα μηνῶν
τοῦ ἐνιαυσιαίου κύκλου. Αἱ τέσσαρες οὖν γωνίαι τέσσαρές εἰσι
τροπαὶ τοῦ ἐνιαυτοῦ ἀπὸ μηνῶν τριῶν. Τὸ δὲ κυμάτιον, τὸ
στρεπτὸν τῷ κύκλῳ, τὴν θάλασσαν πᾶσαν σημαίνει, τὸν λεγό-
μενον παρὰ τοῖς ἔξω Ὠκεανόν. Τὴν δὲ στεφάνην τὴν πέριξ
τὴν πέραν γῆν τοῦ Ὠκεανοῦ σημαίνει, ἔνθα καὶ ὁ παράδεισός
ἐστιν.
[5.34.? Τὸ κείμενον
[5.35] Πάλιν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας
καὶ βύσσου καὶ κοκκίνου κελεύει γίνεσθαι, ποικίλον κατὰ τὰ
τέσσαρα στοιχεῖα, ἤτοι καὶ πρὸς εὐπρέπειαν. Φανερὰ γὰρ καὶ
εἰς τύπον ἐγένοντο, φανερὰ γὰρ καὶ εἰς εὐπρέπειαν καὶ εἰς
λειτουργίαν. Καὶ τίθησι διὰ μέσου τῆς σκηνῆς διαιρῶν αὐτὴν
εἰς δύο χώρους.
[5.36] Εἰς τὸν δὲ ἐσώτερον χῶρον ἡ κιβωτὸς τοῦ ἱλαστηρίου
ἦν κειμένη καὶ καλυπτομένη ὑπὸ τοῦ καταπετάσματος καὶ μὴ
ὁρωμένη ὑπό τινος. Τύπος δὲ ἦν τὸ ἱλαστήριον τοῦ Δεσπότου
Χριστοῦ κατὰ σάρκα, καθά φησιν ὁ Ἀπόστολος· «Ὃν
προέθετο ὁ Θεὸς ἱλαστήριον ἐν τῷ αὐτοῦ αἵματι.» Καὶ
πάλιν ὁ ἀρχιερεὺς τύπος ἦν καὶ αὐτὸς τοῦ Δεσπότου Χριστοῦ.
Ὥσπερ γάρ, φησίν, ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσέρχεται
εἰς τὴν ἐσωτέραν σκηνήν, οὕτως καὶ ὁ Χριστὸς «ἅπαξ
εἰσῆλθεν εἰς τὰ Ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος.»
Ταῦτα δὲ μέμνημαι πολλάκις εἰρηκώς. Ἐστὶ δὲ ἡ διαγραφὴ
τῆς κιβωτοῦ τοῦ ἱλαστηρίου οὕτως.
[5.36.? Παραγραφή
[5.37] Ζαχαρίας τοίνυν καὶ Ἀβιὰ ἱερεῖς ἦσαν ἀμφότεροι, εἷς
παρὰ εἷς, κατ' ἐνιαυτὸν εἰσερχόμενοι τὴν ἄφεσιν ποιήσασθαι.
Ἔλαχεν οὖν κατὰ τὸν καιρὸν τοῦ συλληφθῆναι τὸν Κύριον
ἱερατεύειν τῷ Ζαχαρίᾳ, καὶ εἰσελθών, καθὰ γράφει ὁ Λουκᾶς,
εἶδεν ὀπτασίαν ἀγγέλου, ὃς καὶ εἶπεν αὐτῷ· «Μὴ φοβοῦ,
Ζαχαρία, ὅτι εἰσηκούσθη ἡ δέησίς σου καὶ ἡ γυνή σου
Ἐλισάβετ γεννήσει σοι υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ
Ἰωάννην», τοῦτο αὐτῷ αἰνιττόμενος ὅτι· Εἰσῆλθες μὲν
ἐνταῦθα παρακαλῶν ἄφεσιν ἁμαρτιῶν λαβεῖν τῷ λαῷ, ἰδοὺ
οὖν εὐαγγελίζομαί σοι ὅτι πληροῦται τὰ τῆς σῆς προσευχῆς·
γεννᾶται γάρ σοι υἱὸς ἐκ τῆς Ἐλισάβετ, ὅστις πρόδρομος
τυγχάνει τοῦ τὴν παντελῆ ἄφεσιν τῷ κόσμῳ χαριζομένου.
[5.38] Ἀμέλει αὐτὸς ὁ Ἰωάννης δακτυλοδεικτῶν τὸν Δεσπότην
Χριστὸν ἐβόα· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν
τοῦ κόσμου», ἵνα εἴπῃ· Ὁ τὴν θνητότητα καὶ τὴν φθορὰν
καὶ τὴν τροπὴν ἀναιρῶν καὶ ἐξαφανίζων καὶ ποιῶν ἡμᾶς
ἀθανάτους καὶ ἀφθάρτους καὶ ἀτρέπτους, μὴ ἐπιδεχομένους
ἔτι ἁμαρτεῖν.
[5.38.? Ἡ σκηνὴ κατακεκαλυμμένη
[5.39] Ἡ δὲ αὐλὴ τῆς σκηνῆς μῆκος πηχῶν ἑκατόν, στύλους
ἔχουσα εἴκοσι, καὶ πλάτος πηχῶν πεντήκοντα, ἔχουσα στύλους
δέκα. Καὶ τὸ πλάτος τὸ πρὸς ἀνατολὰς τῆς σκηνῆς τρεῖς καὶ
τρεῖς στύλους ἔνθεν κἀκεῖθεν προστάττει γενέσθαι, καὶ τὰ
ἱστία, ὡσανεὶ τὰ ἱμάτια, ἐκ βύσσου μόνης πρὸς δεκαπέντε
πηχῶν ἐκτεινόμενα ἐπὶ τοὺς τρεῖς καὶ τρεῖς στύλους, καὶ τοὺς
ἄλλους τέσσαρας στύλους εἰς πύλην γίνεσθαι εἰσόδου τῆς
αὐλῆς, ἧς τὰ ἱστία ἐκ τῶν τεσσάρων χρωμάτων προστάττει
ἔσεσθαι ποικίλα· ὅλα δὲ τὰ ἱστία τῆς αὐλῆς ἐκ βύσσου καὶ
μόνης· τὸ δὲ ὕψος αὐτῶν πήχεις πέντε. Κρίκους δὲ καὶ
πασσάλους καὶ σχοινία, ἐν οἷς ἀπετείνοντο ἥ τε σκέπη τῆς
σκηνῆς καὶ τὰ ἱστία τῆς αὐλῆς, κελεύει κύκλῳ τῆς τε σκηνῆς
[5.39.13] καὶ τῆς αὐλῆς. Καὶ ἦν φοβερὸν καὶ ἐνάρετον θέαμα πάσης τῆς
σκηνῆς.
[5.40] Ἔστιν οὖν διαγράψαι κατὰ τὸ ἐνδεχόμενον καὶ
ταῦτα οὕτως, ὡς ἐν τάξει τῶν λεγομένων παπυλιώνων.
 Ἐνταῦθα τὴν αὐλὴν καὶ μέσην τὴν σκηνὴν διεγράψαμεν,
ἐσκεπασμένην καὶ ἀποτεταμένην τοῖς κάλοις εἰς τοὺς πασσά-
λους, καὶ τὴν εἴσοδον τῆς αὐλῆς κατὰ ἀνατολὰς ἐκ τῶν
τεσσάρων χρωμάτων ἔχουσαν τὰ ἱστία, τῆς δὲ ὅλης αὐλῆς
ἀπὸ βύσσου καὶ μόνης.
[5.40.? Παραγραφή
[5.41] Ἴσως ἐρεῖ τις πάλιν· Διατί ἐν τῇ ἀνατολῇ προσέταξεν
ὁ Μωϋσῆς γενέσθαι τὴν εἴσοδον τῆς σκηνῆς καὶ τὴν ἐσωτέραν
σκηνήν, τουτέστι τὰ Ἅγια τῶν ἁγίων, ἐν τῇ δύσει; Ἀκού-
σεται ὁ τοιοῦτος συντομώτατα· Ἐπειδήπερ ἐκμαγεῖον τοῦ
παντὸς κόσμου τὴν ὅλην σκηνὴν προσετάγη ποιῆσαι παρὰ τοῦ
Θεοῦ κατὰ τὸν τύπον τὸν δειχθέντα αὐτῷ ἐν τῷ ὄρει, οὕτως
καὶ πεποίηκεν, ἅμα δὲ καὶ συνέγραψεν ὡς πλάσας τὸν ἄνθρω-
πον ὁ Θεὸς τὴν ἀρχὴν τῆς εἰσόδου αὐτοῦ τὴν ἐν τῷ κόσμῳ εἰς
ἀνατολὴν ἐποιήσατο, καὶ οὕτως κελεύει κατὰ πρόσβασιν
αὐξανόμενον καὶ πληθυνόμενον ἐπεκτείνεσθαι καὶ πληροῦν
πᾶσαν τὴν γῆν ἕως δυσμῶν· διὰ τοῦτο ἡ θύρα τῆς σκηνῆς ἐξ
ἀνατολῶν ἐγένετο, ἡ δὲ ἐσωτέρα σκηνή, τουτέστι τὰ Ἅγια
τῶν ἁγίων, ἐν τῇ δύσει ἐγένετο.
[5.42] Ἐπειδὴ πάλιν καὶ αὐτὴ
ἐκμαγεῖον ἦν τῶν οὐρανίων μονῶν, ἐπ' ἐσχάτου δὲ τῶν χρόνων
ὡρίσθη ἀναδείκνυσθαι διὰ τοῦ ἀρχιερέως καὶ παμβασιλέως
καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς ὕστερα ἐπὶ δυσμὰς
ἐγένετο. Ἐπειδὴ ἀπὸ τῆς ἀνατολῆς ἤρξατο γίνεσθαι ὁ κόσμος
τῶν ἀνθρώπων καὶ κατὰ πρόσβασιν ἐπὶ δυσμὰς ἀνατρέχων
ἐξηπλοῦτο, τούτου ἕνεκα, ὡς δευτέρα καὶ ἐπ' ἐσχάτων
δεικνυμένη, ἐπὶ τὴν δύσιν ἐγένετο.
[5.43] Διὰ τοῦτο καὶ ἡ
Ἐκκλησία παράδοσιν ἔχει πανταχοῦ μίαν προσκύνησιν τῶν
χριστιανῶν πνευματικὴν ἐπ' ἀνατολὰς ποιεῖσθαι τῷ Θεῷ, ὡς
ἐκεῖ πρῶτον ἐπιφανέντι τοῖς ἀνθρώποις, μεμνημένη τῶν
πάλαι καὶ νῦν εὐχαριστοῦσα τῷ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν τὸ
γένος τῶν ἀνθρώπων πληθύνοντι καὶ ἐξαπλώσαντι.
[5.44] Οἱ γὰρ Ἰουδαῖοι σωματικώτερον περὶ Θεοῦ φρονοῦντες
τὴν προσκύνησιν ἐπὶ τὰ Ἱεροσόλυμα, ἔνθα ὁ ναὸς ᾠκοδο-
μήθη, ἐποιοῦντο. Ἔνεστι δὲ μαθεῖν περὶ τούτου ἐκ τῆς κατὰ
τὸν Δανιὴλ ἱστορίας, ὃς ἀνοίξας τὰς θυρίδας τὰς κατὰ Ἱεροσό-
λυμα βλεπούσας, ἐπὶ τὸν ναὸν προσέχων τὴν προσκύνησιν
ἐποιεῖτο. Ἀμέλει οὖν ὁ ἀνατολικώτερος τῶν Ἱεροσολύμων
εὑρισκόμενος ἐπὶ τὴν δύσιν τὴν προσκύνησιν ποιεῖται καὶ
ὁ δυτικώτερος, ἐπὶ τὴν ἀνατολὴν καὶ ὁ βορειότερος, ἐπὶ τὸν
νότον καὶ ὁ νοτιώτερος, ἐπὶ τὸν βορρᾶν, τρόπον τινὰ οἱ
τέσσαρες ἀλλήλοις δεικνύμενοι προσκυνοῦντες. Οἱ δὲ χριστια-
νοὶ οὐχ οὕτως, ἀλλὰ μονότροπον μίαν προσκύνησιν πνευ-
ματικήν, ὡς ἀπεριγράφου ὄντος τοῦ Θεοῦ, ἐπὶ ἀνατολὰς
ποιοῦνται τῷ ἐξ ἀρχῆς ἐξ ἀνατολῶν αὐτοῖς ἐπιφανέντι καὶ
πληρώσαντι αὐτοὺς ἕως δυσμῶν. Αὐτῷ ἡ δόξα εἰς τοὺς
αἰῶνας. Ἀμήν.
[5.44.? Περὶ τῆς στολῆς τοῦ ἱερέως
[5.45] Ἡ δὲ στολὴ τοῦ ἱερέως ἐστὶν οὕτως· χιτὼν κοσυμ-
βωτὸς καὶ ἐπωμὶς καὶ ποδήρης καὶ κίδαρις καὶ ζώνη καὶ
μίτρα καὶ πέταλον, δύο ἐπωμίδες εἰς τοὺς δύο ὤμους τοῦ
ἱερέως συνέχουσαι αὐτῷ ἑτέρα τὴν ἑτέραν καὶ ἀνακλώμεναι ἐξ
ἀριστερῶν ἐπὶ τὰ δεξιὰ καὶ ἀπὸ δεξιῶν ἐπὶ τὰ ἀριστερά,
περικαλύπτουσαι τὴν γύμνωσιν τοῦ τραχήλου αὐτοῦ· ἐκ
χρυσονήματος καὶ ἀληθινῆς πορφύρας καὶ κυανοῦ χρώματος
καὶ βύσσου καὶ κοκκίνου καθυφασμέναι ἦσαν αἱ ἐπωμίδες
ποικίλαι. Καὶ δύο λίθοι σμαράγδου, ἐπὶ τοὺς δύο ὤμους αὐτοῦ
εἰς τὰς ἐπωμίδας, γεγλυμμένοι τὰ ὀνόματα τῶν δώδεκα
φυλῶν, ἓξ εἰς τὸν ἕνα λίθον καὶ ἓξ εἰς τὸν ἕνα λίθον.
[5.46] Τὸ δὲ
λογεῖον τῆς κρίσεως ὑφαντὸν ἦν ῥάκος σπιθαμῆς τὸ μῆκος
καὶ σπιθαμῆς τὸ πλάτος τετράγωνον, διπλοῦν ἐκ χρυσονή-
ματος, πάλιν καὶ τῶν τεσσάρων χρωμάτων καθυφασμένον
ποικίλον, ἔχον καὶ λίθους τετράστιχον· ἀπὸ λίθων τριῶν
γίνονται δώδεκα περικεκαλυμμένα χρυσίῳ καὶ συγκεκολλη-
μένα τῷ λογείῳ, ἕκαστος λίθος ὄνομα μιᾶς φυλῆς γεγλυμ-
μένον ἔχων ἐν ἑαυτῷ. Ἀσπιδίσκας δὲ δύο χρυσᾶς κελεύει
γενέσθαι ἐπὶ τῶν δύο ὤμων, κατὰ τὸ ἔμπροσθεν μέρος, καὶ ἐξ
αὐτῶν κροσσωτὰ πεπλεγμένα ἐκ χρυσοῦ καὶ χρωμάτων, καὶ
ἀποκρέμασθαι τὸ λογεῖον ἐπὶ τὸ στῆθος, καὶ πάλιν ἁλύσεσι
δυσὶν ἐκ χρυσίου ἐκ τῶν δύο πλευρῶν τοῦ λογείου ἀνακλώμενα
κάτωθεν καὶ ἐξόπισθεν συνδεσμούμενα ἐναλλὰξ ἐπὶ τὰ δύο πτε-
ρύγια τῶν δύο ἐπωμίδων τῶν οὐσῶν κατὰ νώτου τοῦ ἱερέως,
ἵνα ὦσιν αἱ ἁλύσεις εἰς τὸν νῶτον τοῦ ἱερέως ὡς ἐν τάξει χιάστης,
συνδεσμεύουσαι τὸ λογεῖον ταῖς ἐπωμίσιν ἔμπροσθεν καὶ ὄπισθεν.

[5.47] Καὶ ὁ ὑποδύτης ὅλος κυάνεος τὸ χρῶμα ἀπὸ τοῦ
στήθους καὶ ἕως τῶν σκελῶν κάτω, τὸ περιστόμιον αὐτοῦ
συνεξυφαίνετο. Ἡ δὲ κάτω ὠία, ὡς ἐπὶ λώματος, ἦν πλατεῖα
ἐκ χρωμάτων ποικίλων· καὶ κώδωνας χρυσοῦς καὶ ῥοΐσκους
χρυσοῦς καὶ ἀνθείνους ἕνα παρ' ἕνα εἶχεν ἀποκρεμαμένους ἐν
τῷ λώματι· καὶ κίδαριν βυσσινὴν καὶ ζώνην ποικίλην, ἣ
περιεζώννυεν ἄνωθεν ὑπὸ τὸ στῆθος τὸν ὑποδύτην. Μίτραν δὲ
ἐπὶ μετώπου ἐφόρει καὶ ὑπεράνω τῆς μίτρας, κύανον, ὡς ἐπὶ
λώματος, ἔχον πέταλον χρυσοῦν, ἐν ᾧ ἦν σφραγὶς ἁγιάσματος
Κυρίου, ἵνα εἴπῃ τὸ λεγόμενον τετράγραμμον· καὶ οὕτως
εἰσῄει εἰς τὰ Ἅγια. Περισκελῆ δέ, τουτέστι βομβωνάρια
λινᾶ, ἐφόρει ἀπὸ ὀσφύος ἕως μηρῶν διὰ τὴν ἀσχημοσύνην.
 Ἔστιν οὖν καὶ αὐτὸ τὸ σχῆμα τοῦ ἱερέως καταγράψαι
τοιοῦτον.
 Ἐνταῦθα τὸ σχῆμα τῶν ἐνδυμάτων τοῦ ἱερέως διεγράψαμεν, ἐμπρο-
σθοφανῆ καὶ ὀπισθοφανῆ. Ἀκριβέστερον δὲ ἐν τῇ ἐξηγήσει δεδήλωται
περὶ αὐτοῦ.

[5.47.? Παραγραφή
[5.48] Εἰσὶν οὖν φανερὰ τοῦ σχήματος τύποι τινῶν πραγ-
μάτων, καὶ φανερὰ πρὸς εὐπρέπειαν καὶ πρὸς φόβον, οἷον οἱ
δύο λίθοι τοῦ σμαράγδου, οἱ ἐπὶ τῶν ὤμων αὐτοῦ βασταζό-
μενοι, ἐν οἷς ἦσαν τὰ ὀνόματα τῶν δώδεκα φυλῶν, σημαί-
νουσι τὰς δώδεκα φυλὰς ἐξ ἑνὸς προπάτορος τοῦ Ἀβραὰμ
καταγομένας· τοῦτο γὰρ δηλοῖ τὸ εἶναι ἕνα λίθον σμαράγδου
τὸν ἐπ' ἀμφοτέρων τῶν ὤμων αὐτοῦ εἰς δύο γεγονότα. Ἐπ'
ὤμων δὲ τοῦ ἱερέως προσέταξεν, ἵνα ᾖ τὸ βάρος τῶν δώδεκα
φυλῶν ἐπ' αὐτόν, βαστάζοντα καὶ προσερχόμενον περὶ αὐτῶν
τῷ Θεῷ. Τὸ δὲ λογεῖον τὸ ἐπὶ τοῦ στήθους, τὸ διπλοῦν,
ψυχὴν καὶ σῶμα σημαίνει, διὰ τοῦτο καὶ διπλοῦν καὶ ἐπὶ τῆς
καρδίας τιθέμενον.
[5.49] Οἱ δὲ δώδεκα διάφοροι λίθοι, ἐπειδή-
περ διαφόρους γνώμας εἶχον, ἕκαστος τῶν ἀνθρώπων, καὶ
διάφοροι φυλαὶ ἦσαν· ἐκεῖ μὲν ἐπὶ τῶν ὤμων, ὡς ἐξ ἑνὸς
προπάτορος, σμάραγδον ἕνα λίθον ἐκέλευσεν· ἐνταῦθα δέ,
ἐπειδὴ καὶ αἱ φυλαὶ καὶ αἱ γνῶμαι διάφοροι, διαφόρους λίθους
καὶ ἐπὶ τοῦ στήθους κελεύει τεθῆναι. Ἐπὶ δὲ τοῦ μετώπου τὸ
πέταλον ἁγιάσματος σφραγῖδος Κυρίου γράμματα λέγει
ἐντετυπωμένα, ἐν οἷς ἐγέγραπτο Θεός, ὅ φασι δι' ἑβραϊκῶν
τὸ τετράγραμμον. Λοιπὸν τὰ ἄλλα δι' εὐπρέπειαν, οἱ δὲ
κώδωνες οἱ χρυσοῖ καὶ οἱ ῥοΐσκοι, ἵνα ἐκτελῶσιν ἦχον· ἐδι-
δάσκετο δὲ διὰ τοῦ συμβόλου μὴ κατατολμᾶν εἰσιέναι εἰς τὰ
Ἅγια, πρὶν ἢ ἐξακουστὸν ποιήσῃ τὴν φωνήν. Ὥσπερ γάρ τις
παρὰ ἀνθρώποις μεγάλοις εἰσιέναι μέλλων, ἐὰν μὴ εὕρῃ τὸν
μηνύοντα, ἄρχεται κρούειν, μὴ τολμῶν ὡς ἔτυχεν εἰσελθεῖν,
οὕτως κἀνταῦθα προστάττεται διὰ τῶν κωδωνίων βαδίζειν
καὶ κτύπον ἀποτελεῖν. Καὶ ταῦτα μὲν περὶ τῆς σκηνῆς καὶ
τοῦ ἱερέως κατεγράψαμεν.
[5.49.? Τὸ κείμενον
[5.50] Νεφέλη δὲ ἦν ἡμέρας ἐπ' αὐτὴν καὶ πῦρ τὴν νύκτα,
ἐναντίον παντὸς Ἰσραήλ, ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν,
καθὰ γέγραπται. Συνεχῶς δὲ βασταγαὶ ἐμπόρων, μάλιστα
Ἰσμαηλιτῶν καὶ Μαδιανιτῶν, πρὸς αὐτοὺς συνήρχοντο, ὡς
ἀφθόνως αὐτοῖς πάντα χορηγεῖσθαι, τοῦ Θεοῦ τὰ κατ' αὐτοὺς
προνοουμένου, καθὰ γέγραπται ἐν τῷ Δευτερονομίῳ οὕτως·
«Διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην, τὴν φοβερὰν
ἐκείνην· ἰδοὺ τεσσαράκοντα ἔτη Κύριος ὁ Θεὸς μετὰ σοῦ, οὐκ
ἐπεδεήθης ῥήματος.» Καὶ πάλιν τὰ αὐτὰ ἑτέρως λέγει· «Τὰ
ἱμάτιά σου οὐ κατετρίβη ἀπὸ σοῦ, οἱ πόδες σου οὐκ ἐτυλώ-
θησαν τεσσαράκοντα ἔτη. Καὶ γνώσῃ ἐν τῇ καρδίᾳ σου ὅτι
ὡς εἴ τις ἄνθρωπος παιδεύσῃ τὸν υἱὸν αὐτοῦ, οὕτω Κύριος
ὁ Θεὸς παιδεύσει σε», καὶ πάλιν ὁμοίως· «Ἤγαγεν ὑμᾶς
τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ· οὐκ ἐπαλαιώθη τὰ ἱμάτια
ὑμῶν καὶ τὰ ὑποδήματα ὑμῶν οὐ κατετρίβη ἀπὸ τῶν ποδῶν
ὑμῶν.»
[5.51] Οὐ γάρ, ὥς τινες τερατολόγοι, μάλιστα οἱ τῆς
κατατομῆς, ὑπενόησαν, μὴ παλαιωθῆναι ὅλως αὐτόχρημα τὰ
ἱμάτια αὐτῶν καὶ τὰ ὑποδήματα τῷ οὕτως εἰπεῖν τὸν Μωϋσέα,
ἀλλ' ὅτι οὐδὲν αὐτοῖς, φησίν, ἔλειψεν ἐν τῇ ἐρήμῳ, τῶν
ἐμπόρων συνεχῶς τὰ ἐπιτήδεια προσκομιζόντων. Ἦ γὰρ ἂν
κατ' αὐτοὺς τὰ γεννώμενα ἐν τῇ ἐρήμῳ παιδία πῶς ἐνῆν τοῖς
πατρικοῖς ἱματίοις καὶ ὑποδήμασιν χρῆσθαι, τελείων ὄντων,
αὐτῶν δὲ σμικροτάτων; Πῶς δὲ καὶ τοὺς ἄρτους τῆς προθέ-
σεως καθ' ἡμέραν νεαροὺς κεκελευσμένοι ποιεῖν καὶ τιθέναι
ἐπὶ τῆς τραπέζης ἐνῆν αὐτοὺς ποιεῖν, μὴ τῶν ἐμπόρων αὐτοῖς
κομιζόντων τὸν σῖτον;
[5.52] Ἢ πόθεν αὐτοῖς σεμίδαλις, ἵνα
τὰ λάγανα ποιῶσιν, ἢ λαγχηρὰ δέρματα καὶ κυανὰ εἰς τὰς
διφθέρας τῆς σκηνῆς, εἰ μὴ ἐκ τῶν ἐμπόρων ἠγόραζον; Διὰ
τοῦτο γὰρ ὅτι ἐχορήγουν οἱ ἔμποροι προνοίᾳ τοῦ Θεοῦ, καὶ
ἐγόγγυζον κατὰ τοῦ Θεοῦ καὶ κατὰ τοῦ Μωϋσέως, εἶχον δὲ
καὶ τὸν πλοῦτον τῶν Αἰγυπτίων, ὡς ἀχαρίστοις λοιπὸν καὶ
ἀπίστοις παράδοξα ἐποίει, ποτὲ μὲν ὕδωρ ἄφθονον ἐκ πέτρας,
ποτὲ δὲ μάννα ἐξ οὐρανοῦ, ποτὲ δὲ ὀρτυγομήτραν ἐκ θαλάττης
ἐπὶ τριάκοντα ἡμέρας χορηγήσας· αὖθις σωφρονίζων ἐπαί-
δευε πληγαῖς, ποτὲ μὲν πυρὶ καταναλίσκων μέρος τῆς
παρεμβολῆς, ποτὲ δὲ θανάτῳ θραύων εἴκοσι τέσσαρας
χιλιάδας, ποτὲ δὲ διὰ ὄφεων, ποτὲ δὲ καὶ τοὺς περὶ Δαθὰν
καὶ Ἀβειρὼν καὶ Κορὲ θεηλάτῳ ὀργῇ ἡ γῆ ζῶντας πανοικὶ
καὶ κτήνεσι κατέπιεν, διδάσκων μὴ ἀπιστεῖν μήτε ἀχα-
ριστεῖν Θεῷ, ἀλλὰ σωφρόνως ζῆν.
[5.53] Λαβόντες δὲ καὶ παρὰ Θεοῦ τὸν νόμον ἐγγράφως καὶ
διδασκόμενοι γράμματα νεωστί, καὶ ὥσπερ παιδευτηρίῳ
ἡσύχῳ τῇ ἐρήμῳ χρησάμενος ὁ Θεὸς τεσσαράκοντα ἔτη
εἴασεν αὐτοὺς καταλαξεῦσαι τὰ γράμματα. Ὅθεν ἔστιν
ἰδεῖν ἐν ἐκείνῃ τῇ ἐρήμῳ, λέγω δὴ τοῦ Σιναΐου ὄρους, ἐν
πάσαις ταῖς καταπαύσεσι πάντας τοὺς λίθους τῶν αὐτόθι,
τοὺς ἐκ τῶν ὀρέων ἀποκλωμένους, γεγραμμένους γράμμασι
γλυπτοῖς ἑβραϊκοῖς, ὡς αὐτὸς ἐγὼ πεζεύσας τοὺς τόπους
μαρτυρῶ. Ἅτινα καί τινες Ἰουδαῖοι ἀναγνόντες διηγοῦντο
ἡμῖν λέγοντες γεγράφθαι οὕτως· «Ἄπαρσις τοῦδε, ἐκ φυλῆς
τῆσδε, ἔτει τῷδε, μηνὶ τῷδε», καθὰ καὶ παρ' ἡμῖν πολλάκις
τινὲς ἐν ταῖς ξενίαις γράφουσιν.
[5.54] Αὐτοὶ δὲ καί, ὡς νεωστὶ
μαθόντες γράμματα, συνεχῶς κατεχρῶντο καὶ ἐπλήθυνον
γράφοντες, ὥστε πάντας τοὺς τόπους ἐκείνους μεστοὺς εἶναι
γραμμάτων ἑβραϊκῶν γλυπτῶν εἰσέτι καὶ νῦν σῳζομένων διὰ
τοὺς ἀπίστους, ὡς ἔγωγε οἶμαι. Ἐξὸν δὲ τῷ βουλομένῳ ἐν
τοῖς τόποις γενέσθαι καὶ θεάσασθαι, ἤγουν ἐρωτῆσαι καὶ μα-
θεῖν περὶ τούτου ὡς ἀλήθειαν εἴπαμεν. Πρώτως οὖν Ἑβραῖοι
παρὰ τοῦ Θεοῦ σοφισθέντες καὶ γράμματα διὰ τῶν λιθίνων
πλακῶν ἐκείνων παραλαβόντες καὶ μεμαθηκότες τεσσαρά-
κοντα ἔτη ἐν τῇ ἐρήμῳ γειτνιῶσι τοῖς Φοίνιξι παραδεδώκασι
κατ' ἐκεῖνο καιροῦ, πρώτῳ Κάδμῳ τῷ Τυρίων βασιλεῖ, ἐξ
ἐκείνου παρέλαβον Ἕλληνες, λοιπὸν καθεξῆς πάντα τὰ ἔθνη.
[5.55] Ἐστρατοπέδευον δὲ ἐν τῇ ἐρήμῳ κατὰ τὴν τάξιν τὴν
δοθεῖσαν αὐτοῖς παρὰ τοῦ Θεοῦ, κυκλοῦντες τὴν σκηνὴν
ἱερεῖς τε καὶ Λευῖται καὶ πέριξ αὐτῶν αἱ δώδεκα φυλαί, εἰς
ἀνατολὰς τῆς σκηνῆς τρεῖς, ἐν αἷς μέση ἐτύγχανεν ἡ τοῦ
Ἰούδα φυλὴ σὺν Μωϋσῇ καὶ Ἀαρὼν ἐξάρχουσα τῶν λοιπῶν,
καὶ εἰς νότον τρεῖς, καὶ εἰς δυσμὰς τρεῖς, καὶ εἰς βορρᾶν τρεῖς.
 Οὕτως καταπαύοντες καὶ οὕτως ἀπαίροντες καὶ βαδίζοντες
κατὰ τὴν διαγραφὴν ταύτην.
 Οὕτως οὖν στρατοπεδεύοντες ἐν τῇ ἐρήμῳ καθ' ἑκάστην.
[5.56] Τελευτήσαντος λοιπὸν τοῦ Ἀαρὼν καὶ τοῦ Μωϋσέως
καὶ παραλαβόντος αὐτῶν τὴν στρατηγίαν τοῦ Ἰησοῦ, τοῦ
υἱοῦ Ναυή, καὶ διαβιβάσαντος αὐτοὺς τὸν Ἰορδάνην παραδό-
ξως, κληρούχους αὐτοὺς κατέστησε τῆς γῆς τῆς ἐπαγγελίας
κατὰ τὰς θεόθεν προρρήσεις τε καὶ διατάξεις. Κατεῖχε δὲ ἡ
τοῦ Ἰούδα φυλὴ τὴν μητρόπολιν, τὴν Ἱερουσαλήμ, μέχρις
οὗ ὁ προσδοκώμενος καὶ προκηρυττόμενος διὰ τοῦ νόμου καὶ
τῶν προφητῶν ἐξ αὐτῶν ἐλήλυθε, δι' οὗ τὴν μεγάλην καὶ
αἰωνίαν σωτηρίαν καὶ ἀνάκτισιν ὁ Θεὸς τῷ κόσμῳ εἰργάσατο,
λέγω δὴ τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα, κατὰ τὰς
ἐπαγγελίας τοῦ Θεοῦ τὰς πρὸς τὸν Ἀβραὰμ γεγενημένας, καὶ
τὸν ἄνωθεν καὶ ἐξ ἀρχῆς αὐτοῦ σκοπόν·
[5.57] καθὰ καὶ ὁ Ἀπό-
στολος ἐν τῇ πρὸς Γαλάτας Ἐπιστολῇ-ὡς ἐρωτώμενος ὑπό
τινος καὶ λέγοντος· «Τί οὖν ὁ νόμος;» ὡσανεί· Τί οὖν ἐδόθη
ὁ νόμος; -ταχύτατα ἀποκρίνεται καί φησι· «Τῶν παρα-
βάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα, ᾧ ἐπήγ-
γελται, διαταγεὶς δι' ἀγγέλων, ἐν χειρὶ μεσίτου», ἵνα εἴπῃ
ὅτι· Διὰ τοῦτο ὁ νόμος προσετέθη, ἵνα φυλαχθῇ δι' αὐτοῦ καὶ
τῆς ἱερατείας φρουρούμενον τὸ ἔθνος τὸ τὰς ἐπαγγελίας
λαβόν, τουτέστι τὸ τοῦ Ἀβραάμ, καὶ μὴ μίξις τις γένηται
αὐτοῦ μετὰ ἑτέρου ἔθνους, ὅπως ὁ προκηρυττόμενος ἐξ αὐτοῦ
γνώριμος τοῖς πᾶσιν ὑπάρχῃ, δι' οὗ κόσμος ἀνακαινίζεται
καὶ ὁ σκοπὸς καὶ ἡ ἄνωθεν οἰκονομία τοῦ Θεοῦ πληροῦται.
[5.58] Σκοπὸς γὰρ ἦν ἄνωθεν καὶ ἐξ ἀρχῆς τῷ Θεῷ ἑτέροις
μεταδοῦναι τοῦ εἶναι καὶ μετασχεῖν τῆς αὐτοῦ ἀγαθότητος
λόγου τε καὶ γνώσεως καὶ ἀθανασίας καὶ μακαριότητος καὶ
παντὸς ἀγαθοῦ, ὅσον ἐνδέχεται μετασχεῖν τὸν μετέχοντα. Καὶ
ἐπειδήπερ τὸ θεῖον μόνον ἀδίδακτον καὶ αὐτόχρημα ἀληθὴς
γνῶσίς ἐστι, τῶν δὲ ἀλόγων ἴδιον φυσικαῖς ὁρμαῖς κινεῖσθαι
ἄνευ λόγου καὶ ἀληθοῦς γνώσεως, ὁμοίως καὶ τῶν ἀψύχων
ἀμοιρούντων τὸ παράπαν κινήσεώς τε καὶ ὁρμῆς φυσικῆς καὶ
γνώσεως, μέσους τινάς, ὡς ἐνεδέχετο, εἶναι τοὺς λογικοὺς
ποιήσας ὁ φιλάνθρωπος Θεὸς δεκτικοὺς ἐπιστήμης διὰ μαθή-
σεως καὶ πείρας ἐδοκίμασε καὶ πεποίηκε κατὰ τὸν μὲν ἄνωθεν
αὐτοῦ σκοπὸν τὴν μέλλουσαν κατάστασιν, τουτέστι τὸν ἄνω
χῶρον.
[5.59] Πρῶτον δὲ ὁρίσας ταύτην τὴν κατάστασιν, ἐν ᾗπερ καὶ
παιδευτηρίῳ χρησίμῳ χρησάμενος πρὸς τὸ ἡμῖν συμβαλλό-
μενον, θνητήν τε καὶ τρεπτὴν ἀπειργάσατο πρὸς τὸ δύνασθαι
ἡμᾶς διακριτικῇ καὶ λογικῇ ἕξει τῶν καλῶν τὴν μετουσίαν
κτᾶσθαι, τῶν δὲ κακῶν ἀποστρέφεσθαι. Διὸ καὶ ἡδέα καὶ
λυπηρὰ ἔχει ἡ νῦν κατάστασις, ἵνα καθ' ἑκάστην ἐν αὐτοῖς
ἀναστρεφόμενοι τὰ μὲν φεύγωμεν, τῶν δὲ ἀντεχώμεθα· διὰ
τοῦτο καὶ νόμοι καὶ ἀπειλαὶ καὶ κολαστήρια τοῦ κακοῦ τὴν
ὁρμὴν ἡμῶν ἀνακόπτοντα·
[5.60] τελευταῖον δὲ καὶ ὁ δοκῶν
μὲν κατ' ὀργὴν εἶναι θάνατος, κατὰ δὲ τὸ ἀληθὲς παῦλαν
παρέχων τῇ μοχθηρᾷ ταύτῃ ζωῇ καὶ τῷ παιδευτηρίῳ, καθὰ
[5.60.4] καὶ τῷ πρώτῳ ἀνθρώπῳ ὁ Θεὸς κατ' οἰκονομίαν ἐπήνεγκε,
μισητὴν αὐτῷ τὴν ἁμαρτίαν ἐργαζόμενος καὶ ποθητὴν ποιῶν
τὴν δικαιοσύνην, προτρεπόμενος αὐτόν τε καὶ πάντας δι'
αὐτοῦ εἰς τὴν προητοιμασμένην ἡμῖν κατάστασιν, βασιλείαν
τε αἰώνιον καὶ δικαιοσύνην καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν
καὶ μακαριότητα, ἅπερ καὶ ὁ σκοπὸς τοῦ Θεοῦ ἐξ ἀρχῆς
ἠβούλετο. Ἐπιρρίπτει τοίνυν ὁ Θεὸς σοφῶς, καὶ πάνυ σοφῶς,
τῇ ἁμαρτίᾳ τοῦ πρωτοπλάστου ἀνθρώπου τὸν θάνατον, ὡς
κατ' ὀργήν, ἵνα μισητὴν αὐτῷ ταύτην ἀπεργάσηται.
[5.61] Εἶτα λοιπὸν πάλιν, ἵνα μὴ ἐκ κακῶν ὁ ἄνθρωπος
ἀφελπιστίαν νοσήσῃ, ἐπιμελεῖται αὐτοῦ ὡς πατὴρ τέκνου
καὶ ποιεῖ αὐτῷ χιτῶνας. Εἶτα ἐκδικεῖ τὸ αἷμα τοῦ Ἄβελ, τὸν
Ἐνὼχ μετατίθησιν, ὥστε καὶ τὴν ἀπόφασιν τοῦ θανάτου μὴ
κρατεῖν ἐπ' αὐτοῦ, τὸν Νῶε διασῴζει ἐκ τοῦ κοσμικοῦ
ναυαγίου, τὸν Ἀβραὰμ ἐκλέγεται, ἀφ' οὗ καὶ δι' οὗ τοῦ
σπέρματος ἐργάζεται τὴν ἀνάκτισιν τοῦ κόσμου, τὸν Ἰσαὰκ
καὶ τὸν Ἰακώβ, τοὺς πατριάρχας, καὶ τούτων τὰ τέκνα καὶ
τὰς ἐκ τούτων δώδεκα φυλάς, ἅσπερ καὶ μετὰ βραχίονος
ὑψηλοῦ λυτροῦται τῆς δουλείας τῶν Αἰγυπτίων, καθοδη-
γήσας τὴν ἔρημον θαυμαστῶς καὶ δοὺς νόμον ἐγγράφως καὶ
ταξιαρχήσας τὸ ἔθνος κατεκληροδότησεν αὐτοῖς τὴν γῆν τῆς
Παλαιστίνης. Καὶ ἤγειρεν αὐτοῖς προφήτας, τὸν Δαυΐδ, τὸν
πρῶτον αὐτῶν βασιλέα, Σαμουήλ, Ἠλίαν τὸν τηλικοῦτον, τὸν
τούτου μαθητὴν Ἑλισσαῖον, τοὺς δώδεκα καὶ τοὺς τέσσαρας,
τοὺς μεγάλους, κηρύσσοντας τὴν ἔλευσιν τοῦ ἐξ αὐτῶν ἐγειρο-
μένου κατὰ σάρκα Δεσπότου Χριστοῦ, ἐν ᾧ καὶ δι' οὗ γίνεται
καὶ πληροῦται ὁ ἐξ ἀρχῆς σκοπὸς καὶ οἰκονομία τοῦ Θεοῦ,
ἡ μεγάλη καὶ σωτηριώδης.
[5.62] Ὥσπερ γὰρ ᾠκονόμησε διὰ τῆς ἁμαρτίας τοῦ πρωτο-
πλάστου ἀνθρώπου παρεισαγαγεῖν τὸν θάνατον, οὕτως καὶ
διὰ τῆς ὑπακοῆς τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα τὴν
ἀνάστασιν καὶ τὴν ἀνάκτισιν καὶ τὴν ἀνακεφαλαίωσιν πάσης
κτίσεως. Ὥσπερ γάρ φησιν ὁ Παῦλος· «Δι' ἀνθρώπου ὁ
θάνατος καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν», καί· «Ἀνα-
κεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τά τε ἐν τῷ
οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς.»
[5.63] Αὕτη ἡ μεγάλη σωτηρία καὶ οἰκονομία καὶ σοφία τοῦ
τὰ πάντα παραγαγόντος καὶ πάλιν ἀνακτίζοντος Θεοῦ. Διὰ
τοῦτο καὶ τὰς δύο καταστάσεις ἐξ ἀρχῆς πεποίηκε, καὶ εἰς
τὴν μέλλουσαν μετὰ τὴν ἐνθένδε ζωὴν ἀφορᾷ πᾶς ὁ σκοπὸς
τῆς θείας Γραφῆς καὶ τὸ χριστιανικὸν κήρυγμα καὶ ἡ ἐλπὶς
τῶν χριστιανῶν. Διὰ τοῦτο καὶ ἐν τῷ βαπτίζεσθαι, εἰ μὴ
πρῶτον ὁμολογήσειέ τις τὴν τῆς ἁγίας Τριάδος ὁμολογίαν
καὶ τῆς ἡμετέρας σαρκὸς τὴν ἀνάστασιν πιστεύειν, οὐ βαπτί-
ζεται καὶ συγκαταλέγεται μετὰ χριστιανῶν καὶ πιστὸς
ἀναγορεύεται.
[5.64] Οὗτος ὁ σκοπὸς πάσης τῆς θεοπνεύστου Γραφῆς,
Παλαιᾶς τε καὶ Καινῆς Διαθήκης, καὶ ὅτι κατὰ τὸν τύπον τῆς
σκηνῆς, τῆς ἐν τῇ ἐρήμῳ ὑπὸ Μωϋσέως κατασκευασθείσης,
δύο χώρους πεποίηκεν ὁ Θεὸς τὸν σύμπαντα κόσμον, λέγω
δὴ τοῦτον τὸν κόσμον, ἐν ᾧ θνητοὺς καὶ τρεπτοὺς ὡς ἐν
παιδευτηρίῳ ἐδοκίμασε πρῶτον ἡμᾶς διάγειν καὶ πεπειρᾶσθαι
λυπηρῶν τε καὶ ἡδέων· χωρὶς γὰρ παιδείας ἀμήχανον μάθη-
σιν γενέσθαι· «πᾶσα γὰρ παιδεία, φησί, πρὸς τὸ παρὸν οὐ
δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ ὕστερον.» Ἐς ὕστερον οὖν πεπειρα-
μένοις λογικῶς ἐδοκίμασε παρασχεῖν τὰ αἰώνια αὐτοῦ ἀγαθὰ
ἐν τῇ μελλούσῃ καταστάσει καὶ πληρῶσαι τὸν ἑαυτοῦ ἄνωθεν
καὶ ἐξ ἀρχῆς σκοπόν, οἰκονομήσας ὡς Θεὸς τὰ καθ' ἡμᾶς,
ὡς αὐτῷ ἔπρεπε καὶ ἡμῖν συνέφερεν.
[5.65] Διαγράφομεν τοίνυν καὶ τὴν στρατοπεδαρχίαν αὐτῶν
τῶν Ἰσραηλιτῶν τὴν ἐν τῇ ἐρήμῳ, καὶ τὴν διάβασιν τὴν ἐν
τῷ Ἰορδάνῃ ἅμα τῷ Ἰησοῦ μετὰ τὴν τελευτὴν τοῦ Μωϋσέως,
καὶ τὴν κατάπαυσιν αὐτῶν τὴν ἐν τῇ γῇ τῆς ἐπαγγελίας, καὶ
τὴν Ἱερουσαλήμ, καὶ ὅπως ἐκληρονόμησαν τὴν γῆν καὶ
κατέσχον αὐτήν.
 Ἔστιν οὖν οὕτως ἡ διάβασις τῶν Ἰσραηλιτῶν ἐν Ἰορδάνῃ
μετὰ τοῦ Ἰησοῦ τοῦ Ναυή.
[5.66] Ἐν ταύτῃ τῇ γῇ κατοικοῦσιν ἤγειρεν αὐτοῖς ὁ Θεὸς
κατὰ καιρὸν προφήτας τὴν ἔλευσιν τοῦ Δεσπότου Χριστοῦ κατὰ
σάρκα διαγορεύειν, δι' οὗ ἤμελλεν ἀναδείκνυσθαι ἡ μέλλουσα
κατάστασις, ὑπομιμνῄσκοντας αὐτοὺς τῶν ἐπαγγελιῶν, ὧν
πρὸς Ἀβραὰμ ἐποιήσατο. Διαγράφομεν τοίνυν ἕκαστον τῶν
πρεσβυτέρων καὶ προφητῶν, ὅπως ἀνακηρύττῃ ἀξιωθεὶς μὲν
εἰπεῖν τι περὶ τῆς ἐλεύσεως τοῦ Δεσπότου Χριστοῦ, εἴτε διὰ
λόγων, εἴτε δι' ἔργων, ἐπιγράφοντες. Συμβάλλεται γὰρ καὶ
τοῦτο τῷ ἡμετέρῳ λόγῳ, ὅπως καὶ ἐν τούτῳ δείξωμεν ἀπ'
ἀρχῆς ἕως τέλους εἰς ὃν σκοπὸν ἀφορᾷ πᾶσα ἡ θεία Γραφή.
[5.67] Οὗτος ὁ πρωτόπλαστος Ἀδάμ, ὃς ἠξιώθη προειπεῖν
περί τε ἑαυτοῦ καὶ τῆς ἰδίας γυναικὸς ὡς ἐξ εὐλογίας Θεοῦ
διὰ τῆς συναφείας εἰς σάρκα μίαν ἀμφότεροι συνάπτονται,
ὅπερ ὁ Κύριος μαρτυρεῖ ἐν Εὐαγγελίοις λέγων τὸν Θεὸν
ταῦτα εἰρηκέναι διὰ στόματος τοῦ Ἀδάμ, ὃς καὶ νυμφαγωγὸς
αὐτοῦ ἐγένετο.
[5.68] Ὁ δὲ ἀπόστολος Παῦλος κατεχρήσατο τούτῳ τῷ
παραδείγματι, μυστικώτερον ἐπὶ τοῦ Δεσπότου Χριστοῦ αὐτὸ
ἐκλαβὼν καὶ τῆς Ἐκκλησίας λέγων· «Τὸ μυστήριον τοῦτο
μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλη-
σίαν». Καὶ γὰρ ὥσπερ κεφαλή ἐστιν ὁ Ἀδὰμ πάντων τῶν
ἀνθρώπων ἐν τούτῳ τῷ κόσμῳ, ὡς αἴτιος αὐτῶν ὢν καὶ
πατήρ, οὕτω καὶ ὁ Δεσπότης Χριστὸς κατὰ σάρκα τῆς
Ἐκκλησίας κεφαλή ἐστι καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος.
Οὗτος πάλιν πρῶτος ἠξιώθη εἰκὼν Θεοῦ γενέσθαι καὶ
κληθῆναι, ἐπὶ δὲ τοῦ Δεσπότου Χριστοῦ κυριώτερον ἐκβέβηκε,
καθὰ καὶ ὁ Ἀπόστολος λέγει· «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ
ἀοράτου.» Οὗτος μόνος καὶ πρῶτος ἀνθρώπων ἐκ πλευρᾶς
διὰ τοῦ Θεοῦ προήνεγκε τὸ θῆλυ ἀσπόρως, καὶ ὁ Δεσπότης
Χριστὸς κατὰ σάρκα ἀσπόρως ὡς ἄρρεν ἐκ τοῦ θήλεως παρή-
χθη, τὴν ἰσοτιμίαν καὶ τὸ χρέος τῆς φύσεως ἀναπληρώσας.
Οὗτος πρῶτος ἀνθρώπων ἀπατηθεὶς ὑπὸ τοῦ διαβόλου
ἥμαρτεν· ὁ Δεσπότης Χριστὸς ὑπὲρ τούτου τὸ χρέος ἀπέτισε
σχίσας εὐλόγως τὸ χειρόγραφον καὶ καταπατήσας τὸν ἐχθρόν.
[5.68.? Παραγραφή
[5.69] Ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ὁ Ἀπόστολος τύπον
αὐτοῦ τοῦ Χριστοῦ ἔφησεν εἶναι τὸν Ἀδὰμ λέγων· «Ὅς ἐστι
τύπος τοῦ μέλλοντος», καὶ ὁμοίως τοῦτον πρῶτον εἶπε καὶ
τὸν Χριστὸν δεύτερον.
 Ἀπειλήσαντος τοῦ Θεοῦ τῷ πρώτῳ ἀνθρώπῳ αὐθημερὸν
θάνατον, εἰ παραβαίη τὴν ἐντολήν, καὶ παραβάντι μὴ ἐπε-
νέγκαντος αὐτῷ κατὰ τὴν ἀπειλὴν εὐθέως τὸν θάνατον, ἀλλὰ
μακροθυμήσαντος καὶ μόνον παιδεύσαντος καὶ τοῦ παραδείσου
ἐκβαλόντος καὶ μακρῷ γήρει ὕστερον συγχωρήσαντος τελευ-
τᾶν, ἔδειξε πολλὴν φειδῶ πρὸς τοὺς ἀνθρώπους ποιούμενος
ὁ Θεός, μάλιστα καὶ χιτῶνας αὐτῷ προνοούμενος, καὶ ὅτι οὐ
κατ' ὀργὴν τὸν θάνατον ἐπήνεγκε τῇ φύσει τῶν ἀνθρώπων,
ἀλλὰ φρονήσει καὶ σοφίᾳ διδάσκων διάκρισιν τὸν ἄνθρωπον
καὶ μισητὴν αὐτῷ ποιῶν τὴν ἁμαρτίαν καὶ ποθητὴν τὴν
δικαιοσύνην. Διὰ δὲ τῆς φυλακῆς τοῦ ξύλου τῆς ζωῆς ἐδίδα-
σκεν ἐρᾶν τὸν ἄνθρωπον καὶ ἐλπίζειν ἀθανασίας. Δόξα τῷ
ἐξ ἀρχῆς καὶ ἕως τέλους οἰκονομοῦντι τὰ κατὰ τὸν ἄνθρωπον.
[5.69.? Ἔτι παραγραφή
[5.70] Ἔνεστι πάλιν τῷ βουλομένῳ μαθεῖν ὡς οὐκ ὀργῇ, ἀλλὰ
μᾶλλον φιλανθρωπίᾳ καὶ σοφίᾳ τὰ κατὰ τὸν ἄνθρωπον
ᾠκονόμησεν, ὅτι καὶ μετὰ τὴν παράβασιν οὐ μόνον φείδεται
καὶ προνοεῖται αὐτοῦ, ἀλλὰ καὶ προφητικοῦ χαρίσματος
ἠξίωσε. Φησὶ γὰρ περὶ τῆς γυναικὸς αὐτοῦ· «Καὶ ἐκάλεσε τὸ
[5.70.6] ὄνομα αὐτῆς Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.»
Οὐκ ἦν γὰρ τῆς αὐτοῦ δυνάμεως προϊδεῖν ὅτι ποιήσει κόσμον
ἀνθρώπων ἐκ τῆς γυναικὸς αὐτοῦ, εἰ μὴ θεία δύναμις καὶ
χάρις αὐτῷ ἐνεπνεύσθη.
[5.71] Πάλιν φονεύσαντος τοῦ Κάϊν τὸν Ἄβελ μήπω ποιή-
σαντα τέκνα, ἀλλὰ νέον καὶ ἄωρον, περιόντος δὲ τοῦ Κάϊν,
προβλέπων πάλιν ὡς καὶ Κάϊν καὶ τὸ τούτου σπέρμα ἀπολέ-
σθαι ἔχει ἐν τῷ κατακλυσμῷ, ὃν ἐγέννησε τρίτον Σὴθ
προσηγόρευσεν, ὡσανεὶ θεμέλιος-οὕτω γὰρ ἑρμηνεύεται τὸ
Σήθ-, ἐν ταὐτῷ δύο προφητείας εἰπών, ὅτι καὶ τὸ σπέρμα
τοῦ Κάϊν ἀπολέσθαι ἔχει καὶ οὗτος ὁ γεννηθεὶς ὥσπερ τις
ἀρχὴ καὶ θεμέλιος καινὸς τῶν ἀνθρώπων ἐστίν. Οὐ μόνον δὲ
αὐτός, ἀλλὰ καὶ ἡ γυνὴ αὐτοῦ οὕτως, καὶ αὐτὴ προβλέπουσα
προσηγόρευσεν αὐτόν· φησὶ γὰρ περὶ αὐτῆς· «Καὶ συλλα-
βοῦσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σὴθ λέγουσα·
Ἐξανέστησέ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέ-
κτεινεν Κάϊν», τοῦτο καὶ αὐτὴ λέγουσα ὅτι· Ἄβελ ἄπαις
τελευτᾷ, τὸ δὲ τοῦ Κάϊν σπέρμα ἀπολεῖται· τοῦτόν μοι
δέδωκεν ὁ Θεὸς καινὸν θεμέλιον πάντων ἀνθρώπων. Καὶ
ταῦτα μὲν ἡ Εὔα.
[5.72] Ὁ δὲ Ἀδάμ, μετὰ τὸ εἰπεῖν τὸν συγγραφέα τὴν γέννησιν
τοῦ Σὴθ καὶ τοῦ υἱοῦ αὐτοῦ Ἐνώς, ἀναλαμβάνων πάλιν τὰ
κατὰ τὸν Ἀδὰμ φησὶν οὕτως· «Αὕτη ἡ βίβλος γενέσεως
ἀνθρώπων· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ' εἰκόνα
Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ
ηὐλόγησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἀδάμ, ᾗ
ἡμέρᾳ ἐποίησεν αὐτούς. Ἔζησε δὲ Ἀδὰμ τριάκοντα καὶ
διακόσια ἔτη καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ
τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ.»
Ἐνταῦθα καὶ αὐτὸς ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σήθ, ὡς θεμέ-
λιον ὄντα πάντων ἀνθρώπων καὶ φέροντα τοὺς ἰδίους χαρα-
κτῆρας καὶ τὰ ἴδια ἀξιώματα.
 Ἐπισημαντέον δὲ ἐνταῦθα ὅτι τὸν Θεὸν λέγει τεθεικέναι ὄνομα τῷ
πρώτῳ ἀνθρώπῳ, καὶ τὸν ἄνθρωπον τῇ γυναικί, καὶ ἀμφοτέρους τῷ
τέκνῳ.

[5.73] Ἐκ τῶν δὲ κατὰ τὸν ἄνθρωπον οἰκονομουμένων καὶ αἱ
ἀόρατοι Δυνάμεις λογικαὶ τυγχάνουσαι διδάσκονται τὰ περὶ
Θεοῦ. Ὁ γὰρ ἄνθρωπος σύνδεσμός τις ὢν πάσης κτίσεως,
εἰκὼν δὲ Θεοῦ, παιδευτήριον τυγχάνει τὰ περὶ αὐτὸν οἰκονο-
μούμενα καὶ αὐτοῦ καὶ πάντων τῶν λογικῶν. Ἁμαρτήσαντος
γὰρ αὐτοῦ καὶ λαβόντος τὴν ἀπόφασιν τοῦ θανάτου, οὗτοι
ἐθρήνουν καὶ ἑαυτῶν καὶ τοῦ παντὸς ἀφελπιστίαν λογιζό-
μενοι· ὁρῶντες δὲ πάλιν τὸν Θεὸν αὐτοῦ ἐπιμελούμενον εὐελ-
πιστίαν τινὰ προσελάμβανον περὶ αὐτοῦ καὶ περὶ ἑαυτῶν.
Τοῦτο δὲ καὶ ἐν Εὐαγγελίοις δηλοῖ ὁ Κύριος λέγων ὅτι·
«Χαρὰ ἐν οὐρανῷ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι»,
ὡς δῆλον καὶ λύπη, ὅταν τις τὸ ἐναντίον ἁμάρτῃ.
[5.74] Ἀλλὰ
καὶ ὁ Ἀπόστολος λέγει ὅτι καὶ οἱ ἄγγελοι ὑπετάγησαν μὲν
δουλεύειν τῇ ματαιότητι διὰ τὸν ἄνθρωπον ἐλπίδι τινί, ᾗ δέδω-
κεν ὁ Θεός, ὅτι καὶ αὐτοὶ ἐλευθεροῦνται, ὅταν οἱ ἄνθρωποι
τὴν ἐλπίδα τὴν αὐτοῖς ἀποκειμένην ἀπολαμβάνωσιν υἱοὶ Θεοῦ
ἐν δόξῃ καθιστάμενοι. Μαρτυρεῖ δὲ πάλιν ὁ Ἀπόστολος ὡς
οἱ ἄγγελοι ἐκ τῶν περὶ τὸν ἄνθρωπον οἰκονομουμένων
διδάσκονται τὰ περὶ Θεοῦ καί φησιν· «Ἵνα γνωρισθῇ νῦν ταῖς
Ἀρχαῖς καὶ ταῖς Ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποί-
κιλος τοῦ Θεοῦ σοφία», σαφῶς διὰ τῆς Ἐκκλησίας εἰπὼν
αὐτοὺς διδάσκεσθαι τὴν τοῦ Θεοῦ σοφίαν.
[5.75] Οὗτος ὁ Ἄβελ, ὁ δίκαιος, ὃς ἀδίκως ἀποθανὼν πρῶτος
πάντων ἀνθρώπων ἔδειξε σαθρὰ εἶναι τοῦ θανάτου τὰ θεμέλια.
Διὰ τοῦτο καὶ ἀποθανὼν ἔτι λαλεῖ προμηνύων τὴν τῶν
νεκρῶν ἀνάστασιν, ἣν ὁ Δεσπότης Χριστὸς πρῶτος πάντων
ἐν ἑαυτῷ δείξας, κατέλυσε τοῦ θανάτου τὸ δοκοῦν κράτος.
Οὗτός ἐστιν Ἄβελ, ὁ ὡς ἐν αἰνίγματι μιμητὴς τοῦ πάθους τοῦ
Χριστοῦ ὑπάρχων, ὃς διὰ φθόνον ἀγαθῶν ἔργων ὑπὸ τοῦ
ἀδελφοῦ ἀδίκως ἀπεκτάνθη, περὶ οὗ καὶ ὁ ἀπόστολος Παῦλος
ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ φησιν· «Ἀλλὰ προσελη-
λύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ
ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει, καὶ ἐκκλησίᾳ
πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ Θεῷ
πάντων καὶ πνεύμασι δικαίων τετελειωμένων καὶ διαθήκης
νέας μεσίτῃ Ἰησοῦ καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι
παρὰ τὸν Ἄβελ.»
[5.75.? Παραγραφή
[5.76] Ἐνταῦθα δείκνυται σαφέστερον, τοῦ δικαίου Ἄβελ
τελευτήσαντος, ὡς οὐ κατ' ὀργὴν ὁ θάνατος τῷ ἀνθρώπῳ
ἐπενήνεκται, ὅτι ὁ μὴ ἁμαρτήσας πρὸ τοῦ ἁμαρτήσαντος
ἔθανε-διὰ τοῦτο καὶ ζήτησις παρὰ Θεοῦ γίνεται τῆς ζωῆς
τοῦ Ἄβελ καὶ ἐκδίκησις τοῦ θανάτου αὐτοῦ-, καὶ ὅτι μετὰ
θάνατον βοᾷ δηλῶν διὰ τούτου ὡς παλινδρομήσει εἰς ζωήν.
Καὶ πάλιν ὁ θάνατος μὴ συγχωρηθεὶς ἐπὶ τὸν ἁμαρτήσαντα
πρῶτον ἐπελθεῖν, ἀλλ' ἐπὶ τὸν μὴ ἁμαρτήσαντα, δείκνυται
καταλυόμενος, ὡς τὴν πρώτην ἔφοδον ἀδίκως ἐπελθών, καὶ
οὐ δικαίως· ἐπὶ δίκαιον γὰρ τέθεικε θεμέλια, καὶ οὐχὶ ἐπὶ
ἁμαρτωλόν· ὅθεν ἔνεστι μαθεῖν ὅτι σαθρὰ θεμέλια τέθεικεν ὁ
θάνατος· διὰ τοῦτο τάχιστα καταλυθήσεται, ὃ καὶ γέγονεν
ἐπὶ τοῦ Δεσπότου ἡμῶν Χριστοῦ, καταλυθὲν αὐτοῦ τὸ δοκοῦν
κράτος. Δόξα τῷ ἐξ ἀρχῆς ἕως τέλους οἰκονομήσαντι τὰ κατὰ
τὸν ἄνθρωπον.
[5.77] Ἐκ τούτου δείκνυται πάλιν μὴ κατ' ὀργὴν εἶναι τὸν
θάνατον, ὅτι καὶ οἱ μαρτυρούμενοι δίκαιοι εἶναι ἄωροι καὶ βίᾳ
τελευτῶσιν, οἱ δὲ μαρτυρούμενοι ἁμαρτωλοί, πληρώσαντες
τὰς ἡμέρας ἑαυτῶν, ἐν μακρῷ γήρει ἐτελεύτησαν. «Ἅπαξ γὰρ
ἀπόκειται παρὰ Θεοῦ τοῖς ἀνθρώποις ἀποθανεῖν», καθά
φησιν ὁ Ἀπόστολος, ἐκ τοῦ πλείονος αὐτὸ προσειπών· οὔτε
γὰρ πάντες ἀποθνῄσκουσιν, οὔτε Λάζαρος καὶ οὓς ἤγειρεν
ὁ Κύριος ἄλλους ἅπαξ μόνον ἀπέθανον, ἀλλ' ἵνα εἴπῃ ὅτι
πάντες ἐν τῇ καταστάσει ταύτῃ ὄντες οἱ ἄνθρωποι θνητοὶ
ὑπάρχοντες καὶ οὕτως κτισθέντες ὑπὸ Θεοῦ. Μετὰ τοῦτο
ἑτέρα τις κατάστασις ἐπεισάγεται κρείττων, διακρίνουσα
δικαίους καὶ ἀδίκους, εὐσεβεῖς καὶ ἀσεβεῖς, ἐν ᾗ θάνατος
οὐκέτι κρατεῖ.
[5.78] Ἔτι. Τινὲς ἔφασαν ὅτι, ἁμαρτήσαντος τοῦ πρώτου
ἀνθρώπου καὶ λαβόντος τὴν ἀπόφασιν τοῦ θανάτου, ἐκ τῆς
προσούσης αὐτῷ ἀθανασίας εἰς θνητότητα μετεβλήθη, καὶ
δῆθεν ἑρμηνεύοντες λέγουσιν ὅτι τὸ εἰπεῖν τὸν Θεὸν «ᾗ δ' ἂν
ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ ξύλου, θανάτῳ ἀποθανῇ» θνητὸν αὐτὸν
γενέσθαι ἔφησεν· ὁρῶμεν γὰρ αὐτὸν μὴ εὐθέως κατὰ τὴν
ἀπειλὴν ἀποθανόντα, ὡς δῆλον ὅτι τοῦτο αὐτῷ αἰνίττεται,
ὅτι· Ἀθάνατος ὢν γενήσῃ θνητός, ἵνα ἀληθεύσειεν, φησίν,
ἡ ἀπόφασις τοῦ Θεοῦ· ὅθεν καὶ οἱ ἐξ αὐτοῦ γεννώμενοι, τῇ
πατρικῇ ἀποφάσει ὑποπίπτοντες, θνητοὶ γεννῶνται.
[5.79] Καὶ
εἰ τοῦτο ἀληθές, πῶς ὑποπεσὼν κατ' αὐτοὺς ὁ Ἄβελ τῇ
ἀποφάσει καὶ θνητὸς γεννηθείς, δίκαιος δὲ ἀναφανεὶς καὶ
παρθένος, οὐκ ἀρκετὴ ἐγένετο ἡ ἀπόφασις ἐπ' αὐτοῦ, ἀλλ'
ἑτέρᾳ πάλιν τιμωρίᾳ ὑποπέπτωκε, λέγω δὴ τῇ ἀωρίᾳ; Πόθεν
οὖν αὐτῷ τοῦτο προσετέθη, δικαίου ὄντος καὶ παρθένου, ἄλλως
τε δὲ καὶ τῆς, ὡς λέγεται, πατρικῆς ἀποφάσεως ἤδη ἐντὸς
γεγονώς, τουτέστι θνητοῦ, δυναμένων καὶ θνητῶν δικαίων
διατηρεῖσθαι μὴ θανεῖν, ὥσπερ ὁρῶμεν καὶ ἐπὶ τοῦ Ἐνὼχ
ὑποπεσόντος μὲν καὶ αὐτοῦ τῇ πατρικῇ ἀποφάσει, ὥς φατε,
καὶ γυναῖκα ἐσχηκότος καὶ τέκνα, πεῖραν δὲ θανάτου μὴ
εἰληφότος, τοῦ δὲ Ἄβελ μήτε γυναῖκα μήτε τέκνα ἐσχη-
κότος;
[5.80] Πῶς δὲ καὶ τοῦ Κάϊν αἰτησαμένου θάνατον διὰ
[5.80.2] τὴν ἀδελφοκτονίαν, ὁ Θεὸς οὐ δίδωσιν, ἀλλὰ μᾶλλον βαρυ-
τέρᾳ τιμωρίᾳ παραδίδωσι, τὸ στένειν καὶ τρέμειν ἐπὶ τῆς γῆς,
καὶ ἀπαλλαγὴν τούτου τοῦ κακοῦ τὸν θάνατον εἶναι λέγει;
Φησὶ γάρ· «Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα
παραλύσει», ἵνα εἴπῃ· Πολλὰς τιμωρίας ἀφαιρεῖται ἀπ'
αὐτοῦ καὶ παραλύει αὐτοῦ τὴν κόλασιν πᾶς ὁ ἀποκτείνων
αὐτόν. Ἔστιν οὖν καὶ ἐκ τούτου ἰδεῖν, ὡς τοῦ δικαίου καὶ
παρθένου συγχωρηθέντος ἀποκτανθῆναι, ὡς οὐ κατ' ὀργὴν ὁ
θάνατος τῷ ἀνθρώπῳ ἐπενήνεκται, καθὰ οἱ τερατολόγοι
ἀποφαίνονται, ἀλλὰ φιλανθρωπίᾳ καὶ σοφίᾳ τῇ παρὰ τοῦ
οἰκτίρμονος Θεοῦ πρὸς παιδείαν ἡμετέραν, καθὰ καὶ πρώην
εἰρήκαμεν.
[5.81] Ἔτι. Πῶς δὲ κατ' αὐτούς, τοῦ πρώτου ἀνθρώπου
ἁμαρτήσαντος ἐπὶ βρώσεως ἑνὸς φυτοῦ, καὶ αὐτὸν καὶ
πάντας τοὺς ἐφεξῆς θνητότητι κατεδίκασε, τὸν δὲ πρῶτον
φονέα στένειν καὶ τρέμειν καταδικάσας οὐ πάντας τοὺς
ἐφεξῆς φονέας τῇ αὐτῇ τιμωρίᾳ καταδικάζει, ἀλλ' ἑτέρᾳ,
ᾗ καὶ ὁ πρῶτος παρεκάλει καταδικασθῆναι, καὶ παρακαλῶν
οὐκ ἔτυχεν;
[5.82] Οὗτός ἐστιν Ἐνὼχ πρὸς ὃν οὔτι ἡ ἀπόφασις τοῦ θανά-
του ἐκράτησε· μετετέθη γὰρ ὑπὸ τοῦ Θεοῦ μὴ ἰδεῖν θάνατον,
καθὰ τῇ θείᾳ Γραφῇ δοκεῖ, ὅπως καὶ διὰ τούτου προμη-
νυθῇ ἡμῖν ὡς οὐ κρατήσει ἐπὶ τῶν ἀνθρώπων ὁ θάνατος, ἀλλὰ
λύσιν δέξεται τὰ κατ' αὐτόν, ὥσπερ καὶ γέγονεν ἐπὶ τοῦ
Δεσπότου Χριστοῦ, καταλυθέντος αὐτοῦ τοῦ κράτους. Οὗτός
ἐστιν Ἐνὼχ ὁ μετατεθεὶς εἰς ζωὴν εἰς δεῖγμα τῆς τοῦ Θεοῦ
δυνάμεως ταῖς μετὰ ταῦτα γενεαῖς, τῆς δυναμένης διατη-
ρῆσαι τοὺς θνητοὺς μὴ θανεῖν, ἀλλὰ ζῶντας τὴν ἐπὶ τὸ
κρεῖττον ἀλλαγὴν ὑπομένειν. Οὗτός ἐστιν ὁ ἅμα τῷ Ἠλίᾳ ἐν
ἐσχάταις ἡμέραις ἀντικαθιστάμενος τῷ Ἀντιχρίστῳ καὶ
ἐλέγχων τὴν πλάνην αὐτοῦ κατὰ τὴν ἐκκλησιαστικὴν παρά-
δοσιν. Οὗτός ἐστιν ὁ διὰ πίστεως καὶ εὐαρεστήσεως ἐκφυγὼν
τὴν ὁδὸν τοῦ θανάτου.
[5.82.? Παραγραφή
[5.83] Καὶ ἐπὶ τούτου σαφέστερον δείκνυται ὡς οὐ κατ' ὀργὴν
ἐπενήνεκται τῷ ἀνθρώπῳ ὁ θάνατος, οὔτε ἡ ἀπόφασις τοῦ
θανάτου, ἀλλ' ἵνα, καθὰ εἰρήκαμεν, μισητὴν αὐτῷ ποιήσῃ τὴν
ἁμαρτίαν καὶ ποθητὴν τὴν δικαιοσύνην. Ὅθεν ἐπὶ τούτου
οὔτε ἡ ἀπόφασις, οὔτε αὐτὸς ὁ θάνατος ἐκράτησεν οὔτε
κρατήσει. «Πίστει γὰρ Ἐνὼχ μετετέθη, φησὶν ὁ Ἀπόστο-
λος, τοῦ μὴ ἰδεῖν θάνατον», σαφῶς δηλώσας ὅτι οὐχ ὁρᾷ
θάνατον, ἀλλὰ ζῶν τὴν ἐπὶ τὸ κρεῖττον ἀλλαγὴν ὑπομένει
μετὰ πάντων τῶν περιλειπομένων ζώντων ἐν τῇ παρουσίᾳ τοῦ
Κυρίου καὶ μὴ φθανόντων ἐκ τῆς ὀξύτητος τῆς ἀναστάσεως
καὶ τῆς ζωῆς τῆς γενομένης ἀποθανεῖν.
[5.84] Ἔτι. Εἰπάτωσαν ἡμῖν οἱ τερατολόγοι, οἱ κατ' ὀργὴν
Θεοῦ τὸν θάνατον ἡμῖν προσγενέσθαι λέγοντες, καὶ οὐ κατ'
οἰκονομίαν καὶ σοφίαν, πῶς, χρεωστούντων πάντων τῶν
ἀνθρώπων ἐκ τῆς πατρικῆς ἀποφάσεως ἅπαξ ἀποθανεῖν,
οὗτος τῷ ἐπιτιμίῳ τούτῳ οὐχ ὑποπίπτει;
[5.85] Τοῦτο τὸ μῆκος τῆς κιβωτοῦ. Ἔστι δὲ πηχῶν τριακο-
σίων, τὸ δὲ πλάτος, ὡς εἴρηται, κάτωθεν μὲν ἔχει πήχεις
πεντήκοντα, ἄνωθεν δὲ πῆχυν μίαν. «Ἐπισυνάγων γάρ,
φησί, ποιήσεις αὐτὴν καὶ εἰς πῆχυν συντελέσεις». Τὸ δὲ
ὕψος πηχῶν τριάκοντα. Διεῖλεν οὖν εἰς τρεῖς σηκοὺς τοὺς
τριάκοντα πήχεις, ἀπὸ πηχῶν δέκα τὸ ὕψος ἑκάστου σηκοῦ.
«Διώροφα γὰρ καὶ τριώροφα ποιήσεις αὐτήν», ὡσανεί· Δύο
μὲν στέγας τάξον ἔσωθεν καὶ τρίτην τὴν ἄνωθεν στέγην, ἵνα
γένωνται σηκοὶ τρεῖς. Καὶ εἰς μὲν τὸν κατώτερον σηκὸν τὰ
θηρία καὶ τὰ ἰοβόλα ἑρπετὰ ἐπέταξεν εἶναι, ὡς ἐμφωλεύοντα
διαπαντὸς ὑπὸ τὴν γῆν· τὰ δὲ τετράποδα καὶ τὰ ἐξαλλόμενα
ἐπὶ τὰ ὄρη εἰς τὸν δεύτερον σηκὸν ἔταξεν εἶναι, ὡς ἐπάνω τῆς
γῆς καὶ ἐν τοῖς ὄρεσι διαιτώμενα· τὰ δὲ πετεινὰ καὶ τὸν
ἄνθρωπον εἰς τὸν τρίτον σηκὸν ἔταξεν εἶναι, ὡς τὰ μὲν ἀερο-
πόρα ὄντα, τὸν δὲ οὐράνιον μέλλοντα εἶναι.
[5.86] Οὗτός ἐστιν Νῶε, ὁ τέλειος δίκαιος ὢν ἐν τῇ γενεᾷ
αὐτοῦ, ὁ ἀκούσιον μέθην ὑπομείνας καὶ θεωρήσας ἐν αὐτῇ
μυστήρια. Φησὶ γὰρ ἡ Γραφή· «Ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ
οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος.» Καὶ
μετὰ τὸ αὐτῷ προειπεῖν ὡς ἐν τάξει κατάρας τὰ μέλλοντα,
λέγει καὶ τοῖς ἄλλοις ὡς ἐν τάξει εὐλογίας τὰ ἐσόμενα καί φησιν·
«Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ», καὶ πάλιν· «Πλατύ-
ναι ὁ Θεὸς τῷ Ἰάφεθ καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ
Σήμ.» Τρόπον γάρ τινα οὔτε τῷ πρώτῳ κατηράσατο, οὔτε
τούτους ηὐλόγησεν, ἀλλὰ πρόρρησιν ἐξεῖπε μυστηρίων διὰ
τοῦ Δεσπότου Χριστοῦ ἐκτελουμένων. Οὔτε γάρ ποτε ἐδού-
λευσαν οἱ τοῦ Χαναὰν τοῖς ἀδελφοῖς αὐτῶν, ἀλλὰ μᾶλλον
ἐκεῖνοι τούτοις ἐδούλευσαν ἐν Αἰγύπτῳ. Ἀλλ' οὔτε οἱ
Γαβαωνῖται, ὥς τινες ὑπενόησαν, ἐδούλευσαν αὐτοῖς, ἀλλὰ τῷ
Θεῷ ἐδούλευον· ξυλοφόρους γὰρ καὶ ὑδροφόρους τῷ ναῷ τοῦ
Θεοῦ αὐτοὺς κατεστήσαντο, οὐ γὰρ ἑαυτοῖς.
[5.87] Τί οὖν
ἐστιν, ἢ πάντως πρόρρησίς ἐστιν, ὡς τῷ Χριστῷ δουλεύουσι
καὶ αὐτοὶ τῷ ἐκ τοῦ Σὴμ ὑπάρχοντι κατὰ σάρκα; Τὸ δὲ
«εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ» τί τὰ πρὸς τὸν Σήμ, εἰ
ὁ Θεὸς αὐτοῦ εὐλογητός ἐστιν; Ἀλλ' ἐπιφέρει· «Πλατύναι
ὁ Θεὸς τῷ Ἰάφεθ καὶ κατοικησάτω», ὡσανεὶ ὁ Θεός, «ἐν
τοῖς σκηνώμασι τοῦ Σήμ», ὑπερβατὸν αὐτῷ εἰρηκώς, ἵνα
ᾖ οὕτως· «Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σὴμ καὶ κατοικη-
σάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ», λοιπόν· «Πλατύναι
ὁ Θεὸς τῷ Ἰάφεθ»· καὶ γὰρ καὶ τῷ Ἰάφεθ καὶ τῷ Χαναὰν
ἐπλάτυνε· καὶ πάλιν ἀμφότεροι τῷ Χριστῷ δουλεύουσι τῷ ἐκ
τοῦ Σὴμ ὑπάρχοντι.
[5.88] Πάσας γὰρ τὰς κατοικίας ἑαυτοῦ
ὁ Θεός, ἃς πρὸς τοὺς ἀνθρώπους ἐποιήσατο, μερικῶς μὲν ἐν
τοῖς προφήταις, ὁλοτελῶς δὲ καὶ ἀδιασπάστως καὶ καθολικῶς
ἐν τῷ Δεσπότῃ Χριστῷ κατὰ σάρκα, πεποίηται τοῖς ἐκ τοῦ
Σὴμ ὑπάρχουσι, καθάπερ περὶ τοῦ Δεσπότου Χριστοῦ γέγρα-
πται κατὰ σάρκα· «Ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς
θεότητος σωματικῶς». Τούτων οὖν τῶν ὀπτασιῶν καὶ αὐτὸς
ἠξιώθη προειπεῖν τῶν κατὰ τὴν οἰκονομίαν τοῦ Δεσπότου
Χριστοῦ ἐκτελουμένων.
[5.88.? Παραγραφή
[5.89] Καὶ ἐπὶ τούτου σαφέστερον δείκνυται ὡς οὐ κατ'
ὀργὴν τῷ ἀνθρώπῳ ὁ θάνατος προσενήνεκται. Ὅσον γὰρ
κατὰ τὸ προσεχὲς μὲν κατ' ὀργὴν Θεοῦ πάντων ἀνθρώπων
διαφθαρέντων ἐν τῷ κατακλυσμῷ, κατὰ δὲ τὸ ἀληθὲς διὰ τῆς
ἀωρίας τῶν ἁμαρτιῶν, ὧν εἶχον ποιῆσαι, κουφισθέντες,
τούτου δέ, ὡς κειμηλίου ἐξαιρέτου ὄντος, διαφυλαττομένου
καὶ οὕτως προνοουμένου, ἀληθὲς τὸ πρὸς ἡμῶν λεγόμενον, ὅτι
οὐ κατ' ὀργὴν ἐπενήνεκται τῷ ἀνθρώπῳ ὁ θάνατος, ἀλλὰ πρὸς
ὠφέλειαν καὶ παιδείαν καὶ παῦλαν τῆς ἐνταῦθα μοχθηρᾶς
ζωῆς. Καὶ γὰρ ὁ Νῶε τοσοῦτο διαφυλαχθεὶς καὶ προνοηθεὶς
ὑπὸ τοῦ Θεοῦ τὴν ὁδὸν τοῦ θανάτου οὐκ ἐξέφυγε. Κἀκεῖνοι
οἱ ἀπολόμενοι, ὃν εἶχον ὑπομεῖναι μετ' ὀλίγον θάνατον, ὡς
θνητοί, ὡς κατ' ὀργὴν διὰ τῆς ἀωρίας ὑπέμενον, ὠφεληθέντες
μᾶλλον καὶ ἐπικουφισθέντες τῶν πολλῶν ἁμαρτιῶν, ὧν
ἤμελλον προστιθέναι ζῶντες.
[5.90] Τὴν αὐτὴν δὲ τιμὴν καὶ εὐλογίαν καὶ ἐπαγγελίαν καὶ
τούτῳ, ὡς τῷ πρώτῳ ἀνθρώπῳ, καὶ ἔτι πλέον ἀνανεοῖ ὁ Θεὸς
λέγων· «Καὶ ηὐλόγησε Κύριος ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς
υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ
πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς. Καὶ ὁ τρόμος
ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσι τοῖς κτήνεσι τῆς γῆς καὶ ἐπὶ
πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ
[5.90.8] τῆς γῆς καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας
ὑμῶν δέδωκα· καὶ πᾶν ἑρπετόν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς
βρῶσιν· ὡς λάχανα χόρτου δέδωκα ὑμῖν πάντα· πλὴν κρέας ἐν
αἵματι ψυχῆς οὐ φάγεσθε», καὶ μετ' ὀλίγα· «Ὁ ἐκχέων αἷμα
ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι
Θεοῦ ἐποίησα τὸν ἄνθρωπον.»
[5.91] Ἰδοὺ δῆλόν ἐστιν ὅτι καὶ
πρὸ τῆς παραβάσεως καὶ μετὰ τοσοῦτον χρόνον τῆς παρα-
βάσεως τὴν αὐτὴν τιμὴν καὶ ἐξουσίαν καὶ κυρείαν δέδωκε τῷ
ἀνθρώπῳ, νυνὶ δὲ καὶ πλέον, ὅτι πρὸ μὲν τῆς παραβάσεως ἐν
τῷ παραδείσῳ ἀπὸ παντὸς ξύλου ἐκέλευσεν ἐσθίειν τὸν ἄνθρω-
πον, πλὴν ἑνός· μετὰ δὲ τὴν ἐκβολὴν τοῦ παραδείσου, οὐκέτι
ἀπὸ ξύλου ἐκέλευσεν αὐτὸν ἐσθίειν, ἀλλὰ ἀπὸ τῶν σπερμάτων
τῆς γῆς. Παιδεύσας οὖν τὰς δέκα γενεὰς ἐκείνας ὁ Θεὸς ἐν τῇ
πέραν γῇ, τῇ ἀκανθώδει, διὰ ξηρᾶς πάνυ καὶ μοχθηρᾶς ζωῆς,
τοὺς μετὰ ταῦτα διὰ τοῦ Νῶε ἐν τῇ γῇ ταύτῃ διεπέρασε καὶ
ἔταξεν εἶναι, κρείττονι τυγχανούσῃ καὶ σχεδὸν ἴσῃ τοῦ παρα-
δείσου, κελεύσας πάντων ἀπογεύεσθαι καὶ ξύλων καρπίμων
καὶ σπερμάτων ὁμοῦ, ἔτι τε πλέον καὶ κρεοφαγεῖν.
[5.92] Τίς ὁρῶν τοσαύτην πρόνοιαν καὶ ἐπιμέλειαν τοῦ
σοφοῦ καὶ εὐσπλάγχνου Θεοῦ δυσπετήσειε λέγων κατ' ὀργὴν
Θεοῦ τὸν θάνατον τῷ ἀνθρώπῳ προσγενέσθαι, καὶ οὐχὶ
μᾶλλον σοφῶς καὶ εὐχαρίστως νοήσειεν; Ὅτιπερ παιδεῦσαι
βουλόμενος ὁ Θεὸς τὸ ἀνθρώπινον γένος σοφῶς τὸν θάνατον
τῇ ἁμαρτίᾳ τοῦ πρωτοπλάστου ἐπέρριψεν, ἵνα μισητὴν αὐτῷ
τὴν ἁμαρτίαν ἀπεργάσηται, διὰ δὲ τῆς φυλακῆς τοῦ ξύλου
τῆς ζωῆς ἐκκάων αὐτὸν καὶ εἰς πόθον πάλιν παιδεύων τῆς
ἀθανασίας· τῷ γὰρ εἰπεῖν τὸν Θεὸν «μήποτε ἐκτείνῃ τὴν
χεῖρα καὶ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται
εἰς τὸν αἰῶνα» πόθον τινὰ καὶ ἔρωτα καὶ ἐλπίδα χρηστὴν τῷ
ἀνθρώπῳ ἀθανασίας προκατεβάλετο, διὰ τοῦ ἀνθρώπου δὲ
καὶ πάσαις ταῖς ἀοράτοις Δυνάμεσιν.
[5.93] Οὐδὲ γάρ τι τῶν
ἐπαγγελιῶν τῶν πρὸ τῆς παραβάσεως ἐκώλυσεν ἢ ἐστέρησε
τὸν ἄνθρωπον, ἀλλὰ παιδεύσας καὶ πλέον δέδωκε καὶ τῆς
ἐπωνυμίας τῆς εἰκόνος τῆς ἑαυτοῦ τὴν ἀξίαν διὰ τοῦ Νῶε
ἐπέτεινεν· «Ὅτι ἐν εἰκόνι Θεοῦ, φησίν, ἐποίησα τὸν ἄνθρω-
πον.» Ἐπὶ τοῦτο οὖν ὁ Θεὸς ἐποίησε τὸν ἄνθρωπον, ὥστε ἐν
τῇ παρούσῃ ζωῇ θνητὸν καὶ τρεπτὸν διάγειν, καὶ μετὰ τὴν
ἐνταῦθα παιδείαν ἀθάνατον ἀπεργάσηται. Φανερώτερον δὲ
πάλιν ἐστὶ περὶ τούτου ἰδεῖν ὅτι, ἐξ ἀρχῆς ἕως τέλους, κατ'
ὀλίγον ἐπὶ τὰ κρείττω διὰ παιδεύσεως καὶ μαθήσεως ἤγαγε
καὶ ἄγει τὸν ἄνθρωπον ὁ Θεός, καὶ τούτῳ πάλιν χάρισμα
προφητείας ὁ Θεὸς ὡς τοῖς πρώτοις ἀνθρώποις μετέδωκεν.
[5.94] Ἔχει δὲ καί τινα ὁμοίωσιν ὁ Νῶε πρὸς τὸν Δεσπότην
Χριστὸν κατὰ σάρκα. Ὥσπερ γὰρ ἐκ τοῦ φυράματος τῶν
πρώτων ἀνθρώπων διεφυλάχθη καὶ μετηνέχθη εἰς κρείττονα
γῆν πρὸς τὸ μὴ ὑπονοῆσαι τοὺς ἀνθρώπους, ὡς μεταμελείᾳ
τινὶ καταγινώσκων τοῦ ἑαυτοῦ πλάσματος ὁ Δεσπότης Θεὸς
τοὺς ἀνθρώπους κατακλυσμῷ διέφθειρεν, οὕτως καὶ ἐπὶ τοῦ
Δεσπότου Χριστοῦ κατὰ σάρκα· μόνος ἐκ τοῦ φυράματος τῶν
ἀνθρώπων ἐλήφθη πρὸς σωτηρίαν παντὸς τοῦ κόσμου καὶ εἰς
κρείττονα καὶ οὐράνιον πολιτείαν καὶ διαγωγὴν μετέστη.
Δόξα τῷ Θεῷ. Ἀμήν.
[5.95] Οὗτός ἐστιν ὁ Μελχισεδέκ, ὁ πηλίκος ἱερεὺς τοῦ Θεοῦ
τοῦ ὑψίστου, ὁ τοὺς κατὰ νόμον Μωϋσέως ἱερεῖς ἀποδεκατῶν.
Οὗτός ἐστιν ὁ βασιλεὺς τῆς εἰρήνης καὶ τῆς δικαιοσύνης, ἅμα
καὶ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ ἀφωμοιωμένος τῷ Υἱῷ
τοῦ Θεοῦ, ὁ τὴν ἱερωσύνην μήτε ἐκ διαδοχῆς ἑτέρων ἱερέων
παραλαβών, μήτε ἑτέροις ἱερεῦσι παραπέμψας. Οὗτός ἐστιν
ὁ μὴ κατὰ νόμον Μωϋσέως τὰς λατρείας ἐπιτελῶν, ἀλλ'
ἑτέροις κρείττοσι συμβόλοις ἱερουργῶν. Οὗτός ἐστιν ὁ τὸν
πατριάρχην Ἀβραὰμ εὐλογήσας, ὁ ἀπάτωρ καὶ ἀμήτωρ καὶ
μὴ γενεαλογούμενος ἐξ αὐτῶν, ὁ μόνος ἱερεὺς καὶ βασιλεύς,
ὁ ἀφωμοιωμένος τῷ Υἱῷ τοῦ Θεοῦ, καὶ αὐτὸς ἀξιωθεὶς
τοσούτων ἀγαθῶν μηνυτής.
[5.95.? Παραγραφή
[5.96] Μετὰ τὸν κατακλυσμόν, τῶν ἀνθρώπων λοιπὸν πλη-
θυνθέντων, οὗτος μόνος ἐξ αὐτῶν ἐκ προαιρέσεως ἰδίας
ἀνεδείχθη ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου καὶ βασιλεὺς τῆς
Ἱερουσαλήμ, καθ' ὁμοιότητα τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ τὰ
κάλλιστα πάντων τῶν κτισμάτων, ἐν οἷς ἀεὶ τὸ ἀνθρώπινον
γένος στηρίζεταί τε καὶ εὐφραίνεται, κατὰ τὴν Γραφήν,
προσέφερεν ἱερεῖα τῷ Θεῷ. Οὗτος ὡς βασιλεὺς πάντως καὶ
τὸν ὑπ' αὐτοῦ διοικούμενον λαὸν ἐν τούτοις ἀναστρέφεσθαι
νουθετῶν, διετέλει αὐτῇ τῇ τάξει ἱερουργῶν καὶ ἐξιλεούμενος
περὶ τοῦ ἰδίου λαοῦ. Χαναναῖος μέντοι ὑπάρχων καὶ τῶν
Χαναναίων βασιλεύς, μὴ ὢν ἐκ γένους τῶν προπατόρων
Ἀβραάμ, ἀλλὰ γνωστὸς ὢν τῆς γενεαλογίας τῶν προπα-
τόρων Ἀβρααμιαίων, τοιοῦτος παρὰ τοῖς ἀνθρώποις ἀνε-
δείχθη δίκαιος, καὶ βασιλεὺς καὶ ἱερεύς. Οὗτος πρῶτος ὡς
ἱερεὺς τὸν Ἀβραὰμ εὐλογήσας καὶ τῷ Θεῷ εὐχαριστήσας
δεκάτας ἐλάμβανεν ἀπὸ πάντων, ὧν εἶχεν Ἀβραάμ.
[5.97] Οἶμαι δὲ τάχα καὶ ἀληθὲς ἐρῶ καὶ τὴν Ῥεβέκαν διὰ
τούτου πορευθεῖσαν, καθὰ γέγραπται, πυθέσθαι τότε παρὰ
Κυρίου περὶ ὧν εἶχεν ἐν γαστρὶ διδύμων, ἣ καὶ ἤκουσεν ὅτι·
«Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι»· ὡς ἱερεῖ γὰρ τοῦ Θεοῦ
ἐκ συνηθείας κατὰ τὸν καιρὸν ἐκεῖνον προσήρχετο πυθέσθαι
παρὰ Κυρίου.
[5.98] Ἀπάτορα δὲ καὶ ἀμήτορα καὶ ἀγενεαλόγητον αὐτὸν
ἐξεῖπε, καὶ μήτε ἀρχὴν ἡμερῶν μήτε τέλος ζωῆς ἔχοντα, ὡς
μὴ ὄντα μὲν τῶν γενεαλογουμένων ἐκ τῶν Ἀβραμιαίων
ἀνθρώπων, ἔχοντα δὲ ὁμοίωσιν καὶ ἐν τούτῳ πρὸς τὸν
Δεσπότην Χριστόν, ὅτι ἀπάτωρ μέν ἐστι κατὰ σάρκα, ἀμήτωρ
δὲ κατὰ τὴν θεότητα, καὶ ὁμοίως ἀγενεαλόγητος, μήτε δὲ
ἀρχὴν ἡμερῶν ἔχων ὡς ἄναρχος κατὰ τὴν θεότητα, μήτε δὲ
ζωῆς τέλος ἔχων πάλιν κατ' αὐτήν, ὁμοίως καὶ κατὰ τὴν
ἀνθρωπότητα, ὡς ἀθάνατος γενόμενος καὶ ἄτρεπτος. Ἑκά-
στοτε τοίνυν ὁ Θεὸς ὑπομιμνῄσκει τοὺς ἀνθρώπους, εἴτε διὰ
λόγων εἴτε διὰ τύπων, ὡς δευτέρα τις κατάστασις μετὰ τὴν
ἐνταῦθα ζωὴν τοῖς ἀνθρώποις ἀπόκειται.
[5.98.? ΑΒΡΑΑΜ
[5.99] Οὗτος ὁ μέγας πατριάρχης Ἀβραάμ, ὁ πρῶτος ἀνθρώ-
πων καταλείψας πατρίδα καὶ γένος καὶ ἔθνος, καὶ πιστεύσας
τῷ Θεῷ καὶ δικαιωθεὶς διὰ τοῦτο καὶ διὰ τὰς ἐπαγγελίας τοῦ
Θεοῦ, ἃς πρὸς αὐτὸν ἐποιήσατο ὁ Θεός, ὁ ἐκ νενεκρωμένου
σώματος καὶ νενεκρωμένης μήτρας μυριάδας συστησάμενος,
ὁ τὸν εὐλογημένον καρπὸν ὡς ἀπὸ ῥίζης φὺς τῷ κόσμῳ, δι'
οὗ ὁ κόσμος εὐλογεῖται καὶ ἀνακτίζεται, ὁ δι' ἔργων καὶ δι'
ἐπαγγελιῶν μηνύων τῷ κόσμῳ τὴν ἐκ νεκρῶν ἀνάστασιν· δι'
ἐπαγγελιῶν μέν, ὡς τό· «Ἐνευλογηθήσονται ἐν σοὶ καὶ ἐν
τῷ σπέρματί σου πάντα τὰ ἔθνη», καθάπερ καὶ ὁ Ἀπόστολος
βοᾷ· «Τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ
σπέρματι αὐτοῦ, ὅ ἐστι Χριστός»· δι' ἔργων δέ, ὅτε τὸν
μονογενῆ υἱὸν εἰς θυσίαν προσήνεγκεν· οὕτως γὰρ λέγει
ὁ Κύριος· «Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἰδεῖν τὴν
ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη.»
[5.100] Ὁ δὲ ἀπόστολος Παῦλος βοᾷ· «Πίστει προσήνεγκεν
Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέ-
φερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, πρὸς ὃν ἐλαλήθη ὅτι·
Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, λογισάμενος ὅτι καὶ ἐκ
νεκρῶν ἐγεῖραι δυνατὸς ὁ Θεός, ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ
ἐκομίσατο.» Πάλιν γὰρ καὶ ἐν τῇ πρὸς Ῥωμαίους βοᾷ·
«Καθὼς γέγραπται· Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε,
[5.100.8] κατέναντι οὗ ἐπίστευσε Θεοῦ, τοῦ ζωογονοῦντος τοὺς νεκροὺς
καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα, ὃς παρ' ἐλπίδα ἐπ'
ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν
ἐθνῶν κατὰ τὸ εἰρημένον· Οὕτως ἔσται τὸ σπέρμα σου· καὶ μὴ
ἀσθενήσας τῇ πίστει οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη
νενεκρωμένον-ἑκατονταέτης που ὑπάρχων-καὶ τὴν
νέκρωσιν τῆς μήτρας Σάρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ
οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐδυναμώθη τῇ πίστει, δοὺς
δόξαν τῷ Θεῷ καὶ πληροφορηθεὶς ὅτι, ὃ ἐπήγγελται, δυνατός
ἐστι καὶ ποιῆσαι· διὸ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Οὐκ
ἐγράφη δὲ δι' αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ, ἀλλὰ καὶ δι'
ἡμᾶς, οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγεί-
ραντα Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν, ὃς παρεδόθη διὰ
τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν
ἡμῶν.»
[5.101] Τὸ δὲ πορευθῆναι τρεῖς ἡμέρας, ἕως οὗ φθάσῃ τὸν
τόπον, ὃν ἔδειξεν αὐτῷ ὁ Θεός, ἵνα ἀνενέγκῃ τὸν υἱὸν αὐτοῦ
εἰς θυσίαν ἐφ' ἓν τῶν ὀρέων, καθὼς γέγραπται, καὶ τὸ ἀντὶ
τοῦ γνησίου καὶ φυσικοῦ υἱοῦ δεῖξαι αὐτῷ κριόν, ἵνα προσε-
νέγκῃ, πάντα σύμβολα ἦσαν καὶ τύποι τοῦ κατὰ Χριστὸν
μυστηρίου τοῦ πάθους καὶ τῆς ἀναστάσεως. Πᾶσα γὰρ ἡ
Γραφὴ πρὸς τοῦτον τὸν σκοπὸν ἀφορᾷ.
[5.101.? Παραγραφή
[5.102] Ἐκ τούτου πρῶτον τοῦ Ἀβραὰμ ἄρχεται ὁ Θεὸς
ἀποκαλύπτειν καὶ διὰ λόγων καὶ διὰ τύπων τὴν μέλλουσαν
κατάστασιν. Ἐλογίσατο γὰρ ὁ μέγας Ἀβραάμ, τοῦ Θεοῦ
αὐτῷ εἰπόντος ἀνενεγκεῖν εἰς θυσίαν τὸν υἱὸν τὸν ἀγαπητόν,
ὡς δύναται πάλιν ὁ Θεὸς ἐκ νεκρῶν ἀναστῆσαι αὐτὸν καὶ
παρασχεῖν αὐτῷ, καθὰ τῇ Γραφῇ δοκεῖ· ὅθεν καὶ ἐν Εὐαγγε-
λίοις μέμνηται ὁ Κύριος τοῦ τύπου τῆς θυσίας τοῦ Ἀβραάμ,
ἡμέραν τὴν ἑαυτοῦ καλέσας τὸν τύπον· καὶ δι' ἐπαγγελιῶν
δὲ ἐδήλου αὐτῷ λέγων· «Ἐνευλογηθήσονται ἐν σοὶ καὶ ἐν τῷ
σπέρματί σου πάντα τὰ ἔθνη», ὅπερ τὴν κατὰ Χριστὸν
οἰκονομίαν αὐτῷ ἐδήλου.
[5.103] Ἔτι. Προγνώστης ὢν ὁ Θεὸς καὶ εἰδὼς ὅτι ἐκ τοῦ
Ἀβραὰμ μέλλει προέρχεσθαι δι' οὗ τὴν ἀνάστασιν καὶ τὸν
ἀνακαινισμὸν τοῦ παντὸς ἐργάζεται, ἐκλέγεται τὸν πιστὸν
Ἀβραὰμ δοκιμάσας ἐν πᾶσιν, ὡς οὐκ ἀκαίρως ἐκλέγεται, καὶ
ἀπὸ μὲν τῶν Χαλδαίων ἀστρονόμων ὄντων καὶ ἀστρολόγων
πιστότατον αὐτὸν εὑρηκώς, μεταφέρει πρὸς τοὺς γόητας τοὺς
λεγομένους Καρηνούς· κἀκεῖ πιστὸς ἀναφανείς, κελεύεται
τῶν εἰδωλολατρῶν Χαναναίων τὴν γῆν οἰκεῖν· κἀκεῖ ἀνώτερος
εὑρεθεὶς καὶ πρὸς οὐδεμίαν τῶν τριῶν ἐκκλίνας ὁδόν, ἀλλὰ
πρὸς τὸ σέβας καὶ τὰς κελεύσεις τοῦ Θεοῦ μᾶλλον ὑποκύψας,
τῶν μεγάλων ἐπαγγελιῶν καὶ δωρεῶν τοῦ Θεοῦ ἠξιώθη
ἀκουστὴς γενέσθαι, καὶ ὅτι ἀπὸ τοῦ σπέρματος αὐτοῦ
προέρχεται ὁ τὴν εὐλογίαν καὶ τὴν ἐπαγγελίαν τῷ κόσμῳ δι'
ἑαυτοῦ πρῶτον δεικνύς, δι' οὗ καὶ τὴν ἀνάστασιν καὶ τὴν
ἐπαγγελίαν χαρίζεται τῷ κόσμῳ ὁ κτίστης καὶ ἀνακαινιστὴς
τοῦ κόσμου.
 Φασὶ δὲ τὴν θυσίαν τοῦ Ἰσαὰκ πεποιῆσθαι τὸν Ἀβραὰμ ἐν
αὐτῷ τῷ ὄρει, ἔνθα καὶ ὁ Δεσπότης Χριστὸς θυσία ὑπὲρ
παντὸς τοῦ κόσμου ἀνηνέχθη καὶ τὸν σωτήριον σταυρὸν
ὑπομεμένηκε. Δόξα τῷ Θεῷ. Ἀμήν.
[5.104] Οὗτος Ἰσαάκ, ὁ συγ-
κληρονόμος τῶν ἐπαγγελιῶν
καὶ τῶν εὐλογιῶν τοῦ Θεοῦ
τῶν γενομένων πρὸς Ἀβραάμ,
τὸν αὐτοῦ πατέρα, ὃς τύπος
ἐγένετο τῆς σφαγῆς τοῦ Δε-
σπότου Χριστοῦ τριημέρως
βαδίσας ἐπὶ τὸ θανεῖν καὶ μετὰ
ταῦτα ζῶν ὑποστρέψας, ὁ ἐν
τοῖς ἰδίοις ὤμοις τὰ ξύλα
τῆς ἑαυτοῦ θυσίας βαστάξας,
ὥσπερ καὶ ὁ Δεσπότης Χρι-
στὸς τὸν ἑαυτοῦ σταυρὸν ἐπὶ
τῶν ὤμων ἐβάσταξεν, ὁ τῇ
προαιρέσει θανὼν καὶ ὑπὸ τοῦ
Θεοῦ ζωωθείς, οὗπερ ἀντάλ-
λαγμα πρόβατον ἐσφάγη, καὶ
ἤκουσεν ὁ πατὴρ παρὰ Θεοῦ
ὅτι· «Οὐκ ἐφείσω τοῦ υἱοῦ
σου τοῦ ἀγαπητοῦ». Οὕτως
καὶ ἐπὶ τοῦ Χριστοῦ τοῦ Υἱοῦ
τοῦ Θεοῦ λέλεκται· «Ὅς γε
τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο,
ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν», κἂν ἡ σάρξ
ἐστι μόνη ἡ δοθεῖσα ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, ἐπειδὴ
ἀδύνατον τὴν θεότητα θανεῖν· τῆς σαρκὸς διδομένης, τὸν
ἴδιον Υἱὸν δίδοσθαι λέγει ἡ Γραφή, ἀντάλλαγμα καὶ ἀντί-
δειξιν οὖσαν τοῦ υἱοῦ κατὰ τὸν τύπον τοῦ μακαρίου Ἰσαάκ.
Οὕτως γὰρ καὶ εἶπεν ὁ Κύριος ὅτι· «Ἀβραὰμ ἠγαλλιάσατο
ἰδεῖν τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη.»
[5.105] Οὗτός ἐστιν Ἰσαάκ, ὁ ἀκουσίως παραδοὺς τὴν
ἐπηγγελμένην αὐτῷ καὶ τῷ πατρὶ αὐτοῦ εὐλογίαν ὑπὸ τοῦ
Θεοῦ τῷ Ἰακώβ, φάσκων· «Δουλευσάτωσάν σοι ἔθνη καὶ
προσκυνησάτωσάν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ
σου καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου· ὁ καταρώ-
μενός σε, ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε, εὐλογημένος.»
Ταῦτα δὲ πάντα ἐπὶ τοῦ Ἰακὼβ οὐχ ὁρῶμεν γενόμενα, ἀλλὰ
μᾶλλον αὐτὸς ἑπτάκις πεσὼν ἐπὶ τὴν γῆν προσεκύνησε τῷ
Ἡσαῦ· καὶ τριάκοντα βασιλεῖς ἐβασίλευσαν ἐκ τοῦ Ἡσαῦ,
πρὶν ἢ βασιλεῦσαι βασιλέα ἐν Ἰσραήλ, ὥστε αἱ εὐλογίαι ἐπὶ
τὸν προσδοκώμενον ἐξ αὐτῶν Δεσπότην Χριστὸν παραμέ-
νουσι, πρὸς ὃν πᾶς ὁ σκοπὸς τῆς θείας Γραφῆς ἀφορᾷ.
[5.105.? Παραγραφή
[5.106] Καὶ οὗτος συγκληρονόμος τῶν τοῦ Θεοῦ δωρεῶν
καὶ ἐπαγγελιῶν γενόμενος καὶ τύπος τοῦ Δεσπότου Χριστοῦ,
ὃς καὶ αὐτὸς ὑπὸ τοῦ πατρὸς παραλαβὼν τὴν εὐλογίαν, οὐχ
ᾧ ἠβούλετο υἱῷ παρέδωκεν, ἀλλ' ᾧ ὁ Θεὸς ᾠκονόμησε
δοθῆναι. Δόξα τῷ κατὰ πάντα σοφῶς οἰκονομοῦντι τὰ κατὰ
τὸν ἄνθρωπον.
[5.107] Οὗτος Ἰακὼβ καὶ αὐτὸς συγκληρονόμος τῶν ἐπαγγε-
λιῶν τοῦ Θεοῦ, ἐκδεχόμενος καὶ αὐτὸς τὴν τοὺς θεμελίους
ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός, τουτέστι
τῆς ἐπουρανίου Ἱερουσαλήμ, ἔνθα «πρόδρομος ὑπὲρ ἡμῶν
εἰσῆλθε» Χριστός, εἰς ἣν κατάστασιν ἀφορᾷ πᾶσα ἡ τῶν
χριστιανῶν θρησκεία, ἣν πρῶτος πάντων ἐνεκαίνισεν ἡμῖν
ὁ Δεσπότης Χριστός, ὁδὸν πρόσφατον καὶ ζῶσαν, ἣν καὶ
προλέγει ὁ μέγας Ἰακὼβ παραπέμπων τῷ ἰδίῳ υἱῷ Ἰούδᾳ,
εὐλογῶν αὐτόν, ἐξ οὗ καὶ ὁ τῶν ἐπαγγελιῶν καὶ εὐλογιῶν
ἀνεφαίνετο Κύριος Ἰησοῦς Χριστός, φάσκων οὕτως· «Ἰούδα,
σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν
ἐχθρῶν σου· προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου.
Σκύμνος λέοντος, Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀνα-
πεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος. Τίς ἐγερεῖ
αὐτόν; Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν
μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς
προσδοκία ἐθνῶν. Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ
καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ, πλυνεῖ ἐν οἴνῳ τὴν
στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ·
χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου καὶ λευκοὶ οἱ ὀδόντες
αὐτοῦ ἢ γάλα.»
[5.108] Καὶ τοῦτον οὐ προσεκύνησαν οἱ υἱοὶ
τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ τοὐναντίον αὐτὸς προσεκύνησε τῷ
Ἰωσὴφ καὶ μετὰ θάνατον τοῦ πατρός. Εὔδηλον οὖν ὅτι πᾶσα
ἡ προφητεία αὕτη εἰς τὸν ἐξ αὐτοῦ τεχθέντα Δεσπότην
Χριστὸν κατὰ σάρκα ἔσχε τὸ πέρας, τό τε δυνατὸν καὶ βασι-
λικὸν αὐτοῦ παριστῶσα, καὶ τὸ πάθος καὶ τὴν ἐκ τοῦ πάθους
μακαρίαν ἀνάστασιν.
[5.108.? Παραγραφή
[5.109] Καὶ οὗτος Ἰακώβ, ὁ συναριθμούμενος τοῖς δύο
τρίτος πατριάρχης, οὐχ οἵαν μὲν καὶ αὐτὸς ἤθελεν ἐξ ἀρχῆς
γῆμαι γυναῖκα γήμας, λέγω δὴ τὴν Λίαν, τῷ ἐξ αὐτῆς
τετάρτῳ τεχθέντι, τουτέστι τῷ Ἰούδᾳ, τὰς εὐλογίας καὶ τὰς
ἐπαγγελίας κατεβάλετο, ὡς δῆλον ἐκ τούτου ὅτι οὐχ ὡς
[5.109.6] ἔτυχεν οἱῳδήποτε ἡ εὐλογία διέτρεχεν, ἀλλ' ἐξ ὧν ἀνεφαίνετο
ὁ Δεσπότης Χριστὸς κατὰ σάρκα, ὁ τῆς δευτέρας καταστά-
σεως ἀρχηγός. Ἔνεστι δὲ μαθεῖν καὶ ἐξ αὐτοῦ τοῦ Ἰούδα ὡς
οὐκ ἐκ τῆς ἰδίας γυναικός, ἀλλ' ἐκ τῆς νύμφης Θάμαρ γενεα-
λογεῖσθαι τὸ τούτου σπέρμα, ἐξ οὗ καὶ ὁ τῶν εὐλογιῶν
ἀνεφαίνετο Κύριος.
[5.110] Ἔτι. Φανερώτατα οἱ πατριάρχαι τηλικαύτας ἐπαγγε-
λίας λαβόντες παρὰ Θεοῦ ἐνευλογεῖσθαι ἐν αὐτοῖς καὶ ἐν τῷ
σπέρματι αὐτῶν πάντα τὰ ἔθνη, ὁμοίως καί· «Ὑμῖν δώσω
τὴν γῆν ταύτην καὶ τῷ σπέρματι ὑμῶν», καὶ μηδὲ βῆμα
ποδὸς αὐτοὶ λαβόντες, ἀλλ' ἐν σκηναῖς κατοικοῦντες, δῆλοι
ἦσαν οἱ πιστότατοι, ἐκδεχόμενοι καὶ ἐλπίζοντες ἑτέραν τινὰ
κατάστασιν, δι' ἧς ἀπολήψονται τὰς ἐπαγγελίας. Ὅθεν καὶ ἐν
καιρῷ τοῦ θνῄσκειν, παρεδίδου ἕκαστος αὐτῶν τὴν εὐλογίαν
ᾧπερ ὁ Θεὸς ᾠκονόμησεν. Ὅθεν ἡ Γραφή, ὡς θησαυρίζουσα
τοὺς πατέρας, ἐβόα· «Καὶ προσετέθη πρὸς τοὺς πατέρας
αὐτοῦ», περὶ ἑκάστου λέγουσα ὡσανεί· Πάντες ὁμοῦ ποτε
ἀπολήψονται θησαυριζόμενοι εἰς τὴν μέλλουσαν κατάστασιν.
[5.110.? ΜΩΥΣΗΣ
[5.111] Οὗτός ἐστιν ὁ μέγας Μωϋσῆς, ὁ τῶν παραδόξων
σημείων καὶ τεράτων ποιητής, ὁ τῆς κτίσεως κοσμογράφος,
ὁ σκιαῖς τοῦ ἀληθινοῦ ἡμῶν ποιμένος Χριστοῦ τετιμημένος
καὶ προσώπῳ ὑπὸ Θεοῦ δεδοξασμένος, ὁ λόγοις καὶ ἔργοις
προμηνύων τὰ τῆς οἰκονομίας τοῦ Δεσπότου Χριστοῦ· ἔργοις
μέν, ὡς τὸν Ἰσραὴλ ἐκ δουλείας Αἰγυπτίων λυτρώσασθαι, τὸ
πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ποιησάμενος τὴν
διάβασιν τῆς θαλάσσης ὡς ἐπὶ βαπτίσματος· διὰ τῆς νεφέλης
προμηνύων τὴν δόσιν τοῦ νόμου, καὶ τῆς ἐρήμου τὴν διαγωγὴν
ὡς ἐπὶ τοῦ ἁγίου Πνεύματος καὶ τῆς Ἐκκλησίας προτυπού-
μενος· τὸν ὄφιν τὸν χαλκοῦν ἐφ' ὑψηλοῦ στήσας τὸ πάθος τὸ
διὰ τοῦ σταυροῦ τοῦ Δεσπότου Χριστοῦ προκατήγγειλε· τὴν
εἴσοδον τῆς γῆς τῆς ἐπαγγελίας διὰ Ἰησοῦ παραπέμψας τὸ
κατοικητήριον τὸ ἐν τοῖς οὐρανοῖς προεγράφετο. Ὢ τάξις
μεσίτου ὑπερφυὴς διὰ πλειόνων θαυμάτων ἱστορουμένη.
[5.112] Τί δὲ δεῖ λέγειν καὶ περὶ τῆς σκηνῆς τῆς οὔσης ἐκμαγεῖον
παντὸς τοῦ κόσμου, ἐν ᾗ καὶ τὸ ἱλαστήριον ἔθετο, τάξιν
ἐπέχον τοῦ Δεσπότου Χριστοῦ; Ἀλλ' ἵνα μὴ μηκύνωμεν τὸν
λόγον, πολλάκις αὐτὰ προειρηκότες, ἐπὶ τὴν προφητείαν
αὐτοῦ τὴν διὰ τῶν λόγων ἔλθωμεν. Λέγει τοίνυν οὕτως·
«Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν
ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν εἴπῃ πρὸς
ὑμᾶς· ἔσται δὲ πᾶσα ψυχή, ἥτις οὐκ ἀκούσει τοῦ προφήτου
ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς.» Καὶ πάλιν
ὁ αὐτὸς συγγράφει ὡς ἀπὸ τοῦ Βαλαὰμ εἰρημένον· «Ἀνα-
τελεῖ ἄστρον ἐξ Ἰακὼβ καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ
καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ καὶ ὑποτάξει πάντας τοὺς
υἱοὺς Σήθ»
[5.113] Υἱοὶ δὲ Σὴθ ὅλος ὁ κόσμος ἐστί, καὶ οὐχ
ἁρμόζει τοῦτο, εἰ μὴ ἐπὶ τοῦ Δεσπότου Χριστοῦ· ὁ γὰρ Σὴθ
θεμέλιος ἑρμηνεύεται. Ἐπειδὴ οὖν ὁ Κάϊν καὶ τὸ τούτου
σπέρμα ἐν τῷ κατακλυσμῷ ὅλον ἀπώλετο, Ἄβελ δὲ νεώτερος
ἄπαις ἐτελεύτησε, τούτων ὁ Σὴθ μεταγενέστερος ἐγένετο,
ἐξ οὗ καὶ ὁ Νῶε καὶ πᾶς ὁ κόσμος κατάγεται, ὥσπερ τις
θεμέλιος ὢν τῶν ἀνθρώπων. Διὰ τοῦτο ἐκ τῆς αἰτίας ἐνθου-
σιασθεὶς αὐτὸν ὁ Ἀδὰμ ἐπωνόμασε, Σὴθ αὐτὸν προσαγορεύ-
σας, τουτέστι θεμέλιος· διὰ τοῦτο εἶπε· «Καὶ ὑποτάξει
πάντας τοὺς υἱοὺς Σήθ», ἵνα εἴπῃ ὅλον τὸν κόσμον· τοῦτο δὲ
ἐπὶ τοῦ Χριστοῦ καὶ μόνον ἁρμόζει, πρὸς ὃν πᾶσα ἡ θεία
Γραφὴ ἀφορᾷ.
[5.113.? Παραγραφή
[5.114] Καὶ οὗτος, ἀστεῖος τῷ Θεῷ γεννηθείς, ἀνετρέφετο μὲν
εἰς τὰ βασίλεια τῆς Αἰγύπτου, παιδευόμενος πᾶσαν σοφίαν
Αἰγυπτίων· καὶ μετέπειτα, παραληφθεὶς ἐν τῷ ὄρει Σινᾷ,
διδάσκεται καὶ τοῦ Θεοῦ τὴν σοφίαν, καὶ ἀποστέλλεται
πάλιν ἐν Αἰγύπτῳ, τύπον ἐπιφερόμενος τοῦ λυτρουμένου τὸν
κόσμον ἐκ δουλείας καὶ ἐλευθερίαν καὶ υἱοθεσίαν χαριζο-
μένου. Λυτροῦται γὰρ τοὺς Ἰσραηλίτας ἐκ τῆς δουλείας τῶν
Αἰγυπτίων, τὴν πρόσχυσιν τοῦ αἵματος καὶ τὸ πάσχα
προδιαγραψάμενος· τὴν Ἐρυθρὰν θάλασσαν διαβιβάσας, τὸ
βάπτισμα προτυποῖ· τὴν δόσιν τοῦ νόμου, τοῦ ἁγίου Πνεύ-
ματος τὴν κάθοδον προμηνύει· τὴν διαγωγὴν τῆς ἐρήμου,
τὴν τῆς Ἐκκλησίας παράδοσιν προσημαίνει· τὴν εἴσοδον
τῆς γῆς τῆς ἐπαγγελίας, τὸ τῶν οὐρανῶν οἰκητήριον διὰ
τοῦ διαδόχου ἑαυτοῦ προεμήνυσε· τὸ πρόσωπον ὑπὸ Θεοῦ
δοξασθεὶς τὰς μετὰ ταῦτα δόξας μερικῶς προδιεγράφετο.
[5.115] Οὐ μόνον δὲ διὰ τύπων, ἀλλὰ καὶ διὰ λόγων προεφήτευε
περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου. Καὶ πάλιν τῶν γραμ-
μάτων τὴν πεῖραν ἐν τῷδε τῷ βίῳ αὐτὸς πρῶτος τῷ κόσμῳ
ὑπέδειξε· τοῦ παντὸς κόσμου τὴν ποίησιν καὶ τὴν διαγραφὴν
ἐν μυστηρίοις θεωρήσας ἀνεγράψατο· πρώτης καὶ δευτέρας
καταστάσεως τοὺς τύπους ὑπέδειξε. Δόξα τῷ ἀεὶ σοφῶς διὰ
τῶν ἑαυτοῦ τροφίμων οἰκονομοῦντι τὰ κατὰ τὸ ἀνθρώπειον
γένος.
[5.115.? Τὸ κείμενον
[5.116] Μετὰ τὸν Μωϋσέα τοίνυν καὶ τὸν τούτου διάδοχον
Ἰησοῦν, τὸν τοῦ Ναυή, καὶ μετὰ τοὺς γενομένους Κριτὰς ἐν
τῷ Ἰσραήλ, ἐπιλαβομένου λοιπὸν τῆς βασιλείας τοῦ Σαοὺλ
καὶ ἀποδοκιμασθέντος, ἤγειρεν αὐτοῖς ὁ Θεὸς βασιλέα ἐνά-
ρετον δίκαιόν τε καὶ προφήτην, ὃς συνέταξε βίβλον ψαλμῶν
ἑκατὸν πεντήκοντα, ἐκ Πνεύματος ἁγίου κινούμενος, ἐμμέ-
τρως κατὰ τὸ μέτρον τὸ ἴδιον τῆς ἑβραίας γλώττης, καὶ
ἐμμελῶς μετὰ ῥυθμοῦ καὶ ὀργάνων διαφόρων καὶ ὀρχήσεων
καὶ ᾠδῶν αὐτοὺς ᾄδων. Ἦν γὰρ αὐτὸς κατέχων κιθάραν· εἶχε
δὲ καὶ χοροὺς ὑφ' ἑαυτὸν διαφόρους μικρῶν προφητῶν-
οὕτως γὰρ ἐκάλουν τοὺς παραμένοντας τοῖς προφήταις, πολ-
λάκις δὲ καὶ υἱοὺς προφητῶν αὐτοὺς ὠνόμαζον-ἐχόντων
διάφορα ὄργανα, τοῦ μὲν κύμβαλα, τοῦ δὲ αὐλούς, τοῦ δὲ
τύμπανα, τοῦ δὲ σάλπιγγας, τοῦ δὲ ψαλτήριον καὶ κιθάραν,
τοῦ δὲ ᾠδοὺς τοὺς λεγομένους βοκαλίους.
[5.117] Ἕκαστος δὲ
χορὸς ἔξαρχον εἶχεν, ὁ μὲν ἐλέγετο Ἀσάφ, ἄλλος Ἰδιθούμ,
ἕτεροι υἱοὶ Κορέ, ἄλλος Αἰθὰμ Ἰσραηλίτης, ἕτερος Μωϋσῆς
ἄνθρωπος τοῦ Θεοῦ. Ἡνίκα τοίνυν ἐκινεῖτο ἐκ τοῦ Πνεύ-
ματος τοῦ ἁγίου προειπεῖν τι περὶ τῆς αἰχμαλωσίας τοῦ λαοῦ,
ἢ περὶ τῆς ἐπανόδου αὐτῶν, ἢ περὶ ἠθῶν διδασκαλικῶν, ἢ περὶ
προνοίας, ἢ περὶ τοῦ Δεσπότου Χριστοῦ, συνετίθει ἐμμέτρως
τὸν ψαλμὸν ἕκαστον εἰς μίαν ὑπόθεσιν συντείνοντα· διὰ
τοῦτο γὰρ καὶ μεγάλοι καὶ μικροὶ ψαλμοί· καὶ παρεδίδου ἑνὶ
χορῷ, ᾧ ἐδοκίμαζεν ἢ ἥρμοζε παραδίδοσθαι, καὶ ᾖδεν αὐτὸν
ἐν ἐκείνῳ πρῶτον τῷ χορῷ. Εἰ δὲ πάλιν ἐδοκίμασε κατὰ
μέσον τοῦ ψαλμοῦ καὶ ἄλλῳ χορῷ παραδοῦναι τὸ λοιπὸν τοῦ
ψαλμοῦ, τότε αὐτὴ ἡ διαδοχὴ τοῦ ῥυθμοῦ ἐκαλεῖτο διάψαλμα·
ὥστε καὶ ὅταν τοῖς λεγομένοις βοκαλίοις, ἤτοι ᾠδοῖς, κατα-
μεσόθεν ψαλμοῦ ἤθελε παραδοῦναι, τότε ἐκαλεῖτο ᾠδὴ δια-
ψάλματος, ἐπειδήπερ οἱ ᾠδοὶ ἐκ διαδοχῆς παρελάμβανον τὸ
λοιπὸν τοῦ ψαλμοῦ ᾄδειν.
[5.118] Μαθεῖν δὲ ἔνεστι τῷ βουλο-
μένῳ περὶ τούτου ἐκ τοῦ γεγράφθαι ἐν ταῖς Παραλειπομέναις
τῶν βασιλειῶν οὕτως· «Καὶ ᾖσε τὴν ᾠδὴν ταύτην ἐν χειρὶ
Ἀσὰφ τοῦ προφήτου». Μετὰ τὸ παραδοῦναι δὲ οὕτως
πρῶτον τὸν ψαλμόν, λοιπὸν ἕκαστος χορὸς καὶ καθ' ἑαυτὸν
καὶ ὁμοθυμαδὸν μετὰ τέρψεων καὶ ῥυθμοῦ, τῶν μὲν ἐν τούτοις
τοῖς ὀργάνοις, τῶν δὲ ἐν ἐκείνοις, ἀντιφώνως ᾖδον τὸν ψαλμὸν
μετὰ ὀρχήσεως εἰς δόξαν τοῦ Θεοῦ. Ἔνεστι δὲ πάλιν καὶ περὶ
τούτου μαθεῖν, ὡς αὐτὸς δι' ἑαυτοῦ ὁ Δαυῒδ ἀναλαβὼν ἐκ τῶν
[5.118.10] ἀλλοφύλων τὴν κιβωτὸν ὠρχήσατο ἔμπροσθεν αὐτῆς, καὶ
ὀνειδισθεὶς ὑπὸ τῆς ἰδίας γυναικὸς Μέλχολ ἔφη· «Παίξομαι
καὶ γελάσομαι ἐναντίον Κυρίου»· οὐ μόνον γὰρ οὐκ ἐπαύ-
σατο, ἀλλὰ καὶ ἐπιτείνειν τὰ τοιαῦτα ἐπηγγείλατο.
[5.119] Τινὲς δὲ μὴ προσεσχηκότες τῇ τάξει καὶ τῇ ἀκριβείᾳ
ταύτῃ, μήτε θελήσαντες ἐκ τῶν εἰδότων διδαχθῆναι, εἰς
ἀλληγορίας ἐτράπησαν, μηδὲ πάντας εἶναι τοῦ Δαυῒδ τοὺς
ψαλμοὺς ἀποφηνάμενοι, ἀλλὰ τῶν ἐκ τοῦ Δαυῒδ παραλαμβα-
νόντων φανεροὺς ἐξ αὐτῶν εἰρηκότες· ὅπερ ποτὲ Ἀπόστολος
ἢ ὁ Κύριός τινος ἄλλου ἐπὶ ψαλμοῦ οὐκ ἐμνημόνευσαν, εἰ μὴ
τοῦ Δαυΐδ.
[5.119.? Παραγραφή
[5.120] Ὁ μέγας οὗτος Δαυΐδ, ὁ προφήτης, προπάτωρ ἠξιώθη
εἶναι κατὰ σάρκα τοῦ Δεσπότου Χριστοῦ, πρὸς ὃν πᾶσα ἡ
μεγάλη καὶ ἀληθινὴ καὶ αἰώνιος σωτηρία τοῦ Θεοῦ πληροῦται,
ἐκ τῆς ῥίζης τοῦ Ἀβραὰμ διὰ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰούδα
ὑπάρχων, ὃς καὶ βίβλον συνέθηκε ψαλμῶν ἑκατὸν πεντή-
κοντα, δι' ἑαυτοῦ καὶ τῶν προφήτων τῶν ὑπ' αὐτόν, ἐν
πνεύματι ἁγίῳ κινούμενος, ἀναμέλπων, ἐν ᾗ εὑρήσεις ὡς ἐν
παραδείσῳ πᾶσαν τροφὴν πνευματικὴν πάσης τῆς οἰκονομίας
τοῦ Θεοῦ, τῆς διὰ τῶν προφήτων κηρυχθείσης καὶ καταγ-
γελθείσης. Δόξα τῷ ἑκάστοτε οἰκονομοῦντι Θεῷ τὰ κατὰ τὸ
ἀνθρώπειον γένος.
[5.121] Διαγράφομεν οὖν αὐτὸν τὸν Δαυῒδ καθεζόμενον καὶ
τοὺς χοροὺς ἔμπροσθεν αὐτοῦ δεξιᾷ καὶ ἀριστερᾷ, ὅπως γνῷ
τις καὶ τὴν θέαν αὐτῆς τῆς τάξεως, μετὰ ταῦτα λέγοντες καὶ
οὓς αὐτὸς ἠξιώθη προειπεῖν ψαλμοὺς περὶ τῆς κατὰ τὸν
Δεσπότην Χριστὸν οἰκονομίας, ποικίλας αὐτοὺς ἐν τῇ συν-
θέσει καὶ διαφόρως ἐναλλάξας τῷ σχηματισμῷ, περὶ πάθους
καὶ ἀναστάσεως τῆς ἀνθρωπότητος αὐτοῦ εἰρηκὼς ἐν πᾶσιν,
ὁμοίως καὶ περὶ τῆς θεότητος ὡς ἀΐδιος καὶ δημιουργός ἐστι
τῶν ἁπάντων καὶ ἀνακαινιστὴς τοῦ παντός, πρὸς ὃν ἀφορᾷ
πᾶς ὁ σκοπὸς τῆς θεοπνεύστου Γραφῆς.
[5.121.? ΔΑΥΙΔ
[5.122] Οὗτος ὁ μέγας Δαυΐδ, ὁ βασιλεὺς καὶ προφήτης,
ὁ κατὰ τὴν καρδίαν τοῦ Κυρίου γεγονώς, πρὸς ὃν ὁ Θεός, ὡς
ἐπὶ τοῦ Ἀβραάμ, καταλλήλως τὰς ἐπαγγελίας πάλιν ἐποιή-
σατο, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένειν ἐπαγγειλάμενος
καὶ τὸν θρόνον αὐτοῦ ἀδιάδοχον τῆς βασιλείας ἀποφηνάμενος.
Ἐπειδὴ γὰρ ὁ Ἀβραὰμ πατρίδα καὶ γένος καταλείψας
ἐπίστευσε Θεῷ, καταλλήλως πατέρα τῶν ἐθνῶν αὐτὸν ποιεῖν
ὑπέσχετο καὶ εὐλογεῖν πάντα τὰ ἔθνη δι' αὐτοῦ καὶ τοῦ
σπέρματος αὐτοῦ, τουτέστι Χριστοῦ. Οὕτως καὶ ἐπὶ τοῦ
Δαυΐδ, ἐπειδήπερ βασιλεὺς ἦν καὶ εὐάρεστος αὐτῷ, καταλ-
λήλως καὶ αὐτῷ ἐπηγγείλατο καὶ τὸ σπέρμα καὶ τὸν θρόνον
τῆς βασιλείας ἀδιάδοχον διαμένειν, τουτέστι πάλιν Χριστόν.
[5.123] Οὗτος ὁ Δαυῒδ ἠξιώθη ἐκ Πνεύματος ἁγίου προειπεῖν
περὶ τοῦ Δεσπότου Χριστοῦ ψαλμοὺς τέσσαρας, τὸν δεύτερον
καὶ τὸν ὄγδοον καὶ τὸν τεσσαρακοστὸν τέταρτον καὶ τὸν
ἑκατοστὸν ἔνατον, ὅλους τοὺς τέσσαρας δι' ὅλου εἰς αὐτὸν
εἰρηκώς. Καὶ γὰρ καὶ ὁ Δεσπότης Χριστὸς καὶ οἱ ἀπόστολοι
φαίνονται καὶ ἐκ τῶν τεσσάρων ψαλμῶν λαβόντες μαρτυρίαν
περὶ αὐτοῦ, οἷόν τι λέγω ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων
πάντες οἱ ἀπόστολοι προσευχόμενοι τῷ Θεῷ ἔλεγον· «Ἐπ'
ἀληθείας γὰρ συνήχθησαν ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον
παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος
Πιλάτος», τὸν δεύτερον ψαλμὸν εἰς αὐτὸν ἐκλαβόντες.
[5.124] Ὁμοίως πάλιν εἰς αὐτὰς τὰς Πράξεις, ὅτε ὁ Παῦλος
διελέγετο εἰς τὴν συναγωγὴν Ἀντιοχείας τῆς Πισιδίας,
οὕτως ἔφη· «Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς
πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλή-
ρωκε τοῖς τέκνοις ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ
ψαλμῷ γέγραπται τῷ δευτέρῳ· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον
γεγέννηκά σε», τὴν γέννησιν ἐπὶ τῆς ἀναστάσεως ἐκλαβὼν
καὶ κυρώσας καὶ αὐτὸς ὡς ὁ δεύτερος ψαλμὸς εἰς αὐτὸν
εἴρηται, καθὰ καὶ πάντες οἱ ἀπόστολοι εἶπον. Καὶ ταῦτα μὲν
περὶ τῆς ἀνθρωπότητος αὐτοῦ. Τὸ γὰρ περὶ τῆς θεότητος
αὐτοῦ ἐν τούτῳ τῷ ψαλμῷ εἰρημένον ἐστὶ τοῦτο· «Ποιμανεῖς
αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ καὶ ὡς σκεῦος κεραμέως συντρίψεις
αὐτούς», ὡσανεὶ τὸ ἰσχυρὸν καὶ δυνατὸν τῆς θεότητος
γνωρίσας, ἐν ταὐτῷ τὸν ἀνακαινισμόν, ἤτοι ἀναπλασμόν, τῶν
ἀνθρώπων σημάνας· τὸ γὰρ σκεῦος τοῦ κεραμέως συντριβό-
μενον, μήπω προσομιλῆσαν πυρί, δέχεται ἀναπλασμόν.
[5.125] Ὁμοίως καὶ τὸν ὄγδοον εἰς αὐτὸν πάλιν εἴρηκεν, εἰς
τὴν αὐτοῦ θεότητα εἰπὼν τὰ πρῶτα τοῦ ψαλμοῦ, καθὰ καὶ
αὐτὸς ὁ Δεσπότης Χριστὸς μαρτυρεῖ περὶ τούτου ἐν τῷ
Εὐαγγελίῳ, ὅταν μετὰ τῶν κλάδων ἐπευφήμουν λέγοντες·
«Ὡσαννὰ τῷ υἱῷ Δαυΐδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι
Κυρίου.» Καὶ ἐπειδὴ μὴ ἴσχυον οἱ Ἰουδαῖοι ἐπιτιμᾶν τοῖς
ὄχλοις καὶ τοῖς νηπίοις-ἦν γὰρ παράδοξα τὰ ὁρώμενα, παῖ-
δες καὶ θηλάζοντα καὶ νήπια καὶ μαθηταὶ καὶ ὄχλοι ἐπευφη-
μοῦντες καὶ τὸν ὕμνον ἀνακράζοντες αὐτῷ-, ἐπεχείρουν τὴν
μέμψιν ἐπιρρίπτειν καί φασι πρὸς αὐτόν· «Οὐκ ἀκούεις τί
οὗτοι λέγουσιν;»
[5.126] Ὁ δὲ ἕτερος εὐαγγελιστής φησι·
«Τινὲς ἐκ τοῦ ὄχλου ἔλεγον αὐτῷ· Ἐπιτίμησον τοῖς μαθηταῖς
σου», ὡσανεὶ ὅτι· Δυσφημεῖς καταδεχόμενος ὕμνον, ὃς τῷ
Θεῷ μόνῳ ἁρμόζει, ἑκάτεροι τὸν αὐτὸν νοῦν ἔχοντες· πρὸς
οὓς ὁ Κύριός φησι, τοῖς μέν· «Ναί, οὐδέποτε ἀνέγνωτε ὅτι·
Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;»
διαρρήδην φήσας τὸν ὄγδοον εἰς αὐτὸν εἰρῆσθαι ψαλμόν, ἐν
ταὐτῷ καὶ αἰνιξάμενος ὅτι· Οὐχ ἁρπάζω τὰ τῷ Θεῷ προσόντα,
τοῦτο γάρ εἰμι, καθὰ καὶ ὁ Ἀπόστολος βοᾷ· «Οὐχ ἁρπαγμὸν
ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν
δούλου λαβών»· τοῖς δὲ πάλιν εἰπών· Τί θαυμάζετε περὶ
τῶν νηπίων καὶ περὶ τῶν μαθητῶν; «Οὗτοι ἐὰν σιωπήσωσιν,
οἱ λίθοι κεκράξονται.»
[5.127] Οἱ δὲ εἰδότες ὅτι γέγραπται,
θεωροῦντες δὲ καὶ αὐτοῖς τοῖς ἔργοις τὰ νήπια καὶ θηλάζοντα
παραδόξως κράζοντα τὸν ὕμνον, ἀναλογιζόμενοι δὲ ὡς
δυνατὸν τῷ ποιήσαντι τὰ νήπια ὑπὲρ φύσιν ἀνακράζειν τὸν
ὕμνον, δυνατὸν αὐτῷ καὶ τὰ ἄψυχα ποιῆσαι κρᾶξαι, ἐφι-
μοῦντο αἰσχυνόμενοι. Βαβαί, δύναμις τοῦ Δεσπότου Χρι-
στοῦ· βαβαί, φιλανθρωπία· βαβαί, συγκατάβασις εὔσπλαχνος.
Πῶς διὰ τῆς διδασκαλίας, ἧς ἀνέλαβε δούλου μορφῆς,
ἠξίωσε πραέως τὴν ἑαυτοῦ θεότητα ὑποδεῖξαι, δέχεσθαί τε
ἐναγωγὰς ὑπὸ τῶν ἰδίων κτισμάτων καὶ ἀποκρίνεσθαι οὐ
μετ' ὀργῆς, ἀλλὰ πραέως καὶ ἀνεξικάκως. Ὢ μακροθυμίας
ὑπερβολή. Ὢ καὶ τοῦ Δαυῒδ ἄξια τὰ τοιαῦτα ἀξιωθέντος
προειπεῖν.
[5.128] Ἔτι γὰρ λέγει καὶ περὶ τῆς ἀνθρωπότητος αὐτοῦ ἐν
τῷ αὐτῷ ψαλμῷ, ἀπὸ τοῦ «τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ
αὐτοῦ;» ἕως τέλους· οἷς μαρτυρεῖ ὁ θεῖος Ἀπόστολος
λέγων οὕτως· «Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον
βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ
ἐστεφανωμένον», καὶ πάλιν· «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν
οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἀλλὰ τίνι
αὐτὴν ὑπέταξεν, ὦ Παῦλε; Φησί· «Διεμαρτύρατο δέ πού τις
λέγων· Τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ;» Τούτῳ
ὑπέταξεν αὐτήν. «Ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα,
φησίν, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον.» Οὕτως τοῖς
Ἑβραίοις πιστοῖς εἰρηκώς, τὰ αὐτὰ καὶ τοῖς Ἕλλησιν ἔλεγε
καί φησι· «Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν
ὁ Θεὸς τὰ νῦν παραγγέλλει πᾶσιν ἀνθρώποις πανταχοῦ μετα-
[5.128.15] νοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκου-
μένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρί, ᾧ ὥρισε, πίστιν παρασχὼν
πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν», ὁμοίως καὶ Πέτρος·
«Ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων
καὶ νεκρῶν.»
[5.129] Ὁμοίως πάλιν εἶπεν εἰς αὐτὸν ὁ Δαυῒδ καὶ τὸν
τεσσαρακοστὸν τέταρτον ψαλμόν, ἐν ᾧ πάλιν καὶ περὶ τῆς
θεότητος αὐτοῦ φαίνεται λέγων καὶ περὶ τῆς ἀνθρωπότητος,
οἷς μαρτυρεῖ πάλιν ὁ μακαρίτης Παῦλος ἐν τῇ πρὸς Ἑβραίους
Ἐπιστολῇ λέγων οὕτως· «Πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου,
ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος
τῆς βασιλείας σου.» Τοῦτο περὶ τῆς θεότητος αὐτοῦ εἰρηκώς,
λέγει εὐθέως καὶ περὶ τῆς ἀνθρωπότητος αὐτοῦ καί φησιν·
«Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο
ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς
μετόχους σου»· οὐ γὰρ ἡ θεότης διὰ τὸ ἀγαπῆσαι δικαιο-
σύνην καὶ μισῆσαι ἀδικίαν χρίεται, οὔτε ὅλως χρίεται, οὔτε
Θεὸν ἔχει· αὐτόχρημα γὰρ Θεός ἐστιν.
[5.130] Ἀλλ' ἡ ἀνθρω-
πότης αὐτοῦ χρίεται ἔλαιον ἀγαλλιάσεως, ἵνα εἴπῃ τῷ Πνεύ-
ματι τῷ ἁγίῳ, παρὰ τοὺς μετόχους αὐτῆς, τουτέστι παρὰ
πάντας τοὺς χριστούς. Ἡ γὰρ θεότης μετόχους ἄλλους οὐκ
ἔχει· εἷς γάρ ἐστι Θεός, ὅ τε Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα
τὸ ἅγιον. Ἡ δὲ ἀνθρωπότης τοῦ Χριστοῦ πάντας τοὺς ἀνθρώ-
πους, μάλιστα τοὺς χριστούς, ἔχει μετόχους. Διὰ τοῦτο γὰρ
ὅτι παρὰ πάντας ἐχρίσθη ἡ ἀνθρωπότης τοῦ Χριστοῦ,
χρισθεῖσα Πνεύματι ἁγίῳ καὶ δυνάμει, ὅπερ οὐδενὶ τῶν
ἄλλων χριστῶν ὑπῆρξεν, οὕτως ἐξεῖπε· «Παρὰ πάντας τοὺς
μετόχους σου.» Ὅλον δὲ αὐτὸν τὸν ψαλμὸν περὶ τοῦ Χριστοῦ
καὶ τῆς Ἐκκλησίας, ὡς ἐπὶ βασιλέως νυμφίου καὶ νύμφης
βασιλίδος ἐξειπών, διετέλεσεν.
[5.131] Ὁμοίως δὲ καὶ τὸν ἑκατοστὸν ἔνατον ψαλμὸν εἰς
αὐτὸν εἴρηκε· καὶ μαρτυρεῖ αὐτὸς ὁ Κύριος λέγων πρὸς
Ἰουδαίους· «Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι ἁγίῳ Κύριον
αὐτὸν καλεῖ λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ
δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν
ποδῶν σου; Εἰ υἱὸς αὐτοῦ ἐστι, πῶς Κύριος αὐτοῦ ἐστι;»
Τὸ μὲν «Κύριος αὐτοῦ» ὡς Θεὸν σαφῶς προειπών, τὸ δὲ
«κάθου ἐκ δεξιῶν μου» σαφῶς τῇ ἀνθρωπότητι ἁρμόζει· τὸ
γὰρ «κάθου» τῷ μὴ καθεζομένῳ λέγει· ἡ δὲ θεότης ἵδρυται
εἰς τὴν οἰκείαν τιμὴν καὶ δόξαν καὶ μακαριότητα παρ'
ἑτέρου μείζονος μὴ ἐπιτρεπομένη, ἢ προτρεπομένη εἰς τοῦτο·
ἀλλ' ἡ ἀνθρωπότης τοῦ Χριστοῦ ὑπὸ τῆς ἡνωμένης αὐτῇ
ἀχωρίστως θεότητος ἐπιτρέπεται, ἀκούουσα· «Κάθου ἐξ
δεξιῶν μου», ὡσανεί· Ἐν τῇ ἐμῇ τιμῇ. Οὔτε γὰρ δεξιὰ οὔτε
ἀριστερὰ ἔχει ὁ Θεὸς ἀπερίγραφος ὑπάρχων· ἀλλὰ τοῦτο
αὐτῇ λέγει ὅτι· Κάθου ἐν τῇ ἐμῇ τιμῇ, ὡσανεί· Εἰς πρόσωπον
ἐμόν, ὡς εἰκὼν Θεοῦ παντὶ τῷ κόσμῳ δεικνυμένη.
[5.132] Οὕ-
τως γὰρ καὶ Δανιήλ· «Καὶ αὐτῷ ἐδόθη ἡ τιμὴ καὶ ἡ βασιλεία
καὶ ἡ ἐξουσία πᾶσα», καὶ τὰ λοιπά. Ἀλλὰ καὶ αὐτὸς ὁ
Κύριός φησιν· «Ἐδόθη μοι ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.»
Παρακατιὼν δὲ πάλιν τοῦ αὐτοῦ ψαλμοῦ φησὶ περὶ τῆς
θεότητος· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε»,
ὡσανεὶ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν κατὰ τὴν θεότητα
λέγοντος ὅτι· Πρὸ πάσης τῆς κτίσεως, ὡς «ἀπὸ γαστρὸς» τὸ
ὁμοούσιον θέλων σημᾶναι,
οὐχ ὕστερον προβαλών, ἀλλ' ἐν
ἐμαυτῷ σε ἔχων ἀνάρχως καὶ ἀπεράντως, ὡς ἀπὸ γαστρὸς
ἐκ τῆς ἡμετέρας οὐσίας σε ἐξεγέννησα, συνόντα καὶ συνυ-
πάρχοντα.
[5.133] Εἶτα πάλιν εὐθέως καὶ περὶ τῆς ἀνθρωπό-
τητος δηλῶν φησιν· «Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθή-
σεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ»·
οὐ γὰρ ἡ θεότης ἱερατεύει ἢ λατρεύει, ἀλλὰ μᾶλλον αὐτὴ
λατρεύεται καὶ τὰ ἱερεῖα προσδέχεται. Μέμνηται δὲ καὶ τῆς
χρήσεως ταύτης ὁ ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ἑβραίους
Ἐπιστολῇ λέγων οὕτως· «Καθώσπερ καὶ Ἀαρών, οὕτως καὶ
ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενέσθαι ἀρχιερέα, ἀλλ' ὁ λαλή-
σας πρὸς αὐτόν· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε,
καθὼς καὶ ἐν ἑτέρῳ λέγει· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν
τάξιν Μελχισεδέκ», πάντα τὰ περὶ τῆς ἀνθρωπότητος αὐτοῦ
ἐκλαβών.
[5.134] Οὕτως οὖν ὁ μακαρίτης Δαυῒδ τοὺς τέσσαρας τούτους
ψαλμοὺς εἰς τὸν Δεσπότην Χριστὸν καὶ μόνον εἶπεν. Οὐ γὰρ
ἐκοινοποίει τὰ τοῦ Δεσπότου μετὰ τῶν δούλων, ἀλλ' ἴδια τὰ
τοῦ Δεσπότου ὡς Δεσπότου ἐξεῖπε, καὶ τὰ τῶν δούλων ὡς
δούλων.
[5.135] Ὅσα δὲ ἕτερα ἐξέλαβον οἱ ἀπόστολοι ἐκ τῶν ψαλμῶν,
οὐχ ὡς εἰς αὐτὸν κυρίως εἰρημένα ἐξέλαβον, ἀλλ' ὡς ἁρμό-
ζοντα τῇ ὑποθέσει, οἷον· «Διεμερίσαντο τὰ ἱμάτιά μου
ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον», καὶ τό·
«Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν», καὶ τό· «Προωρώμην
τὸν Κύριον ἐνώπιόν μου διαπαντός», καί· «Ἀναβὰς εἰς ὕψος
ᾐχμαλώτευσεν αἰχμαλωσίαν», καὶ ὅσα τούτοις ὅμοια ὡς
ἁρμόζοντα τῇ ὑποθέσει αὐτῶν ἐξέλαβον. Οἷον ἐποίησε καὶ
ὁ μακαρίτης Παῦλος τὴν χρῆσιν Μωϋσέως τὴν ἐν τῷ Δευτε-
ρονομίῳ μεταβαλὼν εἰς τὴν ἰδίαν ὑπόθεσιν, ὡς ἁρμόζουσαν,
λέγων οὕτως· «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται
εἰς τὸν οὐρανόν; τουτέστι· Χριστὸν καταγαγεῖν, ἤ· Τίς
καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι· Χριστὸν ἐκ νεκρῶν
ἀναγαγεῖν», μεταφράσας τὴν χρῆσιν ὡς ἁρμοδίαν εἰς τὴν
ἰδίαν ὑπόθεσιν. Οὐδὲ γὰρ ἁρμόζουσι τὰ λοιπὰ τῶν ψαλμῶν
εἰς τὸν Δεσπότην Χριστόν, ἐξ ὧν τινα ἐξέλαβον, οἷον εἰς τὸ
«διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς» εἰκοστὸς πρῶτός
ἐστι· λέγει οὖν εἰς αὐτόν· «Μακρὰν ἀπὸ τῆς σωτηρίας μου
οἱ λόγοι τῶν παραπτωμάτων μου», ὅπερ ἀνάρμοστον καὶ
ἀσύμφωνον τῇ θείᾳ Γραφῇ, καὶ σαφὴς μανία περὶ τοῦ
Χριστοῦ ἐκλαβεῖν τὸ τοιοῦτο.
[5.136] Ἐπὶ δὲ τῶν τεσσάρων τούτων ψαλμῶν τῶν εἰς τὸν
Δεσπότην Χριστὸν εἰρημένων, ὅλοι δι' ὅλου αὐτῷ ἁρμό-
ζουσιν. Οὔτε γάρ, καθὰ καὶ πρῶτον εἴπαμεν, ἐκοινοποίει ὁ
μακάριος Δαυῒδ τὰ εἰς τὸν Δεσπότην Χριστὸν λεγόμενα μετὰ
τῶν λεγομένων εἰς ἑτέρους τινάς. Φαίνεται γὰρ καὶ αὐτὸς
ὁ Σωτὴρ τοῦτο ποιῶν, ἡνίκα ἐνεκάλουν αὐτῷ οἱ Ἰουδαῖοι·
Διατί ἐργάζῃ ἐν σαββάτῳ; Ὃς ἀπεκρίνατο λέγων ὅτι· «Ὁ
Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.» Ὅτε δὲ
τοῖς μαθηταῖς αὐτοῦ ἐνεκάλουν, φησίν· «Οὐκ ἀνέγνωτε τί
ἐποίησε Δαυΐδ, ὡς τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς
οὐκ ἔξεστι φαγεῖν, εἰ μὴ τοῖς ἱερεῦσι μόνον;» διαρρήδην
τῷ Πατρὶ ἑαυτὸν ἀντιδιαστέλλων, τοὺς μαθητὰς δὲ τοῖς
προφήταις, ἤγουν τοῖς ἱερεῦσιν, ὡς δούλους πρὸς δούλους καὶ
ὡς υἱὸν πρὸς πατέρα.
[5.136.? Παραγραφὴ κατὰ παρένθεσιν κειμένη
[5.137] Ὅτε μετεμορφώθη ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς
ἔμπροσθεν Πέτρου καὶ Ἰακώβου καὶ Ἰωάννου εἰς τὸ ὄρος
καὶ ὤφθη ἐν δόξῃ μεγάλῃ, καὶ Μωϋσῆς καὶ Ἠλίας συλλα-
λοῦντες αὐτῷ, θεωρήσαντες οἱ μαθηταὶ τὴν ὑπερβάλλουσαν
δόξαν εἰς ἔκπληξιν καὶ τέρψιν καὶ πόθον καὶ ἔρωτα καὶ ἐπι-
θυμίαν τοῦ κάλλους ἐκείνου ἐγένοντο. Ἀποκριθεὶς δὲ Πέτρος,
τρόπον τινὰ καὶ αὐτὸς ἄλλος ἀντ' ἄλλου γεγονώς, κατα-
πλαγεὶς τῇ θέᾳ ἔλεγε τῷ Ἰησοῦ· «Ἐπιστάτα, καλὸν ἡμᾶς
ὧδε μεῖναι», ὡσανεί· Ἰδοὺ καλὴ θέα καὶ τόπος καὶ λαμ-
πρότης καὶ δόξα ὑπερβάλλουσα· διατί κατερχόμεθα ἔνθεν εἰς
χεῖρας πάλιν ἐλθεῖν τῶν θελόντων ἡμῖν ἐπιβουλεύειν καὶ
[5.137.12] θλίβεσθαι, διαπαντὸς τόπον ἐκ τόπου μετερχόμενοι καὶ
διωκόμενοι; «Εἰ θέλεις οὖν, ποιήσωμεν ὧδε τρεῖς σκηνάς,
σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν.»
[5.138] Καὶ
ἐπειδὴ ἰσότιμον ἡγήσατο ὁ Πέτρος Μωϋσέα καὶ Ἠλίαν τοῦ
Κυρίου, συναριθμήσας ἐξ ἴσου τὰς σκηνάς, μίαν ἑκάστῳ
εἰπών, ἐπισημαίνεται ὁ εὐαγγελιστὴς Λουκᾶς λέγων οὕτως·
«Μὴ εἰδὼς ὃ λέγει», ὡσανεί· Ἠγνοηκὼς ὁ Πέτρος τὰ κατὰ
τὸν Κύριον οὕτως ἐφθέγξατο. Εὐθέως δὲ οὐρανόθεν νεφέλη
ἐπεσκίασε καὶ ἐχώρισε Μωϋσέα τε καὶ Ἠλίαν καὶ ἀπέκρυψεν
ἀπὸ τῶν μαθητῶν· τὸν δὲ Ἰησοῦν μόνον ἐν μέσῳ δακτυλο-
δεικτῶν ὁ Πατὴρ δεικνύει τοῖς μαθηταῖς λέγων· «Οὗτός ἐστιν
ὁ Υἱός μου ὁ ἀγαπητὸς καὶ ἐκλελεγμένος, αὐτοῦ ἀκούετε.»
Πλανᾶσθε, φησί, τοῦτον μετ' ἐκείνων ἐξισοῦντες· οὗτος γάρ
μού ἐστιν ὁ Υἱός, ἐκεῖνοι δέ, ὥσπερ καὶ ὑμεῖς, δοῦλοι. Τούτου
οὖν ὡς Δεσπότου καὶ ἐμοῦ Υἱοῦ κατὰ πάντα ἀκούετε.
[5.138.? Ἐπανάληψις τῶν προτέρων
[5.139] Οὕτως καὶ ὁ προφήτης Δαυΐδ, τῷ Πνεύματι τῷ ἁγίῳ
κινούμενος, οὐκ ἀνέμιξε χύδην τὰ τῆς ὑποθέσεως τοῦ Δεσπό-
του μετὰ τῆς ὑποθέσεως τῶν δούλων, ἀλλ' ἰδικῶς εἰς τὴν
ὑπόθεσιν τοῦ Δεσπότου τοὺς τέσσαρας τούτους ψαλμοὺς
ἠξιώθη προειπεῖν καὶ συντάξαι, τοὺς δὲ ἄλλους πάντας εἰς
ἑτέρων προσώπων ἢ πραγμάτων ἢ ἱστοριῶν, κοινωφελῆ
διδασκαλίαν τοῖς πᾶσιν ἐκτιθέμενος. Διὰ τοῦτο καὶ ἐμμελῶς
καὶ μετὰ ῥυθμοῦ αὐτὰ ἐξεῖπεν, ἵνα εὐκάτοχα καὶ εὐμνημό-
νευτα τοῖς πᾶσιν ὡς τερπνὰ γένωνται. Καὶ τοῦτο εὔδηλον, ὡς
ἐν πάσαις ταῖς ἐκκλησίαις τοῦ κόσμου ᾀδόμενα τὰ τοῦ
Δαυῒδ εὑρήσομεν, καὶ σχεδὸν ὑπὸ πάντων ἀνθρώπων μικρῶν
τε καὶ μεγάλων διὰ στόματος φερόμενα καὶ καθ' ἑκάστην
ᾀδόμενα καὶ μνημονευόμενα πλείω τῶν ἄλλων προφητῶν καὶ
Γραφῶν.
 Ἀλλὰ καὶ τούτῳ πέρας δόντες ἐπὶ τὸν μέγαν Ἠλίαν μετέλ-
θωμεν, ἐξηγούμενοι καὶ τούτου τὴν ἀξίαν. Ἔστιν οὖν καὶ
τούτου τὴν διαγραφὴν κατιδεῖν οὕτως.
[5.139.? ΗΛΙΑΣ
[5.140] Οὗτος Ἠλίας, ὁ πρῶτος ἀνθρώπων τοῖς ἀνθρώποις
ὑποδείξας οὐρανοδρομεῖν, ὁ πρῶτος ἀνθρώπων ὑποδείξας
ἀγγέλων καὶ ἀνθρώπων μίαν ὁδόν, ὁ τὴν γῆν λαχὼν οἰκητή-
ριον καὶ τὸν οὐρανὸν ἀθρόον διατρέχων, ὁ θνητὸς ὑπάρχων
καὶ τοῖς ἀθανάτοις ἁμιλλώμενος, ὁ χαμαὶ βαδίζων καὶ ὡς
πνεῦμα μετὰ ἀγγέλων οὐρανοπορῶν, ὁ διὰ τῆς μηλωτῆς τῷ
μαθητῇ Ἐλισσαίῳ διπλᾶ τὰ χαρίσματα μεταδούς, ὁ μακρο-
χρόνιος καὶ ἀγήρως ἄνθρωπος, ὁ τῷ Ἀντιχρίστῳ διατηρού-
μενος στρατηγός, ὁ ἀντικαθιστάμενος καὶ διελέγχων τὴν
ἀπάτην καὶ τὴν ὑπερηφανίαν αὐτοῦ, ὁ πάντας τοὺς ἀνθρώπους
ἐκ τῆς πλάνης αὐτοῦ ἐπὶ τὸν Θεὸν ἐν τῇ συντελείᾳ τοῦ
αἰῶνος ἐπιστρέφων. Οὗτος ὁ τῆς δευτέρας καὶ ἐπιφανοῦς
παρουσίας τοῦ Δεσπότου Χριστοῦ ἀξιούμενος εἶναι πρόδρο-
μος. Ὢ μέτρα διακονιῶν τοῖς ἀγγέλοις ἁμιλλώμενα. Δόξα
τῷ ταῦτα τοῖς ἀνθρώποις χαριζομένῳ Θεῷ. Ἀμήν.
[5.140.? Παραγραφή
[5.141] Οὗτος ὁ μέγας Ἠλίας ἀναληφθεὶς ὡς εἰς τὸν οὐρανόν,
καὶ ἀγγέλοις καὶ ἀνθρώποις ἐδείχθη, ὡς τετίμηται τῶν
ἀνθρώπων ἡ φύσις· καὶ ἐλπίδα χρηστὴν διὰ τούτου πάλιν
ὁ Θεὸς προκατεβάλετο ὡς δυνατὸν τοῖς ἀνθρώποις, Θεοῦ
θέλοντος, οὐρανοδρομεῖν. Μέγα γὰρ θαῦμα τὸ τοῦτον ὁρᾶν,
ἄνθρωπον ἐν ἅρματι πυρίνῳ ἡνιοχοῦντα καὶ τὸν οὐρανὸν
διατρέχοντα. Βαβαί, φιλανθρωπία τοῦ τιμήσαντος. Αἰσχυ-
νέσθωσαν οἱ μὴ δοξάζοντες τὴν μεγάλην οἰκονομίαν τοῦ
Θεοῦ, ὡς σοφῶς καὶ οὐκ ὀργίλως ὁ Θεὸς ἑκάστοτε καὶ τὰς
τιμωρίας ἐπιφέρει τοῖς ἀνθρώποις καὶ τὴν τιμὴν διαφυλάττει
τοῦ κατ' εἰκόνα ἑαυτοῦ γενομένου ἀνθρώπου. Δόξα καὶ
ἔπαινος αὐτῷ εἰς τοὺς αἰῶνας. Ἀμήν.
[5.142] Οὗτος Ὠσηὲ τῶν
δώδεκα προφητῶν ὁ πρῶτος
ἀξιωθεὶς εἰπεῖν περὶ τοῦ Δε-
σπότου Χριστοῦ οὕτως·
«Ὅταν θλίβωσιν, ὀρθρίσωσι
πρός με λέγοντες· Δεῦτε, ἐπι-
στρέψωμεν πρὸς Κύριον τὸν
Θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε
καὶ ἰάσεται ἡμᾶς, πλήξας μο-
τώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ
δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ
τρίτῃ ἀναστησόμεθα ἐνώπιον
αὐτοῦ καὶ γνωσόμεθα.» Ἐκ
ταύτης τῆς χρήσεως ὁ ἀπό-
στολος Παῦλος λέγει τοῖς Κο-
ρινθίοις· «Παρέδωκα γὰρ ὑμῖν
ἐν πρώτοις ὃ καὶ παρέλαβον,
ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ
τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς
Γραφάς, καὶ ὅτι ἐτάφη καὶ
ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ
τρίτῃ κατὰ τὰς Γραφάς·»
τὸ γὰρ «ἐγήγερται τῇ ἡμέρᾳ
τῇ τρίτῃ κατὰ τὰς Γραφὰς» οὐκ ἔστιν ἀλλαχόθεν εὑρεῖν.
[5.143] Ἔτι λέγει ὁ προφήτης ἁρμόζων ἐπὶ τοῦ Δεσπότου
Χριστοῦ· «Σάρξ μου ἐξ αὐτῶν.» Πάλιν λέγει· «Ἐκύκλωσέ
με ἐν ψεύδει Ἐφραῒμ καὶ ἐν ἀσεβείᾳ οἶκος Ἰσραὴλ καὶ
Ἰούδα. Νῦν ἔγνω αὐτοὺς ὁ Θεός, καὶ λαὸς ἅγιος κληθήσεται
Θεοῦ» ἀπὸ τῆς φυλῆς, διὰ τὸν ἐξ αὐτῆς ἀναδεικνύμενον κατὰ
σάρκα Δεσπότην Χριστόν, λαὸν ἅγιον Θεοῦ ὀνομάσας τὸν
Ἰούδαν. Ἔτι πάλιν ὁ αὐτὸς προφήτης· «Ἐκ χειρὸς ᾅδου
ῥύσομαι αὐτούς, ἐκ θανάτου λυτρώσομαι αὐτούς. Ποῦ ἡ δίκη
σου, θάνατε; Ποῦ τὸ κέντρον σου, ᾅδη;» Ταύτῃ τῇ
χρήσει ἐχρήσατο ὁ ἀπόστολος Παῦλος ἐπὶ τῆς ἀναστάσεως.
[5.143.? Παραγραφή
[5.144] Οὗτος καὶ τὴν τριήμερον τοῦ Κυρίου ἀνάστασιν
σαφῶς προεμήνυσε φάσκων· «Τῇ τρίτῃ ἡμέρᾳ ἀναστησόμεθα
καὶ γνωσόμεθα»· ὁμοίως καὶ τοῦ θανάτου τὴν καθαίρεσιν
καὶ τοῦ κέντρου τοῦ ᾅδου τὴν δίκην προκατήγγειλε. Πῶς οὐκ
ἐκπλήττεσθαι δεῖ τὴν τοῦ Θεοῦ ἄφατον φιλανθρωπίαν, τὴν
ἑκάστοτε προνοουμένην τοῦ ἀνθρωπείου γένους; Δόξα τῇ
ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.
[5.145] Οὗτος ὁ δεύτερος
Ἀμὼς καὶ αὐτὸς ἀξιωθεὶς
εἰπεῖν περὶ τῆς ἐλεύσεως τοῦ
Δεσπότου Χριστοῦ οὕτως·
«Διότι ἰδοὺ ἐγὼ στερεῶν
βροντὴν καὶ κτίζων πνεῦμα
καὶ ἀπαγγέλλων εἰς ἀνθρώ-
πους τὸν χριστὸν αὐτοῦ.»
Ἔτι λέγει· «Ἐν τῇ ἡμέρᾳ
ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν
Δαυῒδ τὴν πεπτωκυῖαν καὶ
ἀνοικοδομήσω τὰ πεπτωκότα
αὐτῆς καὶ ἀνοικοδομήσω αὐτὴν
καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος,
ὅπως ἐκζητήσωσιν οἱ κατά-
λοιποι τῶν ἀνθρώπων τὸν Κύ-
ριον καὶ πάντα τὰ ἔθνη, ἐφ'
οὓς ἐπικέκληται τὸ ὄνομά μου
ἐπ' αὐτούς, λέγει Κύριος ὁ
ποιῶν ταῦτα.» Ταύτης τῆς
χρήσεως μέμνηται Ἰάκωβος
ὁ ἀπόστολος ἐν ταῖς Πράξεσι
τῶν ἀποστόλων.
[5.145.? Παραγραφή
[5.145.25] Καὶ οὗτος συμφώνως τῷ πρώτῳ τὸν Χριστὸν καταγγέλλει,
δι' οὗ γίνεται τοῦ παντὸς κόσμου ἡ σωτηρία, καὶ πάλιν τὴν
σκηνὴν Δαυῒδ ἀνεγείρειν πεπτωκυῖαν δι' αὐτοῦ ἐπαγγέλλεται
Θεὸς καὶ πάντα τὰ ἔθνη ὠφελεῖν, ἅπερ τὰ αὐτὰ πάντες
ἐξαγγέλλουσιν.
[5.146] Οὗτος Μιχαίας ὁ τρί-
τος, ὃς ἠξιώθη καὶ αὐτὸς
προειπεῖν περὶ τῆς ἐλεύσεως
τοῦ Δεσπότου Χριστοῦ, καί
φησι· «Καὶ σὺ Βηθλεέμ, γῆ
τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ σὺ
τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα.
Ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ
εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσ-
ραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ'
ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.»
Ταύτην τὴν χρῆσιν λαβόντες οἱ
ἀρχιερεῖς καὶ γραμματεῖς τῶν
Ἰουδαίων, Ἡρώδου αὐτοὺς
ἀπαιτοῦντος ποῦ ὁ Χριστὸς
γεννᾶται, ἔφησαν· «Ἐν Βη-
θλεὲμ τῆς Ἰουδαίας»· ὅθεν
καὶ τοὺς μάγους ἐπὶ τὴν Βη-
θλεὲμ τότε ἀπέστειλεν. Ἔτι
λέγει ὁ αὐτὸς προφήτης·
«Αὐτὸς ἐπιστρέψει καὶ οἰκ-
τειρήσει ἡμᾶς καὶ καταδύ-
σει τὰς ἁμαρτίας ἡμῶν καὶ
ἀπορρίψει εἰς τὰ βάθη τῆς θαλάσσης πάσας τὰς ἀδικίας
ἡμῶν· δώσει εἰς ἀλήθειαν τῷ Ἰακώβ, ἔλεος τῷ Ἀβραάμ,
καθότι ὤμοσε τοῖς πατράσιν ἡμῶν κατὰ τὰς ἡμέρας τὰς
ἔμπροσθεν.»
[5.146.? Παραγραφή
[5.147] Καὶ οὗτος συμφώνως τὸν ἐκ Βηθλεὲμ καὶ Ἰούδα ἐξ
αἰῶνος εἰς ἄρχοντα τῷ Ἰσραὴλ ἐγειρόμενον προμηνύει, δι' οὗ
γίνεται καταλλαγὴ τοῦ κόσμου, καθαιρῶν ἡμῶν τὰς ἁμαρτίας
καὶ εἰς κρείττονα λῆξιν ἡμᾶς ὁδηγῶν. Δόξα τῷ ἑκάστοτε
σοφῶς οἰκονομοῦντι καὶ προλέγοντι Θεῷ τὰ κατὰ τὸν
ἄνθρωπον.
[5.148] Οὗτος Ἰωὴλ τέταρτος
καὶ αὐτὸς ἀξιωθεὶς προειπεῖν
περὶ τοῦ κατὰ τὸν Δεσπότην
Χριστὸν μυστηρίου, φησὶ γὰρ
οὕτως· «Καὶ ἔσται μετὰ
ταῦτα, ἐκχεῶ ἀπὸ τοῦ Πνεύ-
ματός μου ἐπὶ πᾶσαν σάρκα,
καὶ προφητεύσουσιν οἱ υἱοὶ
ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν,
καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυ-
πνίοις ἐνυπνιασθήσονται, καὶ
οἱ νεανίσκοι ὑμῶν ὁράσεις
ὄψονται· καί γε ἐπὶ τοὺς δού-
λους μου καὶ ἐπὶ τὰς δούλας
μου ἐν ταῖς ἡμέραις ἐκείναις
ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός
μου· καὶ δώσω τέρατα ἐν τῷ
οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, αἷμα
καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·
ὁ ἥλιος μεταστραφήσεται εἰς
σκότος καὶ ἡ σελήνη εἰς αἷμα,
πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου,
τὴν μεγάλην καὶ ἐπιφανῆ· καὶ
ἔσται πᾶς, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθή-
σεται.» Ταύτης τῆς χρήσεως μέμνηται ὁ μακαρίτης Πέτρος
ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων πληρουμένης, ὅτε ἡ κάθοδος
τοῦ ἁγίου Πνεύματος ἐπὶ τοὺς ἀποστόλους ἐν τῇ ἡμέρᾳ τῆς
Πεντηκοστῆς ἐγένετο.
[5.148.? Παραγραφή
[5.149] Καὶ οὗτος τὰ κατὰ τὸν καιρὸν τοῦ Δεσπότου Χριστοῦ
γενόμενα διὰ Πνεύματος ἁγίου θαύματα, προφητείας, ἐνύπνια
καὶ ὁράσεις, ἐν ταὐτῷ καὶ τῆς μεγάλης καὶ φοβερᾶς καὶ
ἐπιφανοῦς παρουσίας τοῦ Δεσπότου Χριστοῦ τὴν ἡμέραν
προμηνύει, οἷον γέγονε διαφόρως μὲν ἐπὶ τοῦ Ἰωσὴφ καὶ τῶν
μάγων κατ' ὄναρ χρηματισθέντων, ὡς δηλοῖ τὰ Εὐαγγέλια,
δι' ὁράσεων δὲ Συμεὼν χρηματισθεὶς ὑπὸ τοῦ Πνεύματος εἰς
τὰς ἀγκάλας τὸν Δεσπότην ὑπεδέξατο· Ἄννα πάλιν ἡ τοῦ
Φανουὴλ ἀνθομολογουμένη τῷ Κυρίῳ περὶ αὐτοῦ· προφη-
τεύοντες δέ, ὡς Ἄγαβος καὶ αἱ θυγατέρες Φιλίππου· καὶ αἱ
γυναῖκες δὲ αἱ ἐπὶ τὸ πάθος τοῦ Κυρίου ὀπτασίας ἀγγέλων
ἐθεάσαντο, καὶ οἱ μαθηταὶ ὁμοίως.
[5.150] Τί δὲ δεῖ λέγειν καὶ
περὶ τῆς καθόδου τοῦ ἁγίου Πνεύματος ἐπὶ τοὺς ἀποστόλους
γενομένης, ἀλλὰ καὶ ἐπὶ Κορνηλίου καὶ ἐπὶ πάντων τῶν
πιστῶν, ὧν γράφει ὁ Ἀπόστολος· «Ὧι μὲν γὰρ δίδοται λόγος
σοφίας, ἑτέρῳ προφητεία, ἑτέρῳ γένη γλωσσῶν, ἑτέρῳ δὲ
ἑρμηνεία γλωσσῶν, ἑτέρῳ χαρίσματα ἰαμάτων, ἑτέρῳ λόγος
γνώσεως, ἑτέρῳ πίστις, ἑτέρῳ ἐνεργήματα δυνάμεων, ἄλλῳ
διάκρισις πνευμάτων, πάντα δέ, ἔφη, τὸ ἓν καὶ τὸ αὐτὸ
Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Δόξα τῷ
διὰ πάντων τῶν προφητῶν προμηνύοντι ταῦτα Θεῷ εἰς τοὺς
αἰῶνας. Ἀμήν.
[5.151] Οὗτος Ἀβδιοὺ ὁ πέμ-
πτος, φησί, καὶ αὐτὸς ἀξιωθεὶς
προειπεῖν περὶ τοῦ κατὰ Χρι-
στὸν μυστηρίου οὕτως· «Διότι
ἐγγὺς ἡμέρα Κυρίου ἐπὶ πάντα
τὰ ἔθνη.» Εἴρηται μὲν κατὰ
τὸ πρόχειρον περὶ τῶν Σκυ-
θῶν, τουτέστι τοῦ Γὼγ καὶ τοῦ
Μαγώγ, κυριώτερον δὲ ἁρμό-
ζει ἐπὶ τοῦ Δεσπότου Χριστοῦ·
ἐπιφέρει γὰρ μετ' ὀλίγα· «Ἐν
δὲ τῷ ὄρει Σιὼν ἔσται ἡ σω-
τηρία.»
[5.151.? Παραγραφή
[5.151.15] Καὶ οὗτος πάλιν ἐγγὺς εἶναι
ἡμέραν Κυρίου σωτηριώδη ἐν
τῇ Σιών, καὶ ἐπὶ πάντα τὰ
ἔθνη, διαρρήδην κηρύττει.
Δόξα τῷ Θεῷ εἰς τοὺς αἰῶ-
νας. Ἀμήν.
[5.152] Οὗτος Ἰωνᾶς ἕκτος, ὃς οὐ διὰ λόγων, ἀλλ' ἔργῳ καὶ
τύπῳ προεμήνυσε τὴν ἀνάστασιν τοῦ Χριστοῦ· φησὶ γὰρ ὁ
Κύριος· «Ὥσπερ Ἰωνᾶς ἔμεινεν ἐν τῇ κοιλίᾳ τοῦ κήτους
τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ
ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς
νύκτας.» Ὥσπερ γὰρ τὸ κῆτος ἀδιάφθορον ἐξήμεσε τὸν
Ἰωνᾶν, οὕτως καὶ ὁ τάφος τὸν Δεσπότην Χριστὸν ἐξήμεσεν
εἰς κρείττονα ζωήν.
[5.152.? Παραγραφή
[5.152.10] Καὶ οὗτος τὸν τάφον καὶ τὴν παράδοξον ἀνάστασιν καὶ
ἀφθαρσίαν ὡς ἐν τύπῳ δι' ἔργων προεμήνυσε τοῦ Δεσπότου
ἡμῶν Χριστοῦ, δι' οὗ καὶ ἡ ἀνάστασις καὶ ἡ ἀνακεφαλαίωσις
πάντων ἀνθρώπων οἰκονομεῖται. Δόξα τῷ ταῦτα ποιοῦντι
Θεῷ. Ἀμήν.
[5.153] Οὗτος Ναοὺμ ἕβδομος
ἠξιώθη καὶ αὐτὸς προειπεῖν
περὶ τῆς ἀναστάσεως τοῦ
Δεσπότου Χριστοῦ, καί φησιν·
«Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς
σου, ἀπόδος τῷ Κυρίῳ τὰς
εὐχάς σου, διότι οὐ μὴ προ-
σθῶσιν ἔτι τοῦ διελθεῖν διὰ
σοῦ εἰς παλαίωσιν· συντετέλε-
σται, ἐξῆρται· ἀνέβη ἐμφυσῶν
εἰς πρόσωπόν σου, ἐξαιρούμε-
νός σε ἐκ θλίψεως.»
[5.153.? Παραγραφή
[5.153.14] Πῶς καὶ οὗτος συμφώνως
χαίρειν παρεγγυᾷ περὶ τῆς
κατὰ Χριστὸν καὶ τῆς ἡμε-
τέρας ἀναστάσεως, τὸ ἀπα-
λαίωτον ἡμῶν προσημαίνων,
τουτέστι τὴν ἀφθαρσίαν καὶ
τὴν ἀθανασίαν. Δόξα τῷ Θεῷ.
Ἀμήν.
[5.154] Οὗτος Ἀμβακοὺμ ὄγ-
δοος καὶ αὐτὸς ἀξιωθεὶς εἰπεῖν
περὶ τῆς ἀναστάσεως τοῦ Χρι-
στοῦ οὕτως· «Ἴδετε, οἱ κατα-
φρονηταί, καὶ ἐπιβλέψατε καὶ
θαυμάσατε καὶ ἀφανίσθητε,
διότι ἐγὼ ἔργον ἐργάζομαι ἐν
ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ
πιστεύσητε, ἐάν τις ἐκδιηγῆ-
ται.» Ταύτην τὴν χρῆσιν
ἁρμοδίως ὁ Παῦλος ἐπὶ τῆς
ἀναστάσεως τοῦ Δεσπότου
Χριστοῦ ἐξέλαβεν ἐν Ἀντιο-
χείᾳ τῆς Πισιδίας.
[5.154.? Παραγραφή
[5.154.16] Ὁμοίως καὶ οὗτος παράδοξα
καὶ ἄπιστα τοῖς ἀνθρώποις,
μάλιστα τοῖς καταφρονηταῖς,
πράγματα, δηλονότι περὶ ἀνα-
στάσεως, ἐπαγγέλλεται προση-
μαίνειν. Δόξα τῷ Θεῷ. Ἀμήν.
[5.155] Οὗτος Σοφονίας ἔνατος
καὶ αὐτὸς ἀξιωθεὶς προφη-
τεῦσαι περὶ τοῦ Δεσπότου
Χριστοῦ, καί φησιν οὕτως·
«Ἐπιφανήσεται Κύριος ἐπ'
αὐτοὺς καὶ ἐξολοθρεύσει πάν-
τας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς
γῆς, καὶ προσκυνήσουσιν αὐτῷ,
ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ,
πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.»
Πάλιν λέγει· «Ὅτι μετα-
στρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς
γενεὰν αὐτῆς τοῦ ἐπικαλεῖσθαι
πάντας τὸ ὄνομα Κυρίου, τοῦ
δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα·
ἐκ περάτων ποταμῶν Αἰθιο-
πίας οἴσουσι θυσίας μοι.» Καὶ
πάλιν λέγει· «Χαῖρε σφόδρα,
θύγατερ Σιών, εὐφραίνου καὶ
κατατέρπου, θύγατερ Ἱερου-
σαλήμ· περιεῖλε Κύριος τὰ
ἀδικήματά σου λελύτρωσαι ἐκ
χειρὸς ἐχθρῶν σου· βασιλεὺς
Ἰσραὴλ ὁ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ ἔτι.» Ἅπερ
πάντα κυριώτερον ἐπὶ τοῦ Δεσπότου Χριστοῦ ἁρμόζει.
[5.155.? Παραγραφή
[5.155.27] Καὶ οὗτος τὴν ἐπιφάνειαν τοῦ Κυρίου καὶ τῶν εἰδώλων τὴν
καθαίρεσιν καὶ τῶν ἐθνῶν τὴν πρὸς τὸν Θεὸν διὰ τοῦ Χριστοῦ
ἐπιστροφὴν πρόδηλός ἐστι σημαίνων.
[5.156] Οὗτος Ἀγγαῖος δέκα-
τος ἠξιώθη καὶ αὐτὸς προειπεῖν
περὶ τοῦ Δεσπότου Χριστοῦ,
ὡς εἰς πρόσωπον Ζοροβάβελ,
τὰ ἁρμόζοντα τῷ Δεσπότῃ
Χριστῷ, λέγων· «Καὶ θήσο-
μαί σε σφραγῖδα, διότι σὲ
ᾑρετισάμην, λέγει Κύριος παν-
τοκράτωρ», καθάπερ καὶ
Ἰωάννης ὁ εὐαγγελιστὴς λέγει·
«Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφρά-
γισεν ὁ Θεός.»
[5.157] Οὗτος ὁ ναός ἐστιν ὁ ὑπὸ Ζοροβάβελ κτισθεὶς μετὰ
τὴν ἐπάνοδον, περὶ οὗ ὁ Ζαχαρίας λέγει· «Αἱ χεῖρες Ζοροβά-
βελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ αἱ χεῖρες αὐτοῦ
ἐπιτελέσουσιν αὐτόν», περὶ οὗ καὶ οἱ Ἰουδαῖοι τῷ Κυρίῳ
ἔλεγον· «Ἐν τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς
οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;»
[5.157.? Παραγραφή
[5.157.8] Καὶ οὗτος εἰς πρόσωπον Ζοροβάβελ τὰ κατὰ τὸν Δεσπότην
Χριστὸν προμηνύει, δι' οὗ γίνεται πάντων τῶν ἐθνῶν ἡ
σωτηρία.
[5.158] Οὗτος Ζαχαρίας ἑνδέ-
κατος καὶ αὐτὸς ἀξιωθεὶς
προειπεῖν περὶ τῆς ἐλεύσεως
τοῦ Χριστοῦ, λέγων οὕτως·
«Χαῖρε σφόδρα, θύγατερ
Σιών· κήρυσσε χαράν, θύγατερ
Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς
[5.158.8] σου ἔρχεται, δίκαιος καὶ σῴ-
ζων, αὐτὸς πραῢς καὶ ἐπιβεβη-
κὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον
νέον.» Ὑπερβολικῶς μὲν εἰς
τὸν Ζοροβάβελ εἴρηκε ταύτην
τὴν χρῆσιν, τὴν δὲ ἔκβασιν κυ-
ρίως ἔσχεν ἐπὶ τοῦ Δεσπότου
Χριστοῦ. Ἔτι λέγει· «Καὶ ἐρῶ
πρὸς αὐτόν· Τί αἱ πληγαὶ αὗται
αἱ ἀναμέσον τῶν χειρῶν σου;
Καὶ ἐρεῖ· Ἃς ἐπλήγην ἐν τῷ
οἴκῳ τῶν ἀγαπητῶν μου»,
καὶ μετ' ὀλίγα πάλιν· «Πατά-
ξω τὸν ποιμένα, καὶ διασκορ-
πισθήσονται τὰ πρόβατα τῆς
ποίμνης.» Ταύτης τῆς χρή-
σεως μέμνηται καὶ ὁ Κύριος ἐν τῷ καιρῷ τοῦ πάθους, ὅτε
ἤμελλε παραδίδοσθαι, εἰς ἑαυτὸν αὐτὴν εἰρῆσθαι εἰρηκώς.
[5.158.? Παραγραφή
[5.158.27] Οὐδὲν ξένον καὶ οὗτος τῶν αὐτῶν τοῖς ἄλλοις ἔχεται λέγων,
τὴν ἔλευσιν προμηνύων τοῦ Δεσπότου Χριστοῦ, ὅστις ἐν
ἑαυτῷ ἔδειξε καὶ τῆς δευτέρας καταστάσεως τὴν ἀρχήν.
Δόξα τῷ τῶν ὅλων Θεῷ εἰς τοὺς αἰῶνας. Ἀμήν.
[5.159] Οὗτος Μαλαχίας δω-
δέκατος καὶ αὐτὸς προφητεύειν
ἀξιωθεὶς περὶ τῶν κατὰ τὴν
οἰκονομίαν τοῦ Δεσπότου Χρι-
στοῦ· λέγει δὲ καὶ αὐτὸς
οὕτως· «Διότι ἀπὸ ἀνατολῶν
ἕως δυσμῶν τὸ ὄνομά μου
δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ
ἐν παντὶ τόπῳ θυμίαμα προ-
σάγεται τῷ ὀνόματί μου καὶ
θυσία καθαρά, διότι μέγα τὸ
ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει
Κύριος παντοκράτωρ.» Καὶ
πάλιν λέγει· «Ἰδοὺ ἐγὼ ἐξα-
ποστελῶ τὸν ἄγγελόν μου καὶ
ἐπιβλέψεται ὁδὸν πρὸ προσώ-
που σου.» Ταύτην δὲ τὴν
χρῆσιν καὶ ὁ Κύριος εἰς ἑαυτὸν
ἐξέλαβε καὶ εἰς τὸν Βαπτιστὴν
Ἰωάννην.
[5.160] Ἔτι λέγει ὁ
αὐτὸς προφήτης· «Καὶ ἀνατε-
λεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ
ὄνομά μου ἥλιος δικαιοσύνης
καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· καὶ ἐξελεύσεσθε καὶ
σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα καὶ κατα-
πατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν
ὑμῶν ἐν τῇ ἡμέρᾳ, ἣν ἐγὼ ποιῶ, λέγει Κύριος παντοκράτωρ·
καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν
ἡμέραν Κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ», καθὼς εἶπεν
ὁ Κύριος τοῖς Ἰουδαίοις ὅτι· Ἐὰν θέλητε, δέξασθε περὶ
Ἰωάννου τοῦ Βαπτιστοῦ, «αὐτός ἐστιν Ἠλίας ὁ μέλλων
ἔρχεσθαι.» Λοιπὸν ἐπὶ τοὺς τέσσαρας τοὺς μεγάλους
βαδιοῦμεν πληρώσαντες σὺν Θεῷ τοὺς δώδεκα.
[5.160.? Παραγραφή
[5.161] Ἀλλὰ καὶ οὗτος οὐ ξένα, ἀλλ' ὅμοια τοῖς ἄλλοις
ἕνδεκα, τὰ διὰ τοῦ Χριστοῦ ἐσόμενα προεμήνυσε, καὶ τὴν
μεγάλην πάλιν καὶ ἐπιφανῆ τοῦ Κυρίου ἡμέραν, ἐν ᾗ προπέμψει
καὶ τὸν Θεσβίτην Ἠλίαν, φησίν, ἔτι περιόντα. Δόξα τῷ τὰ
πάντα κτίσαντι Θεῷ καὶ πάλιν ἀνακτίζοντι. Ἀμήν.
[5.161.? Τὸ κείμενον
[5.162] Πάντες μὲν οἱ προφῆται προεφήτευον καὶ ὑπεμίμνῃ-
σκον τοὺς Ἰουδαίους περὶ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ, ὧν
πρὸς τοὺς πατέρας ἐποιήσατο, ὅπως πάντα τὰ ἔθνη εὐλογεῖν
ὑπέσχετο ἐν τῷ σπέρματι τοῦ Ἀβραὰμ διὰ τῆς κατὰ τὸν
Δεσπότην Χριστὸν οἰκονομίας, καὶ ὅπως ἐλυτρώσατο αὐτοὺς
ὁ Θεὸς πρώην ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων μετὰ βραχίονος
ὑψηλοῦ καὶ δέδωκεν αὐτοῖς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ
ὅπως καὶ αἰχμάλωτοι εἰς Βαβυλῶνα ὑπὸ Ναβουχοδονόσορ
ἀπαχθήσονται καὶ πάλιν ἐνδόξως ἐπανήξουσι, καὶ πάλιν
πείσονται κακὰ ὑπὸ Ἀντιόχου καὶ τῶν πέριξ ἐθνῶν, καὶ ὅπως
καὶ τούτων δυνάμει θείᾳ περιγενήσονται, καὶ τότε ὁ προσδο-
κώμενος ἐκ τοῦ σπέρματος Ἀβραὰμ ἥξει ἐπὶ σωτηρίᾳ παντὸς
τοῦ κόσμου κατὰ τὰς ἄνωθεν ἐπαγγελίας. Τοῦτο τὸ ἔργον
τῶν προφητῶν.
[5.163] Τινὲς μὲν οὖν ἐξ αὐτῶν ἑαυτοῖς συνέγραψαν τὰς ἰδίας
βίβλους, οἷον ὁ Δαυῒδ συνθεὶς τὴν βίβλον τῶν ψαλμῶν, καὶ
Δανιὴλ ἐν τῇ αἰχμαλωσίᾳ κελευσθεὶς γράψαι ἅπερ αὐτῷ δι'
ὁράσεων ἀπεκαλύφθη, ἢ καὶ ἄλλοι τινές. Οἱ δὲ λοιποὶ οὐχ
ἑαυτοῖς συνέγραφον, ἀλλὰ γραμματεῖς ἦσαν ἐν τῷ ἱερῷ, οἳ
ἔγραφον ἑκάστου προφήτου, ὡς ἐπὶ ἡμερολογίου, λόγον. Καὶ
ἡνίκα ἀπεστέλλετο ὑπὸ Θεοῦ προφήτης κηρῦξαι ἢ περὶ
Ἱερουσαλὴμ ὅτι μέλλει αἰχμαλωτίζεσθαι, ἢ περὶ Σαμαρείας,
ἢ περὶ ἑτέρων τόπων, ἢ περὶ τῆς ἐπανόδου, ἢ περὶ Ἀντιόχου,
ἢ περὶ τῶν πέριξ ἐθνῶν, ἢ περὶ αὐτοῦ τοῦ Δεσπότου Χριστοῦ,
καθ' ἣν ἡμέραν προεφήτευεν, ἔγραφον ἐν τῷ λόγῳ τοῦ προφή-
του ἐκείνου ὃ ἐκήρυττε περὶ ἑνὸς πράγματος· καὶ πάλιν μετὰ
καιρόν, εἰ ἐκήρυξε περὶ ἑτέρου πράγματος, πάλιν ἔγραφον
ὑποτάσσοντες εἰς τὸν αὐτοῦ λόγον, ὡς ἀρχὴν κεφαλαίου
ποιούμενοι ὃ ἐκήρυττε, καὶ οὕτως πᾶσαν τὴν βίβλον αὐτοῦ
συνετίθεσαν.
[5.164] Ὅθεν ἔστιν εὑρεῖν ἐν ταῖς αὐτῶν βίβλοις
κεφάλαιον ἁρμόζον εἰς τὴν αἰχμαλωσίαν Βαβυλῶνος, ἢ εἰς τὴν
ἐπάνοδον, καὶ εὐθέως περὶ Χριστοῦ ἕτερον, καὶ αὖθις πάλιν
περὶ τῆς αἰχμαλωσίας καὶ τῆς ἐπανόδου λέγοντα, καὶ ἁπλῶς
εἰπεῖν, ἐὰν μὴ παρατετηρημένως τις ἀναγνῷ, συγκεχυμένα τὰ
πλεῖστα εὑρήσει. Οὐ μόνον δέ, ἀλλὰ καὶ αἱ Βασιλεῖαι τούτῳ
τῷ τρόπῳ ἐν τῷ ἱερῷ ἐγράφησαν κατὰ μέρος, ἐν τῷ καιρῷ
τοῦ Σαοὺλ τὰ ἕως τοῦ Σαούλ, ἐν τῷ καιρῷ τοῦ Δαυῒδ τὰ ἕως
τοῦ Δαυΐδ, ὁμοίως καὶ τὰ ἑκάστου βασιλέως κατὰ τὸν ἴδιον
καιρὸν ἐγράφοντο. Ὁμοίως ἔγραφον καὶ ἐν τοῖς σκρινίοις
τῶν βασιλέων, ἃς καλοῦμεν Παραλειπομένας. Τὴν δὲ Πεντά-
τευχον Μωϋσῆς ἔγραψεν, ἱστορίαν προγεγονότων καὶ γινο-
μένων καὶ ἐσομένων. Ἰησοῦς πάλιν τὴν ἰδίαν βίβλον· τοὺς
Κριτὰς πάλιν ἐν τῷ ἱερῷ, ἤγουν ἐν τῇ σκηνῇ· ὁμοίως καὶ τὴν
Ῥούθ. Σολομῶν πάλιν τὰ ἴδια ἔγραψε, τάς τε Παροιμίας καὶ
τὰ Ἄισματα καὶ τὸν Ἐκκλησιαστήν· σοφίας γὰρ χάριν
εἰληφὼς παρὰ Θεοῦ, καὶ πάντα ἄνθρωπον νουθετῶν σοφῶς
ἀναστρέφεσθαι ἐν τῷδε τῷ βίῳ, προφητείας χάριν οὐκ εἰλήφει.
[5.165] Ὅσους οὖν εὕρομεν προφητείας ἀξιωθέντας εἰπεῖν
περὶ τοῦ Δεσπότου Χριστοῦ, ἐτάξαμεν. Ἔτι δὲ γράφομεν καὶ
περὶ τῶν ἄλλων τεσσάρων προφητῶν, ὅσα ἠξιώθησαν προει-
πεῖν περὶ τῆς κατὰ τὸν Δεσπότην Χριστὸν οἰκονομίας, ἐν ᾗ
ἀφορᾷ πᾶς ὁ σκοπὸς τῆς θείας Γραφῆς. Προφέρομεν τοίνυν
πρῶτον τὸν μεγαλοφωνότατον Ἡσαΐαν, ὃς καὶ τύπῳ καὶ λόγῳ
ἠξιώθη ἰδεῖν καὶ προειπεῖν περὶ τοῦ κατὰ Χριστὸν μυστηρίου.
[5.165.? ΗΣΑΙΑΣ
[5.166] Οὗτος ὁ μέγας Ἡσαΐας, ὁ υἱὸς τοῦ Ἀμώς, ὃς τύπῳ
μὲν προεῖδε τὰ κατὰ τὸ μυστήριον τοῦ Χριστοῦ, ὅτε εἶδε
«τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ
Σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ
ἓξ πτέρυγες τῷ ἑνί», ἑαυτὰ κατακαλύπτοντα, «καὶ ἔκραζον
ἕτερος πρὸς τὸν ἕτερον· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ,
πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.» Ἐπὶ τούτοις ἀπεστάλη
ἓν τῶν Σεραφεὶμ καὶ ἔλαβε τῇ λαβίδι ἄνθρακα ἀπὸ τοῦ
θυσιαστηρίου καὶ ἥψατο τῶν χειλέων αὐτοῦ λέγων· «Τοῦτο
ἀφελεῖ τὰς ἀνομίας σου», σαφῶς διὰ τῆς ὄψεως τῆς δειχθεί-
σης καὶ τοῦ ὕμνου καὶ τοῦ τύπου διδαχθεὶς προμηνῦσαι τὸ
κατὰ Χριστὸν μυστήριον.
[5.167] Ἔτι δὲ πάλιν καὶ λόγῳ φησὶν
οὕτως· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς
ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος.» Ταύτην τὴν χρῆσιν
ὁ εὐνοῦχος Αἰθίοψ ἀναγνοὺς τὸν Φίλιππον παρεκάλει ἑρμη-
νευθῆναι αὐτῷ αὐτήν, ὃς τάχιστα περὶ τοῦ Δεσπότου Χριστοῦ
αὐτῷ αὐτὴν ἑρμήνευσεν εἰρῆσθαι ὑπὸ τοῦ προφήτου.
Εἶτα πάλιν λέγει· «Ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς
φέρειν μαλακίαν». Καὶ πάλιν· «Ὅτι ἀνομίαν οὐκ ἐποίησεν,
οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· καὶ Κύριος βούλεται
καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς καὶ δεῖξαι αὐτῷ φῶς.»
Καὶ πάλιν· «Οὕτως λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς τὰ
[5.167.12] θεμέλια Σιὼν λίθον πολυτελῆ, ἀκρογωνιαῖον, ἔντιμον εἰς τὰ
θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ.»
Καὶ πάλιν· «Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ
καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι.»
Καὶ πάλιν· «Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με.»
Τοῦτο ἀναγνοὺς ὁ Κύριος ἐν τῇ συναγωγῇ τοῖς σάββασιν
εἶπεν· «Ἀμὴν λέγω ὑμῖν, σήμερον ἐπληρώθη ἡ Γραφὴ αὕτη
ἐν τοῖς ὠσὶν ὑμῶν.»
[5.167.? Παραγραφή
[5.168] Καὶ οὗτος ὁ μεγαλοφωνότατος Ἡσαΐας καὶ διὰ λόγων
καὶ διὰ ὀπτασιῶν προεμήνυσε τοῖς ἀνθρώποις καὶ τὴν τῆς
ἁγίας Τριάδος, τουτέστι τοῦ ἑνὸς Θεοῦ, ὁμολογίαν καὶ τῆς
ἀνθρωπείας φύσεως τὴν ἀνάστασιν, ἅπερ νῦν καὶ ἡ Ἐκκλησία
τοῦ Θεοῦ πρεσβεύει. Δόξα τῷ πάντοτε οἰκονομοῦντι σοφῶς
τὸ ἀνθρώπειον γένος.
[5.169] Οὗτος Ἱερεμίας ἀξιω-
θεὶς καὶ αὐτὸς προειπεῖν περὶ
τοῦ κατὰ Χριστὸν μυστηρίου,
λέγων οὕτως· «Καὶ ἔλαβον τὰ
τριάκοντα ἀργύρια τὴν τιμὴν
τοῦ τετιμημένου, ὃν ἐτιμή-
σαντο ἀπὸ υἱῶν Ἰσραήλ, καὶ
ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ
κεραμέως, καθὰ συνέταξέ μοι
Κύριος.» Ταύτης δὲ τῆς
χρήσεως καὶ ὁ εὐαγγελιστὴς
μέμνηται Ματθαῖος πληρωθεί-
σης ἐν καιρῷ τοῦ πάθους. Πά-
λιν λέγει ὁ αὐτὸς προφήτης·
«Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει
Κύριος, καὶ διαθήσομαι τῷ
οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ
Ἰούδα διαθήκην καινήν, οὐ
κατὰ τὴν διαθήκην, ἣν ἐποίη-
σα τοῖς πατράσιν αὐτῶν, ἐν
ἡμέρᾳ ἐπιλαβομένου μου τῆς
χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐ-
τοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι
αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα
αὐτῶν, φησὶ Κύριος· ὅτι αὕτη ἡ διαθήκη μου, ἣν δια-
θήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ
Κύριος, διδοὺς νόμους μου ἐπὶ διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίαν
αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν καὶ
αὐτοὶ ἔσονταί μοι εἰς λαόν. Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν
ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ λέγων· Γνῶθι
τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως
μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ
τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. »Καὶ ταύτης
μέμνηται ὁ Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ.
[5.169.? Παραγραφή
[5.170] Καὶ οὗτος ὁμοίως τὰ κατὰ τὸν Δεσπότην Χριστὸν
προμηνύει, ὅστις ἀρχηγός ἐστι τῆς δευτέρας καταστάσεως·
σαφέστερον γὰρ καὶ πρώτην καὶ δευτέραν κατάστασιν προμη-
νύει, ἥτις δευτέρα ἀρχὴν ἔσχεν ἐπὶ τοῦ Δεσπότου Χριστοῦ.
Δόξα τῷ Θεῷ εἰς τοὺς αἰῶνας. Ἀμήν.
[5.170.? ΙΕΖΕΚΙΗΛ
[5.171] Οὗτος Ἰεζεκιὴλ ἐν Βαβυλῶνι προφητεύων καὶ αὐτὸς
ἠξιώθη προειπεῖν περὶ τῆς κατὰ Χριστὸν οἰκονομίας, καί
φησι· «Καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν
καὶ καθαριῶ αὐτούς· καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι
αὐτοῖς εἰς Θεόν· καὶ ὁ δοῦλός μου Δαυῒδ ἄρχων ἐν μέσῳ
αὐτῶν, καὶ ποιμὴν εἷς ἔσται πάντων, ὅτι ἐν τοῖς προστάγμασί
μου πορεύσονται.» Καὶ πάλιν λέγει· «Καὶ εἶπε πρός με·
Τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς
ἀνατολάς, καὶ κατέβαινεν ἐπὶ τὴν Ἀραβίαν καὶ ἤρχετο ἕως
ἐπὶ τὴν θάλασσαν, ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς, καὶ ὑγιάσει τὰ
ὕδατα, καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζῴων τῶν ἐκζεόντων καὶ ἐπὶ
πάντα, ἐφ' ἃ ἂν ἐπέλθῃ ἐκεῖ ὁ ποταμός, ζήσεται.»
[5.171.? Παραγραφή
[5.172] Καὶ οὗτος ὅμοια τοῖς ἄλλοις αἰνίττεται προμηνύων τῆς
δευτέρας ἡμῶν καταστάσεως τὸν ἀρχηγὸν καὶ τὴν πολιτείαν.
Δόξα τῷ τὰ πάντα σοφῶς οἰκονομοῦντι Θεῷ. Ἀμήν.
[5.172.? ΔΑΝΙΗΛ
[5.173] Οὗτος Δανιὴλ ἐν Βαβυλῶνι προφητεύων καὶ αὐτὸς
ἀξιωθεὶς προειπεῖν περὶ τοῦ Δεσπότου Χριστοῦ, καί φησιν
οὕτως· «Καὶ γνώσει καὶ συνήσεις· Ἀπὸ ἐξόδου λόγου τοῦ
ἀποκριθῆναί σοι καὶ τοῦ οἰκοδομηθῆναι Ἱερουσαλὴμ ἕως
χριστοῦ ἡγουμένου, ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα
δύο», καὶ τὰ λοιπά. Καὶ πάλιν· «Καὶ ἐτμήθη λίθος ἄνευ
χειρῶν καὶ ἐπάταξε τὴν εἰκόνα καὶ ἐγένετο ὁ λίθος ὡσεὶ
ὄρος μέγα καὶ ἐπλήρωσε τὴν γῆν.» Καὶ πάλιν· «Καὶ ἰδοὺ
μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος
καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε· καὶ αὐτῷ ἐδόθη
ἡ τιμὴ καὶ ἡ ἐξουσία», καὶ τὰ λοιπὰ ὅσα ἐρρέθη.
[5.173.? Παραγραφή
[5.174] Καὶ οὗτος σαφέστερον περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ
ἐξεῖπε, σημάνας καὶ τὸν καιρὸν καὶ τὴν προσοῦσαν αὐτῷ
ἐξουσίαν καὶ τὴν ἐκ παρθένου γέννησιν καὶ τὴν ἐξάπλωσιν τῆς
διδασκαλίας ἐν πάσῃ τῇ γῇ, ἃ καὶ σὺν Θεῷ πάντα γεγόνασι
καὶ ἔτι γενήσεται. Δόξα τῷ διὰ πάντων τῶν προφητῶν
προκαταγγείλαντι ταῦτα Θεῷ. Ἀμήν.
[5.174.? ΙΩΑΝΝΗΣ Ο ΠΡΟΔΡΟΜΟΣ
[5.174.8] 1. Ἄννα προφῆτις ἀνθομολογουμένη τῷ Θεῷ.
 2. Συμεών· (2a) «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ
ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοί-
μασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν
καὶ δόξαν λαοῦ σου Ἰσραήλ.»

 3. Ἡ ἁγία Παρθένος Μαρία· (3a) «Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακα-
ριοῦσί με πᾶσαι αἱ γενεαί.»
 4. Ἰησοῦς Χριστός· (4a) «Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου
προεκήρυξαν.»
 5. Ἰωάννης ὁ Βαπτιστής· (5a) «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν
ἁμαρτίαν τοῦ κόσμου.»
 6. Ζαχαρίας ὁ ἱερεύς· (6a) «Καὶ σύ, παιδίον, προφήτης Ὑψίστου
κληθήσῃ.»
 7. Ἐλισάβετ ἡ προφῆτις· (7a) «Καὶ πόθεν μοι τοῦτο ὅτι ἡ μήτηρ
τοῦ κυρίου μου ἦλθε πρός με;»

[5.175] Οὗτος ὁ μείζων πάντων ἀνθρώπων Ἰωάννης ὁ
Βαπτιστής, ὁ ἔτι ἐν κοιλίᾳ Πνεύματος ἁγίου πλησθεὶς καὶ
σκιρτῶν καὶ ἐπειγόμενος προδραμεῖν τοῦ Κυρίου αὐτοῦ, ὁ
μέγας ἐνώπιον τοῦ Θεοῦ, ὁ πρόδρομος τοῦ Κυρίου, ὁ ἑτοιμά-
ζων αὐτῷ λαὸν κατεσκευασμένον, ὁ τῶν προφητῶν ἀνώτερος
καὶ τῶν ἀποστόλων προγενέστερος, ὁ μέσος τῆς Παλαιᾶς καὶ
Καινῆς Διαθήκης, ὁ τελευταῖος ἐν νόμῳ καὶ τῆς Νέας ὑποδέ-
κτης, ὁ παρόντα τὸν Δεσπότην Χριστὸν πᾶσιν ὑποδεικνύς, ὁ τῇ
σκληραγωγίᾳ πάντας ἀνθρώπους ὑπεραίρων καὶ τῇ διακονίᾳ
πάντας ἀνθρώπους ὑπερβάς, ὁ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου
προελθὼν καὶ τὸν Ἠλίαν ὑπερβαίνων τῷ βαπτίζειν τὸν
Κύριον, ὁ λύχνος ὁ καιόμενος πρὸ τοῦ ἡλίου τῆς δικαιοσύνης.
Οὗτος παρόντα τὸν Κύριον ὑποδείκνυσι λέγων· «Ἴδε ὁ ἀμνὸς
τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», «ἀμνὸν»
ὡς θυόμενον καλέσας, καὶ «τὴν ἁμαρτίαν τοῦ κόσμου»
αἴροντα, ὡς ἀπαλλάττοντα τὸν κόσμον τῆς ἁμαρτίας, διὰ τῆς
ἀναστάσεως ἀφθάρτους καὶ ἀθανάτους καὶ ἀτρέπτους ἀποτε-
λῶν. Τοιαύτης διακονίας καὶ τοιούτων πραγμάτων μηνυτὴς
ἠξιώθη ὁ μέγας Ἰωάννης εἶναι.
[5.175.? Παραγραφή
[5.176] Οὗτος ὁ μείζων πάντων ἀνθρώπων Ἰωάννης, ὁ πατέρα
καὶ μητέρα συμπροφήτας κεκτημένος, ὃς οὐ μόνον τὸν
τῆς δευτέρας καταστάσεως ἀρχηγὸν παρόντα τὸν Δεσπότην
Χριστὸν ὑποδείκνυσιν, ἀλλὰ καὶ κριτὴν αὐτὸν τοῦ παντὸς
ὑποφαίνει λέγων· «Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ
διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν μὲν σῖτον εἰς
τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.»
Οὗτος πάλιν βασιλείαν οὐρανῶν προκηρύττει καὶ ὁδοποιεῖ τῷ
μετ' αὐτὸν ἐρχομένῳ καὶ ἐν ἑαυτῷ ἔργῳ δεικνύοντι τὴν
βασιλείαν τῶν οὐρανῶν, ἥτις ἐστὶ δευτέρα καὶ καινὴ κατά-
[5.176.11] στασις. Δόξα τῷ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι
παραγαγόντι Θεῷ καὶ πάλιν ἐν Χριστῷ ἀνακτίζοντι. Ἀμήν.
[5.176.? Πρόλογος περὶ τῶν ἀποστόλων
[5.177] Καθάπερ οὖν ἐπηγγειλάμεθα τοὺς ἀρχαίους ἀνθρώπους
δεῖξαι καὶ τοὺς προφήτας πάντας περὶ τοῦ κατὰ Χριστὸν
μυστηρίου προειρηκότας, καὶ ὅτι πάντες ἀπὸ τοῦ πρωτο-
πλάστου Ἀδὰμ μέχρι Ἰωάννου τοῦ Βαπτιστοῦ εἰς τὴν μέλ-
λουσαν κατάστασιν ἀφορῶσι, τοῦτο πεποιήκαμεν, ὅπερ καὶ
ὁ Δεσπότης Χριστὸς καὶ οἱ τούτου μαθηταὶ καὶ ἀπόστολοι
διαρρήδην λοιπὸν ἐκήρυξαν, ὡς ἔστι τις μέλλουσα κατάστασις
κρείττων τῆς ἐνταῦθα πολύ, ἣν ἐν ἑαυτῷ πρῶτος ἡμῖν ἔδειξεν
ὁ Δεσπότης Χριστὸς ἀναστὰς ἐκ τῶν νεκρῶν καὶ εἰς οὐρανὸν
ἀνεληλυθώς, ἣν καὶ οἱ πρῶτοι σκότῳ τινὶ ἐμήνυσαν καὶ οἱ
μετὰ ταῦτα σαφῶς διαγγέλλουσι, καὶ ὅτι οὐδεὶς αὐτῶν ποτε
οὔτε τῶν νεωτέρων, οὔτε τῶν ἀρχαίων, ἑτέραν ποτὲ κατά-
στασιν, ἢ πρεσβυτέραν ἢ μεταγενεστέραν τούτων τῶν δύο,
ἐκήρυξαν ἢ ἐφαντάσθησαν, ἀλλ' ὅτι ἀρξάμενος ὁ Θεὸς ποιῆσαι
τὴν κτίσιν πᾶσαν τὰς δύο ταύτας μόνον καταστάσεις ἐποίησε,
ταύτην πρῶτον ὁρίσας πολιτεύεσθαι, εἶθ' οὕτως τὴν μέλλου-
σαν, εἰς ἣν ἀφορᾷ πᾶς ὁ σκοπὸς τοῦ Θεοῦ καὶ τῶν προφητῶν
αὐτοῦ.
[5.178] Αἰσχυνέσθωσαν τοίνυν Ἕλληνες οἱ συναΐδιον τῷ Θεῷ
τὸν κόσμον ὑποτιθέμενοι καὶ προβιοτὴν καταγγέλλοντες καὶ
ἀνάστασιν σωμάτων ἀθετοῦντες. Αἰσχυνέσθωσαν καὶ οἱ
τούτων ἐπακόλουθοι, οἱ χριστιανίζειν μὲν δοκοῦντες, τῷ δὲ
ἔργῳ τὰ τῶν Ἑλλήνων φρονοῦντες, οἱ λέγοντες σφαιροειδῆ
εἶναι τὸν οὐρανόν. Οὐδὲν γὰρ ἕτερον καὶ αὐτοὶ λέγουσιν, ὧν
οἱ Ἕλληνες καταγγέλλουσιν, ἀεὶ τὸν κόσμον οὕτως ἐν φθορᾷ
τῶν σωμάτων εἶναι καὶ ἀνάστασιν σωμάτων μηδέποτε
γίνεσθαι, μήτε ἑτέραν κατάστασιν. Αἰσχυνέσθωσαν μανι-
χαῖοι καὶ μαρκιωνισταὶ τὰς σάρκας ἀποβαλλόμενοι καὶ
πονηρᾶς ἀρχῆς αὐτὰς ποιήματα καταγγέλλοντες.
[5.179] Αἰσχυνέσθωσαν πάντες ὅσοι ἀθετοῦσι τὴν ἡμετέραν
σάρκα καὶ ὅσοι ἀθετοῦσι τὰς ἡμετέρας ψυχὰς σὺν τῷ νοῒ
αὐτῶν, τουτέστιν Εὐτυχής, Ἄρειος, Ἀπολλινάριος, καὶ
πάντες οἱ κατ' αὐτούς. Αἰσχυνέσθωσαν πάντες οἱ αἱρετικοὶ οἱ
μὴ ὁμολογοῦντες ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσι γνωριζό-
μενόν τε καὶ προσκυνούμενον, ποιητὴν οὐρανοῦ καὶ γῆς
ὑπάρχοντα, καὶ τῆς ἡμετέρας σαρκὸς τὴν ἀνάστασιν. Αἰσχυ-
νέσθωσαν Σαμαρεῖται μήτε τῆς ἡμετέρας σαρκὸς ἀνάστασιν
ὁμολογοῦντες, μήτε ἄγγελον, μήτε πνεῦμα. Αἰσχυνέσθωσαν
τῶν Ἰουδαίων οἱ ἄπιστοι οἱ τὸν προσδοκώμενον μὴ δεξάμενοι,
μήτε χριστιανικὴν ἀνάστασιν ὁμολογοῦντες, ἀλλὰ τοιαύτην
οἵαν νῦν πολιτευόμεθα «γαμοῦντες καὶ γαμιζόμενοι».
[5.180] Εὖγε δὲ εὖγε, χαρά τε καὶ ἀγαλλίασις τοῖς ὄντως
χριστιανοῖς, τοῖς πειθομένοις πάσῃ τῇ θείᾳ Γραφῇ, Παλαιᾷ
τε καὶ Καινῇ Διαθήκῃ, τοῖς ποδηγηθεῖσιν ἐκ τοῦ νόμου καὶ
πιστεύσασι Χριστῷ καὶ πᾶσιν οἷς ἐκήρυξε καὶ ἔτι λέγοντι·
«Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου προεκήρυξαν»,
καί· «Ἀπὸ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἡ βασιλεία
τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν»,
ἵνα εἴπῃ ὅτι· Ὅσοι ἑαυτοὺς βιάζονται καὶ πολιτεύονται
δικαίως καὶ μὴ ταῖς ἰδίαις ἐννοίαις ἐξακολουθοῦσιν, ἀλλὰ τῷ
Θεῷ πιστεύουσιν, ἐκεῖνοι ταύτης τυγχάνουσιν.
[5.181] Ἀμέλει καὶ ἡ μήτηρ Ἰωάννου καὶ Ἰακώβου αἰτησα-
μένη τὸν Κύριον ἕνα ἐκ δεξιῶν αὐτοῦ εἶναι καὶ ἕνα ἐξ εὐωνύ-
μων ἐν τῇ βασιλείᾳ, ἀπεκρίνατο αὐτῇ ὅτι· «Οὐκ ἔστιν ἐμὸν
τοῦτο δοῦναι, ἀλλ' οἷς, φησίν, ἡτοίμασται παρὰ τοῦ Πατρός
μου», ὡσανεί· Τὸ μὲν δῶρον τοῦ Θεοῦ πᾶσιν ἐφήπλωται,
τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν καὶ γενέσθαι ἀφθάρτους καὶ
ἀθανάτους καὶ ἀτρέπτους, τὸ δὲ προτιμᾶσθαι ἑτέρων, οὐ
δῶρον τοῦτο, ἀλλ' ἑτοιμασία τοῦ Θεοῦ τοῖς καλῶς πιστεύ-
ουσι καὶ βιοῦσι. Πάλιν γὰρ λέγει ὁ Κύριος· «Δεῦτε, οἱ
εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμα-
σμένην ὑμῖν βασιλείαν», καὶ πότε ἡτοιμάσθη φησὶν «ἀπὸ
καταβολῆς κόσμου» προσειπών.
[5.182] Ὁ κοσμογράφος τοίνυν Μωϋσῆς καὶ οἱ λοιποὶ πάντες
προφῆται καὶ ἀρχαῖοι ἄνθρωποι περὶ τῶν δύο τούτων
καταστάσεων καὶ μόνον εἰπόντες καὶ ἑτέρας μὴ μνημονεύ-
σαντες, ἀλλὰ ταύτας μόνας προκηρύξαντες καὶ συγγραψά-
μενοι, οὐ μόνον δέ, ἀλλὰ καὶ ὁ Κύριος παραγεγονὼς καὶ οἱ
τούτου μαθηταί, εὐαγγελισταὶ καὶ ἀπόστολοι, οὐδὲν ἕτερον
ἐκήρυξαν ἢ τὰς δύο ταύτας καὶ μόνας καταστάσεις. Τίς ἔτι
λείπεται πίστεως, ὡς ὅτι ταῦτα οὐκ εἰσὶν ἀληθῆ; Τίς οὐκ
ἐντραπήσεται τὸν ὄχλον τῶν προρρήσεων, τὰς ἐκβάσεις τῶν
προφητειῶν, τὸν ὄχλον τῶν σημείων καὶ τῶν παραδόξων καὶ
τῶν θαυμάτων, αὐτὴν τὴν πολιτείαν πάντων τῶν ἁγίων καὶ
τοῦ Δεσπότου Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλων, τὴν
συμφωνίαν τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης;
[5.183] Τίς ἐξ
αὐτῶν διεφώνησε πρὸς τοὺς ἄλλους σφαιροειδῆ τὸν οὐρανὸν
ἐξηγησάμενος, ἢ προΰπαρξιν τούτου τοῦ κόσμου ἐκήρυξεν,
ἢ ἀΐδιον εἶναι τὸν κόσμον ἀπεφήνατο, ἢ ἠθέτησε τὴν τῶν
σωμάτων ἡμῶν ἀνάστασιν, ἢ τὴν διὰ τοῦ Χριστοῦ γενομένην
οἰκονομίαν τοῦ ἀνέρχεσθαι τοὺς δικαίους ἀνθρώπους εἰς τὸν
οὐρανόν; Ἀλλὰ πάντες, ὡς ἐξ ἑνὸς θείου Πνεύματος ποδη-
γούμενοι, ταὐτὰ καὶ διὰ λόγων καὶ δι' ἔργων ἢ τύπων προεμή-
νυσαν καὶ πάντες εἰς τὴν μέλλουσαν κατάστασιν ἀφορῶσιν.
[5.184] Καὶ αὐτὸς δὲ ὁ Δεσπότης Χριστὸς ἐν Εὐαγγελίοις
δηλοῖ, ἐν οἷς μέλλουσιν ἀναστρέφεσθαι οἱ τέλειοι δίκαιοι καὶ
οἱ μέσοι καὶ οἱ ἀσεβεῖς· καὶ περὶ μὲν τῶν τελείων δικαίων, ὡς
ὅταν προσκαλῆται αὐτοὺς πρὸς ἑαυτὸν λέγων· «Δεῦτε, οἱ
εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι-
μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου,» περὶ δὲ
τῶν ἀσεβῶν, ὡς ὅταν τοῖς ἐξ εὐωνύμων λέγῃ· «Πορεύεσθε ἀπ'
ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον
τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ», ἵνα εἴπῃ· Τοῖς μὲν
δικαίοις ἄνω ἐν τῷ οὐρανῷ ἐσώτερον τούτου τοῦ ὁρωμένου
στερεώματος, τοῖς δὲ ἀσεβέσι, κάτω περὶ τὴν γῆν, ἔνθα καὶ
ὁ διάβολος κατερρίφη.
[5.185] Λοιπὸν τῶν μέσων ἀνάγκη ζητῆσαι τὸν τόπον. Λέγει
τοίνυν ἐν τῇ παραβολῇ τῶν δέκα παρθένων ὡς αἱ πέντε αἱ
φρόνιμοι εἰσῆλθον μετὰ τοῦ νυμφίου εἰς τὸν νυμφῶνα, του-
τέστιν εἰς τὸν οὐρανόν, ἐπειδήπερ καὶ τὴν παρθενίαν καὶ τὴν
ἐλεημοσύνην ἐπελέξαντο· αἱ δὲ μωραί, φησί, τὸ ἓν ἐπιλεξά-
μεναι, τοῦ δὲ ἑτέρου καταφρονήσασαι, ἔμειναν ἔξω τοῦ
νυμφῶνος, κεκλεισμένην εὑροῦσαι τὴν θύραν καὶ ἀκούσασαι·
«Ἀπέλθατε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς», οὔτε εἰσελθεῖν
συγχωρηθεῖσαι, οὔτε μετὰ τῶν ἀσεβῶν κατακριθεῖσαι, ἀλλὰ
μείνασαι ἔξωθεν τοῦ νυμφῶνος.
 Οὕτως οὖν ἕκαστος ἔχων πίστιν ὀρθὴν ἀνυπόκριτον καὶ
βίον καλὸν μετὰ παρρησίας εἰσέρχεται εἰς τὴν βασιλείαν· οἱ δὲ
ἐναντίοι οἱ μηδὲ ἓν τούτων ἔχοντες, μήτε πίστιν ὀρθήν, μήτε
βίον εὐθῆ, μετὰ τοῦ διαβόλου περὶ τὴν γῆν κατακρίνονται· οἱ δὲ
ἕνα μὲν ἔχοντες, ἕνα δὲ μὴ ἔχοντες, μέσοι τινές εἰσιν, ἔξωθεν
μένειν τοῦ νυμφῶνος κατακρινόμενοι, τουτέστι τοῦ στερεώ-
ματος.
[5.186] Τὸ δὲ εἶδος τῶν ἀγαθῶν ἢ τῶν τιμωριῶν ἀδύνατον
εἰδέναι ἡμᾶς, εἰ μὴ ἐντὸς αὐτῶν τῶν πραγμάτων γενώμεθα·
ὡς ἐν ὑποδείγματι δὲ μόνον τῶν ἐνταῦθα τιμωριῶν καὶ τῶν
ἐνταῦθα ἀγαθῶν ἐσήμανε τὰ μέλλοντα· οὐδὲ γὰρ ἐνῆν ἡμᾶς
ἄλλως ἀκοῦσαι, μήπω πεῖραν εἰληφότας καινῶν τινων πρα-
γμάτων, ἀλλ' ὅσον ἐνῆν αἰνιγματωδῶς εἰπεῖν, εἶπεν ὅτι·
«Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ,
[5.186.8] ὅστις ἐποίησε τῷ υἱῷ αὐτοῦ γάμους», τὰ πάντων ἀνώτερα
τῶν τοῦ βίου τούτου ἀγαθῶν ἐκλεξάμενος καὶ ὁμοιώσας τοῖς
ἐκεῖσε ἀγαθοῖς· ὁμοίως καὶ τὰ χείριστα, πῦρ, σκώληκα,
τάρταρον καὶ βρυγμὸν ὀδόντων, καὶ σκότος καὶ ὅσα τούτοις
παραπλήσια, ἐπειδὴ ταῦτα τῶν ἐνταῦθα τιμωρητικῶν δεινό-
τερα τυγχάνουσι, τούτοις αὐτὰ ἐξωμοίωσεν· οὔτε δὲ τὰ ἀγαθὰ
τῶν ἐκεῖ δυνατὸν ἀναλογίσασθαι, οὔτε τὰ δεινά, οὔτε τὰ
μέσα τούτων.
[5.187] Ἀλλ' ἑτέρα τις κατάστασίς ἐστι κρείττων πολὺ καὶ
λίαν πολὺ καθόλου ὑπάρχουσα τῶν ἐνταῦθα, ὥσπερ κρείττων
ὑπάρχει ὁ βίος οὗτος οὗ ὅτε ἦμεν ἐν τῇ κοιλίᾳ τῆς μητρὸς
ἡμῶν. Ἀναλογίσασθαι γὰρ δεῖ πῶς ἦμεν ἔσωθεν τῆς κοιλίας
διάγοντες, ἐν σκότῳ, ἐν αἵματι, ἐν φλέγματι, ἐν χολῇ, ἐν
βορβόρῳ, ἐν κόπρῳ, καὶ πάσῃ ἀκαθαρσίᾳ καὶ δυσωδίᾳ συμ-
φυρόμενοι καὶ ἐν πάσῃ ἀγνωσίᾳ ὑπάρχοντες, παρακύψαντες
δὲ ἐν τῷ βίῳ τούτῳ ἕτερά τινα θεωροῦμεν, ὧν τὴν πεῖραν
οὔπω παρειλήφαμεν, ἀνέσεως ἔκτασιν, ἀέρος ἀναπνοήν, ἀπό-
λαυσιν φωτὸς καλλίστου, κατασκευὴν κόσμου τεχνίτου καὶ
πανσόφου δημιούργημα, καὶ γνώσεως Θεοῦ ἐμπιπλάμενοι,
ἅπερ πάντα οὔτε εἰδέναι ἡμᾶς ἦν δυνατὸν οὔτε ἐνθυμηθῆναι
οὔτε ἀκοῦσαι οὔτε ἀπολαῦσαι ἑνὸς τούτων, ἔτι ὄντας ἐν τῇ
κοιλίᾳ.
[5.188] Οὕτως καὶ τὴν μέλλουσαν κατάστασιν καθόλου κρείτ-
τονα τυγχάνουσαν τῶν ἐνταῦθα οὐ δυνατὸν ἡμᾶς ἀναλο-
γίσασθαι, ἔτι ὄντας ἐν τούτῳ τῷ βίῳ, ἢ ἐνθυμεῖσθαι ἢ φαντα-
σθῆναι, εἰ μὴ ἐντὸς αὐτῶν τῶν πραγμάτων γενώμεθα. «Ἃ γὰρ
ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, φησί, καὶ ἐπὶ καρδίαν
ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν
αὐτόν.» Ὥσπερ τοίνυν ἐνταῦθα κοινὸν δῶρον ἅπασι κεχά-
ρισται ὁ Θεὸς τὸν ἥλιον αὐτοῦ ἀνατέλλων ἐπὶ δικαίους καὶ
ἀδίκους καὶ βρέχων ἐπ' ἀγαθοὺς καὶ πονηρούς, οὕτως καὶ ἐν
τῇ μελλούσῃ καταστάσει κοινὸν δῶρον πᾶσι χαρίζεται, ἀθανα-
σίαν καὶ ἀφθαρσίαν καὶ ζωὴν καὶ ἀτρεπτότητα· κατὰ δὲ τὰς
προτέρας πράξεις ἕκαστος ἑαυτῷ ἐφέλκεται εἴτε τὴν βασι-
λείαν, εἴτε τὴν τιμωρίαν, εἴτε ἄνοδον ἐν οὐρανῷ, εἴτε μονὴν
περὶ τὴν γῆν, εἴτε περὶ τὴν μέσην τάξιν. Πάντα δὲ αἰώνια καὶ
ἀπέραντα τυγχάνει, καὶ τὰ ἀγαθὰ καὶ τὰ τούτων χείριστα.
Καθόλου δὲ ἐκείνη ἡ κατάστασις τῆς ἐνταῦθα πολὺ καὶ πάνυ
πολὺ διενήνοχε. Πρὸς δὲ τὰ ἀγαθὰ τὰ ἡτοιμασμένα τοῖς
δικαίοις ἀντιδιαστελλόμενα τὰ τῶν ἀσεβῶν, ἐσχάτη τιμωρία
καὶ κρίσις ἀνελεὴς τυγχάνει· ἀναλογεῖ γὰρ τῇ καταστάσει
ἐκείνῃ καὶ ἡ ταύτης κρίσις καὶ τιμωρία.
[5.189] Ἔλθωμεν λοιπὸν καὶ ἐπὶ τοὺς εὐαγγελιστὰς καὶ
ἀποστόλους καὶ δείξωμεν καὶ αὐτοὺς συμφώνως τοῖς
παλαιοῖς λέγοντας ταύτας καὶ μόνας τὰς δύο καταστάσεις
παρὰ Θεοῦ γεγενῆσθαι, ταύτην πρώτην, ἐν ᾗ καὶ διάγομεν
νῦν, καὶ τὴν μέλλουσαν, εἰς ἣν πάντες οἱ χριστιανοὶ ἀφορῶ-
μεν. Διαγράψωμεν οὖν τὸν πρῶτον τῶν εὐαγγελιστῶν Ματ-
θαῖον λέγοντα περὶ τῶν τοιούτων.
[5.190] Οὗτος ὁ πρῶτος τῶν
εὐαγγελιστῶν συγγραψάμενος
Εὐαγγέλιον· εὐαγγέλιον δὲ
λέγεται ἀγαθῶν πραγμάτων
ἀγγελία. Οὗτος διωγμοῦ γενο-
μένου ἐν Ἱεροσολύμοις, ὅτε
τὸν Στέφανον ἐλιθοβόλησαν,
μέλλων καὶ αὐτὸς τὰ Ἱερο-
σόλυμα καταλιπεῖν, αἰτησάν-
των αὐτόν τινων τῶν πιστῶν
ἔγγραφον αὐτοῖς διδασκαλίαν
καταλιπεῖν, δοκιμάσας τὴν ἐν
σαρκὶ μᾶλλον ἐπὶ γῆς διατρι-
βὴν τοῦ Κυρίου ἀνεγράψατο,
εἰκόνα πολιτείας ἐναρέτου καὶ
διαγωγῆς οὐρανίου καὶ ἐνθέου
ἀναστροφῆς αὐτοὺς διδάξαι
προθέμενος. Τοῦτον οὖν τὸν
σκοπὸν ἀποσῴζων ἄρχεται
τῆς ἑαυτοῦ συγγραφῆς λέγων
οὕτως· «Βίβλος γενέσεως
Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυΐδ,
υἱοῦ Ἀβραάμ», τοῦτο λέ-
γων· Πρὸς ὑμᾶς, ὦ πιστότατοι, τὸν λόγον ποιούμενος
παραδόξου γενέσεως καὶ ἀρίστης πολιτείας καὶ διαγωγῆς
οὐρανίου καὶ καινοπρεποῦς καταστάσεως, ὑμῖν ἐκτίθεμαι
βίβλον.
[5.191] Ἐπειδήπερ πρὸς τὸν Δαυῒδ καὶ τὸν Ἀβραὰμ
ὁ Θεὸς ἐπαγγελίας ἐποιήσατο ἐνευλογεῖσθαι διὰ τοῦ σπέρ-
ματος αὐτῶν πάντα τὰ ἔθνη, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν
αἰῶνα βασιλεύειν, αὐτοῦ ἐκείνου τοῦ ἐξ αὐτῶν σπέρματος,
δι' οὗ ὁ Θεὸς τὸν κόσμον εὐλογεῖ καὶ ἀνακτίζει καὶ βασι-
λείαν αἰώνιον χαρίζεται, τὴν γένεσιν διηγοῦμαι, ὅπως ἀρχη-
γός ἐστι δευτέρας καταστάσεως καινοπρεπῶς συλληφθεὶς
καὶ τεχθεὶς καὶ ἐν πάσῃ δικαιοσύνῃ καὶ ἁγιότητι ἀναμαρτή-
τως πολιτευσάμενος.
[5.192] Ὥσπερ γὰρ ὁ πρωτόπλαστος ἄνθρωπος Ἀδὰμ ἐκ γῆς
μήπω σπαρείσης, μηδὲ γεωργηθείσης παρὰ ἀνθρώπου, δυνά-
μει θείᾳ παρήχθη, οὕτως καὶ ὁ τῆς δευτέρας καταστάσεως
ἀρχηγὸς ἐκ τῶν ἀνθρώπων, ὡς ἄν τις εἴποι, ἐκ παρθένου γῆς
ἀσπόρως, ἄνευ ἀνδρός, δυνάμει τοῦ ἁγίου Πνεύματος παρή-
χθη· καὶ ὥσπερ πάλιν τότε τὸ θῆλυ ἐκ τοῦ ἄρρενος παρῆκται,
οὕτως καὶ ἐνταῦθα τὸ ἄρρεν ἐκ τοῦ θήλεος παρῆκται· καὶ
ὥσπερ ἐκεῖνος ἡττηθεὶς ἐκ τοῦ διαβόλου τὸν θάνατον τῷ
γένει παρεισήγαγεν, οὕτω καὶ οὗτος νικήσας τὸν θάνατον ἐκ
τοῦ γένους κατήργησε καὶ τὴν ἀθανασίαν καὶ ζωὴν ἀτελεύ-
τητον τῷ γένει προσεκτήσατο.
[5.193] Ταῦτα καὶ τὰ τοιαῦτα σκοπὸν ἔχων εἰπεῖν ὁ μακα-
ρίτης Ματθαῖος ἐξέθετο τὴν ἑαυτοῦ γραφήν, ὅπως τε ἐγένετο
συλληφθεὶς ἀσπόρως ἐκ Πνεύματος ἁγίου, καὶ ὅτι προβὰς ἐν
ἡλικίᾳ ἀναμαρτήτως ἐπολιτεύσατο, τήν τε κατὰ νόμον πολι-
τείαν καὶ τὴν εὐαγγελικὴν καὶ πᾶσαν δικαιοσύνην ἐπλήρωσε.
Παραδοθεὶς δὲ καὶ τῷ πειράζοντι νικητὴς ἀπεφάνθη, ἀήττητος
διαμείνας καὶ ἔξω τοῦ σκάμματος ὑπερακοντίσας τὸν ἀντί-
παλον τῆς ἀνθρωπίνης φύσεως· εἶτα καὶ ὑπὸ τῶν Ἰουδαίων
ἐπιβουλευθεὶς καὶ παραδοθεὶς ἀδίκως εἰς θάνατον δέχεται καὶ
τοῦτον ὑπὲρ τοῦ γένους ἑκοντί, ἵν' εὐλόγως τὸ παλαιὸν
χειρόγραφον σχίσας τῷ σταυρῷ προσηλώσῃ καὶ τὸν ὑπὲρ
ἁπάντων ὀφειλόμενον θάνατον ὡς θυσία λογικὴ ἀποτίσῃ,
ἑαυτὸν ἄμωμον προσενέγκας τῷ Θεῷ· τότε λοιπὸν τριήμερος
ἀναστὰς ἐκ τῶν νεκρῶν πᾶσιν ἔδειξε τοῦ θανάτου τὴν κατά-
λυσιν καὶ χαίρειν πᾶσι παρεγγυᾷ, τοῦ θανάτου λοιπὸν τὸ
κράτος καθελών.
[5.194] Μέμνηται δὲ καὶ αὐτὸς Ματθαῖος τῆς ἀνόδου τῆς εἰς
τὸν οὐρανόν, εἰ καὶ μὴ ἐν τῷ τέλει, ἀλλ' οὖν γε ἐν αὐτῇ τῇ
συγγραφῇ, ἡνίκα λέγει περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ οὕτως·
«Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βα-
πτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας, λέγων· Μετα-
νοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν», ἵνα εἴπῃ· Τὸ
οἰκητήριον τὸ ἐν τοῖς οὐρανοῖς λοιπὸν ἕτοιμόν ἐστι, τοῦ
Χριστοῦ παραγινομένου, ἀναδείκνυσθαι· ἀλλὰ καὶ ἐν τοῖς
Μακαρισμοῖς καὶ ἐν πάσῃ τῇ συγγραφῇ μέμνηται βασιλείας
οὐρανῶν, ἐξαιρέτως δέ, ὅτε πρὸς τοὺς φαρισαίους καὶ σαδ-
δουκαίους διαλεγόμενος περὶ ἀναστάσεως ὁ Κύριός φησιν
οὕτως· «Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμί-
ζονται, ἀλλ' ὡς ἄγγελοι Θεοῦ εἰσιν ἐν τῷ οὐρανῷ.» Οὗτος
ὁ σκοπὸς τῆς συγγραφῆς τοῦ εὐαγγελιστοῦ τοῦ μακαρίου
Ματθαίου.
[5.194.? Παραγραφή
[5.195] Καὶ οὗτος οὐ τῆς Παλαιᾶς ἀλλὰ τῆς Νέας Διαθήκης
κῆρυξ, ὃς συνέγραψεν ἡμῖν πῶς τε καὶ πότε ἐτέχθη καὶ ἐκ
τίνος ὁ τῆς δευτέρας καταστάσεως ἀρχηγός, τουτέστιν ὁ
Δεσπότης Χριστός, καὶ ὅπως ἐπολιτεύθη καὶ ἀπεκτάνθη καὶ
ἀνέστη καὶ εἰς οὐρανοὺς ἀνελήλυθεν, ἔνθα ἐστὶ τῆς δευτέρας
καταστάσεως ἡ πολιτεία. Δόξα τῷ ἐξ ἀρχῆς ἑτοιμάσαντι καὶ
προκαταγγείλαντι περὶ τούτων Θεῷ καὶ νῦν πληρώσαντι καὶ
πληροῦντι. Ἀμήν.
[5.196] Οὗτος ὁ δεύτερος ὁ
ἐν Ῥώμῃ, Πέτρου ἐντειλα-
μένου αὐτῷ, Μάρκος συγγρα-
ψάμενος Εὐαγγέλιον, ὃς ἀρχὴν
τοῦ Εὐαγγελίου, ἤτοι τῆς
[5.196.6] εὐαγγελικῆς πολιτείας, τὸ βά-
πτισμα ὁρισάμενος, ὃ τύπος
ἦν τῆς ἐκ νεκρῶν ἀναστά-
σεως, δι' ἧς εἰς ἀθάνατον καὶ
ἄτρεπτον ζωὴν ἀναγεννώμεθα,
εἶτα καὶ αὐτὸς τοὺς πειρα-
σμοὺς εἰρηκὼς καὶ τὴν νίκην,
ὁμοίως καὶ τὴν ἐπιβουλὴν καὶ
τὸν θάνατον καὶ τὴν ἀνάστα-
σιν, ἐτέλεσε τὴν ἑαυτοῦ συγ-
γραφήν. Μέμνηται δὲ καὶ
αὐτὸς Ἰωάννου τοῦ Βαπτιστοῦ
κηρύττοντος ἠγγικέναι τὴν βα-
σιλείαν τῶν οὐρανῶν, ἅπερ
πάντα καὶ αὐτὸς σύμφωνα τῷ
μακαρίῳ Ματθαίῳ ἐφθέγξατο.
Εἷς γὰρ σκοπός ἐστι πάσης
τῆς θείας Γραφῆς.
[5.196.? Παραγραφή
[5.197] Καὶ οὗτος τῆς Νέας Διαθήκης κῆρυξ ὑπάρχων τὰ
αὐτὰ τῷ πρὸ αὐτοῦ ἡμῖν συνέγραψεν, ἐκ τῆς κατὰ τὸ βάπτι-
σμα ἱστορίας ἀρξάμενος, ἥτις καὶ τύπος ἐστὶ τῆς ἐκ νεκρῶν
ἀναστάσεως, λέγω δὴ τῆς καινῆς καὶ οὐρανίου πολιτείας,
ὅπως τε ἐβαπτίσθη καὶ ἐπολιτεύθη καὶ ἀπεκτάνθη καὶ ἀνέστη
καὶ εἰς οὐρανοὺς ἀνελήλυθεν, ἔνθα ἐστὶ τῆς δευτέρας καταστά-
σεως ὁ τόπος καὶ ἡ πολιτεία. Δόξα τῷ ἐξ ἀρχῆς ἑτοιμάσαντι
καὶ προμηνύσαντι περὶ τούτων Θεῷ καὶ νῦν πληρώσαντι καὶ
πληροῦντι. Ἀμήν.
[5.198] Οὗτος Λουκᾶς ὁ τρίτος
τῶν εὐαγγελιστῶν, ὃς θεωρή-
σας πολλοὺς ἐπικεχειρηκότας
ἀναγράψασθαι Εὐαγγέλια καὶ
ἐκ καρδίας πολλὰ πλαττομέ-
νους, αὐτὸς τάχιστα πρὸς τὸν
ἴδιον μαθητὴν Θεόφιλον συγ-
γράφει λόγον ἀσφαλιζόμενος
μὴ παρασυρῆναι τοῖς ἐκείνων
πλάσμασι, μηδὲ παρατραπῆναι
ὧν πρώην μεμάθηκεν· «Ἵνα
γνῷς, φησίν, ἀκριβῶς περὶ ὧν
κατηχήθης λόγων τὴν ἀσφά-
λειαν.» Διηγεῖται τοίνυν
αὐτῷ ὅσαπερ καὶ παραδεδώκει
αὐτῷ, ἀρξάμενος ἀπὸ τῆς γε-
νέσεως Ἰωάννου, τοῦτο διδά-
σκων ὅτι καὶ τοῦ Προδρόμου
ἡ γένεσις παράδοξος ἦν, εἶτα
τὴν αὐτοῦ τοῦ Δεσπότου Χρι-
στοῦ κατὰ σάρκα καὶ αὐτὴν
παραδόξως διηγησάμενος γε-
γενῆσθαι, κατὰ τὸν τοῦ προ-
λαβόντος Ματθαίου σκοπὸν εἰρηκὼς κατὰ ἀναποδισμὸν τοὺς
αὐτοῦ προγόνους, ὡς ἐκ τοῦ Δαυῒδ καὶ τοῦ Ἀβραάμ, ἔτι
τε παρατείνας, ὡς καὶ ἐκ τοῦ Ἀδὰμ ὑπάρχει, μὴ εὑρηκὼς
ὕστερόν τινα ἐπὶ τὸν Θεὸν λοιπὸν ἀνέδραμε, λέγων «τοῦ
Θεοῦ», τουτέστι τοῦ ἀρξαμένου τῆς κτίσεως κατὰ τὸν ἱερο-
φάντην Μωϋσέα καὶ ποιήσαντος τὸν πρωτόπλαστον Ἀδάμ.
[5.199] Εἶτα πάλιν καὶ αὐτὸς ὅμοια τοῖς ἄλλοις εἰρηκὼς περὶ
τοῦ βαπτίσματος καὶ τῶν πειρασμῶν, ἔτι τε καὶ τοῦ θανάτου
καὶ τῆς ἀναστάσεως, μετὰ ταῦτα καὶ ἐν αὐτῷ τῷ Εὐαγγελίῳ
καὶ ἐν ταῖς Πράξεσι τὴν ἄνοδον αὐτοῦ τὴν εἰς τὸν οὐρανὸν
ἀπαγγέλλει, καὶ ὅτι οὕτως πάλιν ἐλεύσεται, καὶ τελειοῖ καὶ
αὐτὸς τὴν ἑαυτοῦ γραφὴν εἰς ἕνα σκοπὸν ἀφορῶν, ὃν πάντες
προσδοκῶσι, τοῦτο διδάσκων καὶ τὸν ἑαυτοῦ μαθητὴν τὸν
θεοφιλῆ Θεόφιλον.
[5.199.? Παραγραφή
[5.200] Καὶ οὗτος κῆρυξ τῆς αὐτῆς Νέας Διαθήκης ὢν τὰ
αὐτὰ τοῖς ἄλλοις ἐξεῖπεν, ἀρξάμενος ἀπὸ τῆς γενέσεως τοῦ
Προδρόμου, ἐλθὼν καὶ ἐπὶ τὴν αὐτοῦ γένεσιν, εἰπὼν δὲ καὶ
τὴν κατὰ νόμον πολιτείαν, ὁμοίως καὶ τὴν εὐαγγελικήν, λέγω
δὴ βάπτισμα, θάνατον καὶ ἀνάστασιν· ἐς ὕστερον καὶ αὐτὸς
τὴν ἄνοδον τὴν εἰς τὸν οὐρανὸν κατήγγειλεν, ἔνθα ἐστὶ τὸ
τῆς δευτέρας ἡμῶν καταστάσεως κατοικητήριον. Δόξα τῷ
ἐξ ἀρχῆς ἑτοιμάσαντι καὶ προμηνύσαντι περὶ τούτων Θεῷ
καὶ νῦν πληρώσαντι καὶ πληροῦντι. Ἀμήν.
[5.201] Οὗτος πάλιν συνέγραψε τοῦ πλήθους τῆς στρατιᾶς τῶν ἀγγέ-
λων τὴν δοξολογίαν ἐπὶ τῇ γενέσει τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα
χαιρόντων καὶ ἀγαλλιώντων καὶ λεγόντων· «Δόξα ἐν ὑψίστοις Θεῷ καὶ
ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία», τὴν πάλαι κατήφειαν ἑαυτῶν,
τὴν διὰ τὸν πρωτόπλαστον ἄνθρωπον, νῦν ἀποθέμενοι καὶ χαίροντες ἐπὶ
τῇ τοῦ δευτέρου Ἀδὰμ γενέσει.

[5.202] Οὗτος Ἰωάννης, ὁ
τέταρτος τῶν εὐαγγελιστῶν,
ὁ πλείω πάντων ἀγαπώμενος
ὑπὸ τοῦ Χριστοῦ, ὁ ἐπὶ τὸ
στῆθος τοῦ Κυρίου ἀνακεκλι-
μένος, ὁ ἐκεῖθεν ὡς ἐξ ἀενάου
πηγῆς τὰ μυστήρια ἀρυσάμε-
νος, ᾧ ἐν Ἐφέσῳ διάγοντι
ἐπεδόθησαν τῶν ἑτέρων τριῶν
εὐαγγελιστῶν ὑπὸ τῶν πιστῶν
αἱ συγγραφαί, καὶ δεξάμενος
εὖ ἔχειν μὲν αὐτὰς ἀπεφή-
νατο, τινὰ δὲ ἐν αὐτοῖς παρα-
λελεῖφθαι ἔφη, ἅτινα καὶ
ἀναγκαῖον ἦν διηγήσασθαι·
καὶ παρακληθεὶς ὑπὸ τῶν πι-
στῶν ἐξέθετο καὶ αὐτὸς τὴν
ἑαυτοῦ συγγραφήν, τρόπον
τινὰ τῶν παραλελειμμένων
ἀναπλήρωσιν, οἷον περὶ τοῦ
ἐν Κανᾶ γάμου, περὶ Νικο-
δήμου, περὶ τῆς Σαμαρείτι-
δος, περὶ τοῦ βασιλικοῦ, περὶ
τοῦ ἐκ γενετῆς τυφλοῦ, περὶ Λαζάρου, περὶ τοῦ τὸν Ἰούδαν
ἀγανακτεῖν διὰ τὴν ἀλείψασαν τὸν Κύριον μύρῳ, περὶ τῶν
προσελθόντων Ἑλλήνων, περὶ τοῦ νιπτῆρος, καὶ περὶ ἑτέρων
διδασκαλιῶν ἐν μέσῳ εἰρημένων, περὶ τοῦ Παρακλήτου,
ἐξαιρέτως δὲ καὶ περὶ τῆς θεότητος τοῦ Χριστοῦ φανερῶς
κηρύξας καὶ θεμέλιον τῆς ἑαυτοῦ συγγραφῆς αὐτὸ προτάξας,
ἅπερ πάντα παραλελειμμένα τοῖς ἄλλοις ἦν.
[5.203] Ἀρξάμενος τοίνυν ἀπὸ τῆς θεότητος μετελήλυθεν
εὐθέως καὶ ἐπὶ τὴν ἀνθρωπότητα αὐτοῦ, εἰπὼν καὶ αὐτὸς ὅσα
τοῖς ἄλλοις προείρητο, βάπτισμα, πειρασμούς, θάνατον καὶ
ἀνάστασιν. Εἶτα προστίθησιν ὅσα μετὰ τὴν ἀνάστασιν
πεποίηκεν, ὡς τῶν θυρῶν κεκλεισμένων εἰσῆλθεν, ὡς ἔδειξε
τὰς χεῖρας καὶ τοὺς πόδας καὶ τὴν πλευράν, ὡς συνέφαγε καὶ
συνέπιεν αὐτοῖς, ὡς συνωδοιπόρησεν, ὡς ἐκράτει τοὺς ὀφθαλ-
μοὺς αὐτῶν τοῦ ὁρᾶν αὐτόν, ὡς, ὅτε ἠβούλετο, ἀθρόον παρε-
γίνετο καὶ ἀθρόον πάλιν ἀπελιμπάνετο, ὡς διδασκαλικῶς τῇ
Μαρίᾳ ἔλεγε· «Μή μου ἅπτου», διδάσκων διὰ τούτου ὡς τῶν
ἀθανάτων ἡ διαγωγὴ μετὰ θνητῶν οὐχ ἁρμόζει, ἀλλὰ μᾶλλον
ἐν οὐρανῷ ἐστιν ἡ διαγωγὴ αὐτῶν.
[5.204] Οὕτως γὰρ καὶ
ἐπιφέρει· «Οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου», ἔνθα
μέλλω ἀνιέναι, ἐν ᾧ ἐστι καὶ τῶν ἀθανάτων ἡ διαγωγή. Διὰ
τοῦτο καὶ ἔλεγεν αὐτῇ ἀπελθεῖν καὶ εἰπεῖν τοῖς μαθηταῖς ὅτι·
Ἀναβαίνω εἰς τὸν οὐρανόν, ἔνθα καὶ ὑμεῖς μέλλετε ἀνιέναι.
Ταῦτα πάντα συγγραψάμενος καὶ αὐτὸς ἐτέλεσε τὴν ἑαυτοῦ
γραφήν, ἕνα σκοπὸν ἔχων σὺν τοῖς ἄλλοις εὐαγγελισταῖς τοῦ
διδάξαι ὅτι ἐκ ταύτης τῆς καταστάσεως ἐπὶ τὴν μέλλουσαν
δεῖ ἀφορᾶν, πρὸς ἣν ἀφορᾷ πᾶσα ἡ θεόπνευστος Γραφή,
Παλαιά τε καὶ Καινὴ Διαθήκη.
[5.204.? Παραγραφή
[5.205] Καὶ οὗτος τῆς Νέας Διαθήκης κῆρυξ ἀναφανείς, τὰ
παραλελειμμένα τοῖς ἄλλοις εὐαγγελισταῖς συγγραψάμενος
καὶ ἀναπληρώσας τὰ λοιπὰ τοῖς ἄλλοις ὁμοίως ἐξεῖπε,
βάπτισμα, πολιτείαν, θάνατον καὶ ἀνάστασιν καὶ ἄνοδον τὴν
εἰς τὸν οὐρανόν, ἔνθα ἐστὶ τῶν ἀθανάτων καὶ δικαίων ἀνθρώ-
πων καὶ ἀγγέλων τὸ κατοικητήριον, τουτέστι τῆς δευτέρας
καταστάσεως ὁ τόπος. Δόξα τῷ ταῦτα ἑτοιμάσαντι καὶ
προμηνύσαντι καὶ ἔτι πληροῦντι. Ἀμήν.
[5.206] Οὗτος Πέτρος, ὁ κο-
ρυφαῖος τῶν ἀποστόλων, ὁ
τὰς κλεῖς τῆς βασιλείας τῶν
οὐρανῶν πιστευθείς, ὁ ἐν
ἑαυτῷ τεθεμελιωμένην ἔχων
τὴν Ἐκκλησίαν, ὁ τρίτον ἀρ-
νησάμενος καὶ τρίτον ὁμολο-
γήσας, ὁ γενναίως τὸν σταυρὸν
κατωκάρα παρακαλῶν ὑπο-
μεῖναι, καὶ οὗτος τὸν αὐτὸν
τοῖς εὐαγγελισταῖς ἀποσῴζων
σκοπὸν οὕτως ἐν ταῖς Πρά-
ξεσιν ἔφη· «Ἰησοῦν τὸν
Ναζωραῖον, ἄνδρα ἀποδεδειγ-
μένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς
δυνάμεσι καὶ τέρασι καὶ ση-
μείοις, οἷς ἐποίησε δι' αὐτοῦ
ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς
αὐτοὶ οἴδατε, τοῦτον τῇ προω-
ρισμένῃ βουλῇ καὶ προγνώσει
τοῦ Θεοῦ ἔκδοτον διὰ χειρὸς
ἀνόμων προσπήξαντες ἀνεί-
λατε, ὃν ὁ Θεὸς ἀνέστησε
λύσας τὰς ὠδῖνας τοῦ θανάτου», εἶτα παρακατιών· «Τοῦτον
τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν
μάρτυρες. Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν
[5.206.27] τοῦ Πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ Πατρὸς ἐξέχεε
τοῦτο, ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε. Οὐ γὰρ Δαυῒδ ἀνέβη
εἰς τὸν οὐρανόν· λέγει δὲ αὐτός· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ
μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου
ὑποπόδιον τῶν ποδῶν σου. Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς
οἶκος Ἰσραὴλ ὅτι Κύριον καὶ Χριστὸν ὁ Θεὸς αὐτὸν ἐποίησε,
τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.»
[5.207] Σκοπη-
τέον ἐνταῦθα, πῶς πᾶσαν τὴν ὑπόθεσιν τῶν εὐαγγελιστῶν εἰς
ὀλίγους πάνυ στίχους περιέγραψεν, εἰπὼν περὶ αὐτοῦ καὶ τὴν
θρεψαμένην ὡς ἀπὸ Ναζαρέτ, καὶ ὅτι ἀπὸ Θεοῦ ἀνὴρ τυγ-
χάνει, ὡς δεύτερος Ἀδάμ, καὶ ὅτι δι' αὐτοῦ τὰ θαύματα
εἰργάζετο ὁ Θεός, καὶ ὅτι συγχωρήσει θείᾳ ἀπεκτάνθη ὑπὸ
τῶν ἀνόμων, καὶ ὅτι ὁ Θεὸς αὐτὸν ἀνέστησεν ἀθάνατον καὶ
ἄτρεπτον-τοῦτο γὰρ ἔφη «λύσας τὰς ὠδῖνας τοῦ θανά-
του»-, καὶ ὅτι τῇ θείᾳ δυνάμει ὑπερυψωθεὶς εἰς οὐρανὸν
ἀνελήλυθε κἀκεῖθεν κατέπεμψε τὸ Πνεῦμα τὸ ἅγιον· οὐ γὰρ
ἕτερος ἀνῆλθεν εἰς τὸν οὐρανόν, ἢ Δαυΐδ, ἀλλ' αὐτὸς ὁ Κύριος,
περὶ οὗ καὶ Δαυῒδ εἶπεν· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου·
Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον
τῶν ποδῶν σου», καί· «Ἀσφαλῶς Κύριον καὶ Χριστὸν
ὁ Θεὸς αὐτὸν ἐποίησεν.»
[5.208] Ἔτι δὲ πάλιν λέγει πρὸς Κορνήλιον οὕτως· «Ἰησοῦν
τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ
καὶ δυνάμει, ὡς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς
καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ'
αὐτοῦ· καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ
χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλαν
κρεμάσαντες ἐπὶ ξύλου. Τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ
ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, οὐ παντὶ τῷ λαῷ,
ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν,
οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι
αὐτὸν ἐκ νεκρῶν· καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ
διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ
κριτὴς ζώντων καὶ νεκρῶν. Τούτῳ πάντες οἱ προφῆται
μαρτυροῦσιν ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ
πάντα τὸν πιστεύοντα εἰς αὐτόν.»
[5.209] Ὁμοίως πάλιν, ὅτε
τὸν χωλὸν ἰάσατο, οὕτω φησί· «Μετανοήσατε οὖν καὶ
ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως
ἂν ἔλθωσι καιροὶ ἀναψύξεως, καὶ ἀποστείλῃ τὸν προκεχειρι-
σμένον ὑμῖν Ἰησοῦν Χριστόν, ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι
ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ Θεὸς
διὰ στόματος πάντων τῶν ἁγίων ἀπ' αἰῶνος αὐτοῦ προ-
φητῶν.» Καὶ μέμνηται τῆς χρήσεως Μωϋσέως, τό· «Προ-
φήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεός», καὶ πάλιν ἐπιφέρει·
«Καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς,
ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας· ὑμεῖς
ἐστε υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης, ἧς διέθετο ὁ Θεὸς
πρὸς τοὺς πατέρας ὑμῶν λέγων πρὸς Ἀβραάμ· Καὶ ἐν τῷ
σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
Ὑμῖν πρῶτον ὁ Θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ ἀπέστειλεν
αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῶν
πονηριῶν ὑμῶν.»
[5.210] Τούτοις πᾶσι μαρτυρεῖ καὶ ὁ μακά-
ριος Πέτρος, ὥσπερ καὶ οἱ εὐαγγελισταί, καὶ ὅτι πάντες οἱ
προφῆται προκατήγγειλαν ταῦτα πάντα, ὅτι ὁ Θεὸς δευτέραν
τινὰ κατάστασιν καινὴν πεποίηκε καὶ ποιεῖ, ἣν καὶ προκα-
τήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν, καὶ οὔτε πρὸ
ταύτης τῆς καταστάσεως εἶπεν ἑτέραν εἶναι, οὔτε μετὰ τὴν
μέλλουσαν ἑτέραν ἀπεφήνατο, ἀλλὰ μετὰ πάντων τῶν προ-
φητῶν καὶ ἀποστόλων δύο μόνον ἐξεῖπε, ταύτην καὶ τὴν
μέλλουσαν.
[5.210.? Παραγραφή
[5.211] Ἐπὶ τῆς πυργοποιΐας θεομαχοῦντές ποτε οἱ ἄνθρωποι
ἠβούλοντο εἰς τὸν οὐρανὸν ἀνελθεῖν· τούτων τὰς γλώσσας
σχίσας ὁ Θεὸς ἀπράκτους πεποίηκεν. Ἐπ' ἐσχάτου τῶν
καιρῶν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων παραγεγονὼς καὶ τὴν
ἡμετέραν φύσιν εἰς οὐρανὸν ἀναγαγών, ἐν ἡμέρᾳ τῆς Πεντη-
κοστῆς προμηνύων καὶ τῶν λοιπῶν τὴν ἄνοδον, διὰ Πνεύ-
ματος ἁγίου οὐρανόθεν πάλιν τὰς γλώσσας συνάξας τοῖς
ἀποστόλοις δίδωσι.
[5.212] Καὶ σταθεὶς ὁ τῆς Νέας ταύτης
Διαθήκης μέγας κῆρυξ Πέτρος ἐν μέσῳ δημηγορῶν, καὶ ἃς
ἐπιστεύθη παρὰ Χριστοῦ κλεῖδας τῶν οὐρανῶν βαστάζων,
ἐβόα μετὰ παρρησίας ἃ καὶ οἱ εὐαγγελισταὶ συνεγράψαντο,
βάπτισμα, πολιτείαν, θάνατον, ἀνάστασιν, ἀθανασίας χάριν
καὶ ἀφθαρσίας-τοῦτο γὰρ βούλεται λέγειν «λύσας τὰς
ὠδῖνας τοῦ θανάτου»-, καὶ ὁμοίως τὴν ἄνοδον τὴν εἰς τὸν
οὐρανόν· καὶ «καιροὺς ἀναψύξεως» καλεῖ τὴν μέλλουσαν
κατάστασιν, καὶ ταύτην λέγει τὴν προεπηγγελμένην εὐλογίαν
τῷ Ἀβραάμ, καὶ διὰ πάντων τῶν προφητῶν αὐτὴν κηρυτ-
τομένην ἐπὶ πάντα τὰ ἔθνη, καὶ ἀρχηγὸν αὐτῆς τὸν Δεσπότην
Χριστὸν εἶναι, δι' οὗ πάντα τὰ ἔθνη εὐλογοῦνται. Δόξα τῷ
ταῦτα ἑτοιμάσαντι καὶ προμηνύσαντι Θεῷ καὶ νῦν πληρώ-
σαντι καὶ ἔτι πληροῦντι. Ἀμήν.
[5.212.? ΣΤΕΦΑΝΟΣ
[5.213] Οὗτος ὁ Στέφανος, ὁ τῆς Νέας Διαθήκης πρωτο-
μάρτυς καὶ πρωτοδιάκονος, ὁ τὸν μέγαν Παῦλον ἔτι ζηλωτὴν
ὑπάρχοντα τοῦ νόμου φονέα ἴδιον κεκτημένος, ὁ μόνος μετὰ
πάσης συναγωγῆς ἀγωνιζόμενος, ὁ τὸν Ἀγωνοθέτην πρὸς τὴν
θέαν ἐξαναστήσας, οὗτος ὁ θεωρῶν τοὺς οὐρανοὺς διηνοι-
γμένους καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ
Θεοῦ· πάσης γὰρ τῆς θείας Γραφῆς καθήμενον λεγούσης,
οὗτος ἑστῶτα εἶδεν· ἡ γὰρ σφοδρότης τοῦ ἀγῶνος ἐπὶ τὴν
θέαν τὸν Ἀγωνοθέτην ἐξανέστησεν. Ὅθεν καὶ παρ' αὐτοῦ
προτρεπόμενος ἀνιέναι εἰς ἐκείνην τὴν δόξαν ηὔχετο τοῖς
αὐτὸν λιθάζουσι λέγων· «Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν
ἁμαρτίαν ταύτην», ἀλλὰ σὺ αὐτὸς «δέξαι τὸ πνεῦμά μου».
Ἰδοὺ καὶ αὐτὸς τὰ αὐτὰ τοῖς ἄλλοις καὶ εἶδε καὶ κηρύττει,
ὡς εἰς τὸν οὐρανόν ἐστιν ὁ Χριστός, ὁ τῆς δευτέρας κατα-
στάσεως ἀρχηγός, ὃν παρακαλεῖ καὶ αὐτὸν αὐτόθι δέξασθαι.
[5.213.? Παραγραφή
[5.214] Καὶ οὗτος τῆς Νέας Διαθήκης κῆρυξ καὶ ἀγωνιστὴς
θερμὸς ὑπάρχων αὐτοῖς ὀφθαλμοῖς ἐθεάσατο πνευματικώ-
τερον τὸν Ἰησοῦν ἔσωθεν ὄντα τοῦ στερεώματος, ὃν καὶ
λιθαζόμενος παρακαλεῖ δέξασθαι αὐτοῦ τὸ πνεῦμα. Οὗτος
πρὸς τοὺς Ἰουδαίους ἐξέτεινε μεγάλην δημηγορίαν, ἐν ᾗ
αὐτοὺς ἤλεγξε φονέας τοῦ Ἰησοῦ γεγονότας. Διὰ τούτου καὶ
αὐτὸς πιστούμενος ἡμᾶς, ἅπερ καὶ οἱ πρῶτοι εἰρήκασι, θάνα-
τον καὶ ἀνάστασιν καὶ ἄνοδον εἰς τὸν οὐρανόν. Δόξα τῷ ταῦτα
ἑτοιμάσαντι καὶ προκαταγγείλαντι καὶ νῦν πληρώσαντι καὶ
ἔτι πληροῦντι. Ἀμήν.
[5.214.? ΠΑΥΛΟΣ
[5.215] Οὗτος ὁ μέγας Παῦλος, ὁ ἀπόστολος, ὁ τῆς οὐρανίου
φάλαγγος ταξιάρχης, ὁ ἐν ἑαυτῷ ἔχων τὸν Χριστὸν λαλοῦντα,
ὁ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῷ σώματι περιφέρων,
ὁ μέγας διδάσκαλος τῆς Ἐκκλησίας, ὁ μυρίους θανάτους καθ'
ἑκάστην ὑπὲρ τῆς Ἐκκλησίας ὑπομένων, ὁ ἐν Κυρίῳ καυχώ-
μενος καὶ ταῖς ἰδίαις ἀσθενείαις, ὁ τὴν χάριν τοῦ Χριστοῦ ἐν
ἑαυτῷ βρύουσαν ἔχων, ὁ γλώσσαις λαλῶν πᾶσι τοῖς ἔθνεσιν,
ὁ ποτὲ διώκτης, νῦν δὲ διωκόμενος, ὁ ποτὲ ἁμαρτωλός, νῦν
δὲ ἠλεημένος, ὁ ἕως τρίτου οὐρανοῦ ἁρπαγεὶς καὶ πάλιν εἰς
τὸν παράδεισον, ὁ τῶν ἀρρήτων ῥημάτων ἀκουστής, ὁ τῶν
πνευματικῶν χαρισμάτων κεκριμένος δικαστής, ὁ μέγας
κανονάρχης καὶ ὑπερβαίνων τοὺς λοιποὺς διδασκάλους τῆς
Ἐκκλησίας, Παῦλος, οὗ ὁ ἀσπασμὸς ἐν πάσαις ταῖς Ἐπιστο-
[5.215.14] λαῖς αὐτοῦ, ὡς ἐν τάξει σημείου, ἡ «χάρις» ἐστὶ «τοῦ
Κυρίου».
[5.216] Οὗτος καθόλου ἐν πάσαις ταῖς ἑαυτοῦ
Ἐπιστολαῖς, ὡς ἤδη γενόμενος ἐν τῇ δευτέρᾳ καταστάσει,
γεγηθὼς καὶ πεποιθὼς διατελεῖ· «Συνήγειρε καὶ συνεκάθισε,
φάσκων, ἐν τοῖς ἐπουρανίοις», καί· «Τῇ ἐλπίδι ἐσώθη-
μεν», καὶ ἄλλα μύρια, ἃ νῦν καταλέγειν οὐκ εὐχερές.
Ἐνίων δὲ μνημονεύσωμεν, ἵνα μὴ τὸν λόγον μηκύνωμεν.
Λέγει τοίνυν ἐν τῇ πρὸς Κορινθίους πρώτῃ Ἐπιστολῇ
οὕτως· «Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν
μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.» Ἀλλὰ τί,
ὦ Παῦλε, μετὰ τὴν ἐνταῦθα ζωήν, ποίαν ἄλλην ἐλπίζειν
ὀφείλομεν; Ναί, φησίν, ἔστι τις κρείττων ζωή, ἰσχυρὰ καὶ
οὐράνιος, μεθ' ὅρκου παρὰ Θεοῦ ἐπαγγελλομένη.
[5.217] Φησὶ
γάρ· «Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι
τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς
αὐτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμετα-
θέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν
ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος,
ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ
εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου
πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς κατὰ τὴν τάξιν
Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.» Καὶ πάλιν·
«Γινώσκοντες ἔχειν ὑμᾶς κρείττονα ὕπαρξιν καὶ μένουσαν.»
Καὶ πάλιν· «Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες.»
Καὶ πάλιν· «Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν
μέλλουσαν ἐπιζητοῦμεν.» Καὶ πάλιν· Παράγει γὰρ τὸ
σχῆμα τοῦ κόσμου τούτου.« Καὶ πάλιν· »Ἡ δὲ εὐσέβεια
πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίας ἔχουσα ζωῆς τῆς νῦν
καὶ τῆς μελλούσης.« Καὶ πάλιν· »Ἀδελφοί, ἐγὼ ἐμαυτὸν
οὔπω λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθα-
νόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν
διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ, ἐν
Χριστῷ Ἰησοῦ· ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν.« Καὶ
πάλιν· »Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει,
ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετα-
σχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέ-
σθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.« Καὶ
πάλιν· »Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν
τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρι-
στοῦ.«
[5.218] Καὶ πάλιν· »Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ,
τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθή-
μενος, τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.« Καὶ πάλιν·
»Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ
ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ
μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν
κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ κατα-
βήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται
πρῶτον· ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν
αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου
εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα· ὥστε παρα-
καλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.« Καὶ πάλιν· »Οἱ
γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζη-
τοῦσι· καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευσαν, ἀφ' ἧς ἐξέβησαν,
εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, του-
τέστιν ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς
Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.« Καὶ
πάλιν· »Ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν,
ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.« Καὶ πάλιν· »Τῶν
ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν
ὁ Κύριος καὶ οὐκ ἄνθρωπος.«
[5.219] Ἀλλὰ καὶ ἐν ταῖς
Πράξεσιν, ὅτε τῷ Φήστῳ καὶ τῷ Ἀγρίππᾳ ἐπὶ βήματος
διελέγετο, ταῦτά φησι· »Περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ
Ἰουδαίων, βασιλεῦ· τί ἄπιστον κρίνεται παρ' ὑμῖν, εἰ ὁ Θεὸς
νεκροὺς ἐγείρει;« Καὶ πάλιν· »Ἕνεκα τούτων Ἰουδαῖοι
συλλαβόμενοί με ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. Ἐπι-
κουρίας οὖν τυγχάνων τῆς ἀπὸ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας
ταύτης ἕστηκα, μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν
ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι
καὶ Μωϋσῆς· εἰ παθητὸς ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστά-
σεως νεκρῶν, φῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς
ἔθνεσι.« Καὶ εἰ θελήσομεν πάσας τὰς τοῦ Ἀποστόλου
χρήσεις ἀναλέξασθαι περὶ τούτου, σχεδὸν τὰς δεκατέσσαρας
αὐτοῦ Ἐπιστολὰς δι' ὅλου εὑρήσομεν περὶ τούτου λεγούσας,
ὅτι ἐκ ταύτης τῆς καταστάσεως ἐπὶ τὴν μέλλουσαν ἐπειγό-
μεθα δραμεῖν, ὅθεν καὶ παραγγέλλει λέγων· »Σπουδάσωμεν
εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν«, »κατάπαυσιν«
αὐτὴν εἰρηκώς, ὡς ἑτέρας μὴ οὔσης μετ' αὐτήν, ἀλλὰ καὶ
»βασιλείαν ἀσάλευτον«, ἵνα εἴπῃ διαδοχὴν μὴ ἔχουσαν.
[5.219.? Παραγραφή
[5.220] Τί δεῖ λέγειν καὶ περὶ τούτου τοῦ σκεύους τῆς ἐκλογῆς,
τῆς ἠχούσης μεγάλης σάλπιγγος νέας ἐν τοῖς ἔθνεσι, τῆς
συναγούσης τὰ ἔθνη καὶ τὸν Ἰσραὴλ εἰς μίαν Ἐκκλησίαν;
Ὅτι καὶ αὐτὴ ἡ πρώτη αὐτοῦ ἐκλογὴ ἐξ οὐρανῶν τοῦ Ἰησοῦ
προσκαλεσαμένου ἐγένετο, καὶ μαθὼν οὐκ ἠπείθησε τῇ οὐρα-
νίῳ ὀπτασίᾳ.
 Οὗτος πάλιν ἁρπαγείς, περιὼν ἐν τῇ νῦν καταστάσει, ἕως
τρίτου οὐρανοῦ τῶν ἀγγέλων τὰς τάξεις ἐθεάσατο, τῶν ἀορά-
των Δυνάμεων τὴν λειτουργίαν κατώπτευσε, τῶν Ἀρχῶν καὶ
τῶν Ἐξουσιῶν καὶ Κυριοτήτων καὶ πασῶν τῶν Δυνάμεων
τῶν κατωνομασμένων ἐμβατεύσας καὶ κατοπτρισθεὶς τὴν
διακονίαν ἐβόα· »Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς
διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν
σωτηρίαν;« Οὗτος καὶ τήν ποτε τάξιν τοῦ Ἀντικειμένου,
ὡς τῆς ἐξουσίας τοῦ ἀέρος ὑπῆρχεν, ἐξεῖπε καὶ τὴν ἀπὸ τοῦ
τύφου ἐξ οὐρανῶν πτῶσιν ἀνήγγειλεν. Οὗτος πάλιν βοᾷ·
»Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν;« Καὶ πάλιν· »Οἱ
ἄγγελοι τὸν κόσμον κρίνουσιν.«
[5.221] Οὗτός ἐστιν ὁ ἐν πάσαις ταῖς Ἐπιστολαῖς ἑαυτοῦ
παραγγέλλων οὐράνια φρονεῖν καὶ οὐράνια ζητεῖν, καὶ
σπεύδειν δραμεῖν ἐν οὐρανῷ καὶ ἐπείγεσθαι τῶν ἄνω τυγ-
χάνειν. Οὗτός ἐστιν ὁ τὴν πόλιν καὶ τὸ οἰκητήριον τῶν
δικαίων, ἀγγέλων καὶ ἀνθρώπων, καὶ πάσης ὁμοῦ τῆς
Ἐκκλησίας τὸν οὐρανὸν ἐξειπών, κεφαλὴν ὅλου τοῦ σώματος
ὡς ἀνώτερον τὸν Δεσπότην Χριστὸν προσεῖπεν· ὑπεράνω
γὰρ εἶπε πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ Δυνάμεως καὶ
Κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν
τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καί, συντόμως
εἰπεῖν, οὗτός ἐστιν ὁ τῶν οὐρανίων ταγμάτων καὶ τῆς Ἐκκλη-
σίας διδάσκαλος μέγας καὶ ἐξηγητὴς καὶ αὐτὸς τῆς νῦν καὶ
τῆς μελλούσης μόνων καταστάσεων μνημονεύων καὶ τῆς ἀθα-
νασίας καὶ ἀφθαρσίας τῆς παρεχομένης ἡμῖν ὑπὸ τοῦ Θεοῦ
ἐν τῷ μέλλοντι καὶ τῆς ἀτρεπτότητος καὶ πάντων τῶν ἀγαθῶν
τῶν ὑπερκοσμίων, ὧν τὴν δύναμιν λογίσασθαι οὐ δυνάμεθα.
Δόξα τῷ ταῦτα πάντα προετοιμάσαντι καὶ προμηνύσαντι καὶ
νῦν πληρώσαντι καὶ πληροῦντι Θεῷ εἰς τοὺς αἰῶνας. Ἀμήν.
[5.221.? Ἔτι
[5.222] Ῥωμαίων μὲν εὐθὺς ἐν προοιμίοις ὁ Παῦλος τὴν πίστιν
ἐπαινεῖ καταγγελλομένην ἐν ὅλῳ τῷ κόσμῳ, καὶ ὁμοπίστους
ἀποκαλεῖ. Κορινθίους δέ, ὡς πρώην φιλοσόφους τοῦ κόσμου
τούτου ὄντας, μέμφεται, πιστεύσαντας μὲν ἤδη περὶ τῆς
ἀναστάσεως τοῦ Χριστοῦ, ἀνόνητον δὲ αὐτοῖς τοῦτο ἀποφαί-
νεται, μὴ καὶ τῆς ἡμετέρας ἀναστάσεως πιστευομένης παρ'
[5.222.7] αὐτῶν. Δικαίως οὖν οἱ Ἀθηναῖοι σπερμολόγον αὐτὸν προση-
γόρευον, ὡς ἀνορύττοντα τὰ τῆς δεισιδαιμονίας αὐτῶν ζιζά-
νια. Γαλάτας ἀνοήτους ἀποκαλεῖ καὶ δίκην ἀψύχων εὐχερῶς
μετατιθεμένους, ὡς μετὰ τὸ βάπτισμα ἀπατηθέντας καὶ
περιτμηθέντας. Ἐφεσίοις πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ
ἐξαγγέλλει καὶ σχεδὸν ἐκεῖσε θηριομαχήσας παρατίθεται
αὐτοῖς προφητεύων καὶ λέγων μετὰ ταῦτα τινὰς πρὸς αὐτοὺς
ὡς λύκους εἰσερχομένους καὶ διασπῶντας αὐτούς, μεθ' ὧν,
ἔφη, καὶ ἐξ αὐτῶν ἀνίστασθαί τινας ὁμοίως τοῖς λύκοις
διασπῶντας τὴν Ἐκκλησίαν.
[5.223] Φιλιππησίους πάνυ θαυ-
μάζει ἐπαινῶν ὡς μόνους πολλὴν φροντίδα καὶ ἀγάπην τιθε-
μένους πρὸς αὐτὸν ἔν τε τοῖς δεσμοῖς αὐτοῦ καὶ ἐν τῇ ἀπο-
λογίᾳ, καὶ πολλάκις αὐτῷ πέμψαντας τὰ πρὸς τὴν χρείαν.
Κολοσσαεῖς δὲ πάλιν καὶ αὐτοὺς ἐπαινεῖ ἐν τῇ πίστει, εἴ γε
ἐπιμένουσι, καὶ ἀγάπην ἔχοντας εἰς πάντας τοὺς ἁγίους.
Θεσσαλονικέας φιλαδέλφους λέγει καὶ διωκομένους καὶ
πάσχοντας ὑπὲρ τῆς εὐσεβείας, ὥσπερ καὶ τοὺς Ἑβραίους
πιστούς, καὶ ἐπιστηρίζει αὐτοὺς ὥσπερ καὶ τοὺς Κορινθίους
περὶ ἀναστάσεως νεκρῶν, ἅμα καὶ περὶ τῆς δευτέρας τοῦ
Κυρίου παρουσίας. Ἑβραίοις, ὡς Ἑβραῖος καὶ ὡς εἷς ἐξ
αὐτῶν κοινοποιούμενος τὰ αὐτῶν, ἁγίους ἀδελφοὺς καὶ
κλητοὺς καὶ μετόχους τῶν οὐρανίων γεγονότας ὀνομάζει
καὶ διωκομένους καὶ πάσχοντας ὑπὲρ τῆς εὐσεβείας, πλήν,
φησίν, »ἐάνπερ τὴν ἀρχὴν μέχρι τέλους βεβαίαν κατασχῶ-
μεν«, καὶ ἀσφαλίζεται μὴ τῷ φόβῳ τοῦ διωγμοῦ ἐκλυθῆναι
καὶ παλινδρομῆσαι πρὸς τοὺς ἀπίστους.
[5.224] Τιμοθέῳ πάλιν
ἐν Ἐφέσῳ παραγγέλλει γράφων ἀσφαλίζεσθαι τοὺς ἑτερο-
διδασκάλους καὶ μὴ προσέχειν τοῖς αὐτῶν μύθοις, καὶ στηρί-
ζει ἐν τοῖς δόγμασι καὶ κανόνας παραδίδωσιν ἐκκλησιαστι-
κούς· »Ἵνα γνῷς, φησί, πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέ-
φεσθαι.« Λέγει δὲ καί τινας αἱρέσεις ἀναδεικνυμένας ἐπ'
ἐσχάτου καὶ ἀποστρεφομένας τὴν ἀλήθειαν, καὶ προλέγει ὅτι
οὐ προκόψουσιν ἐπὶ τὸ κρεῖττον, ἀλλὰ φανεροὶ γενήσονται
καὶ ἡ ἄνοια αὐτῶν εὔδηλος ἔσται πᾶσι. Τίτῳ πάλιν καὶ
αὐτῷ ἐν τῇ Κρήτῃ κανόνας ἐκκλησιαστικοὺς παραδίδωσι καὶ
στηρίζει ἐν τοῖς δόγμασι καὶ ἐπιτιμήσει κέχρηται πρὸς τοὺς
Κρῆτας, ὡς ψεύστας καὶ κούφους καὶ δολίους καὶ ὑπὸ τῶν ἐκ
περιτομῆς πλανωμένους.
[5.225] Φιλήμονι μαρτυρεῖ πολλὴν
πίστιν, εὐσεβείας καὶ ἀγάπην ἔχοντι πρὸς τοὺς ἁγίους, οὗ τὸν
δοῦλον Ὀνήσιμον ἄχρηστον ὄντα μετέβαλε καὶ εὐσεβῆ
πεποίηκε, καὶ τὸν αὐτοῦ δεσπότην ὁ μέγας Ἀπόστολος
παρακαλεῖ δέξασθαι μηκέτι ὡς δοῦλον, ἀλλ' ὡς ἀδελφόν. Ἐν
πάσαις δὲ ταῖς Ἐπιστολαῖς αὐτοῦ εἰς τὸ τῶν οὐρανῶν οἰκη-
τήριον πάντας προτρέπεται διὰ πίστεως ὀρθῆς καὶ βίου καλοῦ
εἰσελθεῖν καὶ μὴ ἀποτυχεῖν τῶν ἀποκειμένων τοῖς δικαίοις
ἀγαθῶν· μεθ' ὧν καὶ ἡμᾶς ἀναξίους ὄντας ἀξίωσον, ὁ τὴν
εὔσπλαγχνον ἔχων ἀγαθότητα, Κύριε ὁ Θεός, τῶν ὅλων
ποιητά. Ἀμήν.
[5.226] Ἔτι. Τοῖς Ἑβραίοις ὁ Παῦλος ἑβραϊστὶ γεγράφηκεν
ὡς Ἑβραῖος· μετεφράσθη δὲ εἰς τὴν ἑλληνίδα γλῶτταν, ὥς
φασιν, ὑπὸ Λουκᾶ ἢ ὑπὸ Κλήμεντος, ὁμοίως καὶ τὸ κατὰ
Ματθαῖον Εὐαγγέλιον.
[5.226.? Ἐπὶ τὸ προκείμενον ἀναδράμωμεν
[5.227] Σκοπῆσαι λοιπὸν δεῖ, ὦ θεοφιλέστατε, τὴν συμφω-
νίαν τοῦ κοσμογράφου Μωϋσέως, καὶ πάντων τῶν προφητῶν
καὶ τῶν εὐαγγελιστῶν καὶ ἀποστόλων, πῶς πάντες συμφώ-
νως δύο καταστάσεις διηγοῦνται τὸν Θεὸν πεποιηκέναι τὸν
σύμπαντα κόσμον. Διὰ τοῦτο ἀρξάμενος ὁ Θεὸς τὴν κτίσιν
ποιῆσαι, τῇ δευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα πεποίηκε καὶ συνέ-
δησε τῷ πρώτῳ οὐρανῷ κατὰ τὸ μέσον τοῦ ὕψους τοῦ ἀπὸ
τῆς γῆς ἕως τοῦ οὐρανοῦ, διελὼν τὸν ἕνα χῶρον εἰς χώρους δύο·
καὶ τὸν ἕνα τὸν κατώτερον τοῦτον τὸν κόσμον ἔταξεν εἶναι,
τὸν δὲ ἀνώτερον τὸν μέλλοντα κόσμον ἡτοίμασεν ἐξ ἀρχῆς
κατὰ τὸν ἄνωθεν αὐτοῦ σκοπόν.
[5.228] Οὐ γὰρ ἐν τῇ ζωῇ ταύτῃ τῇ προσκαίρῳ ἐστὶν ἡ ἡμε-
τέρα ἐλπίς, ἀλλ' ἐν τῇ μελλούσῃ ἀτελευτήτῳ, ἐν ᾗ υἱοθεσία
καὶ ἀπολύτρωσις καὶ ἀτρεπτότης καὶ δικαιοσύνη καὶ ἁγια-
σμὸς καὶ μακαριότης ὑπάρχει καὶ τελεία γνῶσις καὶ πᾶν
ὁτιοῦν καλὸν ἡμῖν ἀπόκειται λαμβάνειν παρὰ τοῦ Θεοῦ,
πεπειραμένοι ἀπ' ἐντεῦθεν καλῶν καὶ κακῶν, ἵν' εἰδείημεν
τῶν παρεχομένων ἡμῖν ἀγαθῶν τὴν δύναμιν, καθὼς ἐνδέχεται,
τρόπον τινὰ υἱοὶ Θεοῦ γενόμενοι καὶ δοξαζόμενοι δόξῃ καὶ
χαρᾷ ἀνεκλαλήτῳ. Διὰ τοῦτο καὶ ἐνταῦθα οἱ πιστοὶ συμβο-
λικῶς τῶν μυστηρίων μεταλαμβάνομεν τοῦ σώματος τοῦ
Δεσπότου Χριστοῦ μετὰ τὸ βάπτισμα, ἵνα μετὰ τὴν ἐκ
νεκρῶν ἀνάστασιν προσέχοντες τῷ Δεσπότῃ Χριστῷ μετα-
λαμβάνωμεν τῆς αὐτοῦ δόξης, ἐφελκόμενοι δόξαν ἀπὸ τῆς
αὐτοῦ δόξης.
[5.229] Διὰ τοῦτο καὶ μετάληψις λέγεται, καθὰ
καὶ ἐν τῷ Ἀποστόλῳ γέγραπται οὕτως· »Ἡμεῖς δὲ πάντες
ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζό-
μενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν,
καθάπερ ἀπὸ Κυρίου Πνεύματος«, ἵνα εἴπῃ· Ἡνίκα ὁ
Κύριος παραγίνεται, πάντες οἱ πιστοὶ φανερώτατα, ἄνευ
καλύμματος, τὴν δόξαν Κυρίου ὡς ἐν ἐσόπτρῳ τινὶ κατοπτρι-
ζόμεθα καὶ τὴν αὐτὴν εἰκόνα, ἣν ὁ Κύριος ἔχει, μεταμορφού-
μεθα ἀπὸ τῆς αὐτοῦ δόξης εἰς ἡμετέραν δόξαν μεταλαμ-
βάνοντες. Τοῦτο γὰρ σημαίνει καὶ ἡ μετάληψις τῶν μυστη-
ρίων, τὸ μεταλαβεῖν τοῦ δεδοξασμένου αὐτοῦ σώματος,
ὥσπερ ἐν ἐσόπτρῳ κατοπτριζόμενοι καὶ μεταλαμβάνοντες
τῆς δόξης αὐτοῦ. »Ἐκ γὰρ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς
πάντες λαμβάνομεν«, χορηγοῦντος αὐτοῦ καὶ μὴ μειου-
μένου. Τὸ δὲ »καθάπερ ἀπὸ Κυρίου Πνεύματος« τοῦτο
βούλεται λέγειν ὅτι· Καθάπερ ὁ Μωϋσῆς ἔλαβε παρὰ Κυρίου,
ἡμεῖς δὲ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου λαμβάνομεν.
[5.229.? Παραγραφή
[5.230] Ὥσπερ ἐνταῦθα γεννώμενοι ἐκ τοῦ γάλακτος σιτι-
ζόμεθα τῶν ἡμετέρων γονέων, τουτέστιν ἐκ τῶν σαρκῶν
αὐτῶν καὶ τῶν αἱμάτων πρὸς ζωὴν συνιστάμενοι, οὕτως
προσετάχθημεν σιτίζεσθαι μυστικώτερον τοῦ σώματος καὶ
αἵματος τοῦ Δεσπότου Χριστοῦ, ἐπειδήπερ καὶ πατὴρ ἡμῶν
ἐστιν ἐν τῷ μέλλοντι αἰῶνι, καθὰ τῇ Γραφῇ δοκεῖ, παρ'
αὐτοῦ καὶ δι' αὐτοῦ τὸ εἶναι λαμβάνοντες καὶ τὸ πῶς εἶναι
ἀναγεννώμενοι εἰς ζωὴν αἰώνιον.
[5.231] Ἐνταῦθα, γέννησις
σαρκικὴ καὶ γάλακτος τροφὴ καταλλήλως εἰς ζωὴν συνι-
στῶσα τὸν γεννώμενον· ἐν τοῖς μυστηρίοις, τύπος ἀναγεν-
νήσεως δι' ὕδατος καὶ πνεύματος, καὶ μυστικὴ τροφὴ σώ-
ματος καὶ αἵματος Χριστοῦ εἰς ζωὴν αἰώνιον προτρεπομένη
καὶ ἐφελκομένη τὸν πιστεύοντα καὶ μεταλαμβάνοντα· ἐν τῷ
μέλλοντι, ἀνάστασις ἀπὸ νεκρῶν, ὡς ἀπὸ γαστρὸς ἐκ τῶν
τάφων ἀνιστάμενοι καὶ ἀναγεννώμενοι καὶ ἀναπλαττόμενοι,
καὶ κυρίως μετάληψις τοῦ δεδοξασμένου, ἀθανάτου καὶ
ἀφθάρτου καὶ ἀτρέπτου σώματος καὶ ψυχῆς Χριστοῦ. Δόξα
τῷ κτίστῃ καὶ ἀνακαινιστῇ τοῦ παντὸς Θεῷ εἰς τοὺς αἰῶνας.
Ἀμήν.
[5.231.? Ἐπὶ τὸ προκείμενον πάλιν ἀναδράμωμεν
[5.232] Εἴωθε δὲ ἡ θεία Γραφὴ τὴν δημιουργίαν ὡς ἀπὸ τοῦ
Πατρὸς λέγειν γεγενῆσθαι, τὴν δὲ ἐνανθρώπησιν ὡς ἀπὸ τοῦ
Υἱοῦ, τὴν δὲ ἀναγέννησιν τὴν ἀπὸ τῶν νεκρῶν ὡς ἀπὸ τοῦ
Πνεύματος τοῦ ἁγίου· οὐχ ὅτι ὁ Πατὴρ τόδε μόνον ποιεῖ,
ἢ ὁ Υἱὸς τόδε, ἢ τὸ Πνεῦμα τὸ ἅγιον τόδε, ἀλλὰ καθόλου
ἡ ἁγία Τριὰς καὶ τὴν δημιουργίαν καὶ τὴν ἐνανθρώπησιν καὶ
τὴν ἀνάστασιν ἐργάζεται. Ἀλλά, καθὼς εἴρηται, εἴωθεν
ἡ θεία Γραφὴ πρὸς τὸ παραστῆσαι τὸν ἕνα Θεὸν ἐν τρισὶν
εἶναι ὑποστάσεσιν οὕτως διαστέλλειν, τῷ μὲν Πατρί, ὡς
αἰτίῳ τοῦ εἶναι, τὸν κόσμον, τῷ δὲ Υἱῷ, ὡς γεννήματι, τὴν
[5.232.11] τῆς ἐνανθρωπήσεως αἰτίαν, ὡς ἀξίαν υἱοθεσίας ἐχούσης καὶ
πηγῆς γνώσεως οὔσης, τῷ δὲ Πνεύματι τῷ ἁγίῳ, ὡς ἐκ τοῦ
Πατρὸς ἐκπορευομένῳ, ζωοποιοῦ καὶ ἁγιαστικῆς αὐτοῦ
δυνάμεως οὔσης, τὴν ἀναγέννησιν καὶ τὴν ἀπολύτρωσιν καὶ τὸν
ἁγιασμὸν τῆς μελλούσης καταστάσεως.
[5.233] Ὥσπερ γὰρ ὁ ἥλιος ἔχει ἐν ἑαυτῷ φωτιστικήν τε
δύναμιν καὶ θερμαντικὴν καὶ χωρὶς αὐτῶν οὐ δύναται θεωρεῖ-
σθαι, οὕτως καὶ ὁ Πατὴρ τὰς δύο δυνάμεις ἐξ ἑαυτοῦ ἔχει,
ἐκτὸς αὐτῶν μὴ δυνάμενος θεωρεῖσθαι, τόν τε Υἱὸν καὶ τὸ
Πνεῦμα τὸ ἅγιον· καὶ ὥσπερ ὁ ἥλιος σῶμα μὲν πύρινόν ἐστιν,
ἑτέρα δὲ αὐτοῦ ἐνέργειά ἐστιν ἡ φωτιστικὴ καὶ ἑτέρα ἡ
θερμαντική, καὶ οὔτε ἡ θερμαντικὴ φωτιστική ἐστιν, οὔτε
ἡ φωτιστικὴ θερμαντική, ἐν ἀλλήλοις δέ εἰσιν ἀχωρίστως
ὅ τε ἥλιος καὶ αἱ τούτου δυνάμεις, οὕτως καὶ ἐπὶ τοῦ Πατρὸς
καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, εἷς ἐστι Θεὸς ὁ Πατὴρ μετὰ
τῶν δύο ἑαυτοῦ δυνάμεων, ἀχωρίστως ἐν ἀλλήλοις ὄντες καὶ
ἰδιοϋποστάτως θεωρούμενοι νῷ. Ἐνταῦθα γὰρ ἀσώματον
κυρίως ὁ Θεός, τὸ δὲ ὑπόδειγμα ἀμυδρόν, ὡς ὑπόδειγμα.
[5.234] Ἔστι δὲ καὶ ἀπὸ τῆς ψυχῆς τῆς ἡμετέρας παράδειγμα
λαβεῖν· ὥσπερ γὰρ ἡ ψυχὴ ἔχει ἐν ἑαυτῇ ἐνδιάθετον λόγον καὶ
νοῦν, καὶ ἕτερόν ἐστι τὸ λογικὸν καὶ ἕτερον τὸ νοερόν, καὶ
πρόεισιν ὁ λόγος ἐκ τῆς ψυχῆς ἀχωρίστως, μὴ τεμνόμενος ἐξ
αὐτῆς, ὁμοίως καὶ ὁ νοῦς, ἀλλ' ἐν αὐτῇ καὶ ἐξ αὐτῆς καὶ σὺν
αὐτῇ εἰσιν, οὕτως καὶ ἐπὶ τοῦ Θεοῦ. Ὅθεν καὶ Ἰωάννης
ὁ εὐαγγελιστὴς τούτῳ τῷ παραδείγματι χρησάμενος Λόγον
ἐκάλεσε τὸν Υἱόν, ὡς ἐκ τοῦ Πατρὸς προϊόντα καὶ σὺν τῷ
Πατρὶ ὄντα καὶ ἐκ τῆς αὐτῆς οὐσίας ὄντα· ὁ δὲ ἀπόστολος
Παῦλος σωματικώτερον Ἀπαύγασμα αὐτὸν ἐκάλεσε, τῷ
παραδείγματι τοῦ ἡλίου χρησάμενος.
[5.235] Ἡ δὲ παλαιὰ Γραφὴ »Ποιήσωμεν ἄνθρωπον, λέγει,
κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν«· τὸ μὲν »ποιή-
σωμεν« καὶ τὸ »ἡμετέραν« πληθυντικῶς ἐξεφώνησε, τὸ δὲ
»κατ' εἰκόνα καὶ ὁμοίωσιν« οὐ τὸ αὐτὸ λέγει, ἀλλ' ἕτερόν
ἐστι τὸ »κατ' εἰκόνα« καὶ ἕτερον τὸ »καθ' ὁμοίωσιν«. Καὶ
τὸ μὲν »κατ' εἰκόνα« ταύτην ἔχει τὴν ἔννοιαν ὅτι ἄνθρωπος
καὶ μόνος, ὡς πάντα ἔχων ἐν ἑαυτῷ, ὁρατά τε καὶ ἀόρατα,
νοητὰ καὶ αἰσθητά, λογικὰ καὶ ἄλογα, ἀθάνατα καὶ θνητά,
ἄφθαρτα καὶ φθαρτά, δεικνύει ἕνα τινὰ δημιουργὸν πάντων
τῶν ὄντων εἶναι τὸν Θεόν, καὶ κατὰ τοῦτο εἰκών ἐστι τοῦ
Θεοῦ, διὰ τὸ γνωρίζειν αὐτὸν ἕνα τοῦ παντὸς εἶναι δημιουργόν,
καθὰ καὶ ὁ Ἀπόστολος βοᾷ· »Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει
κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρ-
χων«, διαρρήδην τὸν ἄνθρωπον εἰς δόξαν Θεοῦ γεγενῆσθαι
φήσας, καὶ κατὰ τοῦτο εἰκόνα καλέσας ὡς μόνος ὁ ἄνθρωπος
δυνάμενος γνωρίσαι ἕνα εἶναι τοῦ παντὸς τὸν Θεὸν δημιουρ-
γόν, τὸν ἐξ ἁπασῶν τῶν φύσεων ἕνα ζῷον τὸν ἄνθρωπον
κατασκευάσαντα.
[5.236] Τὸ δὲ »καθ' ὁμοίωσιν« ταύτην ἔχει τὴν ἔννοιαν,
ὅτιπερ ὁ Ἀδὰμ πατὴρ ἐγένετο καὶ οὐχ υἱός, προβάλλων ἐκ
τῆς ἑαυτοῦ οὐσίας ἐκπορευτικῶς μὲν τὴν Εὔαν, μήτε υἱὸν
προσαγορευομένην μήτε ἀδελφήν, καὶ γεννητικῶς τὸν ἴδιον
υἱὸν Σὴθ πάλιν ἐκ τῆς ἑαυτοῦ οὐσίας, τὸν μὲν γεννητικῶς
προβάλλων, τὴν δὲ ἐκπορευτικῶς, ἑτέρως καὶ ἑτέρως προβαλ-
λόμενος ἐκ τῆς ἑαυτοῦ οὐσίας τοὺς δύο· ἀλλὰ τοῦ μὲν Ἀδὰμ
ὡς ἀρχὴν ἐσχηκότος καὶ οἱ ἐξ αὐτοῦ ἀρχὴν ἔχουσι· τοῦ δὲ
Θεοῦ καὶ Πατρὸς ὡς ἀνάρχου καὶ οἱ ἐξ αὐτοῦ ἀνάρχως
προῆλθον, συνόντες αὐτῷ ἀϊδίως, ὥσπερ τὸ ἀπαύγασμα
καὶ ἡ θέρμη τῷ ἡλίῳ, καὶ ὥσπερ ὁ λόγος καὶ ὁ νοῦς τῇ
ἡμετέρᾳ ψυχῇ, κατὰ τὰ τῆς θείας Γραφῆς παραδείγματα.
[5.237] Ἐχρήσαντο δὲ καί τινες πατέρες παραδείγμασι
σωματικωτέροις ἐπὶ τῆς ἁγίας Τριάδος, οἱ μὲν ὡς ἐπὶ
ἀενάου πηγῆς καὶ ἐξ αὐτῆς δύο ποταμοὺς προχεομένης, οἱ
δὲ δένδρῳ, ὡς ῥίζῃ, καὶ κλάδῳ καὶ καρπῷ. Πάντες δέ, εἴτε
ἀπόστολοι εἴτε πατέρες, ὡς ἄνθρωποι πάντες, σωματικώ-
τερον, ἐκ τοῦ Πνεύματος ἐμπνευσθέντες, ἐξεῖπον, ὡς ἐν
παραδείγμασι, λειπόμενα μέντοι πάνυ τῆς θείας οὐσίας· ἐν
τῇ δὲ μελλούσῃ καταστάσει ὡς πνευματικοὶ ἀνιστάμενοι
πάλιν ἀκριβέστερον γνωσόμεθα περὶ Θεοῦ.
[5.238] Οὕτως οὖν ἐνταῦθα τὰς ὑποστάσεις παραστῆσαι
βουλομένη ἡ θεία Γραφὴ κέχρηται πολλάκις τῷ ἰδιώματι
τούτῳ, ὡς ἀπὸ Πατρὸς λέγουσα τὴν δημιουργίαν, καὶ τοῦ
Υἱοῦ τὴν ἐνανθρώπησιν, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου τὴν
ἀνάστασιν· ἀλλ' οὖν γε τὰ πάντα ἡ ἁγία Τριὰς κατεργάζεται.
[5.239] Καὶ ὁ μακάριος δὲ Μωϋσῆς εἰπὼν ὡς ἀπὸ τοῦ Θεοῦ
τὸ »ποιήσωμεν ἄνθρωπον«, καὶ πληθυντικὴ μέν ἐστιν ἡ
φωνή, δυναμένη δὲ καὶ ἐπὶ δύο μόνων νοεῖσθαι. Ἐπειδὴ οὖν
ἐξ ἀρχῆς ὁ Θεὸς ἐδοκίμασε μὴ παραδοῦναι ἡμῖν τὴν τῆς
ἁγίας Τριάδος ὁμολογίαν, ἵνα μὴ ὡς σώματα σωματικώ-
τερον αὐτὰ νοήσωμεν καὶ ὑποπτεύσωμεν τρεῖς εἶναι θεούς,
ἐπὶ τῆς δημιουργίας τοῦ ἀνθρώπου ἐλθὼν τότε αἰνιγματωδῶς
πληθυντικὴν φωνὴν ἐξεφώνησε, δυναμένην δὲ καὶ ἐπὶ δύο
μόνων νοεῖσθαι.
[5.240] Μετὰ δὲ χρόνον πάλιν ἔτι πληθυντι-
κωτέραν φωνὴν ἀποφαίνεται λέγων· »Δεῦτε, καταβάντες
συγχέωμεν αὐτῶν τὰς γλώσσας«· τὸ δὲ »δεῦτε« οὐκ ἔτι
ἐπὶ δύο μόνων δύναται νοεῖσθαι, ἀλλὰ καὶ ἐπὶ τριῶν καὶ
πλειόνων. Πάλιν οὖν μετὰ πολλὰ πάνυ ἔτη, ἵνα μὴ εἰς
πλῆθος ἐξενεχθῶμεν, ἔστησε τὴν φωνὴν πάλιν αἰνιγμα-
τωδῶς ἐπὶ τῆς Τριάδος διὰ Ἡσαΐου τριχῶς λέγων τὸ
»ἅγιος«, συνάπτων δὲ εἰς ἕνα Θεὸν καὶ λέγων· »Κύριος
Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ«, καὶ τῶν
τριῶν ὑποστάσεων δηλώσας τὸν ἀριθμὸν καὶ τῆς θεότητος τὸ
μοναδικόν. Ἐπὶ δὲ τοῦ Δεσπότου Χριστοῦ κατὰ σάρκα φανε-
ρῶς ἐδίδαξε λέγων· »Πορευθέντες μαθητεύσατε πάντα τὰ
ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ
Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος«, ἓν ὄνομα μὲν εἰπών, εἰς
τρεῖς δὲ ὑποστάσεις διελών. Καὶ ἐπειδήπερ ἤμελλε ταῦτα
φανερῶς κηρύττειν διὰ τῆς τοῦ δούλου μορφῆς, προμηνύων
ἐπὶ τῆς δημιουργίας τοῦ ἀνθρώπου τὴν πληθυντικὴν φωνὴν
πρώτως ἐξεφώνησε τό· »Ποιήσωμεν ἄνθρωπον.«
[5.241] Ἡνίκα τοίνυν παραγίνεται ἐξ οὐρανοῦ ὁ Κύριος τοὺς
μὲν πιστοὺς καὶ δικαίους καὶ ἀξίους μεθ' ἑαυτοῦ εἰσφέρει εἰς
τὴν βασιλείαν τῶν οὐρανῶν, ἀνθρώπους τε καὶ ἀγγέλους, τοὺς
δὲ λοιπούς, τοὺς μὲν ἔξωθεν τοῦ στερεώματος ἐᾷ, τοὺς δὲ
κάτω περὶ τὴν γῆν, καθάπερ καὶ ἐν τῷ Εὐαγγελίῳ λέγει ἐν τῇ
συντελείᾳ οὕτως· »Τότε ἔσονται δύο ἐν τῷ ἀγρῷ, εἷς
παραλαμβάνεται καὶ εἷς ἀφίεται· καὶ δύο ἀλήθουσαι ἐν τῷ
μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται«, ἵνα εἴπῃ·
Τοὺς ἐν τῷ ἀγρῷ πάντας τοὺς ὄντας ἐν τῷ κόσμῳ, εἴτε πλου-
σίους εἴτε καὶ μέσους, δηλονότι ἐν οἱᾳδηποτοῦν τάξει εὑρέθη
τις ἄξιος, παραλαμβάνεται ἐν τῷ οὐρανῷ, ἐὰν δὲ μὴ ᾖ ἄξιος,
ἀφίεται ἐν τῇ γῇ· εἶτα καὶ τοὺς ἐν τῷ μύλῳ τοὺς δούλους λέγει,
ὅτι καὶ ἀπὸ τῶν δούλων, ἐὰν εὑρεθῶσιν ἄξιοι, παραλαμβά-
νονται ἐν τῷ οὐρανῷ, εἰ δὲ ἀνάξιοι, ἀφίενται ἐν τῇ γῇ· τὸ δὲ
ἀρρενικῶς ἐπὶ τῶν πρώτων εἰπὼν καὶ τὸ θηλυκῶς ἐπὶ τῶν
δευτέρων, ἐσήμανεν τὴν διαφορὰν τοῦ γένους· εἴτε ἄρρενες
εὑρεθήσονται εἴτε θήλειαι, εἴς τε τοὺς δικαίους, εἴς τε τοὺς
ἁμαρτωλούς.
[5.242] Καὶ ὁ ἀπόστολος δὲ Παῦλος σημαίνει ἐν τῇ πρὸς
Θεσσαλονικεῖς δευτέρᾳ Ἐπιστολῇ λέγων οὕτως· »Ἐν τῇ
ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων
δυνάμεως αὐτοῦ, ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ
[5.242.5] εἰδόσι Θεὸν καὶ τοῖς μὴ ὑπακούουσι τῷ Εὐαγγελίῳ τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ, οἵτινες δίκην τίσουσιν ὀλέθριον ἀπὸ
προσώπου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν
ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν
πᾶσι τοῖς πιστεύσασι«, δι' ὅλων λέγων καὶ αὐτὸς ὅτι τοῖς
πιστοῖς ἁγίοις μεγάλαι καὶ ἀνεκλάλητοι δόξαι ἀπόκεινται,
τοῖς δὲ ἀπίστοις δίκη ὀλέθριος, τουτέστιν ἀνάλογος τιμωρία
τῆς καταστάσεως ἐκείνης. Ἐν ὀλέθρῳ γὰρ καὶ ἐσχάτῃ τιμω-
ρίᾳ καὶ μεταμελείᾳ πολλῇ εὑρίσκεται πᾶς, ὃς οὐκ ἀπολαύει
τῶν ἁγίων καὶ τῶν δοξῶν καὶ τῆς μακαριότητος τῆς ἀποκει-
μένης τοῖς δικαίοις.
[5.243] Ὀφείλει τοίνυν πᾶς χριστιανὸς δουλαγωγῆσαι ἑαυτὸν
καὶ ὑποτάξαι ἀπεντεῦθεν τῷ Θεῷ καὶ πιστεύειν πάσῃ τῇ θείᾳ
Γραφῇ, Παλαιᾷ τε καὶ Καινῇ Διαθήκῃ, καὶ φύλαξ εἶναι
δογμάτων ἀκριβὴς καὶ βίον εὐθῆ κατάλληλον τῇ πίστει
κατορθοῦν, ἀπωθεῖσθαι δέ, καθὰ καὶ μέλλοντες προσιέναι τῷ
βαπτίσματι ὡμολογήσαμεν, καὶ ἀποτάσσεσθαι πάσῃ σατα-
νικῇ, αἱρετικῇ τε καὶ ἑλληνικῇ πλάνῃ καὶ ἀπιστίᾳ καὶ ματαιό-
τητι καὶ ἐλπίδι ἀνελπίστῳ. Τὰ μέγιστα γὰρ βλαβήσονται
ἐκείνοις ἐμμένοντες, ὡς μάθημα θεῖον τὰς ἐκλείψεις ψηφί-
ζοντες καὶ προλέγοντες, περαιτέρω τούτου ἐλπίδα μὴ κεκτη-
μένοι, ἀλλὰ πλανῶντες καὶ πλανώμενοι, εἴπου γε καί τις
ἀποσυληθεὶς ἱμάτιον ἢ ἕτερόν τι, ὡς προφήταις τούτοις προσ-
ιών, ἤκουσε παρ' αὐτῶν, εἰ ἐπέτυχε ψευσαμένοις, ἀλήθειαν,
εἰ δὲ μή, οὐδὲ τοῦτο. Τοιαῦται τῶν ματαιοφρόνων τῶν τὸ
σφαιρικὸν σχῆμα τῷ οὐρανῷ δωρουμένων αἱ ἐλπίδες· οὐ
δύνανται δὲ περαιτέρω τούτων τι ἐλπίζειν, οὔτε ἀνάστασιν,
οὔτε βασιλείαν οὐρανῶν, οὔτε κρείττονα κατάστασιν, ἐπείπερ
ἐξεῶσι τὴν σφαῖραν καὶ αὐτὴν ἣν ἔχουσιν ἐλπίδα ἀπόλλυσι.
[5.244] Γένοιτο δὲ ἡμᾶς, ὦ τιμία κεφαλή, ἐν τῇ ἀποκαλύψει
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εὐχαῖς πάντων τῶν ἁγίων
πατριαρχῶν, προφητῶν, ἀποστόλων, μαρτύρων, ὁμολο-
γητῶν, διδασκάλων, συναριθμίους τοῖς ἐκ δεξιῶν γενέσθαι καὶ
μετ' αὐτῶν ἀκοῦσαι τὴν ἐξαίρετον καὶ μακαρίαν ἐκείνην
φωνὴν τὴν λέγουσαν· »Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός
μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ
καταβολῆς κόσμου.« Αὐτῷ ἡ δόξα σὺν Πατρὶ καὶ ἁγίῳ
Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
[5.244.? Παραγραφὴ εἰς τὸν οὐρανόν
[5.245] Ὅτι ἐν τῷ κόσμῳ τούτῳ εἰσὶ καὶ οἱ ἄγγελοι σαφέ-
στατα δηλοῖ ἡ θεία Γραφή, ὁ μὲν Ἀπόστολος οὕτως λέγων·
»Θέατρον ἐγεννήθημεν τῷ κόσμῳ, ἀγγέλοις καὶ ἀνθρώ-
ποις«, ὡς ἀμφοτέρων εἰς τὸν κόσμον τοῦτον διαγόντων,
ὁμοίως καὶ ὁ Δαυΐδ· »Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν,
αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν πάντες ἄγγελοι
αὐτοῦ, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, ἥλιος καὶ σελήνη, πάντα τὰ
ἄστρα καὶ τὸ φῶς«, δηλώσας πάντα τὰ ἀπὸ τοῦ στερεώ-
ματος ἐπὶ τὰ κάτω ἐν ὕψει ὑπὸ τὸ στερέωμα ὁμοῦ εἶναι· καὶ
πρῶτον εἰπὼν τὸν οὐρανόν, εἶθ' οὕτω τοὺς ἀγγέλους, πάλιν
ἐπιφέρει· »Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ
τὸ ὑπεράνω τῶν οὐρανῶν«, τοῦ ὕδατος μόνου μνημονεύσας
συμφώνως τῷ Μωϋσεῖ ὑπεράνω ὄντος τοῦ στερεώματος, κατὰ
τὸ ἰδίωμα τὸ ἑβραϊκόν, ἀντὶ τοῦ οὐρανοῦ, οὐρανῶν εἰπών.
[5.246] Ὁμοίως καὶ ἐν τῷ Δανιὴλ οἱ τρεῖς παῖδες ὑμνοῦντες
ἔλεγον· »Εὐλογεῖτε, οὐρανοί, τὸν Κύριον, ὕδατα πάντα τὰ
ἐπάνω τοῦ οὐρανοῦ«, σαφῶς καὶ αὐτοὶ τοῦ ὕδατος τοῦ
ἐπάνω τοῦ οὐρανοῦ μνημονεύσαντες, τὰ δὲ ἄλλα πάντα ὑπὸ
τὸ στερέωμα εἶναι δηλώσαντες· καὶ οὗτοι δὲ πρῶτον τὸν
οὐρανὸν εἶπον, εἶθ' οὕτω τοὺς ἀγγέλους. Ὁμοίως πάλιν
ὁ Δαυῒδ μέμνηται λέγων· »Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ
δέρριν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, ὁ ποιῶν τοὺς
ἀγγέλους αὐτοῦ πνεύματα«, καὶ αὐτὸς πάλιν ἀνώτερα τὰ
ὕδατα τοῦ στερεώματος ὡς ἐν ὑπερῴῳ ὄντα καὶ στέγην
ὑπάρχοντα, εἶθ' οὕτω πάλιν καὶ τῶν ἀγγέλων μνημονεύσας.
[5.247] Ὁ δὲ Κύριος τηλαυγέστατα ἀπεφήνατο λέγων· Οὐδεὶς
ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ κατα-
βάς.» Εἰ μὴ γὰρ ἐν τῇ δευτέρᾳ καταστάσει οὔτε ἄγγελοι
οὔτε ἄνθρωποι εἰσέρχονται ἐν τῷ οὐρανῷ, καθὰ δεδήλωται.
Μόνος γὰρ ὁ Δεσπότης Χριστὸς ἀναστὰς ἐκ τῶν νεκρῶν, ἔτι
ταύτης τῆς καταστάσεως οὔσης, εἰσῆλθε πρόδρομος ὑπὲρ
ἡμῶν, πίστιν παρασχὼν πᾶσιν ὅτι ὥσπερ αὐτὸς εἰσελήλυθε
καὶ οἱ τῷ κανόνι αὐτοῦ στοιχοῦντες πάντες εἰσελεύσονται.
Ἀξίωσον καὶ ἡμᾶς, φιλάνθρωπε, στοιχοῦντας μὲν τῷ σῷ
κανόνι καὶ πιστεύοντας, ἀναξίους δὲ ὄντας διὰ τὰ ἀσύστροφα
ἡμῶν ἔργα, ὁ μόνος μεγαλόδωρος καὶ οἰκτίρμων καὶ πολυ-
έλεος ὑπάρχων Σωτὴρ ἡμῶν σὺν Πατρὶ καὶ Πνεύματι εἰς
τοὺς αἰῶνας. Ἀμήν.
[5.247.? Τὸ κείμενον
[5.248] Ὁ σκοπὸς ὅλος τῆς συγγραφῆς καὶ τῆς διαγραφῆς
πρὸς τὸ δεῖξαι ὅτι ἀπ' ἀρχῆς ἕως τέλους ὁ Θεὸς διὰ πάν-
των τῶν ἀρχαίων ἀνθρώπων, ἔτι τε καὶ τοῦ κοσμογράφου
Μωϋσέως καὶ πάντων τῶν προφητῶν καὶ ἀποστόλων,
ἐδήλωσεν ἅπερ κατεσκεύασε, δύο καταστάσεις, ταύτην καὶ
τὴν μέλλουσαν, δηλώσας καὶ τὸ σχῆμα ἅπαντος τοῦ κόσμου,
καὶ ὅτι οἱ χριστιανοὶ μᾶλλον ἕπονται ταῖς ἑαυτῶν ἀρχαῖς
δεικνύοντες καὶ τὰ τέλη ἀκόλουθα ταῖς ἑαυτῶν ἀρχαῖς, καὶ
ἐν ταὐτῷ μηνύοντες τὴν ἀγαθότητα τοῦ Θεοῦ, τὴν παρέχουσαν
παῦλαν τῷ παιδευτηρίῳ τούτῳ καὶ τοῖς ἀγῶσι καὶ τῇ φθορᾷ
καὶ τῷ θανάτῳ, ἀναδείξασαν δὲ ἐν τῷ Δεσπότῃ Χριστῷ
ἀθανασίαν, ἀφθαρσίαν, ἀτρεπτότητα, ἁγιασμὸν καὶ δικαιο-
σύνην αἰώνιον πᾶσι τοῖς ἀνθρώποις, ὥσπερ ἦν ἑτοιμάσας ἀπὸ
καταβολῆς κόσμου τὸν δεύτερον χῶρον, τὸν ἐν τοῖς οὐρανοῖς,
τὴν δευτέραν κατάστασιν, καθάπερ καὶ διὰ τῆς σκηνῆς πάλιν
ἐν τύπῳ προεδήλωσεν ἡμῖν, καὶ ὅτι ἀνέλπιστός ἐστιν ἡ τῶν
Ἑλλήνων δόξα μήτε δευτέραν κατάστασιν προσδοκώντων
μήτε πιστευόντων ἀνάστασιν ἔσεσθαι τῶν ἡμετέρων σωμά-
των, ἀλλὰ πλανώντων καὶ πλανωμένων, μετὰ τῆς ἑαυτῶν
σφαίρας ἅμα κυλιόμενοι ταῖς φρεσίν, ἀδύνατον εἶναι νομί-
ζοντες τῷ Θεῷ ἀναστῆσαι τὰ σώματα πάντων τῶν ἀνθρώπων,
ὀφείλοντες ὡς σοφοὶ γνῶναι ὅτι, εἰ κριτής ἐστιν ὁ Θεὸς
ἐννοιῶν καὶ καρδιῶν πάντων ἀνθρώπων καὶ δύναται διακρῖναι
τὰς ἐννοίας ἑκάστου τὰς ἀπ' αἰῶνος, πῶς οὐχὶ μᾶλλον δύναται
σώματα διακρῖναι ἑκάστου ἀνθρώπου; Εἰ γὰρ τὰ τοῦ πνεύ-
ματος δύναται διακρῖναι, πολὺ μᾶλλον τὰ σώματα.
[5.249] Τι-
νάσσει γὰρ πᾶσαν τὴν κτίσιν ἐκ θεμελίων, οὐρανὸν καὶ γῆν
ἅμα καὶ τὰ λοιπὰ στοιχεῖα, ἐν τῇ συντελείᾳ καὶ ἕκαστον
αὐτῶν ἀποδίδωσιν ὃ κατέχει σῶμα ἀνθρώπειον διακρινό-
μενον ὑπὸ τῆς αὐτοῦ δυνάμεως· ὥσπερ γὰρ ἐν κοσκίνῳ
κοσκινεύων τις τὸ ζητούμενον μέσον εὑρήσει, οὕτω σαλευομέ-
νης πάσης τῆς κτίσεως οἱ ζητούμενοι μέσοι εὑρεθήσονται.
«Ἔτι γὰρ ἅπαξ ἐγὼ σείσω», φησὶ διὰ τοῦ προφήτου, «οὐ
μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν»· τὸ δὲ «ἔτι ἅπαξ»
δηλοῖ, εἶπεν ὁ Ἀπόστολος, τὴν τῶν σαλευομένων μετά-
στασιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα.
«Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχομεν χάριν,
δι' ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ μετὰ εὐλαβείας καὶ
δέους.»
[5.250] Καὶ ὁ Κύριος περὶ συντελείας λέγων οὕτως φησί·
«Καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται ἐπὶ τὴν γῆν καὶ αἱ
Δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· καὶ τότε ὄψονται τὸν
Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως καὶ
δόξης πολλῆς· καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ
[5.250.6] σάλπιγγος μεγάλης καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ
τῶν τεσσάρων ἀνέμων, ἀπ' ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.»
Καὶ πάλιν πρὸς Θεσσαλονικεῖς ὁ Ἀπόστολος ἐν τῇ πρώτῃ
φησίν· «Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγ-
γέλου καὶ ἐν σάλπιγγι Θεοῦ, καταβήσεται ἀπ' οὐρανοῦ, καὶ
οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον. Ἔπειτα ἡμεῖς οἱ
ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα
ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως
πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, ὥστε παρακαλεῖτε ἀλλήλους ἐν
τοῖς λόγοις τούτοις.» Ὁμοίως λέγει ἐν τῇ πρὸς Κορινθίους
πρώτῃ Ἐπιστολῇ· «Ἰδοὺ μυστήριον ὑμῖν λέγω. Πάντες μὲν
οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα ἐν ἀτόμῳ, ἐν
ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι. Σαλπίσει γὰρ καὶ οἱ
νεκροὶ ἀναστήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. Δεῖ
γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν
τοῦτο ἐνδύσασθαι ἀθανασίαν.»
[5.251] Ταῦτα τῶν χριστιανῶν τὰ εὐαγγέλια, αὗται τῶν
πιστῶν αἱ μεγάλαι καὶ θαυμασταὶ ἐλπίδες, ἀνάστασις νεκρῶν
καὶ βασιλεία οὐρανῶν ἡτοιμασμένη ἀπὸ καταβολῆς κόσμου
τοῖς ἀνθρώποις, οἱ καὶ πρῶτον ἀθανασίαν καὶ ἀφθαρσίαν καὶ
ἀτρεπτότητα κομιζόμενοι, μετάρσιοι ἀεροβατοῦντες σὺν
Χριστῷ βασιλείαν οὐρανῶν κληρονομοῦσι, σὺν Χριστῷ βασι-
λεύσουσι, σὺν Χριστῷ οἰκητήριον τὸν οὐρανὸν κέκτηνται, σὺν
Χριστῷ τῆς ἀχειροποιήτου σκηνῆς τὴν εἴσοδον συγχωρού-
μενοι πατεῖν, σὺν Χριστῷ τῆς οὐρανίου πόλεως Ἱερουσαλὴμ
πολῖται σὺν ἁγίοις ἀγγέλοις ἀναγορευόμενοι, σὺν Χριστῷ
χαίροντες, σὺν Χριστῷ ἀγαλλιώμενοι, σὺν Χριστῷ ὑψού-
μενοι, σὺν Χριστῷ στεφανηφοροῦντες, σὺν Χριστῷ δοξαζό-
μενοι, σὺν Χριστῷ τοῦ θρόνου τῆς χάριτος ἀπολαύοντες, σὺν
Χριστῷ δικαιοσύνης καὶ ἁγιασμοῦ καὶ ἀπολυτρώσεως καὶ
μακαριότητος καὶ παντὸς αἰωνίου καὶ ἀνεκλαλήτου ἀγαθοῦ
ἀπολαύοντες. Ποῖον ἔθνος ἢ ποία αἵρεσις τοιαύτας ἐλπίδας
πιστεύουσα κέκτηται, εἰ μὴ μόνον χριστιανοί;
[5.252] Ἕλληνες ἀπιστοῦσιν, ἀνέλπιστοι ὄντες, σοφίαν τοῦ
κόσμου τούτου ἀγαπῶντες, ἥτις μᾶλλον οὔτε ἓν τῶν πραγμά-
των ἐξισχύει καταλαβεῖν ἀφ' ἑαυτῆς, εἰ μὴ θεία τις ἔλλαμψις
παρακολουθήσῃ. Ὁμοίως καὶ Ἰουδαῖοι ἀπιστήσαντες τῷ
φανέντι Χριστῷ τῷ ταῦτα πάντα φανερῶς κηρύξαντι καὶ
συστήσαντι, καὶ δι' ἑαυτοῦ καὶ διὰ τῶν ἀποστόλων, τούτων
πάντων ἀπέτυχον. Σαμαρεῖται δὲ καὶ μοντανοὶ σκληροτρά-
χηλοι ὑπὲρ τοὺς Ἰουδαίους ὄντες ἐκ Μωϋσέως καὶ τῶν
σχημάτων τοῦ κόσμου μὴ δυνάμενοι παιδευθῆναι, ἀλλὰ καὶ
τοὺς προφήτας ἀπιστοῦντες, μήτε ἄγγελον μήτε πνεῦμα μήτε
ψυχὴν λογικὴν ἀθάνατον ὁμολογοῦντες, ἀλλὰ καὶ αὐτοὶ ἴσα
τῶν Ἑλλήνων ἀνάστασιν σωμάτων ἀθετοῦντες, τούτων
πάντων ἀποτυγχάνουσιν. Ὁμοίως μανιχαῖοι πάλιν τὰ σώ-
ματα μισοῦντες καὶ τούτων ἀνάστασιν μὴ ὁμολογοῦντες,
ἀλλὰ πονηροῦ θεοῦ αὐτὰ δημιουργήματα ὑποτιθέμενοι καὶ
ἀπώλειαν αὐτῶν προσδοκῶντες, πάντων τῶν ἀγαθῶν καὶ
αὐτοὶ στερίσκονται, μεθ' οὗ ἐχειροτόνησαν ἑαυτοῖς θεοῦ
περὶ τὴν γῆν ὡς ἀσεβεῖς κατακρινόμενοι. Ὁμοίως καὶ
πάντες οἱ αἱρετικοὶ ὅσοι ἀθετοῦσι τὴν ἀνάληψιν τῆς ἡμετέρας
σαρκὸς καὶ τῆς ἡμετέρας ψυχῆς ἐν τῷ καιρῷ τῆς ἐνανθρω-
πήσεως, καὶ ὅσοι ἀθετοῦσι κολοβοῦντες τὴν θεότητα τοῦ
Υἱοῦ καὶ σμικρύνοντες τὴν θεότητα τοῦ ἁγίου Πνεύματος,
τούτων πάντων τῶν ἀγαθῶν καὶ αὐτοὶ στερίσκονται.
[5.253] Μόνοι γὰρ οἱ ὁμολογοῦντες ἕνα Θεὸν ἐν τρισὶν
ὑποστάσεσιν, ἄναρχον, ἀΐδιον, ἀπερίγραφον, ἀόρατον, ἀναφῆ,
ἄφθαρτον, ἀθάνατον, ἀπαθῆ, ἀσώματον, ἀπεριόριστον, ἀκα-
τάληπτον, ἀσύνθετον, ἀμερῆ, ποιητὴν οὐρανοῦ καὶ γῆς,
ὁρατῶν τε πάντων καὶ ἀοράτων, ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ
Πνεύματι γνωριζόμενόν τε καὶ προσκυνούμενον, καὶ ἐπ'
ἐσχάτου τῶν ἡμερῶν ἐν τῷ καιρῷ τῆς ἐνανθρωπήσεως ἀνακτί-
σαι βουλόμενον ὅνπερ ἔκτισε κόσμον.
[5.254] Λαβὼν πάλιν ἐκ
τῆς ἁγίας παρθένου Μαρίας ἐκ τοῦ ἡμετέρου φυράματος
ὁ Θεὸς Λόγος, σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι, ἄνευ σπορᾶς,
ἀνακτίζει τὸν μικρὸν κόσμον, τὸν σύνδεσμον πάσης τῆς
κτίσεως, τουτέστι τὸν ἄνθρωπον, καὶ ἑνοῖ ἑαυτῷ ἐξ αὐτῆς τῆς
ἀκαριαίας ῥοπῆς ἑνώσει ἐξαιρέτῳ καὶ ἀναφαιρέτῳ, ὡς μὴ
προεπινοεῖσθαι τὴν λῆψιν τῆς ἑνώσεως, ἀλλ' ἅμα διάπλασις
καὶ λῆψις καὶ ἕνωσις· συνεχώρησε παθεῖν καὶ ἀποκτανθῆναι,
καὶ τελειώσας διὰ τῆς ἀναστάσεως εἰς οὐρανὸν ἀνήγαγε καὶ
τῆς ἐκ δεξιῶν αὐτοῦ καθέδρας ἐτίμησε καὶ κριτὴν αὐτὸν τοῦ
παντὸς κατέστησεν. Ὁμοίως σὺν τούτῳ καὶ οἱ βιοῦντες
καλῶς εἰσέρχονται εἰς τὸν νυμφῶνα ἅμα τῷ νυμφίῳ, μὴ
κολοβοῦντες μήτε τὴν θεότητα μήτε τὴν ἀνθρωπότητα· οὗτοι
συγχορεύουσι τῷ Χριστῷ καὶ συμβασιλεύουσιν αὐτῷ ἐν τῷ
οὐρανῷ, ἀκούοντες παρ' αὐτοῦ ἐν τῇ συντελείᾳ· «Δεῦτε, οἱ
εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασ-
μένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.»
[5.255] Περὶ δὲ τῆς συντελείας τὴν ἡμέραν οὐδεὶς ἐπίσταται,
εἰ μὴ μόνος ὁ Θεός. Φασὶ δέ, εἰ μὴ συναρίθμιοι γένωνται οἱ
ἄνθρωποι τοῖς ἀγγέλοις, οὐ συντελεῖται ὁ κόσμος· λέγει γὰρ
ὁ Μωϋσῆς· «Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων
Θεοῦ», ὡσανεί· Τὸν ὅρον τῶν ἐθνῶν ἐν τούτῳ ἔστησεν, ἐν
τῷ συναριθμίους γενέσθαι τοῖς ἀγγέλοις. Ἀμέλει καὶ
ὁ Ἀπόστολος λέγει· «Ὅταν δὲ τὸ πλήρωμα τῶν ἐθνῶν
εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται», σαφῶς περὶ
συντελείας εἰπών. Ἀλλὰ καὶ ὁ Κύριος φαίνεται αἰνιττόμενος
περὶ τούτου καὶ λέγων· «Ἐν τῇ ἀναστάσει ἰσάγγελοί εἰσιν».
[5.256] Ὅσοι τοίνυν χριστιανοὶ ὑπάρχετε καὶ ταύτης τῆς
ἐλπίδος ἀντιλαμβάνεσθε καὶ δεῖγμα καὶ τύπον ἔχετε τὸν
Δεσπότην Χριστόν, ἀναγινώσκοντες τὴν βίβλον εὔξασθε ὑπὲρ
ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ὅπως ὁ πάντων Κύριος μή με ὑπερίδῃ,
ἀλλ' ἐλεήσας συναρίθμιόν με ποιήσῃ μεθ' ὑμῶν σὺν τοῖς ἐκ
δεξιῶν, παρορῶν τὰ ἡμέτερα πλημμελήματα, καὶ μὴ ἀπο-
τύχω ταύτης τῆς μακαριότητος τῆς ἀνεκλαλήτου, εὐχαῖς καὶ
δεήσεσιν ὑμετέραις, εὐσπλαγχνίᾳ δὲ καὶ φιλανθρωπίᾳ καὶ
χάριτι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, μεθ' οὗ τῷ
Πατρὶ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ πάντοτε καὶ εἰς
τοὺς αἰῶνας. Ἀμήν.
[5.257] Θεὲ ἀγαθέ, εὔσπλαγχνε, μακρόθυμε καὶ πολυέλεε,
ἐλέησόν με τὸν ἀνάξιον δοῦλόν σου καὶ μή με κατακρίνῃς ταῖς
ἁμαρτίαις μου, ὅτι σοι μέλει περὶ πάντων καὶ ἐπίστασαι
ἑκάστου τὰ κρυπτὰ τῶν διανοιῶν, ὅτι πόθῳ τῷ εἰς σὲ καὶ τῶν
σῶν οἰκτιρμῶν αἰτηθεὶς οὐκ ἀπέκρυψα τὴν παραδεδομένην μοί
σου εὐσπλαγχνίαν καὶ ἀγαθότητα καὶ οἰκτιρμοὺς πρὸς
ὠφελίαν τῶν ἀναγινωσκόντων ἐκ τῶν σῶν ὧν ἐχαρίσω μοι
διδασκάλων προνοίᾳ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ εἰς τοὺς
αἰῶνας. Ἀμήν.
[5.257.? ΧΡΙΣΤΙΑΝΟΥ
[5.257.? ΧΡΙΣΤΙΑΝΙΚΗ ΤΟΠΟΓΡΑΦΙΑ
[5.257.? ΠΕΡΙΕΚΤΙΚΗ ΠΑΝΤΟΣ ΤΟΥ ΚΟΣΜΟΥ

[6.t] Περὶ μεγέθους ἡλίου
ΛΟΓΟΣ Ϛʹ

[6.1] Τινὲς μετὰ τὸ πέρας εἰληφέναι τὴν βίβλον ἐκίνησαν
λόγους πρὸς ἡμᾶς περὶ τοῦ σχήματος τοῦ κόσμου λέγοντες·
Πῶς δυνατὸν κρύπτεσθαι τὸν ἥλιον καθ' ὑμᾶς ὑπὸ τὰ βόρεια
μέρη τῆς γῆς τὰ ὑψηλὰ πολλοῖς τοῖς μέτροις ὑπερέχοντα τὸ
μέγεθος αὐτῆς; Ἐπὶ τῆς γὰρ λεγομένης παρ' ἡμῶν σφαίρας,
ὅσῳ δήποτε μείζων ἐστὶν ὁ ἥλιος τῆς γῆς, πάντως ποιήσει
σκιὰν κατὰ τὸ ἕτερον μέρος τῆς γῆς. Πρὸς οὓς συντομώτατα
εἰρήκαμεν ψευδὲς εἶναι καὶ πλάσμα τὸ τοιοῦτον, ἀποδείξαντες
πρῶτον ἐξ αὐτῶν τῶν παρ' αὐτοῖς ὡμολογημένων κλιμάτων
[6.1.10] ὡς διαφόρους ἔχει σκιάς, ἔπειτα καὶ ἐξ ὧν τοῖς ὀφθαλμοῖς
ἡμῶν ἐθεασάμεθα ἐπὶ τὰ μέρη Ἀξώμεως ἐν τῇ Αἰθιοπίᾳ.
[6.2] Ἐν τῇ γὰρ ἀρχῇ τῆς θερινῆς τροπῆς κατὰ τὴν εἰκοστὴν
πέμπτην τοῦ Παϋνὶ μηνός, ὥραν ἕκτην τῆς ἡμέρας, ὄντος
ἤδη περὶ τὸ μεσουράνημα τοῦ ἡλίου, σαφῶς εἴδομεν ὡς ὅτι
ἡ σκιὰ τοῦ ἀνθρώπου ἐπὶ τὸν νότον κλίνει. Λαβὼν δὲ καὶ
αὐτὸς ἐν τῇ Ἀλεξανδρέων ἐνταῦθα κατ' αὐτὸν τὸν καιρόν,
λέγω δὴ Παϋνὶ εἰκοστῇ πέμπτῃ καὶ ἕως τριακάδος, ὥραν
ἕκτην τῆς ἡμέρας, σταθέντες ὑποκάτω τοῦ ἡλίου, ἔδειξα τὴν
σκιὰν ἐπὶ τὰ βόρεια μέρη πόδα ἕνα κλίνουσαν καὶ μόνον. Καὶ
ἔστι κατ' αὐτοὺς ἡ Ἀλεξάνδρεια τρίτον κλίμα.
[6.3] Εὑρεθεὶς δὲ ἐνταῦθα ὁ τὰ πάντα θεοσεβέστατος ἀββᾶς
Στέφανος, ὁ κατὰ Ἀντιόχειαν πρεσβύτερος, χριστιανικώ-
τατος τῶν τελείων καὶ ἀληθινὸς ὑπάρχων, ἠσκημένος δὲ
ἀκριβῶς καὶ τὴν ψῆφον τῆς σελήνης κατὰ τὸ σχῆμα μέντοι
καὶ αὐτὸς ὃ ὑπεθέμεθα κατὰ τὴν θείαν Γραφήν, δυνάμενός
τε προλέγειν εὐχερῶς καὶ ἐκλείψεις ἡλιακὰς καὶ σεληνιακάς,
εἰ βουληθείη περὶ τοῦτο ἀσχολεῖσθαι. Ὅθεν ἀπαιτηθεὶς τῷ
Θὼθ μηνὶ τῆς παρούσης δεκάτης ἰνδικτιῶνος παρὰ ἀνδρὸς
ἐπιστήμονος, Ἀναστασίου τοὔνομα, μηχανικοῦ ἀνδρὸς λογίου
καὶ ὑπὲρ πολλοὺς ἐμπείρου, προειπεῖν ἔκλειψιν ἡλίου, ἔφη
γενέσθαι ἐν αὐτῷ τῷ καιρῷ κατὰ τὴν δωδεκάτην τοῦ Μεχεὶρ
μηνὸς καὶ σεληνιακὴν Μεσορὴ εἰκοστῇ τετάρτῃ πάλιν τῷ αὐτῷ
καιρῷ. Καὶ θαυμάσας πάλιν παρ' αὐτοῦ ἀπῄτησε προγεγο-
νυίας ἐκλείψεις· καὶ ταύτας πάλιν ἐξειπών, ἐθαύμασεν ὁ ἀνήρ.
Παρῆσαν δὲ καὶ ἕτεροί τινες μηχανικοὶ καὶ τῶν ἡμετέρων
φίλων, ἐφ' ὧν ταῦτα ἐλαλήθησαν.
[6.4] Αὐτὸς οὖν ὁ θεοφιλὴς ἀνὴρ πεῖραν καὶ πόθον ἔχων περὶ
τῶν τοιούτων, ἔν τε τῇ Ἀντιοχέων καὶ ἐν Κωνσταντινου-
πόλει παραγεγονὼς καὶ πολλὰ ἔτη διατρίψας, ἔλεγε καὶ αὐτὸς
μεμετρηκέναι καὶ ἐν ἀμφοτέροις τοῖς τόποις τὰς σκιάς· καὶ
ἐν μὲν τῇ Ἀντιοχείᾳ πόδα ἕνα ἥμισυ ἔχειν τὴν σκιὰν ἐν αὐτῷ
τῷ καιρῷ διεβεβαιοῦτο, ἐν δὲ τῷ Βυζαντίῳ πόδας δύο.
Ἔστι δὲ Ἀντιόχεια τοῦ κλίματος τοῦ διὰ Ῥόδου, λέγω δὴ
τοῦ τετάρτου, τὸ δὲ Βυζάντιον τοῦ πέμπτου ἐπέκεινα μικρόν.
[6.5] Οὕτω γὰρ διαιροῦσι τὰ κλίματα· πρῶτον κλίμα τὸ κατὰ
Μερόην φασί, δεύτερον τὸ κατὰ Συήνην, τρίτον τὸ κατὰ
Ἀλεξάνδρειαν, τέταρτον τὸ κατὰ Ῥόδον, πέμπτον τὸ κατὰ
Ἑλλήσποντον, ἕκτον τὸ κατὰ μέσον τοῦ Πόντου, ἕβδομον τὸ
κατὰ Βορυσθένους ποταμοῦ καὶ τῆς Μαιώτιδος λίμνης, λοιπὸν
ὁ Ὠκεανός. Εἰ τοίνυν, καθὰ καὶ αὐταῖς ὄψεσιν ἐθεασάμεθα, ἐν
τῷ τρίτῳ κλίματι τὴν σκιὰν ἐνταῦθα, ὡς αὐτοὶ ὑποτίθενται,
πόδα ἕνα κλίνειν μόνον ἐπὶ βορρᾶν καὶ ἐν τῷ τετάρτῳ πόδα
ἕνα ἥμισυ καὶ ἐν τῷ πέμπτῳ δύο, πῶς οὐ φανερόν ἐστιν ὅτι
κατὰ κλίμα ποδὸς τὸ ἥμισυ προστίθεται ἢ ἀφαιρεῖται;
 Καὶ εἰ τοῦτο ἀληθές, ὥσπερ οὖν καὶ ἀληθές ἐστιν, εὑρεθήσε-
ται ὁ ἥλιος δύο κλιμάτων μέγεθος ἔχων. Εἰ γὰρ ἐν τῷ τρίτῳ
κλίματι πόδα ἕνα ἔχει, ἐν τῷ δευτέρῳ πάντως ἥμισυ ποδὸς
ἔχει, ἐν δὲ τῷ πρώτῳ καὶ ἄσκιοι παντελῶς εὑρισκόμεθα.
[6.6] Καθάπερ δὲ προλαβόντες ἐν τῷ δευτέρῳ λόγῳ εἴπαμεν
ἡμεῖς, τὰ διαστήματα τῆς γῆς ἀπὸ τῆς Μερόης ἕως τοῦ
Ὠκεανοῦ, κατὰ τὸν νότον, πολλὰ διαστήματα ἔχει· ἀπὸ γὰρ
τῶν Καταρακτῶν ἕως τοῦ Ὠκεανοῦ μονὰς ἑβδομήκοντα,
πλέον ἢ ἔλαττον, μεμνήμεθα εἰπόντες ἔχειν τὸ διάστημα τῆς
γῆς. Ἃ δὲ αὐτοὶ ὑποτίθενται κλίματα ἀπὸ εἴκοσι μονῶν
ἔγγιστα ὑποτίθενται. Εὑρίσκεται οὖν πάντως ἐν τῷ κατὰ τὴν
Ἀξώμην τῶν Αἰθιόπων πόλιν κλίματι πλέον ποδὸς κλίνουσα
ἐπὶ τὸν νότον ἡ σκιά, ὥστε παντὶ τρόπῳ ἀναμέσον ἐστὶ
Συήνης καὶ Ἀξώμεως δύο κλιμάτων ἔχων μέγεθος τὴν
θερινὴν τροπὴν διατρέχων ὁ ἥλιος. Πῶς οὖν οὐ ψευδῆ καὶ
μυθώδη τὰ λεγόμενα παρ' αὐτῶν περὶ τοῦ ἡλίου, ὡς ὅτι
μείζων ὑπάρχει τῆς γῆς;
[6.7] Πῶς δὲ καὶ τὴν γῆν σφαιροειδῆ φασκόντων οὐ διαλλάττει
ἡ σκιὰ ἐν τῷ κοιλώματι τῆς γῆς; Μέσην μὲν γὰρ ὑποτιθε-
μένων τὴν διακεκαυμένην ζώνην ἀνάγκη τὰ παρ' ἑκάτερα
κοιλότερα εἶναι. Φασὶ δὲ μὴ δύνασθαι οἰκεῖν τινας κατὰ τὴν
κεκαυμένην ζώνην, ἀλλὰ καὶ τὴν καθ' ἡμᾶς οἰκουμένην εἶναι
ἐπὶ τὸ βόρειον μέρος τῆς γῆς ἀπέχον διαστήματα πολλὰ τῆς
διακεκαυμένης ζώνης. Καὶ θαυμάζω πάλιν, εἰ ἐν τούτοις τοῖς
κοιλώμασι τῆς γῆς, κατὰ τὴν αὐτῶν ὑποθήκην, δύνανται
οὕτως ἀναλογεῖν αἱ σκιαί, ὡς ὑπὸ ἥμισυ ποδὸς καθ' ἕκαστον
κλίμα εἶναι, ὡς σὺν Θεῷ παρ' ἡμῶν ἀποδέδεικται αὐταῖς ὄψεσι
θεασαμένων καὶ δειξάντων οἷς διελεγόμεθα ἀνθρώποις, οὐκ
ἀμυήτοις, ἀλλ' ἐμπείροις οὖσι καὶ ἐν τούτῳ στερεῶς διαμαχο-
μένοις.
[6.8] Ἔτι πάλιν ἔλεγον διϊσχυριζόμενοι ὅτι, ἡνίκα μέγα σῶμα
ᾖ τὸ φωτίζον, τὸ δὲ φωτιζόμενον μικρόν, ἀμφότερα δὲ σφαι-
ροειδῆ, κῶνον πάντως ἀποτελεῖσθαι τὴν σκιάν· αἱ ἀκτῖνες
γὰρ τῆς μεγάλης σφαίρας διήκουσαι ἔνθεν κἀκεῖθεν τῆς
μικρᾶς σφαίρας ὀξύτατον κῶνον πάντως ἀποτελοῦσι· καὶ
ἐπεχείρουν γραμμικαῖς ἀποδείξεσι δῆθεν ἡμᾶς περιγράφειν·
κατὰ τοῦτο δὲ συντομώτατα αὐταῖς ὄψεσιν ἐδείξαμεν ψευδὲς
τὸ λεγόμενον·
[6.9] Ἐνέγκαντες γὰρ βραχυτάτην σφαῖραν
ξυλίνην ἐνεβάλομεν ἧλον καθηλωτόν, ἐξ οὗ καὶ κατείχομεν
χερσί, καὶ ἐκτείνοντες ἐπὶ τὸν ἥλιον στρογγύλην σκιὰν ἑωρῶ-
μεν καὶ οὐ κωνοειδῆ· ἐλέγομεν δὲ αὐτοῖς· Ἰδοὺ πῶς μικρά
ἐστιν ἣν κατέχομεν σφαῖραν καὶ μέγας, μάλιστα καθ' ὑμᾶς,
ὁ ἥλιος, καὶ οὐκ ἀποτελεῖ κωνοειδῆ σκιάν, ἀλλὰ στρογγύλην.
Καὶ ἀπ' ἐγγύθεν γὰρ ἐδοκιμάσαμεν καὶ μακρόθεν, καὶ οὐχ
εὗρον ἀποδεῖξαι ἃ λέγουσιν, ἀλλὰ μόνον πιθαναῖς ἀπάταις τοὺς
πολλοὺς ἀπατῶσιν.
[6.10] Ἐνέγκαντες πάλιν ἡμεῖς κωνοειδὲς
σκεῦος τότε ἀπεδείξαμεν αὐτοῖς ὡς τὸ κωνοειδὲς καὶ κωνοειδῆ
σκιὰν ἀποτελεῖ. Καὶ ὡς ἐπὶ τῆς ἀληθείας λέγω, πάτερ
θεοφιλέστατε, διὰ τῆς δυνάμεως τοῦ Χριστοῦ, ἀχανεῖς καὶ
σκυθρωποὶ τὰς ὄψεις ἀνεχώρησαν παρ' ἡμῶν αἰσχυνόμενοι
ἐπὶ τοῖς ἑαυτῶν πλάσμασιν.
[6.11] Ἰδοὺ δὲ καὶ ἡμεῖς κατὰ τὴν αὐτῶν τέχνην γραμμὰς
βαλόντες καὶ ἐντυπώσαντες, ὡς ἔθος αὐτοῖς ποιεῖν, ἑκάστῳ
κλίματι μίαν δυνάμεθα δεῖξαι, τῇ θείᾳ δυνάμει πρῶτον
ὠχυρωμένοι, ὡς οὐκ ἔστι μείζων δύο κλιμάτων ὁ ἥλιος, ἵνα
καὶ ἐν τούτῳ μάθωσι μὴ ὑψαυχενεῖν, ἀλλ' ὑποκύπτειν τῇ
θείᾳ Γραφῇ.
[6.12] A· ἄσκιον· I et I'· τὸ κατὰ μέση· II· τὸ κατὰ Συήνην·
III· τὸ κατὰ Ἀλεξάνδρειαν· IV· τὸ κατὰ Ῥόδον· V· τὸ κατὰ Ἑλλήσ-
ποντον· VI· τὸ κατὰ μέσον τοῦ Πόντου· VII· τὸ κατὰ Βορυσθένους
ποταμοῦ καὶ Μαιώτιδος λίμνης. II'· τὸ αἰθιοπικόν· III'· τὸ κατὰ
Ἀξώμην· IV'· Ὠκεανὸς τὸ κατὰ Σάσου καὶ Βαρβαρίας.
 1. Κατὰ τὴν θερινὴν τροπὴν ὁ ἥλιος διατρέχων Παϋνὶ κεʹ, ὥρᾳ Ϛʹ τῆς
ἡμέρας.
 2. Ἡ κατ' εὐθεῖαν γραμμή ἐστιν ἡ γῆ· αἱ δὲ δέκα ὄρθιαι γραμμαὶ
σώματά εἰσι καθ' ἕκαστον κλίμα ἱστάμενον ἕν· αἱ δὲ ἀπὸ τοῦ ἡλίου
κατερχόμεναι ἐπὶ τὰ σώματα ἀκτῖνές εἰσι τοῦ ἡλίου· ἔνθεν κἀκεῖθεν
συνεμπίπτουσαι τοῖς σώμασιν ἀποτελοῦσιν ὥσπερ τὰς ἀπὸ μέλανος
ἐχαράξαμεν σκιάς· ἡ δὲ μία γραμμὴ ἡ ὄρθιος καταβαίνουσα, ἐπειδήπερ
κατὰ κορυφῆς ἐστι τοῦ σώματος, ἄσκιον αὐτὸ ἀποτελεῖ, ὡς μείζων
οὖσα τοῦ σώματος καὶ ὅλον περιλάμπουσα.
 3. Μαρτυρεῖ δὲ καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις πέρατα γῆς καλῶν
τὸν Ὁμηρίτην ἀπέχοντα τῆς Βαρβαρίας οὐ πλείω δύο ἡμερῶν διὰ
θαλάσσης δρόμον.
 4. Εὔδηλον ἐκ τῶν παρ' αὐτοῖς ὡμολογημένων κλιμάτων καὶ τῶν
[6.12.19] τόπων, ὡς μαρτυρεῖ καὶ Πτολεμαῖος ὁ τὴν Αἰθιοπίαν πολεμήσας, οὗ
καὶ μνήμην ἐποιησάμεθα ἐν τῷ δευτέρῳ λόγῳ, καὶ ἐξ αὐτῶν τῶν
σκιῶν τῶν εἰς ἕκαστον κλίμα γινομένων, ὡς ὅτι πλέον δύο κλιμάτων
οὐκ ἔχει μέγεθος ὁ ἥλιος, ἀλλὰ καὶ ἡ γῆ ἐξηπλωμένη τυγχάνει καὶ
οὐχὶ σφαιροειδής, καθὰ καὶ ἡ καταγραφὴ δείκνυσιν.
[6.13] Καὶ τοῦτο τὸ σχῆμα, τουτέστι τοῦ ἡλίου τὸ μέγεθος
καὶ τῆς γῆς, κατὰ τοὺς ἔξωθεν κατεγράψαμεν, ἵν' ὁρῶν τις
ἐκ παραλλήλου συγκρῖναι δυνηθείη, πῶς μὲν ἐν τῷ ἡμετέρῳ
σχήματι κατ' ἀλήθειαν συνεμπίπτουσαι αἱ ἀκτῖνες τοῦ
ἡλίου τοῖς σώμασιν ἀποτελοῦσι τὰς σκιὰς εἰς ἕκαστον κλίμα
ἀναλόγως κατὰ τὴν προτέραν διαγραφὴν ὑπὸ ἥμισυ ποδὸς
τὴν διαφορὰν δεικνύουσαι, πῶς δὲ καὶ ἐν τούτῳ τῷ αὐτῶν
σχήματι οὐ συνεμπίπτουσι τοῖς σώμασιν αἱ ἀκτῖνες, ὡς
μηδὲ φωτίζεσθαι ὑπὸ τοῦ ἡλίου δυνάμενα τὰ παρ' αὐτοῖς
λεγόμενα κλίματα, ἤγουν σώματα, καὶ ὅτι μάτην μεγα-
λαυχοῦσιν ἐπὶ τοῖς ἑαυτῶν μύθοις τὴν ἀλήθειαν μᾶλλον
ἀποστρεφόμενοι.
[6.13.? Ἔτι σαφέστερος σκοπὸς καὶ περιεκτικώτερος,
[6.13.? καὶ ὅτι διὰ πάσης τῆς θείας Γραφῆς διδασκόμεθα
[6.13.? δύο καταστάσεις πεποιηκέναι τὸν Θεόν,
[6.13.? ταύτην καὶ τὴν μέλλουσαν

[6.14] Πρῶτον πάντων ἐξ αὐτῆς τῆς κατασκευῆς τοῦ παντός,
ὡς διεῖλεν ὁ Θεὸς τὸν ἕνα χῶρον τὸν ἀπὸ τῆς γῆς ἕως τοῦ
πρώτου οὐρανοῦ κατὰ μέσον θεὶς τὸ στερέωμα, τουτέστι τὸν
δεύτερον οὐρανόν, καὶ ποιήσας τὸν ἕνα χῶρον δύο χώρους.
 Δεύτερον πάλιν ἐξ αὐτῆς τῆς κατασκευῆς τοῦ ἀνθρώπου, ὡς
ἐκ δύο τινῶν συνίστησι, λέγω δὴ θνητοῦ καὶ ἀθανάτου,
προδήλως αὐτὸν διὰ τῶν ἐναντίων εἰς ἀγῶνα προβαλλόμενος,
ὅπως μετὰ ταῦτα δωρεῶν ἀξιώσῃ.
[6.15] Τρίτον διὰ τῶν δύο ξύλων τῶν ἐν μέσῳ τοῦ παραδείσου
δείκνυσι δύο τινὰς καταστάσεις εἶναι, μίαν θνητὴν καὶ τρεπτὴν
καὶ μίαν ἀθάνατον καὶ ἄτρεπτον. Τὸ γὰρ ξύλον τοῦ γινώσκειν
καλὸν καὶ πονηρὸν τύπος ἐστὶ τοῦ κόσμου τούτου, τοῦ
παιδευτηρίου, καὶ τὸ ξύλον τῆς ζωῆς τύπος ἐστὶ τῆς μελλούσης
καταστάσεως, ἐν ᾗ οὔτε θάνατος οὔτε τροπὴ κρατεῖ.
 Τέταρτον, ὅτι καὶ αὐτὸ τὸ ἐκβαλεῖν τοῦ παραδείσου τὸν
ἄνθρωπον καὶ μνησθῆναι καὶ εἰπεῖν «μήποτε ἐκτείνῃ τὴν
χεῖρα αὐτοῦ καὶ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ
ζήσεται εἰς τὸν αἰῶνα» παιδεύοντός ἐστι καὶ αἰνιττομένου,
ὡς δωρεά τις ἀπόκειται τοῖς ἀνθρώποις μετὰ τὸν ἐνταῦθα
ἀγῶνα ζωῆς ἀθανάτου.
[6.16] Πέμπτον πάλιν διδασκόμεθα διὰ τοῦ Λάμεχ, τοῦ
πατρὸς Νῶε, προφητεύοντος καὶ λέγοντος ἀπαλλάσσεσθαι
ἡμᾶς μόχθων καὶ κατάρας καὶ εἰς βελτίονα ἀνάπαυσιν
προκόπτειν.
 Ἕκτον ἔτι πάλιν δι' αὐτοῦ τοῦ Νῶε, ὡς ἀπὸ τῆς πρώτης
γῆς μοχθηρᾶς τε καὶ ἀκανθώδους μεθιστάμεθα εἰς ταύτην τὴν
γῆν, ἣν νῦν κατοικοῦμεν οἱ ἄνθρωποι, κρείττονα τυγχάνουσαν
καὶ σχεδὸν ἴσην τοῦ παραδείσου, διδασκόμενοι πρώτης καὶ
δευτέρας καταστάσεως διαφοράν.
[6.17] Ἕβδομον, ὅτι καὶ τὸν Ἀβραὰμ ἐκλεξάμενος ὁ Θεὸς
ἐκ τῆς γῆς τῶν Χαλδαίων καὶ εἰς τὴν τῶν Παλαιστίνων μετα-
στήσας, ἐπαγγειλάμενός τε αὐτῷ δωρεὰς μεγάλας δώσειν
καὶ κατάσχεσιν γῆς καὶ μήτε βῆμα ποδὸς αὐτῷ δώσαντος,
κατὰ τὴν θείαν Γραφήν, παρεσκεύασε πιστόν, ἐπιστάμενος
ἀψευδῶς ἐλπίζειν μετὰ ταῦτα δωρεὰς τοῦ Θεοῦ. Ὁμοίως καὶ
διὰ τοῦ Ἰσμαὴλ καὶ τοῦ Ἰσαὰκ ἐδήλου τῶν δύο Διαθηκῶν
τὴν ἀξίαν, ὅτι ἡ μὲν δούλη, ἡ δὲ ἐλευθέρα.
 Ὄγδοον πάλιν διὰ τοῦ Ἰσαὰκ καὶ τῆς Ῥεββέκας δίδυμα
αὐτῶν γεννησάντων ἐρρέθη ὅτι «ὁ μείζων δουλεύσει τῷ
ἐλάσσονι», διὰ τούτου πάλιν δηλῶν δύο καταστάσεις, μίαν
δούλην καὶ μίαν ἐλευθέραν.
[6.18] Ἔνατον πάλιν διὰ τοῦ Ἰακὼβ καὶ τοῦ Ἰωσὴφ μὴ
ἀνασχομένων αὐτῶν ταφῆναι εἰς Αἴγυπτον, ἀλλ' ἐν τῇ γῇ τῆς
ἐπαγγελίας, ἐδήλου δι' ἀμφοτέρων ὡς ἐπόθουν ἐκείνης τῆς
ἐλπίδος τῆς ἐπηγγελμένης αὐτοῖς παρὰ τοῦ Θεοῦ τυχεῖν,
τουτέστι τῆς δευτέρας καταστάσεως.
 Δέκατον καὶ αὐτὴ ἡ ἐπὶ Μωϋσέως ἔξοδος καὶ λύτρωσις
γενομένη ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων, καὶ ἐλευθερία καὶ
εἴσοδος διὰ τοῦ Ἰησοῦ τοῦ Ναυὴ γενομένη ἐν τῇ γῇ τῆς
ἐπαγγελίας διαρρήδην τὰς δύο καταστάσεις προεγράφετο.
 Ἑνδέκατον, ὁμοίως τὴν κατασκευὴν τῆς σκηνῆς καὶ τοῦ
ναοῦ, ὡς μεσάσαν τὸ καταπέτασμα δύο σκηνὰς τὴν μίαν
πεποίηκεν, ἐξωτέραν καὶ ἐσωτέραν, ταύτην καὶ τὴν μέλλουσαν
προετύπου.
[6.19] Τί δὲ δεῖ λέγειν καὶ τὰς διὰ τῶν ἐναρέτων ἀνδρῶν
γενομένας οἰκονομίας, εὐθέως τοῦ Ἄβελ τὴν μετὰ θάνατον
παρρησίαν, ὡς ἔτι λαλεῖ βοῶν ἐκ τῆς γῆς, ζωῆς παλινδρομίαν
ὠδίνων.
 Τοῦ Ἐνὼχ τὴν μετάθεσίν τις ἐνθυμούμενος, ὡς διὰ τῆς
εὐαρεστήσεως μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, προδηλότατα
γινώσκει κρείττονά τινα κατάστασιν ἔσεσθαι διὰ τῆς τοιαύτης
τάξεως.
 Τοῦ Ἠλίου τὴν ἀνάληψιν καὶ τὸν διὰ τοῦ πυρίνου ἅρματος
δρόμον τις κατανοῶν ἐκπληττόμενος σκοπήσειεν, ὡς τετίμηται
τῶν ἀνθρώπων ἡ φύσις διδασκομένη καὶ ἐλπίζουσα οὐρανο-
βατεῖν.
[6.20] Τῆς στρατιᾶς τῶν οὐρανίων ταγμάτων τὴν πληθὺν
χορεύουσαν καὶ χαίρουσαν καὶ εὐφραινομένην ἐπὶ τῇ γεννήσει
τοῦ Δεσπότου ἡμῶν Χριστοῦ κατὰ σάρκα τίς ἐνηχούμενος
λέγουσαν· «Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν
ἀνθρώποις εὐδοκία» ὑπερθαυμάσειε, λογιζόμενος οὐρανίων
καὶ ἐπιγείων μίαν ὁμόνοιαν γεγενῆσθαι, καὶ εὐδοκίαν Θεοῦ
ἐν τοῖς ἀνθρώποις.
 Τὴν δύναμιν τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ τοῦ Κυρίου
καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θεασάμενός τις, ἀνακινῶν
τὴν διάνοιαν, τὸν τῶν ὅλων Σωτῆρα Θεὸν ἀνυμνήσειεν
ἀπαύστως, τὸν παύσαντα τὸν ἀγῶνα τοῦ σώματος καὶ τῆς
ψυχῆς, ὡς ἀμφότερα ἐναντία ὄντα εἰς ὁμόνοιαν ἤγαγε,
πνευματικὰ ἀνάλογα ἀλλήλοις ἐργασάμενος.
[6.21] Τὴν ἄνοδον τοῦ Δεσπότου ἡμῶν Χριστοῦ κατὰ σάρκα
τὴν εἰς οὐρανόν τις κατοπτεύων, καὶ τοὺς ἀγγέλους λευ-
χειμονοῦντας καὶ πρὸς τοὺς ἀποστόλους λέγοντας πάλιν
τὴν ἔλευσιν αὐτοῦ, τὸν Ἰησοῦν μεγαλύνων διατελέσει, τὸν
δείξαντα καὶ φανερώσαντα τοῖς ἀνθρώποις τὴν ἄνοδον τῆς
μελλούσης οὐρανίου καταστάσεως, ἣν προητοίμασεν ἀπὸ
καταβολῆς κόσμου.
 Τὴν κάθοδον τοῦ ἁγίου Πνεύματος τὴν ἐπὶ τοὺς ἀποστόλους
γενομένην τις κατιδών, καὶ τοῦ μεγάλου Πέτρου τὴν ἐν μέσῳ
πάντων δημηγορίαν, τὸν δοτῆρα τῶν ὅλων Θεὸν ἱκετεύων
ἀνυμνήσειε, τὸν δώσαντα τοιοῦτον ἀρραβῶνα καὶ ἐνέχυρον
τῆς μελλούσης καταστάσεως τοῖς ἀνθρώποις.
[6.22] Τοῦ μεγάλου Παύλου τὴν οὐρανόθεν κλῆσιν καὶ τὴν
ἕως τρίτου οὐρανοῦ ἁρπαγὴν καὶ πάλιν τὴν ἐν τῷ παραδείσῳ
τις κατοπτρισθεὶς βοήσει πρὸς Θεὸν λέγων· Δόξα σοι τῷ διὰ
πάντων καὶ πᾶσι χαριζομένῳ δωρεὰς τοῖς ἀνθρώποις.
 Τοῦ χοροῦ τῶν προφητῶν καὶ ἱερέων καὶ δικαίων, ἔτι τε
καὶ τῶν ἀποστόλων καὶ εὐαγγελιστῶν, τὰ συγγράμματά τις
ἀναγνούς, τὰ μεστὰ θαυμάτων καὶ προρρήσεων καὶ ἀληθινῶν
ἐκβάσεων, εὑρήσει πρώτης καὶ δευτέρας μόνων καταστάσεων
αὐτοὺς μεμνημένους, καὶ μήτε πρὸ τῆς πρώτης, μήτε μετὰ
τὴν δευτέραν ἑτέρων καταστάσεων λόγον πεποιημένους.
Δόξα τῷ διὰ πάντων λαλήσαντι καὶ προμηνύσαντι Θεῷ εἰς
τοὺς αἰῶνας. Ἀμήν.
[6.23] Τῆς δευτέρας καὶ ἐπιφανοῦς καὶ ἐνδόξου παρουσίας
τοῦ Δεσπότου ἡμῶν καὶ Σωτῆρος Χριστοῦ τὴν μνήμην τις
ἐνστερνισάμενος, καὶ τῆς ἐκ νεκρῶν μακαρίας ἀναστάσεως
καὶ μεταβολῆς τοῦ κόσμου τῆς ἐπὶ τὸ κρεῖττον καὶ τῆς
ἀνεκλαλήτου χαρᾶς καὶ ἐλπίδος τῆς ἀποκειμένης τοῖς ἀνθρώ-
ποις κατὰ νοῦν τις τὸν λόγον λαβών, τὸν Θεὸν τὸν πάντων
αἴτιον, τὸν κτίστην καὶ ἀνακαινιστὴν τοῦ παντὸς πολλαχῶς
ἀνυμνήσειεν καὶ ὑπερθαυμάσειεν. Μᾶλλον δὲ οὐ δυνήσεται
[6.23.9] κατ' ἀξίαν προσειπεῖν τὸν παντὸς ἐπαίνου καὶ δόξης καὶ
ὕμνων ἀνώτερον, τὸν ἁρμοδίως ἐξ ἄκρας ἀγαθότητος ἀπ'
ἀρχῆς τὰς δύο καταστάσεις κτίσαντα, καὶ παιδεύσαντα ἐν τῇ
πρώτῃ καὶ διὰ πείρας καὶ μαθήσεως καὶ λόγου σωφρονίζοντα,
καὶ ἄγοντα ἐν τῇ δευτέρᾳ καταστάσει τὸ γένος τῶν ἀνθρώπων,
δι' αὐτοῦ καὶ πᾶσαν τὴν κτίσιν. Δόξα σοι, δόξα σοι, δόξα
σοι, τρισάγιε, κτίστα καὶ δημιουργὲ τῶν ἁπάντων καὶ
ἀνακαινιστὰ τοῦ παντός, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
[6.24] Ἐκ τούτων πάντων δείκνυται τὸ δόγμα τῶν χριστια-
νῶν κρεῖττον πάντων, καὶ ἀκόλουθον καὶ ἁρμόδιον τῇ
κατασκευῇ τοῦ κόσμου, καὶ ἀληθινώτερον ὑπάρχον, ὅτι ἀπ'
ἀρχῆς ὁ Θεὸς οὐκ ἀκαίρως, ἀλλὰ χρησίμως, εἰς δύο χώρους
τὸν ἕνα χῶρον διεῖλεν, ἑτοιμάσας καὶ προκατασκευάσας τοῦτον
μὲν εἰς ταύτην τὴν κατάστασιν, τὸν δὲ ἄλλον εἰς τὴν μέλλουσαν
ἔσεσθαι, καθάπερ οἱ ἀληθινοί, καὶ οὐκ ἐπίπλαστοι, χριστιανοὶ
ὁμολογοῦσιν.
[6.25] Ἕλληνες τοίνυν ἀΐδιον τὸν κόσμον ὑποτιθέμενοι, καὶ
τὴν ἀνάστασιν τῶν σωμάτων καὶ τὴν εἰς οὐρανὸν αὐτῶν
ἄνοδον ἀθετοῦντες, μωρίαν αὐτὸ ἡγούμενοι, τῶν μελλόντων
τιμῶν καὶ τῆς ἀνόδου τῆς εἰς τὸν οὐρανὸν ἁρμοδίως κατὰ τὴν
αὐτῶν ὑποθήκην στερίσκονται.
 Ἰουδαῖοι, Μωϋσέα καὶ τοὺς προφήτας ἀναγινώσκοντες καὶ
μὴ συνιέντες τὴν μεγάλην καὶ σοφὴν οἰκονομίαν τοῦ Θεοῦ,
τὴν διὰ τῶν προφητῶν δηλοῦσαν, ὅτιπερ δύο καταστάσεις ἐξ
ἀρχῆς πεποίηκεν ὁ Θεὸς ἐπὶ χρησίμῳ τοῖς ἀνθρώποις, οὔτε
τὸν ἀρχηγὸν αὐτῆς τῆς δευτέρας καταστάσεως ἐδέξαντο, ἀλλὰ
καὶ σκάνδαλον αὐτοῖς ἐγένετο, οὔτε ἕως τοῦ νῦν ἄνοδον ἐν
οὐρανῷ τῶν ἀνθρώπων πιστεύουσιν ἔσεσθαι, ἀλλ' αὐτοὶ δῆθεν
τὸν ἐρχόμενον προσδοκῶσιν, ὃν καὶ Ἠλειμμένον καλοῦσι,
βασιλεύειν ἐπὶ γῆς αὐτὸν ἐλπίζουσι καὶ ὑποτάσσειν αὐτοῖς
πάντα τὰ ἔθνη· οὐράνιά τινα μηδόλως ἀνεχόμενοι φρονεῖν,
ἀθετοῦντες τοῦ Θεοῦ τὴν βουλὴν καὶ ἀκαίρως κατεσκευάσθαι
νομίζοντες τὸ ἐν τοῖς οὐρανοῖς οἰκητήριον, ὅπερ Μωϋσῆς οὐκ
ἀκαίρως δείκνυσι γεγονέναι λέγων τῇ δευτέρᾳ ἡμέρᾳ μεσάζειν
τὸ στερέωμα καὶ γίνεσθαι δύο χώρους, ἐκπίπτουσι καὶ αὐτοὶ
τούτου τοῦ κατοικητηρίου.
[6.26] Ὁμοίως Σαμαρεῖται τὰ αὐτὰ τοῖς Ἰουδαίοις ἀγνοοῦν-
τες καὶ ἀπιστοῦντες, ἔτι δὲ καὶ περὶ ἀναστάσεως σωμάτων
ἀμφιβάλλοντες καὶ περὶ ἀθανασίας ψυχῆς, καὶ αὐτοὶ ὁμοίως
τοῦ οὐρανίου κατοικητηρίου ἐκδιώκονται.
 Μανιχαῖοι παραπλήσια τοῖς Ἕλλησι φρονοῦντες, τόν τε
οὐρανὸν καὶ αὐτοὶ σφαιροειδῆ νομίζοντες καὶ τῶν σωμάτων
ἀπώλειαν προσδοκῶντες, μετὰ τοῦ πονηροῦ ἑαυτῶν θεοῦ, οὗ
ἑαυτοῖς ἐχειροτόνησαν, περὶ τὴν γῆν κατακρίνονται, τῆς ἄνω
πόλεως, ἧς ἠθέτουν, ἀπελαυνόμενοι.
[6.27] Ὁμοίως καὶ πᾶσα αἵρεσις, ἡ μὲν ἀθετοῦσα τὴν τελείαν
ἀνθρωπότητα τοῦ Χριστοῦ, λέγω δὴ ψυχὴν λογικὴν ἔννουν καὶ
σῶμα, καὶ πάντα τὰ ἰδιώματα τῆς ψυχῆς καὶ τοῦ σώματος
μὴ ὁμολογοῦσα, ἀλλ' ἐνδοιάζουσα, ἡ δὲ καὶ τὴν θεότητα τοῦ
Χριστοῦ ἀθετοῦσα καὶ κολοβοῦσα καὶ ἥττονα τοῦ Πατρὸς
λέγουσα, ἢ καὶ τὴν τοῦ Πνεύματος τοῦ ἁγίου, αὗται πᾶσαι
τῶν οὐρανίων μονῶν ἀποτυγχάνουσιν.
[6.28] Μακάριοι γοῦν εἰσιν ὅσοι διὰ τῶν θείων Γραφῶν,
Παλαιᾶς τε καὶ Καινῆς Διαθήκης, γνωρίζουσι τὸν τῶν
ἁπάντων δημιουργὸν ἕνα Θεὸν εἶναι ἐν τρισὶν ὑποστάσεσι,
Πατρὸς λέγω καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἁγίαν Τριάδα
ὁμοούσιον, ἰσοδύναμόν τε καὶ ἰσοσθενῆ καὶ ἰσοκλεᾶ καὶ
ἰσότιμον καὶ συνάναρχον, καὶ τὴν μεγάλην καὶ σοφὴν καὶ
παντοδύναμον οἰκονομίαν αὐτοῦ, τοῦ πάντων αἰτίου, ὡς
σοφῶς καὶ ἁρμοδίως ἔκτισε τὰς δύο καταστάσεις ἐξ ἀρχῆς,
ταύτην τε κἀκείνην, καὶ διὰ τῆς τελείας ἀνθρωπότητος τοῦ
Κυρίου, τῆς ἡμῖν κατὰ πάντα ὁμοουσίου κατά τε ψυχὴν καὶ
σῶμα χωρὶς ἁμαρτίας, πολιτευσαμένης ἐν ἐσχάτοις τοῖς
καιροῖς, ἀναδείξαντα καὶ φανερώσαντα τὴν μέλλουσαν κατά-
στασιν καὶ πίστιν παρασχόντα πᾶσιν ἀναστήσας αὐτὴν ἐκ
νεκρῶν. Ὅσοι οὖν τέλειοι τῷ κανόνι τούτῳ στοιχοῦσιν
-εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ
Θεοῦ-οὗτοι ἀκούσονται δικαίως ἐν τῇ μελλούσῃ καταστάσει
παρὰ τοῦ Δεσπότου Χριστοῦ ἐξ οὐρανοῦ λέγοντος· «Δεῦτε,
οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι-
μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Αὐτῷ
ἡ δόξα σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας.
Ἀμήν.
[6.29] Ἅπας οὖν ὁ σκοπὸς τῆς οἰκονομίας τοῦ Θεοῦ οὗτός
ἐστι· δεῖ γὰρ ὡς ἐν ἀνακεφαλαιώσει συντομώτερον αὐτὸν
ἐξειπεῖν· ἠβουλήθη ἐξ ἀγαθότητος ἑτέροις μεταδοῦναι τοῦ
εἶναι, δυνάμεώς τε καὶ λόγου καὶ γνώσεως· ἐπειδὴ δὲ οἱ ἐκ
μετοχῆς τούτων τυγχάνοντες ἀδυνάτως ἔχουσιν ὑφ' ἓν γνῶναι
καὶ ἔχειν πάντα-ἐπείπερ τοῦτο μόνον ἴδιον Θεοῦ, τὸ δίχα
μαθήσεως καὶ πείρας ταῦτα πάντα εἰδέναι, αὐτόχρημα ὢν καὶ
δύναμις καὶ λόγος καὶ γνῶσις, γενητῶν δὲ τὸ ἐκ τοῦ πεποιη-
κότος μετέχειν τούτων ἁπάντων-, πεποίηκεν ἅμα τὰς δύο
ταύτας καταστάσεις, τὴν πρώτην μὲν θνητὴν καὶ τρεπτὴν
πείρας ἕνεκα καὶ παιδεύσεως τῶν λογικῶν, ἵνα τῇ ποικιλίᾳ
τοῦ παντὸς καὶ τῇ παραθέσει τῶν ἐναντίων γυμναζόμενοι
πειραθῶμεν ἡδέων καὶ λυπηρῶν, τὴν δευτέραν δὲ ἀθάνατον
καὶ ἄτρεπτον εἰς ἀπόλαυσιν τῆς χάριτος αὐτοῦ, πρὸς τὸ
διακριτικῇ ἕξει, λόγῳ καὶ πείρᾳ καὶ γνώσει, τῶν καλῶν
παραθέσει, τῶν πρώτων τὴν μετουσίαν δέξασθαι ἡμᾶς.
[6.30] Οὐδεμία τοίνυν θρησκεία, οὐκ Ἰουδαῖος, οὐ Σαμαρεί-
της, οὐχ Ἕλλην, οὐ μανιχαῖος, πιστεύει ἢ ἐλπίζει ἀνάστα-
σιν ἀνθρώπων καὶ ἄνοδον αὐτῶν γίνεσθαι ἐν τῷ οὐρανῷ. Ἀλλ'
αἱ μὲν αὐτῶν ὅσαι τὸν οὐρανὸν δοξάζουσι σφαῖραν, τουτέστιν
Ἕλληνες καὶ μανιχαῖοι, ἁρμοδίως ἑαυτοῖς καὶ τὴν ἀπιστίαν
κέκτηνται. Ποῦ γὰρ ἔχουσι δοῦναι ἐν τῇ σφαίρᾳ τόπον τῆς
βασιλείας τῶν οὐρανῶν;
[6.31] Δικαίως οὖν ἀμφότεροι τὴν ἀνάστασιν τῶν σωμάτων
ἀθετοῦσιν καὶ μόνον τὰς ψυχὰς δοξάζεσθαι λέγουσιν, ἢ κολά-
ζεσθαι μετὰ τὴν ἐνθένδε ζωήν, ἢ σὺν τῇ σφαίρᾳ περιπολεύειν
τὰς ψυχὰς καὶ ὁρᾶν πάντα, ὥς τινες αὐτῶν λέγουσιν, ἢ εἰς τὸν
Τάρταρον αὐτὰς καταδικάζεσθαι. Τινὲς δὲ καὶ μετενσωμά-
τωσιν ἀεὶ λέγουσι γίνεσθαι, ἕτεροι δὲ καὶ αὐτὸ τὸ ἀθάνατον
τῆς ψυχῆς ἀθετοῦσι, καὶ οὔτε μίαν ἐλπίδα σώματος ἅπαντες
κέκτηνται μετὰ τὴν ἐνταῦθα ζωήν.
[6.32] Αἱ δὲ μὴ δοξάζουσαι σφαῖραν, τουτέστιν Ἰουδαῖοι καὶ
Σαμαρεῖται, ἀκαίρως δὲ γεγονέναι νομίζοντες τὸ στερέωμα
τὸ μεσάσαν τὸν ἕνα χῶρον καὶ ποιῆσαν τοὺς δύο χώρους,
ἀκολούθως καὶ αὐτοὶ ἀπιστίᾳ κεκράτηνται, τῶν μὲν Σαμα-
ρειτῶν μήτε ἀνάστασιν, μήτε ἄνοδον ἐν τῷ οὐρανῷ ὁμο-
λογούντων, μήτε δὲ τὴν ψυχὴν ἀθάνατον λεγόντων, ἀλλ'
ἀεὶ γίνεσθαι καὶ ἀπογίνεσθαι ἡμᾶς νομιζόντων, τῶν δὲ
Ἰουδαίων ὁμολογούντων μὲν ἀνάστασιν ἀνθρώπων, ἐπὶ γῆς
δὲ πολιτεύεσθαι λεγόντων καὶ ἐσθίειν καὶ πίνειν ἡμᾶς καὶ
γαμεῖν καὶ γαμίζεσθαι, καθὰ καὶ ἐν Εὐαγγελίοις μετὰ τῶν
σαδδουκαίων ἠπόρουν τῷ Κυρίῳ λέγοντες· «Ἐν τῇ ἀνα-
στάσει τίνος τῶν ἑπτὰ ἔσται γυνή;» Οὓς συντομώτατα
ὁ Κύριος πλανωμένους ἤλεγξε καὶ μὴ ἐπισταμένους τὴν
θείαν Γραφήν, ἐν ᾗ ἐστιν ἡ δύναμις τοῦ Θεοῦ, λέγων·
«Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίζονται,
ἀλλ' ὡς ἄγγελοί εἰσιν ἐν τῷ οὐρανῷ.» Ἐλέγχονται τοί-
νυν καὶ αὐτοὶ ἔκ τε τῶν γραφομένων, ἔκ τε τοῦ σχήματος
τοῦ ἡτοιμασμένου ἀπὸ καταβολῆς κόσμου, ὡς οὐκ ἀκαίρως
ἐγένετο καὶ ὁ ἀνώτερος χῶρος, ἀλλ' ἔστι τις δευτέρα κατά-
στασις οὐράνιος ἡτοιμασμένη ἀπὸ καταβολῆς κόσμου.
[6.33] Ὁμοίως δὲ καὶ πᾶσα αἵρεσις ἐν χριστιανοῖς· αἱ μὲν σὺν
τοῖς Ἕλλησιν, ἤγουν μανιχαίοις, σφαῖραν τὸν οὐρανὸν δοξά-
ζουσαι, ἢ προβιωτὴν ἀσπαζόμεναι, ἢ ἀθετοῦσαι ἐν Χριστῷ
τι τῆς ἡμετέρας φύσεως, ἢ σῶμα ἢ ψυχὴν ἢ νοῦν, πολὺ πλα-
νῶνται καὶ αὗται μὴ εἰδυῖαι τὰς Γραφάς, μηδὲ τὴν δύναμιν
τοῦ Θεοῦ.
[6.34] Μόνοι γὰρ τέλειοι χριστιανοί εἰσιν οἱ ἀπλανῶς τῇ θείᾳ
Γραφῇ ἀκολουθοῦντες καὶ γινώσκοντες ἔκ τε τῶν γραφο-
μένων, ἔκ τε τοῦ σχήματος τῆς πρώτης καὶ τῆς δευτέρας
καταστάσεως τοὺς τόπους καὶ τὰ σχήματα, ἃ διηγεῖται ἡ θεία
Γραφή, ὅτι ὥσπερ ὁ κόσμος οὗτος ἀγγέλων καὶ ἀνθρώπων
ἐστί, «θέατρον γὰρ ἐγενήθημεν τῷ κόσμῳ, φησὶν ὁ Ἀπό-
στολος, ἀγγέλοις καὶ ἀνθρώποις», οὕτως καὶ ὁ ἀνώτερος
χῶρος πάλιν ἀγγέλοις καὶ ἀνθρώποις προητοίμαστο. Δόξα
διὰ πάντα τῷ βασιλεῖ τῶν αἰώνων Θεῷ εἰς τοὺς ἀτελευτήτους
αἰῶνας. Ἀμήν.
 Ὁ οὐρανὸς συνδεδεμένος τῇ γῇ καὶ διαιρεθεὶς κατὰ μέρος·
ἱστῶν γὰρ τὰς δύο καμάρας καὶ τοὺς δύο τοίχους τοὺς παρ'
ἑκάτερα, καὶ τῇ ἀναλογίᾳ τῶν καμαρῶν ἑλίσσων τὸν ἕνα
τοῖχον καὶ συνδεσμεύων ἐπὶ τὸν ἕτερον, ἀποτελεῖ ὅλον τὸ
σχῆμα τοῦ κόσμου.
[7.t] Χριστιανοῦ περὶ διαμονῆς οὐρανῶν
ΛΟΓΟΣ Ζʹ

[7.1] Τὸν περὶ οὐρανοῦ λόγον αἰτήσαντί σοι συγγραφῆναι παρ'
ἡμῶν, ὦ φιλοπονικώτατε ἀνδρῶν Ἀναστάσιε, οὐκ ἀπειθήσω.
Σαφηνιῶ δὲ πότερον ἀκατάλυτον αὐτόν φησιν ἡ θεία Γραφὴ
ἢ καταλυόμενον. Ἔφησθα γὰρ ὥς τις τῶν χριστιανίζειν
αὐχούντων βουλόμενος καθ' Ἑλλήνων εἰπεῖν ἔλαθεν ἑαυτὸν
συνηγορῶν αὐτοῖς, σφαῖραν μὲν σὺν αὐτοῖς δοξάζων ἀεὶ
περιστρεφομένην τὸν οὐρανόν, καταλυόμενον δὲ τοῦτον ἐν τῷ
αὐτοῦ συγγράμματι κηρύττων. Οὐκ οἶδ' ὅπως κινούμενος
ἐξεῖπε καὶ θαυμάζειν ἐμοὶ ἔπεισι τὴν οὕτω πολυμαθῆ τοῦ
ἀνδρὸς σοφίαν, οὕτω τυφλώττουσαν ὑπὸ τῆς ἄγαν φιλοτιμίας.
Εἰ γὰρ ὡς χριστιανὸς ἀνατρέπειν ἠβούλετο τὴν δόξαν τὴν
ἑλληνικήν, τάς γε περὶ τούτου πρῶτον ἀρχὰς ἐχρῆν ἐκ βάθρων
ἀνελεῖν, τὴν σφαῖραν καὶ τὴν ταύτης περιφοράν, ὅπερ ἡμεῖς
βουλήσει Θεοῦ ἐν ἑτέρῳ συγγράμματι αἰτηθέντες πεποιή-
καμεν.
[7.2] Εἰ δὲ αὐτὸν τὸν θεμέλιον καὶ τὰς ἀρχὰς αὐτῶν, ἐξ
ὧν αἱ ἀποδείξεις τοῦ ἀϊδίου προΐασιν, ἐδέξατο, τί μάτην
ὁ σοφὸς ἀδολεσχεῖ, οὐκ ἐπὶ πέτρας, ἀλλ' ἐπὶ ψάμμου τοὺς
ἑαυτοῦ κτίζων ὕθλους; Οὐδεὶς γὰρ τῶν εὐφρονούντων τὸ
ἀεικίνητον φθαρτὸν καὶ καταλυόμενον, οὐδὲ τὸ φθαρτὸν καὶ
καταλυόμενον ἀεικίνητον ἂν εἴποι· ἀλλὰ τὸ μὲν ἀεικίνητον ὡς
ἀεικίνητον ἄφθαρτόν ἐστι, τὸ δὲ μὴ ἀεὶ κινούμενον καὶ κατα-
λυόμενον πάντως φθαρτόν ἐστιν, ἐπείπερ καὶ τῆς κινήσεως
παύεται, διὸ οὐκ ἀεικίνητον. Πῶς οὖν ὁ λογιώτατος ἀεικίνητον
δεξάμενος τὸν οὐρανόν, οὐχ οὕτως τῇ θείᾳ Γραφῇ δοκοῦν,
καταλυόμενον αὐτὸν ὁρίζεται; Τίνα γὰρ τῶν ἀρχαίων, ἢ τῶν
νεωτέρων, τῶν διαπρεψάντων παρὰ τοῖς ἔξωθεν φιλοσόφοις,
τῶν καὶ δοξαζόντων σφαῖραν εἶναι τὸν οὐρανόν, εὗρεν εἰρη-
κότα τοῦτον καταλυόμενον; Μᾶλλον γὰρ ἅπαντες συλλο-
γιστικῶς προερχόμενοι ἀκατάλυτον αὐτὸν ἔφασαν εἶναι.
[7.3] Οὑτοσὶ δὲ καινὰς ἀναπλάττων ἀτοπίας, οὔτε τῇ τῶν
ἔξωθεν ἀκολουθήσας διδασκαλίᾳ, οὔτε τῇ τῶν ἔσωθεν πνευ-
ματικῇ παραδόσει προσθέμενος, ἀγνοήσας δὲ τῶν τε ἔξωθεν
τὴν ποικιλίαν τῶν δογμάτων καὶ τῶν ἔσωθεν τὸ ἄπλαστον
καὶ καθαρὸν τῆς Ἐκκλησίας μάθημα, τὰ νεώτερα διδάσκειν
ἀβασανίστως ἐπεχείρησε μὴ λογισάμενος τῶν ἰδίων λόγων
τὴν ἐναντιότητα καὶ τὰ ἐκ τούτων ἀνακύπτοντα ζητήματα,
ἀλλ' οἷάπερ ἀτριβὴς ὁδοιπόρος τῆς λεωφόρου πλανηθεὶς καὶ
ταύτης ἐκτὸς γεγονὼς τῇ τῶν κρημνῶν καὶ τῶν ἀκανθῶν
ὀδύνῃ περιπείρεται, οὕτω καὶ ὁ βέλτιστος τῇ τῶν ἐναντίων
φορᾷ τιτρωσκόμενος εὐχερῶς καταβάλλεται.
[7.4] Διό, φιλόχριστε, ἀρκετὸν μὲν ᾠήθην ἀναγινώσκοντά σε
τὸ ἡμέτερον πονημάτιον-οὕτω γὰρ δεῖ σμικρολογεῖν τὰ
ἡμέτερα-, τὴν Χριστιανικὴν λέγω Τοπογραφίαν παντὸς
τοῦ κόσμου, κατιδεῖν πῶς ἐν μὲν τῷ πρώτῳ λόγῳ ἐλέγχοις
ἐχρησάμεθα φυσικωτέροις πρὸς τοὺς δοκοῦντας μὲν χριστιανί-
ζειν, σφαιροειδῆ δὲ τὸν οὐρανὸν δοξάζοντας· ἐν δὲ τῷ δευτέρῳ
τὰς χριστιανικὰς ὑποθέσεις περὶ σχημάτων καὶ τοποθεσίας
παντὸς τοῦ κόσμου, ἐκ τῆς θείας Γραφῆς τὰς ἀποδείξεις ποιη-
σάμενοι· ἐν δὲ τῷ τρίτῳ, ὅτι βεβαία καὶ ἀξιόπιστός ἐστιν
ἡ θεία Γραφή, καὶ τί τὸ χρήσιμον τῶν σχημάτων τοῦ παντὸς
κόσμου· ἐν δὲ τῷ τετάρτῳ ἀνακεφαλαίωσιν σύντομον καὶ
διαγραφὴν σχημάτων τοῦ παντὸς κόσμου, καὶ τῆς σφαίρας
τὴν ἀνατροπήν· ἐν δὲ τῷ πέμπτῳ τὴν διαγραφὴν τῆς σκηνῆς
τῆς ὑπὸ Μωϋσέως κατασκευασθείσης, καὶ τῶν προφητῶν
καὶ ἀποστόλων τὴν συμφωνίαν· ἐν δὲ τῷ ἕκτῳ περὶ μεγέθους
ἡλίου, καὶ οὕτως συμπεράναντες τὸ πονημάτιον.
[7.5] Ὅμως δὲ πάλιν διὰ τὸν σὸν πόθον καὶ τὴν σὴν αἴτησιν
μὴ δυνάμενος παρακούειν τῆς σῆς, ὡς εἴρηται, θεοφιλίας, ὡς
ἐκέλευσας, καθὼς ἂν οἷός τε ὦ, διὰ συντόμων ποιήσομαι ἐκ
τῆς θείας Γραφῆς τὸν ἔλεγχον μὲν τῶν ἀναιρούντων τοὺς
οὐρανούς, σύστασιν δὲ τῆς αὐτῶν διαμονῆς, τῆς θείας χάριτος
ἡμῖν συνεργούσης καὶ τῶν σῶν προσευχῶν, προλέγοντες
πρῶτον ποίοις ἰδιώμασι κέχρηται περὶ οὐρανοῦ ἡ θεία Γραφή,
ἔπειτα καὶ ὅτι ἀκαταλύτους αὐτοὺς διὰ παντὸς ὁρίζεται.
[7.6] Τῆς Παλαιᾶς τοίνυν Διαθήκης τοῖς Ἑβραίοις γραφείσης
ἀνάγκη τῇ ἑβραίᾳ γλώττῃ καὶ γράμμασιν αὐτὴν γεγράφθαι.
Ἡ γλῶττα οὖν ἡ ἑβραία τὸν οὐρανὸν καὶ τοὺς οὐρανοὺς μιᾷ
ἐκφωνήσει ὁμοίως ἐκφωνεῖ, ὥστε καὶ ἀδιαφορεῖν περὶ τούτου,
εὑρίσκεσθαι δὲ τὸ ἑνικὸν ἐπιφερόμενον πληθυντικῷ καὶ τὸ
πληθυντικὸν ἑνικῷ, ὡς ὅταν λέγῃ· «Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ
τῶν οὐρανῶν», ἀντὶ τοῦ εἰπεῖν «ὁ οὐρανὸς τοῦ οὐρανοῦ»·
ἐπιφέρει γάρ· «Καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν»,
ἵνα εἴπῃ «τοῦ οὐρανοῦ τούτου τοῦ ὁρωμένου», τουτέστι τοῦ
στερεώματος· ἐπάνω γὰρ μόνου τοῦ στερεώματός εἰσι τὰ
ὕδατα κατὰ τὸν ἱεροφάντην Μωϋσέα.
[7.7] Ὁμοίως λέγει· «Οἱ
οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ
ἀναγγέλλει τὸ στερέωμα», πληθυντικῶς μὲν ἀρξάμενος,
ἑνικῶς δὲ καταλήξας, ἵνα δι' ἑκατέρου τὸ αὐτὸ σημάνῃ, ὅτι
αὐτὴ ἡ πρόσοψις τοῦ οὐρανοῦ, τουτέστι τούτου τοῦ ὁρωμένου
στερεώματος, καὶ τὴν δόξαν καὶ τὴν δημιουργίαν τοῦ Θεοῦ
ἐξαγγέλλει διὰ τῆς ἐνούσης αὐτῷ τάξεως καὶ μεγαλοπρεπείας·
ὁμοίως πάλιν· «Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ
γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων», «οὐρανὸν οὐρανοῦ»
καλέσας τὸν πρῶτον καὶ ἀνώτερον οὐρανόν, ὃς οὐρανός ἐστι
τούτου τοῦ ὁρωμένου οὐρανοῦ ὑπεράνω αὐτοῦ κείμενος, ὥσπερ
ἡμῶν οὐρανός ἐστιν οὗτος ὁ ὁρώμενος ὑπεράνω ἡμῶν κεί-
μενος.
[7.8] Ὁμοίως πάλιν ὁ μέγας Μωϋσῆς φησιν· «Ἰδοὺ
Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ»,
ὡσανεὶ οὗτος ὁ ὁρώμενος ἡμῖν οὐρανὸς καὶ ὁ οὐρανὸς αὐτοῦ,
τουτέστιν ὁ ὑπεράνω αὐτοῦ. Κέχρηται δὲ καὶ ὁ Παῦλος τούτῳ
τῷ ἰδιώματι βοῶν· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς
ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα»· ἀρξάμενος μὲν
δυϊκῶς, ἑνικῶς δὲ καταλήξας, ἀντὶ τοῦ εἰπεῖν «ἐξ ὧν», «ἐξ
οὗ» εἴρηκε. Δύο γὰρ οὐρανῶν γενομένων παρὰ τοῦ Θεοῦ, ὡς
διηγεῖται ὁ μακαρίτης Μωϋσῆς, καὶ συνδουμένων ἀλλήλοις,
ποτὲ μὲν πληθυντικῶς ἡ θεία Γραφὴ περὶ αὐτῶν ποιεῖ τὸν
λόγον, ποτὲ δὲ ἑνικῶς, καθὰ εἴρηται, διὰ τὸ ἰδίωμα τῆς γλώτ-
της· καὶ ὅτι κατά τι συνάπτονται ἀλλήλοις συνδούμενοι, καὶ
ὡς εἷς ἀποτελοῦνται, λέλεκται.
[7.9] Μὴ οὖν πλάνην ὑπομείνῃς ἀκούων τοῦ μακαρίου Παύλου
ἡρπάχθαι «ἕως τρίτου οὐρανοῦ»· οὐκ εἰσὶ γὰρ τρεῖς οὐρα-
νοί, οὔτε πλείους, οὔτε τοῦτο βούλεται λέγειν, οὔτε ἐναντιοῦται
τῷ Μωϋσῇ, ἀλλ' ὅτι ἡρπάχθαι λέγει ἀπὸ τῆς γῆς ὅλον τὸ
διάστημα τοῦ ὕψους τοῦ οὐρανοῦ παρὰ τὸ τρίτον αὐτοῦ, ἵνα
εἴπῃ· Τοσοῦτον ἐπήρθην ἀπὸ τῆς γῆς, ὡς περιλείπεσθαί μοι
τὸ τρίτον τοῦ διαστήματος τοῦ ὕψους τοῦ οὐρανοῦ.
[7.10] Τούτων οὖν οὕτως ἐχόντων καιρὸς νῦν ἡμᾶς εἰπεῖν ὡς
ἀδιάλυτον αὐτόν, ἤτοι αὐτούς, κηρύττει πᾶσα ἡ θεία Γραφή.
Λέγει τοίνυν ὁ θεῖος Ἀπόστολος οὕτως· «Οἴδαμεν γὰρ ὅτι,
ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν
ἔχομεν ἐκ Θεοῦ, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρα-
νοῖς», ἵνα δηλώσῃ τὴν ἐνταῦθα μὲν ἐπίγειον κατάστασιν
καταλυομένην, τὴν δὲ μέλλουσαν, ἥτις καὶ οὐράνιός ἐστιν,
ἀκατάλυτον καὶ αἰώνιον· καὶ πάλιν· «Τοιοῦτον ἔχομεν
ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης
ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς
ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος», ἵνα εἴπῃ
τὸν Δεσπότην Χριστὸν ἀναληφθέντα ἐν τοῖς οὐρανοῖς, ἐν τῇ
σκηνῇ τῇ ἀληθινῇ, τουτέστι τῇ ἀεὶ μονίμῃ καὶ ἀκαταλύτῳ.
Τῷ γὰρ εἰπεῖν «ἀληθινὴν» ἐσήμανεν ὡς ἀκατάλυτός ἐστιν,
ἐπειδήπερ ἡ διὰ Μωϋσέως κατασκευασθεῖσα κατελύθη· ταύ-
την ὡς ἀκατάλυτον κατὰ ἀντιδιαστολὴν ἐκείνης «ἀληθινὴν»
ἐξεῖπεν, ὡσανεὶ μονίμην καὶ βεβαίαν καὶ ἀκατάλυτον.
[7.11] Καὶ πάλιν λέγει· «Χριστὸς δὲ παραγενόμενος ἀρχιε-
ρεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας
σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως,
οὔτε δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος
εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος.»
Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπειδήπερ ὁ Θεὸς τῷ Μωϋσῇ
προσέταξε ποιῆσαι τὴν σκηνὴν κατὰ μίμησιν παντὸς τοῦ
κόσμου, ἐποίησέ τε αὐτὴν διελὼν καταμεσόθεν τῷ καταπε-
τάσματι καὶ ποιήσας τὴν μίαν σκηνὴν εἰς δύο, ἐξωτέραν καὶ
ἐσωτέραν, ὥσπερ τοῦτον τὸν χῶρον καὶ τὸν τούτου ἀνώτερον
αἰνιττόμενος· καὶ εἰς μὲν τὴν πρώτην διὰ παντὸς οἱ ἱερεῖς τὰς
λατρείας ἐπετέλουν, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ
μόνον μόνος ὁ ἀρχιερεὺς δι' αἵματος τράγων καὶ μόσχων
εἰσῄει, εἰς τὴν ἐσωτέραν σκηνὴν ἐξιλεούμενος καὶ τὴν ἄφεσιν
τῷ λαῷ ποιούμενος.
[7.12] Τούτου ἕνεκά φησιν ὁ Παῦλος ὅτι
ὁ Χριστὸς παραγενόμενος, ἀρχιερεὺς ὢν τῶν οὐρανῶν,
ὥσπερ ὁ ἀρχιερεὺς ὁ ἐπίγειος εἰσῄει εἰς τὴν ἐσωτέραν σκηνὴν
ἐν αἵματι ἀλλοτρίῳ, οὕτως καὶ αὐτὸς εἰς τὸν ἀνώτερον
χῶρον εἰσελήλυθεν ἐν αἵματι ἰδίῳ, καὶ ὥσπερ ἡ ἐνταῦθα
σκηνὴ μικρὰ καὶ χειροποίητος καὶ ὡς τύπος ἀτελὴς καὶ
καταλυομένη, οὕτω καὶ ὁ οὐρανὸς μέγας καὶ ἀχειροποίητος
καὶ βέβαιος καὶ ἀληθινὸς καὶ αἰώνιος καὶ ἀκατάλυτος, ἔνθα
γίνεται ἡ αἰωνία λύτρωσις. Αἰωνίου γὰρ ὄντος τοῦ ἀρχιερέως
ἐξ ἀνάγκης καὶ ἡ σωτηρία καὶ ἡ σκηνὴ αἰώνιοι τυγχάνουσι,
καθὰ πάλιν γέγραπται· «Καὶ οἱ μὲν πλείονές εἰσιν ἱερεῖς διὰ
τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς
τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· ὅθεν καὶ σῴζειν εἰς
τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ Θεῷ,
πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. Τοιοῦτος γὰρ
ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμέ-
νος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενό-
μενος.»
[7.13] Τὸ «ὑψηλότερος τῶν οὐρανῶν» κατὰ τὸ ἰδίωμα
τῆς γλώττης «τοῦ οὐρανοῦ» λέγει· φανερώτερον δὲ τὸ
«ἀπαράβατον» καὶ τὸ «μένειν εἰς τὸν αἰῶνα» καὶ τὸ
«πάντοτε» δηλοῖ τὸ ἀκατάλυτον τοῦ πράγματος· εἰ γὰρ
ὁ ἱερεὺς ἀπαράβατός ἐστι, πάντως καὶ ἡ σκηνὴ ἔνθα ἱερουργεῖ
ἀπαράβατός ἐστι, τουτέστιν ἀδιάδοχος. Καὶ ἑτέρωθι πάλιν·
«Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες», ἵνα εἴπῃ
μονίμην καὶ ἀμετακίνητον καὶ ἀκατάλυτον καὶ διαδοχὴν μὴ
ἔχουσαν, καὶ πάλιν· «Σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν
κατάπαυσιν», «κατάπαυσιν» αὐτὴν εἰρηκώς, ὡς ἀδιάδοχον
καὶ μὴ μετανάστας πάλιν γινομένους, ἀλλ' ἀεὶ ἐν αὐτῷ τῷ
οὐρανῷ καταπαύοντας.
[7.14] Καὶ πάλιν· «Ἔχοντες οὖν
ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν
Υἱὸν τοῦ Θεοῦ, κρατοῦμεν τῆς ὁμολογίας»· τὸ «διεληλυθότα
τοὺς οὐρανούς», ἵνα εἴπῃ τὸν οὐρανὸν κατὰ τὸ ἰδίωμα τῆς
γλώττης, καὶ ἔσωθεν ὄντα τῶν δύο οὐρανῶν, ὡς ἐν σκηνῇ
ἀχειροποιήτῳ· καὶ πάλιν· «Ἔχοντες οὖν παρρησίαν εἰς τὴν
εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν
ὁδὸν πρόσφατον καὶ ζῶσαν», «τὴν εἴσοδον τῶν ἁγίων τὴν
ἐν τῷ αἵματι τοῦ Ἰησοῦ» γενομένην λέγει τὴν εἴσοδον αὐτοῦ
τὴν εἰς τοὺς οὐρανούς, ἣν μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν
ἐποιήσατο ἀναληφθεὶς εἰς τὸν οὐρανόν, ἣν καὶ «ἐγκαινισθεῖσαν
ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν» προσεῖπεν, ὡς πρῶτος πάν-
των αὐτὸς καινοπρεπῶς καὶ προσφάτως αὐτὴν τὴν ὁδὸν ἐβά-
δισε, ζῶσαν οὖσαν καὶ ἁγίαν, καὶ ἡμῖν καταλιμπάνων τινὰ
ὑπογραμμόν.
[7.15] Καὶ πάλιν· «Καὶ πᾶς μὲν ἀρχιερεὺς ἕστηκε
καθ' ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων
θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας· οὗτος
δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς
ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ· τὸ λοιπὸν ἐκδεχόμενος ἕως ἂν
τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· μίᾳ γὰρ
προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους»·
εἰ, καθὰ ἔφη, εἰς τὸ διηνεκὲς καθέζεται ἐν δεξιᾷ τοῦ Θεοῦ
μετὰ τὸ πάθος καὶ τὴν θυσίαν καὶ εἰς τὸ διηνεκὲς ἁγιάζει τοὺς
προσερχομένους, πῶς οἷόν τέ ἐστι καταλύεσθαι ἔνθα αὐτὸς
εἰς τὸ διηνεκὲς καθέζεται καὶ οἱ προσερχόμενοι ἁγιάζονται;
[7.16] Καὶ πάλιν· «Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν
ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς
ἐλάλησε»· καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν εἰ κατὰ
τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ
κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν, ἀλλὰ κατὰ δύναμιν
ζωῆς ἀκαταλύτου. «Μαρτυρεῖται γὰρ ὅτι ‘σὺ ἱερεὺς εἰς τὸν
αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ’»· ἰδοὺ φανερώτατα ἱερέα
αἰώνιον γεγονέναι λέγει τὸν Χριστὸν διὰ δυνάμεως καὶ ζωῆς
ἀκαταλύτου. Πῶς οὖν ἐνδέχεται τὸν μὲν ἱερέα ἀκατάλυτον
εἶναι, τὴν δὲ σκηνήν, ἧς καὶ λειτουργός ἐστι, καταλυομένην;
Φησὶ γάρ· «Τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς
ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος», διαρρήδην
καὶ αὐτὴν ἀληθινὴν καὶ ἀκατάλυτον ἐξειπών.
[7.17] Καὶ
πάλιν· «Ἄνθρωποι γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ
πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὅρκος· ἐν ᾧ
περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις
τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ ἐμεσίτευσεν
ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον
ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες
κρατῆσαι τῆς προκειμένης ἐλπίδος, ἣν ὡς ἄγκυραν ἔχομεν τῆς
ψυχῆς, ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ
ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν
εἰσῆλθεν Ἰησοῦς κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενό-
μενος εἰς τὸν αἰῶνα»· καὶ πάλιν· «Γινώσκοντες ἔχειν ὑμᾶς
κρείττονα ὕπαρξιν καὶ μένουσαν.» Ὅρα πάλιν, θαυμάσιε,
[7.17.14] ὅτι ἐκείνην τὴν εἴσοδον τὴν ἔσωθεν τοῦ καταπετάσματος
εἰσερχομένην, τουτέστι τοῦ στερεώματος, ὅπου καὶ Ἰησοῦς
εἰσελήλυθε καὶ ἡμεῖς μέλλομεν εἰσιέναι, ἀμετάθετον καὶ
ἰσχυρὰν καὶ ἀσφαλῆ καὶ βεβαίαν καὶ μένουσαν καὶ διηνεκῆ
καὶ δίκην ἀγκύρας περικρατοῦσαν ἡμᾶς λέγει.
[7.18] Καὶ πάλιν· «Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ
τὴν μέλλουσαν ἐπιζητοῦμεν», ὡσανεί· Ἐκείνην ζητοῦμεν, τὴν
ἀεὶ μονίμην καὶ αἰώνιον, τὴν ἄνω Ἱερουσαλήμ, ἥτις ἐστὶν
ἐλευθέρα καὶ μήτηρ πάντων τῶν πιστῶν· ἡ γὰρ ἐνταῦθα, φησί,
καταλύεται κατὰ τὸ εἰρημένον· «Παράγει γὰρ τὸ σχῆμα τοῦ
κόσμου τούτου»· καὶ πάλιν λέγει· «Τὰ ἄνω φρονεῖτε, οὗ
ἐστιν ὁ Χριστὸς ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος, τὰ ἄνω ζητεῖτε,
μὴ τὰ ἐπὶ τῆς γῆς.» Τὰ ἄνω, εἶπον ὑμῖν-φησίν-, ἔνθα
νῦν ἐστιν ὁ Χριστὸς καθήμενος, τὰ ἐκείνου ζητεῖτε, μὴ τὰ
ἐνταῦθα.
[7.19] Ὅτι δὲ καὶ ἡτοιμασμένην ἀπεντεῦθεν καλεῖ αὐτὴν
ἐξόν σοι ἀκοῦσαι πάλιν τοῦ Παύλου λέγοντος· «Διὸ οὐκ
ἐπαισχύνεται ὁ Θεός, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε
γὰρ αὐτοῖς πόλιν», καὶ πάλιν αὐτοῦ τοῦ Κυρίου λέγοντος·
«Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε
τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν»· καὶ πότε ἡτοιμάσθη;
φησίν· «Ἀπὸ καταβολῆς κόσμου», ἵνα εἴπῃ· Ἔκτοτε ἐν τῇ
ἀρχῇ τῆς κτίσεως, ἅμα τῷ δημιουργεῖσθαι τὸν οὐρανὸν καὶ
τὴν γῆν καὶ τὰ παραχθέντα σὺν αὐτοῖς, ἡτοιμάσθη ὁ τόπος
τῆς βασιλείας τῶν οὐρανῶν, τοῦ Θεοῦ προβλεψαμένου κρεῖτ-
τόν τι περὶ ἡμῶν.
[7.20] Ἔτι γὰρ πάλιν λέγει ἐν τῷ κατὰ
Ἰωάννην Εὐαγγελίῳ· «Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ
πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν, ὅτι πορεύομαι ἑτοιμάσαι
ὑμῖν τόπον»· «τὴν οἰκίαν τοῦ Πατρός μου» λέγει τὸ κατοι-
κητήριον, τὸ ἐν τοῖς οὐρανοῖς· ἐν τούτῳ οὖν, φησίν, ἐστὶν
ὑμῶν τὸ κατοικητήριον τὸ ἡτοιμασμένον ὑμῖν παρὰ τοῦ
Πατρός. Εἶτα πάλιν λέγει· «Καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω
ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς
ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε· καὶ ὅπου ὑπάγω,
οἴδατε τὴν ὁδόν.»
[7.21] Καὶ πάλιν πρὸς τὴν μητέρα Ἰακώβου
καὶ Ἰωάννου αἰτησαμένην ἕνα ἐκ δεξιῶν αὐτοῦ εἶναι καὶ ἕνα
ἐξ εὐωνύμων ἐν τῇ βασιλείᾳ ἀπεκρίνατο λέγων· «Οὐκ ἔστιν
ἐμὸν τοῦτο δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ Πατρός
μου.» Οἱ ἄξιοι τοίνυν τούτων τυγχάνουσι καὶ πρὸ τοῦ ἐμὲ
χαρίσασθαι, εἴτε τοῖς σοῖς υἱοῖς, εἴτε καὶ ἑτέροις ἀξίοις
οὖσιν. Ἀλλὰ καὶ τὸ «ὅπου εἰμὶ ἐγώ, ἵνα καὶ ὑμεῖς ἦτε»
θαυμασίως παρίστησιν ἀκατάλυτον εἶναι τὸν τόπον ἐκεῖνον
καὶ ἀπεντεῦθεν ἡτοιμασμένον, καὶ οὐ κατὰ τοὺς σοφοὺς
ἕτερον εἶναι τὸν τόπον ἀντεισαγόμενον, ἐν ᾧ μέλλομεν
ἀνιστάμενοι οἰκεῖν, τούτου τοῦ ἐν τοῖς οὐρανοῖς καταλυο-
μένου. Καὶ συντόμως εἰπεῖν, ἀναρίθμητοί εἰσι σχεδὸν αἱ
χρήσεις ἐν τῇ θείᾳ Γραφῇ, ὅσαι δηλοῦσιν ὡς ἀκατάλυτός ἐστιν
ὁ οὐρανός, ἐν ᾧ εἰσελήλυθεν ὁ Χριστὸς καὶ ἡμεῖς μέλλομεν
εἰσιέναι.
[7.22] Καὶ ταῦτα μὲν ὁ Κύριος πρὸς τοὺς ἑαυτοῦ μαθητὰς
ἐκήρυξεν, ὁ δὲ ἀπόστολος Παῦλος πρὸς τοὺς ἐκ τῶν Ἑβραίων
πεπιστευκότας ἐπὶ Χριστὸν γεγράφηκεν ἀντιδιαστέλλων
αὐτοῖς ἁρμοδίως τὰ τῆς σκηνῆς πάντα, τά τε τῆς ἐξωτέρας
πρὸς τοῦτον τὸν χῶρον, τά τε τῆς ἐσωτέρας πρὸς τὸν ἀνώτερον
καὶ οὐράνιον χῶρον.
[7.23] Πρὸς δὲ τοὺς ἐκ τῶν Ἑλλήνων πιστεύσαντας, λέγω
δὴ Κορινθίους, ἀνθρώπους φιλολόγους ὄντας καὶ φιλοσόφους,
πιστεύσαντας μὲν ἤδη περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ἔτι
δὲ ἀμφιβάλλοντας περὶ τῆς κοινῆς ἀναστάσεως τῶν ἀνθρώπων,
πάλιν τοῖς αὐτοῖς ἐνθυμήμασιν ἐχρήσατο καί φησιν· «Εἰ δὲ
Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν
ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Εἰ δὲ ἀνάστασις
νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ
ἐγήγερται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ
πίστις ἡμῶν», ὡσανεί· Ἀνωφελὴς ὑμῖν ἐστιν ἡ εἰς Χριστὸν
πίστις, μὴ καὶ τῆς ἡμετέρας ἀναστάσεως πιστευομένης παρ'
ὑμῶν.
[7.24] Εἰ γὰρ περὶ ἑνὸς ἐπιστεύσατε ὅτι ἠγέρθη ἀπὸ τῶν
νεκρῶν, πῶς οὐ πιστευτέον ὅτι δυνατὸν καὶ πάντας τοὺς
λοιποὺς ἐγείρεσθαι; Ὁ γὰρ δυνάμενος ἕνα ἐγεῖραι καὶ πάντας
δύναται ἐγεῖραι. Εἶτα ἐπιφέρει· «Εὑρισκόμεθα δὲ καὶ
ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ
ὅτι ἤγειρε τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ
ἐγείρονται»· καὶ ἡμεῖς δέ, φησίν, οἱ μαρτυρήσαντες ὑμῖν
ὅτι ὁ Θεὸς ἤγειρε τὸν Χριστόν, ψευδεῖς καὶ πλάνοι εὑρεθησό-
μεθα.
[7.25] Καὶ πάλιν δεύτερόν φησιν· «Εἰ γὰρ νεκροὶ οὐκ
ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγή-
γερται, ματαία ἡ πίστις ὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις
ὑμῶν», ἐκ τοῦ παρ' αὐτῶν ὡμολογημένου καὶ πιστευθέντος
αὐτοὺς ἐλέγχων καὶ λέγων· Εἰ γὰρ ἐκεῖνος, φησί, περὶ οὗ
ἐπιστεύσατε, νεκρὸς ὑπάρχων ἀνέστη, πῶς ἀπιστεῖτε καὶ
περὶ τῆς τῶν λοιπῶν νεκρῶν ἀναστάσεως, ὡς φαίνεσθαι ὑμᾶς
μᾶλλον μάτην πεπιστευκότας καὶ περὶ τοῦ ἑνός; Ὁ γὰρ
δυνάμενος ἕνα νεκρὸν ἐγεῖραι καὶ πάντας τοὺς λοιποὺς νεκροὺς
δυνατὸς ἀναστῆσαι, ὥστε ἀπιστοῦντες τῇ τῶν νεκρῶν
ἀνθρώπων ἀναστάσει εἰς τὴν προτέραν ὑμῶν δεισιδαιμονίαν
πάλιν ὑποστρέψαντες ἐξωλισθήσατε· τοῦτο γὰρ λέγει «ἔτι
ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν».
[7.26] Εἶτα μετ' ὀλίγα καὶ τὴν αἰτίαν ἐπιφέρει λέγων·
«Ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου
ἀνάστασις νεκρῶν», καὶ δηλῶν ὅστις ἐστὶν ὁ πρῶτος
ἄνθρωπος, δι' οὗ θάνατος παρεισήχθη, καὶ ὁ δεύτερος ἄνθρω-
πος, δι' οὗ ἡ ἀνάστασις ἀνεδείχθη, ἐπάγει· «Ὥσπερ γὰρ ἐν
τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ
πάντες ζωοποιηθήσονται.»
[7.27] Εἶτα πάλιν μετ' ὀλίγα λέγει· «Ἐπεὶ τί ποιήσουσιν οἱ
βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγεί-
ρονται; Τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν; Τί καὶ ἡμεῖς κινδυ-
νεύομεν πᾶσαν ὥραν;» ἵνα εἴπῃ· Ἐπειδὴ βαπτιζόμεθα
μυστικώτερον ὑπὲρ τῶν ἡμετέρων νεκρῶν σωμάτων, κατα-
δύνοντες ἐν τῷ ἁγίῳ ὕδατι καὶ ἀναδύνοντες, ἀπεντεῦθεν
μιμούμενοι θάνατον καὶ ἀνάστασιν ἐλπίδι καὶ ἐπαγγελίᾳ τῆς
ἐκ νεκρῶν ἀναστάσεως, τί μάτην, φησί, ταῦτα ποιοῦμεν μὴ
στοιχοῦντες οἷς ποιοῦμεν; «Τί δὲ καὶ ἡμεῖς κινδυνεύομεν
πᾶσαν ὥραν» ταῦτα κηρύττοντες τοσούτῳ πλήθει καὶ προλή-
ψει κοσμικῇ μαχόμενοι;
[7.28] Λοιπὸν πειρᾶται πάλιν μετ' ὀλίγα ἐξ ἀντιθέσεως
φυσικώτερον διὰ παραδείγματος πείθειν καί φησιν· «Ἀλλ'
ἐρεῖ τις, πῶς ἐγείρονται οἱ νεκροί; Ποίῳ δὲ σώματι ἔρχον-
ται;» Ἀποκρίνεται δῆθεν καὶ λέγει· «Ἄφρον, σὺ ὃ σπείρεις
οὐ ζωοποιεῖται, ἐὰν μὴ πρῶτον ἀποθάνῃ· καὶ ὃ σπείρεις, οὐ
τὸ σῶμα τὸ γεννησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ
τύχοι σίτου, ἤ τινος τῶν λοιπῶν· ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ
σῶμα καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον
σῶμα», τοῦτο λέγων· Ἀναλογίσασθε, ὦ ἄνθρωποι, ὅτι
γυμνὸς κόκκος σπειρόμενος ἐν τῇ γῇ πρῶτον μὲν διαλύεται·
τοῦτο γὰρ λέγει «ἐὰν μὴ πρῶτον ἀποθάνῃ».
[7.29] Ἔπειτα
ἀναδιδόμενος τῇ τοῦ Θεοῦ δυνάμει τε καὶ προνοίᾳ μετὰ
πολλῆς δωρεᾶς τε καὶ τέχνης καὶ ὡραιότητος ἀναφαίνεται,
ἀντὶ ἑνὸς κόκκου πολλοστός, ἀντὶ γυμνοῦ ἐνδεδυμένος καὶ
θήκας ἔχων, ἀντὶ εὐαλώτου καὶ εὐεπηρεάστου ἐστηριγμένος
καὶ βεβοηθημένος, ἔχων ἀνθέρικας, ἵν' ἀβλαβὴς διαμείνῃ ἀπὸ
[7.29.7] τῶν ἀδικῆσαι δυναμένων. Αὐτὸ οὖν τοῦτο τὸ φθαρὲν καὶ
μεταβληθὲν εἰς γῆν σῶμα, καὶ πάλιν ἐν ἀριθμῷ πλείονι καὶ
θαυμαστῷ κάλλει φυόμενον ἐκ τῆς γῆς, ἔργον σοφὸν καὶ
κάλλιστον καὶ ἔντεχνον τῆς προνοίας τοῦ τὰ πάντα δημιουρ-
γήσαντος Θεοῦ.
[7.30] Λογίσασθε ὅτι «ὁ Θεὸς αὐτῷ δίδωσι σῶμα καθὼς
βούλεται, καὶ ἑκάστῳ δὲ τῶν σπερμάτων ἀναλογοῦν ἴδιον
σῶμα δίδωσιν», ἵνα εἴπῃ· Οὐκ ἀλλότριον, οὐδὲ ξένον, ἀλλ'
ὅμοιον σῶμα πληθῦνον ἑκάστῳ καὶ ἀναλογοῦν δίδωσιν. Εἶτα
πάλιν, μετὰ τὸ συγκρῖναι σάρκας διαφόρους καὶ σώματα
ἐπίγεια καὶ ἐπουράνια, καὶ πολλὴν δείξας αὐτῶν τὴν διαφορὰν
ἐπάγει· «Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Σπείρεται ἐν
φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται
ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται
σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. Εἰ ἔστι σῶμα
ψυχικόν, ἔστι καὶ πνευματικόν· οὕτως καὶ γέγραπται ‘Ἐγέ-
νετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν’, ὁ ἔσχατος
Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. Ἀλλ' οὐ πρῶτον τὸ πνευμα-
τικόν, ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν. Ὁ πρῶτος
ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ
οὐρανοῦ· οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπου-
ράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· καὶ καθὼς ἐφορέσαμεν τὴν
εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου·
τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ
κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν
κληρονομεῖ.»
[7.31] Βούλεται ἐνταῦθα ἐκ παραλλήλου φυσικώτερον ἐπιχει-
ρῶν πείθειν τοὺς ἐν τῇ σοφίᾳ τοῦ κόσμου ἀναστρεφομένους,
καὶ ἐκ τοῦ κατὰ τὸν σῖτον παραδείγματος μετελήλυθεν ἐπὶ
τὴν τῶν νεκρῶν ἀνάστασιν λέγων ὅτι ὥσπερ ὁ σῖτος σπείρεται
καὶ διαλύεται, οὕτως καὶ τὰ σώματα τῶν ἀνθρώπων σπειρό-
μενα νεκρὰ ἐν τῇ γῇ διαλύεται, καὶ ὥσπερ μετὰ πολλῆς προσ-
θήκης καὶ ἀσφαλείας καὶ κάλλους ἀναδίδοται, οὕτω καὶ τὰ
σώματα τῶν ἀνθρώπων μετὰ πολλῆς τιμῆς καὶ δόξης καὶ
δυνάμεως καὶ ἀφάτου κάλλους ἀνίστανται, διακρινόμενα ὑπὸ
τῆς παντοδυνάμου σοφίας καὶ ἀφάτου ἰσχύος τοῦ τὰ πάντα
κτίσαντος καὶ ἀνακτίζοντος Θεοῦ. Ἐν ᾧ γὰρ στοιχείῳ εὑρεθῇ
σῶμα ἀνθρώπειον δεδαπανημένον καὶ πεπεμμένον ὑπὸ ἑτέρων
μυρίων σωμάτων, τινασσόμενον ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ἐκ θεμε-
λίων τὰ ζητούμενα ταῖς ἰδίαις ψυχαῖς ἀποδίδωσι· καὶ ὥσπερ
ἐν κοσκίνῳ σαλευομένῳ τὸ ζητούμενον μέσον εὑρίσκεται,
οὕτω καὶ τὰ σώματα τῶν ἀνθρώπων, σαλευομένων τῶν στοι-
χείων καὶ τινασσομένων, τὰ ζητούμενα εἰς μέσον ἄγονται.
[7.32] Καὶ οὐ θαυμαστὸν τοῦτο τῷ Θεῷ· ὡς γὰρ κριτής ἐστι
καρδιῶν καὶ λογισμῶν καὶ ἐννοιῶν καὶ διακρίνει ἑκάστου ἐξ
αἰῶνος τοὺς καθ' ἕκαστον χρόνον λογισμούς τε καὶ ἐννοίας
μέχρι τῆς συντελείας, οὕτω καὶ δυνατὸν αὐτῷ ἐστι τὸ εὐτε-
λέστερον ποιῆσαι καὶ σώματα ἐκ σωμάτων διακρῖναι· «ἔτι
γὰρ ἅπαξ ἐγώ, φησί, σείσω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν
οὐρανόν»· τὸ δὲ «ἔτι ἅπαξ» δηλοῖ τὴν τῶν σαλευομένων
μετάστασιν, ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα,
ἵνα εἴπῃ ὅτι· Ἐν τῇ συντελείᾳ τινάξω ἔτι ἅπαξ πάντα σαλεύων
πρὸς τὴν ἑκάστου ἰδίαν μετάθεσιν· ὡς ἤδη γὰρ αὐτῶν πεποιη-
μένων ἐξ ἀρχῆς καὶ φθορὰν ἢ τροπὴν ὑπομεινάντων ῥᾴδιον
ἐπὶ τὴν οἰκείαν φύσιν ἕκαστον μεταρρυθμίσω, ἵνα καὶ τοῦ
λοιποῦ μείνωσιν ἐν κρείττονι καταστάσει, μηκέτι κλόνον ἢ
σάλον ὑπομένοντα.
[7.33] Ἀλλὰ πάλιν ἐρεῖ τις· Πῶς τὰ αὐτὰ ἡμῶν σώματα
ἀνίστανται ἤδη πεπεμμένα καὶ μεταβληθέντα εἰς ἕτερα μυρία
σώματα; Πρὸς τοῦτον ἐροῦμεν ὅτι ὥσπερ ἡμεῖς μικροὶ ὄντες
ἐσθίομεν σάρκας ἑτέρας πολλάς, οἷον βοῶν, χοίρων καὶ ἑτέρων
διαφόρων καὶ πετεινῶν καὶ ἰχθύων, καὶ πεπτόμενα αὔξουσι τὸ
ἡμέτερον σῶμα μὴ μεταβαλλόμενον, μήτε ἄλλο ἀντὶ ἄλλου
γινόμενον, ἀλλὰ μένει ἐν τῇ ταυτότητι, οὕτω καὶ ἐν τῇ
ἀναστάσει τὸ ἔμπαλιν ἡμῶν πασχόντων, καὶ τῶν ἡμετέρων
σωμάτων ἐν τοῖς στοιχείοις ἀναλυθέντων, ῥᾳδίως κινήσει τινὶ
τὰς ἰδέας ἀποκαθισταμένας ἂν ἴδοις, διακρινομένας ὑπὸ τῆς
θείας δυνάμεως. Ὥσπερ γὰρ ζώντων ἡμῶν οὐ μεταβάλλεται
ἀπὸ τῆς τῶν ἑτέρων κοινωνίας, τοῦ Θεοῦ οὕτω διαταξαμένου,
οὕτως καὶ τελευτώντων εὐχερῶς ὑπὸ τῆς αὐτοῦ δυνάμεως
διακρινόμενα σῴζεται ἀπὸ τῆς εἰς ἕτερον μεταβολῆς.
[7.34] Ὅρα δὲ πάλιν, θαυμάσιε, τὸν Ἀπόστολον οὐρανίους
ἀνθρώπους καὶ ἐπιγείους λέγοντα· «καὶ ὡς ἐφορέσαμεν, φησί,
τὴν εἰκόνα τοῦ χοϊκοῦ», τουτέστι τοῦ Ἀδὰμ τὴν θνητότητα
καὶ τὴν ἀσθένειαν καὶ τὴν φθοράν, «φορέσομεν καὶ τὴν εἰκόνα
τοῦ ἐπουρανίου»· τουτέστι τοῦ προλαβόντος καὶ ἀνελθόντος
ἤδη ἐν τοῖς οὐρανοῖς ἐκ τῆς τῶν νεκρῶν ἀναστάσεως, λέγω δὴ
τοῦ Χριστοῦ κατὰ σάρκα τοῦ γενομένου δυνατοῦ καὶ ἀφθάρτου
καὶ ἀθανάτου καὶ δεδοξασμένου-καὶ ἡμεῖς ὁμοίως αὐτῷ
οὐράνιοι γινόμενοι-, καλῶς δὲ καὶ τὸ «ἐφορέσαμεν» ἤδη
εἰπών, καὶ τὸ «φορέσομεν» ὡς πάλιν ἐπὶ μέλλοντος προει-
πών· διὰ τοῦτο πάλιν γεγηθὼς καὶ ἀγαλλόμενος κέκραγεν·
«Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ
θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος
ὁ γεγραμμένος ‘Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου,
θάνατε, τὸ νῖκος; Ποῦ σου, ᾅδη, τὸ κέντρον;’», ἵνα εἴπῃ·
Ἀφανὴς γενήσεται καταποθεὶς ὁ θάνατος, τῆς ζωῆς ὑπερνι-
κώσης ἐν ἡμῖν· διὰ τοῦτο βοήσωμεν· Ποῦ σού ἐστι, θάνατε,
ἡ ὑπερηφανία; Καί σου, ᾅδη, τὸ κράτος;
[7.35] Λοιπὸν ἀποδίδωσι τὸ ὅλον τῷ Θεῷ διὰ τοῦ Χριστοῦ
οἰκονομηθὲν καί φησι· «Τῷ δὲ Θεῷ χάρις τῷ διδόντι ἡμῖν
τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ», ἵνα εἴπῃ·
Ταύτην τὴν νίκην τὴν κατὰ τοῦ θανάτου τὴν διὰ τοῦ Χριστοῦ
ἐδωρήσατο ἡμῖν ὁ τῶν ὅλων Θεός-ᾧ πρέπει δόξα καὶ
εὐχαριστία διὰ παντός, ἀμήν-, οὐδὲν ἕτερον καὶ τούτοις
γράψας, εἰ μὴ ἅπερ καὶ τοῖς ἐξ Ἰουδαίων γεγράφηκεν, ὅτι
ἐκ τῆς καταστάσεως ταύτης τῆς ἐπικήρου ἐπὶ τὴν μέλλουσαν
μετερχόμεθα, τουτέστι τὸν οὐράνιον χῶρον, ὃν καὶ καλεῖ
βασιλείαν οὐρανῶν, ὡς βασιλευόντων ἡμῶν κατὰ τῶν παθῶν
καὶ τῆς φθορᾶς καὶ τοῦ θανάτου καὶ ἐν ἐξαιρέτῳ χωρίῳ αἰωνίῳ
καὶ ἁρμοδίῳ διαγόντων, ὃ καὶ μετασχηματιζόμενοι ἀπὸ
φθορᾶς εἰς ἀφθαρσίαν κληρονομοῦμεν.
[7.36] Τοῦτο γὰρ καὶ ἀνωτέρω ἐπεσημήνατο ὁ Ἀπόστολος
ἐν τῷ κατὰ τὸν κόκκον τοῦ σίτου ὑποδείγματι, ὡς ὅτι παρα-
δείγματι φθαρτῷ πρὸς ἀφθαρσίαν ἐχρήσατο λέγων· Μὴ
νομίσητε τούτῳ κατὰ πάντα ὁμοίως ἔχειν τὰ ὑποδείγματα·
τοῦτο γὰρ ὑμῖν λέγω ὅτι ἔτι θνητοὺς ἡμᾶς ὑπάρχοντας ἢ
τρεπτοὺς-τοῦτο γὰρ λέγει «αἷμα καὶ σάρκα»- ἀνένδεκτόν
ἐστι κληρονομεῖν βασιλείαν οὐρανῶν, εἰ μὴ πρῶτον ἐκ νεκρῶν
ἄφθαρτοι καὶ ἀθάνατοι καὶ ἄτρεπτοι ἀναστῶμεν.
[7.37] Ἀλλὰ
καὶ ὁ Κύριος τῷ αὐτῷ ὑποδείγματι ἐχρήσατο, ὅτε τινὲς τῶν
Ἑλλήνων παρεκάλεσαν τὸν Φίλιππον δεῖξαι αὐτοῖς τὸν
Ἰησοῦν, πρὸς ὃν ὁ Κύριος ἀπαγγείλαντα ἀπεφήνατο λέγων·
«Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ,
αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει»,
ἵνα εἴπῃ· Τί με βούλονται νῦν ἰδεῖν οὕτως ὁρώμενον, εὐκατα-
φρόνητον, ὡς κόκκον μόνον σίτου ὑπάρχοντα; Εἰ μὴ γὰρ
ἀποθάνω ὡς ὁ κόκκος καὶ ἀναστῶ ὡς ὁ στάχυς, ὡραῖος,
ἄφθαρτος καὶ ἀθάνατος καὶ ἄτρεπτος γενόμενος, καὶ ἐν τῷ
ὀνόματί μου δυνάμεις καὶ σημεῖα μεγάλα γενήσωνται, οὐ
γνώσονται τὴν ἡμετέραν δύναμίν τε καὶ δόξαν.
[7.38] Ὁμοίως καὶ Ἰωάννης ὁ Βαπτιστὴς περὶ τοῦ Κυρίου
διαλεγόμενος, καὶ σπεύδων δεῖξαι αὐτὸν ἐν τῇ μελλούσῃ
καταστάσει κριτὴν τοῦ παντὸς ὄντα, τῷ κατὰ τὸν σῖτον
ὑποδείγματι καὶ αὐτὸς ἐχρήσατο καί φησιν οὕτως· «Οὗ τὸ
πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ
καὶ συνάξει τὸν μὲν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον
κατακαύσει πυρὶ ἀσβέστῳ.»
[7.39] Ἡνίκα δὲ καὶ πρὸς αὐτοὺς τοὺς Ἕλληνας ἀποτεινό-
μενος ἐν Ἀθήναις ὁ Παῦλος ἐν τῷ Ἀρείῳ πάγῳ τί φησιν;
«Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους
ὑμᾶς θεωρῶ· διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα
ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο ‘Ἀγνώστῳ
Θεῷ’· ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω
ὑμῖν. Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ,
οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος, οὐκ ἐν χειροποιήτοις
ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται
προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ
πάντα. Ἐποίησέ τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν
ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους και-
ροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν ζητεῖν τὸν Θεόν,
εἰ ἄρα γε ψηλαφήσειεν αὐτὸν καὶ εὕροιεν, καίτοι οὐ μακρὰν
ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ
κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ' ὑμᾶς ποιητῶν
εἰρήκασι· ‘Τοῦ γὰρ καὶ γένος ἐσμέν.’
[7.40] Γένος οὖν
ὑπάρχοντες τοῦ Θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσίῳ, ἢ καὶ
ἀργυρίῳ, ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώ-
που, τὸ θεῖον εἶναι ὅμοιον. Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας
ὑπεριδὼν ὁ Θεὸς τὰ νῦν παραγγέλλει πᾶσιν ἀνθρώποις
πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει
κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε,
πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν»,
οὐδὲν ἐκτὸς καὶ τούτοις εἰπών, ὧν πρώην τοῖς πιστεύσασιν ἐξ
Ἰουδαίων καὶ Ἑλλήνων εἶπεν, ὅτι ὁ Θεὸς ἀπερίγραφος
ὑπάρχων καὶ παντοδύναμος, ὃν ἤγειρεν ἐκ νεκρῶν ἄνδρα εἰς
πίστωσιν πάντων ἀνθρώπων, ἐν αὐτῷ κρινεῖ τὴν οἰκουμένην
ἐν δικαιοσύνῃ, αὐτὸν ὁρίσας κριτὴν τοῦ παντός. Ὁμοίως εἶπε
περὶ αὐτοῦ ὁ μὲν Ἀπόστολος· «Καὶ ἐκάθισεν αὐτὸν ἐν δεξιᾷ
αὐτοῦ», ὁ δὲ Ἰωάννης ὁ Βαπτιστὴς ὁμοίως πτύον ἐν τῇ
χειρὶ αὐτοῦ εἶπε, καὶ ἀφοριεῖ τὸν σῖτον ἀπὸ τῶν ἀχύρων
παραδιδοὺς τιμωρίαις τοὺς ἁμαρτωλοὺς τοὺς δίκην ἀχύρων
ἀπὸ διακρίσεως τοῦ σίτου ὑπάρχοντας.
[7.41] Ὅθεν τινὲς μὲν ἐξ αὐτῶν ἐπίστευσαν, καθὼς γέγρα-
πται, τινὲς δὲ καὶ «ἐχλεύαζον ἀνάστασιν νεκρῶν ἀκούοντες»·
καί τινες πάλιν ἔλεγον· «Τί ἂν θέλοι λέγειν ὁ σπερμολόγος
οὗτος;» ὡσανεὶ ὁ τὰ ἡμέτερα σπέρματα ἀνορύττων· ἕτεροι
δὲ ἔλεγον· «Ἀκουσόμεθά σου πάλιν περὶ τούτου»· καὶ αὖθις
ἕτεροι· «Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι, ὅτι,
φησὶν ὁ Λουκᾶς, τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελί-
ζετο»· καὶ πάλιν ἕτεροι· «Δυνάμεθα γνῶναι τίς ἡ καινὴ
αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή;» Καὶ ἁπλῶς εἰπεῖν,
οἱ πλείους αὐτῶν ἔσκωπτον τὸν Παῦλον περὶ ἀναστάσεως
νεκρῶν ὅλως διαλεγόμενον.
[7.42] Ἡνίκα δὲ καὶ πρὸς τὸν Φῆστον τὸν ἡγεμόνα καὶ τὸν
Ἀγρίππαν τὸν βασιλέα ὁ Παῦλος ἐγκαλούμενος ὑπὸ Ἰουδαίων
ἐπὶ τοῦ βήματος παρίστατο, τῶν προπραχθέντων τὴν δύναμιν
διηγησόμενος, ὁ Φῆστος τῷ Ἀγρίππᾳ ἔλεγεν ὡς «ζητη-
μάτιά τινα ἔχουσι» πρὸς ἀλλήλους «περὶ τῆς ἰδίας δεισιδαι-
μονίας», ὅ τε Παῦλος καὶ οἱ Ἰουδαῖοι, «καὶ περί τινος
Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν»· ἐπιτραπεὶς
παρ' αὐτῶν ὁ Παῦλος μετὰ παρρησίας λαμπρᾷ τῇ φωνῇ ἐβόα·
«Περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ, τί
ἄπιστον παρ' ὑμῖν κρίνεται εἰ ὁ Θεὸς νεκροὺς ἐγείρει;»
Εἶτα πάλιν· «Ἕνεκα τούτου συλλαβόμενοί με ὄντα ἐν τῷ
ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. Ἐπικουρίας οὖν τυχὼν τῆς
ἀπὸ τοῦ Θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα, μαρτυρόμενος
μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆ-
ται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς· εἰ παθητὸς
ὁ Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν, φῶς μέλλει
καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν.»
[7.43] Ὁμοίως πάλιν καὶ αὐτοῖς τοῖς ἀπίστοις Ἰουδαίοις
παρ' αὐτῶν προτραπεὶς ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας τί φησιν;
«Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε·
ὁ Θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας
ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ,
καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, καὶ
ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ
ἐρήμῳ, καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν κατεκληρονό-
μησε τὴν γῆν αὐτῶν, ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα·
καὶ μετὰ ταῦτα ἔδωκε κριτὰς ἕως Σαμουὴλ προφήτου· κἀκεῖ-
θεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς τὸν Σαούλ, υἱὸν
Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα· καὶ μετα-
στήσας αὐτὸν ἤγειρε τὸν Δαυῒδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ
εἶπε μαρτυρήσας ‘Εὗρον Δαυΐδ, τὸν τοῦ Ἰεσαί, ἄνδρα κατὰ
τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου’.
[7.44] Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ' ἐπαγγελίαν
ἤγαγε τῷ Ἰσραὴλ σωτηρίαν, προκηρύξαντος Ἰωάννου πρὸ
προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ
λαῷ Ἰσραήλ· ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγε· Τί
ἐμὲ ὑπονοεῖτε εἶναι, οὐκ εἰμὶ ἐγώ, ἀλλ' ἰδοὺ ἔρχεται μετ' ἐμέ,
οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. Ἄνδρες
ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν
Θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. Οἱ γὰρ
κατοικοῦντες ἐν Ἱερουσαλήμ, καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον
ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν
Σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν· καὶ μηδε-
μίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο ἀναιρεθῆναι αὐτόν· ὡς
δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες
ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον· ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν
ἐκ νεκρῶν· ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν
αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινες νῦν εἰσι
μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
[7.45] Καὶ ἡμεῖς ὑμᾶς εὐαγγε-
λιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι
ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις ἡμῶν ἀναστήσας
Ἰησοῦν, ὡς ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ· ‘Υἱός μου
εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε’· ὅτι δὲ ἀνέστησεν αὐτὸν
ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν,
οὕτως εἴρηκεν ὅτι· ‘Δώσω ὑμῖν τὰ ὅσια Δαυῒδ τὰ πιστά’·
διὸ καὶ ἐν ἑτέρῳ λέγει· ‘Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν
διαφθοράν’. Δαυῒδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ
Θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας
αὐτοῦ καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε δια-
φθοράν. Γνωστὸν οὖν ὑμῖν ἔστω, ἄνδρες ἀδελφοί, ὅτι διὰ
τούτου ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, ἀπὸ πάντων ὧν οὐκ
ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ
πιστεύων δικαιοῦται. Βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ' ὑμᾶς τὸ
εἰρημένον ἐν τοῖς προφήταις· ‘Ἴδετε, οἱ καταφρονηταί, καὶ
θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς
ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται
ὑμῖν’.»
[7.46] Καὶ τούτοις ὁμοίως ἐκ τῶν προφητῶν διηγησάμενος
οὐδὲν ἕτερον ἔλεγεν, ἢ ὅσα τοῖς ἄλλοις προείρηκε, θάνατον,
ἀνάστασιν καὶ βασιλείαν οὐρανῶν, πάντα σπεύδων πείθειν,
συνεργοῦντος αὐτῷ τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι καὶ
δυνάμεσιν, οἷς ἐποίουν αὐτός τε καὶ πάντες οἱ ἀπόστολοι
ἐναντίον Ἑλλήνων τε καὶ Ἰουδαίων, πιστῶν καὶ ἀπίστων,
ἔτι τε καὶ προρρήσεσι καὶ ἐκβάσεσι βεβαιῶν αὐτοὺς ἐν πᾶσιν,
ἅπερ ὑπερβαίνει τὸν κόσμον τοῦτον, «ὃς καὶ ἱκάνωσεν
αὐτούς, καθὼς γράφει Παῦλος, διακόνους Καινῆς Διαθήκης,
οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέν-
νει, τὸ δὲ πνεῦμα ζωοποιεῖ», ἵνα εἴπῃ· Ἐκ τοῦ Θεοῦ
ἐγενόμεθα ἱκανοὶ διὰ τῶν σημείων τοῦ ἁγίου Πνεύματος εἰς
τὸ πείθειν τοιαῦτα διδάσκοντες.
[7.47] Διακόνους γὰρ ἡμᾶς
ὁ Θεὸς κατέστησε τῆς Καινῆς καὶ ζωοποιοῦ Διαθήκης, οὐ τοῦ
παλαιοῦ γράμματος, τουτέστι τοῦ γραπτοῦ νόμου, τοῦ θανα-
τοῦν ἀπειλοῦντος, ἀλλὰ τῆς δυνάμεως τῆς ζωοποιοῦ, του-
τέστι τοῦ ἁγίου Πνεύματος· ὅθεν πάλιν λέγει· «Ὡς μὴ ἐρχο-
μένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες· ἐλεύσομαι δὲ
ταχέως, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν
πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν· οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία
τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει», ἵνα εἴπῃ ὅτι πάντα λόγον
ὑπερβαίνει ὁ λόγος τῆς βασιλείας τῶν οὐρανῶν, καὶ μάτην
φυσῶνταί τινες διὰ λόγου συνιστᾶν πειρώμενοι· μόνον γὰρ
ἀξιόπιστός ἐστιν ἐκ τῆς δυνάμεως τοῦ ἁγίου Πνεύματος καὶ
τῶν ἐξ αὐτοῦ παρακολουθούντων σημείων· καὶ πάλιν λέγει·
«Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς
ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν», ὡσανεί· Δυνατός
ἐστιν ἐκ τῶν σημείων τῶν γινομένων ἐν ὑμῖν ἐν τῷ ὀνόματι
αὐτοῦ. Καὶ ταῦτα μὲν περὶ τούτων.
[7.48] Τινὲς δὲ λέγουσι μὴ εἶναι ἐν τῷ κόσμῳ τούτῳ τοὺς
ἀγγέλους, ἀλλ' ἐν τῷ ἀνωτέρῳ καὶ οὐρανίῳ χώρῳ· πρὸς οὓς
ἐκ μέρους ὀλίγα παραθήσομεν ἀπὸ τῆς θείας Γραφῆς δηλούσης
ὡς ἅμα ἡμῖν ἐν τῷ χώρῳ τούτῳ διάγουσι, καὶ οὔπω τις ἐξ
αὐτῶν ἠξιώθη τῶν ἄνω τέως τυχεῖν. Πρῶτος ὁ Κύριος οὕτω
πρὸς Νικόδημον διαλεγόμενός φησι· «Καὶ οὐδεὶς ἀναβέβηκεν
εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ
ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ», σαφέστερον δηλώσας
μηδένα τὸ σύνολον ἀναβεβηκέναι εἰς τὸν ἀνώτερον χῶρον, εἰ
μὴ τὸν Δεσπότην Χριστόν· ὁ δὲ ἀπόστολος Παῦλός φησι·
«Θέατρον ἐγενήθημεν τῷ κόσμῳ», καὶ σημαίνων τίνα λέγει
«κόσμον» ἐπήγαγεν «ἀγγέλοις καὶ ἀνθρώποις», ἵνα εἴπῃ·
Παρὰ πάντων ὡς ἐν θεάτρῳ θεωρούμεθα ἐν τῷδε τῷ χώρῳ,
λέγω δὴ ἀγγέλων καὶ ἀνθρώπων, ὡς ἐν ἑνὶ χώρῳ ὄντων
πάντων τούτων τε κἀκείνων.
[7.49] Εἶτα πάλιν· «Ἡ γὰρ
ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ
Θεοῦ ἀπεκδέχεται», καὶ ὡσανεί τινος αὐτῷ ἀποροῦντος
καὶ λέγοντος τίνος χάριν ἢ τί ποιοῦσα ταύτην ἀπεκδέχεται,
ἐπήγαγε καί φησι· «Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη
οὐχ ἑκοῦσα», ἵνα εἴπῃ· Ἐν τῷ κόσμῳ τούτῳ τῷ φθαρτῷ
καὶ τρεπτῷ -ταύτην γὰρ καλεῖ «ματαιότητα»- ἐκελεύσθη-
σαν καθ' ὑποταγὴν τοῦ Θεοῦ οἱ ἄγγελοι δουλεύειν καὶ ἄκοντες·
ἐντεῦθεν γινώσκομεν διὰ τοῦ «οὐχ ἑκοῦσα» ὅτι περὶ λογικῶν
λέγει, καὶ νόμος αὐτοῖς ἐστιν οὗτος. Ἔστω, φησὶν ὁ ἀπορῶν,
καὶ πῶς πάλιν δουλεύουσι νῦν κινοῦντες πάντα; Ἀποκρί-
νεται· Ναί, φησίν, ὅσον μὲν πρὸς τὸ ἁμάρτημα τοῦ Ἀδάμ, διὰ
τὸ καταδικασθῆναι αὐτὸν θανάτῳ οὐκ ἠνείχοντο δουλεύειν
καὶ πονεῖν ὑπὲρ ἡμῶν ἔτι ματαίως.
[7.50] Ἀλλά, φησί, «διὰ
τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι», τοῦτο λέγων ὅτι ἐλπίδα τινὰ
δέδωκεν αὐτοῖς ὁ Θεὸς ἔσεσθαί τι χρήσιμον μετὰ χρόνον τοῖς
ἀνθρώποις, καὶ διὰ τοῦτο ὑπετάγησαν καὶ δουλεύουσιν ἐκδεχό-
μενοι τὴν ἑαυτῶν ἐλευθερίαν, ὅταν καὶ οἱ ἄνθρωποι ἐλευθε-
ροῦνται τοῦ θανάτου καὶ τῆς φθορᾶς καὶ τῶν ματαίων τούτων,
καὶ ἀπολήψονται τὴν ἐλπίδα τοῦ Θεοῦ καὶ τὴν δόξαν τὴν
αὐτοῖς ἀποκειμένην· διὰ τοῦτο ἐπήνεγκεν· «Ὅτι καὶ αὐτὴ
ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς
τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.»
[7.51] Καὶ
πάλιν ἑτέρωθί φησιν· «Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύ-
ματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρο-
νομεῖν σωτηρίαν;» πάντας ὁμοῦ εἰπὼν εἰς διακονίας τεταγ-
μένους τῶν ἀνθρώπων, ὡς ἅμα αὐτοῖς ὄντων εἰς τὸν χῶρον
τοῦτον· καὶ πάλιν· «Ἵνα γνωρισθῇ νῦν ταῖς Ἀρχαῖς καὶ ταῖς
Ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος τοῦ Θεοῦ
σοφία»· σαφῶς πάλιν οὐ μόνον ἐνταῦθα αὐτοὺς ἐσήμανεν,
ἀλλὰ καὶ παιδευομένους εἶπεν ἐκ τῶν κατὰ τὸν ἄνθρωπον
οἰκονομουμένων· τὸ γὰρ εἰπεῖν «διὰ τῆς Ἐκκλησίας» διὰ
τῶν ἀνθρώπων προδήλως ἐσήμανεν.
[7.52] Εἶτα πάλιν καὶ ἐν τῇ Παλαιᾷ ὁ πατριάρχης Ἰακὼβ
ἐθεώρησεν ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ κλίμακα, ταύτης δὲ
ἐπὶ κορυφῆς ἑστῶτα τὸν Θεὸν καὶ τοὺς ἀγγέλους ἀναβαίνοντας
καὶ καταβαίνοντας ἐπ' αὐτῆς· ἀναβαίνοντας πρότερον ὁρᾶν
ἔδοξε καὶ οὕτω καταβαίνοντας· εἶτα καὶ πάλιν ὁ αὐτὸς
ἐθεώρησε πλῆθος ἀγγέλων, οὓς καὶ παρεμβολὴν Θεοῦ ἐκάλε-
σεν. Ὁμοίως Μωϋσῆς δύο μὲν οὐρανῶν ἐμνημόνευσε μόνων
γενομένων, λέγω δὴ τοῦ ἐν ἀρχῇ σὺν τῇ γῇ γενομένου καὶ τοῦ
δευτέρου τοῦ ἐν τῇ δευτέρᾳ ἡμέρᾳ γεγονότος, ὃν καὶ στερέωμα
καλεῖ· ὁμοίως δὲ καὶ αὐτὸς πολλάκις καὶ τῇ Ἄγαρ καὶ τῷ
Ἀβραὰμ καὶ τῷ Λὼτ καὶ αὐτῷ τῷ Ἰακὼβ καὶ ἑτέρους
ἀγγέλους διακονησαμένους λέγει ἐν τῷ χώρῳ τούτῳ.
[7.53] Καὶ ἐν τῇ μεγάλῃ δὲ ᾠδῇ οὕτως φησίν· «Εὐφράνθητε,
οὐρανοί, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες
ἄγγελοι Θεοῦ», μετὰ τοὺς οὐρανοὺς εἰπὼν τοὺς ἀγγέλους ἐν
τῷ χώρῳ τούτῳ· ὅθεν ἐπισυνῆψεν· «Εὐφράνθητε, ἔθνη, μετὰ
τοῦ λαοῦ αὐτοῦ», πάλιν τοὺς ἐν αὐτῷ τῷ χώρῳ εἰπών·
ὁμοίως καὶ ὁ Δαυῒδ τῷ σκοπῷ Μωϋσέως ἀκολουθῶν καὶ αὐτὸς
μετὰ τὸν Μωϋσέα γενόμενος προφήτης, διαιρῶν τά τε ἐν τοῖς
οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, οὕτω φησίν· «Αἰνεῖτε τὸν
Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις·
αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι
αἱ Δυνάμεις αὐτοῦ»· ἀκολούθως ἀπὸ τοῦ στερεώματος καὶ
τοῦ ὕψους ἀρξάμενος καὶ προϊὼν ἐπὶ τὰ κάτω, εἶπε πάντας
τοὺς ἀγγέλους, τοὺς αὐτοὺς εἰπὼν καὶ Δυνάμεις.
[7.54] Λοιπὸν
πάλιν τὰ ἅμα αὐτοῖς λέγει· «Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη·
αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς»· ἐκ τούτου
ἀνατρέχει εἰς τὸν ἀνώτερον χῶρον καί φησιν· «Αἰνεῖτε αὐτόν,
οἱ οὐρανοὶ τῶν οὐρανῶν», ἀντὶ τοῦ εἰπεῖν «ὁ οὐρανὸς τοῦ
οὐρανοῦ», «οὐρανὸν οὐρανοῦ» καλέσας τὸν πρῶτον, ὃς
οὐρανός ἐστι τούτου τοῦ ὁρωμένου στερεώματος· εἶτά φησι·
«Καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν», ἵνα εἴπῃ τοῦ
οὐρανοῦ· διαρρήδην νῦν τὰ ἐπάνω εἰρηκώς, εὔδηλός ἐστιν
εἰδὼς τὰ πρότερα ὑποκάτω.
[7.55] Εἶτα πάντα εἰπὼν τὰ ἐν τοῖς οὐρανοῖς αἰνεῖν τὸν Θεόν,
τὴν αἰτίαν ἐπιφέρει, δι' ἣν αὐτὸν ὤφειλον ὑμνεῖν, καί φησιν·
«Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ
ἐκτίσθησαν· ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα
τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται»· εἶτα
λοιπὸν μετέρχεται καὶ περὶ τὴν γῆν καὶ λέγει πάντα τὰ ἐν τῷ
ἀέρι καὶ τοῖς ὕδασι καὶ ἐν τῇ γῇ διαιτώμενα, ἐν ᾗ καὶ τὸν
ἄνθρωπον ἔταξε, καὶ πάλιν ἐγκελεύεται λέγων· «Αἰνεσά-
[7.55.9] τωσαν τὸ ὄνομα Κυρίου», δι' ἣν αἰτίαν φησίν· «Ὅτι ὑψώθη
τὸ ὄνομα αὐτοῦ μόνου»· λοιπὸν τὰ πάντα συνάπτει λέγων·
«Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ», ἅμα δηλώ-
σας ὅτι καὶ ἔσωθεν γῆς καὶ οὐρανοῦ εἰσι πάντα, ὁμοίως καὶ
αὐτὸς τῷ Μωϋσῇ εἰρηκώς, ὃς ἔφησεν· «Ἐν γὰρ ἓξ ἡμέραις
ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν
αὐτοῖς», ἔτι φανερώτερον δηλώσας πάντας τοὺς ἀγγέλους
ἔσωθεν ὄντας οὐρανοῦ καὶ γῆς καὶ περιγραφομένους ὑπ'
αὐτῶν.
[7.56] Ἔτι πάλιν ἐν ἑτέρῳ λέγει ὁ Δαυΐδ· «Ἐκτείνων τὸν
οὐρανὸν ὡσεὶ δέρριν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα
αὐτοῦ», σαφῶς περὶ τοῦ στερεώματος εἰπὼν ὡς ἐν τάξει
στέγης ἡμῶν ὑπάρχοντος, ἐν ᾧ εἰσιν ἐπὶ νώτου τὰ ὕδατα·
δέρριδες γὰρ κυρίως καλοῦνται τὰ ἄνωθεν σκέποντα τὴν
σκηνήν, εἴτε ἱμάτια εἶεν, εἴτε ἀπὸ τριχῶν.
[7.57] Εἶτα ἐπισυν-
άπτει καί φησιν· «Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ,
ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων, ὁ ποιῶν τοὺς ἀγγέλους
αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα»·
πάλιν ἀπὸ τοῦ στερεώματος ἐπὶ τὰ κάτω νεφῶν καὶ ἀνέμων
μνημονεύσας ἐπήγαγεν ὁμοῦ εἶναι καὶ τοὺς ἀγγέλους, τοὺς
αὐτοὺς καὶ λειτουργοὺς καλέσας· καὶ ταῦτα μὲν ὁ Δαυΐδ.
Μετέλθωμεν δὴ καὶ ἐπὶ τὸν μεγαλοφυέστατον Δανιὴλ τὸν
προφήτην. Τί φησιν ἐκ προσώπου τοῦ ὕμνου τῶν τριῶν
παίδων; «Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον·
εὐλογεῖτε, οὐρανοί, τὸν Κύριον· εὐλογεῖτε, ἄγγελοι Κυρίου,
τὸν Κύριον· εὐλογεῖτε, ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ,
τὸν Κύριον», καὶ αὐτὸς μετὰ τοὺς οὐρανοὺς τῶν ἀγγέλων
μνημονεύσας, μὴ καταλιπὼν δὲ ἀμνημόνευτα καὶ τὰ ἐπάνω
τοῦ οὐρανοῦ ὄντα ὕδατα.
[7.58] Τῇ ἀκολουθίᾳ πάλιν χρησάμενος
ἀνέλαβε τὸν λόγον, καὶ ἐκ τῶν ὑποκάτωθεν δευτερώσας τοὺς
ἀγγέλους Δυνάμεις αὐτοὺς ἐξεῖπεν, ἐν οἷς ἐπισυνῆψεν ἥλιον
καὶ σελήνην καὶ ἄστρα καὶ ὄμβρους καὶ δρόσους καὶ ἀνέμους
καὶ πῦρ καὶ ψῦχος καὶ καῦμα καὶ νεφέλας καὶ νιφετοὺς καὶ
ἀστραπὰς καὶ πάντα τὰ περὶ τὸν ἀέρα καὶ τὰ ὕδατα καὶ τὴν
γῆν· ἑπόμενος τῷ τε Δαυῒδ καὶ τῷ Μωϋσῇ ὕστερον καὶ αὐτὸς
τὰ περὶ τὸν ἄνθρωπον εἴρηκε, δι' ὃν τὰ πρότερα πάντα γεγό-
νασι· σύνδεσμος γάρ τις ὢν ὁ ἄνθρωπος πάσης τῆς κτίσεως
καὶ ἐνέχυρον φιλίας παντὸς τοῦ κόσμου ἐξ ἀνάγκης πάντα τὰ
προειρημένα περιέχει κατά τινα ἀναλογίαν. Εὖ γὰρ εἴρηται παρὰ
τοῖς ἔξωθεν μικρὸς κόσμος ὁ ἄνθρωπος.

[7.59] Πάντες τοίνυν οἱ θεοφόροι ἄνθρωποι, προφῆταί τε καὶ
ἀπόστολοι, σεμνοτάτῳ βίῳ κατακεκοσμημένοι καὶ παρα-
δεδωκότες ἑαυτοὺς ὑπὲρ τῆς εὐσεβείας μυρίοις παθήμασι καὶ
θανάτοις, καθὰ γέγραπται, «ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος»,
ἔτι δὲ καὶ παράδοξα πάμπολλα λόγῳ μὴ ὑποβαλλόμενα καὶ
δυνάμεις ποικίλας ἐργασάμενοι, καὶ παρὰ Θεοῦ ἱκανοὶ γενό-
μενοι εἰς τὸ διδάξαι καὶ πεῖσαι καὶ περινοστῆσαι τὴν ὑπ'
οὐρανὸν καὶ ἑλκύσαι πάντα τὰ ἔθνη εἰς τὴν εὐσέβειαν, περὶ
τῶν τοιούτων δύο καταστάσεων εἰρήκασιν ἑτέρας μὴ μνημο-
νεύσαντες, καὶ πάντες ὁμοῦ τὸν χῶρον τοῦτον ἀγγέλων καὶ
ἀνθρώπων ἐξεῖπον, καὶ τὸν ἀνώτερον χῶρον ὁμοίως ἀγγέλων
καὶ ἀνθρώπων μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀπεφήναντο.
[7.60] Ποίαν οὖν ἀπολογίαν ἔχουσιν οἱ πεπλασμένοι χριστια-
νοὶ οἱ τούτοις πᾶσιν ἀπιστοῦντες καὶ καταλύεσθαι λέγοντες
τοὺς οὐρανούς, ἐν οἷς ἡ βεβαία καὶ μόνιμος καὶ ἀκατάλυτος
ἡμῶν ἐλπὶς τυγχάνει, ἡ παρὰ τοῦ Θεοῦ ἡμῖν ἀποκειμένη;
Περὶ ἧς βοᾷ ὁ Παῦλος· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς
οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν
ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», καὶ πάλιν· «Οὐκ ἄξια τὰ
παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκα-
λυφθῆναι εἰς ἡμᾶς», ὁμοίως πάλιν· «Τὸ γὰρ παραυτίκα
ἐλαφρὸν τῆς θλίψεως ἡμῶν εἰς ὑπερβολὴν καθ' ὑπερβολὴν
αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων
ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπό-
μενα, πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια», τοῦτο
λέγων ὅτι· Ἐὰν ἀντιταλαντεύσῃς ζυγῷ τὰς θλίψεις τοῦ κόσμου
τούτου καὶ τὰ ἀγαθὰ τοῦ μέλλοντος αἰῶνος, εὑρεθήσονται καθ'
ὑπερβολὴν βαροῦντα τῇ δόξῃ τὴν ἐλαφρότητα καὶ κουφότητα
τῶν εἰς ὑπερβολὴν προσκαίρων καὶ παρ' αὐτὰ ἐξαφανιζο-
μένων θλίψεων τοῦ κόσμου τούτου· ταῦτα γάρ, φησί, τὰ
βλεπόμενα, τουτέστι τὰ τοῦ κόσμου τούτου, πρόσκαιρά εἰσι,
τὰ δὲ μὴ βλεπόμενα, τουτέστι τὰ τοῦ ἀνωτέρου καὶ οὐρανίου
χώρου ἤτοι κόσμου, αἰώνια τυγχάνουσιν.
[7.61] Ἤδη δεῖ καὶ ἐκ τῶν Καθολικῶν παραγαγεῖν μαρτυ-
ρίαν περὶ τούτου· κἀκεῖ λέλεκται· «Εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι
παρακύψαι», ἵνα εἴπῃ· Οὔπω καὶ αὐτοὶ τετυχήκασι τῶν
ἀποκειμένων ἡμῖν ἐν τῷ οὐρανῷ ἀγαθῶν, ἀλλ' οὔτε ἰδεῖν αὐτὰ
καὶ αὐτοὶ νῦν ἀξιοῦνται· ὅμοιον γάρ ἐστι καὶ τοῦτο τῷ τοῦ
Ἀποστόλου ῥητῷ τῷ λέγοντι· «Ὅτι πᾶσα ἡ κτίσις συστε-
νάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν», ὡσανεί· Βαρύνονται καὶ
οἱ ἄγγελοι τῇ τροπῇ στενάζοντες μετὰ πάσης τῆς κτίσεως,
ἐλευθερίαν ἱμειρόμενοι. Πῶς οἷόν τε ἐλπίζειν τοὺς οὐρανοὺς
καταλύεσθαι καὶ ἑτέρους καινοὺς εἰσάγεσθαι; Ψευδῆ γὰρ
δείκνυνται πάντα τὰ προλεχθέντα, ὅτι καὶ ἡτοιμασμένοι εἰσὶ
καὶ ἀκατάλυτοι, καὶ ὅπου εἰσῆλθε Χριστός, εἰσερχόμεθα.
[7.62] Ἀλλὰ φενακισμός τις καὶ ἀπάτη εἰσὶ πάντα τὰ γραφό-
μενα ἐν τῇ θείᾳ Γραφῇ κατὰ τὸν μῦθον τῶν ἐπιπλάστων
χριστιανῶν· ἄλλως τε δὲ καὶ καταλυομένων, ὥς φασι, τῶν
οὐρανῶν καὶ ἑτέρων ἀντεισαγομένων, ἀνάγκη καταλύεσθαι
καὶ τὸν ἐν αὐτοῖς ὄντα Χριστὸν καὶ ἕτερον καινὸν Χριστὸν
εἰσάγεσθαι σὺν τοῖς ἑτέροις καινοῖς οὐρανοῖς, εἰ ἄρα σὺν
Χριστῷ δεῖ ἡμᾶς εἶναι. Ἀλλ' ἄπαγε τῆς ἀτοπίας· εἰς
κεφαλὴν αὐτῶν τράποιτο ἡ δυσφημία. «Ἡμῶν γάρ, φησὶν
ὁ Ἀπόστολος, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ
καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν», ἵνα εἴπῃ·
Ἐκείνους λέγω τοὺς οὐρανούς, ἐξ ὧν καὶ προσδοκῶμεν τὸν
Κύριον ἐλεύσεσθαι μετασχηματίζοντα ἡμᾶς ἀπὸ φθορᾶς εἰς
ἀφθαρσίαν καὶ ἀναφέροντα ἡμᾶς ἔνθα καὶ πρὸ ἡμῶν αὐτὸς
εἰσελήλυθε· τοῦτο γὰρ καὶ ἐν ἑτέρῳ λέγει πρόδρομον ὑπὲρ
ἡμῶν αὐτὸν εἰσελθόντα.
[7.63] Ἐπειδὴ οὖν τινες παραφθείροντες τὴν ἔννοιαν τῶν
θείων Γραφῶν παρερμηνεύουσι τὸ εἰρημένον παρὰ τοῦ
Κυρίου, λέγω δή· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ
δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν», ἀγνοοῦντες ὅτι καθ'
ὑπερβολὴν εἴρηται, ἡμεῖς αὐτοῖς τὴν ἔννοιαν ἑρμηνεύσομεν·
λέγει γάρ· Ἐνδεχόμενόν ἐστι τούτους μὲν καταλύεσθαι, τοὺς
δὲ λόγους μου οὐδέποτε· καὶ πάλιν τὸ εἰρημένον τῷ Δαυΐδ·
«Σὺ κατ' ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν
χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμε-
νεῖς», μὴ νοοῦντες ὅτι καὶ ἐνταῦθα κατὰ ἀντιδιαστολὴν τοῦ
ἀγενήτου Θεοῦ τὰ γενητὰ ἀπολλύμενα ἐκάλεσεν, ὡς μὴ πρό-
τερον ὄντα, ὕστερον δὲ γενόμενα· καὶ εἰ βούλοιτο, τὸ ἀγένητον,
ὥσπερ μὴ ὄντα αὐτὰ παρήγαγε, πάλιν καὶ ὄντα δύναται ἀπο-
λέσαι· τὸ γὰρ ἀγένητον ὑπ' οὐδενὸς γενόμενον καὶ ὑπ' οὐδενὸς
ἀπόλλυται· τὸ δὲ γενητὸν καὶ ἀπολέσθαι δύναται, τοῦ ποιήσαν-
τος μάλιστα βουλομένου.
[7.64] Ὁμοίως καὶ τὸ ἐν ταῖς Καθολικαῖς εἰρημένον· «Ἐν
ᾗ οὐρανοὶ πυρούμενοι λυθήσονται, στοιχεῖα δὲ καυσούμενα
τήκεται, καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὰ ἐπαγ-
γέλματα αὐτοῦ», ἀμαθῶς καὶ τοῦτο ἐκλαμβάνοντες, μὴ
συνιέντες τὸ λεγόμενον, ἀλλ' αὐτόχρημα τούτους μὲν κατα-
[7.64.6] λύεσθαι λέγουσιν, ἑτέρους δὲ καινοὺς εἰσάγεσθαι, ὅπερ ἐναν-
τίον ἐστὶ πάσης τῆς θείας Γραφῆς. Εἰ γὰρ ἐν τοῖς οὐρανοῖς
ἔνθα νῦν ὁ Χριστὸς ἀνελήλυθεν ἀναστὰς ἀπὸ τῶν νεκρῶν,
ἄφθαρτος τῷ σώματι καὶ ἄτρεπτος κατὰ ψυχὴν γενόμενος,
μέλλομεν καὶ ἡμεῖς εἰσιέναι ἀνιστάμενοι ἀπὸ τῶν νεκρῶν
-καὶ ταύτην ἀκατάλυτον ἐλπίδα καὶ ζωὴν καλεῖ ἡ θεία
Γραφή-πῶς οἷόν τέ ἐστι τούτους μὲν τοὺς οὐρανοὺς κατα-
λύεσθαι καὶ ἑτέρους καινοὺς εἰσάγεσθαι; Εἰ γὰρ οἰκητήριόν
ἐστι καὶ νῦν ἀφθάρτων καὶ ἀθανάτων καὶ ἀτρέπτων ὁ ἐν τοῖς
οὐρανοῖς χῶρος, πῶς καὶ ἡμᾶς οὐ δέξεται ἀνισταμένους
ἀφθάρτους καὶ ἀθανάτους καὶ ἀτρέπτους γινομένους;
[7.65] Ἄπαγε οὖν τῆς τοιαύτης μανίας. Οὐ γὰρ μεταμεμέ-
ληται ὁ Θεὸς ἐφ' οἷς πεποίηκε, τούτους μὲν ἀπολλύων, ἑτέ-
ρους δὲ εἰσάγων, ἀλλὰ πᾶσαν τὴν κτίσιν ἐπὶ τὸ κρεῖττον
ἀνακαινίζει, καθὰ καὶ πολλάκις εἰρήκαμεν· εἰ γὰρ ὁ ἄνθρωπος,
ὁ σύνδεσμος ὢν πάσης κτίσεως, ἀνακαινίζεται κατά τε τὸ
σῶμα ἄφθαρτος καὶ ἀθάνατος καὶ κατά γε τὴν ψυχὴν ἄτρεπτος
γινόμενος, εὔδηλον ὅτι πάντα τὰ στοιχεῖα, ἐξ ὧν καὶ σύγκειται
τὸ σῶμα τοῦ ἀνθρώπου, καὶ πάντα τὰ λογικὰ συγγενῆ ὄντα
καὶ αὐτὰ κατὰ ψυχὴν τοῦ ἀνθρώπου, ἀνακαινίζονται καὶ
εἰς βελτίωσιν ἔρχονται; «Ἀνακεφαλαιώσασθαι γὰρ τὰ
πάντα, φησὶν ὁ Ἀπόστολος, ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς
οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς», καὶ πάλιν· «Εἴ τις ἐν
Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ
πάντα καινά», «καινὰ» λέγων «τὰ πάντα» τὴν ἀνακαί-
νισιν πάντων τῶν ὄντων· «ἀνακεφαλαίωσιν» γὰρ εἰπὼν καὶ
«καινὴν κτίσιν» δι' ἑκατέρου τὸ αὐτὸ ἐσήμανεν, ἐν τῷ
Χριστῷ ἤδη γενομένην.
[7.66] Ὥσπερ γὰρ καὶ ὁ Χριστὸς κατὰ σάρκα ἀναστὰς ἀπὸ τῶν
νεκρῶν οὐκ ἄλλος ἦν Χριστὸς παρὰ τὸν τετελευτηκότα, ἀλλ'
αὐτὸς ἦν ὁ καὶ τὸν θάνατον ὑπομείνας ὁμοίως καὶ τὴν ἀνάστα-
σιν, κρείττων γενόμενος παθῶν καὶ θανάτου, οὕτως καὶ πᾶσα ἡ
κτίσις μὴ ἀπολλυμένη, ἀλλ' ἡ αὐτὴ ὑπάρχουσα ἐπὶ τὸ κρεῖττον
μεθίσταται· «Ἔστησε γὰρ αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν
αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται»,
φησὶ τὸ θεῖον λόγιον. Διὰ τοῦτο «οὐκ ἀγγέλων ἐπελάβετο
ὁ Θεός, ἀλλὰ σπέρματος Ἀβραάμ», καθὰ γέγραπται· εἰ
γὰρ ἐπελάβετο ἀγγέλων, τὰ λογικὰ μόνον ἤλπιζον ἀνακαινί-
ζεσθαι ὡς συγγενῆ αὐτῶν ὄντα· νυνὶ δὲ σπέρματος Ἀβραὰμ
ἐπιλαβόμενος, τουτέστι σώματος καὶ ψυχῆς λογικῆς, καὶ
ἀναγαγὼν εἰς τὸν οὐράνιον χῶρον πάσῃ τῇ κτίσει ἐλπίδα
σωτηρίας προκατεβάλετο.
[7.67] Τὸ ἐν ταῖς οὖν Καθολικαῖς εἰρημένον «ἐν ᾗ οὐρανοὶ
πυρούμενοι λυθήσονται, στοιχεῖα δὲ καυσούμενα τήκεται·
καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν» τοῦτον ἔχει τὸν νοῦν,
ὅτι ῥοιζηδόν, ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ, ὥσπερ ἐν χωνευτηρίῳ
πυρούμενοι καὶ καθαριζόμενοι, τὴν ἐπὶ τὸ κρεῖττον ἀλλαγὴν
ὑπομένουσι τὰ στοιχεῖα πάντα, καὶ οἱ οὐρανοὶ καὶ ἡ γῆ,
καινῶν αὐτῶν τούτων γινομένων καὶ τῇ καταστάσει τῆς
πολιτείας ἐναλλαττομένων, ὡς τὸ παρὰ τῷ Παύλῳ λεγόμενον·
«Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου», ὡσανεὶ ἡ νῦν
πολιτευομένη κατάστασις, τῆς διαδοχῆς τῆς νυκτὸς καὶ τῆς
ἡμέρας παυομένης, καὶ τῶν ἄστρων δρόμον μὴ τελούντων, καὶ
τοῦ ἀέρος μὴ κινουμένου, μήτε τοῦ ὕδατος μήτε τῆς γῆς
φυούσης καρπούς, ἀλλ' ἑτέρας τινὸς καταστάσεως ἐπεισαγο-
μένης, ἁρμοζούσης ἀθανάτοις καὶ ἀφθάρτοις καὶ ἀτρέπτοις
ἀνθρώποις καὶ ἀγγέλοις.
[7.68] Σιωπῶμεν δὲ ὅτι τὰς Καθολικὰς ἀνέκαθεν ἡ Ἐκκλησία
ἀμφιβαλλομένας ἔχει, καὶ πάντες δὲ οἱ ὑπομνηματίσαντες τὰς
θείας Γραφάς, οὔτε εἷς αὐτῶν λόγον ἐποιήσατο τῶν Καθο-
λικῶν· ἀλλὰ καὶ οἱ κανονίσαντες τὰς ἐνδιαθήκους βίβλους τῆς
θείας Γραφῆς πάντες ὡς ἀμφιβαλλομένας αὐτὰς ἔθηκαν, λέγω
δὴ Εἰρηναῖος, ὁ Λουγδούνων ἐπίσκοπος, ἀνὴρ ἐπίσημος καὶ
λαμπροῦ βίου, μετ' οὐ πολὺ τῶν ἀποστόλων γενόμενος, καὶ
Εὐσέβιος ὁ Παμφίλου καὶ Ἀμφιλόχιος, ἐπίσκοπος γενόμενος
τοῦ Ἰκονίου, φίλος καὶ κοινωνικὸς τοῦ μακαρίου Βασιλείου,
καὶ αὐτὸς ἐν τοῖς πρὸς Σέλευκον αὐτῷ γραφεῖσιν Ἰάμβοις
ἀμφιβαλλομένας αὐτὰς ἐξεῖπεν, ὁμοίως καὶ Σευηριανὸς ὁ
Γαβάλων εἰς τὸν Κατὰ Ἰουδαίων λόγον αὐτοῦ αὐτὰς ἀπεκή-
ρυξεν. Οὐ γὰρ τῶν ἀποστόλων αὐτάς φασιν οἱ πλείους, ἀλλ'
ἑτέρων τινῶν πρεσβυτέρων ἀφελεστέρων.
[7.69] Ὅθεν ὁ Παμ-
φίλου εἰς τὴν Ἐκκλησιαστικὴν αὐτοῦ ἱστορίαν λέγει ὅτι ἐν
Ἐφέσῳ δύο μνήματά εἰσιν, ἓν Ἰωάννου τοῦ εὐαγγελιστοῦ, καὶ
ἓν ἑτέρου Ἰωάννου πρεσβυτέρου τοῦ γράψαντος τὰς δύο
ἐπιστολὰς τῶν Καθολικῶν, τὴν δευτέραν καὶ τὴν τρίτην, ἔνθα
προγέγραπται· «Ὁ πρεσβύτερος τῇ ἐκλεκτῇ κυρίᾳ», καί·
«Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ». Εἰ μὴ γὰρ τὴν
πρώτην Πέτρου καὶ τὴν πρώτην Ἰωάννου οὐ λέγει αὐτὸς
καὶ Εἰρηναῖος εἶναι τῶν ἀποστόλων, ἕτεροι δὲ οὔτε αὐτὰς
λέγουσι τῶν ἀποστόλων εἶναι, ἀλλὰ τῶν πρεσβυτέρων· πρώτη
γὰρ καὶ δευτέρα καὶ τρίτη Ἰωάννου γέγραπται, ὡς δῆλον
ἑνὸς προσώπου εἶναι τὰς τρεῖς.
[7.70] Ἕτεροι δὲ καὶ τὴν
Ἰακώβου σὺν ταῖς ἄλλαις δυσὶ δέχονται· ἕτεροι πάσας
δέχονται· παρὰ Σύροις δέ, εἰ μὴ τρεῖς μόναι αἱ προγεγραμ-
μέναι, οὐχ εὑρίσκονται, λέγω δὴ ἡ Ἰακώβου καὶ ἡ πρώτη
Πέτρου καὶ ἡ Ἰωάννου πρώτη· αἱ ἄλλαι γὰρ οὔτε κεῖνται παρ'
αὐτοῖς. Οὐ χρὴ οὖν τὸν τέλειον χριστιανὸν ἐκ τῶν ἀμφιβαλλο-
μένων ἐπιστηρίζεσθαι, τῶν ἐνδιαθέτων καὶ κοινῶς ὡμολογη-
μένων Γραφῶν ἱκανῶς πάντα μηνυόντων περί τε τῶν οὐρανῶν
καὶ τῆς γῆς καὶ τῶν στοιχείων καὶ παντὸς τοῦ δόγματος
τῶν χριστιανῶν.
[7.71] Ἠλίθιοι τοιγαροῦν εἶναί μοι δοκοῦσι καὶ τῶν θείων
Γραφῶν παντελῶς ἀμύητοι οἱ τῶν καινῶν δογμάτων εὑρεταί,
οἱ τοὺς οὐρανοὺς καταλύεσθαι οἰόμενοι. Ἄνωθεν γὰρ καὶ ἐξ
ἀρχῆς εἰδὼς καὶ προειδὼς ὁ Θεός, καὶ ἀεὶ γινώσκων καὶ
μηδέποτε πρόσληψιν γνώσεως ἐπιδεχόμενος, βουλόμενος καὶ
ἑτέροις μεταδοῦναι τοῦ εἶναι καὶ τῆς ἰδίας αὐτοῦ ἀγαθότητος
καὶ γνώσεως καὶ σοφίας ἐμπλῆσαι, πεποίηκε τὸν σύμπαντα
κόσμον περιγράψας ἐν οὐρανῷ καὶ γῇ· θεὶς δὲ μέσον τὸ
στερέωμα καὶ συνδήσας τῷ πρώτῳ οὐρανῷ καὶ ποιήσας τὸν
ἕνα χῶρον δύο χώρους ἀπένειμε τῇ θνητῇ καὶ τρεπτῇ καταστά-
σει τὸν χῶρον τοῦτον, προετοιμάσας καὶ τῇ μελλούσῃ κατα-
στάσει τὸν ἀνώτερον, καθὰ καὶ ἡ καταγραφὴ τοῦ σχήματος
ἐπὶ τέλει δείκνυσι, καὶ ἡ τῆς σκηνῆς κατασκευή, ἐκμαγεῖον
καὶ αὐτὴ γεγονυῖα παντὸς τοῦ κόσμου.
[7.72] Καὶ ἐν μὲν ταύτῃ τῇ καταστάσει ἐδοκίμασεν ἡμᾶς νῦν
διάγειν ὡς ἐν παιδευτηρίῳ χρησίμῳ ἔχοντι λυπηρὰ καὶ ἡδέα,
ἵνα διὰ μὲν τῶν λυπηρῶν παιδευώμεθα, διὰ δὲ τῶν ἡδέων μὴ
ἀπείπωμεν, διδασκόμενοι καὶ ἀναγόμενοι πρὸς ἐπίγνωσιν τοῦ
πεποιηκότος διὰ τῆς ποικιλίας τῶν κτισμάτων καὶ τῆς
πανσόφου ἁρμονίας καὶ τῆς διαφορᾶς τῶν ὄντων, ὅστις καὶ
νόμους ἡμῖν δέδωκε κατὰ καιροὺς ὀπτανόμενος πρὸς βοήθειαν
τῆς ἡμετέρας ἀσθενείας, ἀνάγων τοὺς λογικούς, ὡς εἴρηται,
εἰς ἐπίγνωσιν τῆς αὑτοῦ παναγάθου φιλανθρωπίας, ὅπερ ἐστὶ
κεφάλαιον πάντων τῶν λογικῶν· κτιστῶν γὰρ ἡμῶν ὄντων
καὶ ἐξ ἑτέρου ἐχόντων τὸ εἶναι, ἐκείνου αὐτοῦ ἀεὶ δεόμεθα
πρὸς σύστασιν καὶ γνῶσιν ἡμετέραν· οὐκ ἐνῆν γὰρ ἡμᾶς εὐθέως
γενομένους πᾶσαν τὴν γνῶσιν ἔχειν· τοῦτο γὰρ ἴδιον τοῦ
ἀγενήτου Θεοῦ.
[7.73] Ἐπειδὴ οὖν ἐξ ἀγαθότητος ὁ Θεὸς ἀπορρήτως ἐποίησε
τὰ ἔμψυχα καὶ τὰ ἄψυχα, ἄμοιρα γνώσεως ὄντα, πρὸς
διδασκαλίαν καὶ βοήθειαν ἡμῶν τῶν λογικῶν, μέσους τινὰς
[7.73.4] ἑαυτοῦ τε καὶ τούτων, ὡς ἐνεδέχετο, πεποίηκεν ὁ Θεὸς τοὺς
λογικούς, ἵνα τῇ ποικιλίᾳ τοῦ παντός, ἔτι τε καὶ τοῖς παρα-
δεδομένοις ἡμῖν νόμοις, τῇ συντριβῇ τῆς μαθήσεως, διὰ πείρας
λυπηρῶν καὶ ἡδέων ποθοῦντες, κατὰ μέρος ἀναγώμεθα ἐπὶ
τὴν αὐτοῦ γνῶσιν. «Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν ὁ θεῖος
Ἀπόστολος, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα
καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι
αὐτοὺς ἀναπολογήτους», ἵνα εἴπῃ· Τὰ ἀόρατα αὐτοῦ, τὴν
δύναμιν καὶ τὴν σοφίαν καὶ τὴν πρόνοιαν καὶ τὴν ἀγαθότητα
τοῦ Θεοῦ καὶ αὐτὴν τὴν ἀΐδιον αὐτοῦ θεότητα ἐκ τῶν ὄντων
καὶ τῶν ὁρωμένων νοοῦμέν τε καὶ ὁρῶμεν διὰ πάντων τῶν
κτισμάτων ἀναλόγως τὸν δημιουργόν, ὥστε ἡμᾶς ἀφορμήν
τινα ἀγνωσίας μὴ προβάλλεσθαι-τοῦτο γὰρ δηλοῖ τὸ
«ἀναπολογήτους»- ἔχοντες ἐν χερσὶν ἐκ τούτων ἁπάντων
ἀναλόγως γινώσκειν τὸν ἑαυτῶν τε καὶ τοῦ παντὸς δημιουρ-
γόν.
[7.74] Ὁμοίως πάλιν λέγει· «Πολυμερῶς καὶ πολυτρόπως
πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ'
ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ», εἰς
μέρη καὶ τρόπους, εἰς προφήτας καὶ Υἱὸν διελὼν τὸν λόγον·
μέρη μὲν εἰπὼν τὴν διαφορὰν τῶν τόπων, ἐν οἷς ἐφαίνετό τε
καὶ ἐλάλει τοῖς ἀρχαίοις ἀνθρώποις ὁ Θεὸς διὰ τῶν προφητῶν,
τρόπους δὲ τὴν ποικιλίαν αὐτῶν τῶν ὀπτασιῶν, ὧν κατὰ
καιρὸν ὀπτανόμενος πρὸς τὰς παρακειμένας χρείας ἐδείκνυεν,
εἴτε δι' ἑαυτοῦ εἴτε διὰ τῶν προφητῶν, τοῦτο θέλων σημᾶναι
ὡς πανταχόθεν ὁ Θεὸς ἔκ τε τῶν ὄντων, ἔκ τε τῶν ὀπτασιῶν,
οὐκ ἠμέλησε διδάξαι προθέμενος τοὺς λογικοὺς περὶ τῆς αὑτοῦ
γνώσεως, ποτὲ μὲν διὰ τῶν προφητῶν, νυνὶ δὲ διὰ τοῦ
ἰδίου Υἱοῦ.
[7.75] Εἶθ' οὕτω λοιπὸν πεπειραμένοις ἡτοίμασε καὶ τὴν
μέλλουσαν κατάστασιν, ἐν ᾗ ἀφθάρτους καὶ ἀθανάτους ἡμᾶς
ἐργασάμενος καταστήσειεν, ἐμπιπλῶν ἡμᾶς ὡς ἐμπείρους καὶ
τῆς τελείας αὑτοῦ γνώσεως, καθὼς δεῖ γνῶναι ἡμᾶς. Διὰ τοῦτο
τὰς δύο καταστάσεις ἐξ ἀρχῆς πεποίηκεν, οὐ δυναμένων ἡμῶν,
ὡς προείρηται, ὑφ' ἓν ἀθρόως πᾶσαν τὴν γνῶσιν δέξασθαι ἄνευ
μαθήσεως· αὐτοδίδακτον γὰρ μόνον τὸ θεῖόν ἐστι καὶ πηγὴ
γνώσεως, παρ' ἑτέρου μὴ προσλαβόν, ἀλλὰ δυνάμενον καὶ
ἑτέροις χορηγῆσαι, ἡμᾶς δὲ διδαχθῆναι πάλιν, θνητοὺς ὄντας
καὶ τρεπτούς, ἐκ τῶν δυσχερῶν, ἐπειδήπερ, φησὶν ὁ Ἀπόστο-
λος· «Πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι,
ἀλλὰ λύπης»· χωρὶς γὰρ παιδείας καὶ λυπηρῶν ἀδύνατον
μάθησιν γενέσθαι.
[7.76] Παιδείας οὖν ἕνεκα τοῦτον τὸν κόσμον
πεποίηκε θνητὸν καὶ τρεπτὸν καὶ ποικίλον, ἵνα τῇ συντριβῇ
τῆς μαθήσεως καὶ τῇ ποικιλίᾳ τοῦ παντὸς διὰ πείρας δυνη-
θῶμεν ἀνελθεῖν ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν. Εἰ γὰρ ἐξ ἀρχῆς
ἀθανάτους καὶ ἀτρέπτους ἡμᾶς εἰργάσατο, οὐδὲν διεφέρομεν
τῶν ἀλόγων τῶν φυσικῶς μὲν ἐχόντων τι χρήσιμον, ἀγνοούν-
των δὲ τί κέκτηνται, οἷον ἡ μέλιττα τὸ κηρίον σοφῶς ἐργαζο-
μένη, καὶ ἡ ἀράχνη εὐτέχνως ἱστουργοῦσα, καὶ ὁ μύρμηξ
θέρους ἑτοιμαζόμενος τὴν τροφήν, οὐκ ἐπιστήμῃ λογικῇ τινι
ποιοῦσιν, ἢ ὡς ὁ χρυσὸς καὶ ὁ μαργαρίτης καλοὶ μέν, ἀλλ'
οὐκ αἰσθάνονται τοῦ οἰκείου κάλλους.
[7.77] Σοφῶς οὖν καὶ πάνυ σοφῶς ὁ Θεὸς τὰς δύο καταστά-
σεις ἀνέκαθεν πεποίηκεν, ἵνα πεπειραμένοι ἀπεντεῦθεν ἡδέων
καὶ λυπηρῶν γνῶμεν τελείως ἐν τῇ δευτέρᾳ καταστάσει τὴν
δύναμιν τῆς αὐτοῦ ἀγαθότητος, διὰ τῶν παρεχομένων ἡμῖν
ἀνεκλαλήτων καὶ αἰωνίων ἀγαθῶν, καὶ ἐξ οἵων εἰς οἷα
μετερχόμεθα. Ταῦτα καὶ τὰ τοιαῦτα κηρύττει πᾶσα ἡ θεία
Γραφή, καὶ οὗτος αὐτῆς ἅπας ὁ σκοπός. Ἀγνοοῦσι γὰρ οἱ
βέλτιστοι τὸν σκοπὸν τῶν θείων Γραφῶν, οἱ τοὺς οὐρανοὺς
ἀπόλλοντες καὶ ἑτέρους ἡμῖν καινοὺς εἰσάγοντες. Οὐ γὰρ
ἠγνόησέ ποτε ὁ Θεός, νῦν δὲ κρεῖττον ἐπέγνω ποιῆσαι ἑτέρους
οὐρανοὺς καὶ κρείττονα κατάστασιν, κατὰ τὸν μῦθον τῶν
ἀνοήτων καὶ πεπλασμένων χριστιανῶν, ἀλλ' ἀεὶ ὁ αὐτὸς
ὑπάρχει, ὡσαύτως καὶ κατὰ τὸ αὐτὸ ὤν, γινώσκων πῶς τε
καὶ πότε καὶ πόσον καὶ ποῦ καὶ οἷον ποιήσειε τὸν σύμπαντα
κόσμον.
[7.78] Ἀλλ' ὅμως προβάλλονται ἡμῖν δῆθεν εὐλόγως τὸ
ἀνακύπτον ἐκ τούτου ἄπορον λέγοντες· Τί οὖν τὰ ἔμβρυα
τελευτῶντα εἰς γνῶσιν Θεοῦ προκόπτουσι, μὴ πεπειραμένα
ἡδέων καὶ λυπηρῶν καὶ ἀπεντεῦθεν διδαχθέντα περὶ Θεοῦ;
Πρὸς οὓς ἐροῦμεν ὅτι τὸ ἔμβρυον τὸ λογικὸν γευσάμενον, ὡς
ἔπος εἰπεῖν, τῆς μητρῴας γαστρός-ἀμυδρῶς πως ὡς
σύμβολον οὖσα τούτου τοῦ κόσμου ἡ μητρῴα γαστήρ, ἐν
ᾗ καὶ θερμότης καὶ ψυχρότης καὶ ξηρότης καὶ ὑγρότης
ὑπάρχει-, λαμβάνον γνῶσιν ἐν τῇ μελλούσῃ καταστάσει
ὑπομιμνῄσκεται καὶ εἰς αἴσθησιν ἔρχεται τῆς μητρῴας
γαστρός, ἐν ᾗ πεπείραται μερικῶς καὶ αὐτὸ τῆς τοιαύτης
καταστάσεως.
[7.79] Ἔτι δὲ ὁρᾷ καὶ τὰ στοιχεῖα καὶ
τὸν σύμπαντα κόσμον ἱστάμενον ὡς διδάσκαλον, καὶ διὰ
τῆς τελείας γνώσεως ἀναλογιζόμενον εὐθέως εἰς ἐπίγνω-
σιν καὶ αὐτὸ ἔρχεται τοῦ παρεληλυθότος βίου, ἐν ταὐτῷ
καὶ τῆς ἐπιγνώσεως τοῦ Θεοῦ τοῦ δημιουργήσαντος τὰ
πάντα.
[7.80] Περὶ δὲ τῆς κρίσεως αὐτῶν, αὐτῷ τῷ Θεῷ παραχω-
ροῦμεν· οὐ γὰρ ἐνδέχεται ἡμᾶς εἰδέναι πάντα ἐν τῷδε τῷ
βίῳ. Μόνον δὲ λέγομεν, ὡς ἔστι λέγειν, ὅτι μέσα τινά εἰσι,
μήτε στεφάνους ληψόμενα, μήτε τιμωρίας ὑπομένοντα, τῆς
μὲν γὰρ τιμωρίας ἐλευθερούμενα διὰ τὸ μὴ ἀπολαῦσαι τῶν
ἀγαθῶν τοῦ βίου τούτου, τῶν δὲ στεφάνων στερισκόμενα ὡς
μὴ καμόντα ἐν τῷδε τῷ βίῳ. Εἰ δὲ καὶ τοῦτο εἴποι τις ὅτι
ἑκάστου αὐτῶν ὡς ἂν ἐπίσταται ὁ Θεός, εἰ ἐπέμενον ζῶντα,
τὴν διαγωγὴν καὶ τὴν πολιτείαν, οὕτως αὐτὰ κρινεῖ, οὐκ
ἀποβαλλόμεθα τὸν νοῦν, ἀλλὰ παραχωροῦμεν τοῖς πλέον τι
εἰδόσιν. Ἡμεῖς γὰρ περὶ κρίσεως τὸ τέλειον οὐκ ἐπιστάμεθα,
τῷ Θεῷ τὸ δοκοῦν πάντως καλὸν καὶ σοφὸν λογιζόμενοι,
ὁμολογοῦντες ἐν τούτῳ τὴν ἡδίστην ἧτταν καὶ στεφανηφοροῦν-
τες ἐπὶ τῇ τοιαύτῃ ἀγνοίᾳ κατὰ τὸν μέγαν ἀπόστολον Παῦλον·
«Ἐκ μέρους γινώσκομεν, φήσαντος, καὶ ἐκ μέρους προ-
φητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργη-
θήσεται», τελείως τότε γινωσκόντων ἡμῶν, καθὼς δεῖ
γνῶναι, καὶ τελείων πάντων ἀνισταμένων, καθάπερ πάλιν
λέγει ὁ Ἀπόστολος· «Μέχρις οὗ καταντήσωμεν οἱ πάντες
εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ
τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώ-
ματος τοῦ Χριστοῦ.»
[7.81] Πάλιν δὲ ἀπορήσουσιν ἡμῖν ἐν τούτῳ, πῶς ὁ μικρὸς
τῷ σώματι τέλειος ἀνίσταται, καὶ πῶς ὁ πηρὸς καὶ ὁ χωλός,
ἢ ὁ ἀποκεκομμένος ἓν τῶν μελῶν, σῶος καὶ πληρέστατος
ἀνίσταται· ἀκουσάτω παρ' ἡμῶν καὶ γραφικῶς καὶ φυσικῶς
ὅτι ὥσπερ ὁ Θεὸς λαβὼν τὴν πλευρὰν τοῦ Ἀδὰμ σμικρότατον
αὐτοῦ μέλος οὖσαν καὶ ᾠκοδόμησεν αὐτὴν εἰς τελείαν γυναῖκα,
τὸ περισσὸν ἀπορρήτῳ λόγῳ ἀναπληρώσας, καὶ ὥσπερ
συνάπτεται τὸ ἀνδρόγυνον πολλάκις τυφλὸν ὂν ἢ ἀποκεκομ-
μένον καὶ τὸ τικτόμενον ἐξ αὐτῶν σῶον καὶ ὑγιὲς τίκτεται,
οὕτω πιστευτέον, ἤτοι καὶ νοητέον, ἐπὶ τῆς ἐκ νεκρῶν
ἀναστάσεως ὡς ἀναγεννωμένων ἡμῶν ἐκ τῶν τάφων κρείττονα
γέννησιν ἤπερ ἐκ μήτρας.
[7.82] Διαγράψω δέ σοι, προσφιλέστατε, καὶ τὸ σχῆμα τοῦ
οὐρανοῦ καὶ τῆς γῆς καὶ τοῦ κατὰ μεσόθεν στερεώματος, καὶ
τὴν σκηνὴν τὴν διὰ Μωϋσέως κατασκευασθεῖσαν, ἣ καὶ
ἐκτύπωμα τυγχάνει παντὸς τοῦ κόσμου, ἔτι δὲ καὶ τῶν
ἔξωθεν τὴν πολύφημον σφαῖραν, ἵνα γνῷς καὶ δι' αὐτῆς τῆς
ὄψεως ὡς ἁρμοδίως τῷ σχήματι καὶ ἡ θεία Γραφὴ καὶ τὸ
[7.82.7] χριστιανικὸν κήρυγμα διαλέγεται, τῆς δὲ ἔξωθεν σφαίρας
παντελῶς ἀπηλλοτρίωται.
[7.82.? Παραγραφαὶ ἁρμόζουσαι ἐκ τῆς θείας Γραφῆς
[7.82.? περὶ τοῦ σχήματος τοῦ οὐρανοῦ καὶ τῆς γῆς

[7.83] «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»·
τούτων ὡς περιεκτικῶν ἐμνημόνευσε συνσημάνας καὶ ἔσωθεν
τούτων τὰ ἅμα αὐτοῖς γενόμενα, καὶ πάλιν· «Καὶ συνε-
τελέσθη ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν»,
ὡσανεὶ πάλιν περιεκτικῶν αὐτῶν ὄντων καὶ παντὸς τοῦ
κόσμου αὐτῶν ἔνδον αὐτῶν ὑπάρχοντος, καὶ πάλιν· «Ἐν γὰρ
ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ
πάντα τὰ ἐν αὐτοῖς», ὡσανεὶ πάλιν ἔνδον αὐτῶν πάντων
ὑπαρχόντων καὶ περιεκτικῶν αὐτῶν ὄντων, καὶ πάλιν· «Καὶ
κατέπαυσεν ὁ Θεὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν
ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι», ὡσανεὶ ὅτι
καὶ ἤρξατο δημιουργεῖν καὶ ἔληξε δημιουργῶν, καὶ πάλιν·
«Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς», ὡσανεί·
Αὕτη ἡ βίβλος διηγεῖται τὴν γένεσιν τοῦ παντὸς κόσμου, ἥτις
περιγράφεται ἐν οὐρανῷ καὶ γῇ.
[7.84] Καὶ πάλιν περὶ τοῦ σχήματός φησιν Ἡσαΐας· «Ὁ στή-
σας τὸν οὐρανὸν ὡς καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν
κατοικεῖν»· τὸ μὲν «ὡς καμάραν» περὶ τοῦ πρώτου, τὸ δὲ
«διατείνας ὡς σκηνὴν» περὶ τοῦ δευτέρου εἰρηκὼς δηλονότι
ὡς οἶκον λέγει, ἔνθα οἰκοῦσιν, ἤγουν κατασκηνοῦσί τινες.
Καὶ πάλιν ὁ Δαυΐδ· «Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν»
περὶ τοῦ στερεώματος λέγων· «ὡσεὶ δέρριν» δὲ λέγει, ὡσανεὶ τὰ
σκεπάσματα τὰ ἄνωθεν σκέποντα τὴν σκηνήν, οἷα δ' ἂν εἶεν, εἴτε
τρίχινα εἴτε ἱμάτια· δέρριδες γὰρ κυρίως καλοῦνται τὰ ἄνωθεν σκε-
πάσματα τὰ σκέποντα τὴν σκηνήν,
ἀμέλει ἐπιφέρει· «Ὁ στεγά-
ζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ», σαφέστερον καὶ στέγην
καὶ περὶ αὐτοῦ τοῦ στερεώματος ἐξειπών.
[7.85] Περὶ τοῦ κεκολλῆσθαι τὸν οὐρανὸν τῇ γῇ οὕτω φησὶν
ἐν τῷ Ἰώβ· «Οὐρανὸν δὲ εἰς γῆν ἔκλινε· κέχυται δὲ ὥσπερ
γῆ κονία· κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθον κύβον», σημαί-
νων ὅτι κέκλιται εἰς γῆν καὶ κεκόλληται ὡς κύβος κάτωθεν,
ὡσανεὶ τετράγωνος.
[7.86] Περὶ τοῦ μηδὲν εἶναι ὑποκάτω τῆς γῆς οὕτως φησὶν
ἐν τῷ Ἰώβ· «Ὁ κρεμνῶν τὴν γῆν ἐπ' οὐδενός», ὡσανεὶ
μὴ ἔχουσαν ὑποκάτω τι, ὁμοίως πάλιν ἐν αὐτῷ· «Ἐπὶ τίνος
οἱ κρίκοι αὐτῆς πεπήγασιν;» ὡσανεὶ οὐκ ἔστι τι ὑποκάτω,
ἐν ᾧ πέπηγεν. Ἐν δὲ τῷ Δαυῒδ οὕτως λέγει· «Ἐθεμελίωσας
τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς», ἵνα εἴπῃ αὐτὴν ἐφ'
ἑαυτὴν θεμελιωθεῖσαν καὶ οὐχὶ ἐπί τινος.
 1) Τὰ ὀπίσθια τῆς σκηνῆς· στῦλοι ἓξ ἀπὸ πήχεως μιᾶς ἥμισυ γίνονται
πήχεις ἐννέα καὶ δύο στῦλοι εἰς τὰς γωνίας ἀπὸ πήχεως ἥμισυ γίνονται
τῶν ὀκτὼ στύλων πήχεις δέκα· τοῦτο τὸ πλάτος τῆς σκηνῆς.
 2) Ἔχουσα βῆλον συρτὸν λεγόμενον ἐπίσπαστρον.
 3) Μοχλοὶ διὰ τῶν ψαλίδων διϊκνούμενοι.
 4) Μοχλὸς μέσος διὰ τῶν σανίδων διϊκνούμενος.
 5) Μοχλοὶ διὰ τῶν ψαλίδων διϊκνούμενοι.

[7.87] Τύπος οὖν ἐστι πᾶσα ἡ σκηνὴ τοῦ παντὸς κόσμου,
καθὰ διηγεῖται ὁ θεῖος Ἀπόστολος, περὶ μὲν τῆς ἐξωτέρας
οὕτως λέγων· «Εἶχε μὲν γὰρ καὶ ἡ πρώτη σκηνὴ δικαιώματα
λατρείας, τό τε ἅγιον κοσμικόν», «κοσμικὸν» αὐτὴν φήσας,
ὡσανεὶ τοῦ κόσμου τούτου τύπον ὑπάρχουσαν, περὶ δὲ τῆς
ἐσωτέρας οὕτω φησίν· «Οὐ γὰρ εἰς χειροποίητα ἅγια
εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν
τὸν οὐρανόν», «ἀληθινὴν» μὲν τὸν οὐρανὸν εἰπών, «ἀντί-
τυπα» δὲ τὴν ἐσωτέραν σκηνήν.
[7.88] Κατανοείτω οὖν ὁ ἀναγινώσκων τῷ σχήματι τοῦ
οὐρανοῦ καὶ τῆς γῆς καὶ τῷ ἐκτυπώματι, τουτέστι τὴν
σκηνήν, πῶς ἁρμόδια πάντα τυγχάνουσι τῷ δόγματι τῷ
χριστιανικῷ, ὅτι δύο χῶροί εἰσι τοῦ παντὸς κόσμου, οὗτος
καὶ ὁ ἀνώτερος, ἡτοιμασμένοι ἀπὸ καταβολῆς κόσμου· οὗτος
μὲν ἐν τῇ νῦν καταστάσει δέδοται ἀγγέλοις καὶ ἀνθρώποις,
καὶ ὁ ἀνώτερος ἐν τῇ μελλούσῃ καταστάσει ἐξ ἀναστάσεως
νεκρῶν δίδοται τοῖς δικαίοις ἀνθρώποις καὶ ἀγγέλοις.
[7.89] Ἡ γὰρ τῶν ἔξωθεν πολύφημος σφαῖρα οὐχ ἁρμόζει
καθόλου τῷ χριστιανικῷ κηρύγματι, ἀλλὰ μᾶλλον τούτοις
ἁρμόζει τοῖς ἀνάστασιν νεκρῶν μὴ ἐλπίζουσι, μήτε ἑτέραν
κατάστασιν παρὰ ταύτην, τοῖς ἀεὶ ἐν γενέσει καὶ φθορᾷ
διάγειν τὸν σύμπαντα κόσμον λέγουσιν.
[7.89.? Παραγραφή
[7.90] Εἰ μὲν εἰς τὴν πρώτην σφαῖραν, ἔνθα ἐστὶν ἡ Σελήνη,
λέγουσιν οἱ τῆς πλάνης διδάσκαλοι τὸν Δεσπότην Χριστὸν
εἰσιέναι, πρέπον μὲν ἐν πρώτοις τῇ αὐτῶν πλάνῃ ὅτι μετὰ
τῆς θεοῦ αὐτῶν λέγουσιν αὐτὸν διάγειν· δεύτερον ὅτι ναστῆς
οὔσης τῆς σφαίρας εἰπάτωσαν, εἰ ἅμα τῆς Σελήνης, ὡς
ἰχθὺς ἐν ὕδατι, διατέμνει τὸ οὐράνιον σῶμα τὴν ἐναντίαν
βαδίζων, ἢ τὴν εὐθεῖαν ἅμα τῷ παντὶ βιαίως κυλίεται, ἅπερ
καὶ ταῦτα καταγέλαστα· τρίτον ὅτι ὑπεράνω αὐτοῦ εἰσιν οἱ
ἕτεροι πλανῆται ὑμῶν θεοί, λέγω δὴ Ἑρμῆς, Ἀφροδίτη,
Ἥλιος, Ἄρης, Ζεύς, Κρόνος, ὁ πατὴρ τῶν θεῶν ὑμῶν, οἷς
δεκαδύο ζῳδίων καὶ οἱ τριάκοντα ἓξ δεκανοί. Καὶ πῶς οὐ
ψεύδεται καθ' ὑμᾶς ὁ Ἀπόστολος φάσκων «ὑπεράνω αὐτὸν»
εἶναι «πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ Δυνάμεως, καὶ
Κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου»;
[7.91] Εἰ
δὲ ἐν τῇ δευτέρᾳ σφαίρᾳ φήσουσιν αὐτὸν εἶναι, τὰ αὐτὰ πάλιν
αὐτοῖς ἀπαντήσεται, καὶ εἰ ἐν τῇ τρίτῃ καὶ ἐν τῇ τετάρτῃ καὶ
ἐν τῇ πέμπτῃ καὶ ἐν τῇ ἕκτῃ καὶ ἐν τῇ ἑβδόμῃ καὶ ἐν τῇ
ὀγδόῃ καὶ ἐν τῇ ἐνάτῃ εἴπωσιν αὐτὸν ὑπεράνω πάντων, εὑρεθή-
σεται ψεῦδος τὸ παρὰ τῷ Ἀποστόλῳ εἰρημένον, ὅτι ἀπὸ τῆς
πρώτης σκηνῆς, τουτέστιν ἀπὸ τοῦ κόσμου τούτου, ἐπὶ τὴν
δευτέραν εἰσελήλυθεν ὁ Χριστός, τουτέστιν εἰς τὸν οὐράνιον
χῶρον, αἰωνίαν λύτρωσιν εὑράμενος, ἐνάτης οὔσης καὶ οὐ
δευτέρας. Ὁ ἀγαπῶν οὖν χριστιανὸς εἶναι τῇ θείᾳ Γραφῇ
ἕπεται, καὶ οὐχὶ τῇ ἀπάτῃ τῶν ἔξωθεν ἐπιστηρίζεται, τῇ
πολυθεΐαν καὶ ἰσοθεΐαν διδασκούσῃ καὶ ὄλεθρον ταῖς ψυχαῖς
ἐμποιούσῃ.
[7.91.? Τὸ κείμενον
[7.92] Πασῶν οὖν τῶν σφαιρῶν κατὰ τὸ συνεχὲς κειμένων
καὶ ναστῶν οὐσῶν, πῶς ἐνδέχεται νοεῖν ἐν αὐτῷ τῷ σχήματι
ἀνάστασιν νεκρῶν ἔσεσθαι καὶ ἄνοδον αὐτῶν γίνεσθαι ἐν
οὐρανῷ καὶ βασιλεύειν ἐν οὐρανῷ τοὺς ἀνθρώπους, τουτέστιν
ἐν τῇ δευτέρᾳ σκηνῇ, ἔνθα καὶ τὸν Χριστὸν λέγει ἡ Γραφὴ ἤδη
εἰσιέναι πρῶτον πάντων, καὶ τὰ ἄλλα πάντα ὅσα προείρηται;
Ἀκολούθως γὰρ οἱ ἔξωθεν τὴν σφαῖραν δοξάζοντες οὔτε
ἀνάστασιν νεκρῶν ὁμολογοῦσιν, οὔτε τὴν ἄνοδον αὐτῶν τὴν
εἰς τὸν οὐρανὸν λέγουσιν, οὔτε ὕδατα λέγουσιν εἶναι ἐπάνω
τοῦ οὐρανοῦ, οὔτε ἀλλάσσεσθαι λέγουσι τὸ σχῆμα τοῦ κόσμου
τούτου, τουτέστι τὴν περιφορὰν τῶν ἄστρων καὶ τῶν καθεξῆς,
οὔτε ὅτι τις ἀνῆλθε μετὰ σώματος παντελῶς εἰς τὸν οὐρανόν,
οὔτε ἀνέρχεται.
[7.93] Ἀλλ' οἱ μὲν αὐτῶν τὰς ψυχὰς μόνας μετὰ θάνατον
περιπολεύειν σὺν τῇ σφαίρᾳ καὶ ὁρᾶν ἤτοι γινώσκειν πάντα
λέγουσιν, οἱ δὲ καὶ μετενσωμάτωσιν βούλονται, ἄλλοι καὶ
προβιοτὴν ἀσπάζονται· οἷς καὶ ἕπεται λέγειν ἐξ ἀκολουθίας
καταλύεσθαι τὴν σφαῖραν, ἤτοι πάσας, καὶ πᾶσαν σωματικὴν
φύσιν ἀπόλλυσθαι καὶ ὑποστρέφειν εἰς τὴν ἀρχαίαν τάξιν τὰς
ψυχάς, ὥσπερ καὶ οἱ περὶ τὸν θαυμάσιον Ὠριγένην δοξάζουσι·
ἕτεροι δὲ ἀεὶ ἄναρχον καὶ ἀτελεύτητον αὐτὸν τὸν οὐρανόν
φασιν εἶναι καὶ ἐν γενέσει καὶ ἐν φθορᾷ ἀεὶ διάγειν τὸν
κόσμον, οἷς συνάγεται χαιρεσίκακον μᾶλλον ἢ ἀδύναμον ἢ
[7.93.11] φθονερὸν τὸν Θεὸν λέγειν, ἤγουν παντελῶς ἀθεΐαν δοξάζειν·
ἀνοίκειον γὰρ τὸ οὕτως πάντοτε μένειν τὸν κόσμον ἐν γενέσει
καὶ φθορᾷ, καὶ ἕτερα πάμπολλα ἄπορα αὐτοῖς πᾶσιν ἀνα-
κύπτει.
[7.94] Μόνοι δὲ τέλειοι χριστιανοὶ ὑπάρχουσιν ὡς στάχυες
εὐσεβείας μέσον ἀκανθῶν καὶ ζιζανίων ὄντες, οἱ πιστεύοντες
πάσῃ τῇ θείᾳ Γραφῇ, Παλαιᾷ τε καὶ Καινῇ Διαθήκῃ, καὶ μήτε
πρὸ ταύτης τῆς καταστάσεως εἶναι ἑτέραν λέγοντες, μήτε
μετὰ τὴν μέλλουσαν ἑτέραν ἀποφαινόμενοι, ἀλλὰ τὰς δύο
μόνας, ἃς καὶ ἡ καταγραφὴ ἁρμοδίως δείκνυσιν, ὅτι ἐκ
ταύτης τῆς καταστάσεως ἐπὶ τὴν μέλλουσαν καὶ οὐράνιον
μετερχόμεθα καὶ πάλιν τότε σὺν Κυρίῳ διάγομεν, καθάπερ
πᾶσα ἡ θεία Γραφὴ διαλέγεται, ἀρξάμενον μὲν τὸν Θεὸν
δημιουργεῖν, ποιήσαντα δὲ τοὺς δύο χώρους, καὶ παυσά-
μενον τῆς δημιουργίας κατὰ τὸν ἄνωθεν αὐτοῦ καὶ ἐξ ἀρχῆς
σκοπόν.
[7.95] Ἀλλόκοτα τοίνυν συνέγραψεν, ὦ βέλτιστε, ὃν εἴρηκας
πεπλασμένον μᾶλλον χριστιανόν, τοὺς οὐρανοὺς καταλύεσθαι
λέγων, οὓς καὶ σφαιροειδεῖς δοξάζει κατὰ τὴν ὑποθήκην τῶν
ἔξωθεν, καὶ τούτους ἀεὶ περιστρέφεσθαι, μύθους μᾶλλον
γραώδεις ἀναγραψάμενος ἢ χριστιανικὰ δόγματα, οὐδενὶ τὸ
σύνολον ἀκολουθήσας, εἰ μὴ ἐκ μέρους τῷ χρηστῷ Ὠριγένῃ·
τῆς γὰρ δόξης τῶν χριστιανῶν παντελῶς ἠλλοτρίωνται τὰ
παρ' αὐτοῦ συγγραφέντα. Ὑμέτερον δὲ ἂν εἴη λοιπὸν κρῖναι
καὶ συγκρῖναι ἕκαστον δόγμα καὶ σχῆμα καὶ σκοπῆσαι ποίῳ
δόγματι καὶ σχήματι χρὴ τὸν ἀληθῶς χριστιανὸν τὸν εὐσεβεῖν
βουλόμενον προστεθῆναι. Πολλὴν γὰρ ἀπάτην ὁρῶ καὶ δόλον
τοῦ συγγραψαμένου τοὺς μύθους, καὶ τῷ οὐρανῷ τὸ σφαιρικὸν
σχῆμα δωρουμένου καὶ πάλιν τοῦτον καταλύεσθαι λέγοντος.
[7.96] Ἐγὼ γάρ, ὦ προσφιλέστατε, οὕτως κατὰ τὴν θείαν
Γραφὴν φρονῶ, θαρρῶ δὲ καὶ σὲ τοιοῦτον εἶναι οἷος κἀγώ,
χριστιανὸν ἑπόμενον ταῖς θείαις Γραφαῖς καὶ τῇ παραδόσει
τῆς ἁγίας Ἐκκλησίας φασκούσῃ· Πιστεύω εἰς ἕνα Θεόν,
τουτέστι Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, Τριάδα ὁμοού-
σιον, καὶ εἰς σαρκὸς ἀνάστασιν, εἰς μίαν ἁγίαν, καθολικὴν καὶ
ἀποστολικὴν Ἐκκλησίαν, ὡς καὶ αὐτὸ τὸ Σύμβολον λέγει·
πιστεύω ἀνάστασιν ἔσεσθαι νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος
αἰῶνος.
[7.97] Καὶ ὡς οἱ ἱερεῖς ὁμοίως εὔχονται περὶ μὲν τῶν
προσφερόντων οὕτως λέγοντες· Τὸ εὐχαριστήριον τῶν δούλων
σου πρόσδεξαι εἰς τὸ οὐράνιον καὶ ἐλλόγιμόν σου θυσιαστή-
ριον, εἰς τὰ μεγέθη σου τῶν οὐρανῶν, ἀποδιδοὺς αὐτοῖς ἀντὶ
φθαρτῶν ἄφθαρτα, ἀντὶ προσκαίρων αἰώνια, ἀντὶ ἐπιγείων
οὐράνια, περὶ δὲ τῶν κεκοιμημένων οὕτως· Τὴν ψυχὴν τοῦδε
ἀνάπαυσον συνανεγείρων καὶ τὴν σάρκα αὐτοῦ ἐν ᾗ ἂν ἡμέρᾳ
ὥρισας κατὰ τὰς ἀληθεῖς καὶ ἀψευδεῖς σου ἐπαγγελίας, οἷς
κἀγὼ ἐπισυνάπτω ἐπευχόμενος ἅμα αὐτοῖς τὸ ὑπόλοιπον
λέγων· Ἡμῖν δὲ χριστιανὰ τὰ τέλη καὶ εὐάρεστα ἐνώπιόν
σου χάρισαι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
[7.97.? Χριστιανοῦ πρὸς Ἀναστάσιον περὶ οὐρανοῦ,
[7.97.? τοῦ γραμματικοῦ αἰτησαμένου Ἀνατολίου

[8.t] ΛΟΓΟΣ Ηʹ
Εἰς τὴν ᾠδὴν Ἐζεκίου, βασιλέως τῆς Ἰουδαίας,
καὶ εἰς τὸν ἀναποδισμὸν τοῦ ἡλίου

[8.1] Εὖ εἰδώς, ὦ φίλε Πέτρε, τὸ δυσάρεστον τῶν ἀνθρώπων
γένος ὄκνῳ πολλῷ κατειχόμην ἐπὶ τῇ ὑμετέρᾳ κελεύσει. Οἱ
μὲν γὰρ τῶν ἀνθρώπων αὐτὸ τοῦτο τοὺς συγγράφειν τι ἐθέ-
λοντας ψέγουσιν ὡς εἰς πράγματα καθιέντας ἑαυτούς, ἐξὸν
αὐτοῖς ἀπηλλάχθαι καμάτου καὶ ἡσύχου διατριβῆς ἀπο-
λαύειν· οἱ δὲ καὶ τὰ ἐπίπονα, ὡς μηδὲν λογιζόμενοι τὴν
γραφήν, ἐν κρυπτῷ θέντες ἠρεμοῦσιν· ἕτεροι δὲ πόθῳ μὲν
ἄρχονται τῆς ἀναγνώσεως, εἶτα κατολιγωρήσαντες τῶν τετρα-
πόδων τὸ μέτρον ποιοῦνται· οἱ δὲ καὶ ἐν λόγῳ ὄντες τὸ χεῖρον
ποιοῦσι· παρευδοκιμεῖσθαι γὰρ ἡγούμενοι τῇ τῶν νέων συγ-
γραφῇ οὐδὲ προσέχειν αὐτῇ ἀξιοῦσιν, εἰ καὶ λίαν γενναίως
συγγράφοιντο οἱ συγγραφόμενοι· πᾶς δὲ ἰδιώτης ἀγνοίᾳ φερό-
μενος καὶ τὰ καλῶς λεγόμενα ψέγει, καὶ ἁπλῶς εἰπεῖν,
πάντων εὔπορος ἡ διαβολὴ καὶ πολλὰς ὕλας τοῦ σκώπτειν
ἔχουσα πρὸς τὴν τῶν ψόγων κατασκευήν, ἣν ὁ φθόνος ἀφθόνως
χορηγεῖ.
[8.2] Ταῦτα κατ' ἐμαυτὸν λογιζόμενος ἀνεβαλλόμην, πολλάκις
σου ὀχλήσαντος καὶ τὴν ᾠδὴν τοῦ μακαρίου Ἐζεκίου ἐγγρά-
φως παρ' ἡμῶν ἑρμηνευθῆναι αἰτήσαντος. Ἀλλ' οὐκ οἶδ'
ὅπως αὐτὸς νενίκηκας νῦν, ὦ θαυμασιώτατε, καὶ τὸν ὄκνον
ἀφείλου τὸν ἡμέτερον, τοὺς τὸ πονεῖν προῃρημένους μὴ λείπειν
φάσκων ἐν τῷ βίῳ, οἷς σπουδὴ τὰ πάντων ἀναγινώσκειν καὶ
«δοκιμάζειν τὰ διαφέροντα» κατὰ τὸν θεῖον Ἀπόστολον,
ὧν εἷς τυγχάνεις καὶ αὐτός. Ἄξιον γὰρ καὶ τοῦτο τῆς σῆς
φιλοπονίας, μαθεῖν βουλόμενος, εἴ τι χρήσιμόν ἐστι λαβεῖν
ἐξ αὐτῆς· τό τε γὰρ πεπεῖσθαι ὡς οὐδὲ τὸ σμικρότατον εἶναι
δοκοῦν τῆς θείας Γραφῆς ὀλίγην τινὰ παρέχειν τὴν ὠφέλειαν
δύναται τῆς σῆς ἂν εἴη περὶ ταῦτα συνέσεως, καὶ μὴν καὶ τὸ
διὰ σπουδῆς ἔχειν περὶ ἁπάντων μανθάνειν τί τὸ ἐν αὐτοῖς
χρήσιμον οὐ πόρρω καθέστηκε τῆς σῆς φιλοπονίας.
[8.3] Ἐγὼ μὲν οὖν, ἐπειδὴ τὴν τοῦ Ἄσματος τῶν ᾀσμάτων
ἑρμηνείαν σὺν Θεῷ ἤμελλον πληροῦν, ἣν ὁ κοινὸς καὶ θαυμά-
σιος φίλος Θεόφιλος ἡμᾶς ᾐτήσατο, ὡς οἶσθα καὶ αὐτός, ἕως
τοῦ νῦν ἀνεβαλλόμην· νυνὶ δὲ πληρώσας ἄρξομαι καὶ τὴν σὴν
αἴτησιν βουλήσει τοῦ ἁγίου Πνεύματος πληροῦν, οὗ ἄνευ
οὐδὲν τῶν ἀγαθῶν ἡμῖν ἐγγενέσθαι δυνατόν. Τὸν σκοπὸν δὲ
δι' ὃν τὴν ᾠδὴν ἐξεῖπε προλέγω πρῶτον, εἶθ' οὕτω τὴν κατὰ
μέρος ἑρμηνείαν· ἅμα δὲ καὶ τί τὸ ἐν αὐτοῖς χρήσιμον διαγ-
γελῶ· οὕτω γὰρ σαφεστέρα τῶν λεγομένων ἡ δύναμις
γενήσεται.
[8.4] Ἐζεκίας τοίνυν ὁ μακάριος τῶν Ἰουδαίων βασιλεὺς
ὑπάρχων, εὐσεβὴς πάνυ γενόμενος καὶ ἐνάρετος καὶ τῷ Θεῷ
μεμελημένος, ἐθεώρει τὸν μακαρίτην Δαυῒδ πολλοὺς ψαλμοὺς
εἰς αὐτὸν προειρηκότα, ὧν εἷς τυγχάνει ὁ ἐννεακαιδέκατος καὶ
ὁ εἰκοστὸς ὁμοίως καὶ ἕτεροι πλεῖστοι, ἔτι δὲ καὶ τὴν ἐπὶ τοῦ
πατρὸς αὐτοῦ Ἀχὰζ γενομένην ὑπὸ Ἡσαΐου προφητείαν, τὴν
«ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν», εἰς
ἑαυτὸν ἑλκύσας καὶ ἀνθρώπινόν τι παθὼν ἐπήρθη τῷ λογισμῷ,
οἰόμενος ἑαυτὸν εἶναι τὸν προφητευόμενον χριστόν. Ὅθεν τὰ
πρῶτα κοινωνῆσαι βίῳ οὐχ εἵλετο διὰ τὸ ἑτέραν ὑπόνοιαν
εἶναι ἐν Ἰουδαίοις, ὅτι ὁ χριστὸς ὅταν ἔρχεται οὐδέποτε
ἀποθνῄσκει, ἀλλὰ μένει εἰς τὸν αἰῶνα, ὡς καὶ ἐν τῷ Εὐαγγε-
λίῳ ἔλεγον· «Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ χριστὸς
μένει εἰς τὸν αἰῶνα.» Ταύτης οὖν τῆς δόξης ὢν ὁ Ἐζεκίας
οὐ κατεδέξατο σύμβιον λαβεῖν καὶ ποιῆσαι διαδοχὴν γένους,
τουτέστι τέκνα, ἀεὶ ζῆν νομίζων.
[8.5] Ὅτε δὲ συνέβη τὸν Σεναχηρεὶμ τὸν τῶν Ἀσσυρίων
βασιλέα πολεμῆσαι τὴν Ἰουδαίαν, ἀνελθεῖν δὲ καὶ ἐν Ἱερου-
σαλὴμ πορθῆσαι αὐτήν, ἀκούσας τὰ παρὰ τοῦ θεομάχου
Ῥαψάκου λελεγμένα ὁ Ἐζεκίας, ἔτι δὲ καὶ τὰ παρ' αὐτοῦ
τοῦ Σεναχηρεὶμ γραφέντα αὐτῷ, διαρρήξας τὴν βασιλικὴν
ἐσθῆτα καὶ ἐνδυσάμενος σάκκον καὶ χοῦν πασάμενος εἰσῆλθεν
ἐν τῷ ναῷ, ἱκετεύων τὸν Θεὸν ῥυσθῆναι ἐκ τῶν Ἀσσυρίων.
Εἰσακουσθέντος δὲ αὐτοῦ, καὶ ἀναιρεθέντων ἐν μιᾷ νυκτὶ διὰ
τοῦ ἀγγέλου ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων ἐκ τῆς βοη-
θείας τῶν Ἀσσυρίων, καὶ νίκης αὐτῷ παραδόξου καὶ τηλι-
καύτης γενομένης ὑπὸ τοῦ Θεοῦ, ἐπεβεβαίωσεν ἐπὶ πλέον
τὴν ὑπόνοιαν, ἣν εἶχε πρότερον, ἑαυτὸν πάντως εἶναι λέγων
τὸν προφητευόμενον χριστόν. Ὅθεν πάλιν ἐκ τῆς ἐπάρσεως
τοῦ λογισμοῦ φαντασθεὶς ὑπὲρ ἑαυτὸν οὐκ εἰσῆλθε μετὰ τὴν
[8.5.15] νίκην ἐν τῷ ναῷ, κατὰ τὸ δέον, εὐχαριστῆσαι καὶ δοῦναι δόξαν
τῷ Θεῷ, ἀλλὰ μεγάλα ἐφρόνει καθ' ἑαυτόν, ὡς γέγραπται ἐν
ταῖς Παραλειπομέναις ὅτι· «Ἐταπεινώθη Ἐζεκίας ἀπὸ
ὕψους καρδίας αὐτοῦ», καί· «Κατέλιπεν αὐτὸν Κύριος τοῦ
πειρᾶσαι αὐτόν, εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ».
[8.6] Ὁ δὲ φιλάνθρωπος Θεός, ὁ ἀεὶ τὴν σωτηρίαν τῶν
ἀνθρώπων πραγματευόμενος, ἐκστῆσαι αὐτὸν βουλόμενος τῆς
ὑπονοίας ἐκείνης, ἣν ὡς ἄνθρωπος παριδὼν ὑπώπτευσεν, ἔτι
δὲ καὶ μνησθεὶς αὐτοῦ τῶν ἀρετῶν, οὐκ εἰς τέλος εἴασε
καταπεσεῖν, ἀλλὰ πέμπει αὐτῷ ἀρρωστίαν εἰς ἀπόγνωσιν
ἄγουσαν θανάτου. Καί φησιν Ἡσαΐας ὁ προφήτης εἰσελθὼν
πρὸς αὐτόν· «Τάξαι περὶ τοῦ οἴκου σου· ἀποθνῄσκεις γὰρ σὺ
καὶ οὐ ζήσῃ», ὁμοῦ τὰς δύο δόξας ἀνελὼν ἀπ' αὐτοῦ. Οἱ μὲν
γὰρ τῶν Ἰουδαίων ἔλεγον μηδέποτε τὸν χριστὸν ἀποθνῄ-
σκειν, οἱ δὲ ὅτι ἀποθνῄσκει μέν, ἀνίσταται δὲ ἀπὸ νεκρῶν. Τῷ
οὖν εἰπεῖν ὅτι «ἀποθνῄσκεις σὺ» ἀνεῖλεν ἀπ' αὐτοῦ τὴν
μίαν, δι' ἧς ἐνόμιζεν ἑαυτὸν μὴ ἀποθνῄσκειν ποτέ, τῷ δὲ
προσθεῖναι καὶ εἰπεῖν «καὶ οὐ ζήσῃ» ἀνεῖλε καὶ τὴν ἑτέραν,
δι' ἣν ἕτεροι ἔλεγον ὅτι ἀνίσταται ἀπὸ νεκρῶν· δι' ἑκατέρων
γὰρ ἐδιδάχθη μὴ εἶναι ὁ χριστός, ὡς ὑπώπτευσεν ἑαυτόν.
Εἶτα συνιεὶς ὁ Ἐζεκίας καὶ κλαύσας πικρῶς καὶ μετανοήσας
καὶ στραφεὶς ἐν τῇ κλίνῃ ἐπὶ τὸν τοῖχον, ἔνθα συνέβαινεν εἶναι
τὸν ναόν, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ποιεῖν, προσέχων
δῆθεν τῷ ναῷ τὴν δέησιν ἐποιεῖτο.
[8.7] Ἐπιστραφεὶς δὲ τοῖς λογισμοῖς καὶ ἀνορθωθεὶς τὴν
διάνοιαν, ἅτε δὴ εἰσακουσθεὶς καὶ τῆς ἀρρωστίας ἀπαλλαγεὶς
καὶ προσθήκης ζωῆς ἐτῶν δεκαπέντε ἀξιωθεὶς καὶ ἑτέρῳ
σημείῳ παραδοξοτέρῳ πιστωθείς, λέγω δὴ τῷ ἀναποδισμῷ
τοῦ ἡλίου, οὗ τὴν αἰτίαν μικρὸν ὕστερον ἐρῶ, τότε ᾖσε τὴν
ᾠδὴν τῷ Θεῷ δηλῶν ἐν αὐτῇ ἕκαστα τῶν προειρημένων·
φησὶ γὰρ οὕτως· «Ἐγὼ εἶπα· Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου
πορεύσομαι», ὡσανεί· Τοῦτον ἀεὶ τὸν λογισμὸν ἔσῳζον παρ'
ἐμαυτῷ λέγων ὅτι ἀεὶ ζῶ καὶ οὐδέποτε τελευτῶ· τῷ γὰρ
εἰπεῖν «ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι» ἐδήλωσεν
ὡς οὐδέποτε κολοβωθήσονται αἱ ἡμέραι αὐτοῦ, καὶ ὥς τινος
κατὰ ἀποσιώπησιν αὐτῷ λέγοντος ὅτι· Ταῦτά σου ἐνθυμου-
μένου, τί σοι συμβέβηκεν; ἐπάγει καί φησιν· «Ἐν πύλαις
ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα», ὡσανεί· Τοιαῦτά μου
διαλογιζομένου, ἀθρόως ἀρρωστίᾳ δεινῇ περιπεσὼν ἔγνων
μηκέτι τοῦ λογισμοῦ τοῦ προτέρου ἔχεσθαι, ἀλλ' ἐν τῷ ᾅδῃ
διατρίβειν τὰ ἔτη τὰ ἐπίλοιπα.
[8.8] «Εἶπα· Οὐκέτι οὐ
μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ τῆς γῆς»· τὸ «σωτή-
ριον τοῦ Θεοῦ» ἐνταῦθα τὸν Χριστὸν σημαίνει· οὕτως
γὰρ καὶ Συμεὼν ἐν Εὐαγγελίοις δεξάμενος τὸν Χριστὸν
εἰς τὰς ἀγκάλας τὸν Θεὸν παρεκάλει ἀπολυθῆναι τῆς ζωῆς,
ἐπεὶ ἑωράκασιν οἱ ὀφθαλμοὶ αὐτοῦ τὸ σωτήριον τοῦ Θεοῦ,
ὡσανεὶ αὐτὸν τὸν Χριστόν· «ἦν γὰρ αὐτῷ κεχρηματισ-
μένον ὑπὸ τοῦ Πνεύματος μὴ ἰδεῖν θάνατον, ἕως ἴδῃ τὸν
Χριστὸν Κύριον». Τοῦτο οὖν ἐνταῦθα ὁ Ἐζεκίας βούλεται
δηλοῦν λέγων ὅτι· Οὐ μόνον ἀπέστην τοῦ λογισμοῦ ἐκείνου
καὶ πέπαυμαι τὰ ὑπὲρ ἐμὲ φανταζόμενος, ἀλλ' οὐδὲ αὐτὸν
τὸν χριστὸν ἀξιοῦμαι ἰδεῖν ἐπὶ τῆς γῆς, πέντε καὶ δέκα μόνα
ἔτη λοιπὰ ἔχων ζῆσαι.
[8.9] «Οὐκέτι οὐ μὴ ἴδω ἄνθρωπον
ἐκ τῆς συγγενείας μου», ἵνα εἴπῃ· Μετὰ γὰρ τὰ δεκαπέντε
ἔτη τῆς προθεσμίας τῆς ζωῆς, ἧς ἔλαβον παρὰ τοῦ Θεοῦ,
τελευτῶν οὐ μόνον ἔτι ἐκεῖνον οὐκ ἀξιοῦμαι ἰδεῖν, ἀλλ' οὐδέ
τινα τῶν ἀνθρώπων, οὐδὲ τῆς συγγενείας μου. «Κατέλιπον
τὸ λοιπὸν τῆς ζωῆς μου», ἵνα εἴπῃ· Ἀποβαλλόμενος τοίνυν
τὸν πρότερον λογισμὸν καὶ τὸ δέον τοῦ λοιποῦ λογισάμενος
ἔγνων ὅτι τέλος ζωῆς σχήσω.
[8.10] «Ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ' ἐμοῦ, ὥσπερ ὁ καταλύων
σκηνὴν πήξας», ἵνα εἴπῃ· Καὶ τοσοῦτον ἀπέστη τῆς ἡμε-
τέρας διανοίας ὁ πρότερος τῆς ὑπερηφανίας λογισμός, ὡς ἄν
τις πήξας σκηνὴν εὐθέως αὐτὴν καταλύσῃ. «Τὸ πνεῦμά μου
παρ' ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν»,
τουτέστι· Παρ' ὀλίγον δὲ καὶ αὐτὴ ἡ ψυχή μου κατέλιπέ με,
ὥσπερ ἱστὸς γυναικὸς ἐριθευομένης ἕτοιμος τοῦ τμηθῆναι.
«Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωῒ ὡς λέοντι, οὕτως
συνέτριψε πάντα τὰ ὀστᾶ μου· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς
νυκτὸς παρεδόθην», ἵνα εἴπῃ· Ἐν ἐκείνῳ τοίνυν τῷ καιρῷ
τῆς ἐμῆς ἀρρωστίας, ὥσπερ λέοντι φοβερῷ συντρίβοντι ὀστᾶ,
οὕτως τῷ πυρετῷ παρεδόθην ἀδιαλείπτως, ἀφ' ἕωθεν ἕως
ἑσπέρας καὶ ἀπὸ ἑσπέρας ἕως πρωῒ συντριβόμενος ὑπ' αὐτοῦ.
[8.11] «Ὡς χελιδών, οὕτω φωνήσω, καὶ ὡς περιστερά,
οὕτως μελετήσω», τουτέστιν· Ἐν αὐτῷ τῷ καιρῷ οὕτως
ἤμην ἀφιεὶς τὴν φωνήν, ὥσπερ ἡ χελιδὼν ἀφίησιν ὀξείας καὶ
διατρόμους φωνάς, καὶ οὕτως ἤμην τοῖς πόνοις ὀδυρόμενος,
ὥσπερ ἔθος ταῖς πελειάσι μελετᾶν. Τὸ δὲ «φωνήσω» καὶ
«μελετήσω» ἀντὶ τοῦ ἐφώνησα καὶ ἐμελέτησα κεῖται,
χρόνος ἀντὶ χρόνου, ὥσπερ καὶ πολλαχοῦ ἐν τῇ θείᾳ Γραφῇ
κεῖται τὸ τοιοῦτον ἰδίωμα, ὡς ὅταν ὁ Ἡσαΐας λέγῃ περὶ τοῦ
Δεσπότου Χριστοῦ «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη», ἀντὶ
τοῦ ἀχθήσεται.
[8.12] «Ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ ἀπὸ τοῦ βλέπειν με
εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν Κύριον, ὃς ἐξείλετό με καὶ
ἀφείλετό μου τὴν ὀδύνην τῆς ψυχῆς. Κύριε, καὶ περὶ αὐτῆς
γὰρ ἀνηγγέλη σοι», ἵνα εἴπῃ· Καὶ τοσοῦτον ἀνέτεινον τὸ
ὄμμα τῆς διανοίας ἀποβλέπων εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, πρὸς
σὲ τὸν τῶν ὅλων Σωτῆρα Θεὸν ἀνατιθέμενος τὴν τῆς ἐμῆς
ψυχῆς ὀδύνην, ἣν καὶ ἀφείλου παρ' ἐμοῦ ἀντιστρέψας τὸ τῆς
ὑπερηφανίας εἶδος εἰς ταπείνωσιν καὶ ὑπακοὴν θεοσεβείας,
ὑπὲρ ἧς καὶ διαπαντός, ὦ Δέσποτα, εὐχαριστῶ σοι. «Καὶ
ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα· εἵλου γάρ
μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου
πάσας τὰς ἁμαρτίας μου», ἵνα εἴπῃ· Ἐξήγειρας γάρ μου
τὴν πνοὴν τῇ σῇ παρακλήσει καὶ ἔζησα, ἐπέστρεψάς μου τὴν
ψυχὴν ἀπολλυμένην, ἧς τὰς ἁμαρτίας εἰς τοὐπίσω ἀπέστρεψας,
μὴ ἐάσας ἔτι ταύτας ἐπεκτείνεσθαι ἔμπροσθέν μου.
[8.13] «Οὐ
γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί
σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου· οἱ ζῶντες
εὐλογήσουσί σε, ὃν τρόπον κἀγώ», ἵνα εἴπῃ· Εἰ γὰρ οὐ
συνεχώρησάς με τοῦ ζῆν ἔτι, πῶς ἂν εἶχον ἐπιστρέψαι, ἢ
μετανοῆσαι καὶ σωθῆναι, ἢ ἐλπίσαι τὸ παρὰ σοῦ ἔλεος, τῶν ἐν
ᾅδου νεκρῶν οὐ δυναμένων τοιοῦτό τι ποιῆσαι; Ἀλλά σου
μᾶλλον τῇ σῇ εὐσπλαγχνίᾳ χαρισαμένου μοι τὸ ζῆν εὐλογήσω
καὶ δοξάσω σε διὰ παντός, ὥσπερ καὶ πᾶς ζῶν ὀφειλέτης
ἐστὶ ταῦτα ποιεῖν. «Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω,
ἃ ἀναγγελεῖ τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας
μου.» Ἀλλὰ καὶ ἀπὸ τοῦ νῦν, φησίν, οὐκέτι ἐμαυτὸν
ἀπατήσω τὰ ὑπὲρ ἐμὲ φανταζόμενος. Λαμβάνω γὰρ σύμβιον
καὶ ποιήσω τέκνα καὶ ταῦτα διδάξω τοῖς σοῖς δικαιώμασιν
ἕπεσθαι. «Καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου
πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ
Θεοῦ», ἵνα εἴπῃ· Οὐ μόνον δὲ τὰ τέκνα διδάξω τοῖς σοῖς
προστάγμασιν ἕπεσθαι, ἀλλὰ καὶ ἐμαυτὸν κανονίσω παρ'
ὅλον τὸν τῆς ζωῆς μου χρόνον εἰς σὴν αἴνεσιν σπεύδειν καὶ
κολλᾶσθαι διὰ παντὸς τῷ σῷ ναῷ, μὴ ἀφιστάμενος ἢ ἀμελῶν
ἔτι ἐν τοῖς αὐτόθι παραγίνεσθαι.
[8.14] Ταῦτα εἰπὼν ἐν τῇ ᾠδῇ ὁ Ἐζεκίας καὶ διεγερθεὶς ἐκ
τῆς ἀρρωστίας, λαβὼν καὶ τῶν δεκαπέντε ἐτῶν τὴν προσθήκην
τῆς ζωῆς ἔγημεν εὐθέως καὶ ἐγέννησε τὸν Μανασσῆν, ὃν
δώδεκα ἐτῶν ἐάσας πλήρη διάδοχον τὸν βίον ὑπεξῆλθε κατὰ
τὴν ἐπαγγελίαν τοῦ Θεοῦ, πληρώσας ἐν τῇ βασιλείᾳ μετὰ τὴν
ἀρρωστίαν τὰ τῆς προσθήκης τοῦ Θεοῦ ἔτη δεκαπέντε. Καὶ
ταῦτα μὲν περὶ τῆς ᾠδῆς· ἅπερ καὶ δῆλα τυγχάνουσι τὰ
προειρημένα ἐν τῷ προοιμίῳ ἐκ τῆς κατὰ μέρος ἑρμηνείας,
ὡς τὸν προειρημένον λογισμὸν ἀπέσῳζεν ὁ Ἐζεκίας.
[8.15] Ἀρκτέον δὲ λέγειν, ὡς ἐπήγγελμαι, περὶ τοῦ ἀναπο-
δισμοῦ τοῦ ἡλίου, τῆς θείας χάριτος καὶ ἐν τούτῳ ὁδηγούσης
ἡμᾶς. Πρῶτον μὲν πῶς συμβέβηκεν εἶναι τὸν οἶκον Ἐζεκίου,
καὶ ὅτι δείλης ὀψία ἦν, ὡς ὥρα ἐνάτη, ὅτε τὸ σημεῖον ἐγένετο,
καὶ τίς ἡ αἰτία τοῦ τοιούτου σημείου καὶ τί τὸ ἐξ αὐτοῦ
κέρδος γενόμενον. Ἡ θύρα τοίνυν τοῦ οἴκου Ἐζεκίου ἔνθα
ἦσαν οἱ δέκα ἀναβαθμοὶ ἐπὶ τὴν ἀνατολὴν προσεῖχε· κλίναντος
οὖν τοῦ ἡλίου ἐπὶ δυσμὰς περὶ ὥραν ἐνάτην τῆς ἡμέρας,
ἀνάγκῃ κατῆλθεν ἡ σκιά, τοῦ οἴκου δυτικωτέρου ὑπάρχοντος
τῶν ἀναβαθμῶν, ἕως τοῦ ἐσχάτου τῶν δέκα ἀναβαθμῶν. Τοῦ
προφήτου οὖν Ἡσαΐου διὰ στόματος τοῦ Θεοῦ εἰπόντος τῷ
Ἐζεκίᾳ τὸ μεσημβρινὸν αἰτήσασθαι σημεῖον, ἢ προβῆναι εἰς
τὰ ἔμπροσθεν τὴν σκιὰν δέκα ἀναβαθμοὺς ἢ ὑποστρέψαι τὴν
σκιὰν δέκα ἀναβαθμούς, ἀπεκρίνατο Ἐζεκίας λέγων· «Κοῦ-
φον τὴν σκιὰν κλῖναι δέκα ἀναβαθμούς· οὐχί, ἀλλὰ ἐπιστρα-
φήτω ἡ σκιὰ δέκα ἀναβαθμοὺς εἰς τὰ ὀπίσω.»
[8.16] Μετὰ τὸ
κλῖναι οὖν τὴν σκιὰν προβάντος τοῦ ἡλίου τοὺς δέκα ἀνα-
βαθμούς, τότε δυνάμει θείᾳ διὰ τῆς εὐχῆς τοῦ προφήτου
ἀπεστράφη εἰς τοὐπίσω ὁ ἥλιος, καὶ γέγονε πάλιν μεσουράνιος,
καὶ εὑρέθη ἀναδραμοῦσα ἡ σκιὰ τοὺς δέκα ἀναβαθμοὺς κατὰ
τὸ Γράμμα τὸ ἱερόν. Εἰ γὰρ ἦν τὸ ἔμπαλιν τρίτη ὥρα τῆς
ἡμέρας, οὐδὲ ἡ σκιὰ ἤδη δραμοῦσα ἀνέτρεχεν, οὔτε ὁ ἥλιος
ἀνεπόδιζεν εἰς τοὐπίσω, εἰ καὶ συνέβη τὴν θύραν καὶ τοὺς ἀνα-
βαθμοὺς τοῦ οἴκου Ἐζεκίου ἐπὶ τὴν δύσιν ὁρᾶν. Καὶ ταῦτα μὲν
περὶ τῆς θέσεως τοῦ οἴκου.
[8.17] Ἡ αἰτία δὲ τοῦ τοιούτου σημείου αὕτη ἐστίν, ὅτιπερ
τὰ πολλὰ τῶν ἐθνῶν, τάχα δὲ πάντα, τῇ στρατιᾷ τοῦ οὐρανοῦ
μᾶλλον δουλεύοντα τὸν ἥλιον τιμῶσιν, ὡς μείζονα πάντων
θεὸν καὶ πατέρα φώτων ὄντα. Τοῦτον οὖν ἀναποδίσαι κελεύ-
σας ὁ Θεὸς ἐδήλωσε πᾶσι τοῖς ἔθνεσιν ἑαυτὸν μὲν εἶναι τοῦ
παντὸς Δεσπότην, δοῦλον δὲ τοῦτον ὑπάρχειν καὶ οὐ θεόν· εἰ
γὰρ τὸ τηλικοῦτο στοιχεῖον ἀναποδίσαι παρὰ τὴν συνήθειαν
προσέταξε, πόσῳ μᾶλλον τοῖς ἥττοσιν ὡς ἰδίοις δούλοις
κεχρημένος κελεύειν δύναται;
[8.18] Ἐρῶ δὲ σὺν Θεῷ καὶ τί τὸ ἐντεῦθεν κέρδος ἐγένετο.
Ἀναδραμόντος τοίνυν τοῦ ἡλίου, πᾶσι τοῖς ἔθνεσιν ἕως
ἐσχάτου τῆς γῆς γνωστὸς γέγονεν, ὥστε καὶ τὸν βαβυλώνιον
βασιλέα, Μεωδάχ, υἱὸν τοῦ Λααδάν, πόρρωθεν ὄντα καὶ
θεωρήσαντα τὸ σημεῖον εἰς ἔκπληξιν καὶ ἔρευναν ἐλθεῖν τοῦ
φοβεροῦ καὶ παραδόξου θαύματος. Θάμβος γὰρ καὶ φόβος
περιεῖχεν αὐτὸν τὸν βασιλέα καὶ τοὺς αὐτοῦ μεγιστᾶνας μετὰ
σπουδῆς ζητοῦντας, περὶ τὴν ἀστρονομίαν πάντας ἐπτοημέ-
νους, τοῦ τοιούτου φοβεροῦ καὶ μεγάλου σημείου τὴν αἰτίαν
μαθεῖν. Πολλῆς δὲ ζητήσεως γενομένης, μανθάνει ὡς Ἐζε-
κίας, ὁ βασιλεὺς τῆς Ἰουδαίας, ἀρρωστίᾳ περιπεσὼν καὶ εἰς
ἀπόγνωσιν ἐλθὼν ηὔξατο τὸν Θεόν, καὶ δέδωκεν αὐτῷ ὑγείαν
καὶ προσθήκην ζωῆς ἐτῶν δεκαπέντε· ἕνεκα τούτου πρὸς
πίστωσιν τῆς ἐπαγγελίας ἐποίησεν ὁ Θεὸς τὸ μέγα καὶ
φοβερὸν σημεῖον τοῦτο, ὅτι αὐτός ἐστιν ὁ Θεὸς τῶν θεῶν,
ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς.
[8.19] Ταῦτα μαθὼν καὶ παιδευθεὶς ἔργῳ ὁ Βαβυλώνιος
αὐτὸν εἶναι Θεὸν τοῦ παντὸς τάχιστα πολλὰ δῶρα καὶ
πρεσβείαν τῷ Ἐζεκίᾳ ἀπέστειλεν, ὡς δούλῳ γνησίῳ καὶ
ἀγαπωμένῳ παρὰ τοῦ Θεοῦ τῶν ὅλων. Ἐν ταὐτῷ δὲ πάλιν
διδάσκεται ὡς οὐ σφαῖρα στρεφομένη κατὰ τὴν τῶν Βαβυ-
λωνίων δόξαν, ἣν ὡς ἀπὸ τῆς πυργοποιΐας ἐφ' ὑψηλοῦ
ποτε γενόμενοι πρῶτοι ὑπώπτευσαν, ὁ οὐρανὸς ὑπάρχει, ἀλλ'
ἱστάμενος καὶ πεπηγὼς εἰς γῆν ὡς καμάρα. Εἰ γὰρ ἦν σφαῖρα,
οὐκ ἂν τοῦ παντὸς ἐπὶ τὰ πρόσω στρεφομένου ὁ ἥλιος τὴν
ἐναντίαν ἐβάδισε μὴ συμπεριφερόμενος τῷ παντί, ὥστε
ὡρῶν τριῶν διάστημα, τουτέστι τέταρτον ἡμέρας, ἀναπο-
δίσαι, καὶ πάλιν ἕτερον τέταρτον, ἕως ὅτε ἦλθεν εἰς τὸν
τόπον, ἐξ οὗπερ τὴν ὑποστροφὴν ἐποιήσατο.
[8.20] Περὶ τούτων δὲ πάντων τῶν σχημάτων ἐν τῇ Χριστια-
νικῇ καὶ περιεκτικῇ Κοσμογραφίᾳ, ὡς οἶσθα καὶ αὐτός,
θαυμάσιε, κατεγράψαμεν, τοῦ θεοφιλοῦς Παμφίλου τοῦ
Ἱεροσολυμίτου ἡμᾶς εἰς τοῦτο προτρεψαμένου. Αὐτὸς γὰρ
ὁ προφήτης, δι' οὗ γέγονεν ὁ ἀναποδισμὸς τοῦ ἡλίου, ἔργῳ
ἀνελὼν διὰ τοῦ φοβεροῦ σημείου τὴν ὑπόνοιαν τῶν Βαβυλω-
νίων ὡς οὐκ ἔστι σφαῖρα στρεφομένη ὁ οὐρανός, ἀλλὰ
πεπλασμένην δόξαν δοξάζουσι, μετ' οὐ πολὺ αὐτοῦ τοῦ
οὐρανοῦ τὸ σχῆμα λέγει οὕτως· «Ὁ στήσας τὸν οὐρανὸν
ὡσεὶ καμάραν», καὶ πάλιν· «Κύριος ὁ Θεὸς ὁ ποιήσας τὸν
οὐρανὸν καὶ πήξας αὐτόν», ὁμοῦ καὶ τὸ σχῆμα δηλώσας
ὅτι ὡς καμάρα ἐστί, καὶ «στήσας» καὶ «πήξας», καὶ μὴ
στρεφόμενον, εἰπών. Τοιαῦτα δὲ συγγραψάμενος, εὔδηλον ὡς
καὶ τοὺς Βαβυλωνίους ὠφέλησεν.
[8.21] Ἔνεστι γὰρ μαθεῖν τῷ βουλομένῳ ἐκ τῶν κατὰ τὸν
βασιλέα Περσῶν Κῦρον γενομένων. Λαβὼν γὰρ μετὰ χεῖρας
τὴν βίβλον Ἡσαΐου καὶ ἀναγνοὺς εὗρεν τὴν περιοχὴν τὴν
περὶ αὐτοῦ προρρηθεῖσαν γεγραμμένην· φησὶ γὰρ Ἡσαΐας
ἐν τῇ περιοχῇ οὕτως· «Τάδε λέγει ὁ Θεὸς τῷ χριστῷ μου
Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ
ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ
θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. Ἐγὼ ἔμπροσθεν
αὐτοῦ πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω
καὶ μοχλοὺς σιδηροῦς συγκλάσω καὶ δώσω σοι θησαυροὺς
σκοτεινούς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι
ἐγὼ Κύριος ὁ Θεός, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ.
Ἕνεκεν Ἰακὼβ τοῦ παιδός μου καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ
μου ἐγὼ καλέσω σε τῷ ὀνόματί μου καὶ προσδέξομαί σε.»
[8.22] Καὶ μετ' ὀλίγα· «Ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης,
καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν
πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ
μετὰ λύτρων, οὔτε μετὰ δώρων, εἶπε Κύριος Σαβαώθ.»
Καὶ θαυμάσας τὴν πρόγνωσιν καὶ τὴν πρόρρησιν, καὶ εὑρὼν
καὶ τὸ ἴδιον ὄνομα διαρρήδην ὑπὸ τοῦ προφήτου προκηρυχθὲν
ἐκέλευσε τὸν λαὸν ἀνελθεῖν ἐν Ἱεροσολύμοις, ἄφεσιν ποιησά-
μενος τῆς αἰχμαλωσίας, δοὺς καὶ δαπανήματα εἰς οἰκοδομὴν
τῆς πόλεως καὶ τοῦ ναοῦ· οὐ μόνος δὲ αὐτὸς τοῦτο πεποίηκεν,
ἀλλὰ καὶ οἱ μετ' αὐτόν, ἕως οὗ ἐτελειώθη ἡ πόλις καὶ ὁ ναός.
[8.23] Ἔστι δὲ καὶ ἡ πρόσταξις Κύρου ἐγγράφως ἐν ταῖς
Παραλειπομέναις καὶ ἐν τῷ Ἔσδρᾳ τεταγμένη, παρακε-
λεύουσα πάντα τὸν λαὸν ἀνελθεῖν, λέγουσα οὕτως· «Ἔτους
πρώτου Κύρου βασιλέως Περσῶν, μετὰ τὸ πληρωθῆναι ῥῆμα
Κυρίου διὰ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα
Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε κηρῦξαι ἐν πάσῃ
τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων ‘Τάδε λέγει Κῦρος
βασιλεὺς Περσῶν· Πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέ μοι
Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκο-
δομῆσαι αὐτῷ οἶκον ἐν Ἱερουσαλὴμ ἐν τῇ Ἰουδαίᾳ. Τίς ἐξ
[8.23.11] ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ; Ἔσται ὁ Θεὸς μετ' αὐτοῦ,
καὶ ἀναβήτω’.» Ὅρα, θαυμάσιε, πῶς ἑαυτῷ ὁμολογεῖ
ἀνεγνωκέναι τὴν βίβλον Ἡσαΐου, καὶ πεπιστευκέναι τοῖς
γεγραμμένοις, καὶ μετὰ πάσης σπουδῆς καὶ δαπάνης πληρῶ-
σαι τὰ γεγραμμένα ἐν τῇ Γραφῇ.
[8.24] Πῶς οὐκ εὔδηλον τυγχάνει ὅτι ἐκ τούτων ἁπάντων
ὠφέλεια πολλὴ θεοσεβείας γέγονε πᾶσι τοῖς ἔθνεσι; Πῶς δὲ
καὶ οἱ τοσαύτην πίστιν ἐσχηκότες εἰς τὴν γραφὴν τοῦ
Ἡσαΐου ἀπιστήσειαν καὶ περὶ τοῦ σχήματος τοῦ οὐρανοῦ
λέγοντι ἐν αὐτῇ· «Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν»,
μάλιστα καὶ νεαρῶν ὄντων κατ' ἐκεῖνο καιροῦ τῶν γενομένων
θαυμάτων τῶν κατὰ τὸν Σεναχηρεὶμ καὶ τοῦ ἀναποδισμοῦ τοῦ
ἡλίου; Ὅθεν καὶ πάντες οἱ ἔνδοξοι αὐτῶν πεπεισμένοι περὶ
τούτων τῶν διαβοήτων σημείων καὶ ἐκ τῆς προρρήσεως τοῦ
Ἡσαΐου συνέθεντο τῇ γνώμῃ τοῦ βασιλέως ἀπολύσαντες τὸν
λαὸν μετὰ πάσης τιμῆς.
[8.25] Πρῶτον οὖν πάντων στοχασαμένων καὶ ὑποπτευσάν-
των τῶν Βαβυλωνίων σφαῖραν εἶναι τὸν οὐρανόν, πρῶτοι
πάλιν ἐδιδάχθησαν διὰ Ἡσαΐου τοῦ προφήτου ὡς οὐ σφαῖρα
τυγχάνει, ἀλλὰ καμάρα· ἐξ ὧν καὶ ἡμεῖς παραλαβόντες τὰ
σχήματα πάντα κατεγράψαμεν ἐν τῇ Χριστιανικῇ Τοπο-
γραφίᾳ, ὀνομάσαντες καὶ τὸν διδάσκαλον ἐν τῷ προοιμίῳ τὸν
καὶ παραδόντα, λέγω δὴ τὸν μέγαν Πατρίκιον τὸν ἐκ γῆς
Χαλδαίων ἐνταῦθα παραγενόμενον. Καὶ ταῦτα πάλιν περὶ
τούτων.
[8.26] Ἐλθόντων δὲ τῶν πρέσβεων τοῦ Βαβυλωνίου πρὸς
τὸν Ἐζεκίαν, πάλιν ἀνθρώπινον ὑπομείνας καὶ ἐπαρθεὶς τὴν
διάνοιαν τούτους μετὰ πάσης χαρᾶς ὑπεδέξατο εἰς οἰκεῖον
κλέος· εἰσήγαγε δὲ αὐτοὺς καὶ παρὰ γνώμην τοῦ Θεοῦ εἰς τὰ
βασίλεια, δείξας αὐτοῖς τοὺς θησαυροὺς καὶ πάντα τὸν πλοῦτον
αὐτοῦ. Τότε πάλιν ἀπεστάλη Ἡσαΐας πρὸς αὐτὸν ἐπανορθῶν
τὴν διάνοιαν αὐτοῦ, καί φησι πρὸς αὐτὸν εἰρωνευόμενος· «Τί
λέγουσιν οἱ ἄνθρωποι οὗτοι; Καὶ πόθεν ἥκασι πρὸς σέ; Καὶ
εἶπεν Ἐζεκίας· Ἐκ γῆς πόρρωθεν ἥκασι πρὸς μὲ ἐκ Βαβυ-
λῶνος· εἶπε πάλιν Ἡσαΐας· Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου;»
Ὁ δέ, ἐγνωκὼς ὅτι εἰδὼς ἐρωτᾷ, τὴν ἀλήθειαν λέγει καί
φησι πρὸς αὐτόν· «Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν καὶ
οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς
θησαυροῖς μου.»
[8.27] Τότε λέγει πρὸς αὐτὸν ὡς ἐν τάξει
ἀπειλῆς, κολαφίζων αὐτοῦ τὴν ἔπαρσιν τῆς διανοίας, τὰ
μέλλοντα μετ' αὐτὸν γίνεσθαι καί φησιν· «Ἄκουσον τὸν
λόγον Κυρίου Σαβαώθ· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος,
καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ
πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει, καὶ
οὐδὲν οὐ μὴ ἐγκαταλίπωσιν. Εἶπε δὲ ὁ Θεὸς ὅτι καὶ ἀπὸ
τῶν τέκνων σου, ὧν ἐγέννησας, λήψονται καὶ ποιήσουσι
σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων»,
ἵνα εἴπῃ· Τί πάλιν ἐπαίρῃ τοῖς λογισμοῖς εἰς οἰκεῖον κλέος,
καὶ οὐκ εἰς δόξαν Θεοῦ, δεξάμενος τοὺς πρεσβευτὰς τοῦ
Βαβυλωνίου;
[8.28] Ἔδει σε ἐκ τῶν προλαβόντων παιδεύεσθαι
ὅτι οὐ τοσοῦτον εἰς δόξαν σήν, ἀλλ' εἰς δόξαν ἐμήν, τὰ μεγάλα
σημεῖα γεγόνασι, πρὸς τὸ καὶ τὰ ἔθνη παιδεύεσθαι τὴν ἐμὴν
μεγαλειότητα, ἧς πάλιν καταφρονῶν ἐπήρθης μὴ εὐχαρι-
στήσας, ἀλλ' ἄνευ ἐμοῦ δεξάμενος καὶ δείξας τοῖς πρέσβεσιν
ὃν παρ' ἐμοῦ ἐκτήσω πλοῦτον· τοιγαροῦν ἀπεντεῦθεν μαθήσῃ
ὡς μετὰ ταῦτα, ἐπὶ τῶν σῶν διαδόχων, πάντα τὸν σὸν πλοῦτον
εἰς ἁρπαγὴν καὶ αἰχμαλωσίαν παραδώσω τοῖς Βαβυλωνίοις,
ὅτι ἠμέλησας πάλιν τῆς ἡμετέρας δόξης σεαυτὸν προτιμήσας
ἐμοῦ· ἐπειδὴ δὲ ἀεὶ ἐνάρετος γέγονας καὶ εὐσεβής, ἐπὶ τῶν
καιρῶν σου οὐδὲν τούτων συμβήσεται. Ταῦτα ἀκούσας
ὁ Ἐζεκίας καὶ συνιεὶς καὶ ταπεινωθείς, ὡς δίκαιος καὶ ὑπή-
κοος Θεῷ, εὐχαριστήσας εἶπε πρὸς Ἡσαΐαν· «Ἀγαθὸς
ὁ λόγος Κυρίου, ὃν ἐλάλησε· γενέσθω δὴ εἰρήνη ἐν ταῖς
ἡμέραις μου.»
[8.29] Ὅτι δὲ πάντα κατὰ τὸ ῥῆμα τοῦ προφήτου γεγόνασιν,
εὔδηλον, ὡς Ναβουχοδονόσορ ὁ Βαβυλώνιος πορθήσας τὰ
Ἱεροσόλυμα πάντα ἔλαβεν ἐν Βαβυλῶνι, καὶ ἐκ τοῦ γένους
δὲ τοῦ βασιλικοῦ ἐκλεξάμενος νεανίσκους τοὺς περὶ Δανιήλ,
καὶ Ἀνανίαν καὶ Ἀζαρίαν καὶ Μισαήλ, καὶ τὰ γεννητικὰ τῆς
φύσεως ἐκτεμὼν ἀπ' αὐτῶν μόρια πρὸς ἰδίαν ὑπηρεσίαν
κατέστησεν· ἐκ τοιούτων γὰρ ἔθος ἐστὶν ὑπηρετεῖσθαι τὸν
βασιλέα· μετ' αὐτοῦ γὰρ καὶ ἀνεστρέφοντο· οὔτε γὰρ γάμος
ἑνὸς ἐξ αὐτῶν φέρεται παρὰ τῇ θείᾳ Γραφῇ, οὐδὲ τέκνον, οὔτι
τῶν τοιούτων ἠκούσθη περὶ αὐτῶν, ἀλλὰ καὶ ἡ παράδοσις
καὶ ἡ συνήθεια κατὰ τὴν προφητείαν ἀγενείους καὶ λείους ἐν
ταῖς εἰκόσιν ἀναγράφουσιν.
[8.30] Ὅτι δὲ καὶ ἐπὶ τούτων πολλὰ
θαύματα καὶ παράδοξα καὶ ἀποκαλύψεις καὶ προρρήσεις καὶ
πολλὴ ὠφέλεια παρά τε Βαβυλωνίοις καὶ Μήδοις καὶ Πέρσαις
γέγονεν, οὐκ ἀγνοεῖς, ὦ θαυμάσιε Πέτρε, ὥστε τοὺς βασιλέας
αὐτῶν τιμᾶν αὐτοὺς μεγάλως καὶ ἐκτίθεσθαι δόγματα θεοσε-
βείας εἰς τοὺς ἰδίους λαοὺς περὶ τοῦ Θεοῦ τῶν ὅλων, ὅτι Θεὸς
θεῶν ἐστι καὶ Κύριος τῶν κυρίων, καὶ τοὺς λέγοντας βλασφη-
μίαν κατ' αὐτοῦ τιμωρεῖσθαι προσέταξαν.
[8.31] Οὕτως ὁ Θεὸς ὁ ἀεὶ οἰκονομῶν τὰ πράγματα διὰ τοῦ
ἰδίου λαοῦ παιδεύει πάντα τὰ ἔθνη, δικαιοπραγοῦντας μὲν
αὐτοὺς δοξάζων, ἁμαρτάνοντας δὲ κολάζων καὶ αἰχμαλωσίαις
παραπέμπων, δι' ἑκατέρου παιδεύων τὰ ἔθνη τὴν ἑαυτοῦ ἀγα-
θουργίαν καὶ μεγαλειότητα, ὅπως καὶ αὐτὰ μεταλάβωσι θεο-
σεβείας, προγυμναζόμενα εἰς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι
πίστιν τὴν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὔτε γὰρ
μία κεραία τῆς Γραφῆς οὔτε ἰῶτα ἓν ἀκαίρως συνεγράφη,
ἀλλὰ πάντα χρησίμως καὶ πρὸς κοινὴν καὶ ποικίλην ὠφέλειαν
τῶν ἀνθρώπων συνεγράφησαν. Διὸ παρακαλῶ, φιλόχριστε,
διὰ σοῦ καὶ τοὺς ἐντυγχάνοντας ταύτῃ ἡμῶν τῇ γραφῇ
συνεχῶς ἀναγινώσκειν τὴν θείαν Γραφὴν καὶ τὸ ἐκ ταύτης
κέρδος καρποῦσθαι, ὠφελεῖν δυνάμενον πάντα ἄνθρωπον τὰ
θεῖα καὶ τὰ ἀνθρώπινα πράγματα. Γένοιτο δὲ ἡμᾶς τῶν θείων
εὐλογιῶν καὶ ἐπαγγελιῶν ἐπιτυχεῖν εὐχαῖς τῶν ἡμετέρων
διδασκάλων καὶ τῆς σῆς ἀδελφότητος, τὰ πάντα φιλόχριστε.
[8.31.? Χριστιανοῦ εἰς τὴν ᾠδὴν Ἐζεκίου
[8.31.? καὶ εἰς τὸν ἀναποδισμὸν τοῦ ἡλίου

[9.t] ΛΟΓΟΣ Θʹ
Περὶ δρόμου ἄστρων

[9.1] Ὁ κύκλος τῶν δεκαδύο μηνῶν ἀνώτερος ὑπάρχων, καὶ
τούτου κατώτερος ὁ τοῦ ἡλίου, καὶ τούτου πάλιν κατώτερος
ὁ τῆς σελήνης. Σημαίνει δὲ τοῦτο ἡ θεία Γραφὴ διὰ τῆς
κατασκευῆς τῆς λυχνίας, διὰ τῶν ἐξ ἀμφοτέρων τῶν μερῶν
αὐτῆς τριῶν καὶ τριῶν καλαμίσκων κυκλοειδῶν προϊόντων,
εἷς τοῦ ἑνὸς προτρέχει. Καὶ τοῦ μὲν ἡλίου καθ' ἡμέραν ὁ τῶν
δώδεκα μηνῶν κύκλος προτρέχει μοῖραν μίαν, ὡς εὑρίσκεσθαι
τὸν ἥλιον ἐν τριάκοντα ἡμέραις διατρέχοντα τὸν ἕνα μῆνα, καὶ
οὕτως ἐν δώδεκα μησὶν ἀποτελεῖν τὸν ἐνιαυτόν, ὑστεροῦντα,
ὡς εἴρηται, καθ' ἡμέραν μοῖραν μίαν.
[9.2] Τοῦ δὲ κύκλου τῆς
σελήνης ὁ τοῦ ἡλίου προτρέχει μοίρας δώδεκα καθ' ἑκάστην
ἡμέραν, ὡς εὑρίσκεσθαι τὴν σελήνην ἐν τριάκοντα ἡμέραις
ὑστεροῦσαν ἀποτελεῖν ὅλον τὸν κύκλον, τουτέστι μῆνα ἕνα.
Εἰ δέ τις ἐξ ἀντιστρόφου βουληθείη νοεῖν, τοῦ μὲν ἡλίου
ὁ τῆς σελήνης κύκλος ὑστερεῖ καθ' ἑκάστην ἡμέραν μοίρας
δεκαδύο καὶ λεπτά τινα, τοῦ δὲ ἀνωτέρου πάντων κύκλου,
τουτέστι τῶν δεκαδύο μηνῶν, ὑστερεῖ ὁ κύκλος τοῦ ἡλίου
καθ' ἑκάστην ἡμέραν μοῖραν μίαν.
[9.3] Ταῦτα δὲ κινοῦσιν αἱ ἀόρατοι Δυνάμεις εὐτάκτως καὶ
λογικῶς κατὰ βούλησιν Θεοῦ, νόμον τοῦτον εἰληφότες παρ'
αὐτοῦ, καθὰ γέγραπται ἐν τῷ Δαυΐδ· «Εὐλογεῖτε τὸν
[9.3.4] Κύριον, πάντες ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν
λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ, λειτουργοὶ
αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ.» Αὐτῷ ἡ δόξα εἰς τοὺς
αἰῶνας. Ἀμήν.
[9.4] Καὶ ταύτας κατὰ τὸ μῆκος τῶν τριῶν κύκλων πορείας,
τῶν δώδεκα οἴκων τῶν ἀστέρων καὶ τῶν δύο μεγάλων
φωστήρων, ἔκ τε θείας βοηθείας κινούμενοι, ἔκ τε τῶν φαινο-
μένων διὰ τῆς ὄψεως συλλογιζόμενοι, ὡς ἐνῆν ἡμᾶς χριστια-
νικῶς εἰπεῖν, ἐξηγησάμεθα· περὶ δὲ τῆς κατὰ πλάτος τῶν
δύο μεγάλων φωστήρων πορείας, μεταβάσεών τε ἀνόδων
τε καὶ καθόδων, συνόδων καὶ πανσελήνων, συνδέσμων τε
καὶ ἐκδιαμέτρων δρόμων, παραλλάξεών τε καὶ φάσεων, καὶ
ὁμαλῶν κινήσεων καὶ ἀνωμάλων, καὶ βορείου πέρατος καὶ
νοτίου, καὶ λοιπῶν ὀνομάτων ὧν βούλονται οἱ ἐκτὸς ὀνομά-
ζειν, ἐν οἷς τὰς ἐκλείψεις τῶν αὐτῶν φωστήρων ψηφίζουσι,
τοῖς εἰδόσι καὶ φιλοσοφοῦσι περὶ τὰ τοιαῦτα τὴν ψῆφον παρα-
χωροῦμεν, ψηφίζειν τε καὶ προλέγειν ἐκλείψεις, μηδὲν ἡμεῖς
ἐκ τούτου βλαπτόμενοι, ἀλλὰ μᾶλλον καὶ συνιστάμενοι.
[9.5] Εἰ
γὰρ τὰ τοιαῦτα ὀνόματα, τὰς μεταβάσεις λέγω καὶ ἀνόδους
καὶ καθόδους καὶ τὰ λοιπὰ πάντα, ἐν τῷ ἡμετέρῳ σῴζονται
σχήματι, ἄκαιρος ἡ φιλονεικία. Οὐδὲν γὰρ ἕτερον δεικνύναι
ἐσπουδάσαμεν διὰ ταύτης ἡμῶν τῆς πραγματείας ἢ ὅτι καὶ
αὗται αἱ ἐκλείψεις ἀμφοτέρων τῶν φωστήρων συμβαίνουσί τε
καὶ ἁρμόζουσιν ἐν τούτῳ τῷ ἡμετέρῳ σχήματι, αὐτοῦ τοῦ
οὐρανοῦ μηδόλως κινουμένου ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς, ἢ ἀπὸ
δυσμῶν ἐπὶ ἀνατολάς, μήτε σφαιροειδοῦς ὄντος, ἢ σφαιρῶν
πολλῶν, ἀλλὰ τῶν ἄστρων καὶ τῶν φωστήρων ἐν τῷ ἀέρι διὰ
τῶν λογικῶν Δυνάμεων καὶ τὸν δρόμον καὶ τὴν τάξιν ἐκτε-
λούντων, καὶ τοῦ σχήματος τῶν δύο οὐρανῶν καὶ τῆς γῆς
σῳζομένων κατὰ τὴν θείαν Γραφήν, ἐν ᾧ τὰς δύο καταστά-
σεις, τήν τε νῦν καὶ τὴν μέλλουσαν, ἐξ ἀρχῆς ὁ Θεὸς εἰργάσατο.
[9.6] Τοὺς κύκλους τούτους, οὓς κατεγράψαμεν, οὐκ οὐρα-
νοὺς σφαιροειδεῖς, συνεχεῖς καὶ ναστοὺς τοῖς σώμασι καὶ
διαφανεῖς, κατὰ τὴν τῶν ἔξωθεν ληρωδίαν κατεγράψαμεν,
ἀλλὰ πορείας ἄστρων κυκλοφερεῖς ἀερίας διὰ τῶν ἀγγέλων
ἐκτελουμένας θέλοντες σημᾶναι, τούτους κατεγράψαμεν, ἵν'
εὐσύνοπτα τοῖς θεωμένοις γένωνται.
 Ἐν τῷ δευτέρῳ λόγῳ μεμνήμεθα εἰπόντες τοὺς ἀγγέλους
κινεῖν τοὺς φωστῆρας καὶ τὰ ἄστρα καὶ τὰ ἄλλα πάντα,
ὡς πρὸς διακονίαν τῶν ἀνθρώπων τεταγμένους, ἐνταῦθα δὲ
καὶ τὸ σχῆμα κατεγράψαμεν, ὡς ἐνδέχεται αὐτὸ γραφῇ
παραδοῦναι.
[9.7] Ἔχομεν γὰρ μαρτυρίας ἐκ τῆς θείας Γραφῆς σημαι-
νούσας ὅτι ταῦτα οὕτως ἔχει· ὅτι μὲν γὰρ κυκλοφορητικῶς
κινοῦνται, ὁ μακάριος Δαυῒδ σημαίνει λέγων· «Εὐλογήσεις
τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου», θαυμα-
σίως τὸν κύκλον τῶν δώδεκα μηνῶν «στέφανον» ἐξειπών,
ὡς στεφανοῦντα τῷ κάλλει ἄνωθεν τὴν γῆν, ὅθεν ἐπήνεγκε·
«Καὶ τὰ πεδία σου πλησθήσονται πιότητος.» Τῷ γὰρ
κύκλῳ καὶ τῇ διαδοχῇ τῶν τροπῶν οἱ καρποὶ τῆς γῆς αὔξουσί
τε καὶ πεπαίνονται.
[9.8] Οὐ μὴν ἀλλὰ καὶ ὁ Μωϋσῆς ἐν μὲν τῷ τύπῳ τῆς γῆς,
τουτέστι τῇ τραπέζῃ, ἄνωθεν ἔθηκε κύκλῳ τοὺς δώδεκα τῆς
προθέσεως ἄρτους κατὰ γωνίαν τρεῖς, σημαίνων μὲν διὰ τῶν
γωνιῶν τὰς τέσσαρας τροπὰς ἀπὸ μηνῶν τριῶν, διὰ δὲ τοῦ
κύκλου τοὺς δώδεκα μῆνας, διὰ δὲ τῶν ἄρτων τοὺς ἐνιαυσίους
καρποὺς τῆς γῆς, αἰνιγματωδῶς κύκλον τοὺς μῆνας ἐργασά-
μενος ἄνωθεν στεφανοῦντα τὴν γῆν.
[9.9] Ὁμοίως καὶ τὰς δεκαδύο φυλὰς κύκλῳ πάλιν τῆς
σκηνῆς ἔταξεν, εἰς ἀνατολὰς τρεῖς καὶ εἰς νότον τρεῖς καὶ εἰς
δυσμὰς τρεῖς καὶ εἰς βορρᾶν τρεῖς, ἐξ ἀνατολῶν μὲν ἀρξάμε-
νος, εἶτα ἀνιὼν ἐπὶ τὸν νότον καὶ πάλιν κατιὼν ἐπὶ τὴν δύσιν,
εἶτα καὶ τὸ λοιπὸν τὸν βορρᾶν διατρέχων κατὰ τὴν κίνησιν
τῶν ἄστρων καὶ τῆς θέσεως τῆς γῆς.
[9.10] Τοῦτον δὲ τὸν κύκλον οἱ ἔξωθεν ζῳδιακὸν καλοῦσιν,
ὅνπερ καὶ αὐτὸν κατὰ τὴν αὐτῶν ὑποθήκην δεύτερον κατεγρά-
ψαμεν.
[9.11] Τοὺς δὲ ἄλλους ἑπτά, οὓς καλοῦσι πλανήτας, ἐν τῇ
λυχνίᾳ ὁ Μωϋσῆς αἰνιγματωδῶς ἑπτὰ λύχνους ἔθηκε στήσας
αὐτὴν εἰς τὸν νότον, ὥστε φαίνειν τῇ τραπέζῃ ἐπὶ τὸν βορρᾶν,
σημαίνων ἅμα δι' αὐτῶν ἑβδομάδα ἡμερῶν, διὰ πάντων
σημαίνων ἡμέρας, ἑβδομάδας, μῆνας, τροπάς, ἐνιαυτόν, διὰ
μὲν τῶν ἐφημερινῶν ἄρτων τῶν καθ' ἑκάστην ἡμέραν νεαρῶν
τιθεμένων ἡμέρας δηλῶν, διὰ δὲ τῶν ἑπτὰ λύχνων ἑβδομάδα,
διὰ δὲ τοῦ ἀριθμοῦ τῶν δώδεκα μῆνας, διὰ δὲ τῶν τεσσάρων
γωνιῶν τὰς τροπάς, διὰ δὲ τοῦ κύκλου τὸν ἐνιαυτόν· περὶ ὧν
ἐν τῇ πρὸς Ἑβραίους ὁ θεῖος Ἀπόστολος οὕτω φησίν· «Εἰ
μὲν οὖν ἦν ἐπὶ γῆς, οὐδ' ἂν ἦν ἱερεύς, ὄντων τῶν προσφερόν-
των κατὰ νόμον τὰς θυσίας· οἵτινες ὑποδείγμασι καὶ σκιᾷ
λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς
μέλλων ἐπιτελεῖν τὴν σκηνήν. ‘Ὅρα γάρ, φησί, ποιήσεις
πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει’.»
[9.12] Ἀλλὰ καὶ ὁ σοφὸς Σολομῶν τῷ αὐτῷ πνεύματι τῷ
θείῳ σοφισθείς φησιν· «Ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος,
καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει· αὐτὸς ἀνατέλλων ἐκεῖ πορεύεται
πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ κυκλῶν, καὶ ἐπὶ
κύκλους αὐτοῦ πορεύεται τὸ πνεῦμα», καὶ οὗτος τὰ αὐτὰ
τῷ Μωϋσῇ καὶ τῷ Δαυῒδ ἐξειπών, ὅτι ἀπὸ μὲν ἀνατολῶν
ἄνεισιν ἐπὶ τὸν νότον καὶ διὰ τοῦ βορρᾶ κυκλεύων τὰς τροπὰς
καὶ τὸν μέγαν κύκλον τοῦ ἐνιαυτοῦ ἀπεργάζεται ἐν τῷ ἀέρι
διατρέχων· τοῦτο γὰρ λέγει «πορεύεται τὸ πνεῦμα», ὡσανεὶ
ἐν τῷ ἀέρι.
[9.13] Ὅτι δὲ καὶ ὑπὸ τῶν ἀοράτων Δυνάμεων κινοῦνται, καὶ
τοῦτο σημαίνει ἡ θεία Γραφὴ λέγουσα οὕτως· «Τῇ γὰρ
ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν
ὑποτάξαντα ἐπ' ἐλπίδι ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται
ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης
τῶν τέκνων τοῦ Θεοῦ», τουτέστιν ἐν τῇ συντελείᾳ ἐλευθε-
ροῦνται οἱ ἄγγελοι ἀπὸ ταύτης τῆς δουλείας καὶ τῆς λει-
τουργίας, ἧς ποιοῦσι διὰ τοὺς ἀνθρώπους, τῶν ἀνθρώπων
ἀθανάτων καὶ ἀτρέπτων γινομένων καὶ μηκέτι δεομένων τῶν
τοιούτων, καθὰ καὶ ἐν Εὐαγγελίοις ὁ Κύριος οὕτως περὶ
συντελείας λέγει· «Αἱ γὰρ Δυνάμεις τῶν οὐρανῶν σαλευθή-
σονται, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται ἐπὶ τὴν γῆν»,
τὰς «Δυνάμεις τῶν οὐρανῶν» τοὺς ἀγγέλους καλῶν· τὸ δὲ
«σαλευθήσονται» ἀπὸ τῆς αὐτῶν τάξεως λέγει· σαφῶς οὖν
ἐλευθερουμένων τῶν ἀγγέλων, τῶν αὐτὰ τὰ ἄστρα καὶ τὰ
λοιπὰ κινούντων, τῆς τάξεως καὶ τῆς λειτουργίας ταύτης,
πίπτειν εἰς γῆν ἔφησε τὰ ἄστρα.
[9.14] Καὶ τὸ παρὰ τοῦ Ἀποστόλου εἰρημένον τὸ «οὐχὶ
πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλό-
μενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν» σαφέστε-
ρον δηλοῖ πάντας αὐτοὺς διὰ τοὺς ἀνθρώπους λειτουργοῦντας
καὶ διακονοῦντας, νύκτας τε καὶ ἡμέρας καὶ τὰ ἄλλα πάντα
ἐργαζομένους εἰς ἀνάπαυσιν καὶ χρείαν τῶν ἀνθρώπων· ὅτε
γὰρ τούτων οὐκέτι χρῄζομεν, ἐκεῖνοι τῆς δουλείας ταύτης
καὶ τῆς διακονίας ἐλευθεροῦνται ἐξεοῦντες τὰ ἄστρα ἐπὶ
τὴν γῆν.
[9.15] Πάλιν τοῦ ἀποστόλου Παύλου πολλοὺς κόπους καὶ
θλίψεις καὶ διωγμοὺς ὑπὲρ τῆς Ἐκκλησίας ὑπομένοντος, καὶ
λοιπὸν ἐκ τοῦ πλήθους τῶν ἐπηρτημένων κινδύνων κατολι-
γωρεῖν ἀναγκαζομένου, ἡ θεία χάρις δι' ὀπτασιῶν συχνῶν
αὐτὸν παρεμυθεῖτο μὴ ἀπειπεῖν, ἀλλ' ἐπιμένειν καὶ διακονεῖν
πρὸς αὔξησιν καὶ πληθυσμὸν τῆς Ἐκκλησίας. Διηγεῖται οὖν
[9.15.7] ἡμῖν αὐτὸς ἐκ τούτων δύο αἰτίας, αἵτινες σημαίνουσιν ἡ μὲν
περὶ κόπου, ἡ δὲ περὶ μισθοῦ· τί γάρ φησιν; «Οἶδα ἄνθρωπον
πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ
σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν, ἁρπαγέντα τὸν τοιοῦτον
ἕως τρίτου οὐρανοῦ», καὶ πάλιν φησί· «Καὶ οἶδα τὸν
τοιοῦτον ἄνθρωπον ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ
ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι»,
διαρρήδην τὰ καθ' ἑαυτὸν ὡς εἰς ἄλλου πρόσωπον διηγού-
μενος. Οἶδα, φησίν, ἐμαυτόν, ὦ Κορίνθιοι, εἰ χρὴ ὅλως ἐλθεῖν
εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου, παραδόξως πως καὶ
ὑπὲρ λόγον ἁρπαγέντα εἰς ὕψος πολύ, λέγω δὴ τοῦ διαστή-
ματος τοῦ ἀπὸ τῆς γῆς ἕως τοῦ στερεώματος τὸ δίμοιρον,
ὡς περιλείπεσθαί μοι τοῦ παντὸς ὕψους τοῦ οὐρανοῦ τὸ
τρίτον.
[9.16] Καὶ τί τὸ αἴτιον τῆς ἁρπαγῆς ταύτης σὺν Θεῷ λέξω.
Ἐπειδὴ αἱ ἀόρατοι Δυνάμεις κατὰ τὸ ὕψος τοῦτο, ἔνθα
ὁ Παῦλος ἡρπάγη, διακονοῦσαι τῷ θείῳ προστάγματι διὰ
τοὺς ἀνθρώπους κινοῦσι τὰ ἄστρα ἀκαταπαύστως καὶ ἀνενδό-
τως νυκτὸς καὶ ἡμέρας, τούτου ἕνεκα καὶ τὸν Παῦλον ἁρπάσας
ἀνήγαγεν ἕως ἐκεῖ, δεικνύων αὐτῷ τὴν ἀνένδοτον αὐτῶν
λειτουργίαν, ἣν διὰ τοὺς ἀνθρώπους ποιοῦσιν, ὡς λογικῶς
καὶ εὐτάκτως καὶ εὐρύθμως καὶ σοφῶς μετὰ πολλοῦ κόπου
καὶ σπουδῆς καὶ μερίμνης δουλεύοντες ἐκτελοῦσι, τρόπον τινὰ
τὸν Παῦλον παραμυθούμενος μὴ ἀπειπεῖν κάμνοντα ὑπὲρ τῆς
Ἐκκλησίας, ἀλλ' ἐπιμένειν τῇ διακονίᾳ, καθάπερ καὶ τοὺς
ἀγγέλους ἐθεάσατο ποιοῦντας.
[9.17] Ὅθεν κατεθάρρησεν εἰπεῖν
ὁ Παῦλος καὶ τὴν τούτων τάξιν, Ἀρχὰς λέγων καὶ Ἐξουσίας
καὶ Δυνάμεις καὶ Θρόνους καὶ Κυριότητας. Οἱ μὲν γὰρ
αὐτῶν τὸ ἔργον ἐκτελοῦσιν, οἱ δὲ τοῖς ἐργαζομένοις ἐπιστα-
τοῦσιν, ἕτεροι κατεξουσιάζουσι ταξιαρχοῦντες καί, ἁπλῶς
εἰπεῖν, πάντες ὁμοίως συστενάζοντες καὶ συνωδινοῦντες μετὰ
πολλῆς φροντίδος καὶ μερίμνης καὶ τάξεως λογικῆς τὸ ἔργον
ἐκτελοῦσιν, ἐπιθυμοῦντες οἱ πάντες ὁμοῦ ἐλευθερίας τυχεῖν
ἧς ποιοῦσι δουλείας διὰ τοὺς ἀνθρώπους.
[9.18] Περὶ δὲ τῆς ἁρπαγῆς τῆς ἐν τῷ παραδείσῳ πάλιν τοῦ
Θεοῦ ἡμῖν συνεργοῦντος λέξω. Ἐπειδήπερ μετὰ τὴν ἔξοδον
τὴν ἀπὸ τοῦ σώματος αἱ ψυχαὶ τῶν δικαίων τῶν ἀξιουμένων
εἰσιέναι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐν τῷ παραδείσῳ ἐναπο-
τίθενται, ὡς ἐκ τῶν κατὰ τὸν λῃστὴν τὸν τῷ Κυρίῳ συσταυ-
ρωθέντα διδασκόμεθα, ἄχρι τῆς ἀναστάσεως ὡς ἐν ἐξαι-
ρετωτέρῳ καὶ τιμίῳ χωρίῳ, ὑπὸ τῶν ἀοράτων Δυνάμεων
διατηρούμεναι μετὰ ὕμνων καὶ πάσης τιμῆς, ἐκεῖ πάλιν
ἁρπάσας τὸν Παῦλον δείκνυσιν αὐτῷ τέως μερικῶς παραμυ-
θούμενος τὰ τῶν κόπων ἔπαθλα καὶ τῶν ἀγώνων τοὺς στεφά-
νους· ὅθεν διηγήσασθαι τελείως τὰ πράγματα οὐκ ἠδυνήθη,
εἰπὼν μᾶλλον ἄρρητα αὐτὰ τυγχάνειν καὶ ἀνέφικτα, συγγρά-
ψαι δὲ καταθαρρήσας ὡς, τὸν δρόμον τῆς διακονίας πληρώσας
καὶ τὴν πίστιν τηρήσας, ἀποκεῖσθαι αὐτῷ στέφανον δικαιοσύ-
νης παρὰ τοῦ Κυρίου· οὐ μόνον δὲ αὐτῷ, ἀλλὰ καὶ πᾶσι τοῖς
ὁμοίοις αὐτῷ. Καὶ ταῦτα μὲν περὶ τῶν ὀπτασιῶν εἴπομεν.
[9.19] Ἐπισημαντέον δὲ ἐνταῦθα ὅτι τὰ ἄστρα πάντα κάτωθέν
εἰσι τοῦ στερεώματος, ὑπὸ τὸ δίμοιρον τοῦ οὐρανίου ὕψους,
κινούμενα καὶ περιστρεφόμενα ὑπὸ τῆς λειτουργίας καὶ
τάξεως τῶν ἀοράτων Δυνάμεων· καὶ ἐκ τούτου διδασκόμεθα
ἐπέκεινα τῶν ἄστρων ἄγγελον μὴ ὑπερβαίνειν. Εἰ γὰρ «πάντες
εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ
τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν», ὁ ἀντιλέγων
εἰπάτω καὶ τὴν λειτουργίαν τοῦ ὑπερβαίνοντος ἀγγέλου· εἰ
δὲ μὴ εὐπορεῖ δεῖξαι, πειθέσθω μᾶλλον μὴ ἡμῖν, ἀλλὰ τῇ
θείᾳ Γραφῇ.
[9.20] Ἀδύνατον γὰρ θνητὸν ἔτι ὄντα ἢ φθαρτὸν ἢ τρεπτὸν
ἐπέκεινα τῶν ἄστρων βαίνειν. Εἰ μὴ οὖν λάβομεν παρὰ Θεοῦ
ἀφθαρσίαν καὶ ἀθανασίαν καὶ ἀτρεπτότητα ἐξ ἀναστάσεως
νεκρῶν, ὁμοίως καὶ οἱ ἄγγελοι μεθ' ἡμῶν ἐλευθερούμενοι τῆς
δουλείας καὶ ῥίπτοντες τὰ ἄστρα ἐπὶ τὴν γῆν κομίσονται καὶ
αὐτοὶ τὴν ἀτρεπτότητα καὶ τὴν ἐλευθερίαν, οὐ βαίνομεν
ἐπέκεινα καὶ τέμνομεν τὸ στερέωμα εἰσερχόμενοι εἰς τὴν τῶν
οὐρανίων βασιλείαν· τοῦτο γὰρ δηλοῖ ὁ Ἀπόστολος λέγων·
«Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται»,
ἵνα εἴπῃ διὰ τοῦ «σὰρξ» θνητότης, καὶ διὰ τοῦ «αἵματος»
τροπήν· ἀδύνατον οὖν εἶπε θνητὸν ἢ τρεπτὸν ἔτι ὄντα κληρο-
νομεῖν τὴν τῶν οὐρανῶν βασιλείαν· ἀμέλει ἐπιφέρει· «Οὐδὲ
ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ»· πάλιν καὶ τοῦτο
προσέθηκε δηλῶν ὡς οὐδὲ φθαρτόν τι δύναται ἐκεῖ ἀνιέναι·
βλάπτεται γὰρ ἤπερ ὠφελεῖται.
[9.21] Ὥσπερ γὰρ ἡμεῖς
μακρόθεν ὄντες καὶ προσέχοντες τυχὸν τῷ δίσκῳ τοῦ ἡλίου
διαμεῖναι οὐκ ἰσχύομεν, βλαπτόμενοι μᾶλλον καὶ τυφλούμενοι
ἤπερ ὠφελούμενοι, οὕτως ἐστὶ καὶ ὁ θνητὸς ἢ ὁ ἔτι τρεπτὸς
ὢν ἢ φθαρτὸς ὑπερβῆναι τοὺς ὅρους ζητῶν καὶ προσεγγίσαι
αὐτῇ τῇ ὁδῷ τῆς βασιλείας τῶν οὐρανῶν, ἔτι μακρόθεν
αὐτῆς ὤν.
[9.22] Καθάπερ οὖν καὶ ὁ Δεσπότης Χριστὸς ἀναστὰς ἐκ τῶν
νεκρῶν, ἄφθαρτος τῷ σώματι καὶ ἀθάνατος γενόμενος καὶ
κατὰ ψυχὴν ἄτρεπτος, τότε ὑπερέβη τὰς οὐρανίους Δυνάμεις
καὶ τῷ στερεώματι προσεγγίσας, ὡς «κρείττων γενόμενος
τῶν ἀγγέλων», καθὰ γέγραπται, ἔτεμε τοῦτο, εἰσελθὼν εἰς
τὴν τῶν οὐρανῶν βασιλείαν, καθὰ ὁ Ἀπόστολος διηγεῖται
λέγων αὐτὸν ἀναβεβηκέναι ὑπεράνω πάσης Ἀρχῆς καὶ τὰ
λοιπά, οὕτως καὶ ἡμεῖς καὶ οἱ ἄγγελοι ταῦτα κομιζόμενοι
εἰσερχόμεθα.
[9.23] Πάλιν τὰ δύο ξύλα τὰ ἐν μέσῳ τοῦ παραδείσου αἰνιγμα-
τωδῶς τὴν νῦν κατάστασιν καὶ τὴν μέλλουσαν προσημαί-
νουσι· καὶ τὸ μὲν ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν
τύπος ἐστὶ τοῦ κόσμου τούτου, τοῦ θνητοῦ καὶ τρεπτοῦ, ὡς
ἔχοντος αὐτοῦ ἡδέα καὶ λυπηρὰ καὶ παιδευτηρίου τυγχάνοντος
-ὥσπερ οὖν καὶ ὁ Ἀδὰμ ἐπαιδεύθη ἐν αὐτῷ τῷ ξύλῳ τό
τε καλὸν καὶ τὸ κακόν· τὸ δὲ ξύλον τῆς ζωῆς τύπος ἐστὶ
τοῦ μέλλοντος οὐρανίου κόσμου, ἐν ᾧ ζωὴ καὶ μακαριότης
κρατεῖ· τῷ γὰρ εἰπεῖν «μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ
τοῦ ξύλου τῆς ζωῆς» ἐσήμανε τὸ ὕψος τοῦ ξύλου, δι' αὐτοῦ
δὲ τὰς ἄνω μονάς.
[9.24] Ὥσπερ οὖν ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην
ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς
ζωῆς, οὕτως ἔταξε τοὺς ἀγγέλους καὶ τοὺς φωστῆρας τοὺς
στρεφομένους περὶ τὸ ὕψος τοῦ στερεώματος, ἔνθα ἐστὶ καὶ
ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, σημᾶναι
βουλόμενος ἀβάτους εἶναι τέως τοῖς ἀνθρώποις τὰς ἄνω
μονάς. Ἐν τῷ πάθει τοίνυν τῷ ἑαυτοῦ ὁ Δεσπότης Χριστὸς
συνεισήνεγκε τὴν τοῦ λῃστοῦ ψυχὴν ἐν τῷ παραδείσῳ, παύσας
τὴν φυλακὴν τῶν Χερουβὶμ καὶ τῆς φλογίνης ῥομφαίας τῆς
στρεφομένης· μετὰ δὲ τὴν ἀνάστασιν ἐπὶ τῆς ἀναλήψεως
παρελθὼν τὴν πληθὺν τῶν ἀοράτων Δυνάμεων καὶ τοὺς
φωστῆρας καὶ αὐτὸ τὸ στερέωμα τεμὼν εἰσελήλυθεν εἰς τὴν
βασιλείαν, ἔνθα ἀθανασία καὶ ἀτρεπτότης καὶ μακαριότης
κρατεῖ.
[9.25] Ἐν τῇ οὖν συντελείᾳ παυομένων τῶν ἀγγέλων
τοῦ περιστρέφειν τοὺς φωστῆρας καὶ πιπτόντων τῶν ἄστρων,
οὐκέτι Χερουβὶμ καὶ φλογίνη ῥομφαία διαιροῦσα κωλύει τοὺς
ἀνθρώπους βαίνειν ἐν τῇ ὄντως ζωῇ, ἀλλὰ μετάρσιοι γενό-
μενοι οἱ δίκαιοι καὶ τὴν πρόσφατον ὁδὸν ὁδεύοντες καὶ
τέμνοντες τὸ στερέωμα σὺν τῷ Δεσπότῃ Χριστῷ τὴν βασι-
λείαν τῆς ζωῆς κληρονομοῦσιν. Ἀξίωσον καὶ ἡμᾶς σὺν τοῖς
δικαίοις σου ταύτης τῆς ζωῆς καὶ τῆς κληρονομίας, ὁ ἔχων
οἰκτιρμοὺς καὶ μέγα ἔλεος. Ἀμήν.
[9.26] Ὥσπερ οἱ δώδεκα ἄρτοι τῆς προθέσεως οἱ ἐν τῇ
τραπέζῃ κείμενοι τύπος εἰσὶ τοῦ ἐνιαυσιαίου κύκλου καὶ τῶν
καρπῶν τῆς γῆς, καθάπερ προείρηται μὲν ἐν τῇ σκηνῇ, κατε-
γράφη δὲ ἐν τῷ ἐννάτῳ λόγῳ, οὕτως καὶ νῦν κατεγράψαμεν
τὸν κύκλον τῶν δώδεκα μηνῶν τοῦ ἐνιαυτοῦ, ἑκάστου μηνὸς
τοὺς καρπούς, εὐχαριστοῦντες τῷ πάντων δοτῆρι Θεῷ, καθά-
περ καὶ Δαυῒδ ἐν Πνεύματι ἁγίῳ κινούμενος λέγει ἐν ψαλμῷ
πρὸς τὸν Θεὸν οὕτως· «Εὐλόγησον τὸν στέφανον τοῦ
ἐνιαυτοῦ τῆς χρηστότητός σου», θαυμασίως «στέφανον
χρηστότητος» τὸν κύκλον τῶν δώδεκα μηνῶν τοῦ ἐνιαυτοῦ
ἐξειπών, ὡς στεφανοῦντα μὲν ἄνωθεν τῷ κάλλει τὴν γῆν,
αὐξάνοντα δὲ καὶ πεπαίνοντα διὰ τῆς τῶν στοιχείων κράσεως,
ἣν αἱ ἀόρατοι Δυνάμεις ἐκτελοῦσι, τοὺς μηνιαίους αὐτῆς
καρπούς.
[9.27] Διὰ τοῦτο πάλιν ἐπήγαγε· «Καὶ τὰ πεδία σου
πλησθήσονται πιότητος», καὶ πάλιν· «Ἡτοίμασας τὴν
τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία», καὶ ἑτέρωθι δὲ
πάλιν φησὶν οὕτως· «Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι
τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον», ὡσανεί· Ἑκάστῳ καιρῷ
ἁρμοδίως ἡμᾶς ἑτοιμάζων ἐκτρέφεις. Ἀλλαχοῦ δὲ περὶ τῆς
ἀναγκαιοτάτης ἡμῶν τροφῆς, ἣν ἡ τροπὴ τοῦ θέρους ἀπεργα-
ζομένη εἰς τοὺς τρεῖς μῆνας ἐφεξῆς δίδωσι, φησὶν οὕτως·
«Ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύν-
θησαν», ἐξαισίως πάλιν ἐν τῇ εὐχαριστίᾳ τὴν τάξιν φυλάξας
καὶ πρῶτον μὲν εἰπὼν τὸν σῖτον, δεύτερον τὸν οἶνον καὶ
τρίτον τὸ ἔλαιον, καθάπερ ἐξ εὐλογίας Θεοῦ διὰ τῶν λογικῶν
ταγμάτων, ἀγγέλων λέγω καὶ ἀνθρώπων, εἰς τοὺς τρεῖς
μῆνας τοῦ θέρους ἐφεξῆς κατεργάζονται.
[9.28] Χρὴ οὖν πάντα χριστιανὸν μὴ παρέργως μηδ' ὡς
ἔτυχε τὴν θείαν Γραφὴν ἀναγινώσκειν, καθὰ καὶ ἐξ ἀρχῆς
παρεκάλεσα, ἀλλὰ μετὰ σπουδῆς καὶ τάξεως τῆς προσηκού-
σης, ἵνα καὶ ἡ θεία χάρις τὴν προαίρεσιν ἡμῶν ἀποδεξαμένη
συνεργὸς ἡμῶν γένηται εἰς τὸ δύνασθαι γινώσκειν τὰ μεγα-
λεῖα τοῦ Θεοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἔρρω-
σθε, Χριστιανοί, ἐν Κυρίῳ.
[10.t] ΛΟΓΟΣ Ιʹ
Χρήσεις Πατέρων

[10.1] Τινὲς τῶν φιλονεικεῖν εἰωθότων, ἀναγνόντες τὴν βίβλον
καὶ μὴ εὐποροῦντες ἀντοφθαλμεῖν πρὸς τὴν τοσαύτην μαρτυ-
ρίαν τὴν ἀπὸ τῶν θείων Γραφῶν παρ' ἡμῶν ἐν τῇδε τῇ βίβλῳ
γενομένην, τοιάδε πρὸς ἡμᾶς ἔφασαν ὅτι· Ὑμεῖς καὶ οἱ
ὑμέτεροι πατέρες ἄλλως πως κατὰ τὸ ὑμῖν συμβαλλόμενον
ἑρμηνεύετε τὴν θείαν Γραφήν· οὐ γάρ τι τοιοῦτο φέρεται παρ'
αὐτῇ περὶ σχημάτων καὶ τόπων, καθὼς ὑμεῖς φατε· ἀλλ'
οἱ ἡμέτεροι πατέρες, οἱ καὶ τὸν σκοπὸν τῆς θείας Γραφῆς
ἀκριβῶς ὀφείλοντες εἰδέναι, ἐξηγησάμενοι οὐδὲν τοιοῦτο
ἡμῖν παρέδοσαν· τῆς γὰρ Γραφῆς λεγούσης «ἔθετο ὁ Θεὸς
ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας,
τρίτον διδασκάλους», τῶν μὲν ἀποστόλων καὶ προφητῶν
δοκεῖτε κατὰ τὴν ὑμετέραν ἑρμηνείαν ἐφάπτεσθαι, τῶν δὲ
διδασκάλων τῶν καὶ τὸν ἀληθῆ σκοπὸν τῆς θείας Γραφῆς
ἐξηγησαμένων οὐδ' ὅλως ἐφάπτεσθε, ἀλλὰ ξένην ὁδὸν
ὁδεύετε μηδενὶ ἐγνωσμένην, εἰ μή γε ὑμῖν καὶ τοῖς καθ' ὑμᾶς.
[10.2] Τούτου οὖν ἕνεκα ἠναγκάσθημεν πάλιν ἔκδηλον αὐτῶν
τὴν φιλονεικίαν πᾶσι καταστῆσαι, παραθέμενοι ἐν τούτῳ τῷ
λόγῳ μαρτυρίας πατέρων τῶν καὶ παρ' αὐτοῖς, εἴτε προφάσει
εἴτε ἐν ἀληθείᾳ, καταγγελομένων, ἵν' οἴκοθεν ἔχωσι τὸν
ἔλεγχον ὡς καλῶς καὶ μεμαρτυρημένως παρὰ πάντων
ἀποστόλων τε καὶ προφητῶν καὶ διδασκάλων κεῖσθαι τὴν
ἡμετέραν συγγραφήν. Παρίτω δὲ εἰς μέσον πρῶτος ὁ μέγας
Ἀθανάσιος τὰ αὐτὰ ἡμῖν κηρύττων.
[10.2.? Ἀθανασίου
[10.2.? ἐκ τῆς βʹ ἑορταστικῆς

[10.3] Γένοιτο δ' ἂν καὶ παρ' ἡμῶν πρεπόντως εἰς ἑκάστοτε
μέν, μάλιστα δὲ ἐν ταῖς ἡμέραις τῆς ἑορτῆς, μὴ μόνον ἀκροα-
ταί, ἀλλὰ καὶ ποιηταὶ τῶν τοῦ Σωτῆρος προσταγμάτων
γενοίμεθα, ἵνα καὶ τὸν τῶν ἁγίων τρόπον μιμησάμενοι συνεισ-
έλθωμεν εἰς τὴν τοῦ Κυρίου ἄπαυστόν τε καὶ ὄντως μένουσαν
ἐν οὐρανοῖς χαράν.
[10.3.? Τοῦ αὐτοῦ ἐκ τῆς εʹ ἑορταστικῆς
[10.3.8] Καὶ πρὸς ταῦτα τίς ἱκανός; Τὸν μὲν γὰρ κόσμον τῷ αἵματι
τοῦ Σωτῆρος ἠλευθέρωσε· τὸν ᾅδην πάλιν τῷ τοῦ Σωτῆρος
θανάτῳ πατεῖσθαι δέδωκε, κατὰ τὰς οὐρανίους πύλας ἀνεμπό-
διστον τοῖς ἀνερχομένοις τὴν ὁδὸν παρασχών.
[10.3.? Τοῦ αὐτοῦ ἐκ τῆς Ϛʹ ἑορταστικῆς
[10.3.13] Καὶ οὕτως ἑορτάσαντες δυνηθῶμεν εἰσελθεῖν εἰς τὴν τοῦ
Κυρίου χαρὰν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
[10.3.? Τοῦ αὐτοῦ ἐκ τῆς κβʹ ἑορταστικῆς
[10.4] Ἵν' ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, ὁ τὸν ὑπὲρ
πάντων ἀναδεξάμενος θάνατον οὐκ ἐν γῇ τινι κάτω, ἀλλ' ἐν
αὐτῷ τῷ ἀέρι τὰς χεῖρας ἥπλωσεν, ἵνα πάντων τῶν ἁπαντα-
χοῦ τὸ διὰ τοῦ σταυροῦ σωτήριον εἶναι δειχθῇ, τὸν μὲν ἐν τῷ
ἀέρι ἐνεργοῦντα διάβολον καθελών, τὴν δὲ εἰς οὐρανὸν ἡμῖν
ἄνοδον ἐγκαινίσῃ καὶ ἐλευθέραν κατασκευάσῃ.
[10.4.? Τοῦ αὐτοῦ ἐκ τῆς κδʹ ἑορταστικῆς
[10.4.8] Καὶ τότε μὲν ἐξιόντων καὶ περώντων αὐτῶν τὴν Αἴγυπτον,
οἱ ἐχθροὶ θαλάττης ἐγένοντο θρύλημα, ἄρτι δὲ ἡμῶν ἀπὸ γῆς
εἰς οὐρανὸν περώντων, αὐτὸς ὁ Σατανᾶς ὡς ἀστραπὴ λοιπὸν
ἀπ' οὐρανοῦ καταπίπτει.
[10.4.? Τοῦ αὐτοῦ ἐκ τῆς κηʹ ἑορταστικῆς
[10.5] Ἵν' αὐτὸς μὲν ὑπὲρ πάντων θυσία γένηται, ἡμεῖς δὲ
ἐντρεφόμενοι τοῖς λόγοις τῆς ἀληθείας καὶ τῆς ζώσης αὐτοῦ
διδασκαλίας μεταλαμβάνοντες δυνηθῶμεν μετὰ τῶν ἁγίων
καὶ τὴν ἐπουράνιον ἀπολαβεῖν χαράν. Ἐκεῖ γὰρ ἡμᾶς, ὡς
ἐπὶ τὸ ἀνάγαιον τοὺς μαθητάς, ἐπὶ τὴν θείαν καὶ ἄφθαρτον
ὄντως ἑστίασιν ὁ Λόγος καλεῖ μετ' αὐτῶν· ἐνταῦθα μὲν παθὼν
ὑπὲρ ἡμῶν, ἐκεῖ δὲ τὰς οὐρανίους σκηνὰς ἑτοιμάζων τοῖς
μάλιστα προθύμως ὑπακούσασι πρὸς τὴν κλῆσιν καὶ ἀνενδό-
τως καὶ κατὰ σκοπὸν ἀκολουθήσασιν «εἰς τὸ βραβεῖον τῆς
ἄνω κλήσεως», ἔνθα τοῖς ἐπὶ τὸ δεῖπνον ἐρχομένοις τε καὶ
πρὸς τοὺς ἐμποδίζοντας ἀγωνιζομένοις ἀπόκειται καὶ στέφα-
νος καὶ ἡ ἄφθαρτος εὐφροσύνη. Εἰ γὰρ καὶ πολὺς ὡς πρὸς
τοὺς οὐρανοὺς ὁ κάματος τῆς τοιαύτης ἐστὶν ὁδοῦ, ἀλλ' αὐτὸς
ὁ Σωτὴρ καὶ ταύτην ἐλαφράν τε καὶ χρηστὴν κατεσκεύασεν.
[10.5.? Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς
[10.6] Ἡμεῖς δέ, ἀδελφοί, οἱ τὸν ἀμπελῶνα παρὰ τοῦ Σωτῆρος
παραλαβόντες καὶ εἰς τὴν οὐράνιον εὐωχίαν κληθέντες, ὡς ἤδη
τῆς ἑορτῆς ἐγγιζούσης, λάβωμεν τὰ βάϊα τῶν φοινίκων καὶ
νικηταὶ τῆς ἁμαρτίας γενόμενοι, ὡς οἱ ἀπαντήσαντες τῷ
Σωτῆρι τότε, οὕτω καὶ ἡμεῖς ἕτοιμοι γενώμεθα ταῖς πρά-
ξεσιν, ἵνα καὶ ἀπαντήσωμεν ἐρχομένῳ καὶ συνεισελθόντες
αὐτῷ τῆς ἀθανάτου μεταλάβωμεν τροφῆς καὶ ἀϊδίως λοιπὸν
ζήσωμεν ἐν τοῖς οὐρανοῖς.
[10.6.? Τοῦ αὐτοῦ ἐκ τῆς κθʹ ἑορταστικῆς
[10.6.10] Καὶ τὰ μὲν τῶν ἀνθρώπων παύεται, ἡ δὲ τοῦ Θεοῦ ἀγαθότης
οὐ παύεται· ὅθεν καὶ ἀποθανόντας ἡμᾶς καὶ ἀσθενησάσης τῆς
ἰδίας ἡμῶν φύσεως ἀνεγείρει, καὶ ἐκ γῆς γεγονότας εἰς
οὐρανοὺς ἀνάγει.
[10.6.? Τοῦ αὐτοῦ ἐκ τῆς μʹ ἑορταστικῆς
[10.7] «Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμοῦ ἐν τοῖς
πειρασμοῖς μου, κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι
ὁ Πατήρ μου, βασιλείαν, ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς
τραπέζης μου ἐν τῇ βασιλείᾳ μου.» Ἐπὶ δεῖπνον τοίνυν τὸ
μέγα καὶ οὐράνιον διὰ τοῦ Εὐαγγελίου κληθέντες, εἰς τὸ
ἀνάγαιον ἐκεῖνο τὸ σεσαρωμένον, «καθαρίσωμεν ἑαυτούς»,
ὡς παρήγγειλεν ὁ Ἀπόστολος, «ἀπὸ παντὸς μολυσμοῦ
σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ
Θεοῦ», ἵνα ἔσωθεν καὶ ἔξω ἄσπιλοι τυγχάνοντες, ἔξωθεν
μὲν περιβεβλημένοι σωφροσύνην καὶ δικαιοσύνην, ἔσωθεν
δὲ τῷ πνεύματι ὀρθοτομοῦντες τὸν λόγον τῆς ἀληθείας,
[10.7.12] ἀκούσωμεν· «Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.»
[10.7.? Τοῦ αὐτοῦ ἐκ τῆς μβʹ ἑορταστικῆς
[10.8] Κεκλήμεθα γάρ, ἀδελφοί, καὶ νῦν συγκαλούμενοι ὑπὸ
τῆς σοφίας καὶ κατὰ τὴν εὐαγγελικὴν παραβολὴν ἐπὶ τὸ
δεῖπνον ἐκεῖνο τὸ μέγα τὸ ὑπερκόσμιον καὶ πάσῃ τῇ κτίσει
διαρκοῦν, ἐπὶ τὸ Πάσχα δὴ λέγω, τὸν τυθέντα Χριστόν. «Τὸ
γὰρ Πάσχα ἡμῶν ἐτύθη Χριστός.»
[10.8.? Καὶ μεθ' ἕτερα
[10.8.7] Οἱ μὲν οὖν οὕτω κεκοσμημένοι ἐρχόμενοι ἀκούσονται·
«Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.»
[10.8.? Τοῦ αὐτοῦ ἐκ τῆς μγʹ ἑορταστικῆς
[10.9] Ἡμῶν δέ, ὧν ἐστι καὶ τὸ Πάσχα, ἡ κλῆσις ἄνωθέν
ἐστι, καὶ τὸ πολίτευμα ἡμῶν ἐν οὐρανοῖς ἐστι μετὰ Παύλου
λέγοντος· «Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν
μέλλουσαν ἐπιζητοῦμεν», ἔνθα καὶ ἀποβλέποντες ἑορτά-
ζομεν καλῶς.
[10.9.? Καὶ πάλιν μεθ' ἕτερα
[10.9.7] Ὑψηλὸς μὲν ὁ οὐρανὸς ἀληθῶς καὶ ἀπέραντον τὸ τούτου
διάστημα πρὸς ἡμᾶς· «ὁ γὰρ οὐρανός, φησί, τοῦ οὐρανοῦ
τῷ Κυρίῳ»· ἀλλ' οὐ διὰ τοῦτο ἀποκνητέον, οὐδὲ φοβητέον
ὡς ἀδύνατον οὖσαν τὴν πρὸς ἐκεῖνον ὁδόν, ἀλλὰ καὶ μᾶλλον
προθυμητέον. Οὐ γάρ, ὡς οἱ ἀπὸ ἀνατολῶν τότε κινήσαντες
καὶ εὑρόντες πεδίον ἐν γῇ Σενναὰρ ἐπεχείρησαν, χρεία καὶ
ἡμῖν ὀπτῆσαι πλίνθον ἐν πυρὶ καὶ ζητεῖν ἄσφαλτον ἀντὶ
πηλοῦ. Συνεχύθησαν γὰρ ἐκείνων αἱ γλῶσσαι καὶ κατελύθη
τὸ ἔργον· ἡμῖν δὲ ὁ Κύριος τὴν ὁδὸν ἐνεκαίνισε διὰ τοῦ ἰδίου
αἵματος καὶ εὔκολον αὐτὴν κατεσκεύασεν.
[10.9.? Καὶ πάλιν
[10.10] Οὐ γὰρ μόνον ἐν τῷ διαστήματι καὶ τῇ παρακλήσει
παρεμυθήσατο, ἀλλ' ὅτι καὶ κεκλεισμένην ταύτην ποτὲ τὴν
πύλην ἐλθὼν ἤνοιξε· κέκλεισται γὰρ ὄντως ἐξ ὅτου τὸν
Ἀδὰμ ἐξέβαλεν ἐκ τοῦ παραδείσου τῆς τρυφῆς καὶ ἔταξε τὰ
Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην
φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς, νῦν δὲ ἐκτεταμένην·
καὶ πλείονι χάριτι καὶ φιλανθρωπίᾳ ἐμφανεὶς αὐτὸς ὁ καθή-
μενος ἐπὶ τῶν Χερουβὶμ εἰσήγαγεν εἰς μὲν τὸν παράδεισον
μεθ' ἑαυτοῦ τὸν ὁμολογήσαντα λῃστήν· εἰς δὲ τὸν οὐρανὸν
ὁ αὐτὸς πρόδρομος ὑπὲρ ἡμῶν εἰσελθὼν πᾶσιν ἀνεπέτασε
τὰς θύρας.
[10.10.? Καὶ πάλιν
[10.11] Ὁ δὲ Παῦλος «κατὰ σκοπὸν διώκων εἰς τὸ βραβεῖον
τῆς ἄνω κλήσεως» ἡρπάσθη δι' αὐτῆς ἕως τρίτου οὐρανοῦ,
ἑωρακὼς τά τε ἄνω, λοιπὸν κατερχόμενος κατηχεῖ καὶ ἡμᾶς
εὐαγγελιζόμενος τὰ πρὸς Ἑβραίους γραφέντα· «Οὐ γὰρ
προσεληλύθατε, λέγων, ψηλαφωμένῳ ὄρει καὶ κεκαυμένῳ
πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ καὶ σάλπιγγος ἤχῳ καὶ
φωνῇ ῥημάτων, ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει
Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων,
πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν
οὐρανοῖς.» Τίς οὐκ ἂν εὔξαιτο μετὰ τούτων ἔχειν τὴν ἄνω
σύνοδον; Τίς οὐκ ἀγαπήσει μετὰ τούτων ἀπογράφεσθαι,
ἵνα καὶ μετ' αὐτῶν ἀκούσῃ· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ
Πατρός μου, κατακληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν
βασιλείαν ἀπὸ καταβολῆς κόσμου»;
[10.11.? Τοῦ αὐτοῦ ἐκ τῆς μεʹ ἑορταστικῆς
[10.12] Ἄρωμεν πάντες τὰς θυσίας ἑαυτῶν τὴν πρὸς τοὺς
πτωχοὺς κοινωνίαν ἐπιγινώσκοντες, καὶ εἰσπορευώμεθα εἰς
τὰ ἅγια, ὡς γέγραπται, ἔνθα καὶ «πρόδρομος ὑπὲρ ἡμῶν
εἰσῆλθεν Ἰησοῦς αἰωνίαν λύτρωσιν εὑράμενος».
[10.12.? Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς
[10.13] Τοῦτο δὲ μέγα τεκμήριον τὸ ξένους ἡμᾶς ὄντας ἀκοῦ-
σαι οἰκείους, καὶ ἀλλοτρίους ποτὲ ὄντας γενέσθαι συμπολίτας
τῶν ἁγίων καὶ τέκνα χρηματίσαι τῆς ἄνω Ἱερουσαλήμ,
ἧς τύπος ἦν ἣν ᾠκοδόμησε Σολομών. Εἰ γὰρ κατὰ τὸν τύπον
τὸν δειχθέντα ἐν τῷ ὄρει πάντα πεποίηκε Μωϋσῆς, τύπος
ἦν δηλονότι ἡ ἐν τῇ σκηνῇ λατρεία τῶν ἐν οὐρανοῖς μυστηρίων,
εἰς ἃ θέλων καὶ ἡμᾶς εἰσελθεῖν ὁ Κύριος ὡδοποίησεν «ἡμῖν
τὴν ὁδὸν πρόσφατον» καὶ μένουσαν. Ὡς δὲ πάντα τύπος
ἦν τὰ πάλαι τῶν νέων, οὕτω τύπος τῆς ἄνω χαρᾶς καὶ ἡ νῦν
ἐστιν ἑορτή, εἰς ἣν ἐρχόμενοι μετὰ ψαλμῶν καὶ ᾠδῶν πνευ-
ματικῶν ἀρχόμεθα τῶν νηστειῶν.
[10.14] Κατανόει τὸν μέγαν τοῦτον διδάσκαλον πῶς πᾶν τὸ
σχῆμα τοῦ κόσμου σὺν τῷ δόγματι ὁμοίως ἡμῖν συνεχῶς
καταλέγει, τὴν βασιλείαν τῶν οὐρανῶν ἀνάγαιον μέγα καὶ
ὑπερκόσμιον διαρκοῦν τῇ κτίσει εἰπών, καὶ πρόδρομον ὑπὲρ
ἡμῶν γενόμενον ἐν αὐτῷ τὸν Δεσπότην Χριστὸν κηρύττει,
καὶ ἡμᾶς συνεισέρχεσθαι αὐτῷ ἐν τῇ δευτέρᾳ παρουσίᾳ βοᾷ,
καὶ τὸ «εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου» εἰς αὐτὸ
τὸ ἀνάγαιον λέγει, τουτέστι τὸν οὐρανὸν τοῦ οὐρανοῦ, ἤτοι
τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ὅτι ἀπὸ καταβολῆς κόσμου
ἡτοίμασται τοῖς ἀνθρώποις ὑπὸ τοῦ Θεοῦ, καὶ ὅτι τύπος
ἐστὶν ἡ κατὰ Μωϋσῆν σκηνὴ τῶν οὐρανίων. Εἰπάτωσαν οἱ
φιλόνεικοι πῶς οὐ συμφωνεῖ ἡμῖν ὁ μέγας οὗτος διδάσκαλος;
Ἢ πῶς ξένην ὁδὸν παρὰ τὴν ἐκκλησιαστικὴν ἐβαδίσαμεν;
Ἀλλ' ἄπαγε τῆς τούτων ματαιοπονίας, καὶ προσθήσωμεν
τούτῳ καὶ τὸν κατ' ἐκεῖνον καιρὸν Γρηγόριον τὸν Ναζιαν-
ζηνὸν ὑπ' αὐτῶν μάλιστα διαβοώμενον, τὰ αὐτὰ τῷ πρὸ αὐτοῦ
καὶ ἡμῖν ἐξαγγέλλοντα.
[10.14.? Γρηγορίου Ναζιανζηνοῦ
[10.14.? ἐκ τοῦ δευτέρου λόγου τοῦ εἰς τὸ Πάσχα

[10.15] Ἀλλὰ θύσωμεν τῷ Θεῷ θυσίαν αἰνέσεως ἐπὶ τὸ ἄνω
θυσιαστήριον μετὰ τῆς ἄνω χοροστασίας, διασχίσωμεν τὸ
πρῶτον καταπέτασμα, τῷ δευτέρῳ προσέλθωμεν, εἰς τὰ
Ἅγια τῶν ἁγίων παρακύψωμεν· εἴπω τὸ μεῖζον, ἡμᾶς αὐτοὺς
θύσωμεν τῷ Θεῷ.
[10.16] Καὶ οὗτος τὰ ὅμοια τῷ πρὸ αὐτοῦ ἐξεῖπε περὶ τοῦ
σχήματος πρῶτον καὶ δεύτερον μόνον καταπέτασμα καὶ
θυσιαστήριον εἰπών, καὶ περὶ τῶν ἀγγέλων ὡς καὶ αὐτῶν καὶ
ἡμῶν ἐν τῷ πρώτῳ καταπετάσματι ἔτι ὄντων, ἐπιθυμούντων
δὲ ἅμα ἡμῖν ἐν τῷ δευτέρῳ παρακύψαι. Πῶς οὐ πρόδηλον ὅτι
ξένην ὁδὸν ἢ ἀλλοτρίαν οὐκ ἐβαδίσαμεν παρὰ τὴν ἐκκλησια-
στικήν; Αἰσχυνέσθωσαν οὖν οἱ φιλόνεικοι τὴν συμφωνίαν τῆς
Ἐκκλησίας ὁρῶντες, καὶ μὴ δυσπετείτωσαν εἰς ἡμᾶς· σκληρὸν
γὰρ αὐτοῖς πρὸς κέντρα λακτίζειν. Ἀλλὰ καὶ τὸν τρίτον
παραγάγωμεν μετὰ τοῦτον γεγονότα κατ' ἐκεῖνο καιροῦ, τὸν
τῆς Ἀλεξανδρέων ἐπίσκοπον Θεόφιλον, καὶ αὐτὸν μαρτυ-
ροῦντα τοῖς ἡμετέροις, μᾶλλον δὲ τῇ ἀληθείᾳ.
[10.16.? Θεοφίλου
[10.16.? ἐκ τῆς αʹ ἑορταστικῆς

[10.17] Ἵνα τῶν γηΐνων ἄνω γενόμενοι πράξεων εἰς τὸν
ὑψηλὸν τῆς ἀρετῆς οἶκον, καθάπερ οἱ μαθηταί, φάγωμεν ἐν
τῷ ἀναγαίῳ τὸ πάσχα, ἔχοντες μεθ' ἑαυτῶν τὸν ὑπὲρ ἡμῶν
τυθέντα Χριστόν, ὅλον αὐτὸν ὡς ζωὴν ἐσθίοντες.
[10.17.? Τοῦ αὐτοῦ ἐκ τῆς ιʹ ἑορταστικῆς
[10.18] Ἵνα πάλιν τὸ παραπέτασμα καὶ κάλυμμα τῆς λέξεως
ἀναστείλαντες, ἀνακεκαλυμμένῳ προσώπῳ, τὴν διαβατήριον
τοῦ θείου Πάσχα πανήγυριν κατοπτρίζωνται, βοῶντες τῷ
Ἰησοῦ· «Ποῦ θέλεις ἑτοιμάσωμέν σοι τὸ πάσχα;» Ὅτε
καὶ μαθόντες παρ' αὐτοῦ ἐν ἀναγαίῳ δεῖν ἐπιτελεῖν τοῦτο,
ἄνω τῶν γεωδεστέρων πραγμάτων ἐγίνοντο, εἰς τὰ Ἅγια
τῶν ἁγίων δρομαῖοι τῇ γνώμῃ βαδίζοντες, ἔνθα ὁ Χριστὸς
αὐτὸς ὑπὲρ ἡμῶν εἰσῆλθε, τοῦ κατὰ τὸν τύπον ἀρχιερέως
πέπαυκε τὴν χρείαν, ἡμῖν αἰωνίαν λύτρωσιν εὑράμενος καὶ
ὑπὲρ ἡμῶν ἐμφανισθεὶς τῷ προσώπῳ τοῦ Θεοῦ· τότε μὲν γὰρ
ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς εἰσήρχετο εἰς τὰ Ἅγια
τῶν ἁγίων, ἔξω τοῦ λαοῦ μένοντος διὰ τὸ μικρὸν τῆς δυνά-
μεως, ὁ δὲ Σωτὴρ ἐπιβὰς ἄδειαν τοῖς βουλομένοις εἰσελθεῖν
δέδωκεν.
[10.19] Ὅρα καὶ τοῦτον σύμφωνον ἡμῖν ὄντα, ἀνάγαιον οἶκον
λέγοντα Ἅγια ἁγίων, ἔνθα ὁ Δεσπότης Χριστὸς πρόδρομος
ὑπὲρ ἡμῶν εἰσῆλθεν, οὗ τύπος ἦν ὁ κατὰ τὴν σκηνὴν Μωϋσέως
[10.19.4] ἀρχιερεύς, ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ, καὶ ὅτι τοῖς
βουλομένοις ἄδειαν δέδωκε τοῦ εἰσελθεῖν εἰς τὰ Ἅγια τῶν
ἁγίων, τουτέστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Λεγέτωσαν
οἱ τῆς μερίδος τῶν ἀποσχιστῶν προστάται πῶς ξένην ὁδὸν
ἐβαδίσαμεν παρὰ τὴν ἐκκλησιαστικήν; Πῶς οὐκ αἰδοῦνται
τῶν ἰδίων πατέρων τοὺς λόγους ἀλλὰ τούτων μὲν κατα-
γιγνώσκουσιν ὡς ὄντως ἐριστικῶν; Καὶ τοῦτον δὲ παρα-
δραμόντες ἐπὶ τὸν κατ' ἐκεῖνο καιροῦ συμμύστην, τὸν τῆς
Γαβάλων ἐπίσκοπον Σευηριανόν, τέταρτον μετέλθωμεν, μαρ-
τυροῦντα σχεδὸν πάσῃ τῇ ἡμετέρᾳ συγγραφῇ.
[10.19.? Σευηριανοῦ
[10.19.? ἐκ τοῦ πρώτου λόγου τῆς Ἑξαημέρου

[10.20] Τῇ γὰρ πρώτῃ ἡμέρᾳ ἐποίησε τὰς ὕλας τῶν κτισμά-
των, ταῖς δὲ ἄλλαις ἡμέραις τὴν μόρφωσιν καὶ τὴν διακόσμη-
σιν τῶν κτισμάτων, οἷόν τι λέγω, ἐποίησε τὸν οὐρανὸν μὴ
ὄντα, οὐ τοῦτον, ἀλλὰ τὸν ὑπεράνω· οὗτος γὰρ τῇ δευτέρᾳ
ἡμέρᾳ ἐγένετο· ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν τὸν ἀνώτερον·
«ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς
υἱοῖς τῶν ἀνθρώπων»· ὑπεράνω δέ ἐστι τούτου· καὶ ὡς ἐν
οἴκῳ διωρόφῳ μεσολαβεῖ στέγη μέση, οὕτως ὡς ἕνα οἶκον
κτίσας ὁ Θεὸς τὸν κόσμον μέσην στέγην ἔθηκε τὸν οὐρανὸν
τοῦτον, καὶ ὑπεράνω τὰ ὕδατα· διὰ τοῦτο Δαυῒδ λέγει·
«Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.»
[10.21] Ἐποίησεν
οὖν τὸν οὐρανὸν μὴ ὄντα, τὴν γῆν μὴ οὖσαν, τὰς ἀβύσσους
μὴ οὔσας, ἀνέμους, ἀέρα, πῦρ, ὕδωρ· πάντων τῶν γενομένων
τὰς ὕλας ἐν τῇ πρώτῃ ἡμέρᾳ ἐποίησεν. Ἀλλ' ἐρεῖ τις ὅτι
γέγραπται μὲν ὅτι ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, περὶ δὲ
ὑδάτων καὶ πυρὸς καὶ ἀέρος οὐ γέγραπται. Πρῶτον μὲν οὖν,
ἀδελφοί, εἰπὼν τὸν οὐρανὸν καὶ τὴν γῆν γεγενῆσθαι ἐκ τῶν
περιεχόντων τὰ περιεχόμενα ἡρμήνευσεν.
[10.21.? Καὶ μεθ' ἕτερα
[10.22] Εἶτα ὁ ἀὴρ πότε ἐγένετο, ἄκουε· «Καὶ πνεῦμα Θεοῦ
ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων»· τὸ πνεῦμα δὲ οὐ τὸ ἅγιον
λέγει ἐνταῦθα· οὐ γὰρ τῇ κτίσει συναριθμεῖται τὸ ἄκτιστον·
ἀλλὰ «πνεῦμα» καλεῖ τὴν τοῦ ἀέρος κίνησιν.
[10.22.? Καὶ πάλιν
[10.22.6] «Εἶπεν ὁ Θεός· Γενηθήτω φῶς», καὶ ἐγένετο τοῦ πυρὸς
ἡ φύσις.
[10.22.? Καὶ πάλιν
[10.23] Ἀλλὰ τὰς μὲν ψυχὰς ἡμῶν τῷ σώματι περιέφραξε,
τοὺς δὲ ἀγγέλους ἀσωμάτους ἐποίησεν. Ὥσπερ οὖν ἐπὶ τῶν
ψυχῶν καὶ ἐπὶ τῶν ἀγγέλων, οὕτω καὶ ἐπὶ τοῦ πυρὸς ἔστιν
ἰδεῖν, τὸ πῦρ τὸ ἄνω ἄνευ ὕλης, τὸ πῦρ τὸ κάτω μετὰ ὕλης· τὸ
γὰρ ἄνω πῦρ συγγενὲς τοῦ κάτω ἐστίν, ὥσπερ καὶ αἱ ψυχαὶ
ἡμῶν συγγενεῖς εἰσι τῶν ἀγγέλων. Πῶς; Καθότι κἀκεῖναι
πνεύματα, καὶ οὗτοι πνεύματα.
[10.23.? Πάλιν λέγει
[10.24] Πάντα οὖν ἐγένετο, πῦρ, ἄβυσσος, ἄνεμοι, τὰ τέσσαρα
στοιχεῖα, γῆ, πῦρ, ἀήρ, ὕδωρ· καὶ γὰρ ἅπερ παρέλιπεν, ὡς
ἐν παραδόξῳ ἀνακεφαλαιοῦται Μωϋσῆς λέγων· «Ἐν γὰρ ἓξ
ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα
τὰ ἐν αὐτοῖς.» Ὥσπερ δὲ ἐπὶ τοῦ σώματος οὐκ εἶπε πάντα
τὰ μέλη, οὐδὲ ἐπὶ τῆς δημιουργίας ἐξηριθμήσατο, εἰ καὶ
πάντα συγκατεσκευάσθη τῷ κόσμῳ. Εἰ δὲ μὴ ἦν ἐν τῷ κόσμῳ
τὸ πῦρ, οὐκ ἂν σήμερον ἀπὸ πέτρας πῦρ ἐξεβάλλετο καὶ ἀπὸ
ξύλων· παρατριβόμενον γὰρ τὸ ξύλον πῦρ γεννᾷ· εἰ δὲ μὴ
εἶχεν ἡ φύσις, πόθεν γεννᾷ;
[10.24.? Τοῦ αὐτοῦ ἐκ τοῦ δευτέρου λόγου
[10.25] Ἐν τῇ δευτέρᾳ ἡμέρᾳ «εἶπεν ὁ Θεός· Γενηθήτω
στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνα-
μέσον ὕδατος καὶ ὕδατος». Ἐποίησε τὸν οὐρανόν, οὐ τὸν
ἐπάνω, ἀλλὰ τὸν ὁρώμενον, ἐξ ὑδάτων πήξας ὡς κρύσταλλον.
Βούλομαι δέ σοι παραστῆσαι πρᾶγμα· πολλὰ γὰρ τῇ ὄψει
μᾶλλον ἢ τῷ λόγῳ παραδίδοται. Τοῦτο τὸ ὕδωρ ὑπερεῖχε,
φέρε εἰπεῖν, τῆς γῆς πήχεις πέντε· εἶτα «εἶπεν ὁ Θεός·
Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος»· καὶ λοιπὸν ἐν
μέσῳ τῶν ὑδάτων ἐπάγη πῆγμα κρυσταλλῶδες, καὶ ἐκούφισε
τὸ ἥμισυ τοῦ ὕδατος ἄνω, καὶ ἀπέλιπε τὸ ἥμισυ κάτω, καθὼς
γέγραπται· «Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ
ἔσται διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος.»
[10.26] Διὰ
τί δὲ αὐτὸ καλεῖ στερέωμα; Ἐπειδὴ ἀπὸ ἀραιῶν ὑδάτων καὶ
διαλελυμένων αὐτὸ ἐστερέωσε· διὰ τοῦτο καὶ Δαυΐδ φησιν·
«Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ.» Καὶ ἵνα
ἑτέρῳ χρήσωμαι ὑποδείγματι, ὥσπερ καπνός, ἐπειδὰν ἀπὸ
ξύλων καὶ πυρὸς ἀναδοθῇ, ἠραιωμένος ἐστὶ καὶ κεχαυνω-
μένος, ἐπειδὰν δὲ δράμῃ εἰς ὕψος, εἰς νεφέλης παχύτητα
μεταρρυθμίζεται, οὕτως τῶν ὑδάτων τῶν ἠραιωμένων τὴν
φύσιν ὁ Θεὸς ὑψώσας ἔπηξεν ἄνω. Καὶ ὅτι ἀληθὲς τοῦτο
τὸ δεῖγμα, μαρτυρεῖ Ἡσαΐας λέγων ὅτι «ὁ οὐρανὸς ὡς
καπνὸς ἐστερεώθη». Παγεὶς τοίνυν ἐν μέσῳ τῶν ὑδάτων
ὁ οὐρανός, ἐκούφισε τὰ ἡμίσεια τῶν ὑδάτων ἄνω καὶ τὰ
ἡμίσεια ἀφῆκε κάτω.
[10.27] Διὰ τί δὲ ἄνω ὕδατα; Πρὸς ποίαν
χρῆσιν; Ἵνα τίς πίῃ; Ἵνα τίς πλεύσῃ; Ὅτι μὲν γὰρ ἔστιν
ὕδατα ἄνω, μαρτυρεῖ ὁ Δαυῒδ λέγων· «Καὶ τὸ ὕδωρ τὸ
ὑπεράνω τῶν οὐρανῶν.» Πρόσεχε λοιπὸν τῇ σοφίᾳ τοῦ
δημιουργοῦ. Κρυσταλλώδης ἦν ὁ οὐρανὸς ἀπὸ ὑδάτων παγείς·
ἐπειδὴ δὲ ἔμελλε δέχεσθαι ἡλίου φλόγα καὶ σελήνης καὶ
ἄστρων ἄπειρα πλήθη, καὶ ἦν ὅλος πυρὸς πεπληρωμένος, ἵνα
μὴ οὕτως ὑπὸ τῆς θερμότητος λυθῇ ἢ φλεχθῇ, ἐπέστρωσε τοῖς
νώτοις τοῦ οὐρανοῦ τὰ πελάγη ἐκεῖνα τῶν ὑδάτων, ἵνα
λιπαίνῃ καὶ ἐπαλείφῃ αὐτοῦ τὰ νῶτα, καὶ οὕτως ἀντέχῃ πρὸς
τὴν φλόγα καὶ μὴ φρύγηται.
[10.28] Ἔχεις δὲ καὶ ὑπόδειγμα·
ὥσπερ σήμερον, ἐὰν ἐπιθῇς λέβητα ἐπάνω πυρός, ἐὰν μὲν
ὕδωρ ἐπάνωθεν ᾖ, ἀντέχει πρὸς τὸ πῦρ, ἐὰν δὲ μὴ ἔχῃ,
διαλύεται, οὕτως ὁ Θεὸς ἀντέστησεν ἀντίπαλον τῷ πυρὶ τὸ
ὕδωρ, ἵνα ἔχῃ ἀρκοῦσαν τὴν διαμονὴν διὰ τῶν ἀλειφόντων
αὐτὸν ὑδάτων. Καὶ βλέπε τὸ θαυμαστόν· τοσοῦτον περισ-
σεύει τῷ οὐρανίῳ σώματι τὸ ὑγρὸν ὑπὸ τοσούτου πυρὸς
πολεμουμένῳ, ὅτι καὶ τῇ γῇ δανείζει. Ἐπεὶ πόθεν δρόσος
νεφέλης; Οὐδαμοῦ; Ὁ ἀὴρ ὕδωρ οὐκ ἔχει· δηλονότι ὁ οὐρανὸς
ἐκ τῶν περισσευόντων αὐτῷ στάζει· διὰ τοῦτο καὶ ὁ πατριάρ-
χης Ἰσαὰκ εὐλογῶν τὸν Ἰακὼβ ἔλεγε· «Δῴη σοι ὁ Θεὸς ἀπὸ
τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς.»
[10.28.? Καὶ μεθ' ἕτερα
[10.29] Πρόσεχε δέ, παρακαλῶ, ὅτι καὶ ἑτέραν χρείαν τὰ
ὕδατα ἀποτελεῖ τὰ ἐπάνω τοῦ οὐρανοῦ· οὐ μόνον γὰρ συντηρεῖ
τὸν οὐρανόν, ἀλλὰ καὶ τὴν φλόγα τοῦ ἡλίου καὶ τῆς σελήνης
κάτω πέμπει. Εἰ γὰρ ἦν διαφανὴς ὁ οὐρανός, ὅλη ἡ αὐγὴ ἄνω
ἔτρεχε· τὸ γὰρ πῦρ ἀνωφερὲς ὂν ἔρημον τὴν γῆν κατελίμπανε·
διὰ τοῦτο οὖν συνεπίλησε τὸν οὐρανὸν ἄνωθεν ἀπείροις
ὕδασιν, ἵνα ἡ αὐγὴ στενουμένη κάτω πέμπηται. Ὅρα τοῦ
τεχνίτου τὴν σοφίαν· ἔχεις δὲ καὶ ἐν σεαυτῷ τοῦ τεχνίτου τὴν
εἰκόνα· καὶ πρόσεχε, παρακαλῶ· ὅρισαί μοι τὴν κεφαλὴν ταύ-
την τὸν οὐρανὸν τὸν ἄνω, τὰ ἐπάνω τῆς γλώττης τὸν ἄλλον
οὐρανόν, τουτέστι τὸ στερέωμα, ὅθεν καὶ οὐρανίσκος καλεῖται·
ἄνω ἐν τοῖς ἀοράτοις ἐγκέφαλος μὴ φαινόμενος, ἐν τῷ κάτω
οὐρανῷ γλῶσσα φαινομένη, ὥσπερ ὁ οὐρανὸς ὁ ἄνω ἐν τοῖς
νοητοῖς, ὁ δὲ κόσμος ἐν τοῖς λαλουμένοις.
[10.29.? Τοῦ αὐτοῦ ἐκ τοῦ τρίτου λόγου
[10.30] Τῇ γὰρ τρίτῃ ἡμέρᾳ ἐβλάστησαν οἱ καρποί, καὶ ἵνα
μὴ νομισθῇ πάλιν ὅτι τῇ φύσει τοῦ ἡλίου ἐβλάστησαν, ὅτε
ἀπηρτίσθη ἡ δημιουργία, τότε λοιπὸν ποιεῖ ἥλιον καὶ τὴν
σελήνην καὶ τὰ ἄστρα. Πόθεν δὲ αὐτὰ ἐποίησεν; Εἴρηται γὰρ
ὅτι τῇ πρώτῃ ἡμέρᾳ ἐκ μὴ ὄντων ἐποίησε τὰ πάντα, ταῖς δὲ
[10.30.6] ἄλλαις ἐξ ὄντων. Πόθεν οὖν ἥλιος; Ἐκ τοῦ γενομένου φωτὸς
τῇ πρώτῃ ἡμέρᾳ ὃ μετέβαλεν ὡς ἠθέλησεν ὁ τεχνίτης καὶ εἰς
διαφόρους μετεσκεύασεν ὄψεις, ἐκεῖ μὲν τὴν ὕλην τοῦ φωτὸς
δημιουργήσας, ὧδε δὲ τοὺς φωστῆρας ποιησάμενος, ὡς εἴ
τις προβάλοιτο μᾶζαν χρυσίου, καὶ μετὰ ταῦτα νομίσματα
κόψας οὕτω διαθείη τοῦ χρυσίου τὴν διακόσμησιν. Ὥσπερ
γὰρ τὴν ἄβυσσον τότε ἓν ὕδωρ ὑπάρχουσαν ἐμέρισεν εἰς τὸ
ἄνω ὕδωρ, εἰς τὰς θαλάσσας, εἰς τοὺς ποταμούς, εἰς πηγάς,
εἰς λίμνας, εἰς φρέατα, οὕτω καὶ τὸ φῶς ἓν ὑπάρχον, μονοειδές,
κατατεμὼν ὁ τεχνίτης ἐμέρισεν εἰς ἥλιον καὶ σελήνην καὶ
ἄστρα.
[10.30.? Καὶ μεθ' ἕτερα
[10.31] Ἐποίησεν οὖν τὸν οὐρανόν, οὐ σφαῖραν, ὡς φιλοσο-
φοῦσιν οἱ ματαιολόγοι· οὐ γὰρ ἐποίησε σφαῖραν κυλιομένην,
ἀλλ' ὥς φησιν ὁ προφήτης· «Ὁ ποιήσας τὸν οὐρανὸν ὡς
καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνήν»· καὶ γὰρ οὐδεὶς
ἡμῶν οὕτως ἀσεβής, ὥστε πεισθῆναι τοῖς ματαιολόγοις, καὶ
μὴ τοῖς προφητικοῖς λόγοις, οἵπερ λέγουσιν ὅτι ἀρχὴν καὶ
τέλος ἔχει ὁ οὐρανός· διὰ τοῦτο οὖν καὶ ὁ ἥλιος οὐκ ἀναβαίνειν
λέγεται παρ' αὐτοῖς, ἀλλ' ἐξέρχεσθαι· λέγει γὰρ ἡ Γραφή·
«Ἐξῆλθεν ὁ ἥλιος ἐπὶ τὴν γῆν», οὐκ ἀνῆλθε, καὶ πάλιν
φησίν· «Ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ
κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ», οὐκ ἄνοδος· εἰ
δὲ σφαῖρά ἐστιν, ἄκρον οὐκ ἔχει· τὸ γὰρ πανταχόθεν περι-
φερὲς ποῦ ἔχει τὸ ἄκρον; Ἆρα οὖν ὁ Δαυῒδ μόνος τοῦτο
λέγει, ἢ καὶ ὁ Σωτήρ; Ἄκουσον αὐτοῦ τοῦ Κυρίου λέγοντος·
«Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, ἀποστε-
λεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ μεγάλης σάλπιγγος καὶ φωνῆς
μεγάλης, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπ' ἄκρου
τοῦ οὐρανοῦ ἕως ἄκρου αὐτοῦ.»
[10.32] Ζητοῦμεν δὲ πάλιν ποῦ δύνει ὁ ἥλιος καὶ ποῦ τρέχει
τὴν νύκτα, εἰ οὕτως ἔχει καθὼς εἰρήκαμεν. Ἀλλὰ κατὰ τοὺς
ἔξω ὑπὸ τὴν γῆν· καθ' ἡμᾶς δὲ τοὺς τὴν σκηνὴν αὐτὸν λέγον-
τας, πρόσεχε, παρακαλῶ, εἰ μὴ διαψεύδεται τὸ ῥῆμα, ἀλλ'
ἔχει σφραγῖδα μεμαρτυρημένην ὑπὸ τῆς ἀληθείας. Συντρέχει
δέ μου τῇ φράσει καὶ ὁ τόπος· τὰ γὰρ τοιαῦτα ὄψει μᾶλλον
ἢ ἀκοῇ παραδίδοται.
[10.33] Νόμισον εἶναι καμάραν ἐπικειμέ-
νην τῇ ἐκκλησίᾳ ἐπὶ ἀνατολὴν μὲν κατὰ τὸν τύπον τῆς ἑῴας,
ἄρκτον δὲ ἐκεῖσε καὶ μεσημβρίαν ἐνθάδε καὶ δύσιν ἐκεῖ, εἶτα
τὸν ἥλιον ἀνατέλλοντα καὶ μέλλοντα δύνειν, οὐχ ὑπὸ γῆν
δύνοντα, ἀλλὰ τὰ βόρεια μέρη διατρέχοντα καὶ ὥσπερ ὑπό
τινα τοῖχον κρυπτόμενον, μὴ συγχωρούντων τῶν ὑδάτων
φανῆναι αὐτοῦ τὸν δρόμον, καὶ τρέχοντα κατὰ τὰ βόρεια μέρη
καὶ καταλαμβάνοντα τὴν ἀνατολὴν πάλιν. Ἀλλὰ πόθεν τοῦτο
δῆλον ἔσται; Λέγει γοῦν ὁ μακάριος Σολομῶν ἐν τῷ Ἐκκλη-
σιαστῇ, γραφὴ δέ ἐστιν αὕτη μαρτυρουμένη, οὐ παραγρα-
φομένη· «Ἀνατέλλει γάρ, φησίν, ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος καὶ
εἰς τὸν τόπον αὐτοῦ ἕλκει· ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται
πρὸς νότον καὶ κυκλοῖ πρὸς βορρᾶν· κυκλοῖ κυκλῶν, καὶ ἐπὶ
κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα.» Βλέπε οὖν αὐτὸν
κατὰ μεσημβρίαν τρέχοντα καὶ τὸν βορρᾶν κυκλοῦντα, καὶ
μάθε.
[10.33.? Καὶ μεθ' ἕτερα
[10.34] Πάντα οὖν πείθεται Θεοῦ νόμῳ. Οὐρανὸς ἕστηκεν οὐκ
ἰδίᾳ δυνάμει βασταζόμενος, ἀλλὰ θείῳ λόγῳ ἐστερεωμένος·
ὅταν γὰρ ἀπορήσω πῶς ὁ οὐρανὸς ἐξ ὑδάτων πέπηκται, λύει
μου τὴν ἀπορίαν ὁ μακάριος Δαυῒδ λέγων· «Τῷ λόγῳ
Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν»· διὰ τί ἐστερεώθησαν;
Ἐπειδὴ ἀπὸ ὑδάτων. Οὐδέποτε γὰρ τὸ στερεὸν λέγεται
ἐστερεώθη· ἄλλο γὰρ ἐστερεώθη, καὶ ἄλλο τὸ εἶναι στερεόν·
στερεωθὲν οὖν λέγεται, ὅταν τὸ ἠραιωμένον καὶ κεχαυνω-
μένον παγῇ.
[10.34.? Ἐκ τοῦ ἕκτου λόγου
[10.35] Οὕτω τὸ δένδρον ἐκεῖνο οὐ φύσιν εἶχε θανατοποιοῦ
γνώσεως ἐργαστικήν, ἀλλ' ἀπὸ τῆς περὶ αὐτὸ γενομένης τῷ
Ἀδὰμ τραγῳδίας ἔλαβε τὸ ὄνομα. Λύω δὲ τὸ πρᾶγμα συντό-
μως, οὐ γὰρ ἀπορεῖ ἡ θεία Γραφή. Σήμερον ἔχομεν βρῶμα
σωτήριον, οὗ μετέχουσιν οἱ πιστοί. Ἆρα αὐτὸ τὸ δῶρον
φυσικὴν ἔχει σωτηρίαν; Εἰ διὰ τὴν ἐπικαλουμένην δόξαν
ἔχεις ἐνέχυρον ἀπὸ τῶν παρόντων, τί ἀμφιβάλλεις περὶ τῶν
προλαβόντων; Ἐκεῖ βρῶμα θανατοποιόν, ὧδε βρῶμα ζωο-
ποιόν. Εἰ ταῦτα φύσει σῴζει, καὶ οὐ τῇ χάριτι, κἀκεῖνο τῇ
φύσει ἀνεῖλε, καὶ οὐ τῇ προθέσει.
[10.35.? Καὶ μεθ' ἕτερα ἐκ τοῦ τετάρτου λόγου
[10.36] Καὶ γὰρ οἱ ἄγγελοι γενόμενοι συνεργοὶ μὲν οὐκ ἦσαν
τοῦ Θεοῦ, ἀλλὰ λειτουργοὶ ὑμνοῦντες, εὐχαριστοῦντες ὅτι
ἐγένοντο, εἰδότες ὅτι πρὸ τούτου οὐκ ὄντες, πνεύματι ἀγαθό-
τητος γενόμενοι, ἑστήκεσαν θεωροὶ βλέποντες μόνον τὰ γενό-
μενα μετ' αὐτῶν καὶ μετ' αὐτούς· ἔβλεπον γὰρ οὐρανὸν ἐκ
τοῦ μὴ ὄντος γενόμενον, καὶ ἐξεπλήσσοντο· ἔβλεπον θάλασσαν
ἀφοριζομένην, καὶ ἐθαύμαζον· ἐθεώρουν γῆν κοσμουμένην,
καὶ ἔφριττον. Ὅτι δὲ οὐκ ἦσαν ἄγγελοι συνεργοί, ἀλλ' ἢ
θαυμασταί, λέγει ὁ Θεὸς τῷ Ἰώβ· «Ὅτε ἐποίουν ἄστρα,
ᾔνεσάν με πάντες ἄγγελοί μου καὶ ὕμνησαν.»
[10.36.? Καὶ μεθ' ἕτερα
[10.37] Ἔβλεπε τὸν Ἀδὰμ ἁμαρτάνοντα, ἀλλὰ προεώρα τοὺς
ἐξ αὐτοῦ δικαιοπραγοῦντας· ἔβλεπεν ἐκβαλλόμενον ἐκ τοῦ
παραδείσου, ἀλλὰ προεώρα ὅτι ἡτοίμασται αὐτῷ βασιλεία.
Τὸ δὲ θαυμαστὸν ὅτι καὶ πρὸ τοῦ παραδείσου ἡ βασιλεία
ἐγένετο. Τί οὖν θαυμάζεις εἰ ἐξεβλήθη τοῦ παραδείσου;
Ὅπου γε θαυμαστὸν ὅτι πρὸ τοῦ παραδείσου ἡ βασιλεία τῶν
οὐρανῶν αὐτῷ ἡτοίμασται, καθὼς λέγει ὁ Σωτήρ· «Δεῦτε οἱ
εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι-
μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.»
[10.37.? Ἐκ τοῦ τρίτου λόγου
[10.38] Λοιπὸν ζητητέον διὰ τί πεπληρωμένην ὁ Θεὸς ἐποίησε
τὴν σελήνην. Πρόσεχε, τὸ γὰρ νόημα βαθύ· ἐχρῆν γὰρ αὐτὴν
τῇ τετάρτῃ ἡμέρᾳ γενομένην ὡς τεταρταίαν φαίνεσθαι· ἀλλὰ
πάλιν, εἰ ἦν τεταρταία, τὸ ἄκρον τῆς δύσεως οὐ κατεῖχεν·
εὑρέθη οὖν πλεονεκτοῦσα ἕνδεκα ἡμέρας· τεταρταία γὰρ
ἐφαίνετο ὡς πεντεκαιδεκαταία. Ἕνδεκα ἡμέρας λοιπὸν
πλεονεκτεῖ ἡ σελήνη τὸν ἥλιον, οὐ τῇ ποιήσει, ἀλλὰ τῇ φαύ-
σει· διὰ τοῦτο ἃ τότε ἐπλεονέκτησεν, ἀποδίδωσι τῷ ἡλίῳ.
Ὁ γὰρ κατὰ σελήνην ἀριθμὸς καθ' ἕκαστον μῆνα ἀπὸ εἰκο-
σιεννέα ἥμισυ ἡμερῶν γινόμενος, ὁ ἐνιαυτὸς ποιεῖ ἐν τοῖς
δεκαδύο μησὶν ἡμέρας τριακοσίας πεντήκοντα τέσσαρας· ἐὰν
γὰρ οὕτω ψηφίσῃς ἀπὸ εἰκοσιεννέα ἥμισυ ἡμερῶν τὸν μῆνα,
γίνονται τοῦ ἐνιαυτοῦ ἡμέραι τριακόσιαι πεντήκοντα τέσσαρες,
ἵνα ἃς ἐπλεονέκτησε τότε ἡμέρας ἡ σελήνη κατ' ἐνιαυτὸν
ἀποδίδωσι τῷ ἡλίῳ. Ὁ ψηφιστὴς ψηφιζέτω.
[10.39] Τί ἂν ἐροῦσι καὶ περὶ τούτου οἱ τῆς φιλονεικίας φίλοι
ἀκούοντες παρ' αὐτοῦ τὴν τοσαύτην συμφωνίαν τὴν πρὸς
ἡμᾶς, περὶ τοῦ σχήματος τοῦ οὐρανοῦ τοῦ τε προτέρου καὶ
τοῦ δευτέρου καὶ τῶν δύο χώρων, οὓς τὸ στερέωμα μεσολα-
βοῦν ἐποίησε, καὶ ὅτι οὐ σφαῖρα, ἀλλὰ καμάρα ἐστὶν ὁ οὐρα-
νὸς ὁ πρῶτος κατὰ τὴν θείαν Γραφήν, καὶ ὁ δεύτερος οὗτος
ὁ ὁρώμενος οὐρανὸς ἐξ ὑδάτων ἐπάγη καὶ βαστάζει τὰ ὕδατα
διὰ τὸ μὴ διαλύεσθαι τῇ θέρμῃ τῶν ἄστρων, ἀλλὰ συντη-
ρεῖσθαι τῇ ψύξει τῶν ὑδάτων, καὶ ὅτι ἡ δρόσος ἐκ τοῦ στερεώ-
ματός ἐστι, καὶ περὶ τοῦ δρόμου δὲ τῶν ἄστρων ὡς διὰ τῶν
βορείων μερῶν τὴν νύκτα διατρεχόντων, καὶ περὶ τῶν ἀγγέλων
ὡς σὺν τῷ οὐρανῷ γενομένων καὶ θεωρῶν ὄντων τῆς ἑξαη-
μέρου δημιουργίας τοῦ Θεοῦ καὶ διδασκομένων καὶ ἐκπλητ-
τομένων, καὶ περὶ ψυχῶν δὲ φιλοσοφοῦντα ὡς ἐν τοῖς σώμασι
περικλειομένων καὶ ἐν σώμασιν ἐνεργουσῶν.
[10.40] Πῶς οὐκ ἐμφραγήσεται πᾶν στόμα λαλοῦν ἄδικα κατὰ
τοῦ Θεοῦ καὶ καθ' ἡμῶν τῶν τὴν θείαν Γραφὴν κατὰ τὴν
ἐκκλησιαστικὴν παράδοσιν μελετώντων καὶ ἐξ αὐτῆς διαλεγο-
μένων; Ἰδοὺ γὰρ ἐδείχθη ὅτι καὶ οἱ προφῆται καὶ οἱ ἀπόστολοι
καὶ εὐαγγελισταὶ καὶ αὐτὸς ὁ Κύριος καὶ πᾶσα ἡ θεία Γραφή,
ἔτι δὲ καὶ οἱ παρ' αὐτοῖς, εἴτε ἀληθείᾳ εἴτε προφάσει, θρυλ-
λούμενοι πατέρες τε καὶ διδάσκαλοι μὴ διαφωνοῦντες τοῖς
ἡμετέροις, ἀλλὰ πάντες μαρτυροῦσι τῷ ἡμετέρῳ λόγῳ, ὅτι
οὐ ξένην οὔτε ἄγνωστον τῆς ἐκκλησίας ὁδὸν ἐβαδίσαμεν,
ἀλλὰ κατὰ τὴν ἔννοιαν τῆς θείας Γραφῆς εἰρήκαμεν πάντα
καὶ κατεγράψαμεν.
[10.41] Οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν ἔξωθεν
παλαιῶν τεθείκαμεν μαρτυρίας συμφωνούσας τῷ ἡμετέρῳ
λόγῳ ὡς παραδόσεως γέννημα. Θεὸς μάρτυς, εἶτα ἀπόστολοι,
προφῆται, ἁγίων πατέρων πολυώνυμος χορός, ἀποσχιστῶν
ἔνιοι καὶ τῶν ἔξωθεν οὐκ ἄσημοι ἀρχαῖοι ἄνθρωποι, αὐτὴ ἡ
φύσις τῶν πραγμάτων τὴν ἀληθείαν προδήλως κηρύττουσα.
Ἀλλὰ τούτων ἅλις. Λοιπόν, ὦ προσφιλέστατε, ἀσφαλῶς
ἀποδείξας πάντας τοὺς προειρημένους μάρτυρας τῆς ἡμετέρας
συγγραφῆς, τῷ πάντων Σωτῆρι Θεῷ τὴν εὐχαριστίαν ἀνα-
πέμψωμεν, δόξαν τε καὶ τιμὴν καὶ κράτος τῷ Πατρὶ καὶ τῷ
μονογενεῖ αὐτοῦ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς
σύμπαντας καὶ ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
[10.42] ...ὅπως ἂν ἐκ πάντων τὸ βέβαιον ἔχοι, καὶ φραγῇ πᾶν
στόμα λαλοῦν ἄδικα. Ἀλλὰ καὶ τοῦτον παρελθόντες ἐπὶ τὸν
τούτου συλλειτουργὸν πέμπτον, Ἐπιφάνιον ἐπίσκοπον, μετα-
βῶμεν, δεικνύοντες καὶ τοῦτον μαρτυροῦντα καὶ συμφωνοῦντα
τῷ ἡμετέρῳ λόγῳ.
[10.42.? Ἐπιφανίου, ἐπισκόπου Κύπρου,
[10.42.? ἐκ τοῦ λόγου τοῦ Περὶ μέτρων καὶ σταθμῶν

[10.43] Εἴκοσι γὰρ καὶ δύο ἔργα, ὦ φιλόκαλε, ὁ Θεὸς ἐποίη-
σεν ἀπ' ἀρχῆς ἄχρι τῆς ἑβδόμης ἡμέρας, ἅτινά ἐστι τάδε· τῇ
πρώτῃ ἡμέρᾳ τὸν οὐρανὸν τὸν ἀνώτερον, τὴν γῆν, τὰ ὕδατα,
ἐξ ὧν ἐστι χιών, κρύσταλλος καὶ χάλαζα, πάγος καὶ δρόσος,
τὰ πνεύματα τὰ λειτουργοῦντα ἐνώπιον αὐτοῦ, ἅτινά ἐστι
τάδε· ἄγγελοι πρὸ προσώπου καὶ ἄγγελοι τῆς δόξης, καὶ
ἄγγελοι νεφελῶν καὶ γνόφων καὶ χιόνων καὶ χαλάζης καὶ
πάγου, ἄγγελοι φωνῶν, βροντῶν καὶ ἀστραπῶν, ἄγγελοι
ψύχους καὶ καύματος, χειμῶνος καὶ φθινοπώρου, καὶ πάντων
τῶν πνευμάτων τῶν κτισμάτων αὐτοῦ, τῶν ἐν οὐρανοῖς καὶ
ἐπὶ γῆς καὶ τοῦ χάους, τὸ σκότος τὸ ἐπάνω τῆς ἀβύσσου τῶν
ὑδάτων τῶν ποτὲ ἐπάνω τῆς γῆς, ἐξ οὗπερ σκότους ἑσπέρα
καὶ νύξ, τὸ φῶς ἡμέρας τε καὶ ὄρθρου.
[10.44] Ταῦτα τὰ ἑπτὰ
μέγιστα σημεῖα ἐποίησεν ὁ Θεὸς ἐν τῇ πρώτῃ ἡμέρᾳ, τῇ δὲ
δευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα τὸ ἐν μέσῳ τῶν ὑδάτων· ἐν αὐτῇ
τῇ ἡμέρᾳ ἐμερίσθη τὰ ὕδατα· τὰ ἡμίση αὐτῶν ἀνέβη ἐπάνω
τοῦ στερεώματος, καὶ τὰ ἡμίση αὐτῶν ὑποκάτω τοῦ στερεώ-
ματος ἐν μέσῳ, ἐπὶ πρόσωπον πάσης τῆς γῆς· τοῦτο μόνον τὸ
ἔργον ἐποίησεν ὁ Θεὸς τῇ δευτέρᾳ ἡμέρᾳ.
[10.45] Καὶ οὗτος ἡμῖν συμφωνεῖ μαρτυρῶν περὶ τοῦ σχήμα-
τος, ἀνώτερον οὐρανὸν εἰπὼν καὶ στερέωμα κατώτερον τὸ καὶ
βαστάζον τὰ ὕδατα, καὶ περὶ τῶν ἀγγέλων δὲ διαρρήδην πάντα
ὁμοίως ἡμῖν εἰπών, ὅτι καὶ πάντες ἐν τῷ κόσμῳ τούτῳ εἰσὶ
καὶ πάντες πάντα κινοῦσι καὶ λειτουργοῦσι διὰ τὸν ἄνθρωπον,
καὶ ὅτι καὶ αὐτοὶ τῇ πρώτῃ ἡμέρᾳ σὺν οὐρανῷ τῷ ἀνωτέρῳ
καὶ τῇ γῇ ἐγένοντο. Καὶ τοῦτο ἀκούοντες, ἄνθρωποι, μὴ
ἔριδι καὶ ζήλῳ κατεχόμενοι ἀγανακτήσητε, ἀλλὰ μᾶλλον
φιλαλήθως ἐπίγνωτε τὴν συμφωνίαν τὴν ἐκκλησιαστικήν,
ἤτοι καὶ τὴν ἀληθινήν. Μάτην γὰρ λοιδορεῖτε, ἀντοφθαλμεῖν
τῇ ἀληθείᾳ μὴ δυνάμενοι. Ἐντράπητε τοίνυν τὸ πλῆθος τῶν
μαρτύρων. Εἰ δὲ μηδέπω ἀρκεῖ ὑμῖν, ἔτι καὶ τοῦτον παρατρέ-
χοντες ἐπὶ τὸν τῆς βασιλευούσης ἐπίσκοπον, τὸν θαυμάσιον
Ἰωάννην, τὸν ἐκ τῶν τριῶν προλαβόντων ἀθετηθέντα παρελ-
θόντες, δείξωμεν καὶ τοῦτον τὸν ἀοίδιμον ἀθλητὴν καὶ ἐλεή-
μονα, συμμαρτυροῦντα καὶ συμφωνοῦντα τῷ ἡμετέρῳ λόγῳ.
[10.45.? Ἰωάννου τοῦ Χρυσοστόμου
[10.45.? ἐκ τοῦ Περὶ ἐλεημοσύνης λόγου

[10.46] Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων. Μεγάλα τὰ
πτερὰ τὰ τῆς ἐλεημοσύνης· τέμνει τὸν ἀέρα, παρέρχεται τὴν
σελήνην, τέμνει τὰς ἀκτῖνας τοῦ ἡλίου, εἰς αὐτὰς ἀνέρχεται
τὰς ἁψῖδας τοῦ οὐρανοῦ· ἀλλ' οὔτε ἐκεῖ ἵσταται, ἀλλὰ καὶ τὸν
οὐρανὸν τοῦ οὐρανοῦ παρατρέχει, καὶ τοὺς δήμους τῶν ἀγγέ-
λων παρέρχεται καὶ τοὺς χοροὺς τῶν ἀρχαγγέλων καὶ τὰς
ἀνωτέρας ὅλας Δυνάμεις, καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ
βασιλικῷ. Καὶ ἐξ αὐτῆς διδάχθητι τῆς Γραφῆς· τοῦτό φησι·
«Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου
ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ.»
[10.46.? Τοῦ αὐτοῦ
[10.46.? ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Ἐφεσίους Ἐπιστολῆς

[10.47] «Ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ
μυστήριον τοῦ θελήματος αὐτοῦ», τουτέστι σοφοὺς καὶ
φρονίμους ποιήσας τῇ ὄντως σοφίᾳ, τῇ ὄντως φρονήσει. Βαβαὶ
πόση φιλία. Τὰ γὰρ μυστήρια αὐτοῦ ἡμῖν λέγει. «Τοῦ
θελήματος αὐτοῦ» φησίν, ὡς ἂν εἴποι τις· Τὰ ἐν τῇ καρδίᾳ
αὐτοῦ ἡμῖν ἐγνώρισε. Τοῦτο γάρ ἐστι τὸ μυστήριον τὸ πάσης
σοφίας γέμον καὶ φρονήσεως· τί γὰρ ταύτης τῆς σοφίας ἴσον
ζητεῖς; Τοὺς οὐδενὸς ἀξίους ὄντας, τούτους εὗρεν ὅπως εἰς
πλοῦτον ἀναγάγῃ. Τί ταύτης τῆς συμμαχίας ἴσον; Ὁ ἐχθρὸς
ὁ μεμισημένος οὗτος ἐξαίφνης ἄνω γέγονε· καὶ οὐ τοῦτο
μόνον, ἀλλὰ καὶ τὸ ἐν τούτῳ τῷ καιρῷ καὶ τοῦτο σοφίας ἦν,
καὶ τὸ διὰ τοῦ σταυροῦ. Μῆκος ἐνταῦθα ὁ λόγος δεῖξαι πῶς
σοφίας ἦν τοῦτο, καὶ πῶς σοφοὺς ἡμᾶς εἰργάσατο.
[10.47.? Πάλιν
[10.48] «Κατὰ τὴν εὐδοκίαν αὐτοῦ, φησίν, ἣν προέθετο ἐν
αὐτῷ», τουτέστι τοῦτο ἐπεθύμει, τοῦτο ὤδινεν, ὡς ἄν τις
εἴποι, ἐξειπεῖν τὸ μυστήριον. Ποῖον δὴ τοῦτο; Ὅτι ἄνθρωπον
ἄνω καθίσαι βούλεται· τοῦτο δὲ γέγονεν «εἰς οἰκονομίαν τοῦ
πληρώματος τῶν καιρῶν ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν
τῷ Χριστῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς».
[10.48.? Τοῦ αὐτοῦ
[10.48.? ἐκ τοῦ ὑπομνήματος τῆς πρὸς Ἑβραΐους Ἐπιστολῆς,
[10.48.? εἰς τὸ κεφάλαιον τὸ λέγον
[10.48.? «κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις»

[10.49] Ποῦ εἰσιν οἱ λέγοντες δονεῖσθαι τὸν οὐρανόν; Ποῦ
εἰσιν οἱ σφαιροειδῆ αὐτὸν εἶναι ἀποφαινόμενοι; Ἀμφότερα
γὰρ ταῦτα ἀνῄρηται ἐνταῦθα.
[10.49.? Τοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνήματος,
[10.49.? εἰς τὸ κεφάλαιον τὸ λέγον
[10.49.? «καὶ διὰ τοῦτο διαθήκης νέας
[10.49.? μεσίτης ἐστί»

[10.50] Καὶ πῶς ἐστιν ὑποδείγματα ταῦτα τῶν ἐν τοῖς οὐρανοῖς;
Τίνα δὲ καλεῖ «τὰ ἐν τοῖς οὐρανοῖς»; Τὰ ἡμέτερα· καὶ ἐπου-
ράνια τὰ ἡμέτερα, κἂν ἐν τῇ γῇ ἐπιτελῆται, ἐπεὶ καὶ ἄγγελοι
ἐν τῇ γῇ εἰσιν, ἀλλ' ἐπουράνιοι λέγονται, καὶ Χερουβὶμ ἐπὶ τῆς
γῆς ἐφάνη, ἀλλ' ἐπουράνιά εἰσι. Καὶ τί λέγω, ἐφάνη; Ἐπὶ
τῆς γῆς μὲν οὖν διάγει, ὥσπερ οὖν ἐν τῷ παραδείσῳ; Ἀλλ'
οὐδὲν τοῦτο. Ἐπουράνια γάρ εἰσι, καὶ ἡμῶν τὸ πολίτευμά
ἐστιν ἐν τοῖς οὐρανοῖς, κἂν τοῖς ἐνταῦθα πολιτευώμεθα.
[10.50.? Καὶ μεθ' ἕτερα
[10.51] Ἐγὼ δείκνυμι διὰ τῶν ἔργων τοὺς εἰς ἐκεῖνο τὸ ὕψος
φθάσαντας. Τίνας δὴ τούτους; Τοὺς περὶ Παῦλον λέγω,
οἵτινες ἐν τῇ γῇ ὄντες ἐν τῷ οὐρανῷ διέτριβον. Καὶ τί λέγω,
ἐν τῷ οὐρανῷ; Ὑψηλότεροι ἦσαν καὶ τοῦ οὐρανοῦ καὶ εἰς τὸν
ἄλλον οὐρανὸν πρὸς αὐτὸν ἀνῆλθον τὸν Θεόν.
[10.52] Καὶ οὗτος πάλιν ὁ σοφὸς καὶ μέγας διδάσκαλος συνῳδὰ
ἡμῖν καὶ τοῖς καθ' ἡμᾶς περί τε τοῦ σχήματος θαυμασίως
ἐξεῖπε, περὶ μὲν τοῦ σχήματος, ἀπὸ τῶν περὶ τὴν γῆν τόπων
[10.52.4] κατὰ πρόσβασιν ἀνιὼν ἕως τοῦ θρόνου τοῦ βασιλικοῦ τὴν
ἄνοδον καλῶς καὶ κατὰ τάξιν ἐξηγησάμενος, πρῶτον θεὶς τὸν
ἀέρα, εἶτα τὴν σελήνην, ἔπειτα τὸν ἥλιον, αὖθις τὸ στερέωμα,
εἶθ' οὕτως πάλιν τὸν οὐρανὸν τοῦ οὐρανοῦ, πλέον δύο οὐρανῶν
μὴ εἰπὼν καὶ κωμῳδῶν τοὺς σφαῖραν αὐτὸν λέγοντας καὶ
κινεῖσθαι αὐτὸν ἀποφαινομένους, καὶ περὶ τῶν ἀγγέλων καὶ
τῶν Χερουβίμ, ἐν τῷ κόσμῳ τούτῳ ἅμα ἡμῖν πάντας εἰρηκώς,
ὅτι οὐδὲ εἷς αὐτῶν τέως τὸν κόσμον τοῦτον ὑπερέπτη,
[10.53] περὶ
δὲ τοῦ δόγματος, πάλιν ἀσφαλῶς χρησάμενος σὺν τῷ σχήματι
καὶ τὸ ἁρμόζον τῷ σχήματι δόγμα τρανῶς διηγησάμενος. Τί
γάρ, φησίν, ὁ ἐχθρὸς ὁ μεμισημένος οὗτος ἐξαίφνης ἄνω
γέγονε, καὶ πάλιν ὅτι ὁ Θεὸς ἄνθρωπον ἄνω καθίσαι βούλεται
εἰς οἰκονομίαν τῶν καιρῶν καὶ ἀνακεφαλαίωσιν ἐπουρανίων
καὶ ἐπιγείων; Οὕτω γὰρ καὶ «μυστήριον τοῦ θελήματος»
τοῦ Θεοῦ τοῦτο ἐξεῖπε. Ποιήσας γὰρ ὁ Θεὸς τὸν οὐρανὸν καὶ
τὴν γῆν, τῇ δευτέρᾳ ἡμέρᾳ πάλιν τὸ στερέωμα πεποίηκε καὶ
θεὶς καταμέσοθεν τοῦ ὕψους διεῖλε τὸν ἕνα κόσμον εἰς δύο
κόσμους, τοῦτον καὶ τὸν ἀνώτερον.
[10.54] Τῇ δὲ ἕκτῃ ἡμέρᾳ
τελέσας πάντα τὸν κόσμον τοῦτον εἰς ὕστερον πάντων, ὥσπερ
τινὰ σύνδεσμον τοῦ παντὸς κόσμου, ὁρατῶν καὶ ἀοράτων, τὸν
ἄνθρωπον ἐξ ἁπασῶν τῶν φύσεων ἓν ζῷον πεποίηκεν. Ἐπ'
ἐσχάτου τοίνυν τῶν ἡμερῶν, ὅτε περ ἔδει καὶ τὸν δεύτερον
κόσμον ἀναδειχθῆναι, αὐτὸν πάλιν τὸν σύνδεσμον τοῦ παντὸς
κόσμου, ὁρατῶν καὶ ἀοράτων, τουτέστι τὸν ἄνθρωπον, λαβὼν
καὶ ἐξ ἀναστάσεως νεκρῶν ἀνακαινίσας καὶ κρείττονα ποιήσας
εἰς οὐρανόν, τουτέστιν εἰς τὸν δεύτερον χῶρον ἤτοι κόσμον,
πρὸ πάντων εἰσήγαγεν. Ἀνακεφαλαίωσις γὰρ καὶ ἀνάκτισίς
τις ᾠκονομεῖτο παρὰ τοῦ Θεοῦ ἐν τῷ ἀνθρώπῳ ὡς συνδέσμῳ
ὄντι ἐπουρανίων καὶ ἐπιγείων, τουτέστιν ὁρατῶν τε πάντων
καὶ ἀοράτων.
[10.55] Ταῦτα τοίνυν καὶ οὗτος ὁ πατὴρ ἐπιστάμενος καὶ
«μυστήριον τοῦ θελήματος» τοῦ Θεοῦ αὐτὰ ἐξεῖπε καὶ
«εὐδοκίαν», καὶ τὸν ἐκ τοῦ παραδείσου διωχθέντα, ὡς
μεμισημένον διὰ τὴν παρακοήν, ἐξαίφνης οὐράνιον δι' εὐδοκίαν
Θεοῦ γεγονότα ἐκήρυξεν ἐπὶ ἀνακεφαλαιώσει τοῦ παντός.
Βαβαὶ συμφωνία τῆς Ἐκκλησίας. Βαβαὶ ὁμοφωνία μυστηρίων
Θεοῦ. Βαβαὶ διδασκάλων ὁμόνοια πνευματική. Πῶς οὐ κατά-
κριτος ὁ τούτοις ἐναντιούμενος; Θεὲ τῶν ὅλων Κύριε, βεβαίω-
σον ἡμᾶς ἐν τοῖς μυστηρίοις σου διὰ παντός. Ἀμήν.
[10.56] Παυσάσθωσαν οἱ φιλόνεικοι καὶ μᾶλλον ὑποκυψάτωσαν
τὸν αὐχένα τῇ Ἐκκλησίᾳ. Τοιαύτην γὰρ συνήθειαν καὶ ἡμεῖς
σὺν τῇ Ἐκκλησίᾳ ἀποστρεφόμεθα. Ἀλλὰ καὶ τούτῳ πέρας
δόντες ἕβδομον μάρτυρα παραγάγωμεν συμπληροῦντα τῆς
θείας Διαθήκης, Παλαιᾶς τε καὶ Καινῆς, τὰ σύμβολα. Εἰ γὰρ
«ἐπὶ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα»,
εἴρηται ἐν τῇ θείᾳ Γραφῇ, πόσῳ μᾶλλον ἐπὶ τοῖς ἑπτά· τῆς
γὰρ τελείας διαθήκης σύμβολα δείκνυσιν ὁ τῶν ἑπτὰ μαρτύ-
ρων χορός. Ἔστιν οὖν ὁ τῆς Καρπάθου ἐπίσκοπος Φίλων τὰ
ὅμοια τοῖς ἄλλοις ἓξ μαρτυρῶν.
[10.56.? Φίλωνος, ἐπισκόπου Καρπάθου,
[10.56.? ἐκ τοῦ ὑπομνήματος τῶν Ἀσμάτων,
[10.56.? εἰς τὸ ῥητὸν τὸ λέγον

[10.56.? «εἰσήνεγκέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ»
[10.57] Τοῦ δὲ ἐπουρανίου βασιλέως τὸ ταμιεῖον, δῆλον ὅτι τὸ
σῶμα ὃ ἑαυτῷ ᾠκοδόμησεν οἶκον, ἔπειτα δὲ καὶ ἡ τῶν οὐρα-
νῶν βασιλεία.
[10.57.? Τοῦ αὐτοῦ εἰς τὸ
[10.57.? «φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ»

[10.57.6] Ἔλαβε γὰρ ὁ μὲν Υἱὸς τοῦ Θεοῦ τὸν ἄνθρωπον ὃν ἐνεδύσατο
ἀπὸ τῆς Ἐκκλησίας καὶ ἀνταπέδωκεν αὐτῇ πάλιν εἰς κοινω-
νίαν αὐτῆς ἁγίαν τὴν σάρκα εἰς μετάληψιν.
[10.57.? Τοῦ αὐτοῦ εἰς τὸ
[10.57.? «βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς.
[10.57.? Τί ὡραιώθης
[10.57.? καὶ τί ἱδρύνθης;»

[10.58] Παρατρέχων γὰρ ἐξ οὐρανοῦ ἐπὶ γῆς, εἰς τὰ καθ' ᾅδου
καὶ κατώτερον ᾅδου βυθὸν κατελθών, ἐκεῖθεν ἀνασπάσει τὸν
τεθνεῶτα.
[10.58.? Καὶ μεθ' ἕτερα
[10.58.5] Ὡραιώθη γὰρ ὄντως καὶ ἱδρύνθη, οὐχ ἡ τῆς θεότητος
δύναμις-οὐ γὰρ προσθήκην ἐπιδέχεται, οὐ μείωσιν-, ἀλλ'
ἡ σὰρξ ἣν ἀνείληφε καὶ ὁ ἄνθρωπος ὃν ἐφόρεσεν. Οὗτος
ὡραιώθη τῇ τῆς θεότητος ὡραιότητι συμμορφωθείς, καὶ
ἱδρύνθη ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ ἐν δεξιᾷ τοῦ Θεοῦ.
[10.58.? Τοῦ αὐτοῦ
[10.58.? εἰς τὴν Ἑξαήμερον,
[10.58.? ἔνθα διαλαμβάνει περὶ τοῦ ἐκ γενετῆς τυφλοῦ

[10.59] Εἰ γὰρ καὶ ἄνθρωπον αὐτὸν ἔβλεπες, ἀλλὰ τὸν ἐν
ἀνθρώπῳ Θεὸν ἐξ αὐτῶν τῶν ἔργων νοῆσαι ὤφειλες.
[10.60] Κατανόει καὶ τοῦτον τὸν πατέρα σκοπὸν ἕνα μεθ'
ἡμῶν περὶ τοῦ σχήματος καὶ τοῦ δόγματος ἀποσῴζοντα, καὶ
περὶ μὲν τοῦ σχήματος, «ταμιεῖον» Θεοῦ τὴν βασιλείαν τῶν
οὐρανῶν καλέσαντα-ταμιεῖον δέ ἐστι τὸ ἐσώτερον καὶ
ἀσφαλέστερον τοῦ οἴκου χώρημα, ὃ καὶ βασιλείαν οὐρανῶν
εἶπε-, περὶ δὲ τοῦ δόγματος, ἐν αὐτῷ τῷ ταμιείῳ, τουτέστιν
ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καθεσθέντα καὶ ἱδρυνθέντα τὸν
ἄνθρωπον, ὃν ὁ Θεὸς ἐφόρεσε καὶ τοῦ θανάτου ἀνέσπασε καὶ
τῆς ἐν δεξιᾷ τιμῆς ἠξίωσε.
[10.61] Πῶς οὖν οἱ ἐθελοφίλεχθροι βοῶσιν ὡς ξένην τινὰ ὁδὸν
καὶ μηδενὶ ἐγνωσμένην ἐβαδίσαμεν; Παυσάσθωσαν τῆς
ἐθελοκάκου μανίας, καὶ μὴ συκοφαντείτωσαν ἡμᾶς. «Θεὸς
γὰρ ὁ δικαιῶν, τίς ὁ κατακρίνων;» Ὁ Θεὸς γὰρ πρῶτος
τοῖς ἡμετέροις μαρτυρεῖ, ἔπειτα προφῆται καὶ ἀπόστολοι
καὶ εὐαγγελισταὶ καὶ τῶν πατέρων πολυώνυμος χόρος, ἐξ ὧν
πατέρων καὶ ὑμεῖς ἐνίους φατὲ δέχεσθαι, ἔτι δὲ καὶ παλαιοὶ
τῶν ἔξωθεν συγγραφεῖς τοῖς ἡμετέροις εἰς ἔνια συνεφώνησαν.
[10.62] Ἵνα δὲ μὴ τὸν λόγον ἐπὶ πλεῖον μηκύνωμεν, ἀρκετὸν
ἡγησάμεθα τὰς προτεθείσας μόνον μαρτυρίας θεῖναι τῶν φιλο-
νείκων καὶ μόνον ἕνεκα, τῶν τολμώντων διαβάλλειν τὰ
ἡμέτερα, μᾶλλον δὲ αὐτὴν τὴν ἀλήθειαν, ἔκδηλον πᾶσι βουλό-
μενοι καταστῆσαι τὴν τούτων φιλονεικίαν. Ἵν' οἴκοθεν ἔχωσι
τὸν ἔλεγχον τῆς ἀκαίρου μανίας, ἵνα δὲ μὴ μόνον ἀπὸ τούτων
τῶν παλαιῶν μεμαρτυρημένη ᾖ ἡ ἡμετέρα συγγραφή, θήσω
καί τινος νέου ἀποσχίστου αὐτῶν πατρὸς ἔτι καὶ νῦν ζῶντος
καὶ ἐν Κωνσταντινουπόλει διάγοντος-ἐκ περιουσίας καὶ
τοῦτο ποιῶν-μαρτυρίαν μαρτυροῦντος, εἴτε ἐξ ἀγνοίας
εἴτε ἀπ' αὐτῆς τῆς ἀληθείας ἀναγκαζομένου, τῇ ἡμετέρᾳ
συγγραφῇ.
[10.62.? Θεοδοσίου, Ἀλεξανδρείας ἐπισκόπου,
[10.62.? εἰς τὴν τεσσαρακοστὴν
[10.62.? τῆς ἀναλήψεως τοῦ Κυρίου ἡμέραν

[10.63] Σήμερον ἡ ἀνθρώπινος φύσις σκευαγωγεῖται εἰς οὐρα-
νόν, σήμερον οὐρανὸς ἀνοίγεται καὶ ἄνθρωπος εἰσέρχεται.
 Τί πρὸς ταῦτα ἐροῦσιν οἱ ἐναντίοι; Πῶς οὐ μεμαρτύρηκε
τοῖς ἡμετέροις καὶ ἐν τῷ σχήματι καὶ ἐν τῷ δόγματι; Βαβαὶ
ἰσχὺς τῆς ἀληθείας καὶ ἄκοντας τοὺς ἐχθροὺς εἰς ἑαυτὴν
ἐπισπῶσα.
[10.63.? Τοῦ αὐτοῦ ἐν ἑτέρᾳ ἐξηγήσει
[10.64] Οὐ μέγα, εἰ Θεὸς διάβολον ἥττησεν.
 Ὢ τοῦ θαύματος. Καὶ ἐνταῦθα δείκνυσιν ἡ ἀλήθεια τὴν
τούτων ἄκαιρον φιλονεικίαν. Εἰ γὰρ οὐ μέγα λέγει Θεὸν μετὰ
διαβόλου παλαίοντα καὶ νικῶντα-τοῦτο γὰρ καὶ λέγειν
μανικὸν ὑπάρχει, Θεῷ γὰρ οὐ μόνον ὁ διάβολος, ἀλλὰ καὶ πᾶσα
ἡ κτίσις ὑποτέτακται καὶ εἰς οὐδὲν λογισθήσεται-, πῶς οὐκ
εὔδηλον τυγχάνει ὅτι ἄνθρωπον βούλεται μετὰ τοῦ διαβόλου
τὸν παλαίσαντα καὶ νικήσαντα; Τοῦτο γὰρ καὶ μέγα ὑπάρχει,
ὃν καὶ ἀνωτέρω εἶπεν εἰσελθόντα ὡς νικητὴν εἰς τὸν οὐρανόν.
Ὅτι δὲ τοῦτον τὸν σκοπὸν ἀποσῴζει, πάλιν ὁ αὐτὸς βοᾷ·
«Ἔδει γάρ, ἔδει τὴν καταπαλαιωθεῖσαν φύσιν ταύτην ἀνα-
δήσασθαι στέφανον», ὡσανεὶ αὕτη ἡ φύσις ἡ ἡττηθεῖσα ὑπὸ
τοῦ διαβόλου, φησίν, ἐν τῷ παραδείσῳ, τουτέστιν ὁ ἄνθρω-
πος, ὃν καὶ ἐξ ἀναστάσεως κρείττονα γενόμενον πολλάκις καὶ
[10.64.15] διὰ πολλῶν ἐξηγήσατο, καὶ τοῦτον εἰς οὐρανὸν ἀναχθέντα
μετὰ παρρησίας ἐξεῖπε.
[10.64.? Τοῦ αὐτοῦ εἰς τὴν μεγάλην ἐκκλησίαν,
[10.64.? τοῦ Εὐαγγελίου ἀναγνωσθέντος τὸ
[10.64.? «Πάτερ, εἰ δυνατόν, παρελθέτω»

[10.65] Σαρκὸς τὰ πάθη ταύτης καὶ τοῦ πάθους γνωρίσματα,
ἀγωνία καὶ ἱδρώς, λύπη καὶ ψυχῆς ταραχή, τὰ τῆς ἀνθρωπίνης
φύσεως σύμβολα.
[10.66] Βαβαὶ τοῦ θαύματος. Τοιαῦτα λέγουσι καὶ φιλονει-
κοῦσι μεθ' ἡμῶν, ἀποσχίζοντες τὰς Ἐκκλησίας καὶ τυραν-
νοῦντες. Ποῦ γὰρ γέγραπται ὅτι ἠγωνία καὶ ἵδρωσεν, εἰ μὴ
ἐν τῷ Λουκᾷ ἔνθα λέγει· «Καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτε-
νέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι
αἵματος καταβαίνοντες εἰς τὴν γῆν· καὶ ἰδοὺ ἄγγελος Κυρίου
ἐνισχύων αὐτόν»; Πῶς τολμῶσιν αὐτὰ λέγειν καὶ πάλιν
καταγινώσκειν τῶν τολμώντων αὐτὰ διηγεῖσθαι; Ἆρ' οὐκ
ἔστι πρόδηλος φιλονεικία τῶν τοιούτων;
[10.67] Παραδραμόντες δὲ καὶ τοῦτον ἐπὶ τὸν πρὸ αὐτοῦ νῦν
τετελευτηκότα νέον Τιμόθεον μετέλθωμεν, δεικνύοντες καὶ
τοῦτον ἄκοντα συγκατατιθέμενον τῇ ἡμετέρᾳ γραφῇ. Γράφει
τοίνυν εἰς τὸ αὐτὸ ῥητὸν ἐξηγούμενος ἐν τῇ περιόδῳ εἰς τὸ
Πάσχα ἐν τῷ Ἁγίῳ Βίκτορι ἀναγνωσθέντος Ἡσαΐου τοῦ
προφήτου καὶ λέγοντος· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ
ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος», καὶ
μνησθέντες ἐν τῇ ἐξηγήσει τὸ «Πάτερ, εἰ δυνατόν, παρελθέτω
τὸ ποτήριον τοῦτο», λέγων οὕτως.
[10.67.? Τιμοθέου εἰς τὸ
[10.67.? «Πάτερ, εἰ δυνατόν, παρελθέτω»

[10.68] Φύσις γὰρ ἀεὶ ἐμφιλοχωρεῖν τὴν ψυχὴν ἐν τῷ σώματι
καὶ δυσχεραίνειν πρὸς ἀποβίωσιν.
[10.68.? Καὶ πάλιν,
[10.68.? ἐν τῷ Ἁγίῳ Σαραπάμμωνι ἐβόα·

[10.68.5] Καὶ μείζονα δὲ τούτων δοθήσεταί μοι παρὰ τοῦ Πατρός,
ἐκ νεκρῶν ἀνάστασις, φύσεως ἀνακαινισμὸς καὶ ἀντὶ φθορᾶς
ζωοποίησις.
[10.68.? Τοῦ αὐτοῦ
[10.68.? εἰς τὰ Ἅγια Θεοφάνια,
[10.68.? εἰς τὴν γενέθλιον τοῦ Χριστοῦ ἡμέραν,
[10.68.? Χοιὰκ λʹ, ἰνδ. ιʹ

[10.69] Ἔτεκεν ἡ Παρθένος ἄνθρωπον τέλειον, ἀναμάρτητον.
[10.69.? Καὶ μετ' ὀλίγα
[10.69.3] Συμπεριτμηθῶμεν Χριστῷ, ἵνα συγκαθαρθῶμεν αὐτῷ.
[10.69.? Καὶ πάλιν,
[10.69.? ἐν τῷ Ἁγίῳ Θεοδώρῳ,
[10.69.? Τυβὶ ηʹ, ἰνδ. ιʹ

[10.69.7] Διὰ γὰρ τοῦ φαινομένου ἔδειξε τὴν δύναμιν τοῦ κρυπτο-
μένου.
[10.69.? Τοῦ αὐτοῦ
[10.69.? ἐν τῇ Κυρίνου ἐκκλησίᾳ, Κυριακῆς οὔσης,
[10.69.? Παχῶν κβʹ, ἰνδ. εʹ,
[10.69.? ἀναγνωσθέντος τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου
[10.69.? «ὁ δὲ Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο»

[10.70] Τοιγαροῦν ἐπειδὴ Θεός ἐστιν ἅμα καὶ ἄνθρωπος ὁ αὐτός,
πιστοῦται διὰ τῶν ἔργων ἀμφότερα καὶ λανθάνειν τοὺς ὁρῶν-
τας οὐκ ἀνέχεται. Ὅτι μὲν γὰρ φύσει Θεός τέ ἐστι διὰ τῶν
σημείων ἐπιδείκνυται, λεπροὺς καθαιρῶν, φωτίζων τυφλοὺς
καὶ παρειμένους ῥωννὺς καὶ τεθνηκόσι διδοὺς ζωήν, καὶ τὸ δὴ
μέγιστον-ταῦτα γὰρ ἴσως καὶ προφῆται κατώρθωσαν-,
διαρρήδην παρρησιαζόμενος καὶ λέγων· «Ἐγὼ καὶ ὁ Πατὴρ
ἕν ἐσμεν»· ἀλλὰ τοῖς μέν, ὡς ἔφην, πιστοῦται τὸ μεγα-
λοφυὲς τῆς θεότητος.
[10.71] Ὅτι γε μὴν καὶ ἄνθρωπός ἐστιν
ἀληθῶς ὁ αὐτός, οὐδὲ τοῦτο βούλεται λαθεῖν, προανακόπτων
τοὺς τὴν φαντασίαν νοσοῦντας, δεικνὺς ἐναργῶς πάθεσιν
ὑπουργῶν· καὶ ποίοις πάθεσιν; Ὅσα δι' ἀσθένειαν, οὐ δι'
ἁμαρτίαν τῇ σαρκὶ προσῳκείωται, τὸ πεινῆν λέγω καὶ διψῆν
καὶ ὑπνοῦν καὶ κοποῦσθαι· ταῦτα γὰρ φύσει καὶ οὐ προαιρέσει
συμβαίνοντα ἁμαρτίαν τοῖς ὑπομένουσιν οὐ προστρίβεται.
Τούτοις οὖν ὁ Κύριος τοῖς ἀναμαρτήτοις πάθεσιν ἔφησε τὴν
ἑαυτοῦ σάρκα πειθαρχεῖν, δεικνὺς σαφῶς ὡς φύσει καὶ
ἀληθείᾳ καὶ οὐ δοκήσει γέγονεν ἄνθρωπος.
[10.71.? Τοῦ αὐτοῦ ἐν τῷ ἱερῷ,
[10.71.? ἐν τῇ ἑορτῇ τῶν Παχῶν

[10.72] Θεοῦ μὲν ἴδιον τὸ θαυματουργεῖν καὶ τοῖς στοιχείοις
ἐπιτάττειν καὶ τῶν μελλόντων ποιεῖσθαι τὴν προαγόρευσιν,
ἀνθρώπου δὲ ἡμέρου καὶ κοινωνικοῦ ἡ πρὸς τοὺς γονεῖς τιμή,
ἡ πρὸς τοὺς ἀδελφοὺς συνουσία, ἡ πρὸς τοὺς μαθητὰς καὶ
γνωρίμους ὁμιλία. Διά τοι ταῦτα ὁ Κύριος ἡμῶν Ἰησοῦς
ὁ Χριστός, καὶ Θεὸς ὢν ἐκ Θεοῦ καὶ δι' ἡμᾶς γεγονὼς
ἄνθρωπος, καὶ τὴν τῆς θεότητος ἐπιδείκνυται δύναμιν καὶ τῆς
ἀνθρωπότητος φυλάττει τοὺς νόμους, ὅπερ ἦν τε καὶ ἔστι διὰ
τῶν σημείων πιστούμενος, καὶ ὃ γενέσθαι κατηξίωσε διὰ τῶν
ἔργων ἐπιδεικνύμενος.
[10.72.? Τοῦ αὐτοῦ
[10.72.? ἐν τῇ τεσσαρακοστῇ τῆς ἀναλήψεως τοῦ Κυρίου ἡμέρᾳ,
[10.72.? Παχῶν κεʹ, ἰνδ. θʹ,
[10.72.? εἰς τὸ ῥητὸν τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου τὸ λέγον
[10.72.? «συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω»

[10.73] Ἀλλ' οἷα καὶ νῦν τὰ παρ' αὐτοῦ πρὸς τοὺς ἀοιδίμους
μαθητὰς εἰρημένα κατανοήσωμεν· «Συμφέρει ὑμῖν ἵνα ἐγὼ
ἀπέλθω.» Διὰ τὴν ὑμῶν σωτηρίαν ἐπὶ τῆς γῆς παραγέγονα,
διὰ τὴν ὑμῶν ὠφέλειαν πρὸς τὸν οὐρανὸν ἀνιέναι καλόν. Ἀσώ-
ματος κατῆλθον δι' ὑμᾶς, ἐκεῖ γενέσθαι μετὰ τοῦ σώματος
συμφέρον· πρὸς οὐρανὸν γὰρ ὑμῶν ἑλκύσαι τὸ γένος προῄ-
ρημαι· δεῖ με μετὰ σαρκὸς τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν
ἀπολαβεῖν· ἐγκαινίσαι με δεῖ τὴν ξένην πορείαν καὶ δεῖξαι
βατὸν τοῖς ἀνθρώποις τὸν οὐρανόν· ὁδεύω πρῶτος διὰ τοῦ
ἀέρος, ἵνα καὶ ὑμεῖς ὕστερον «ἁρπαγῆτε εἰς ἀέρα ἐν νεφέλαις
εἰς τὴν ἡμετέραν ἀπάντησιν».
[10.74] Καὶ τούτου ἀκοῦσαι ᾠήθην τὸν ἀναγινώσκοντα, πῶς
τὸν ἄνθρωπον διαρρήδην βοᾷ δυσχεραίνοντα πρὸς ἀποβίωσιν,
καὶ τοῦτον διὰ τοῦ πάθους καὶ τῆς ἀναστάσεως ἀφθαρσίαν καὶ
ἀνακαινισμὸν φύσεως λαμβάνοντα καὶ ζωοποίησιν, τὸν πρώην
πάθεσιν ὑπουργοῦντα καὶ κοπούμενον διὰ τὴν περικειμένην
ἀσθένειαν, καὶ πρὸς οὐρανὸν ἔτι ἑλκυσθέντα καὶ τῆς ἐκ δεξιῶν
καθέδρας ἠξιωμένον καὶ τὴν ξένην πορείαν πρῶτον δραμόντα
καὶ βατόν, πρῶτος ἀνθρώπων, τὸν οὐρανὸν ποιήσαντα.
[10.75] Ὢ τῶν ἀσυμφώνων συμφωνία, ὢ τῶν ἀποσχιστῶν
ἀκούσιος συνάφεια, ὢ τῶν λοιδόρων οὐχ ἑκούσιος εὐφημία,
ἤγουν συγκατάθεσις. Πῶς κατὰ πάντα οὐκ ἐδείχθημεν τέκνα
τῆς Ἐκκλησίας; Πῶς οὐ πρόδηλον ὅτι ξένην ὁδὸν οὐκ
ἐτρίψαμεν; Πῶς οὐ κατὰ πάντα κατάκριτοι οἱ τούτοις πᾶσιν
ἀπειθοῦντες, ἢ ἀντιλέγοντες; Πῶς οὐ κατὰ πάντα μεμαρτυ-
ρημένη ἡ ἡμετέρα γραφὴ γνήσιον τῆς ἐκκλησιαστικῆς παρα-
δόσεως γέννημα; Θεὸς μάρτυς, εἶτα ἀπόστολοι, προφῆται,
ἁγίων πατέρων πολυώνυμος χορός.
[11.t] ΛΟΓΟΣ ΙΑʹ
 Καταγραφὴ περὶ ζῴων ἰνδικῶν καὶ περὶ δένδρων ἰνδικῶν
καὶ περὶ τῆς Ταπροβάνης νήσου.

[11.1] Τοῦτο τὸ ζῷον καλεῖται ῥινόκερως διὰ τὸ ἐν τοῖς
μυκτῆρσι τὰ κέρατα ἔχειν· ὅτε δὲ περιπατεῖ, σαλεύονται τὰ
κέρατα, ὅτε δὲ ὁρᾷ μετὰ θυμοῦ, ἀποτείνει αὐτὰ καὶ ἀσάλευτα
εὑρίσκονται, ὥστε καὶ δένδρα δύνασθαι ἐκριζοῦν ἐν αὐτοῖς
μάλιστα τὸ ἔμπροσθεν. Τοὺς δὲ ὀφθαλμοὺς κάτω περὶ τὰς
γνάθους ἔχει. Φοβερώτατον δέ ἐστι πάνυ μάλιστα καὶ τῷ
ἐλέφαντί πως ἀντικείμενον· οἱ πόδες δὲ καὶ τὸ δέρμα παρα-
πλήσιά εἰσι τῷ ἐλέφαντι. Ἔχει δὲ καὶ τὸ πάχος τοῦ δέρματος
αὐτοῦ ξηραινόμενον δακτύλους τέσσαρας, καὶ ἐξ αὐτοῦ ἔνιοι
βάλλουσιν ἀντὶ σιδήρου εἰς τὰ ἄροτρα καὶ ἀροτριοῦσι τὴν γῆν.
[11.2] Καλοῦσι δὲ αὐτὸ οἱ Αἰθίοπες τῇ ἰδίᾳ διαλέκτῳ ἀρουὴ
ἅρισι, δασύνοντες τὸ δεύτερον ἄλφα καὶ οὕτω προστιθέντες
τὸ ῥισί, ἵνα εἴπῃ διὰ τοῦ μὲν ἀρουὴ θηρίον, διὰ τοῦ δὲ ἅρισι
ἀροτριοῦν, ἐκ τοῦ σχήματος τοῦ περὶ τοὺς ῥώθωνας, ἅμα δὲ
καὶ τοῦ δέρματος τὴν ἐπωνυμίαν αὐτῷ τεθεικότες. Τεθέαμαι
δὲ καὶ ζῶντα ἐν τῇ Αἰθιοπίᾳ ἀπὸ μακρὰν ἱστάμενος καὶ νεκρὸν
ἐκδαρὲν καὶ καταγγισθὲν ἄχυρα καὶ ἱστάμενον ἐν οἴκῳ
βασιλικῷ, ὅθεν ἀκριβῶς κατέγραψα.
[11.3] Τοῦτο τὸ ζῷον ὁ ταυρέλαφος καὶ ἐν τῇ Ἰνδίᾳ καὶ ἐν τῇ
Αἰθιοπίᾳ εὑρίσκεται. Ἀλλὰ τὰ μὲν τῆς Ἰνδίας ἥμερά εἰσι,
[11.3.3] καὶ ἐν αὐτοῖς ποιοῦσιν ἐν δισακκίοις βασταγὰς πιπέρεως καὶ
ἑτέρων φορτίων, καὶ γάλα ἀμέλγουσιν ἐξ αὐτῶν καὶ βούτυρον.
Ἅμα δὲ καὶ τὸ κρέας ἐσθίομεν, οἱ μὲν χριστιανοὶ σφάζοντες,
οἱ δὲ Ἕλληνες κοτραφίζοντες. Τὰ δὲ τῆς Αἰθιοπίας ἄγριά
εἰσι καὶ ἀνήμερα.
[11.4] Ἡ δὲ καμηλοπάρδαλις ἐν τῇ Αἰθιοπίᾳ μόνῃ εὑρίσκεται·
καὶ αὗται πάλιν ἀνήμεραι καὶ ἄγριαί εἰσιν. Ἐν δὲ τῷ παλατίῳ
εἰς λόγον τοῦ βασιλέως ἡμεροῦσιν ἀπὸ μικρόθεν μίαν ἢ δύο
πρὸς θέαν αὐτοῦ. Ὅτε δὲ παραβάλλουσιν αὐτῇ πιεῖν ἔμπρο-
σθεν τοῦ βασιλέως εἰς λεκάνην ἢ γάλα ἢ ὕδωρ, εἰ μὴ ἁπλώσει
τοὺς ἔμπροσθεν δύο πόδας, οὐ δύναται φθάσαι καὶ πιεῖν εἰς
τὴν γῆν διὰ τὸ καὶ τοὺς πόδας καὶ τὸ στῆθος καὶ τὸν τράχηλον
ὑψηλὰ ὑπάρχειν· ἀναλόγως οὖν διασχίζουσα τοὺς ἔμπροσθεν
πόδας τότε δύναται πιεῖν. Καὶ ταῦτα ὡς οἴδαμεν διεγράψαμεν.
[11.5] Ἀγριόβους ἐστὶ μέγας, τῆς Ἰνδικῆς τοῦτο τὸ ζῷον, ἐξ
οὗ ἐστιν ἡ λεγομένη τοῦφα, ᾗ κοσμοῦσι τοὺς ἵππους καὶ τὰ
βάνδα οἱ ἄρχοντες εἰς τοὺς κάμπους. Φασὶ δὲ περὶ αὐτοῦ ὅτι,
ἐὰν ἀντιλάβηται δένδρον τῆς οὐρᾶς, οὐκ ἔτι κλίνεται, ἀλλ'
ἵσταται ἀηδῶς ἔχων ἐᾶσαι μίαν τρίχα ἐξ αὐτῆς· λοιπὸν
ἔρχονται οἱ ἐγχώριοι καὶ κόπτουσι τὴν οὐράν, καὶ τότε φεύγει
τὸ πᾶν τῆς οὐρᾶς ἀπολέσας. Αὕτη ἡ φύσις τῷ ζῴῳ.
[11.6] Τὸ δὲ μικρὸν ζῷόν ἐστιν ὁ μόσχος· καλοῦσι δὲ αὐτὸ τῇ
ἰδίᾳ διαλέκτῳ οἱ ἐγχώριοι καστοῦρι. Διώκοντες δὲ αὐτὸ
τοξεύουσι, καὶ τὸ συναγόμενον αἷμα περὶ τὸν ὀμφαλὸν
δεσμεύοντες ἀποκόπτουσι· τοῦτο γάρ ἐστι τὸ μέρος αὐτοῦ τὸ
εὐῶδες, τουτέστιν ὁ παρ' ἡμῶν λεγόμενος μόσχος· τὸ δὲ
λοιπὸν αὐτοῦ σῶμα ἔξω ῥίπτουσιν.
[11.7] Τοῦτο τὸ ζῷον καλεῖται μονόκερως. Οὐκ ἐθεασάμην δὲ
αὐτό· στήλας δὲ αὐτοῦ χαλκᾶς ἀνατιθεμένας ἐν τῇ Αἰθιοπίᾳ
ἐν οἴκῳ τετραπύργῳ βασιλικῷ τέσσαρας ἑώρακα, διὸ καὶ
οὕτως κατέγραψα. Φασὶ δὲ περὶ αὐτοῦ ὅτι φοβερόν ἐστι καὶ
ἀκαταμάχητον ἐν τῷ κέρατι ἔχον τὴν ὅλην ἰσχύν· καὶ ἡνίκα
δόξῃ παρὰ πολλῶν διώκεσθαι καὶ καταληφθῇ, εἰς κρημνὸν
ἐφάλλεται καὶ ῥίπτει ἑαυτὸν ἐκ τοῦ ὕψους, καὶ κατερχόμενον
ἀντιστρέφεται, καὶ τὸ κέρας δέχεται τὴν ὅλην ὁρμήν, καὶ
ἀβλαβὲς διαμένει. Τοιαῦτα δὲ καὶ ἡ θεία Γραφὴ διηγεῖται
περὶ αὐτοῦ λέγουσα· «Σῶσόν με ἐκ στόματος λεόντων, καὶ
ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου», καὶ πάλιν·
«Καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων»· καὶ πάλιν ἐν
ταῖς εὐλογίαις τοῦ Βαλαάμ, αἷς εὐλόγησε τὸν Ἰσραήλ, φησὶν
ἐκ δευτέρου· «Οὕτως ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου,
ὡς δόξαν μονοκέρωτος», αὐτῷ διὰ πάντων ἰσχὺν καὶ πεποί-
θησιν καὶ δόξαν μαρτυροῦσα τῷ ζῴῳ.
[11.8] Τὸν δὲ χοιρέλαφον καὶ εἶδον καὶ ἔφαγον.
[11.9] Τὸν δὲ ἱπποπόταμον οὐκ εἶδον μέν, ἔσχον δὲ ὀδόντας ἐξ
αὐτοῦ μεγάλους ὡς ἀπὸ λιτρῶν δεκατριῶν, οὓς καὶ πέπρακα
ἐνταῦθα· πολλοὺς δὲ εἶδον καὶ ἐν τῇ Αἰθιοπίᾳ καὶ ἐν τῇ
Αἰγύπτῳ.
[11.10] Τοῦτο τὸ δένδρον ἐστὶ τὸ τοῦ πιπέρεως· ἕκαστον δὲ
δένδρον ἑτέρῳ ὑψηλῷ ἀκάρπῳ δένδρῳ ἀνακλᾶται διὰ τὸ
λεπτὸν εἶναι πάνυ καὶ ἀσθενές, ὥσπερ καὶ τὰ κλήματα τῆς
ἀμπέλου λεπτά· ἕκαστος δὲ βότρυς δίφυλλον ἔχει σκέπον·
χλωρὸν δὲ πάνυ ἐστίν, ὥσπερ ἡ χρόα τοῦ πηγάνου.
[11.11] Τὸ δὲ ἄλλο τῶν ἀργελλίων ἐστὶ τῶν λεγομένων,
τουτέστι τῶν μεγάλων καρύων τῶν ἰνδικῶν· παραλλάττει δὲ
τοῦ φοίνικος οὐδέν, πλὴν ὅτι τελειότερόν ἐστι καὶ ἐν ὕψει καὶ
ἐν πάχει καὶ ἐν τοῖς βαΐοις. Οὐ βάλλει δὲ καρπόν, εἰ μὴ δύο
ἢ τρία σπάθια ἀπὸ τριῶν ἀργελλίων· ἔστι δὲ ἡ γεῦσις γλυκεῖα
πάνυ καὶ ἡδεῖα, ὡς τὰ κάρυα τὰ χλωρά· ἐξ ἀρχῆς μὲν τοῦ
ὕδατος γέμει γλυκέος πάνυ, ὅθεν καὶ ἐξ αὐτῶν πίνουσιν οἱ
Ἰνδοὶ ἀντὶ οἴνου· λέγεται δὲ τὸ πινόμενον ῥογχοσοῦρα ἡδὺ
πάνυ· τρυγώμενον δὲ καὶ παραμένον αὐτὸ τὸ ἄργελλιν,
πήγνυται τὸ ὕδωρ αὐτοῦ κατὰ πρόσβασιν τὸ ἐπὶ τὸ ὄστρακον
αὐτοῦ, καὶ μένει τὸ ὕδωρ εἰς τὸ μέσον ἄπηκτον, μέχρις ὅτου
καὶ αὐτὸ ἐκλίπῃ· ἐὰν δὲ καὶ πλέον παραμείνῃ, ταγγίζει
ὁ καρπὸς αὐτοῦ ὁ πεπηγὼς καὶ οὐ δύναται ἔτι βρωθῆναι.
[11.12] Φώκην τὴν λεγομένην καὶ τὸν δελφῖνα καὶ χελώνην
ἣν ἐσθίομεν κατὰ θάλατταν, εἰ τύχοι πιασθῆναι. Τὸν μὲν
δελφῖνα καὶ τὴν χελώνην σφάζοντες ἐσθίομεν, τὴν δὲ φώκην
οὐ σφάζοντες, ἀλλὰ κοτραφίζοντες, ὡς ἐπὶ τῶν ἰχθύων τῶν
μεγάλων. Καὶ τὸ μὲν κρέας τῆς χελώνης, ὡς προβάτου, ἐστὶ
μελαμψόν· τὸ δὲ τοῦ δελφῖνος, ὡς χοίρου, μελαμψὸν δὲ καὶ
βρομῶδες· τὸ δὲ τῆς φώκης, ὡς χοίρου, λευκὸν καὶ ἄβρομον.
[11.12.? Περὶ τῆς Ταπροβάνης νήσου
[11.13] Αὕτη ἐστὶν ἡ νῆσος ἡ μεγάλη ἐν τῷ Ὠκεανῷ, ἐν τῷ
Ἰνδικῷ πελάγει κειμένη, παρὰ μὲν Ἰνδοῖς καλουμένη Σιελε-
δίβα, παρὰ δὲ Ἕλλησι Ταπροβάνη, ἐν ᾗ εὑρίσκεται ὁ λίθος
ὁ ὑάκινθος· περαιτέρω δὲ κεῖται τῆς χώρας τοῦ πιπέρεως.
Πέριξ δὲ αὐτῆς εἰσι νῆσοι μικραὶ πολλαὶ πάνυ, πᾶσαι δὲ γλυκὺ
ὕδωρ ἔχουσαι καὶ ἀργέλλια· ἀγχιβαθαὶ δὲ ὡς ἐπὶ τὸ πλεῖστον
πᾶσαί εἰσιν. Ἔχει δὲ ἡ νῆσος ἡ μεγάλη, καθώς φασιν οἱ
ἐγχώριοι, γαύδια τριακόσια εἴς τε μῆκος ὁμοίως καὶ πλάτος,
τουτέστι μίλια ἐννακόσια. Δύο δὲ βασιλεῖς εἰσιν ἐν τῇ νήσῳ,
ἐναντίοι ἀλλήλων· ὁ εἷς ἔχων τὸν ὑάκινθον, καὶ ὁ ἕτερος τὸ
μέρος τὸ ἄλλο, ἐν ᾧ ἐστι τὸ ἐμπόριον καὶ ὁ λιμήν· μέγα δέ ἐστι
καὶ τὸ τῶν ἐκεῖσε ἐμπόριον.
[11.14] Ἔχει δὲ ἡ αὐτὴ νῆσος καὶ Ἐκκλησίαν τῶν ἐπιδη-
μούντων Περσῶν χριστιανῶν καὶ πρεσβύτερον ἀπὸ Περσίδος
χειροτονούμενον καὶ διάκονον καὶ πᾶσαν τὴν ἐκκλησιαστικὴν
λειτουργίαν. Οἱ δὲ ἐγχώριοι καὶ οἱ βασιλεῖς ἀλλόφυλοί εἰσιν.
Ἱερὰ δὲ πολλὰ ἔχουσιν ἐν αὐτῇ τῇ νήσῳ· εἰς ἕνα δὲ ἱερὸν
αὐτῶν ἐφ' ὑψηλοῦ κείμενόν ἐστιν ἕνα ὑακίνθιν, ὥς φασι,
πυρροῦν καὶ μέγα ὂν ὡς στρόβιλος μέγας· καὶ λάμπει
μακρόθεν, μάλιστα τοῦ ἡλίου αὐτὸ περιλάμποντος, ἀτίμητον
θέαμα ὄν.
[11.15] Ἐξ ὅλης δὲ τῆς Ἰνδικῆς καὶ Περσίδος καὶ Αἰθιοπίας
δέχεται ἡ νῆσος πλοῖα πολλά, μεσῖτις οὖσα, ὁμοίως καὶ
ἐκπέμπει. Καὶ ἀπὸ μὲν τῶν ἐνδοτέρων, λέγω δὴ τῆς Τζινίστα
καὶ ἑτέρων ἐμπορίων, δέχεται μέταξιν, ἀλοήν, καρυόφυλλον,
ξυλοκαρυόφυλλον, τζανδάναν, καὶ ὅσα κατὰ χώραν εἰσί· καὶ
μεταβάλλει τοῖς ἐξωτέρω, λέγω δὴ τῇ Μαλέ, ἐν ᾗ τὸ πίπερ
γίνεται, καὶ τῇ Καλλιανᾷ, ἔνθα ὁ χαλκὸς γίνεται καὶ σησάμινα
ξύλα καὶ ἕτερα ἱμάτια-ἔστι γὰρ καὶ αὕτη μέγα ἐμπόριον-,
ὁμοίως καὶ Σινδοῦ, ἔνθα ὁ μόσχος καὶ τὸ κοστάριν καὶ τὸ
ναρδόσταχυν γίνεται, καὶ τῇ Περσίδι καὶ τῷ Ὁμηρίτῃ καὶ τῇ
Ἀδούλῃ, καὶ πάλιν τὰ ἀπὸ ἑκάστου τῶν εἰρημένων ἐμπορίων
δεχομένη καὶ τοῖς ἐνδοτέρω μεταβάλλουσα καὶ τὰ ἴδια ἅμα
ἑκάστῳ ἐμπορίῳ ἐκπέμπουσα.
[11.16] Ἡ Σινδοῦ δέ ἐστιν ἀρχὴ τῆς Ἰνδικῆς. Διαιρεῖ γὰρ
ὁ Ἰνδὸς ποταμός, τουτέστιν ὁ Φεισών, εἰς τὸν κόλπον τὸν
Περσικὸν ἔχων τὰς ἐκροίας, τήν τε Περσίδα καὶ τὴν Ἰνδίαν.
Εἰσὶν οὖν τὰ λαμπρὰ ἐμπόρια τῆς Ἰνδικῆς ταῦτα, Σινδοῦ,
Ὀρροθᾶ, Καλλιανᾶ, Σιβώρ, ἡ Μαλέ, πέντε ἐμπόρια ἔχουσα
βάλλοντα τὸ πέπερι, Πάρτι, Μαγγαρούθ, Σαλοπάτανα, Ναλο-
πάτανα, Πουδαπάτανα. Λοιπὸν ἔξω ὡς ἀπὸ πέντε νυχθημέρων
τῆς στερεᾶς εἰς τὸν Ὠκεανόν ἐστιν ἡ Σιελεδίβα, τουτέστιν
ἡ Ταπροβάνη. Εἶτα λοιπὸν ἐνδοτέρω εἰς τὴν στερεὰν ἐμπόριον
ἡ Μαραλλὼ βάλλουσα κοχλίους ἐστί, Καβὲρ βάλλουσα τὸ
ἀλαβανδηνόν, εἶτα ἐφεξῆς λοιπὸν τὸ καρυόφυλλον, καὶ τὸ
λοιπὸν ἡ Τζινίστα τὴν μέταξιν βάλλουσα, ἧς ἐνδοτέρω οὐκ
[11.16.13] ἔστιν ἑτέρα χώρα· ὁ Ὠκεανὸς γὰρ αὐτὴν κυκλοῖ κατὰ ἀνατο-
λάς. Αὕτη οὖν ἡ Σιελεδίβα μέση πως τυγχάνουσα τῆς Ἰνδικῆς,
ἔχουσα δὲ καὶ τὸν ὑάκινθον, ἐξ ὅλων τῶν ἐμπορίων δέχεται καὶ
ὅλοις μεταβάλλει, καὶ μέγα ἐμπόριον τυγχάνει.
[11.17] Ποτὲ γοῦν τις ἀπὸ τῶν ἐνταῦθα πραγματευομένων
ὀνόματι Σώπατρος, ὃν ἴσμεν πρὸ τριάκοντα πέντε ἐτῶν τελευ-
τήσαντα, εἰσελθὼν ἐν τῇ Ταπροβάνῃ νήσῳ πραγματείας
ἕνεκα ἔτυχε καὶ ἀπὸ Περσίδος ὁρμῆσαι πλοῖον. Κατῆλθον
οὖν οἱ ἀπὸ Ἀδούλης, μεθ' ὧν ἦν ὁ Σώπατρος, κατῆλθον καὶ
οἱ ἀπὸ Περσίδος, μεθ' ὧν ἦν καὶ πρεσβύτης Περσῶν. Εἶτα
κατὰ τὸ ἔθος οἱ ἄρχοντες καὶ οἱ τελῶναι δεξάμενοι τούτους
ἀποφέρουσι πρὸς τὸν βασιλέα. Ὁ δὲ βασιλεὺς δεξάμενος καὶ
προσκυνηθεὶς κελεύει αὐτοὺς καθεσθῆναι· εἶτα ἐρωτᾷ· Πῶς
αἱ χῶραι ὑμῶν καὶ πῶς τὰ πράγματα; Οἱ δὲ εἶπον· Καλῶς·
εἶτα ὡς ἐν τῷ μεταξὺ ἠρώτησεν ὁ βασιλεύς· Ποῖος τῶν βασι-
λέων ὑμῶν μειζότερος καὶ δυνατώτερος;
[11.18] Ὁ δὲ Πέρσης
ἁρπάσας τὸν λόγον ἔφη· Ὁ ἡμέτερος καὶ δυνατώτερος καὶ
μειζότερος καὶ πλουσιώτερος καὶ βασιλεὺς βασιλέων ἐστί· καὶ
εἴ τι θέλει, δύναται. Ὁ δὲ Σώπατρος ἐσιώπα. Εἶτα φησὶν ὁ
βασιλεύς· Σύ, Ῥωμεῦ, οὐδὲν λαλεῖς; Ὁ δὲ Σώπατρος· Τί
ἔχω εἰπεῖν, τούτου ταῦτα εἰπόντος; Εἰ θέλεις μαθεῖν τὴν
ἀλήθειαν, ἔχεις ἀμφοτέρους τοὺς βασιλέας ἐνταῦθα· κατα-
νόησον ἑκάστῳ καὶ ὁρᾷς ποῖος λαμπρότερος καὶ δυνατώτερός
ἐστιν. Ἐκεῖνος ἀκούσας ἐξενίσθη λέγων· Πῶς ἔχω τοὺς
ἀμφοτέρους βασιλέας ἐνταῦθα; Ὁ δὲ εἶπεν· Ἔχεις ἀμφο-
τέρων τὰς μονίτας, τοῦ μὲν τὸ νόμισμα, τοῦ δὲ τὴν δραχμήν,
τουτέστι τὸ μιλιαρίσιν· κατανόησον τῇ εἰκόνι ἑκάστου καὶ
ὁρᾷς τὴν ἀλήθειαν.
[11.19] Ὁ δὲ ἐπαινέσας καὶ ἐπινεύσας ἐκέλευ-
σεν ἐνεχθῆναι ἀμφότερα. Ἦν οὖν τὸ νόμισμα ὄβρυζον, λαμ-
πρόν, εὔμορφον· τοιαῦτα γὰρ ἐκλεκτὰ προχωροῦσιν ἐκεῖ· ἦν
δὲ καὶ τὸ μιλιαρίσιν, ἅπαξ εἰπεῖν, ἄργυρος, καὶ ἀρκεῖ μὴ
συγκρινόμενος τῷ χρυσίῳ. Στρέψας δὲ ὁ βασιλεὺς καὶ ἀντι-
στρέψας καὶ κατανοῶν ἀμφότερα, ἐπαινέσας πάνυ τὸ νόμισμα,
ἔφη· Ὄντως οἱ Ῥωμεῖς καὶ λαμπροὶ καὶ δυνατοὶ καὶ φρό-
νιμοι. Ἐκέλευσεν οὖν τὸν Σώπατρον τιμηθῆναι μεγάλως, καὶ
καθίσας αὐτὸν εἰς ἐλέφαντα μετὰ τυμπάνων τὴν πόλιν περιῆγεν
ἐν τιμῇ πολλῇ. Ταῦτα ὁ Σώπατρος ἡμῖν διηγήσατο, καὶ οἱ
μετ' αὐτοῦ ὄντες ἐν τῇ νήσῳ ἐκείνῃ ἀπὸ Ἀδούλης ἀπελθόντες.
Τούτων δὲ γενομένων, ὡς ἔφησαν, ὁ Πέρσης πάνυ ἐνετράπη.
[11.20] Μεταξὺ δὲ τῶν λαμπρῶν ἐμπορίων τῶν προρρηθέντων
εἰσὶ καὶ ἕτερα ἐμπόρια πολλά, καὶ παραθαλάττια καὶ μεσόγεια,
καὶ πολλὴ χώρα. Ἀνώτεροι δέ, τουτέστι βορειότεροι, τῆς
Ἰνδικῆς εἰσι λευκοὶ Οὔννοι, ὁ λεγόμενος Γολλᾶς ἐκβάλλων εἰς
πόλεμον, ὥς φασιν, οὐκ ἔλαττον τῶν δισχιλίων ἐλεφάντων καὶ
ἵππον πολλήν· κατακρατεῖ δὲ καὶ τῆς Ἰνδικῆς καταδυ-
ναστεύων καὶ φόρους ἀπαιτῶν. Ποτὲ γοῦν, ὥς φασι, βουλό-
μενος πόλιν τῶν Ἰνδῶν μεσόγειον πορθῆσαι, τῆς δὲ πόλεως
κύκλῳ ὕδατι φρουρουμένης, αὐτὸς ἱκανὰς ἡμέρας περικαθίσας
καὶ φρουρήσας καὶ ἀναλώσας τὸ ὕδωρ διὰ τῶν ἐλεφάντων καὶ
ἵππων καὶ τοῦ στρατοπέδου, ὕστερον διὰ ξηρᾶς περάσας τὴν
πόλιν παρέλαβεν.
[11.21] Οὗτοι καὶ τὸν σμάραγδον λίθον ἀγαπῶσι καὶ εἰς τὸν
στέφανον αὐτῶν φοροῦσιν. Εἰσφέρουσι γὰρ οἱ Αἰθίοπες συναλ-
λαγὰς ποιοῦντες μετὰ τῶν Βλεμμύων ἐν τῇ Αἰθιοπίᾳ τὸν
αὐτὸν λίθον ἕως εἰς τὴν Ἰνδίαν· καὶ αὐτοὶ τὰ καλλιστεύοντα
ἀγοράζουσι. Καὶ ταῦτα πάντα, τὰ μὲν πείρᾳ μαθὼν ἐξηγη-
σάμην καὶ διέγραψα, τὰ δὲ καὶ ἐγγὺς τῶν τόπων γενόμενος
ἀκριβῶς μεμαθηκὼς ἐξεῖπον.
[11.22] Οἱ δὲ κατὰ τόπον βασιλεῖς τῆς Ἰνδικῆς ἔχουσιν
ἐλέφαντας, οἷον ὁ τῆς Ὀρροθᾶ καὶ ὁ Καλλιανῶν καὶ ὁ τῆς
Σινδοῦ καὶ ὁ τῆς Σιβὼρ καὶ ὁ τῆς Μαλέ, ὁ μὲν ἑξακόσια, ὁ δὲ
πεντακόσια, ἕκαστος πλέον ἢ ἔλαττον. Ὁ δὲ τῆς Σιελεδίβα καὶ
τοὺς ἐλέφαντας οὓς ἔχει καὶ τοὺς ἵππους, τοὺς μὲν ἐλέφαντας
πηχισμῷ ἀγοράζει-μετρεῖται γὰρ ἀπὸ τῶν χαμαὶ τὸ ὕψος
αὐτοῦ, καὶ οὕτω συμφωνεῖ τῷ πήχει παρέχων, φέρε εἰπεῖν,
πεντήκοντα ἢ ἑκατὸν νομίσματα ἢ καὶ πλέον-, τοὺς δὲ
ἵππους ἀπὸ Περσίδος φέρουσιν αὐτῷ, καὶ ἀγοράζει καὶ τιμᾷ
ἀτέλειαν τοὺς φέροντας. Οἱ δὲ καὶ εἰς τὴν στερεὰν βασιλεῖς
ἡμεροῦσιν ἐκ τοῦ ἀγροῦ τοὺς ἐλέφαντας καὶ κτῶνται αὐτοὺς
εἰς πολεμικὴν χρείαν.
[11.23] Συμβάλλουσι δὲ καὶ μάχην ἐλεφάντων πολλάκις, θεω-
ροῦντος τοῦ βασιλέως. Μεσάζουσι γὰρ τοὺς δύο ξύλον μέγα
πλάγιον, δεδεμένον εἰς ἄλλα δύο ξύλα ὄρθια, φθάνοντα ὥσπερ
εἰς τὸ στῆθος αὐτῶν· καὶ ἵστανται πολλοὶ ἔνθεν κἀκεῖθεν
ἄνθρωποι μὴ ἐῶντες αὐτοὺς συμμῖξαι ἀλλήλοις καὶ συμβάλ-
λουσιν αὐτούς· καὶ ταῖς προβοσκίσι τύπτουσιν ἀλλήλους,
μέχρι ὁ πρότερος αὐτῶν παραιτήσεται. Ὀδόντας δὲ μεγάλους
οἱ ἰνδικοὶ οὐκ ἔχουσιν, ἀλλὰ καὶ ἐὰν σχῶσι, πρίζουσιν αὐτοὺς
διὰ τὸ βάρος, ἵνα μὴ βαρῇ αὐτοὺς ἐν τῷ πολέμῳ. Οἱ δὲ Αἰθίο-
πες οὐκ ἴσασιν ἡμερῶσαι ἐλέφαντας, ἀλλ' εἰ τύχοι θελῆσαι
τὸν βασιλέα ἕνα ἢ δεύτερον πρὸς θέαν, μικροὺς πιάζουσι καὶ
ἀνατρέφουσιν· ἔχει γὰρ ἡ χώρα αὐτῶν πλῆθος καὶ μεγάλους
ὀδόντας ἔχοντας· ἐκ τῆς γὰρ Αἰθιοπίας καὶ εἰς Ἰνδίαν πλωΐ-
ζονται ὀδόντες καὶ ἐν Περσίδι καὶ ἐν τῷ Ὁμηρίτῃ καὶ ἐν τῇ
Ῥωμανίᾳ. Καὶ ταῦτα παρειληφὼς ἔγραψα.
[11.24] Πᾶσαν δὲ τὴν Ἰνδικὴν καὶ τὴν Οὐννίαν διαιρεῖ ὁ
Φεισὼν ποταμός. Καλεῖται γὰρ παρὰ τῇ θείᾳ Γραφῇ ἡ γῆ τῆς
Ἰνδικῆς χώρας «Εὐιλάτ»· οὕτως γὰρ γέγραπται ἐν τῇ
Γενέσει· «Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν
παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς· ὄνομα
τῷ ἑνὶ Φεισών, οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ· ἐκεῖ
οὖν ἐστι τὸ χρυσίον, τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· ἐκεῖ
ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος», γῆν Εὐιλὰτ σαφέστε-
ρον αὐτὴν ὀνομάσας. Οὗτος δὲ Εὐιλὰτ ἐκ τοῦ Χάμ ἐστιν·
οὕτω γὰρ πάλιν γέγραπται· «Υἱοὶ Χάμ, Χοὺς καὶ Μεσραείμ,
Φοὺδ καὶ Χαναάν· υἱοὶ δὲ Χούς, Σαβᾶ καὶ Εὐιλάτ», του-
τέστιν Ὁμηρῖται καὶ Ἰνδοί· ἡ Σαβᾶ γὰρ ἐν τῷ Ὁμηρίτῃ
κεῖται, καὶ Εὐιλὰτ ἐν τῇ Ἰνδίᾳ ἐστί· τὰς δύο γὰρ ταύτας
χώρας ὁ Περσικὸς κόλπος διαιρεῖ. Ἔχει δὲ καὶ ἡ γῆ ἐκείνη
τὸ χρυσίον κατὰ τὸ ἱερὸν Γράμμα· ἔχει καὶ τὸν παιδέρωτα
λίθον, αὐτὸν γὰρ καλεῖ ἄνθρακα· ἔχει καὶ τὸν ἴασπιν, τοῦτον
γὰρ εἶπε λίθον πράσινον. Σαφέστερον οὖν ἡ θεία Γραφή, ὡς
ὄντως θεία, διηγεῖται τὰ πράγματα, καθὰ καὶ πᾶσα ἡ
πραγματεία δηλοῖ.
[12.t] ΛΟΓΟΣ ΙΒʹ
 Ἔτι ἕτερος λόγος σημαίνων ὅτι πολλοὶ τῶν ἔξωθεν ἀρχαίων
συγγραφέων μαρτυροῦσι τῇ ἀρχαιότητι τῶν θείων Γραφῶν
τῶν διὰ Μωϋσέως καὶ τῶν προφητῶν εἰρημένων, καὶ ὅτι
ὕστερον πάντων οἱ Ἕλληνες φαίνονται μεμαθηκότες καὶ
γράμματα καὶ περὶ τῶν θείων Γραφῶν, ἐρριζωμένην ἔχοντες
τὴν ἀπιστίαν.

[12.1] Ἐν τοῖς χαλδαϊκοῖς γράμμασι Βηρώσου καὶ ἑτέρων
τινῶν γέγραπται οὕτως ὅτι δέκα βασιλεῖς ἐβασίλευσαν παρ'
αὐτοῖς ἐτῶν μυριάδας δισχιλίας διακοσίας τεσσαράκοντα
δύο. Ἐπὶ δὲ τοῦ δεκάτου βασιλέως Ξισούθρου, παρ' αὐτῶν
οὕτω καλουμένου, γενέσθαι ἔφησαν μέγαν κατακλυσμόν·
ἐμβάντα δὲ εἰς πλοῖον τὸν Ξίσουθρον σὺν τῇ γαμετῇ καὶ τοῖς
συγγενέσι καὶ τοῖς ἀλόγοις, χρηματισθέντα ὑπὸ θεῶν καὶ δια-
σωθέντα λέγουσιν ἐπὶ τὰ ὄρη τῆς Ἀρμενίας καὶ μετὰ τὸν
κατακλυσμὸν θύσαντα θυσίας εὐχαριστηρίους τοῖς θεοῖς,
πάντα σχεδὸν μεταπλάσαντες τὰ Μωϋσέως. Δισχιλίας διακο-
[12.1.11] σίας τεσσαράκοντα δύο γὰρ καὶ προσέτι δέκα γενεὰς ἔμειναν
ἐν τῇ πέραν γῇ οἱ ἄνθρωποι, καὶ ἐπὶ τοῦ δεκάτου, λέγω δὴ τοῦ
Νῶε, γενομένου τοῦ κατακλυσμοῦ μετέβησαν διὰ τῆς κιβωτοῦ·
τοῦτον γὰρ τὸν Νῶε αὐτοὶ καλοῦσι Ξίσουθρον. Τὰς ἡμέρας
δὲ εἰς ἔτη μεταπλάσαντες δῆλοί εἰσιν, ἤγουν τὰ ἔτη μυριο-
πλάσαντες, δισχιλίας διακοσίας τεσσαράκοντα δύο μυριάδας
ἐτῶν ζήσαντας τοὺς δέκα βασιλεῖς εἶπον, οὕσπερ ὁ Μωϋσῆς
ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ τοῦ Νῶε δισχιλίας δια-
κοσίας τεσσαράκοντα δύο ἔτη ἠρίθμησεν.
[12.2] Ὁμοίως Τίμαιος, ὁ φιλόσοφος, οὕτω καὶ αὐτὸς δια-
γράφει τὴν γῆν ταύτην κυκλουμένην ὑπὸ τοῦ Ὠκεανοῦ, καὶ
τὸν Ὠκεανὸν ὑπὸ τῆς πέραν γῆς. Ἀτλαντίδα γὰρ νῆσόν τινα
ὑποτίθεται ὑπὸ τὴν δύσιν ἔξω εἰς τὸν Ὠκεανὸν ἐπὶ τὰς Γαδεί-
ρους μεγάλην καὶ ἄφατον, καὶ τὰ κατοικοῦντα ἐν αὐτῇ ἔθνη
μισθωσαμένους δέκα βασιλεῖς ἐκ τῆς πέραν γῆς ἐλθόντας καὶ
πολεμήσαντας Εὐρώπην καὶ τὴν Ἀσίαν, καὶ μετέπειτα ὑπὸ
τῶν Ἀθηναίων ἡττηθέντας, καὶ αὐτὴν δὲ τὴν νῆσον ὑπὸ
Θεοῦ καταποντωθεῖσαν λέγει. Τοῦτον δὲ καὶ Πλάτων καὶ
Ἀριστοτέλης ἐπαινοῦσι, καὶ Πρόκλος ὑπομνηματίζει, καὶ
οὗτος τὰ ὅμοια ἡμῖν λέγει μεταπλάσας τὸν λόγον καὶ ἀντὶ τῆς
ἀνατολῆς τὴν δύσιν εἰπών, ἔτι δὲ καὶ αὐτὸς τῶν δέκα γενεῶν
μνησθεὶς καὶ τῆς πέραν τοῦ Ὠκεανοῦ γῆς. Καὶ ἁπλῶς εἰπεῖν,
εὔδηλοί εἰσι πάντες ἐκ τοῦ Μωϋσέως λαμβάνοντες καὶ ὡς
ἴδια ἐκτιθέμενοι.
[12.3] Οἱ τὰ Χαλδαϊκὰ γὰρ συγγραψάμενοι, ὡς ἀρχαιότεροι καὶ
ἀνατολικώτεροι, ἐμνήσθησαν ἐν τοῖς ἑαυτῶν συγγράμμασι τοῦ
τε κατακλυσμοῦ καὶ τῆς πυργοποιΐας, ὁρῶντες αὐταῖς ὄψεσι
τὸν πύργον καὶ τὴν κατασκευὴν αὐτοῦ, ὡς διὰ τὸν κατακλυ-
σμὸν δῆθεν ἐπινοήσαντες αὐτοῖς καταφυγὴν καὶ σωτηρίαν
ἐποίησαν ἑαυτοῖς οἱ τότε ἄνθρωποι. Ἀναγνόντες δὲ καὶ
Μωϋσέα οἱ μετέπειτα καὶ εὑρόντες ἀπὸ Ἀδὰμ δέκατον ὄντα
τὸν Νῶε, ἐφ' οὗπερ γέγονε κατακλυσμός, ἀνεπλάσαντο καὶ
αὐτοὶ δέκα βασιλεῖς παρ' αὐτοῖς βασιλεύσαντας ἐτῶν μυριάδας
δισχιλίας διακοσίας τεσσαράκοντα δύο, ὥσπερ εἴρηται
πρόσθεν, ὧν ἐστιν ὁ πρῶτος Ἄλωρος, τουτέστιν Ἀδάμ,
ὁ δεύτερος Ἀλάαπρος, Σήθ, ὁ τρίτος Ἀλμηδών, Ἐνώς,
ὁ τέταρτος Ἀμμέων, Καϊνᾶν, ὁ πέμπτος Ἀμμεγάλαρος,
Μαλελεήλ, ὁ ἕκτος Δαόνος ποιμήν, Ἰάρεδ, ὁ ἕβδομος Εὐεδώ-
ραγχος, Ἐνώχ, ὁ ὄγδοος Ἀμεμψίναγχος, Μαθουσάλα, ὁ ἔνα-
τος Ὀτιόρτης, Λάμεχ, ὁ δέκατος Ξίσουθρος, Νῶε. Ἐπὶ τού-
του γενέσθαι λέγουσι τὸν μέγαν κατακλυσμὸν κατὰ τὸν
Μωϋσέα.
[12.4] Οἱ δὲ τὰ Αἰγυπτιακὰ συγγραψάμενοι, τουτέστι Μανεθὼν
καὶ Χαιρήμων καὶ Ἀπολλώνιος ὁ Μόλων καὶ Λυσίμαχος καὶ
Ἀπίων ὁ Γραμματικός, μέμνηνται Μωϋσέως καὶ τῆς ἐξόδου
τῶν υἱῶν Ἰσραὴλ τῆς Αἰγύπτου. Ὡς Αἰγύπτιοι γὰρ καὶ
Αἰγυπτιακὰ ἀναγραφόμενοι ἁρμοδίως καὶ αὐτοὶ τὰ ἐπὶ τῶν
τόπων γενόμενα διηγοῦνται, οἵτινες καὶ διασύρουσι Μωϋσέα
ὡς στασιάσαντα καὶ πλῆθος τῶν ἀγυρτῶν καὶ λελωβημένων
ἀναστατώσαντα καὶ ἐκβαλόντα τῆς Αἰγύπτου, καὶ ἀπελθόντας
εἰς τὸ Σίναιον ὄρος καὶ εἰς Ἱεροσόλυμα καὶ κληθέντας
Ἰουδαίους.
[12.5] Καὶ ἁπλῶς εἰπεῖν, Χαλδαῖοι καὶ Αἰγύπτιοι τρόπον τινά,
ὡς ἀρχαιότεροι τῶν Ἑλλήνων, μαρτυροῦσι τῇ θείᾳ Γραφῇ,
ὅτι καὶ ὁ κατακλυσμὸς γέγονεν ὁ ἐπὶ τοῦ Νῶε καὶ πυργο-
ποιΐα καὶ ἡ ἔξοδος ἡ ἀπ' Αἰγύπτου τῶν υἱῶν Ἰσραήλ. Ἕλλη-
νες δὲ μεταγενέστεροι τυγχάνοντες καὶ ὀψέ ποτε συγγράφειν
μεμαθηκότες, καὶ τῆς ἀνατολῆς μακράν που περὶ τὴν δύσιν
ἀπῳκισμένοι, τῆς τε Ἰουδαίας καὶ Αἰγύπτου πορρώτερον
διάγοντες, τὰ τοιαῦτα ἠγνόησαν μήτε ὄψει μήτε ἀκοῇ αὐτὰ
παραλαβόντες. Διὸ καὶ ἕως τοῦ παρόντος ἀπιστοῦσι τῇ θείᾳ
Γραφῇ, Παλαιᾷ τε καὶ Καινῇ Διαθήκῃ, μύθους ἡγούμενοι τὰ
κατ' αὐτήν.
[12.6] Οἱ Χαλδαῖοι δὲ καὶ οἱ Μῆδοι καὶ οἱ Πέρσαι ἐπιστάμενοι
πλέον τι ἐκ τῆς πυργοποιΐας καὶ τοῦ κατακλυσμοῦ καὶ τῶν
συμβεβηκότων ἐπὶ Ἐζεκίου καὶ Ἰωνᾶ καὶ τῆς αἰχμαλωσίας,
τῶν τοῦ τε Δανιὴλ καὶ τῶν τριῶν παίδων, ἐπαιδεύθησαν
αὐτοῖς ἐκ μέρους τοῖς γράμμασιν· ὁμοίως καὶ οἱ Αἰγύπτιοι
ἐπαιδεύθησαν διὰ τῶν κατὰ τὸν Ἰωσὴφ καὶ Μωϋσέα καὶ τοῦ
λαοῦ τῶν Ἰσραηλιτῶν, ἑτοιμότερα ταῦτα τὰ ἔθνη γενόμενα
εἰς ὑποδοχὴν τοῦ χριστιανισμοῦ.
[12.7] Ἐπίστευσαν μέντοι καὶ
Ἕλληνες ὕστερον διὰ τῶν ἀποστόλων θεωροῦντες τὰ ὑπ'
αὐτῶν γινόμενα θαύματα· ὕστερον δὲ πάλιν τῶν σημείων
παυσαμένων καὶ τοῦ χρόνου διαδραμόντος, πολλοὺς μὲν εὑρή-
σεις Ἕλληνας πεπιστευκότας καὶ βαπτισθέντας, ἀπιστοῦντας
δὲ καὶ ἀγνοοῦντας τὴν Παλαιὰν καὶ Καινὴν Διαθήκην, του-
τέστι τὴν θείαν Γραφήν, ὡς μὴ ἔχοντας ἔκπαλαι εἰς βάθος
ῥίζαν θεοσεβείας καὶ θεμέλιον πίστεως. Διὸ οὐδὲ ἐν ταῖς
συγγραφαῖς ἑαυτῶν ὡς πρῶτοι ἐμνήσθησαν οἱ Χαλδαῖοι καὶ οἱ
Αἰγύπτιοι περί τε τοῦ κατακλυσμοῦ καὶ πυργοποιΐας καὶ τῆς
ἐξόδου τῶν υἱῶν Ἰσραὴλ τῆς ἐξ Αἰγύπτου καὶ τοῦ πρώτου
συγγραφέως Μωϋσέως, ἀνωτέρους δὲ καὶ σοφωτέρους καὶ
πρώτους πάντων ἑαυτοὺς ἡγούμενοι, ἐκ τοῦ τύφου τοῦ αὐτοῖς
περικειμένου τὰ πολλὰ ἀγνοήσαντες· διὸ καλῶς τις τῶν
Αἰγυπτίων, Σολομῶν δ' οὗτος, τῷ Πλάτωνι ἔλεγεν· Ἕλληνες
ἀεὶ παῖδες, γέρων δ' Ἕλλην οὐκ ἔστιν, οὐδ' ἔτι παρ' ὑμῖν
χρόνῳ πολιὸν μάθημα.
[12.8] Ἀλλὰ καί τινες, τουτέστι Δῖος καὶ Μένανδρος, οἵτινες
τὰ Τυρίων ἀρχαῖα μετέφρασαν εἰς τὴν ἑλληνίδα φωνήν, εἰς
τὰς ἑαυτῶν συγγραφὰς μαρτυροῦσι τῷ Σολομῶνι καὶ τοῖς
Ἰουδαίοις· καὶ ἔτι σχεδὸν εἰπεῖν, πᾶσα ἡ Αἰθιοπία καὶ τὰ
νότια μέρη μαρτυροῦσι τῇ θείᾳ Γραφῇ, Ἕλληνες δὲ μόνοι παρ'
ἑαυτοῖς σοφοὶ τὴν ἰδίαν ἀγνοοῦντες σωτηρίαν· μόνος δὲ
Τίμαιος ὁ προγεγραμμένος, οὐκ οἶδα πόθεν λαβών, τάχα δὲ
ἐκ τῶν Χαλδαϊκῶν, μετέπλασε τοὺς δέκα βασιλεῖς ἐκ τῆς
πέραν γῆς ἐλθόντας εἰς τὴν νῆσον τὴν Ἀτλαντίδα, ἣν λέγει
καταποντωθεῖσαν, καὶ μισθωσαμένους τὰ οἰκοῦντα ἐν αὐτῇ
ἔθνη καὶ ἐλθόντας ἐν τῇ γῇ ταύτῃ καὶ πολεμήσαντας Εὐρώπην
καὶ τὴν Ἀσίαν, ὅπερ σαφέστατόν ἐστι πλάσμα· μὴ δυνάμενος
γὰρ δεῖξαι τὴν νῆσον καταποντωθεῖσαν αὐτὴν εἶπεν ὑπὸ
Θεοῦ.
[12.9] Ἀλλ' οὔ γε οἱ προειρημένοι Ἕλληνες, οἱ ἐπὶ σοφίᾳ
θαυμαζόμενοι, ὀψὲ δέ ποτε καὶ γράμματα μεμαθηκότες καὶ
νόμων ἀξιωθέντες, ἐνόμισαν ἑαυτοὺς μόνους τὴν σοφίαν
ἐξωμβρηκέναι. Λυκοῦργοι γὰρ καὶ Σόλωνες καὶ Ζάλευκος
ὁ τῶν Λοκρῶν καὶ πάντες οἱ λοιποὶ ὡς χθὲς καὶ πρώην πρὸς
ἐκεῖνον τὸν Μωϋσέα παραβαλλόμενοι φαίνονται γεγονότες,
ὅπου γε μηδὲ αὐτὸ τοὔνομα πάλαι ἐγινώσκετο τοῦ νόμου παρὰ
τοῖς Ἕλλησι· καὶ μάρτυς Ὅμηρος οὐδαμοῦ τῆς ποιήσεως
αὐτῷ χρησάμενος. Οὐδὲν γὰρ ἦν κατὰ τοῦτον, ἀλλὰ γνώμαις
ἀρίσταις πλήθη διῳκεῖτο καὶ προστάγμασι τῶν βασιλέων·
ἀφ' οὗ καὶ μέχρι πολλοῦ διέμειναν ἔθεσιν ἀγράφοις χρώμενοι
καὶ πολλὰ τούτων ἀεὶ πρὸς τὸ συντυγχάνον μετατιθέντες.
[12.10] Λακεδαιμόνιοι μὲν γὰρ καὶ Κρῆτες ἔθεσιν ἐπαίδευον, οὐ
λόγοις· Ἀθηναῖοι δὲ καὶ σχεδὸν οἱ ἄλλοι πάντες ἃ μὲν χρὴ
πράττειν ἢ μὴ προσέταττον διὰ τῶν νόμων, τοῦ δὲ πρὸς αὐτὰ
διὰ τῶν ἔργων ἐθίζειν ὠλιγώρησαν· οὗτοι δὲ κἀκεῖνοι κατὰ
βραχὺ εἰς προκοπὴν σταθερῶν νόμων καὶ βεβαίων ἐληλυθότες
οὐ μὴν ἐξ ἀρχῆς, ὡς ὁ πάλαι Μωϋσῆς καὶ γραμμάτων πεῖραν
καὶ νόμου σταθεροῦ τὸ ἴδιον ἐξεπαίδευσεν ἔθνος, λόγῳ καὶ
ἔργῳ πρῶτος ἐνδεικνύμενος τοῦ νόμου καὶ τῶν γραμμάτων τὸ
βέβαιον, ἄχρις οὗ χρόνῳ πολλῷ τὸ ἔθνος ἐπὶ τὸν προκηρυττό-
μενον Δεσπότην Χριστὸν καὶ τὴν τούτου διδασκαλίαν ὡδήγησε
[12.10.11] τῇ βεβαιότητι τοῦ νόμου ὁδηγούμενόν τε καὶ φρουρούμενον.
[12.11] Φοίνικες οὖν τῷ ἔθνει γειτνιῶντες καὶ ἐξ αὐτῶν μαθόντες
γράμματα καὶ ἀναγραφὰς τῶν Ἑλλήνων ἀρχαιοτέρας ἀνεγρά-
ψαντο καὶ Ἕλληνας μαθεῖν γράμματα παρεσκεύασαν· Κάδμος
γὰρ ἀπὸ Τύρου τὰ γράμματα λαβὼν εἰς Ἑλλάδα μετήνεγκε.
Μὴ οὖν τὰς ὀφρῦς Ἕλληνες ἀνατεινάτωσαν ὥς τι καινὸν τῷ
βίῳ πρῶτοι ἐφευρηκότες, παρ' ἑτέρων καὶ τὰ γράμματα καὶ
τοὺς νόμους καὶ τὴν ὑπόνοιαν τῆς σφαίρας καὶ τὴν ἀστρονο-
μίαν καὶ ἀστρολογίαν ἐρανισάμενοι.
[12.12] Ὀψὲ γάρ ποτε
φανέντες ἐν βίῳ τὸν κόσμον ἀΐδιον ἐδόξασαν· παρ' ἑτέρων
τὸν οὐρανὸν σφαῖραν ὑπονοεῖν διδαχθέντες, ὡς αὐτοὶ πρῶτοι
τοῦτο δοξάσαντες τὸν κανόνα τῆς ἀστρονομίας ὡς ἴδιον ἐξέ-
θεντο· παρ' ἑτέρων τὰ γράμματα διδαχθέντες, συγγραφεῖς
ἀρχαίους καὶ πρώτους ἑαυτοὺς ὑποτίθενται· παρ' ἑτέρων
διδαχθέντες νομοθετεῖν, νομοθέτας ἀρχαίους καὶ δικαιάρχους
ἑαυτοὺς ἀνεζωγράφησαν· πλατύτητα γλώττης καὶ κάλλος
λόγου παρὰ τοῦ δοτῆρος Θεοῦ κομισάμενοι, τῷ δοτῆρι Θεῷ
ἀχαριστοῦντες τοῖς αὐτοῦ λόγοις ἀπειθοῦσι· πάντα παρὰ Θεοῦ
καὶ τῶν πρὸ αὐτῶν κομισάμενοι τοὺς πάντας ἀθετοῦσι καὶ ὡς
ἴδια σοβαρῶς σφετερίζονται.
[12.13] Μαχόμενοι γὰρ τοῖς θείοις
λόγοις τοῖς λέγουσιν «ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν»
ἀντιβοῶσιν οἱ βέλτιστοι λέγοντες· Οὐκ ἔστιν οὕτως, σφαι-
ροειδὴς γάρ ἐστι, καὶ τοῦτο πρόδηλον ἐκ τῶν προλεγομένων
παρ' ἡμῶν ἐκλείψεων· ἔτι δὲ ἀνάστασιν νεκρῶν ἀκούοντες
κηρυττομένην ἐν αὐτοῖς, ἀδυνατοῦν τοῦτο γενέσθαι· τὸν ὑπὸ
μυρίων γὰρ σωμάτων ἐκ διαδοχῆς δαπανηθέντα, πῶς ἐνδέχεται
ἀναστῆναι; Καὶ ἁπλῶς εἰπεῖν, κατασοφίζονται τοῦ δοτῆρος
τῆς γλώττης, ἀνατρέπειν ἐπιχειροῦντες τὰ δόγματα τῆς
αὐτοῦ Ἐκκλησίας.
[12.14] Καίτοι οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν αὐτοῖς γενέσθαι
ἀγαθουργῶν καὶ προνοῶν, καὶ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας
τετρακόσια καὶ προσέτι ἐπὶ τοῦ Μακεδόνος Ἀλεξάνδρου,
μετὰ τὸν πόλεμον τὸν Τρωϊκόν, ὅτε καὶ διέπρεψαν οἱ Ἕλληνες,
ἐφανέρωσεν αὐτοῖς τινα γνωρίσματα τῆς αὐτοῦ ἀγαθότητος,
οἷόν τι λέγω Ἀλέξανδρος ὁ Μακεδὼν παρερχόμενος τὰ
Ἱεροσόλυμα, πολεμῆσαι τὸν Δαρεῖον ἀπερχόμενος, συναν-
τήσαντι τῷ ἀρχιερεῖ τῶν Ἰουδαίων μεθ' οὗ σχήματος ἐφόρει,
τοῦ ἀρχιερατικοῦ λέγω, κατελθὼν αὐτὸς ἀπὸ τοῦ ἵππου
ἀσμένως ἠσπάσατο· τῶν δὲ ἰδίων μεμψαμένων αὐτῷ καὶ
εἰπόντων· Διατί οὕτω πεποίηκας; Αὐτὸς ἀπολογούμενος
ἔφη· Ἐξ ἀρχῆς ἐν τῇ Μακεδονίᾳ ἐξερχομένου μου τοιούτῳ
σχήματι φορῶν ὤφθη μοί τις κατ' ὄναρ, ὃς ἔλεγεν· Ἔξελθε
καὶ νικᾷς· ὅθεν λοιπὸν καὶ αὐτὸς θυσίας ἔθυσε τῷ Θεῷ καὶ
πολλὰ δῶρα προσήνεγκεν εἰς τὸν ναὸν καὶ τῇ χώρᾳ τῶν
Ἰουδαίων πολλὰ ἐχαρίσατο.
[12.15] Μετέπειτα Πτολεμαῖος, ὁ ἐπίκλην Φιλάδελφος, περιερ-
γασάμενος καὶ μαθὼν παρὰ Τρύφωνος τοῦ Φαληρέως περὶ
τῶν ἰουδαϊκῶν βιβλίων, σπουδαίως ζητήσας παρὰ τῷ ἀρχιερεῖ
Ἐλεαζάρῳ, ἀποστείλας δῶρα πολλὰ καὶ τῷ ναῷ καὶ τῷ
ἀρχιερεῖ, ταύτας ἐδέξατο σὺν ἑβδομήκοντα πρεσβυτέροις,
οἵτινες καὶ ἀπὸ τῆς ἑβραΐδος γλώττης μετέφρασαν εἰς τὴν
Ἑλλήνων γλῶτταν καὶ ἐν τῇ ἰδίᾳ βιβλιοθήκῃ ἀνέθηκαν. Ἦν
δὲ καὶ τοῦτο θείας προνοίας ἔργον, ἵνα πρὸ τῆς τοῦ Χριστοῦ
παρουσίας προητοιμασμένον ᾖ καὶ μὴ ὕστερον γινόμενον ἐπὶ
τῶν ἀποστόλων ὕποπτον γένηται τοῖς πολλοῖς, ὡς πρὸς τὸ
κεχαρισμένον ἑαυτοῖς ἑρμηνεύσαντες τὰ παρὰ τῶν προφητῶν
πάλαι εἰρημένα περί τε τοῦ Χριστοῦ καὶ τῆς κλήσεως τῶν
ἐθνῶν.
[12.16] Ὁ Φύσκων πάλιν Πτολεμαῖος νικήσας τοὺς Ἰουδαίους
καὶ βουλόμενος αὐτοὺς ἐνταῦθα τῇ Ἀλεξανδρείᾳ ἀπολέσαι
διὰ τῶν ἐλεφάντων, καὶ παραδόξως τοῦ Θεοῦ ἀντιστρέψαντος
ἐπὶ τὴν αὐτοῦ στρατιὰν τὸν θυμὸν τῶν θηρίων, σέβειν τὸν ἐν
αὐτοῖς Θεὸν ἐδιδάσκετο, τιμαῖς γεραίρων καὶ θυσίαις καὶ
προσφοραῖς ἀναθημάτων τοῦ λοιποῦ αὐτὸν τὸν ὄντως ὄντα
Θεὸν καὶ τὸν αὐτοῦ λαόν, τουτέστι τοὺς Ἰουδαίους. Καὶ
ἕτεροι τῶν τῆς μακεδονικῆς ἀρχῆς γενόμενοι βασιλεῖς συμ-
μάχους τοῖς ἰδίοις προσεκαλοῦντο· ἄλλοι δὲ καὶ πολεμεῖν
αὐτοῖς προῃρημένοι καὶ ἐπὶ ἱκανὸν χρόνον δουλωσάμενοι,
ὕστερον τὴν τοῦ Θεοῦ ῥοπὴν ἑώρων ἐνεργοῦσαν ἐν αὐτοῖς καὶ
ὡς πρὸς βοήθειαν αὐτῶν διεγειρομένην καὶ ἑαυτοὺς νικω-
μένους ὑπ' αὐτῶν, ὑπὸ ἐλαχιστῶν καὶ εὐαριθμήτων ἀνδρῶν.
[12.17] Καὶ ἁπλῶς εἰπεῖν, διὰ τῶν πολέμων καὶ τῶν παραδόξων
καὶ τῶν ἐνυπνίων καὶ τῶν βιβλίων προεγυμνάζοντο διδασκό-
μενοι τὸν ὄντως ὄντα Θεόν, τοῦτον ὃν Ἰουδαῖοι σέβονται, ἵνα
καὶ αὐτοὶ ἑτοιμότεροι γένωνται πρὸς ὑποδοχὴν τοῦ χριστια-
νισμοῦ, ὥστε καὶ ἐπὶ τῶν καιρῶν τῆς ἐπιδημίας τοῦ Δεσπότου
Χριστοῦ διὰ τῶν ἀποστόλων πολλὰ τῆς Ἑλλάδος ἔθνη
θεωροῦντα τὰ σημεῖα τῇ πίστει τοῦ Χριστοῦ συμβέβηκεν,
ὁμολογοῦντα τὴν ἀνάστασιν αὐτοῦ καὶ τὴν εἰς οὐρανοὺς
ἄνοδον. Νυνὶ δὲ χρόνου πολλοῦ διαδραμόντος καὶ τῶν σημείων
παυσαμένων, ὥσπερ λήθην τινὰ ἔλαβον ἐκείνης τῆς πίστεως
καὶ ἐπὶ τὴν προτέραν ἀνέδραμον δεισιδαιμονίαν, ἀδύνατον εἶναι
λέγοντες ἀνάστασιν ἐκ νεκρῶν ἔσεσθαι ἀνθρώπων καὶ ἄνοδον
ἐν τῷ οὐρανῷ.
[12.18] Διὰ τοῦτο καὶ βάπτισμα μὲν αὐτοὺς
εὑρίσκεις ἔχοντας καὶ τὸ σφαιρικὸν σχῆμα ἔχειν τὸν οὐρανὸν
δοξάζοντας πρὸς τὸ τὴν ἀνάστασιν τῶν σωμάτων ἀθετηθῆναι
καὶ τὴν ἄνοδον αὐτῶν τὴν ἐν τῷ οὐρανῷ. Ταῦτα ὡς ἐπὶ τὸ
πλεῖστον παρ' Ἕλλησι καὶ μόνοις εὑρήσει τις φιλοσοφου-
μένους, τοὺς λόγους καὶ τὰς ἐκλείψεις ὡς ἐπὶ σφαιρικοῦ
σχήματος προβαλλομένους ὡς θεῖόν τι μάθημα, εἰς ὃ καὶ
ἀπατῶνται καὶ ἀπατῶσι. Διὸ καὶ ἡμεῖς ἐπὶ τὰ σχήματα καὶ
τοὺς τόπους τοῦ παντὸς κόσμου καὶ τῶν ἄστρων τὴν περι-
φορὰν ὁρμήσαντες καὶ ἀντιστρατευσάμενοι πρὸς αὐτοὺς ἐκ
τῶν θείων Γραφῶν κατεγράψαμεν, δεικνύναι σπεύδοντες διὰ
τούτων πάντων καὶ ...